TLG 0087 050 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Παρεκβολαὶ τοῦ μεγάλου ῥήματος

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

Παρεκβολαὶ τοῦ μεγάλου ῥήματος

Source: La Roche, J. (ed.), Παρεκβολαὶ τοῦ μεγάλου ῥήματος ἐκ τῶν Ἡρωδιανοῦ [Programm Akad. Gymn. Vienna] 1863: 4–37.

Citation: Page — (line)

4

(1t)

Παρεκβολαὶ τοῦ μεγάλου ῥήματος ἐκ τῶν Ἡρωδιανοῦ.
2 Τί ἐστι ῥῆμα; μέρος λόγου ἄπτωτον, ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦν μετ’ ἐνεργείας ἢ πάθους ἢ οὐδετέρου, προσώπου σημαντικόν, ὃ καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ. Διατί πρῶτον περὶ ῥήματος διδάσκει καὶ οὕτως τὰ παρεπόμενα αὐτῷ; ἐπειδὴ πᾶσα τεχνικὴ διδα‐
5σκαλία παραλαμβάνεσθαι θέλει ἐξ ὅρου καὶ παρεπομένων. καὶ δεῖ πρῶτον μαθεῖν τὸν ὅρον, καὶ οὕτως τὰ παρεπόμενα αὐτῷ. Πόσαι κυρίως ἐγκλίσεις; πέντε. ἡ ἀπαρέμφατος δὲ οὐ κυρίως ἔγκλισις, ἀλλὰ καταχρηστικῶς. καὶ διατί; ἐπειδὴ ἔγκλισις λέγεται βούλημα ψυχῆς, ἡ δὲ ἀπαρέμφατος μὴ ἔχουσα βούλημα ψυχῆς εἰκότως οὐδὲ ἔγκλισις λέγεται.
10 Διατί μὴ προτέτακται ἡ ἀπαρέμφατος τῆς ὁριστικῆς; ἐπειδὴ ἀμφιβάλλεται τὰ ἀπαρέμφατα εἰ ῥήματά εἰσιν ἢ οὔ. οὐ δεῖ δὲ τὰς ἀρχὰς ἀπὸ τῶν μαχομένων ποιεῖσθαι. Διατί προτερεύει ἡ ὁριστικὴ τῶν ἄλλων ἐγκλίσεων; ἐπειδὴ τελείας ἔχει τὰς φωνάς. ἔχει γὰρ ἐνε‐ στῶτα ἰδίως καὶ τοὺς ἄλλους χρόνους ὡσαύτως. αἱ δὲ ἄλλαι ἐγκλίσεις συνεζευγμένους ἔχουσι τοὺς χρό‐ νους. καὶ ὅτι αἱ ἀπὸ ῥημάτων γινόμεναι παραγωγαὶ καὶ συνθέσεις ἐκ τῶν ὁριστικῶν γίνονται καὶ οὐκ
15ἀπ’ ἄλλων ἐγκλίσεων, οἷον γέγραμμαι γράμμα, βέβληται ἀβλής. Διατί προτέτακται ἡ προστακτικὴ τῆς εὐκτικῆς; ἐπειδὴ μᾶλλον τῆς εὐκτικῆς κοινωνεῖ τῇ ὁριστικῇ
ἡ προστακτική, καὶ δεῖ τὸν κοινωνὸν ἐγγὺς εἶναι.4

5

Ὁ χρόνος ἐν κινήσει. ὁ δὲ ἐνεστὼς παρὰ τὸ ἑστάναι. πῶς φαμεν εἶναι ἐνεστῶτα χρόνον; ὥσπερ ἐὰν εἰς κρουνὸν ῥέοντα βρέξω τὸν δάκτυλόν μου, καὶ ἐὰν εἰς ποταμὸν βρέξω τὸν δάκτυλόν μου, δηλονότι ἐνεστῶτος ἔβρεζα. οὕτως τοῦ χρόνου ἀεὶ κινουμένου οὐ δύναταί τι γενέσθαι οὔτε ἐν παρεληλυθότι χρονῷ οὔτε ἐν μέλλοντι, ἀλλὰ δηλονότι ἐν ἐνεστῶτι γίνονται πράγματα.
5 Τί διαφέρει ὁ παρατατικὸς τοῦ παρακειμένου, ὁ παρακείμενος τοῦ ὑπερσυντελίκου, ὁ ὑπερσυντέ‐ λικος τοῦ ἀορίστου; διαφέρει ὅτι ὁ μὲν παρατατικὸς παρῆλθεν ἐνισταμένην ἔχων τὴν πρᾶξιν καὶ οὔπω πεπληρωμένην, ὁ δὲ παρακείμενος νεωστὶ ἐπληρώθη, καὶ παράκειται αὐτῷ ἡ τοῦ ἔργου πλήρωσις, ὅθεν καὶ ἐνεστὼς συντέλικος ὀνομάζεται. ὁ δὲ ὑπερσυντέλικος πρὸ πολλοῦ ἐπληρώθη καὶ παράκειται αὐτῷ ἡ πλήρωσις, εἴτε ἄρτι εἴτε πάλαι ἐπληρώθη. ὁ δὲ ἀόριστος ἀόριστον ἔχει τὴν σημασίαν.
10 Διατί ὁ ἐνεστὼς ἔχει συγγένειαν πρὸς τὸν παρατατικόν, ὁ παρακείμενος πρὸς τὸν ὑπερσυντέλικον, καὶ ὁ ἀόριστος πρὸς τὸν μέλλοντα; ἐπειδὴ ὁ ἐνεστὼς καὶ ὁ παρατατικὸς παρατεταμένην ἔχουσι τὴν πρᾶξιν καὶ ἀπλήρωτον, ὁ δὲ παρακείμενος καὶ ὑπερσυντέλικος ἐπειδὴ πεπληρωμένοι εἰσίν, ὁ δὲ ἀόριστος καὶ ὁ μέλλων ἐπειδὴ ἀλλήλως ἔχουσι τοὺς χρόνους ἀμφότεροι. Διατί ἡ πρώτη καὶ ἡ δευτέρα συζυγία τῶν βαρυτόνων προσλαμβάνουσι τὸ τ; ἐπειδὴ ἀπὸ τριῶν
15οὐκ ἔστι συζυγίας κυριολεξία· κυρίως γὰρ συζυγία ἐστὶ παρὰ τὸ δύο ἄγειν, ὅ ἐστι σημαντικὸν ἀρτίου ἀριθμοῦ καὶ οὐ περιττοῦ· καὶ διὰ τοῦτο προσλαμβάνουσιν ἀπὸ τῆς τρίτης συζυγίας τὸ τ καὶ γίνεται ἡ πρώτη διὰ τοῦ πτ, καὶ ἡ δευτέρα διὰ τοῦ κτ. Καὶ διατί ἡ τρίτη συζυγία διὰ τριῶν συμφώνων ἐκφέρεται; ἐπειδὴ ἐνταῦθα ἡ ἀκρίβεια τῆς συζυ‐ γίας οὐκ ἐφυλάχθη, ὅτι οἱ Ἀθηναῖοι ἀνύτω λέγουσι δι’ ἑνὸς τ.
20 Διότι τὸ α προτερεύει τοῦ ε, διατί μὴ ἡ πρώτη συζυγία τῶν περισπωμένων ἐκφέρεται διὰ τῆς αι (? ) διφθόγγου ἀλλὰ διὰ τῆς ει; ἐπειδὴ ἡ ει δίφθογγος ἐν τοῖς ῥήμασι τιμιωτέρα ἐστὶν † ἀμέλει καὶ ἀσφάλειαν αὐτῶν τὴν ει δίφθογγον, οἷον ποιέω ποιῶ, ποιέεις ποιεῖς, ποιέει ποιεῖ· βοάω βοῶ, βοάεις βοᾷς, βοάει βοᾷ· χρυσόω χρυσῶ, χρυσόεις χρυσοῖς, χρυσόει χρυσοῖ. Διατί ἡ τετάρτη συζυγία τῶν εἰς μι ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων γέγονε καὶ οὐκ ἐξ ἄλλης τινός;
25διὰ τὸ μὴ εἶναι τετάρτην συζυγίαν τῶν περισπωμένων ἠναγκάσθη ἐκ τῆς ἕκτης γενέσθαι· καὶ γὰρ αἱ τρεῖς τῶν περισπωμένων ἐξ αὐτῆς ἐγένοντο. Κατὰ πόσους τρόπους ἐκλιμπάνουσιν αἱ φωναὶ τῶν ῥημάτων; κατὰ τέσσαρας· κατὰ ἀσημασίαν, κατὰ ἀσυνταξίαν, κατὰ τὸ φορτικὸν καὶ κατὰ τὴν τύχην· κατὰ ἀσημασίαν μὲν ὡς ὅλα τὰ πρῶτα πρό‐ σωπα τῶν προστακτικῶν· ἀπολιμπάνουσι καὶ τοῦ θνήσκω, πίπτω, ὀφθαλμιῶ, πυρέσσω, ῥιγῶ, φρίσσω,
30τρέμω, χαίρω τὰ παθητικά· καὶ τοῦ δέχομαι, εὔχομαι, πέτομαι, ψεύδομαι, ὀρχοῦμαι τὰ ἐνεργητικά, διὸ τὰ μὲν αὐτοπαθῆ καλοῦνται, τὰ δὲ αὐτενεργητικά· κατὰ ἀσυνταξίαν δέ, ὡς ἐπὶ τοῦ τέτυπται,
κέκαρται, νένυκται τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν ἀπολιμπάνουσι, καὶ διὰ μετοχῆς ἀναπληροῦνται·5

6

κατὰ τὸ φορτικὸν, ὡς ἐπὶ τοῦ χέω χεύσω· κατὰ τύχην δὲ, ὡς ἐπὶ τοῦ ἔλαβον, ἔφαγον, ἔμαθον, ἔδακον, ἔπεσον οὐκ εἰσὶν οἱ ἐνεστῶτες ἐν χρήσει, ἀλλ’ ἐπιλιμπάνουσι κατὰ τύχην. Πόσα ῥήματα ἄχρι τοῦ παρατατικοῦ κλίνονται; τὰ διὰ τοῦ ανω βαρύτονα, οἷον λαμβάνω, τυγ‐ χάνω, μανθάνω· καὶ τοῦ αθω, οἷον βιάθω τὸ πορεύομαι, ἀμυνάθω τὸ βοηθῶ· καὶ τὰ διὰ τοῦ εθω,
5οἷον φλεγέθω, νεμέθω τὸ βόσκω· καὶ τὰ διὰ τοῦ υθω, οἷον μινύθω· καὶ τὰ εἰς βω βαρύτονα ἔχοντα πρὸ τοῦ β σύμφωνον ἢ τὸ ε μόνον, οἷον σέβω, φέρβω, ῥέμβω· καὶ τὰ εἰς σκω βαρύτονα, οἷον ἀρέσκω, πιφαύσκω, χωρὶς τοῦ θνήσκω θνήξω καὶ ἀλύσκω ἀλύξω, τὸ γὰρ διδάξω οὐκ ἀπὸ τοῦ διδάσκω ἀλλ’ ἀπὸ τοῦ διδάχω, ἐξ οὗ καὶ διδαχή· καὶ τὰ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβὰς βαρύτονα, οἷον ἐρεείνω, φαείνω, ἀλεείνω τὸ ἐκκλίνω· καὶ τὰ διὰ τοῦ ειω διὰ τῆς ει διφθόγγου παραγόμενα ἀπὸ ἐνεστῶτος ἢ μέλλοντος,
10οἷον κιχῶ κιχείω, ὀλῶ ὀλείω, βρώσω βρωσείω· καὶ τὰ διὰ τοῦ υω ὑπὲρ δύο συλλαβὰς ποιοῦντα παρά‐ γωγα εἰς μι, οἷον πηγνύω πήγνυμι, ὀμνύω ὄμνυμι, ῥηγνύω ῥήγνυμι. Διατί πάντα τὰ εἰς ω λήγοντα ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν; πρὸς ἀντιδιαστολὴν τῶν εἰς ω θηλυκῶν ὀνομάτων· τὰ γὰρ εἰς ω λήγοντα θηλυκὰ ὀνόματα ὀξύνονται, οἷον Κλειώ, Καλυψώ, πειθώ. Κατὰ ποίαν διάλεκτον τὸ α καὶ ε εἰς α μακρὸν κιρνᾶται, καὶ κατὰ ποίαν εἰς η; τὸ α καὶ ε εἰς α
15μακρὸν κιρνᾶται παρ’ ἡμῖν καὶ τοῖς Ἀθηναίοις, παρὰ δὲ τοῖς Δωριεῦσιν εἰς η, οἷον ὁράεις ὁρῇς, πει‐ νάεις πεινῇς. κέχρηνται δὲ καὶ τῷ πεινῇς καὶ διψῇς οἱ Ἀθηναῖοι. Πόθεν τὸ ζῇς; παρὰ τὸ ἄω τὸ πνέω κατ’ ἐπέκτασιν τῆς ζα συλλαβῆς γίνεται ζάω, οἷον πάνυ πνέω, τὸ δεύτερον ζάεις καὶ κατὰ κρᾶσιν Δωρικὴν τοῦ α καὶ ε εἰς η μακρὸν ζῇς. Διατί τὸ χρυσόεις οὐ γίνεται κατὰ συναίρεσιν χρυσοῦς ἀλλὰ χρυσοῖς, τὸ γὰρ ο καὶ ε εἰς ου κιρ‐
20νᾶται; ἐπειδὴ πᾶν πρῶτον πρόσωπον εἰς ω λῆγον ἔχει διὰ διφθόγγου τὸ δεύτερον τῆς διὰ τοῦ ε καὶ ι· καὶ τούτου χάριν ἀπεβλήθη τὸ υ καὶ ἐγένετο χρυσοῖς· καὶ διατί μὴ ἀπεβλήθη τὸ ο ἀλλὰ τὸ υ; ἐπειδὴ εὑρίσκεται μετὰ τὴν υι δίφθογγον σύμφωνον, ὅπερ ἄτοπον· οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον σύμ‐ φωνον εὑρίσκεται. Κατὰ ποῖον τρόπον ἐπιλιμπάνει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν ἐν τοῖς ἐνεργητικοῖς; δι’ ἀσυν‐
25ταξίαν· δύο γὰρ κανόνες εἰσὶν οἱ μαχόμενοι ἀλλήλοις· ὁ μὲν εἷς λέγει, πᾶν δυϊκὸν ῥῆμα θέλει χαρα‐ κτηρίζεσθαι ἢ διὰ τοῦ τ ἢ διὰ τοῦ θ· διὰ τοῦ τ μὲν ἐν τοῖς ἐνεργητικοῖς, διὰ τοῦ θ δὲ ἐν τοῖς παθη‐ τικοῖς, καὶ ὤφειλεν εἶναι τύπτοτον· ὁ δὲ ἕτερος λέγει ὅτι πᾶν μέρος λόγου ἐπιδεχόμενον ἀριθμοὺς θέλει χαρακτηρίζεσθαι δι’ ἐκείνου τοῦ στοιχείου ἐν τοῖς δυϊκοῖς, δι’ οὗ καὶ τὸ πληθυντικὸν χαρακτηρί‐ ζεται, χωρὶς τῶν πρωτοτύπων ἀντωνυμιῶν, καὶ ὤφειλεν εἶναι τύπτυμον· τῶν οὖν δύο κανόνων μαχο‐
30μένων, καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος τὸ τ, τοῦ δὲ ἑτέρου τὸ μ, ἀπέλιπε τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν,
καὶ λοιπὸν ἐξ ἀνάγκης δύο εὑρίσκονται, δεύτερόν τε καὶ τρίτον.6

7

Διατί τὰ δυϊκὰ ἐκ τῶν πληθυντικῶν [κανονίζεται] ὑστέρων ὄντων; ἐπειδὴ τὰ δυϊκὰ ὑστερογενῆ ἐγένοντο καὶ οὔτ’ ἐν πάσαις διαλέκτοις εὑρίσκονται· παρὰ γὰρ τοῖς Αἰολεῦσιν οὐχ εὑρίσκονται· οὐδὲ ἡ κοινὴ διάλεκτος κέχρηται αὐτοῖς, καὶ διὰ τοῦτο ἀπὸ τῶν πληθυντικῶν κανονίζεται. Διατί ὁμοφωνοῦσι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν δυϊκῶν; ἐπειδὴ πεφύκασι πολλάκις τὰ δυϊκὰ
5ἀναδέχεσθαι ὁμοφωνίαν, ὥσπερ καὶ ἐπὶ ὀνομάτων λέγομεν ὀρθῆς καὶ αἰτιατικῆς καὶ κλητικῆς, καὶ ἐπὶ τῶν μετοχῶν καὶ ἀντωνυμιῶν καὶ τῶν ἄρθρων· καὶ διὰ τοῦτο πολλάκις ὁμοφωνοῦσι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν δυϊκῶν. καὶ διατί τὸ τρίτον τῶν δυϊκῶν οὐκ ἀπὸ τοῦ τρίτου τῶν πληθυντικῶν κανο‐ νίζεται, ἀλλ’ ἀπὸ τοῦ ἰδίου δευτέρου; ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν, οἷον τύπτουσιν, οὐκ ἔχει σύμφωνον τὸ ἁρμόζον τοῖς δυϊκοῖς, ἤγουν τὸ τ, καὶ διὰ τοῦτο οὐ κανονίζεται τὸ τρίτον τῶν δυϊκῶν ἐκ
10τοῦ τρίτου τῶν πληθυντικῶν. Καὶ διατί ὅτε ἔχει τὸ τρίτον τῶν πληθυντικῶν τὸ τ, οὐ κανονίζεται ἐξ αὐτῶν τὸ τρίτον τῶν δυϊκῶν; ἵνα μὴ τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον εὑρεθῶσιν ἔχοντα τὸ θ, τὸ δὲ τρίτον τὸ τ, τοῦ κανόνος ἀπαιτοῦν‐ τος τὰ τρίτα τῶν δυϊκῶν διὰ τοῦ αὐτοῦ συμφώνου ἐκφέρεσθαι δι’ οὗ καὶ τὸ δεύτερον. Διατί τὸ τρίτον πρόσωπον λέγομεν ἐν τοῖς δυϊκοῖς, ὁ γὰρ τρία ἀριθμὸς ἀρχή ἐστι πλήθους καὶ
15οὐκ ἔστιν ἴδιος δυϊκοῦ ἀριθμοῦ; εἰ καὶ τρία πρόσωπα λέγομεν ἐν τοῖς δυϊκοῖς, ἀλλ’ οὖν ἕκαστον αὐτῶν δύο πρόσωπα σημαίνει, ἐπεὶ κατὰ λόγον ἡμῶν καὶ ἐν τοῖς ἑνικοῖς ἓν πρόσωπον ὤφειλεν εἶναι κυρίως, καὶ οὐ τρία· ἀλλ’ εἰ καὶ τρία εἰσὶ κἀκεῖ πρόσωπα, ἀλλ’ οὖν ἕκαστον ἓν πρόσωπον σημαίνει. Διατί τὸ φᾶσι μετοχὴ βαρύνεται, τὸ δὲ ῥῆμα φασίν ὀξύνεται; ἡ μετοχὴ βαρύνεται, ἐπειδὴ πᾶσα δοτικὴ πληθυντικῶν εἰς ι λήγουσα δισύλλαβος ἀνεπέκτατος ἐπὶ μὲν τῶν ὀνομάτων ὀξύνεσθαι θέλει,
20οἷον βουσί, Τρωσί, πλὴν τοῦ πᾶσιν· ἐπὶ δὲ μετοχῆς βαρύνεσθαι θέλει, οἷον δοῦσι, βᾶσι, στᾶσιν· οὕτως οὖν καὶ τὸ φᾶσιν· τὸ δὲ ῥῆμα ὀξύνεσθαι θέλει, ἐπειδὴ ἐγκλιτικόν ἐστι, τὰ δὲ ἐγκλιτικὰ καθ’ ἑαυτὰ ὄντα ὀξύνονται, οἷον φασίν, εἰσίν. Πότε γίνεται τὸ ν ἐφελκυστικὸν τοῦ ι; ἡνίκα τοῦ ι προηγούμενόν ἐστι τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ, δυνάμει μὲν ὡς φοίνιξιν, ἐνεργείᾳ δὲ ὡς πᾶσιν· ἐν γὰρ τῷ φοίνιξιν δυνάμει ἐστὶ τὸ ς, καὶ γὰρ τὸ ξ ἐκ
25τοῦ κ καὶ ς σύγκειται. Ποῖα εἰσὶ ῥήματα ἀρχόμενα ἀπὸ συμφώνου καὶ μὴ γινόμενα ἐν τῷ παρατατικῷ κατὰ προσθήκην τοῦ ε; πάντα τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα κατὰ προσθήκην τοῦ ε αὐξάνουσιν ἐν τῷ παρατα‐ τικῷ χωρὶς τῶν Ἰωνικῶν, οἷον τύπτεσκεν ἀντὶ τοῦ ἔτυπτε, καὶ τῶν ποιητικῶν, οἷον „τύπτον ἐπιστρο‐ φάδην“ (χ 308; conf. κ 483; ω 184) ἀντὶ τοῦ ἔτυπτε· καὶ χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων,
30οἷον καταγράφω κατέγραφον, καὶ χωρὶς τοῦ δυσαρεστῶ καὶ δυσαπιστῶ, οἷον δυσηρέστουν καὶ δυση‐
πίστουν. καὶ διατί οἱ ποιηταὶ καὶ Ἴωνες οὐκ αὐξάνουσι τὴν ἄρχουσαν τοῦ παρατατικοῦ; ἐπειδὴ7

8

συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσιν, εἴτε ἀπὸ συμφώνου, εἴτε ἀπὸ φωνήεντος ἄρχεται ὁ ἐνεστώς· οἷον „ἄγε δὴ ἡ μοῖρα βαρεῖα.“ χωρὶς τοῦ εἴπεσκε· τοῦτο δὲ τῆς μετοχῆς τὴν ἄρχουσαν ἐφύλαξεν, οὐ μὴν τοῦ ἐνεστῶτος. Διατί λέγουσί τινες τὸ ρ φωνῆέν τε καὶ σύμφωνον εἶναι; διὰ τὸ δασύνεσθαι αὐτὸ καὶ ψιλοῦσθαι,
5καὶ ὅτι τὰ εἰς α λήγοντα θηλυκὰ καθαρὸν ἔχοντα τὸ α ἢ μετὰ τοῦ ρ τηρεῖ αὐτὸ καὶ ἐπὶ τῆς γενικῆς· εἰ δὲ σύμφωνον ἔχουσι πρὸ τοῦ α, τρέπουσιν αὐτὸ εἰς η, οἷον δόξα δόξης, καὶ διὰ τοῦτο λέγομεν αὐτὸ μὴ εἶναι σύμφωνον ἀλλὰ φωνῆεν. καὶ πόθεν δῆλον ὅτι σύμφωνόν ἐστιν αὐτὸ καὶ οὐ φωνῆεν; ἐπειδὴ πᾶν φωνῆεν καθ’ ἑαυτὸ φωνὴν ἀποτελεῖ· τὸ δὲ ρ οὐ δύναται καθ’ ἑαυτὸ φωνὴν ἀποτελεῖν, [ἐκ τούτου] δῆλον, ὅτι οὐκ ἐστὶ φωνῆεν ἀλλὰ σύμφωνον. καὶ ἄλλως· ὅτι οὐδέποτε ἐν μιᾷ συλλαβῇ τρία εὑρίσκονται
10φωνήεντα· ἐὰν οὖν εἴπωμεν τὸ ρ φωνῆεν εἶναι, εὑρεθήσεται ἐν τῷ ῥεῦμα ῥοῦς τρία φωνήεντα ἐν μιᾷ συλλαβῇ, ὅπερ ἐστὶν ἀδύνατον· οὐκ ἄρα τὸ ρ φωνῆεν ἀλλὰ σύμφωνον. Διατί ἡνίκα ἐνεστὼς ἀπὸ τοῦ ρ ἄρχεται καὶ ἕτερον ρ προσλαμβάνει ὁ παρατατικός; ἵνα φυλάξῃ τὸ πνεῦμα τοῦ ἐνεστῶτος· ἀεὶ γὰρ τὰ πνεύματα τῆς ἀρχούσης τοῦ ἐνεστῶτος φυλάττεσθαι θέλουσι καὶ ἐν τοῖς παρῳχημένοις, οἷον φιλῶ ἐφίλουν ἰδοὺ ἐφύλαξε τὸ δασὺ φ· ἐὰν (sic) οὖν δι’ ἑνὸς ρ ὁ παρατατι‐
15κὸς ἐγένετο, ἠναγκάζετο ψιλοῦσθαι τὸ ρ· [τὸ γὰρ ρ] μεταξὺ δύο φωνηέντων ἐν ἁπλῇ λέξει ψιλοῦσθαι θέλει, οἷον μέῤος, χαίῤω, φέῤω· καὶ τούτου χάριν προσλαμβάνει ἕτερον ρ ὁ παρατατικός, ἵνα τὸ μὲν πρῶτον ψιλωθῇ, τὸ δεύτερον δὲ δασυνθῇ· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἐὰν εὑρεθῶσι δύο ρρ, τὸ μὲν πρῶτον ψιλοῦται τὸ δὲ δεύτερον δασύνεται, οἷον πόῤῥω, ἄῤῥωστος, χωρὶς τῶν Αἰολικῶν· οἱ γὰρ Αἰολεῖς, ψιλωταὶ ὄντες, καὶ τὰ δύο ρρ ψιλοῦσιν, οἷον κέῤῤω, φθέῤῤω, σπέῤῤω.
20 Καὶ πῶς τὸ „ἔρεζε θεῶν αἰειγενετάων“ (Β 400) δι’ ἑνὸς ρ ἐκφέρεται; ποιητικῶς. πολλάκις γὰρ διὰ τὸ μέτρον δι’ ἑνὸς ρ ἐκφέρουσι τοὺς παρῳχημένους ἐπὶ τῶν ἀπὸ τοῦ ρ ἀρχομένων ῥημάτων· καὶ διατί ἡνίκα εὑρεθῇ τὰ δύο ρρ τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται; ἐπειδὴ οὐδέποτε λέξις οὐδὲ συλλαβὴ εἰς δασὺ καταλήγει, ὅθεν [ἐν] τῷ Ἀτθίς καὶ Σαπφώ καὶ Βάκχος τὰ πρῶτα διὰ ψιλῶν γράφομεν καὶ οὐ διὰ δασέων· καὶ διὰ τοῦτο οὐ δασύνεται τὸ πρῶτον ρ, ἵνα μὴ εὑρεθῇ συλλαβὴ εἰς
25δασὺ καταλήγουσα. Διατί τὸ η καὶ τὸ ω οὐ μεταβάλλονται ἐν τοῖς παρῳχημένοις; ὥσπερ τὰ σώματα τὸ ἴδιον μέγεθος ἀπολαμβάνοντα ἀνεπαύξητα καθεστήκασι, τὸν αὐτὸν τρόπον καὶ τὰ τέλεια μεγέθη τῶν μακρῶν οὐ δύνα‐ ταί τί ποτε πλέον μεγεθύνεσθαι. Καὶ πῶς τὸ α τὸ μακρὸν τρέπεται κατὰ τοὺς παρῳχημένους; ἐπειδὴ τὸ α οὐκ ἔχει ἴδιον μέγεθος,
30ἐκτείνεσθαι μόνον † ἀλλὰ καὶ τὸ συστέλλεσθαι.8

9

Ποῖά εἰσι ῥήματα μὴ τρέποντα τὸ α εἰς η ἐν τοῖς παρῳχημένοις; τὰ Ἰωνικὰ καὶ τὰ ποιητικὰ καὶ τὰ ἀπὸ προθέσεως ἀρχόμενα, καὶ τὸ ἀηθέω ἀήθεον, καὶ τὸ ἀηδίζομαι ἀηδιζόμην, ἵνα μὴ ἐπάλλη‐ λον γένηται τὸ η, καὶ τὸ ἀΐω ἄϊον (Ο 252) τὸ ἀκούω, καὶ τὸ ἄω ἄεν, τὸ πνέω, ἵνα μὴ συνεμπέσῃ τῷ ἦεν τὸ ὑπῆρχε.
5 Διατί τριῶν ὄντων τῶν διχρόνων α, ι, υ, τὸ μὲν α εἰς η τρέπεται τὸ δὲ ι καὶ υ οὐ τρέπεται; ἐπειδὴ τὸ α ἔσχεν ἀντίστοιχον τὸ η, καὶ τούτου χάριν ἐτράπη εἰς αὐτό, τὸ δὲ ι καὶ υ ἀντίστοιχον μὴ ἔχοντα οὐ τρέπονται. Τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα ἅπαντα τρέπουσι τὸ ε εἰς η ἐν τῷ παρατατικῷ, χωρὶς τῶν ιδʹ, οἷον ἐθίζω εἴθιζον, ἑστιῶ εἱστίων, ἐρύω εἴρυον, ἑλκύω εἵλκυον, ἑρπύζω εἵρπυζον, ἐργάζο‐
10μαι εἰργαζόμην· τοῦτο δὲ διφορεῖται καὶ διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ η· ἐῶ εἴων, ἔρω εἴρουν, ἕλκω εἷλκον, ἕρπω εἷρπον τὸ βαδίζω, ἕπω εἷπον, τὸ λέγω καὶ τὸ ἀκολουθῶ· ἕλω εἷλον, τὸ φονεύω καὶ τὸ λαμβάνω, ἔθω εἶθον τὸ ἐξ ἔθους τι διαπράττομαι, ἕω εἷον τὸ ἐνδύομαι, ἕζω εἷζον τὸ καθέζομαι. Πόσα εἰσὶ ῥήματα μὴ τρέποντα τὴν οι δίφθογγον εἰς ω; ἕνδεκα· οἰοῦμαι οἰώθη (Λ 401) τὸ ἐμονώθη, οἰμῶ οἴμησεν (ω 538) τὸ ὥρμησεν, οἰνῶ οἴνουν, οἰνίζω οἴνιζον (Η 472), οἰστρῶ οἴστρουν,
15οἰωνίζομαι οἰωνιζόμην, οἰωνοσκοπῶ οἰωνοσκόπουν, οἰωνοπολῶ οἰωνοπόλουν, οἰακίζω οἰάκιζον, οἰακονομῶ οἰακονόμουν, οἰακοστροφῶ οἰακοστρόφουν· τινὲς δὲ προστιθέασι καὶ τὸ οἰδαίνω οἴδαινον, οἰκουρῶ οἰκούρουν καὶ οἰμώζω οἴμωζον. καὶ διατί ταῦτα οὐ τρέπουσι τὸ οι εἰς ω; ἢ δι’ ἀφωνίαν ἢ δι’ Ἰωνικὸν ἔθος· οἱ γὰρ Ἴωνες πολλάκις συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσι.
20 Διατί τῶν διφθόγγων ἡ ου καὶ ἡ [ει] οὐ τρέπονται; ἐπειδὴ γνήσια μεγέθη ἔχουσι· τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται ἢ τρέπεται εἰς τὸ η· τὸ ο μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ υ μεγεθύνεται ἢ τρέπεται εἰς ω· καὶ ὡς ἔχοντα γνήσια μεγέθη, διὰ τοῦτο οὐ τρέπονται. Καὶ διατί αἱ λοιπαὶ δίφθογγοι ἡ αι καὶ ἡ αυ τρέπονται; ἐπειδὴ οὐκ ἔχουσι γνήσια μεγέθη· τὸ γὰρ ι καὶ υ δι’ ὧν μεγεθύνονται οὐκ εἰσὶν αὐτῶν γνήσια ἀλλὰ τοῦ ε καὶ ο, καὶ τούτου χάριν τρέπονται.
25 Καὶ πῶς ἡ ευ δίφθογγος μὴ ἔχουσα ἴδιον μέγεθος οὐ τρέπεται; ἐπειδὴ χάριν εὐφωνίας ἐπεκρά‐ τησε [παρ’] ἡμῖν καὶ οὐκ ἐτράπη· παρὰ δὲ Ἀθηναίοις τρέπεται τὸ ε εἰς η καὶ προσλαμβάνει καὶ τὸ υ, ηὐχόμην γὰρ καὶ ηὐφράνθην λέγουσι. Πόθεν τὸ ἀντιβολ; ἀπὸ τοῦ μολῶ τοῦ σημαίνοντος τὸ παραγίνομαι γίνεται ἀντιμολῶ καὶ κατὰ μετάθεσιν τοῦ μ εἰς β ἀντιβολῶ.
30 Πῶς κιρνᾶται τὸ ε καὶ ο παρὰ τοῖς Δωριεῦσι καὶ τοῖς Ἴωσιν; εἰς τὴν ου δίφθογγον, οἷον ἐποίεον ἐποίουν. διατί τοῦ ἐποίεες τὰ δύο εε εἰς τὴν ει δίφθογγον κιρνῶνται καὶ οὐκ εἰς η; ἐπειδὴ ἐπὶ τῶν παρῳ‐
χημένων (καὶ) τῶν ὁριστικῶν τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἑνικῶν τὰ ἴσα φωνήεντα θέλουσιν9

10

ἔχειν κατὰ τὴν λήγουσαν τῷ ἰδίῳ πρώτῳ, ἡνίκα ἰσοσυλλαβοῦσιν αὐτῷ, οἷον ἔτυπτον ἔτυπτες ἔτυπτεν, ἐβόων ἐβόας ἐβόα, ἐχρύσουν ἐχρύσους ἐχρύσου· τὸ δὲ ἐποίουν διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν λήγουσαν † καὶ τούτου χάριν τὰ δύο εε εἰς τὴν ει δίφθογγον κιρνᾶται καὶ οὐκ εἰς η. Διατί τὸ ἐβόων οὐκ ἔχει καὶ τὸ ι προσγεγραμμένον; ἐπειδὴ οὐδέποτε τὰ εἰς ν λήγοντα
5ῥήματα ἔχουσι πρὸ τοῦ ν τὶ ἀνεκφώνητον, οἷον ἐτύφθην, ἐδάρην, βοᾶν, γεννᾶν· καὶ τούτου χάριν οὐκ ἔχει τὸ ι. Διατί τὸ ἔτυπτεν τρίτον πρόσωπον τοῦ παρατατικοῦ, ἐφελκυστικὸν ὂν τοῦ ν, οὐ γίνεται καὶ ἐν τοῖς προστακτικοῖς ἐφελκυστικὸν τὸ ν; ἐπειδὴ τύπτε ἐν τοῖς προστακτικοῖς δεύτερόν ἐστι πρόσωπον καὶ οὐ δύναται ἐφελκυστικὸν εἶναι τοῦ ν· τὰ γὰρ εἰς ε λήγοντα δεύτερα οὐ γίνονται ἐφελκυστικὰ τοῦ ν.
10 Πόθεν τὸ μέμβλωκα; παρὰ τὸ μέλω μελήσω μεμέληκα, καὶ τροπῇ τοῦ η εἰς ω καὶ ἀποβολῇ τοῦ ε μέμλωκα, καὶ πλεονασμῷ τοῦ β μέμβλωκα. Πόθεν τὸ πέπτωκα; παρὰ τὸ πετῶ πετήσω πεπέτηκα, κατὰ συγκοπὴν πέπτηκα, καὶ τροπῇ τοῦ η εἰς ω πέπτωκα. Πόθεν τὸ βεβάασιν; ἀπὸ τοῦ βῶ βήσω βέβηκα, τὸ τρίτον τῶν πληθυντικῶν βεβήκασι, καὶ
15τροπῇ τοῦ η εἰς α καὶ ἀποβολῇ τοῦ κ βεβάασι. Πόθεν τὸ λέλογχα; παρὰ τὸ λήχω τὸ κληρῶ, ὁ μέλλων λήξω, ὁ παρακείμενος λέλεχα, καὶ τροπῇ τοῦ ε εἰς ο λέλοχα. Διατί, ὥσπερ ἡ πρώτη συζυγία τῶν βαρυτόνων ἐκφέρεται διὰ δασέος τοῦ φ κατὰ τὸν παρακεί‐ μενον, καὶ ἡ δευτέρα διὰ τοῦ χ, μὴ καὶ ἡ τρίτη διὰ δασέος τοῦ θ ἐκφέρεται; ἐπειδὴ ὁ μέλλων ἐν τῇ
20πρώτῃ συζυγίᾳ διὰ διπλοῦ ἐκφέρεται τοῦ ψ, τούτου χάριν ὁ παρακείμενος διὰ δασέος τοῦ φ ἐκφέρεται· καὶ ἡ δευτέρα ὁμοίως ἔχουσα τὸ ξ, ἔχει τὸν παρακείμενον διὰ τοῦ χ· καὶ ἡ τρίτη μὴ ἔχουσα διπλοῦν ἐπὶ μέλλοντος τὸ ζ, διὰ τοῦτο οὐκ ἔχει παρακείμενον διὰ τοῦ ἰδίου δασέος τοῦ θ. Καὶ διατί ἡ τρίτη οὐκ ἔχει ἐπὶ τοῦ μέλλοντος τὸ ζ; ἐπειδὴ πᾶς μέλλων βαρύτονος πρὸ τοῦ ω θέλει ἔχειν τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ, οἷον νοήσω, γράψω, λέξω· τὸ γὰρ ψ ἐκ τοῦ π καὶ ς, τὸ δὲ ξ ἐκ
25τοῦ κ καὶ ς· τὸ δὲ ζ ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ δ καὶ ς, ἀλλ’ ἀπὸ τοῦ ς καὶ δ, διὰ τοῦτο οὐκ ἐδύνατο ὁ μέλλων ἔχειν τὸ ζ, ἵνα μὴ εὑρεθῇ πρὸ τοῦ ω δυνάμει τὸ δ. καὶ ἄλλως· ἐπειδὴ τὰ χαρακτηριστικὰ τοῦ βαρυτόνου ἐνεστῶτος οὐ δύναται εἶναι χαρακτηριστικὰ βαρυτόνου μέλλοντος. Πόσοι ἡμαρτημένοι παρακείμενοι; τέσσαρες· νέμω νεμῶ νενέμηκα, τέμω τεμῶ τετέμηκα, δέμω δεμῶ δεδέμηκα ὃ σημαίνει τὸ οἰκοδομῶ, βρέμω βρεμῶ βεβρέμηκα ὃ σημαίνει τὸ κτυπῶ· ἐξηκολούθησε
30δὲ αὐτοῖς καὶ τὸ μένω μενῶ μεμένηκα διὰ τὴν καλλιφωνίαν.10

11

Καὶ διατί τοῦ τέμω, νέμω, δέμω, βρέμω οὐ γίνονται οἱ παρακείμενοι δι’ ἀμεταβόλου καὶ τοῦ κ; διὰ τὸ μηδέποτε εὑρίσκεσθαι τὸ μ πρὸ τοῦ κ μήτε κατὰ σύλληψιν μήτε κατὰ διάστασιν· (καὶ) κατὰ σύλληψιν μέν, ἐπειδὴ τὰ ὑποτεταγμένα τινί, ἐν συλλήψει ἐὰν ἀντιπροηγήσωνται, ἐν διαστάσει ἀντιπροη‐ γοῦνται, οἷον τὸ ρ ὑποτέτακται τῷ π ἐν τῷ πρῶτος· ἀντιπροηγουμένου δὲ αὐτοῦ ἐν τῷ ἕρπω κατὰ διά‐
5στασιν προηγεῖται· τὸ δὲ μ τῷ κ ὑποταττόμενον κατὰ σύλληψιν ἐν τῷ ἀκμήν· καὶ ἐὰν ἀντιπροηγήσηται, οὐ δύναται ἐν διαστάσει ἀντιπροηγεῖσθαι, ἐπειδὴ πᾶσα συλλαβὴ καταλήγουσα εἰς μ θέλει ἔχειν τὴν ἑξῆς ἀρχομένην ἢ ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ μ· καὶ διὰ τοῦτο οὐ δύνανται οἱ παρακείμενοι τοῦ νέμω, τέμω, δέμω, βρέμω δι’ ἀμεταβόλου καὶ τοῦ κ εἶναι. Πόσα εἰσὶ ῥήματα ἐπὶ τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων σεσημειωμένα, τὰ μεταβάλλοντα τὸ
10ἀμετάβολον ν ἐπὶ τοῦ παρακειμένου; πέντε· τὸ κρίνω κρινῶ κέκρικα, κλίνω κλινῶ κέκλικα, πλύνω πλυνῶ πέπλυκα, τείνω τενῶ τέτακα· [καὶ] τὸ κερδαίνω εὑρίσκεται χωρὶς τοῦ ἀμεταβόλου, οἷον κεκέρ‐ δακα. (καὶ διατί μεταβάλλουσι τὸ ἀμετάβολον κατὰ τὸν παρῳχημένον † χωρὶς τοῦ τίνω). Διατί ἡνίκα ὁ μέλλων δι’ ἀμεταβόλου ἐκφέρεται, ὁ παρακείμενος δι’ αὐτοῦ καὶ τοῦ κ καὶ οὐ δι’ ἀμεταβόλου μόνου ἢ τοῦ κ ἐκφέρεται; δι’ ἀμεταβόλου μόνου οὐκ ἐδύνατο ἐξενεχθῆναι, ἐπειδὴ ὁ ἐνερ‐
15γητικὸς παρακείμενος οὐδέποτε διὰ ἡμιφώνου ἐκφέρεται· ἀλλ’ οὔτε τὸ ἀμετάβολον πάλιν μεταβάλλειν ἠδύνατο, ἐπειδὴ τὰ ἀμετάβολα οὔτε ἐν ταῖς τῶν ὀνομάτων κλίσεσιν οὔτε ἐν τοῖς ῥήμασι θέλουσι μετα‐ βάλλεσθαι, ὅθεν καὶ ἀμετάβολα λέγονται· καὶ διὰ τοῦτο ἡνίκα ὁ μέλλων δι’ ἀμεταβόλου ἐκφέρεται, ὁ παρακείμενος δι’ αὐτοῦ καὶ τοῦ κ, καὶ οὐ δι’ ἀμεταβόλου μόνου ἢ τοῦ κ μόνου. Διατί ἐπὶ τοῦ κλαίω κλαύσω καὶ καίω καύσω ἐπλεόνασε τὸ υ ἐπὶ τοῦ μέλλοντος, ἐπὶ δὲ τοῦ
20παλαίω παλαίσω καὶ πταίω πταίσω οὐκ ἐπλεόνασε τὸ υ; ἐπειδὴ ἐφ’ ὧν οἱ Ἀθηναῖοι τὸ ι ἀπο‐ βάλλουσι κατὰ τὸν ἐνεστῶτα, ἐπὶ τούτων ὁ μέλλων πλεονάζει τῷ υ· καὶ ἐπειδὴ ἐπὶ τοῦ κλαίω καὶ τοῦ καίω ἀποβάλλουσι τὸ ι καὶ λέγουσι κλάω καὶ κάω, τούτου χάριν πλεονάζει τὸ υ κατὰ τὸν μέλλοντα. Διατί τὸ πνίγω πνίξω, ἐρύκω ἐρύξω καὶ ψύχω ψύξω ἐπὶ μὲν τοῦ ἐνεστῶτος φύσει μακρὸν ἔχουσι τὸ δίχρονον, ἐπὶ δὲ τοῦ μέλλοντος θέσει; ἐπειδὴ κανών ἐστιν ὁ λέγων ὅτι τὸ ι καὶ τὸ υ οὐκ εἰσὶ
25φύσει μακρὰ ἀλλὰ θέσει, εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων, ὡς ἐπὶ τοῦ ἰξεύω ἴξευον· τὸ μὲν ἰξεύω θέσει μακρὸν τὸ δὲ ἴξευον φύσει· οἱ γὰρ παρῳχημένοι ἀπὸ φωνήεντος χρονικῶς αὔξουσι, καὶ τούτου
χάριν τὸ ψύξω, ἐρύξω, πνίξω θέσει μακρὸν ἔχουσι τὸ δίχρονον.11

12

Πότε ποιοῦσιν οἱ Ἀττικοὶ ἐπὶ τῆς πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων ἰδίους παρακει‐ μένους; ἡνίκα τὸ ῥῆμα δισυλλαβῇ, καὶ παραλήγεται ὁ κοινὸς παρακείμενος τῷ ε, τότε τρέπουσι τὸ ε εἰς ο καὶ ποιοῦσιν ἴδιον παρακείμενον, οἷον κλέπτω κλέψω κέκλεφα ὁ κοινός, καὶ ὁ Ἀττικὸς κέκλοφα, λέγω λέξω λέλεχα ὁ κοινός, καὶ ὁ Ἀττικὸς λέλοχα· πέπλοκα καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως.
5 Διατί τοῦ γράφω ὁ παρακείμενος ἀναδιπλασιάζεται; ἐπειδὴ κανών ἐστιν ὁ λέγων ὅτι τὰ ἔχοντα ἐν τῷ παρατατικῷ ἄφωνον πρὸ (τοῦ) ἀμεταβόλου, τῷ λόγῳ τῆς κοινῆς ἀναδιπλασιάζεται ὁ παρακεί‐ μενος χωρὶς τῶν ἐχόντων τὸ γν· ταῦτα γὰρ οὐκ ἀναδιπλασιάζεται κατὰ τὸν παρακείμενον, οἷον ἔγνων ἔγνωκα καὶ οὐ γέγνωκα, ἐγνωσιμάχουν ἐγνωσιμάχηκα καὶ οὐ γεγνωσιμάχηκα. Διατί ἐπὶ τῶν εἰς ω ἡ ἄρχουσα τοῦ παρακειμένου ἐκ τοῦ παρατατικοῦ κανονίζεται, ἐπὶ δὲ τῶν εἰς
10μι οὐ κανονίζεται ἐξ αὐτοῦ; ἐπειδὴ ἐὰν ἀπὸ τοῦ ἐτίθην καὶ ἐδίδων θελήσωμεν κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, εὑρεθήσεται ἐτίθηκα καὶ ἐδίδωκα, ὅπερ οὐκ ἔστι· τέθεικα γὰρ καὶ δέδωκα ἐστὶν ὁ παρακείμενος, ἐκ τοῦ θήσω καὶ δώσω μέλλοντος, τοῦ η Βοιωτικῶς τραπέντος εἰς τὴν ει δίφθογγον. Διατί τὸ μέμνηκα καὶ πέπτωκα καὶ κέκτηκα μὴ ἔχοντα ἄφωνον πρὸ τοῦ ἀμεταβόλου ἀνε‐ διπλασιάσθησαν; πολλάκις γὰρ καὶ ἐν τῷ μέτρῳ εὑρίσκομεν τὸ μν ἀποτελοῦντα κοινὴν συλλαβήν, ὡς παρὰ
15Καλλιμάχῳ „πῶς μὲν ὁ Μνησάρχιος σφάξ·“ ὁμοίως καὶ τὸ πτ ὡς παρὰ τῷ Ὁμήρῳ (δ 127 cf. ι 382) „Αἰγυπτίη, τῇ πλεῖστα δόμοις ἐν κτήματα κεῖται, ἢ καὶ τὸ κτ ὡς παρὰ τῷ Ῥίν‐ θωνι „Ἱππώνακτος τὸ μέτρον οὐδέν μοι μέλει·“ καὶ τούτου χάριν ἀνεδιπλασιάσθησαν. Πόθεν τὸ πέπτωκα; ἀπὸ τοῦ πετῶ πετήσω πεπέτηκα, καὶ κατὰ ἀποβολὴν τοῦ ε γίνεται πέπτηκα, καὶ τροπῇ τοῦ η εἰς ω πέπτωκα.
20 Διατί τὸ ῥερυπωμένα παρὰ τῷ ποιητῇ (ζ 59), καὶ τὸ „ῥερίφθαι ἔποσ“ παρὰ Πινδάρῳ (fragm. 281 ap. Boeckh.) καὶ τὸ „ῥεραπισμένῳ νώτῳ“ παρὰ Ἀνακρέοντι ἀπὸ τοῦ ρ ἀρχόμενα ἀνεδιπλασιάσθησαν; κατὰ ποιητικὴν ἐξουσίαν· εἰ γὰρ ἐγένετο παρὰ τῷ ποιητῇ „τά μοι ἐρρυπωμένα κεῖται“, χωλὸς ηὑρίσκετο ὁ στίχος· ἔμελλε γὰρ εἶναι παλιμβάκχειος ἀκάθαρτος, ἡ γὰρ δευτέρα μακρὰ οὔτε εἰς μέρος λόγου ἀπαρτίζει, οὔτε τὴν ἑξῆς ἔχει ἀπὸ φωνήεντος, ὡς τὸ „πλάγχθη ἐπεὶ
25Τροίησ“ (α 2). Πόθεν ᾔδη ἐγὼ καὶ ᾔδη ἐκεῖνος; ἀπὸ τοῦ εἴδω, (καὶ) ὁ παρακείμενος εἴδηκα, καὶ ἐκβολῇ τοῦ η καὶ κ εἶδα, ὁ ὑπερσυντέλικος εἴδειν εἴδεις εἴδει, καὶ ἐν διαλύσει τῆς προτέρας διφθόγγου [ἐΐδει] καὶ ἐκτάσει τοῦ ε εἰς η ἐγένετο ᾔδει· ταῦτα δὲ Ἰωνικῶς διαλύονται (sc. ᾔδεε cf. Β 409) καὶ Ἀττικῶς κιρ‐
νῶνται, καὶ ἀπ’ αὐτοῦ τὸ ᾔδη ἐγὼ καὶ ᾔδη ἐκεῖνος.12

13

Διατί τοῦ τέτυφα παρακειμένου τὸ τρίτον τῶν ἑνικῶν οὐκ ἐγένετο διὰ τοῦ η ἀλλὰ διὰ τοῦ ε; ἐπειδὴ πᾶν τρίτον πρόσωπον εἰς η καταλῆγον προσθέσει τοῦ ς ποιεῖ τὸ δεύτερον, καὶ τροπῇ τοῦ ς εἰς ν ποιεῖ τὸ πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, καὶ τούτου χάριν οὐκ ἐγένετο τὸ τρίτον διὰ τοῦ η. Διατί τὸ τετύφασι μακρὸν ἔχει τὸ α; ἐπειδὴ καθόλου τὰ εἰς ι λήγοντα ῥήματα μακρᾷ θέλουσι
5παραλήγεσθαι, οἷον γράφουσι, λέγουσι, κίχρᾱσι, ζεύγνῡσι· οὕτως οὖν καὶ τὸ τετύφασι. Καὶ πῶς παρὰ τῷ ποιητῇ εὑρίσκονται τὰ εἰς ι συνεσταλμένον ἔχοντα τὸ α, οἷον „τιμὴν δὲ λελόγχᾰσιν“ (λ 304); ἐπὶ τούτῳ γὰρ πολλάκις οἱ ποιηταὶ διὰ τὸ μέτρον συστέλλουσι, καὶ οὐ δεῖ τὰ κατ’ ἀνάγκην συστελλόμενα ἐξετάζειν. Πόθεν τὸ ὑφηφᾶσθαι; παρὰ τὸ ὑφάζω ὑφάσω ὕφακα ὕφασμαι ὕφασται, καὶ τὸ ἀπαρέμφα‐
10τον ὑφᾶσθαι, καὶ τὸ Ἀττικὸν ὑφυφᾶσθαι, καὶ τροπῇ τοῦ υ ψιλοῦ εἰς η καὶ ἀναβιβασμῷ τοῦ τόνου ὑφήφασμαι. Καὶ διατί τὸ υ μὴ ἔχων ἀντίστοιχον ἐτράπη εἰς η; ἐπειδὴ καὶ τὸ η εἰς υ τρέπεται ὡς ἐν τῷ ἅλμη ἁλμηρός ἁλμυρός. Πόθεν τὸ ἀγήοχα; ἀπὸ τοῦ ἄγω ἄξω ἦχα, καὶ Ἀττικῶς ἄγηχα, καὶ ἐπειδὴ οἱ Ἀττικοὶ παρα‐
15κείμενοι ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ φυλάττουσι σύμφωνον, ἐπλεόνασεν ἡ γο συλλαβὴ καὶ γέγονεν ἀγήγοχα καὶ ἀγήοχα. Πόθεν τὸ ἐνήνοχα; ἀπὸ τοῦ ἐνέγκω ἐνέγξω ἤνεγχα, καὶ Ἀττικῶς ἐνήνεγχα, καὶ τροπῇ τοῦ ε εἰς ο καὶ ἀποβολῇ τοῦ γ ἐνήνοχα. Πόθεν τὸ ἐδήδοκα; παρὰ τὸ ἔδω τὸ ἐσθίω, ὁ μέσος παρακείμενος ἦδα, καὶ Ἀττικῶς ἔδηδα,
20ἐξ οὗ καὶ τὸ „λέων κατὰ ταῦρον ἐδηδώσ“ (Ρ 542), οὗ ὁ ἐνεργητικὸς παρακείμενος ἧκα καὶ ἔδηκα· καὶ ἐπειδὴ οὐκ ἔχει ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, ἐπλεόνασεν ἡ δο συλλαβὴ καὶ γέγονεν ἐδήδοκα. Πόθεν τὸ ἐρήρικα διὰ τοῦ ι; ἀπὸ τοῦ ἐρίζω τοῦ φιλονεικῶ, ὁ μέλλων ἐρίσω, ὁ παρακείμενος ἤρικα, καὶ Ἀττικῶς ἐρήρικα.
25 Πόθεν τὸ ἐρήρεικα διὰ διφθόγγου; ἀπὸ τοῦ ἐρείδω τὸ ἐπιστηρίζω, ὁ μέλλων ἐρείσω, ὁ παρα‐ κείμενος ἤρεικα, καὶ Ἀττικῶς ἐρήρεικα. καὶ διατί ὁ παρακείμενος τὴν τρίτην συλλαβὴν ἔχει φύσει μακράν; πρὸς ἀντιδιαστολὴν τοῦ ἐρήρικα τοῦ σημαίνοντος τὸ φιλονεικῶ, ἐπειδὴ ἐκεῖνο διὰ τοῦ ι γράφε‐
ται καὶ ἵνα μὴ συνεμπέσῃ αὐτῷ.13

14

Διατί ἐπὶ τοῦ ἀριστεύω ἠρίστευκα οὐ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον; ἐπειδὴ κατὰ τύχην ἐπιλέλοιπε τοῦτο τὸ ῥῆμα τοῦ μὴ ἔχειν Ἀττικὸν παρακείμενον. Πῶς συστέλλεται ἡ τρίτη συλλαβὴ τοῦ Ἀττικοῦ παρακειμένου; ἰστέον ὅτι τὸ μὲν η εἰς ε συστέλλε‐ ται, οἷον ἀλήθω ἀλήσω ἤληκα ὁ κοινός, καὶ ἀλήλεκα ὁ Ἀττικός· τὸ δὲ ω εἰς ο, οἷον ἐρωτῶ ἐρωτήσω
5ἠρώτηκα, καὶ ἐρηρότηκα ὁ Ἀττικός. ἡ δὲ ει δίφθογγος καὶ ἡ ευ ἀποβάλλουσι τὸ προτακτικὸν αὐτῶν φωνῆεν, τουτέστι τὸ ε, καὶ φυλάττουσι τὸ υ καὶ τὸ ι, ἀλείφω ἤλειφα ἀλήλιφα, ἐλεύθω ἤλευθα καὶ ἐλήλυθα. ἡ δὲ ου δίφθογγος τὸ υ ἀποβάλλει καὶ φυλάττει τὸ ο, οἶον ἀκούω ἤκουκα (καὶ ἀκήκοα) καὶ ὁ μέσος ἤκουα καὶ ἀκήκοα. ἡ δὲ οι δίφθογγος ἀποβάλλει τὸ ι καὶ φυλάττει τὸ ο, οἷον ἑτοιμάζω ἡτοί‐ μακα ἐτητόμακα.
10 Ποσοσύλλαβος θέλει εἷναι ὁ (μέσος) Ἀττικὸς παρακείμενος; τὸ ἐλάχιστον τετρασυλλαβεῖν θέλει, οἷον ὀμώμοκα, ἀγήγοχα, ἀλήλιφα, ἐδήδοκα, ἐγήγερμαι, ἀλήλιμμαι, ἐρήρισται. θέλει γὰρ ἔχειν τὴν ἄρχουσαν τοῦ ἐνεστῶτος, καὶ τὴν δευτέραν καὶ τρίτην συλλαβὴν διὰ τοῦ αὐτοῦ συμφώνου, καὶ τὴν τετάρτην χαρακτηριστικὴν τοῦ παρακειμένου. Καὶ ποσοσύλλαβος θέλει εἶναι ὁ μέσος Ἀττικὸς παρα‐ κείμενος; τὸ ἐλάχιστον τρισυλλαβεῖν θέλει, οἷον ὄπωπα, ὄδωδα, ὄλωλα. θέλει γὰρ ἔχειν τὴν ἄρχουσαν
15τοῦ ἐνεστῶτος, καὶ ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, φυλάσσει δὲ καὶ ἐν τῇ τρίτῃ συλλαβῇ τὸ χαρακτηριστικὸν τοῦ μέσου παρακειμένου. Πότε ποιοῦσιν οἱ Ἀττικοί, ἀπὸ συμφώνου ἀρχομένου τοῦ ἐνεστῶτος, ἴδιον παρακείμενον; ἡνίκα ἀπὸ ἀμεταβόλου ἄρχεται ὁ ἐνεστώς, πολλάκις ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ἀφαιρούμενοι τὸ ἀμετάβολον ἐκ τοῦ κοινοῦ παρακειμένου καὶ προστιθέντες τὸ ι, οἷον λήβω λέληφα καὶ εἴληφα ὁ Ἀττι‐
20κός, λήχω λέληχα καὶ εἴληχα τὸ ἐκληρωσάμην. Διατί ἐπενόησαν οἱ Ἀθηναῖοι τὸν Ἀττικὸν παρα‐ κείμενον; ἐπειδὴ ὁ παρακείμενος πέφυκε διὰ συμφώνου ἀναδιπλασιάζεσθαι, οἷον τέτυφα, πεποίηκα· τούτου χάριν ἐπενόησαν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ἵνα εὑρεθῇ καὶ διὰ φωνήεντος ἀναδιπλασιαζό‐ μενος ὁ παρακείμενος, οἷον ἀλήλιφα, ἐλήλυθα. Πόθεν τὸ ἐμήμυκα; παρὰ τὸ ἠμύω τὸ ἐπικλίνω καὶ καταπίπτω, ὁ παρακείμενος ἤμυκα, ὁ Ἀττι‐
25κὸς ὤφειλεν εἶναι ἠμήμυκα. ἀλλ’ ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος ἀεὶ ἀπὸ βραχείας ἄρχεται, συνεστάλη τὸ η εἰς ε καὶ ἐγένετο ἐμήμυκα. Πόθεν τὸ δέδοικα; παρὰ τὸ δείδω τὸ φοβοῦμαι, ὁ μέλλων δείσω, ὁ παρακείμενος δέδεικα, ὁ μέσος δέδοια, καὶ πλεονασμῷ τοῦ κ δέδοικα. Πόθεν τὸ εἴωθα; παρὰ τὸ ἔθω τὸ ἐξ ἔθους τι διαπράττομαι, ὁ παρακείμενος εἶκα, ὁ μέσος
30εἶθα, καὶ πλεονασμῷ τοῦ ω εἴωθα. Πόθεν τὸ ἔμμορε; παρὰ τὸ μείρω τὸ μερίζω, ὁ μέλλων μερῶ, ὁ παρακείμενος μέμορκα, ὁ μέσος μέμορα, καὶ καθ’ ὑπερβιβασμὸν τῶν στοιχείων ἔμμορε. Πόθεν τὸ οἶσθα; παρὰ τὸ οἶδα οἴδημι, τὸ δεύτερον οἴδης, καὶ ἐπεκτάσει τῆς θα συλλαβῆς
οἴδησθα, καὶ κατὰ συγκοπὴν οἶσθα.14

15

Πόθεν τὸ ὑφήφασται; παρὰ τὸ ὑφάζω ὑφάσω ὕφακα ὕφασμαι ὕφασται, καὶ Ἀττικῶς ὑφύ‐ φασται, καὶ τροπῇ τοῦ υ εἰς η ὑφήφασται. ἢ ἀπὸ τοῦ ὑφαίνω ὑφανῶ ὕφαγκα ὕφαγμαι. ἔθος δὲ ἔχουσιν οἱ Ἀττικοὶ πολλάκις ἐν τοῖς τοιούτοις τρέπειν τὸ πρὸ τοῦ μ σύμφωνον εἰς ς, καὶ γίνεται ὕφασμαι ὡς λελάμπρυσμαι, καὶ Ἀττικῶς ὑφύφασμαι ὑφύφασται. ἀλλ’ ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος [οὐκ] ἔχει τὰ
5αὐτὰ φωνήεντα ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ, ἐτράπη τὸ υ εἰς η, καὶ γέγονεν ὑφήφασμαι. διατί μὴ ἔχον ἀντίστοιχον ἐτράπη εἰς η; ἐπειδὴ καὶ τὸ η εἰς υ τρέπεται, ὡς ἐν τῷ ἁλμηρὸς ἁλμυρὸς, καὶ τηρὸς τυρός. Πόθεν τὸ ἔοικα; παρὰ τὸ εἴδω τὸ ὁμοιῶ, ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα καὶ ἐν διαλύσει ἔϊκα, καὶ πλεονασμῷ τοῦ ο ἔοικα· ἢ παρὰ τὸ εἴκω εἶκα, καὶ λόγῳ παραληγούσης οἶκα, καὶ πλεονασμῷ
10τοῦ ε ἔοικα. Πόθεν τὸ πέπονθα; παρὰ τὸ πονῶ πονήσω πεπόνηκα, καὶ ὁ μέσος πέπονα, καὶ πλεονασμῷ τοῦ θ πέπονθα. Τί ἐστι μέση διάθεσις; ἡ ἑκατέρων μετέχουσα, ὥσπερ τὸ φαιόν, ὂν μέσον λευκοῦ καὶ μέλανος, ἑκατέρων μετέχει. οὕτω καὶ ἡ μέση διάθεσις, μέση οὖσα τῆς ἐνεργητικῆς καὶ παθητικῆς, ἀμφοτέρων
15μετέχει. Πόσα οὐδέτερα ῥήματα; τρία· ζῶ, πλουτῶ, ὑπάρχω. Πόθεν τὸ ἤϊεν, οἷον „ὁ δ’ ἤϊε νυκτὶ ἐοικώσ“ (Α 47); παρὰ τὸ εἴω, τὸ σημαῖνον τὸ πορεύομαι, ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶα, καὶ ἐν διαλύσει ἔϊα, καὶ ἐκτάσει τοῦ ε εἰς η ἤϊα, τὸ τρίτον ἤϊε. Πότε ἐπιλιμπάνουσιν οἱ μέσοι παρακείμενοι; ἡνίκα ἀπὸ περισπωμένων ῥημάτων εὑρεθῇ ὁ ἐνεργη‐
20τικὸς παρακείμενος τρισύλλαβος ἀπὸ συμφώνου ἀρχόμενος ἢ ἀπὸ μόνου τοῦ ε, οἷον θλῶ θλάσω τέθλακα, κλῶ κλάσω κέκλακα, σμῶ σμήσω ἔσμηκα, δρῶ δράσω ἔδρακα, ζῶ ζήσω ἔζηκα. Διατί οὐκ ἐγένοντο ἐπὶ τούτων μέσοι παρακείμενοι; ἐπειδὴ εἰ ἐγένοντο ἐπὶ τούτων μέσοι παρα‐ κείμενοι, ἔμελλον οἱ μέσοι μιᾷ συλλαβῇ ἐνδεῖν τῶν ἐνεργητικῶν παρακειμένων, καὶ εἶχον εἰς δισυλλαβίαν περιπεσεῖν, ὅπερ ἐστὶν ἄτοπον. σπανίως γὰρ εὑρίσκεται δισύλλαβος μέσος παρακείμενος.
25 Ἐπὶ ποίας συζυγίας † εὑρίσκονται μέσοι παρακείμενοι; ἐπὶ τῆς πρώτης καὶ δευτέρας συζυγίας τῶν περισπωμένων εὑρίσκονται μέσοι παρακείμενοι καὶ δεύτεροι ἀόριστοι, οἷον κτυπῶ κτυπεῖς ἔκτυπα, δουπῶ δουπεῖς ἔδουπα, μυκῶ μυκᾷς ἔμυκα. ἐπὶ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων οὔτε μέσοι παρακείμενοι εὑρίσκονται οὔτε δεύτεροι ἀόριστοι. Καὶ πότε ἰσοσυλλαβεῖ ὁ μέσος παρακείμενος τῷ ἐνεργητικῷ παρακειμένῳ, καὶ πότε ἐνδεῖ; ἡνίκα ὁ
30ἐνεστὼς καὶ ὁ μέλλων ἰσοσυλλαβοῦσιν, ὡς ἐπὶ τῶν βαρυτόνων, οἷον λείβω λείψω λέλειφα λέλοιβα. ἐὰν δὲ περιττοσυλλαβήσῃ ὁ μέλλων τοῦ ἐνεστῶτος, τότε καὶ ὁ μέσος παρακείμενος ἐνδεῖ τοῦ ἐνεργητικοῦ οἷον κτυπῶ κτυπήσω ἐκτύπηκα ἔκτυπα, δουπῶ δουπήσω δεδούπηκα δέδουπα, ὀφελῶ ὀφελήσω
ὠφέληκα ὤφελα.15

16

Πόθεν τὸ πέφρικα; παρὰ τὸ φρίσσω φρίξω πέφριχα, ὁ μέσος πέφρικα. Πόθεν λέγει ὁ Ἀπολλώνιος τὸ δέδοικα; ἀπὸ τοῦ δείδω ἐνεστῶτος † καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δύο δδ ἐτράπη τὸ τελευταῖον δ εἰς κ, καὶ ἐγένετο δέδοικα. Πόθεν τὸ ἔοργα; ἀπὸ τοῦ ῥέζω ῥέξω, ὁ μέσος παρακείμενος ἔρρογα, καὶ καθ’ ὑπερβιβασμὸν
5τῶν στοιχείων ἔοργα, τοῦ ἑνὸς ρ ἀποβληθέντος. Πόθεν τὸ ἔολπα; παρὰ τὸ ἔλπω, ὁ μέλλων ἔλψω, ὁ παρακείμενος ἦλπα, καὶ πλεονασμῷ τοῦ ο ἤολπα † ἢ ἀπὸ τοῦ ἔλπω λόγῳ παραληγούσης γέγονεν ὁ μέσος παρακείμενος ὄλπα, καὶ πλεονασμῷ τοῦ ε ἔολπα. Πόθεν τὸ ἔμμορε; ἀπὸ τοῦ μορῶ μορήσω, ὃ σημαίνει τὸ τυγχάνω, ὁ μέσος παρακείμενος
10μέμορκα, ὁ δεύτερος ἀόριστος ἔμορον, τὸ τρίτον ἔμμορε κατὰ πλεονασμὸν τοῦ μ. Πόθεν τὸ πέποσθε, οἷον „κακὰ πολλὰ πέποσθε“ (Γ 99); ἀπὸ τοῦ πείθω τὸ πάσχω, ὁ μέλλων πείσω, ὁ παρακείμενος πέπεικα, πέπεισμαι, τὸ πρῶτον τῶν πληθυντικῶν πεπείσμεθα, τὸ δεύ‐ τερον πέπεισθε, καὶ τροπῇ τοῦ ε εἰς ο καὶ ἀποβολῇ τοῦ ι πέποσθε. ἢ ἀπὸ τοῦ πονῶ πονήσω πεπόνηκα πεπόνημαι πεπονήμεθα πεπόνησθε, καὶ ἐν συγκοπῇ καὶ ὑπερβιβασμῷ τοῦ τόνου πέποσθε.
15 Πόθεν τὸ ἐγρήγορθα; ἀπὸ τοῦ ἐγείρω ἐγερῶ, ὁ παρακείμενος ἤγερκα, ὁ μέσος ἤγερα καὶ Ἀττικῶς ἐγήγερα, καὶ τροπῇ τοῦ ε εἰς ο ἐγήγορα, καὶ πλεονασμῷ τοῦ θ καὶ ρ γίνεται ἐγρήγορθα. Πόθεν τὸ εἱστήκειν; παρὰ τὸ ἑστήκω ἑστήξω, ἐξ οὖ τὸ „ἑστήξειν [δ] τὸ τεῖχος ἐπ’ ἀρ‐ χαίοισι θεμέθλοισ“ παρὰ Καλλιμάχῳ (Hymn. in Apoll. 15). τοῦ δὲ ἑστήκω ὁ μέσος παρα‐
20κείμενος ἕστηκα, ὁ ὑπερσυντέλικος ἑστήκειν, καὶ διὰ τὸ μὴ συνεμπίπτειν κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῷ ἐνεστῶτι προσέλαβε τὸ ι, καὶ ἐγένετο εἱστήκειν. Καὶ διατί μὴ μόνον κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον προσέλαβε τὸ ι, ἀλλὰ καὶ κατὰ πρῶ‐ τον; ἐπειδὴ οὐκ ἐδύνατο κατὰ μόνον τὸ δεύτερον καὶ τρίτον πρόσωπον προσλαμβάνειν τὸ ι καὶ μὴ κατὰ τὸ πρῶτον· τὰ γὰρ τρία πρόσωπα συνάρχεσθαι θέλουσιν ἀλλήλοις, οἷον τύπτω τύπτεις τύπτει, ἔτυπτον
25ἔτυπτες ἔτυπτε, καὶ ἐπὶ τῶν ὁμοίων. τούτου χάριν προσέλαβε τὸ ι κατὰ τὸ πρῶτον πρόσωπον, καὶ
ἐγένετο εἱστήκειν.16

17

Διατί, ὅτε ἀπὸ φωνήεντος ἄρχεται ὁ ἐνεστώς, οὐκ αὐξάνει ὁ παρακείμενος τὴν ἄρχουσαν τοῦ ὑπερσυντελίκου, ὥσπερ ὁ ἐνεστὼς τοῦ παρατατικοῦ, καὶ ὁ μέλλων τοῦ ἀορίστου; ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι καθόλου εἰ ὁ παρατατικὸς ἀπὸ μακρᾶς ἄρχεται φύσει ἢ θέσει, ἀπὸ τῆς αὐτῆς ἄρχονται καὶ οἱ λοιποὶ παρῳχημένοι, οἷον ἔστελλον ἔσταλκα ἔστειλα, ἔφθειρον ἔφθαρκα ἔφθειρα, ἔρραπτον ἔρραφα
5ἔρραψα, ἠλέουν ἠλέηκα ἠλέησα, καὶ διὰ τοῦτο ὅτε ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, ἀπὸ τοῦ αὐτοῦ ἄρχεται ὁ ὑπερσυντέλικος. Καὶ πῶς ὅτε ὁ Ἀττικὸς παρακείμενος ἄρχεται ἀπὸ φωνήεντος, αὐξάνει τὴν ἄρχουσαν ὁ ὑπερ‐ συντέλικος, οἷον ἀλήλιφα ἠληλίφειν, ἀγήγοχα ἠγηγόχειν; ἰστέον ὅτι ταῦτα διαλεκτικά εἰσιν ἰδιώματα καὶ οὐκ ἀναγκαῖα εἰς ἀνατροπὴν τῶν κοινῶν. σεσημείωται δὲ ἐν τοῖς ἀπὸ φωνήεντος ἀρχομένοις Ἀττι‐
10κοῖς παρακειμένοις ὁ ἐληλύθειν ὑπερσυντέλικος, οὐκ αὐξάνει γὰρ τὴν ἄρχουσαν, καὶ ὁ ἐώλπειν καὶ ὁ ἐώργειν καὶ ὁ ἐῴκειν, ὑπερσυντέλικοι ὄντες, οὐ μεγεθύνουσι τὴν ἄρχουσαν. ἰστέον ὅτι ταῦτα ὑπερ‐ βιβασμὸν ἀνεδέξαντο τοῦ χρόνου, ἔστι γὰρ ὁ μέσος παρακείμενος ἔολπα, ἔοργα, ἔοικα, καὶ ὤφειλεν εἶναι ἠόλπειν, ἠόργειν, ἠοίκειν. ἀλλὰ καθ’ ὑπερβιβασμὸν τοῦ χρόνου ἐγένοντο ἐώλπειν, ἐώργειν, ἐῴκειν, τῆς πρώτης συλλαβῆς συσταλείσης εἰς τὸ ε, τῆς δὲ δευτέρας ἐκταθείσης εἰς τὸ ω.
15 Ποῦ διαλύουσιν οἱ Ἴωνες τὴν ει δίφθογγον τὴν οὖσαν ἐν τῷ ὑπερσυντελίκῳ εἰς εα, οἷον ἐτετύφειν ἐτετύφεα, ἐπεποιήκειν ἐπεποιήκεα, τοῦ ν ἀποβληθέντος; ἐπειδὴ τὸ α ἐπιβλητικόν ἐστι τοῦ ν, οἷον Ξέρξην Ξέρξεα, ἦν ἔα. τὸ δὲ μοῦσαν καὶ ἔτυψαν ἀπὸ κλίσεως ἔχουσι τὸ ν, καὶ οὐ κατὰ πάθος, ὥσπερ ταῦτα. Διατί οἱ Ἴωνες ἐπὶ τοῦ πρώτου προσώπου τὴν ει δίφθογγον εἰς ε καὶ α διαλύουσιν, ἐπὶ δὲ τοῦ τρίτου εἰς δύο εε; ἐπειδὴ τὸ α χαρακτηριστικόν ἐστι τοῦ πρώτου προσώπου, οὐ μὴν τὸ ε, οἷον ἔγραψα,
20ἔτυψα, καὶ διὰ τοῦτο ἐπὶ τοῦ πρώτου προσώπου εἰς ε καὶ α διαλύουσι. τὸ δὲ ε τρίτου προσώπου ἐστίν, οἷον ἔτυπτε, ἔλεγε—τὸ γὰρ ἐβόα ἀπὸ τοῦ ἐβόαε γέγονε—τούτου χάριν ἐπὶ τρίτου προσώπου τὴν ει δίφθογγον εἰς δύο εε διαλύουσιν. Ποῦ συναιροῦσιν οἱ Ἀθηναῖοι τὸ διαλυθὲν τῆς ει διφθόγγου παρὰ τοῖς Ἴωσιν εἰς η; † οἷον ἐπεποιήκεα ἐπεποιήκην, ὅθεν τὸ ἐκεχήνην ἐγὼ διὰ τοῦ η παρὰ Ἀριστοφάνει (Ach. 10), οἷον „ὅτε
25διεκεχήνην προσδοκῶν τὸν Αἴσχυλον.“ Διατί ἐπὶ τῶν περισπωμένων οὐ ποιοῦσιν ἐπὶ τοῦ παρατατικοῦ τὸ τρίτον πρόσωπον τῶν πληθυντι‐ κῶν εἰς ον, οἷον ἐποῖον; ἐπειδὴ οὐκ ἔστιν ἡ ἐν αὐτῷ μακρὰ τοῦ πρώτου προσώπου τῶν ἑνικῶν φύσει, ἀλλ’ ἐκ συναιρέσεως. ἀπὸ γὰρ τοῦ ἐποίεον γέγονε τὸ ἐποίουν, καὶ ἀπὸ τοῦ ἐβόαον τὸ ἐβόων, καὶ ἀπὸ τοῦ
ἐχρύσοον τὸ ἐχρύσουν, καὶ διὰ τοῦτο οὐ ποιοῦσι τὸ τρίτον τῶν πληθυντικῶν εἰς ον.17

18

Πόθεν τὸ ἔγημα; ἀπὸ τοῦ γαμῶ γαμήσω ἐγάμησα, καὶ κατὰ ἀποβολὴν τοῦ η καὶ ς ἔγαμα, καὶ τροπῇ Ἰωνικῇ τοῦ α εἰς η γίνεται ἔγημα, καὶ ἐκεῖθεν ἡ μετοχὴ ὁ γήμας. Πότερον ὁ ἀόριστος φύσει μακρᾷ παραλήγεται ἢ θέσει; ἰστέον ὅτι ὁ πρῶτος ἀόριστος ποτὲ μὲν φύσει μακρᾷ παραλήγεται, ὡς ἐπὶ τοῦ ἐποίησα, ἐνόησα, ἐστεφάνωσα, ποτὲ δὲ θήσει, ὡς ἐπὶ τοῦ ἔγραψα,
5ἔνυξα, ποτὲ δὲ φύσει καὶ θέσει, ὡς ἐπὶ τοῦ ἤλειψα. ταῦτα γὰρ καὶ φύσει μακρᾷ παραλήγονται, καθότι τῇ ει διφθόγγῳ παραλήγεται, καὶ θέσει, καθὸ ἔχουσιν ἐπιφερόμενον διπλοῦν σύμφωνον. ποτὲ δὲ βραχείᾳ παραλήγονται, ὡς ἐπὶ τοῦ ἐτέλεσα, ἐσύρισα, ἐγέλασα, ὅθεν καὶ ἀναλογώτεροί εἰσιν οἱ ποιηταὶ διπλασιάζοντες τὸ ς, ἵνα μακρᾷ παραλήγηται, ἐτέλεσσα γὰρ καὶ ἐσύρισσα καὶ ἐγέλασσα λέγουσιν.
10 Διατί σεσημείωται ὁ εἶπα καὶ ὁ ἤνεγκα καὶ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα ἀόριστοι; ἐπειδὴ οὐκ ἐφύλαξαν τοῦ μέλλοντος τὸ σύμφωνον καὶ ὅτι διὰ ἀφώνου ἐξηνέχθησαν. οὐδέποτε δὲ ὁ πρῶτος ἀόριστος διὰ ἀφώνου ἐκφέρεται, ἀλλὰ δι’ ἑνὸς τῶν ἑπτὰ ἡμιφώνων ξ, ψ, λ, μ, ν, ρ, ς. Διατί πέντε ὄντων σεσημειωμένων ἀορίστων, λέγω δὴ τοῦ εἶπα, ἤνεγκα, ἔθηκα, ἔδωκα, ἧκα, ὁ μὲν εἶπα καὶ ὁ ἤνεγκα κλίνονται εἰς τὰς μετοχὰς καὶ τὰς λοιπὰς ἐγκλίσεις, ὁ δὲ ἔθηκα, ἔδωκα καὶ ἧκα οὐ
15κλίνονται; ἐπειδὴ ὁ εἶπα καὶ ἤνεγκα οὐκ ἔχουσι μέλλοντας ἐν χρήσει τοὺς ὀφείλοντας ἐλέγξαι τὴν παρα‐ λογίαν αὐτῶν. οἱ γὰρ ἔψω καὶ ἐνέγξω μέλλοντες οὐκ εἰσὶν ἐν χρήσει. τούτου χάριν οὐ κωλύονται κλί‐ νεσθαι καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. ὁ δὲ ἔθηκα, ἔδωκα καὶ ἧκα ἐπειδὴ ἔχουσι μέλλοντας ἐν χρήσει τοὺς ὀφείλοντας ἐλέγξαι τὴν παραλογίαν αὐτῶν, τὸ δώσω, θήσω, ἥσω, τούτου χάριν κωλύονται κλίνεσθαι εἰς τὴν μετοχὴν καὶ τὰς λοιπὰς ἐγκλίσεις.
20 Πόθεν τὸ δόσαν, οἷον „δόσαν δέ μοι υἷες Ἀχαιῶν“ (Α 162); παρὰ τὸ δίδωμι δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, τὸ πρῶτον τῶν πληθυντικῶν ἔδομεν, ἔδοτε ἔδοσαν καὶ ποιητικῶς δόσαν. οἱ γὰρ ποιηταὶ συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσι, οἷον ἔτυπτε τύπτε. Διατί οἱ ἓξ μόνοι χρόνοι ἀριθμοῦνται, οἷον ὁ ἐνεστώς, παρατατικός, παρακείμενος, ὑπερσυντέλικος, ἀόριστος καὶ μέλλων, καὶ ὁ δεύτερος ἀόριστος καὶ ὁ δεύτερος μέλλων οὐκ ἀριθμοῦνται; διὰ τὸ τὸν πρῶτον
25καὶ δεύτερον ἀόριστον ὑπὸ ἔνα χρόνον ἄγεσθαι, καὶ διὰ τὸ τὸν πρῶτον καὶ δεύτερον μέλλοντα ὁμοίως ὑπὸ ἕνα χρόνον ἄγεσθαι. δύο γὰρ σημαινόμενα τοῖς τέσσαρσιν. Διατί ἀπὸ μὲν βαρυτόνων ἰσοσυλλαβεῖ ὁ δεύτερος ἀόριστος τῷ πρώτῳ, ἀπὸ δὲ τῶν περισπωμένων μιᾷ ἐνδεῖ τοῦ πρώτου; ἐπειδὴ ἡνίκα βαρύνεται τὸ θέμα καὶ ὁ πρῶτος μέλλων καὶ ὁ δεύτερος ἰσοσυλλα‐ βοῦσιν, οἷον τύπτω τύψω τυπῶ, γράφω γράψω γραφῶ. τούτου χάριν τότε καὶ ὁ πρῶτος ἀόριστος καὶ ὁ
30δεύτερος ἰσοσυλλαβοῦσιν. ἡνίκα δὲ περισπᾶται τὸ θέμα, ἐνδεῖ μιᾷ συλλαβῇ ὁ δεύτερος μέλλων τοῦ
πρώτου μέλλοντος, οἷον κτυπῶ κτυπήσω κτυπῶ, δουπῶ δουπήσω δουπῶ. τούτου χάριν τότε καὶ ὁ18

19

δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου συλλαβῇ, οἷον κτυπῶ κτυπήσω ἐκτύπησα ἔκτυπον, ἐδούπησα ἔδουπον. Πόθεν διακρίνονται οἱ δεύτεροι μέλλοντες τῶν περισπωμένων ἐκ τῶν ἰδίων ἐνεστώτων; ἐκ τῆς ἐντελείας. οἱ γὰρ δεύτεροι μέλλοντες οὐκ ἔχουσιν ἐντέλειαν, οἷον κτυπῶ, δουπῶ, οἱ δὲ ἐνεστῶτες ἔχουσιν,
5οἷον κτυπέω κτυπῶ, δουπέω δουπῶ, ποιέω ποιῶ, καὶ ἐκ τούτου διακρίνονται. Πόθεν διακρίνονται οἱ δεύτεροι ἀόριστοι ἐκ τῶν παρατατικῶν, συνεμπίπτοντες αὐτοῖς, ὡς ἐπὶ τοῦ ἔγραφον, ἔλεγον; ἐκ τῶν μετοχῶν. αἱ γὰρ μετοχαὶ τοῦ παρατατικοῦ βαρύνονται, οἷον ἔτυπτον τύπτων, ἔκοπτον κόπτων, ἔῤῥαπτον ῥάπτων, αἱ δὲ τῶν δευτέρων ἀορίστων ὀξύνονται, οἷον τυπών, λαβών, φαγών, δραμών, χωρὶς τοῦ πέφνων, τέμνων, κάμνων, λέγων, γράφων. ταύτα γὰρ δευτέρου ἀορίστου ὄντα
10ὀξύνονται. Πότε συστέλλεται ἡ παραλήγουσα τοῦ δευτέρου ἀορίστου ἐπὶ τῶν περισπωμένων, καὶ πότε φυλάττεται μακρά; ὥς φησι Φιλόπονος, ὅτι τὰ ἔχοντα δύο σύμφωνα φυλάττουσι μακρὰν τὴν παρα‐ λήγουσαν τοῦ δευτέρου ἀορίστου ἐπὶ τῶν περισπωμένων, οἷον χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον, βλαστῶ ἔβλαστον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον· τὰ δὲ μὴ ἔχοντα δύο σύμφωνα συστέλλουσι
15τὴν παραλήγουσαν τοῦ δευτέρου ἀορίστου, οἷον ληκῶ ἔλακον, χωρὶς τοῦ δουπῶ ἔδουπον, ποιῶ ἔποιον, εὑρῶ εὗρον. Διατί τὸ εἶπον καὶ ἦλθον ἀπὸ βαρυτόνου ὄντα θέματος φύσει μακρᾷ παραλήγεται; ἐπειδὴ ταῦτα λόγῳ ἀρχούσης ἐφύλαξαν τὴν μακράν. καὶ γὰρ δισύλλαβα ὄντα τὴν αὐτὴν ἔχουσιν ἄρχουσαν καὶ παραλήγουσαν.
20 Καὶ διατί τὸ εἶπον, εἰ λόγῳ ἀρχούσης προσέλαβε τὸ ι, οὐκ ἀποβάλλει αὐτὸ ἐν ταῖς μετοχαῖς καὶ ταῖς λοιπαῖς ἐγκλίσεσι; τὰ γὰρ λόγῳ ἀρχούσης αὐξανόμενα ἀποβάλλονται ἐν ταῖς λοιπαῖς ἐγκλίσεσι. Διατί ἡ εἰπών μετοχὴ οὐκ ἀποβάλλει τὸ ι καὶ γίνεται ἐπών; ἵνα μὴ συνεμπέσῃ τῇ ἐπὼν μετοχῇ τῇ σημαινούσῃ τὸ ὑπάρχον. καὶ ἄλλως· ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶς δεύτερος ἀόριστος συν‐ αρχόμενος τῷ πρώτῳ ἀορίστῳ ἐν τῇ ὁριστικῇ ἐγκλίσει συνάρχεται αὐτῷ καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν
25ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον ἔτυψα ἔτυπον, (τύψω τυπῶ), τύψον τύπε, τύψαιμι τύποιμι, ἐὰν τύψω ἐὰν19

20

τύπω, τύψας τυπών. οὕτως καὶ εἶπον εἰπών. καὶ τούτου χάριν ὁ εἶπον δεύτερος ἀόριστος οὐκ ἀπο‐ βάλλει τὸ ι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν † οἷον κερῶ ἔκειρα κείρας κεῖρον κείραιμι ἐὰν κείρω. Πότε τὸ ἴδον δευτέρου ἀορίστου [ὂν] γράφεται διὰ τοῦ ι καὶ πότε διὰ τῆς ει διφθόγγου; λόγῳ
5μὲν ἀρχούσης διὰ τῆς ει διφθόγγου γράφεται, οἷον „εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών“ (κ 194), λόγῳ δὲ παραληγούσης διὰ τοῦ ι γράφεται, οἷον „οὐκ ἴδον οὐ πυθόμην“ (ψ 40; Hymn. in Merc. 263 et 363). Πόθεν τὸ ἤμβροτον ὃ σημαίνει τὸ ἥμαρτον; ἀπὸ τοῦ ἁμαρτῶ ἁμαρτήσω, καὶ ὁ δεύτερος ἀόριστος ἥμαρτον, καὶ καθ’ ὑπερβιβασμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰς ο καὶ πλεονασμῷ τοῦ β ἤμβροτον.
10 Καὶ διατί ἐπλεόνασε τὸ β; ἐπειδὴ τὸ μ πρὸ τοῦ ρ οὔτε ἐν συλλήψει δύναται εἶναι οὔτε ἐν δια‐ στάσει. ἐν συλλήψει μὲν, ἐπειδὴ ἀμετάβολον ἀμεταβόλου οὐ προηγεῖται εἰ μὴ τὸ μ τοῦ ν, οἷον μνᾶ, μνεία καὶ ἀμνός. ἐν διαστάσει δὲ οὐκ ἠδύνατο εἶναι τὸ μ πρὸ τοῦ ρ, ἐπειδὴ τὸ ρ οὐ θέλει ἔχειν ἕτερον σύμφωνον πρὸ ἑαυτοῦ εἰ μὴ τὸ ρ οἷον ἔῤῥιπτον, ἐπίῤῥημα, ἄῤῥωστος. καὶ διὰ τοῦτο ἐπλεόνασε τὸ β καὶ ἐγένετο ἤμβροτον.
15 Πότε δεῖ λέγειν ἔπληγον καὶ πότε ἔπλαγον; εἰ μὲν σωματικῶς ᾖ δεῖ λέγειν ἔπληγον διὰ τοῦ η, ἐξ οὗ καὶ τὸ ἐπλήγην, εἰ δὲ ψυχικῶς ᾖ τότε ἔπλαγον, ἐξ οὗ καὶ τὸ ἐπλάγην καὶ ἐξεπλάγην καὶ κατεπλά‐ γην. ὁ δὲ ποιητὴς ἐπὶ ψυχικῆς διαθέσεως „κατεπλήγην“ (Γ 31) εἶπε διὰ τὴν ἀνάγκην τοῦ μέτρου. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ πονῶ πονήσω καὶ πονέσω. δεῖ λέγειν ψυχικῶς μὲν διὰ τοῦ η, σωματικῶς δὲ διὰ τοῦ ε. Πόθεν τὸ ἔπεφνον; παρὰ τὸ φῶ τὸ φονεύω γίνεται φένω διὰ τοῦ ε, καὶ ὁ ἀόριστος ἔφενον καὶ
20ἐπέφενον, καὶ κατὰ συγκοπὴν ἔπεφνον. Πόθεν τὸ ἔαδε τὸ σημαῖνον τὸ ἤρεσε; ἀπὸ τοῦ ἤδω τοῦ σημαίνοντος τὸ ἀρέσκω, ὁ μέλλων ἤσω, ὁ δεύτερος ἀόριστος λόγῳ μὲν παραληγούσης γίνεται ἄδον, ἐξ οὗ τὸ „ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων“ (Ν 748), ἤγουν ἤρεσε. λόγῳ δὲ ἀρχούσης γίνεται ἦδον καὶ τὸ τρίτον ἦδε, καὶ κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α γίνεται ἔαδε, ὡς τὸ ἤλω ἐάλω.
25 Πόθεν τὸ τετύκοντο, ὃ σημαίνει τὸ κατεσκεύασαν; ἀπὸ τοῦ τεύχω τὸ κατασκευάζω, ὁ δεύτερος ἀόριστος ἔτυχον, ὁ μέσος ἐτυχόμην, τὸ τρίτον τῶν πληθυντικῶν ἐτύχοντο, καὶ κατὰ ἀναδιπλασιασμὸν τοῦ τ καὶ τροπῇ τοῦ χ εἰς κ τετύκοντο, οἷον „τετύκοντό τε δαῖτα“ (Α 467). Πῶς συστέλλεται ἡ παραλήγουσα τοῦ δευτέρου ἀορίστου; ἰστέον ὅτι ὁ δεύτερος ἀόριστος διχρόνῳ φιλεῖ παραλήγεσθαι, ὅθεν ἐπὶ τοῦ τρώγω ἔτραγον τὸ ω μέγα εἰς α ἐτράπη. καὶ ἐπὶ τοῦ λήβω
30ἔλαβον τὸ η εἰς α, καὶ ἐπὶ τοῦ μήθω ἔμαθον, πρήθω ἔπραθον ὡσαύτως.20

21

Ἐὰν εὑρεθῶσι δύο δίχρονα ἐν τῷ ἐνεστῶτι, ποῖον ἀποβάλλεται ἐν τῷ δευτέρῳ ἀορίστῳ; τὸ δεύ‐ τερον ἀποβάλλεται καὶ φυλάττεται τὸ πρῶτον οἷον καίω ἔκαον, ἐξ οὖ καὶ τὸ ἐκάην, χαίρω ἔχαρον, ἐξ οὗ καὶ τὸ ἐχάρην παύω ἔπαον, ἐξ οὗ καὶ τὸ ἐπάην καὶ ἀνεπάην. Ἐν τῇ συνηθείᾳ ποῦ συστέλλεται ἡ ει δίφθογγος; ἐν τῷ δευτέρῳ ἀορίστῳ τὸ ε ἀποβάλλει καὶ
5φυλάττει τὸ ι, οἷον λείπω ἔλιπον, πείθω ἔπιθον, ἐξ οὗ τὸ ἀπαρέμφατον πιθεῖν, λείβω ἔλιβον, χωρὶς τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας· ἐπ’ ἐκείνων γὰρ τὸ ι ἀποβάλλεται καὶ τρέπεται τὸ ε εἰς α κατὰ τὸν δεύτερον ἀόριστον, οἷον κείρω κερῶ ἔκαρον, ἐξ οὗ καὶ τὸ ἐκάρην, φθείρω φθερῶ ἔφθα‐ ρον, ἐξ οὗ καὶ τὸ ἐφθάρην, σπείρω σπερῶ ἔσπαρον, ἐξ οὗ καὶ τὸ ἐσπάρην, κτείνω κτενῶ ἔκτανον, ἐξ οὗ καὶ τὸ ἐκτάνην.
10 Πόθεν τὸ ἔπεσον; ὥς φησιν Ἡρωδιανὸς ἀπὸ τοῦ πεσῶ περισπωμένου γίνεται πεσήσω, ἐξ οὗ καὶ ῥηματικὸν ὄνομα πέσημα, καὶ ὁ δεύτερος ἀόριστος ἔπεσον, ὥσπερ ἀπὸ τοῦ χραισμῶ τὸ βοηθῶ ἔχραισμον, καὶ ἀπὸ τοῦ κτυπῶ ἔκτυπον. Καὶ διατί μὴ ἀπὸ τοῦ πέσω βαρυτόνου γέγονε τὸ ἔπεσον; ἐπειδὴ οὐ δύναται τὸ ἓν ς χαρακτηριστι‐ κὸν εἶναι βαρυτόνου ἐνεστῶτος, ἡ γὰρ τετάρτη συζυγία τῶν βαρυτόνων διὰ τοῦ ζ ἢ δύο σς ἐκφέρεται,
15οὐ μὴν δι’ ἑνὸς ς, οἷον φράζω, ὀρύσσω. Διατί οἱ θρέψω καὶ θρέξω καὶ ἕξω μέλλοντες οὐ συνάρχονται τοῖς ἰδίοις ἐνεστῶσιν; ὁ μὲν θρέψω καὶ θρέξω οὐ συνάρχονται, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὸ ρ μετὰ τῶν δασέων δασύ ἐστι καὶ μετὰ τῶν ψιλῶν ψιλόν. καὶ εἰ ἐγένετο θρέφω, θρέχω, ὤφειλεν ἂν δασύνεσθαι τὸ ρ, καὶ ἐπειδὴ ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε δισύλλαβος λέξις θέλει εἶναι ἐν χρήσει, τῆς προτέρας συλλαβῆς
20ἀρχομένης ἀπὸ δασέος καὶ τῆς δευτέρας ἀπὸ δασέος, διὰ τοῦτο ἐτράπη τὸ δασὺ εἰς ψιλὸν καὶ ἐγένετο τρέφω καὶ τρέχω. ὁ δὲ ἕξω οὐ συνάρχεται, ἐπειδὴ δασύνεται, τοῦ ἐνεστῶτος ψιλουμένου. (Ἐν ἄλλῳ ἐπιγραφομένῳ τοῦ Ἡρωδιανοῦ εὗρον καὶ νέμω νεμήσω, θέλω θελήσω, βούλω βουλήσω, μέλω μελήσω, ὀφείλω ὀφειλήσω, „μελήσουσι δέ μοι ἵπποι“). Ποῖα ῥήματα βαρύτονα ὄντα ποιοῦσιν ἀπὸ περισπωμένων μέλλοντας; τὰ ἔχοντα ἓν λ· ἐπὶ τούτων
25γὰρ μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος, οἷον θέλω θελήσω, βούλω βουλήσω, μέλω μελήσω, οἷον „μελήσουσι δέ μοι ἵπποι“ (Ε 228), καὶ τὸ ὀφείλω ὁφειλήσω καὶ τὰ ὅμοια. Διατί ἡνίκα ὁ ἐνεστὼς διὰ τοῦ βφππτ ἐκφέρεται, ὁ μέλλων ἐκφέρεται διὰ τοῦ ψ; ἐπειδὴ ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ. καὶ ἡνίκα ἡ εὐθεῖα διὰ τοῦ ψ ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ βφπ (ἢ πτ) ἐκφέρεται, οἷον Ἄραψ Ἄραβος, Κύκλωψ Κύκλωπος, κίνυψ κίνυφος.
30καὶ τούτου χάριν ὅταν ὁ ἐνεστὼς διὰ τοῦ βπφπτ ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ ψ
ἐκφέρεται.21

22

Πότε ὁ μέλλων τῆς τετάρτης συζυγίας διὰ τοῦ ξ ἐκφέρεται καὶ πότε διὰ τοῦ ς; ἡνίκα ὁ ἐνεστὼς διὰ δύο σς ἐκφέρεται τότε ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται, χωρὶς τοῦ ἱμάσσω ἱμάσω, ἰνάσσω ἰνάσω, πάσσω πάσω, λεύσσω λεύσω καὶ ἐρέσσω ἐρέσω. ἡνίκα δὲ διὰ τοῦ ζ ἐκφέρεται ὁ ἐνεστὼς ὑπὲρ δύο συλλαβὰς ὑπάρχων, τότε ὁ μέλλων διὰ τοῦ ς ἐκφέρεται, χωρὶς τοῦ οἰμώζω οἰμώξω, αἰάζω
5αἰάξω, ὀλολύζω ὀλολύξω, στενάζω στενάξω, ἀλαπάζω ἀλαπάξω. τὰ δὲ διὰ τοῦ ζ ἐκφερόμενα δισύλλαβα ὄντα διφορεῖται, καὶ ποτὲ μὲν διὰ τοῦ ξ ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον κράζω κράξω, στίζω στίξω, τρύζω τρύξω, ποτὲ δὲ διὰ τοῦ ς, οἷον φράζω φράσω, παίζω παίσω, κτίζω κτίσω. Διατί περισπῶσιν οἱ Ἀθηναῖοι τὸν μέλλοντα ἐπὶ τῶν διὰ τοῦ ιζω ῥημάτων ὑπὲρ δύο συλλαβάς;
10ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι ἡ παραλήγουσα τοῦ βαρυτόνου μέλλοντος ἢ ἴση θέλει εἶναι πρὸς τὴν παραλήγουσαν τοῦ βαρυτόνου ἐνεστῶτος ἢ μείζων, οὐδέποτε δὲ ἐλάττων, χωρὶς τοῦ πνίγω πνίξω, ἐρύκω ἐρύξω καὶ ψύχω ψύξω. ἐπεὶ οὖν ἐπὶ τῶν διὰ τοῦ ιζω ῥημάτων ὑπὲρ δύο συλλαβὰς ἐλάττων εὑρίσκεται ἡ παραλήγουσα τοῦ μέλλοντος τοῦ ἰδίου ἐνεστῶτος, τούτου χάριν περισπῶσιν αὐτήν. κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι, ἡνίκα ὁ μέλλων ἐλάττονα ἔχει τὴν ἰδίαν παραλήγουσαν τῆς παραληγούσης
15βαρυτόνου ἐνεστῶτος, περισπᾶται· κείρω, κερῶ, φθείρω φθερῶ, μαίνω μανῶ. Πότε ὁ μέλλων τῆς πρώτης συζυγίας τῶν περισπωμένων τῷ η παραλήγεται καὶ πότε τῷ ε; ἡνίκα ὁ ἐνεστὼς μακρᾷ παραλήγεται, τότε ὁ μέλλων διὰ τοῦ η ἐκφέρεται, οἷον ποιῶ ποιήσω, ὠθῶ ὠθήσω, εὑρῶ εὑρήσω, χωρὶς τοῦ ἀρκῶ ἀκέσω καὶ λεικῶ λεικέσω. εἰ δὲ βραχείᾳ πὴ μὲν τῷ η παραλήγεται, οἷον νοῶ νοήσω, φιλῶ φιλήσω, πατῶ πατήσω, πὴ δὲ τῷ ι, οἷον ὀλῶ ὀλέσω, τελῶ τελέσω, πὴ δὲ διφο‐
20ρεῖται, οἷον φορῶ φορήσω καὶ φορέσω, πονῶ πονήσω καὶ πονέσω. Καὶ πότε δεῖ λέγει πονήσω καὶ πότε πονέσω; ἡνίκα μὲν ψυχικῶς, πονήσω δεῖ λέγειν διὰ τοῦ η, ἡνίκα δὲ σωματικῶς, πονέσω διὰ τοῦ ε. σεσημείωται παρ’ Ἀριστοφάνει (Pax 820) τὸ „ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλη“ διὰ τὸ μέτρον. Πότε παραλήγεται ὁ μέλλων τῆς δευτέρας συζυγίας τῶν περισπωμένων τῷ η καὶ πότε τῷ α; ἡνίκα
25μὲν ὁ ἐνεστὼς ἐν τῇ παραληγούσῃ [ἔχει] τὸ ε ἢ τὸ ι, ἢ μόνον, ἢ ἐν διφθόγγῳ, τότε ὁ μέλλον τῷ α παραλήγεται οἷον ἐῶ ἐάσω, ἀνιῶ ἀνιάσω κοπιῶ κοπιάσω. τὰ δὲ ἔχοντα τὸ ο ἐν τῇ παραληγούσῃ τοῦ ἐνεστῶτος τέσσαρά εἰσιν, καὶ τὰ μὲν δύο τῷ η παραλήγεται κατὰ τὸν μέλλοντα, οἷον βοῶ βοήσω, γοῶ γοήσω, τὰ δὲ δύο τῷ α, οἷον ἀκροῶ ἀκροάσω, μακκοῶ μακκοάσω. τὰ δὲ ἔχοντα τὸ ρ ἢ τὸ λ ὑπὲρ μίαν συλλαβὴν, μὴ προυποκειμένου συμφώνου, τῷ α παραλήγεται κατὰ τὸν μέλλοντα, οἷον περῶ
30περάσω, φυρῶ φυράσω, γελῶ γελάσω, χαλῶ χαλάσω, τὰ δὲ ἔχοντα πρὸ τοῦ ρ ἢ τοῦ λ σύμφωνον ὑπὲρ μίαν συλλαβὴν τῷ η παραλήγεται, οἷον ποδαγρῶ ποδαγρήσω, ὁμοκλῶ ὁμοκλήσω, κολλῶ κολλήσω. τὰ δὲ ἔχοντα πρὸ τοῦ ρ ἢ τοῦ λ σύμφωνον μονοσύλλαβα ὄντα, εἰ μὲν ποιοῦσι παραγωγὴν εἰς μι, τῷ η παραλήγεται κατὰ τὸν μέλλοντα, οἷον χρῶ χρήσω κίχρημι, τλῶ τλήσω τλῆμι, εἰ δὲ μὴ
ποιοῦσι παραγωγὴν εἰς μι, τῷ α παραλήγονται, οἷον θλῶ θλάσω, κλῶ κλάσω.22

23

Πότε παραλήγεται ὁ μέλλων τῆς τρίτης συζυγίας τῶν περισπωμένων τῷ ο καὶ πότε τῷ ω μεγάλῳ; πάντα τὰ τῆς τρίτης συζυγίας τῶν περισπωμένων ῥήματα τῷ ω παραλήγεται κατὰ τὸν μέλλοντα, χωρὶς τοῦ ὀμῶ ὀμόσω, ἀρῶ ἀρόσω, βοόω βοόσω, ἐξ οὗ καὶ βοῦς.
4tὉριστικὰ παθητικά.
5 Πῶς συναιρεῖται ἡ πρώτη καὶ δευτέρα καὶ τρίτη συζυγία τῶν περισπωμένων ἐπὶ τοῦ παθητικοῦ ἐνεστῶτος; ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων (ἐπὶ τοῦ παθητικοῦ ἐνεστῶτος) τὸ ε καὶ τὸ ο εἰς τὴν ου δίφθογγον συναιρεῖ, οἷον ποιέομαι ποιοῦμαι, ἡ δὲ δευτέρα τὸ αο εἰς ω, οἷον βοάομαι βοῶμαι, ἡ δὲ τρίτη τὰ δύο οο εἰς τὴν ου δίφθογγον, οἷον χρυσόομαι χρυσοῦμαι. Τίνος παραλήγουσαν θέλει ἔχειν ὁ ἐνεστὼς παθητικός; καθόλου ὁ ἐνεστὼς παθητικὸς τὴν παρα‐
10λήγουσαν θέλει ἔχειν τοῦ πληθυντικοῦ ἐνεργητικοῦ ἐνεστῶτος, οἷον τύπτομαι, τύπτομεν, νοοῦμαι νοοῦ‐ μεν, βοῶμεν βοῶμαι, χρυσοῦμεν χρυσοῦμαι, τίθεμεν τίθεμαι, ἵσταμεν ἵσταμαι, δίδομεν δίδομαι, ζεύγνυμεν ζεύγνυμαι. Πόθεν τὸ ἧμαι ὃ σημαίνει τὸ κάθημαι; ἀπὸ τοῦ ἕω καὶ περισπωμένως ἑῶ, καὶ παράγωγον ἕημι, καὶ τὸ παθητικὸν ἕεμαι, καὶ κατὰ συναλοιφὴν τῶν δύο εε εἰς η ἧμαι, καὶ μετὰ τῆς κατά προθέσεως
15κάθημαι. Πόθεν τὸ κεῖμαι; παρὰ τὸ κέω καὶ περισπωμένως κεῶ, καὶ παράγωγον κέημι καὶ τὸ παθητικὸν κέεμαι, καὶ κατὰ συναλοιφὴν τῶν δύο εε [εἰς τὴν ει δίφθογγον] κεῖμαι. Ποῖα ῥήματα ποιοῦσι τὰ δεύτερα πρόσωπα τοῦ παθητικοῦ ἐνεστῶτος διὰ τοῦ η καὶ ποῖα οὐ ποιοῦσι; τὰ ἀπὸ τῶν εἰς ω βαρυτόνων καὶ τὰ ἀπὸ τῆς πρώτης συζυγίας τῶν περισπωμένων ἔχουσι τὰ
20δεύτερα εἰς η καταλήγοντα μετὰ τοῦ ι. τὰ δὲ ἀπὸ τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων, γίνονται τὰ τρίτα πρόσωπα τῶν ἐνεργητικῶν δεύτερα τῶν παθητικῶν, οἷον βοῶ βοᾷς βοᾷ βοῶμαι βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ χρυσοῦμαι χρυσοῖ, πληρῶ πληροῖς πληροῖ πληροῦμαι πληροῖ. Πῶς ποιεῖ ἡ πρώτη συζυγία τῶν περισπωμένων καὶ ἡ δευτέρα καὶ ἡ τρίτη τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ παρατατικοῦ; ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων περισπᾷ τὸ δεύτερον πρόσωπον
25τοῦ παθητικοῦ παρατατικοῦ διὰ τῆς ου διφθόγγου γενόμενον, οἷον ἐνοοῦ, ἐποιοῦ, ἡ δευτέρα ὁμοίως περισπᾷ ἔχουσα τὴν τελευταίαν εἰς ω καταλήγουσαν, οἷον ἐβοῶ, ἐγελῶ, ἡ δὲ τρίτη ὁμοίως περισπᾷ τὴν τελευταίαν εἰς ου λήγουσαν (ἔχουσα), οἷον ἐχρυσοῦ, ἐπληροῦ, ἐστεφανοῦ. Διατί ἰσοσυλλαβεῖ ὁ παθητικὸς παρακείμενος τῷ ἐνεργητικῷ; καθόλου γὰρ πᾶν παθητικὸν ἢ μέσον, ἔχον τὸ μ κλιτικὸν, περιττοσυλλαβεῖν θέλει τοῦ ἰδίου ἐνεργητικοῦ. ἐπειδὴ τὰ ἔχοντα τὸ μ κλιτικὸν
30καὶ περιττοσυλλαβοῦντα τοῦ ἐνεργητικοῦ ἔχουσι καὶ παραλήγουσαν τοῦ πληθυντικοῦ ἐνεργητικοῦ καὶ τῆς γενικῆς τῆς ἐνεργητικῆς μετοχῆς, οἷον τύπτομεν τύπτοντος τύπτομαι, ἐτύπτομεν τύπτοντος ἐτυπτόμην, ἐτύψαμεν τύψαντος ἐτυψάμην, ἐτύπομεν τυπόντος ἐτυπόμην, τύψομεν τύψοντος τύψομαι, τυποῦμεν τυποῦντος τυποῦμαι. ὁ δὲ παθητικὸς παρακείμενος μὴ δυνάμενος φυλάξαι τὴν παραλήγουσαν τοῦ πληθυντικοῦ ἐνεργητικοῦ παρακειμένου καὶ τῆς γενικῆς τῆς μετοχῆς τοῦ τετυφότος, ἐγένετο συγκοπή,
35καὶ ἐξ ἀνάγκης ἰσοσυλλαβεῖ ὁ παθητικὸς παρακείμενος τῷ ἐνεργητικῷ.23

24

Διατί τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν τοῦ παθητικοῦ [παρακειμένου] οὐκ ἔστι τέτυμπται ἀλλὰ τέτυπται; ἐπειδὴ τὸ μ πρὸ τοῦ τ οὐ δύναται εἶναι οὔτε ἐν συλλήψει οὔτε ἐν διαστάσει, καὶ διὰ τοῦτο μεταβάλλεται ἐν τῷ παρακειμένῳ εἰς τὸ ἀντίστοιχον τοῦ δασέος συμφώνου τουτέστι τοῦ φ. ἔχει γὰρ ἀντίστοιχον τὸ φ τὸ π. τὸ δὲ ἔραμμαι καὶ τὰ ὅμοια, ἐπειδὴ οὐκ ἔχουσιν ἀντίστοιχον ἐν τῷ ἐνεργητικῷ
5παρακειμένῳ, τούτου χάριν καὶ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ ἀναδέχεται τὸ ν καὶ γίνεται ἔρανσαι ἔρανται. Διατί τὸ τρίτον τῶν ἑνικῶν τοῦ παθητικοῦ παρακειμένου οὐ προσλαμβάνει πρὸ τοῦ τ τὸ ν καὶ ποιεῖ τὸ τρίτον τῶν πληθυντικῶν; ἐπειδὴ πᾶσα συλλαβὴ ἀρχομένη ἀπὸ τῶν τριῶν συμφώνων τὸ μὲν δεύτερον ἄφωνον ἔχει τὸ δὲ τρίτον ἀμετάβολον, οἷον σκῆπτρον, ἰσχνός. καὶ διὰ τοῦτο τὸ τέτυπται οὐ
10δύναται πρὸ τοῦ τ δέξασθαι τὸ ν, ἵνα μὴ γένηται τὸ μὲν δεύτερον ἀμετάβολον, τὸ δὲ τρίτον ἄφωνον, καὶ τοῦτο διὰ μετοχῆς ἀναπληροῖ. Πόθεν τὸ καθῆστο; ἀπὸ τοῦ ἕω ἕσω, ὁ παθητικὸς ἧμαι, ὁ ὑπερσυντέλικος ἥσμην ἧσο ἧστο καὶ καθῆστο. Πόθεν τὸ εὑρέθην; ἀπὸ τοῦ εὑρῶ εὑρήσω εὕρηκα, καὶ συστολῇ τοῦ η εἰς τὸ ε εὑρέθην, ὅθεν τὸ
15ῥηματικὸν ὄνομα εὑρετὴς καὶ ἐφευρετής. Ποῖα ῥήματα εὑρίσκονται ἐν τῷ παθητικῷ ἀορίστῳ μὴ φυλάξαντα τὴν παραλήγουσαν τοῦ παθη‐ τικοῦ παρακειμένου; τὰ εἰς ρ ἅπαντα, οἷον συναιρῶ συνῄρημαι συνῃρέθην, διαιρῶ διῄρημαι διῃρέθην, καὶ τὰ ἔχοντα τὸ ρ μετ’ ἐπιπλοκῆς συμφώνου παραληγόμενα τῷ α. τὸ γὰρ ἥμαρται κατὰ τὸν παρα‐ κείμενον τρέψαν τὸ ε εἰς α καὶ κατὰ τὸν ἀόριστον πάλιν τρέψαν τὸ α εἰς ε, οἷον ἐπὶ τοῦ στρέφω ἔστρεψα
20ἔστραμμαι ἐστρέφθην, καὶ τρέφω ἔθρεψα τέθραμμαι [ἐτρέφθην] καὶ ἐπὶ τῶν ὁμοίων.
21tΠερὶ ἀπαρεμφάτων.
22 Πόσα τελικὰ τῶν ἀπαρεμφάτων; δύο· τὸ ν ἐκ τῶν συμφώνων καὶ ἡ αι δίφθογγος ἐκ τῶν φωνηέντων. Καὶ διατί τὸ ν καὶ τὴν αι δίφθογγον ἔχουσι τελικὰ τὰ ἀπαρέμφατα; τὸ μὲν ν ἔχουσι τελικὸν, ἐπειδὴ τελικόν ἐστι τῶν τριῶν προσώπων καὶ οὕτως τὸ ἀσύγχυτον φυλάττεται. τὴν αι δίφθογγον
25ἔχουσιν, ἐπειδὴ καὶ αὑτὴ τελικὴ τῶν τριῶν προσώπων εὑρίσκεται, οἷον ἵσταμαι, ἵστασαι, ἵσταται. Διατί ἀπὸ τῶν περισπωμένων τὸ ἀπαρέμφατον τοῦ ἐνεστῶτος ἀπὸ τοῦ παρατατικοῦ κανονίζεται καὶ οὐκ ἀπὸ τοῦ ἐνεστῶτος; ἐπειδὴ εἰ ἦν ἀπὸ τοῦ ἐνεστῶτος, ἡ δευτέρα συζυγία, τὸ βοᾶν, γελᾶν, τὸ ι ὤφειλεν ἔχειν, καὶ ἡ τρίτη συζυγία διὰ τῆς οι διφθόγγου ἐκφέρεται, οἷον χρυσοῖν, πληροῖν, ὅπερ ἀδύνα‐ τον. ἡ γὰρ τρίτη διὰ τῆς ου διφθόγγου ἐκφέρεται τῆς ἐν τῷ παρατατικῷ οὔσης, καὶ ἡ δευτέρα συζυγία
30ἐκ τοῦ παρατατικοῦ κανονίζεται.
31tΠερὶ προστακτικῶν.
32Διατί προτάττει ὁ Ἀπολλώνιος τὰ εὐκτικὰ τῶν προστακτικῶν, ὁ δὲ Θεοδόσιος τὰ προστακτικὰ τῶν
εὐκτικῶν; ὁ μὲν Ἀπολλώνιος προτάττει τὰ εὐκτικὰ τῶν προστακτικῶν, ἐπειδὴ τὰ εὐκτικὰ ἰδίας ἔχει24

25

φωνάς, ἔχει γὰρ πρῶτα, δεύτερα καὶ τρίτα πρόσωπα, τὰ δὲ προστακτικὰ πρῶτον πρόσωπον οὐκ ἔχουσιν. ὁ δὲ Θεοδόσιος ἀκολουθήσας καὶ ἄλλοις τισὶ παλαιοτέροις προτάττει τὰ προστακτικὰ τῶν εὐκτικῶν, ἐπειδὴ κατάλεξιν ἔχει ὁριστικῆς ἐγκλίσεως. Διατί τὸ εἰπὲ καὶ ἐλθὲ καὶ εὑρὲ ἀορίστου ὄντα δευτέρου ὀξύνονται, τῶν ἄλλων βαρυνομένων;
5ἐπειδὴ τὰ ἄλλα βραχείᾳ παραλήγεται, ταῦτα δὲ μακρᾷ. ὡς οὖν διήλλαξαν κατὰ τὴν παραλήγουσαν διήλλαξαν καὶ περὶ τὴν τάσιν. Πόθεν τὸ ὑπεξαιρείσθωσαν; παρὰ τὸ αἱρῶ αἱροῦμαι, καὶ ὁ παρατατικὸς ᾑρούμην, τὸ δεύτερον ᾕρου, καὶ τὸ προστακτικὸν αἱροῦ, τὸ τρίτον αἱρείσθω, τῶν πληθυντικῶν τὸ τρίτον αἱρείσθωσαν, καὶ ἐν συνθέσει ὑπεξαιρείσθωσαν.
10tΠερὶ εὐκτικῶν.
11 Πόσαι καταλήξεις (τῶν ῥημάτων) τῶν εὐκτικῶν; τρεῖς· (ἡ) εἰς μι, (ἡ) εἰς μην καὶ (ἡ) εἰς ην καθαρῶς. καὶ τὰ μὲν εἰς μι ἐνεργητικά εἰσιν ἢ μέσα, οὐδέποτε δὲ παθητικά. τὰ δὲ εἰς μην ἢ παθητικά εἰσιν ἢ μέσα, οὐδέποτε δὲ ἐνεργητικά. τὰ δὲ εἰς ην καθαρὰ ἢ ἐνεργητικά εἰσιν ἢ παθητικά, οὐδέποτε δὲ μέσα.
15tΠερὶ ὑποτακτικῶν.
16 Πότερον τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ὑποτακτικῶν τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων ἀπὸ τῶν ἐντελεστέρων κανονίζονται ἢ οὔ; ἐὰν γὰρ ἀπὸ τῶν ἐντελεστέρων κανονίζωνται κατὰ συναίρεσιν, οὐχ εὑρίσκονται ἔχοντα διαφοράν, οἷον ἀπὸ τοῦ ποιέω γίνεται ἐὰν ποιῶ, ἐὰν ποιέῃς ἐὰν ποιῇς, ἐὰν βοῶ, ἐὰν βοάῃς ἐὰν βοῇς, ἐὰν χρυσόω ἐὰν χρυσῶ, ἐὰν χρυσόῃς ἐὰν χρυσῇς, καὶ οὐδὲ
20μίαν διαφορὰν εὑρίσκονται αἱ τρεῖς ἔχουσαι κατὰ τὸν αὐτὸν τόνον καὶ τὴν αὐτὴν γραφὴν ἐν τοῖς πρώτοις καὶ δεύτεροις καὶ τρίτοις προσώποις. καὶ διὰ τοῦτο ἡ δευτέρα καὶ τρίτη συζυγία τῶν περισπωμένων ὁμόφωνον ἔχουσι τὸ δεύτερον καὶ τρίτον πρόσωπον τοῖς ἰδίοις ὁριστικοῖς, οἷον βοῶ βοᾷς βοᾷ ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ. ἡ δὲ πρώτη συζυγία ἐπειδὴ ὁμοιοκατάλεκτός ἐστιν ἐν τοῖς ὁριστικοῖς πρὸς τὰ βαρύτονα ῥήματα, διὰ τῆς ει διφθόγγου ἐκφερο‐
25μένη διὰ τοῦτο καὶ ἐν τοῖς ὑποτακτικοῖς τὴν αὐτὴν κατάλεξιν τοῖς βαρυτόνοις ἀναδέχεται διὰ τοῦ η καὶ ι γινομένη, ἐὰν νοῇς νοῇ. Διατί οἱ Ἀθηναῖοι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ὑποτακτικῶν παθητικῶν τῆς τρίτης συ‐ ζυγίας τῶν περισπωμένων διὰ τοῦ ω προφέρουσιν, οἷον ἐὰν χρυσῶται, ἐὰν στεφανῶται; ἐπειδὴ τὰ εἰς μαι ῥήματα θέλουσι καὶ ἐν τῷ πρώτῳ καὶ τρίτῳ προσώπῳ τὰ ἴσα φωνήεντα φυλλάττειν κατὰ τὴν παρα‐
30λήγουσαν. διὰ τοῦτο φυλάττουσι τὸ ω καὶ ἐν τῷ τρίτῳ προσώπῳ, ἵνα εὑρεθῇ φυλάττον τὴν παρα‐ λήγουσαν τοῦ πρώτου προσώπου.
32tΠερὶ μετοχῆς.
33Τί ἐστι μετοχή; ῥῆμα ἔχον πτώσεις, ἀριθμοὺς καὶ διάφορα γένη. Διατί ἐπὶ τῶν μετοχῶν δύο τελικὰ εὑρίσκονται, τὸ ν καὶ τὸ ς; ἐπειδὴ αἱ μετοχαὶ θέλουσιν ἔχειν
35τὰς φωνὰς ἀκολούθως πρὸς τὰ ὁριστικὰ ῥήματα, τὴν δὲ συγγένειαν τῶν χρόνων πρὸς τὰ ἀπαρέμφατα.25

26

τὸ δὲ ν καὶ ς τελικά εἰσι τῶν ῥημάτων καὶ διὰ τοῦτο ἡ μετοχὴ ταῦτα ἔχει τελικά, τὸ ν καὶ τὸ ς, ἁρμό‐ ζοντα καὶ ἀρσενικῷ γένει καὶ θηλυκῷ καὶ οὐδετέρῳ. Διατί αἱ μετοχαὶ διὰ τοῦ ντ κλίνονται; ἐπειδὴ αἱ περιττοσυλλαβῶς κλινόμεναι μετοχαὶ † θέλουσιν ἔχειν κλίσιν διὰ τοῦ ντ ἁρμόζουσαν τριγένειαν πλὴν τοῦ παρακειμένου καὶ τοῦ ὑπερσυντελίκου. καὶ διὰ
5τοῦτο αἱ μετοχαὶ διὰ τοῦ ντ κλίνονται, τύπτων τύπτοντος. Πόθεν πᾶσα γενικὴ μετοχῆς περιττοσυλλαβοῦσα τῆς ἰδίας εὐθείας διὰ τοῦ ντ κλίνεται πλὴν τοῦ παρακειμένου, ὑπερσυντελίκου καὶ τοῦ μέσου; † αἱ εἰς ως μετοχαὶ ὀξύνονται καὶ διὰ τοῦ τος κλίνονται. Διατί αἱ μετοχαὶ ἀπὸ τῶν πρώτων προσώπων τῶν ῥημάτων κανονίζονται ταὶ οὐκ ἀπ’ ἄλλων; ἐπειδὴ τιμιώτερόν ἐστι τὸ πρῶτον πρόσωπον, καὶ ὅτι ἁρμοδίαν ἔχει κατάληξιν προσερχομένου τοῦ συμ‐
10φώνου πρὸς ἀρσενικὸν γένος. Διατί ἡ τοῦ παρακειμένου μετοχὴ εἰς ς λήγει καὶ ὀξύνεται; ἐπειδὴ ὁ ὑπερσυντέλικος εἰς ν λήγει μετὰ φύσει μακρᾶς μὴ ἔχον τὸ μ κλιτικὸν, καὶ διὰ τοῦτο εἰς ς ὀξύτονον ἔχει τὴν μετοχήν. Ποσαχῶς ἀποτελοῦσι τὰ εἰς ς ἀρσενικὰ τὰ οὐδέτερα; τετραχῶς. ἢ γὰρ ἀποβολῇ τοῦ ς γίνεται, ὡς ἐπὶ τοῦ ταχὺς ταχύ, φιλόπολις φιλόπολι, μέγας μέγα, ἢ τροπῇ τοῦ ς εἰς ν, ὡς καλὸς καλὸν, σοφὸς
15σοφόν, ἢ κατὰ τροπὴν τοῦ ς εἰς ν καὶ συστολῇ τοῦ α, ὡς μέλας μέλαν, ἢ κατὰ συστολὴν μόνην, ὡς τὸ ἀσεβὴς ἀσεβές, εὐγενὴς εὐγενές. Διατί ἡ τοῦ ἀορίστου παθητικοῦ μετοχὴ οὐκ ἐφύλαξε τὸ η, ἀλλ’ ἔτρεψεν αὐτὸ εἰς τὴν ει δίφθογγον; ἐπειδὴ τὰ εἰς ης ποιοῦντα τριγένειαν διὰ καθαροῦ τοῦ ος κλίνεσθαι θέλουσιν, αἱ δὲ περιττοσυλλάβως κλινόμεναι μετοχαὶ ἢ διὰ τοῦ ντ κλίνονται ἢ διὰ καθαροῦ τοῦ τος, ὡς ἐν τῷ παρακειμένῳ· διὰ τοῦτο
20μετέθηκε τὸ η εἰς τὴν ει δίφθογγον, ἵνα γένηται μίμησις ὀνόματος, δυναμένη τριγένειαν ἀναδέξασθαι καὶ κλίσιν διὰ τοῦ ντ.
22tΠαραγωγαὶ δυσκλίτων ῥημάτων.
23 Πόθεν τὸ σπένδω; ἐκ τοῦ σπείδω, οὗ ὁ μέλλων σπείσω, ὁ ἀόριστος ἔσπεισα, ἐξ οὗ τὸ παρ’ Ὁμήρῳ (Ι 712) „σπείσαντες ἔβαν κλισίην δ’ ἕκαστοσ. ἐκ τοῦ οὖν σπείδω γέγονε κατ’ Ἀργείους καὶ
25Κρῆτας ἀφαιρέσει τοῦ ι τῆς ει διφθόγγου καὶ προσόδῳ τοῦ ν σπένδω. οὗτοι γὰρ πολλάκις ἐξαιροῦντες τὸ ι τάττουσι τὸ ν, καὶ τὴν μὲν εἰς πρόθεσιν ἐν λέγουσι, καὶ τὸ τιθεὶς τιθένς, οὕτως οὖν καὶ τὸ σπείδω σπένδω. Πόθεν τὸ ὄσσω καὶ πέσσω; παρὰ τὸ ὄπτω καὶ πέπτω, καὶ Αἰολικῶς ἐτράπη τὸ πτ εἰς δύο σς καὶ γέγονεν ὄσσω καὶ πέσσω, ἐξ οὗ καὶ τὸ „κάκ’ ὀσσόμενος προσέειπε“ (Α 105).
30 Πόθεν τὸ ἀνύτω καὶ ἀρύτω δι’ ἑνὸς τ; ἐκ τοῦ ἀνύω, καὶ ἀρύω, καὶ κατὰ Ἀττικοὺς καὶ Κυπρίους πλεονάσει τοῦ τ γίνεται ἀνύτω καὶ ἀρύτω. οὕτω γὰρ καὶ ἐπὶ τῶν ὀνομάτων πλεονάζουσι τὸ τ, καὶ τὴν μὲν πόλιν πτόλιν λέγουσι καὶ τὸν πόλεμον πτόλεμον. Πόθεν τὸ „ἔῤῥε κακὴ γλήνη“ (Θ 164); ἐκ τοῦ ἔῤῥω, τὸ δὲ ἔῤῥω ἐκ τοῦ φθείρω γέγονεν εἴρω, καὶ ἀποβολῇ τοῦ ι Αἰολικῶς καὶ κατὰ διπλασιασμὸν τοῦ ρ γίνεται ἔῤῥω, ὡς κείρω κέῤῥω, οἱ γὰρ Αἰολεῖς
35τὰ εἰς ρ λήγοντα ῥήματα βαρύτονα ἔχοντα τὴν ει παρατέλευτον μετατιθέντες τὸ ι εἰς ρ προφέρονται,
οἷον σπείρω σπέῤῥω, δείρω δέῤῥω.26

27

Πόθεν τὸ ἐλαύνω; παρὰ τὸ ἐλῶ δευτέρας συζυγίας τῶν περισπωμένων, καὶ παρὰ Βοιωτοῖς ἐλάω, καὶ κατὰ Αἰολεῖς προσθέσει τοῦ υ ἐλαύω, καὶ κατὰ Δωριεῖς προσθέσει τοῦ ν ἐλαύνω. οἱ γὰρ Δωριεῖς τὰ εἰς ω λήγοντα ῥήματα καθαρὰ τῷ ν προφέρουσιν, οἷον δύω δύνω, θύω θύνω, ὡς παρὰ τῷ Ὁμήρῳ (Ε 87) „θῦνε γὰρ ἀμπεδίον ποταμῷ πλήθοντι ἐοικώς.“
5 Πόθεν τὸ δάκνω; παρὰ τὸ δήκω κατὰ Ἴωνας, καὶ συστολῇ τοῦ η εἰς α δάκω, ὡς μεσημβρία μεσαμβρία, καὶ Πῆρις Πάρις, καὶ κατὰ Δωριεῖς προσθέσει τοῦ ν δάκνω. ἢ παρὰ τὸ δακάνω γέγονε κατὰ συγκοπὴν Αἰολικῶς καὶ Ἀττικῶς δάκνω. ἔθος γὰρ ἔχουσι τὰ βαρύτονα τῶν ῥημάτων συγκόπτειν, ἀντὶ γὰρ τοῦ ἀγείρω ἄγρω λέγουσιν, ἀφ’ οὗ καὶ τὸ παρ’ Ὁμήρῳ (Η 134) „ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι.“ καὶ τὸ ἐγείρω, ἔργω, οἷον „ἔργετο δ’ ἐξ ὕπνου“ (Β 41).
10 Πόθεν τὸ ὀρούω; ἐκ τοῦ ὀρῶ, καὶ Ἰωνικῶς ἐπλεόνασε τὸ υ καὶ ἐγένετο ὀρύω. οἱ γὰρ Ἴωνες τὰ εἰς ω λήγοντα ῥήματα, εἴτε βαρύνονται, εἴτε περισπῶνται, διὰ υ τοῦ βαρυνομένου ἐκφέρουσιν, οἷον ἴδω ἰδύω, κινῶ κινύω, ἐξ οὗ τὸ „πυκναὶ κινύοντο φάλαγγεσ“ (Δ 281). καὶ Βοιωτικῶς ἐπλεόνασε τὸ ο καὶ ἐγένετο ὀρούω. οἱ γὰρ Βοιωτοὶ προστιθέασι τῷ υ τὸ ο καὶ βραχυνόμενον βραχύνουσι, μηκυνόμενον δὲ μηκύνουσιν, οἷον ὕλη οὔλη, ὕδωρ οὔδωρ, ὅθεν καὶ ἥμαρται τὸ ὀρούω ἔχον μακρὸν δίχρονον Βοιώτιον.
15 Πόθεν τὸ καθίζω; ἐκ τοῦ ἕζω τὸ καθέζομαι, καὶ Σικελικῶς ἐτράπη τὸ ε εἰς ι, καὶ γέγονεν ἵζω· οὗτοι γὰρ τὸ ἀρκτικὸν ε, (ἐν) ᾧ ἕπεται ς, εἰς ι μετατιθέασιν, οἷον ἔσχω ἴσχω, ἔσπω ἴσπω, οὕτως οὖν καὶ τὸ ἕζω τὸ καθίζω, τὸ γὰρ ζ ἐκ τοῦ ς καὶ δ. Πόθεν τὸ πιφάσκω; ἐκ τοῦ φῶ τὸ λέγω, καὶ κατὰ παραγωγὴν Δωρικὴν γίνεται φάζω, ὡς βῶ βάζω, καὶ Σικελικῶς διαλύσει τοῦ ζ εἰς ς καὶ κ, καὶ κατὰ ἀναδιπλασιασμὸν γέγονε πιφάσκω. οἱ γὰρ
20Ἴωνες τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα ἀναδιπλασιάζουσιν, οἷον λελάχασι, κεκάμασι, δεδέξεται. Πόθεν τὸ γινώσκω; ἐκ τοῦ νοῶ καὶ πλεονασμῷ τοῦ γ Αἰολικῶς γνοῶ, ἐξ οὗ τὸ κατὰ στέρησιν ἀγνοῶ, καὶ κατὰ συγκοπὴν γνῶ, ὁ μέλλων γνώσω καὶ ἐπενθέσει τοῦ κ πρὸ τοῦ δευτέρου ω γνώσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν Ἰωνικῶς γινώσκω. Πόθεν τὸ γέντο; ἐκ τοῦ ἕλω τὸ λαμβάνω, οὗ ὁ παθητικὸς ἐνεστὼς ἕλομαι, καὶ ὁ παρατατικὸς
25ἑλόμην, τὸ τρίτον ἕλετο καὶ κατὰ συγκοπὴν Αἰολικὴν ἕλτο, καὶ κατὰ μετάθεσιν τοῦ λ εἰς ν Δωρικῶς ἔντο καὶ πλεονασμῷ τοῦ γ Αἰολικῶς γέντο. Πόθεν τὸ πεφυζότες; ἐκ τοῦ φύγω, καὶ Ἰωνικῶς ἐτράπη τὸ γ εἰς ζ, ὡς ὀλίγον ὀλίζον, καὶ γέγονε φύζω, καὶ ὁ μέσος παρακείμενος πέφυγα, καὶ κατὰ τὴν αὐτὴν διάλεκτον τροπῇ τοῦ γ εἰς ζ πέφυζα, ἡ μετοχὴ ὁ πεφυζώς, τοῦ πεφυζότος.
30 Πόθεν τὸ δέχνυμαι; ἐκ τοῦ δέχω δεχύω, ὡς ἐκ τοῦ ἄνω ἀνύω, δέχυμι καὶ πλεονασμῷ τοῦ ν Δωρικῶς δέχνυμι, τὸ παθητικὸν δέχνυμαι, ἐξ οὗ τὸ „δέχνυσο μῆτερ. Πόθεν τὸ „εἰλήλουθμεν“ (Ι 49. γ 71); ἐκ τοῦ ἐλεύθω, οὗ ὁ μέσος παρακείμενος ἤλευθα, καὶ Ἀττικῶς ἐλήλυθα, καὶ Ἰωνικῶς εἰλήλυθα, καὶ Βοιωτικῶς εἰλήλουθα· οἱ γὰρ Βοιωτοὶ προστιθέασι τῷ υ τὸ ο. τὸ πρῶτον τῶν πληθυντικῶν εἰληλούθαμεν, καὶ κατὰ συγκοπὴν Αἰολικὴν εἰλήλουθμεν.
35Πόθεν τὸ „ἐκλέλαθον κιθαριστύν“ (Β 600); ἐκ τοῦ λήθω τὸ λανθάνω, οὗ ὁ μέσος παρα‐
κείμενος λέληθα, καὶ κατὰ συστολὴν Ἰωνικὴν τοῦ η εἰς α λέλαθα, καὶ κατὰ Σικελοὺς τροπῇ τοῦ α εἰς ω27

28

λελάθω ἐνεστώς. οὗτοι γὰρ τοὺς παρακειμένους μεταποιοῦσιν εἰς ἐνεστῶτας, οἷον πεποίηκα πεποιήκω. ἀπὸ δὲ τοῦ λελάθω γέγονεν ὁ παρατατικὸς λέλαθον καὶ ἐκλήλαθον.
3tΠαρεκβολαὶ τῶν εἰς μι ῥημάτων.
4Ποσοσύλλαβα θέλει εἶναι τὰ εἰς μι ῥήματα; τρισύλλαβα, οἷον τίθημι, ἵστημι, δίδωμι, ζεύγνυμι,
5χωρὶς τῶν τεσσάρων δισυλλάβων, οἷον εἰμὶ τὸ ὑπάρχω, φημὶ τὸ λέγω, καὶ κατὰ ἀποβολῆν τοῦ φ ἠμί, καὶ εἶμι τὸ πορεύομαι. Καὶ πόσα ῥήματα εἰς μι εἰσὶ τὰ ὑπερβαίνοντα τὴν τρισυλλαβίαν; ἕξ· κεράννυμι, πετάννυμι, ὀμόρ‐ γνυμι, ὀρέγνυμι, ὀνίνημι καὶ δοκίμαμι, ὅ ἐστιν Αἰολικὸν τὸ σημαῖνον τὸ δοκιμάζω. Ποῖα ῥήματα περισπώμενα ποιοῦσι παράγωγα εἰς μι; ὡς ἐπὶ τὸ πλεῖστον τὰ ἀναδιπλασιαζόμενα,
10οἷον θῶ τιθῶ τίθημι, στῶ ἱστῶ ἵστημι, δῶ διδῶ δίδωμι. εἴπομεν δὲ ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ φῶ. τοῦτο γὰρ οὐκ ἀναδιπλασιάζεται καὶ ποιεῖ παράγωγον ῥῆμα τὸ φημὶ, καὶ ὀλίγα τινὰ τοιαῦτα. Καὶ διατί οὐκ ἀναδιπλασιάζεται τὸ φῶ καὶ γίνεται πιφῶ, καὶ ἐξ αὐτοῦ πίφημι; ἐπειδὴ ἐγκλίνεται, οἷον ἄνθρωπόν φημι, καὶ τὰ ἐγκλινόμενα οὐ πάσχει ἀναδιπλασιασμὸν, ἀλλὰ τοὐναντίον καὶ ἀποβολὴν, ὡς τὸ ἐμοῦ καὶ ἐμοί, οἷον ἤκουσέ μου, καὶ ἔδωκέ μοι· ἰδοὺ γὰρ ἀπέβαλον τὸ ε.
15 Διατί ἡ πρώτη καὶ δευτέρα συζυγία τῶν εἰς μι τῷ η παραλήγεται, ἡ δὲ τρίτη τῷ ω, ἡ δὲ τετάρτη διχρόνῳ ἐκτεταμένῳ; ἡ μὲν πρώτη παραλήγεται τῷ η, ἐπειδὴ τὸ ἐντελὲς τοῦ πρωτοτύπου, ἀφ’ οὗ ἐγένετο, τῷ ε παραλήγει, οἷον τιθέω τιθῶ, τὸ δὲ ε εἰς η ἐκτείνεται, καὶ τούτου χάριν ἡ πρώτη συζυγία τῶν εἰς μι τῷ η παραλήγεται. ἡ δὲ δευτέρα ὁμοίως καὶ αὐτὴ τῷ η παραλήγεται, ἐπειδὴ καὶ αὐτὴ τὸ ἐντελὲς τοῦ πρωτοτύπου, ἀφ’ οὗ ἐγένετο, εἰς α ἔχει, οἷον ἱστάω ἱστῶ, τὸ δὲ α εἰς η ἐκτείνεται, καὶ
20εὐλόγως καὶ αὐτὴ τῷ η παραλήγεται. ἡ δὲ τρίτη τῷ ω, ἐπειδὴ καὶ αὐτῆς τὸ ἐντελὲς τοῦ πρωτοτύπου τῷ ο παραλήγεται, οἷον διδόω διδῶ, τὸ δὲ ο εἰς ω μέγα ἐκτείνεται, καὶ διὰ τοῦτο (καὶ αὐτὴ) τῷ ω παραλήγεται. ἡ δὲ τετάρτη τῷ υ παραλήγεται ἐκτεταμένῳ, ἐπειδὴ τὸ πρωτότυπον συνεσταλμένον αὐτὸ εἶχεν, οἷον πηγνύω, ζευγνύω, καὶ τούτου χάριν παραλήγεται αὐτῷ (ἡ τετάρτη) ἐκτεταμένῳ, ὅθεν ἐν τοῖς δυϊκοῖς καὶ πληθυντικοῖς συστέλλουσιν αὐτὸ εἰς τὴν πρωτοτύπου συστολήν.
25 Εἰ τὸ ε ἐκτείνεται εἰς η ἐπὶ τῆς πρώτης συζυγίας (καὶ δευτέρας) τῶν εἰς μι, διατί μὴ καὶ ἐπὶ τοῦ εἰμὶ τὸ ὑπάρχω, ἀπὸ τοῦ ἔω γινομένου, ἐξέτεινε τὸ ε [εἰς η], ἀλλ’ εἰς τὴν ει δίφθογγον; ἵνα μὴ ἀπο‐ λέσῃ πάντως τὰ διὰ τοῦ ἔω πρωτοτύπου, θέλουσι γὰρ τὰ εἰς μι παράγωγα σώζειν τι τοῦ πρωτοτύπου, οἷον τὸ τίθημι. τοῦ τιθῶ ἔχει γὰρ τὴν ἄρχουσαν, καὶ τὸ ἵστημι τοῦ ἱστάω, καὶ τὸ δίδωμι τοῦ διδῶ, καὶ τὸ ζεύγνυμι τοῦ ζευγνύω. εἰ οὖν ἐγένετο καὶ διὰ τοῦ η, οὐδὲν [ἂν] ἔσωσε τοῦ πρωτοτύπου τοῦ ἔω,
30καὶ τούτου χάριν προσέλαβε τὸ ι καὶ ἐξέτεινε τὸ ε διὰ τῆς προσθήκης αὐτοῦ, ἐπειδὴ τὸ ε διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται, οἷον ἔχω εἶχον. Πόθεν δείκνυνται τὰ εἰς μι μὴ εἶναι Αἰολίδος διαλέκτου; ἐκ τόνου καὶ πνεύματος καὶ γραφὴς καὶ κλίσεως καὶ ἐκ τῆς ποσότητος τῶν συλλαβῶν. καὶ ἐκ τόνου μέν, ἐπειδὴ οἱ Αἰολεῖς φεύγουσι τὴν ὀξεῖαν τάσιν, πᾶσαν γὰρ λέξιν ὑπὲρ μίαν συλλαβὴν παρ’ ἡμῖν ὀξύτονον αὐτοὶ βαρύνουσι, χωρὶς τῶν προθέσεων
35καὶ τῶν συνδέσμων. τὸ δὲ εἰμὶ καὶ φημὶ ὀξύτονα οὐκ ἄρα εἰσὶν Αἰολικὰ ἀλλὰ κοινά. καὶ ἐκ τοῦ πνεύματος,28

29

ἐπειδὴ οἱ Αἰολεῖς φεύγουσι τὴν δασεῖαν, τὸ δὲ ἵστημι καὶ ἵημι δασύνονται, οὐκ ἄρα εἰσὶν Αἰολικά. ἐκ τῆς γραφῆς, ἐπειδὴ τὰ εἰς μι οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, χωρὶς τοῦ εἰμὶ τοῦ σημαίνοντος τὸ ὑπάρχω, καὶ τοῦ εἶμι τὸ πορεύομαι, παρ’ αὐτοῖς δὲ γέλαιμι διὰ τῆς αι διφθόγγου. οὐκ ἄρα εἰσὶν Αἰολικά. καὶ ἐκ τῆς κλίσεως, ἐπειδὴ οἱ Αἰολεῖς τῶν δευτέρων προσώπων τὸ ς ἀποβάλλοντες ποιοῦσι τὰ
5τρίτα, οἷον γέλαις γέλαι, καὶ ἐπὶ τῶν ὁμοίων παρ’ ἡμῖν τὸ ι προσλαμβάνουσι καὶ γίνεται τὸ τρίτον, οἷον δίδως δίδωσι, τίθης τίθησι. καὶ ἐκ τῆς ποσότητος τῶν συλλαβῶν, παρὰ τοῖς Αἰολεῦσιν εὑρίσκονται ὑπερβαίνοντα τὰς τρεῖς συλλαβάς, οἷον δοκιμῶμι, ἐλευθερῶμι, παρ’ ἡμῖν δὲ οὐ θέλουσιν ὑπερβαίνειν τὰς τρεῖς συλλαβὰς, καὶ διὰ τοῦτο σημειοῦνται τὸ κεράννυμι, πετάννυμι, ὀμόργνυμι, ὀρέγνυμι, ὀνίνημι. Πότερον τὰ εἰς μι παράγωγα ἰσοσυλλαβεῖ τοῖς πρωτοτύποις ἢ περιττοσυλλαβεῖ; τὰ ἀπὸ περι‐
10σπωμένων θεμάτων παραγόμενα μιᾷ συλλαβῇ τῶν θεμάτων πλεονάζει, οἷον φῶ φημί, κιχρῶ κίχρημι, ἱῶ ἵημι, τὰ δὲ ἀπὸ βαρυτόνων ἰσοσυλλαβεῖ σχεδόν, τὸ ω μεταβάλλοντα εἰς μι, οἷον ὀμνύω ὄμνυμι, πηγνύω πήγνυμι. Διατί ἀπὸ τῶν ἄλλων συζυγιῶν τῶν βαρυτόνων οὐκ ἐγένετο παραγωγὴ τῶν εἰς μι χωρὶς τῆς ἕκτης; διὰ τὴν ἀσυνταξίαν τοῦ μ πρὸς τὰ καταλειπόμενα σύμφωνα.
15 Εἰ τὰ εἰς μι λήγοντα οὐδέποτε διφθόγγῳ παραλήγεται, διατί τὸ εἰμὶ τὸ ὑπάρχω διφθόγγῳ παρα‐ λήγεται; μήποτε οὖν τῆς Βοιωτῶν ἐστι διαλέκτου, καθάπερ τὸ φίλειμι καὶ τὸ νόειμι. καὶ γὰρ καὶ ἄλλα παρατρεπόμενά εἰσιν ἀπὸ διαφόρων διαλέκτων. εἰ δὲ τὸ ζῶ καὶ ζῇ συμφώνως ὁμολογεῖται ὅτι Δωρικόν ἐστιν, οὐδὲν τὸ κωλύον καὶ τοῦτο Βοιωτικὸν εἶναι. Διατί τὰ δισύλλαβα τῶν εἰς μι ληγόντων ῥημάτων ὀξύνονται, τὸ δὲ εἶμι ὃ σημαίνει τὸ πορεύομαι
20βαρύνεται; ἐπειδὴ οὐκ ἔστι φύσει δισύλλαβον, ἀλλ’ ἀπὸ τοῦ ἰῶ γέγονε περισπωμένου, ἀφ’ οὗ καὶ τὸ ἴημι, ἔνθεν καὶ ἀπαρέμφατον ἰέναι καὶ εὐκτικὸν καταλαμβάνειν ἰοίη, οὗ συγκοπὴ τὸ ἴμι, ἐκτάσεως γενομένης ἀναγκαίας τοῦ ι διὰ τὸ παραλήγεσθαι μακρᾷ. Διατί ἐν τῷ ἐσμὶ τὸ ς ἐπλεόνασεν, ἐμάθομεν γὰρ ὅτι οὐδὲν τῶν εἰς μι τῷ ε παραλήγεται; ἐπειδὴ πᾶν εἰς μι λῆγον ῥῆμα θέλει μακρᾷ παραλήγεσθαι, διὰ τοῦτο ἐπλεόνασε[ν ἐν] τῷ ἐσμὶ τὸ ς, ὥσπερ καὶ
25ἐν τῷ εἰμὶ τὸ ι. Διατί τὸ εἰμὶ τὸ ὑπάρχω καὶ τὸ φημὶ τὸ λέγω ὀξύνονται; ὅτι ἐγκλιτικά εἰσιν. τὰ δὲ ἐγκλιτικὰ ὄντα καθ’ ἑαυτὰ ὀξύνονται; μετὰ δὲ ἑτέρας λέξεως συντιθέμενα ἀναβιβάζουσι τὸν τόνον, οἷον ἄνθρωπός εἰμι, ἄνθρωπόν φημι. Πόθεν τὸ εἶ δευτέρου προσώπου ὃ σημαίνει τὸ ὑπάρχεις, οἷον υἱός μου εἶ σύ; ἐκ τοῦ εἰμὶ τὸ
30ὑπάρχω, οὖ τὸ δεύτερον εἴς ὀξυτόνως, καὶ ἀποβολῇ τοῦ ς εἶ περισπωμένως. ἢ ὥς φησιν Ἀπολλώνιος ἐκ τοῦ ἔω τὸ ὑπάρχω, οὗ ὁ ἐνεστὼς παθητικὸς ἔομαι, τὸ δεύτερον ἔῃ, καὶ κατὰ Ἀττικοὺς τροπῇ τοῦ η εἰς τὴν ει δίφθογγον γίνεται εἶ. Πόθεν τὸ ἐσσὶ ἀντὶ τοῦ ὑπάρχεις, οἷον „ἔχθιστος δέ μοι ἐσσὶ διοτρεφέων βασιλήων“
(Α 176); ἐκ τοῦ ἐσμί, τροπῇ τοῦ μι εἰς ς γίνεται ἐσς διὰ δύο σς. καὶ ἐπειδὴ ἀδύνατον, δύο τὰ αὐτὰ29

30

σύμφωνα ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, προσέλαβε τὸ ι καὶ ἐγένετο ἐσσί, οὗ τὸ τρίτον γινόμενον ἐσσί, καὶ διὰ τὸ συμπίπτειν τῷ δευτέρῳ ἔτρεψε τὸ ἓν ς εἰς τ καὶ ἐγένετο ἐστί. Πόθεν δῆλον ὅτι τὸ ἐστί Δωρικόν ἐστιν; ὡς εἰς τι λῆγον. εἰώθασι γὰρ οἱ Δωριεῖς ἐπὶ τῶν εἰς μι τὰ τρίτα πρόσωπα τῶν ἑνικῶν εἰς τι ποιεῖν, οἷον δίδωσι δίδωτι καὶ φασί φατί.
5 Καὶ πόθεν ἐνδείξομεν ἡμεῖς ὅτι οὐκ ἔστι Δωρικόν; ἐκ τοῦ μὴ καθαριεύειν τὸ τ. πάντα γὰρ τὰ εἰς τι Δωρικὰ καθαρὸν ἔχουσι τὸ τ, οἷον δίδωτι, φατί, τοῦτο δὲ μὴ ἔχον καθαρὸν τὸ τ δηλονότι οὐκ ἔστι Δωρικὸν, ἀλλ’ ὅμοιον Δωρικῷ. Πῶς ποιοῦσιν οἱ Ἀττικοὶ ἐπὶ τῶν εἰς μι τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν; ὡς δοξάζει ὁ Ἀπολλώνιος κατὰ δοκοῦσαν διαίρεσιν, ὅτι συστέλλουσι τὴν παραλήγουσαν καὶ προσλαμβάνουσι τὸ α
10πρὸ τοῦ ς καὶ ἐκτείνουσιν αὐτὸ κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι τὰ εἰς ι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τιθεῖσι τιθέασι, διδοῦσι διδόασι, ζευγνῦσι ζευγνύασιν. ὁ δὲ Ἡρωδιανὸς νομίζει γενέσθαι διαίρεσιν τῆς μακρᾶς, τουτέστι τοῦ τιθεῖσι τὴν ει δίφθογγον διαλύεσθαι εἰς τὸ ε καὶ α, καὶ τοῦ διδοῦσι τὴν ου δίφθογγον εἰς ο καὶ α, καὶ τοῦ ζευγνῦσι τὸ υ εἰς υ καὶ α, ἅπερ οὐκ ἔστιν ἀληθές. καὶ γὰρ διάλυσις, εἰς ταὐτὰ ἀναλύονται, ἐξ ὧν καὶ συνίστανται.
15 Καὶ διὰ ποίαν αἰτίαν ἐπὶ τῶν εἰς μι γίνεται τοῦτο τὸ σχῆμα κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν; ἵνα ὁμοτονήσῃ τοῖς ἰδίοις πρώτοις. τὸ γὰρ τίθεμεν τίθετε καὶ δίδομεν δίδοτε καὶ ζεύγνυμεν ζεύγνυτε προπαροξύνονται, καὶ ἐπειδὴ τὸ τιθεῖσι καὶ διδοῦσι περισπῶνται, οὐχ ὁμοτονοῦσι τοῖς ἰδίοις πρώτοις καὶ δευτέροις † ἐγένετο ἡ δοκοῦσα διαίρεσις ἐν τοῖς τρίτοις, ἵνα ὁμοτονήσωσι τοῖς ἰδίοις πρώτοις καὶ δευτέροις.
20 Τί φησιν ὁ Ἡρωδιανὸς περὶ τοῦτο; φησὶν ὅτι τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος θέλουσι περιττοσυλλαβεῖν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου παρατατικοῦ καὶ ἰσο‐ συλλαβεῖν. καὶ περιττοσυλλαβοῦσι μὲν, ὅτε ἀπὸ φωνήεντος ἄρχεται τὸ θέμα, οἷον ἔχουσιν εἶχον, ἄγου‐ σιν ἦγον, ἕλκουσιν εἷλκον, χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων. ἰσοσυλλαβοῦσι μὲν ὅτε ἀπὸ συμφώνων ἄρχεται ὁ ἐνεστὼς, οἶον τύπτουσιν ἔτυπτον, λέγουσιν ἔλεγον, χωρὶς πάλιν τῶν ἀπὸ προθέσεως ἀρχομέ‐
25νων. ἐπὶ δὲ τῶν εἰς μι παρεβιβάσθη ὁ κανών. ἰδοὺ γὰρ τιθεῖσιν ὁ ἐνεστὼς καὶ ὁ παρατατικὸς ἐτίθεσαν, διδοῦσιν ἐδίδοσαν, ζευγνῦσιν ἐζεύγνυσαν, τοῦ ἐνεστῶτος ἀπὸ συμφώνου ἀρχομένου, ἰσοσυλλαβεῖν ὀφεί‐ λων, περιττοσυλλαβεῖ. καὶ ἀπὸ τοῦ εἰσὶν ὁ παρατατικὸς ἦσαν ὤφειλεν ἔνδειαν ἔχειν μιᾶς συλλαβῆς, ἐπειδὴ ὁ ἐνεστὼς ἀπὸ φωνήεντος ἤρξατο. διὰ ταύτην οὖν τὴν αἰτίαν γίνεται ἡ δοκοῦσα διαίρεσις, ἵνα φυλαχθῇ τὰ τῆς ἀναλογίας, οἶον τιθέασιν ἐτίθεσαν, διδόασιν ἐδίδοσαν, ζευγνύασιν ἐζεύγνυσαν.
30 Διατί ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προσώπου τῶν πληθυντικῶν οὐ ποιοῦσιν οἱ Ἀττικοὶ διάλυσιν ἐπὶ τῆς παραληγούσης ὡς ἐπὶ τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν; ἐπειδὴ ταῦτα προπαροξύνονται, ὅθεν τινὲς ἀττικίζειν νομίζοντες ἁμαρτάνουσιν ἐν τῷ λέγειν τιθέαμεν τιθέατε, διδόαμεν διδόατε, ζευγνύαμεν ζευγνύατε. Πόθεν τὸ ἱᾶσιν, ὃ σημαίνει τὸ πέμπουσιν; ἐκ τοῦ ἵημι, ὃ σημαίνει τὸ πέμπω, γίνεται τὸ πρῶτον
35τῶν πληθυντικῶν ἵημεν, τὸ τρίτον ἱεῖσι, καὶ κατὰ Ἀττικοὺς συστολῇ τῆς παραληγούσης καὶ προσόδῳ30

31

τοῦ α μακροῦ γίνεται ἱέασι προπαροξυτόνως. Καὶ ἐπειδὴ τὸ ε καθαρὸν ἐστὶ, συναιρεῖται καὶ κιρνᾶται τὸ ε καὶ α μακρὸν, καὶ γίνεται ἱᾶσι προπερισπωμένως. Καὶ διατί ἐν τῷ τιθέασι καὶ τοῖς ὁμοίοις οὐ γίνεται συναίρεσις, ὥσπερ ἐν τῷ ἱᾶσιν; ἐπειδὴ τὸ τιθέασι καὶ τὰ ὅμοια οὐκ ἔχουσι καθαρὸν τὸ ε, ὥσπερ ἐν τῷ ἱέασι, καὶ τούτου χάριν οὐ ποιοῦσι τὴν
5συναίρεσιν. Καὶ διατί τὸ ἔασιν οὐ συναιρεῖται μὴ ἔχον πρὸ αὐτοῦ σύμφωνον; ἐπειδὴ οὐ χρῶνται οἱ Ἀττικοὶ τῷ ἔασιν ἀλλ’ οἱ Ἴωνες. οἱ δὲ Ἀττικοί εἰσιν οἱ ποιοῦντες τὴν συναίρεσιν. οἱ γὰρ Ἴωνες μᾶλλον δια‐ λύουσι, καὶ τούτου χάριν οὐκ ἐγένετο ἐν τῷ ἔασι συναίρεσις. Πόθεν τὸ ἴασι προπαροξύτονον, ὃ σημαίνει τὸ πορεύονται; ἐκ τοῦ εἶμι τὸ πορεύομαι τῆς πρώτης
10συζυγίας τῶν εἰς μι, οὗ τὸ δεύτερον εἶς τὸ παρ’ Ἡσιόδῳ (Op. 208) „τῇ δ’ εἶς ᾗ ς’ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν. τὸ πρῶτον τῶν πληθυντικῶν ἴμεν διὰ τοῦ ι βραχέος, τὸ τρίτον εἶσι (sic) διὰ μακροῦ τοῦ ι, καὶ κατ’ Ἀττικοὺς συστολῇ τοῦ ι καὶ προσόδῳ τοῦ α γίνεται ἴασι προπαροξυτόνως, ὥσπερ τιθέασιν, ὡς καὶ ὁ ποιητής (Π 160) φησιν „καί τ’ ἀγεληδὸν ἴασιν. Διατί τὸ ἴασιν οὐ συναιρεῖται ὥσπερ τὸ ἱᾶσιν; ἐπειδὴ τὸ ι καὶ α οὐδέποτε συναιρεῖται ὥσπερ τὸ ε
15καὶ α, καὶ τούτου χάριν τὸ ἴασιν οὐ συναιρεῖται. Πόθεν τὸ ἦν ἐγώ; ἀπὸ τοῦ εἰμὶ τοῦ σημαίνοντος τὸ ὑπάρχω, οὗ ὁ παρατατικὸς εἶν καὶ κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η γίνεται ἦν. (καὶ μένει καὶ τὸ ι ἀνεκφώνητον.) καὶ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ν λήγοντα ῥήματα οὐδέποτε ἔχουσι πρὸ τοῦ ν ἀνεκφώνητόν τι, ἀπεβλήθη τὸ ι καὶ ἐγένετο ἦν ἐγώ.
20 Πόθεν τὸ ἦσθα ὃ σημαίνει τὸ ἐγένου, οἷον σὺ ἦσθα βοηθός; ἀπὸ τοῦ εἰμὶ τὸ ὑπάρχω, (καὶ) ὁ παρατατικὸς εἶν, καὶ κατ’ ἔκτασιν τοῦ ε εἰς η ἦν (μένοντος καὶ τοῦ ι ἀνεκφωνήτου). καὶ ἐπειδὴ ὡς ἀνωτέρω εἴρηται τὰ εἰς ν λήγοντα οὐδέποτε ἔχουσι πρὸ τοῦ ν ἀνεκφώνητόν τι, ἀπεβλήθη τὸ ι καὶ ἐγένετο ἦν, τὸ δεύτερον ἦς, καὶ κατ’ ἐπέκτασιν τῆς θα συλλαβῆς γίνεται ἦσθα. Πόθεν τὸ ἦν ἐκεῖνος τρίτον πρόσωπον; ἀπὸ τοῦ ἔω τὸ ὑπάρχω, οὗ ὁ δεύτερος ἀόριστος ἦον, τὸ
25δεύτερον ἦες, τὸ τρίτον ἦε. καὶ ἐπειδὴ τὸ ε ἐφίλει τὸ ν, προσέλαβεν αὐτὸ καὶ ἐγένετο ἦεν, ὡς παρὰ τῷ ποιητῇ (θ 233) „ἦεν ἐπηετανόσ, καὶ συναιρέσει τοῦ η καὶ ε εἰς αὐτὸ τὸ η, ὥσπερ καὶ τὸ ἡ ἐμὴ ἡ ’μὴ, γίνεται τὸ τρίτον πρόσωπον ἦν, καὶ μένει καὶ τὸ ν τῆς συναιρέσεως γενομένης, ὥσπερ καὶ τὸ εἱστήκειν τρίτον πρόσωπον ὑπερσυντελίκου. γέγονε γὰρ ἐκ τοῦ ἑστήκω, ὁ μέσος ὑπερσυντέλικος εἱστήκειν καὶ τὸ τρίτον εἱστήκει, καὶ κατὰ διάλυσιν Ἰωνικὴν εἱστήκεε, καὶ προσέλαβε τὸ ν καὶ ἐγένετο εἱστήκεεν,
30καὶ κατὰ συναίρεσιν Ἀττικὴν τῶν δύο εε εἰς τὴν ει δίφθογγον γέγονεν εἱστήκειν, καὶ μένει τὸ ν τῆς συναιρέσεως γινομένης. Διατί τοῦ ἵστημι ὁ παρακείμενος οὐκ ἐγένετο ἕστηκα, ἵνα φυλάξῃ τὴν παραλήγουσαν τοῦ μέλλοντος ἀλλ’ ἐγένετο ἕστακα; διὰ τὸ μὴ συνεμπεσεῖν τῷ ἀπὸ τοῦ ἑστήκω μέσῳ παρακειμένῳ, οὗ ὁ μέλλων ἑστήξω, ἐξ οὗ τὸ παρὰ Καλλιμάχῳ (Hymn. in Apoll. 15) „ἑστήξειν τὸ πλῆθος παρ’ ἀρχαίος θεμέλοις
35(sic)“, καὶ ὁ παρακείμενος ἕστηκα.31

32

Πόθεν τὸ τέθεικα Βοιωτικόν; ἀπὸ τοῦ θείω, ἀφ’ οὗ „θείομεν, ἂν δ’ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον.“ καὶ ὁ μέλλων θήσω, ὁ παρακείμενος τέθεικα. Πόθεν δῆλον ὅτι τὸ τέθεικα Βοιωτικόν ἐστίν; ἐπειδὴ οἱ Δωριεῖς τὸ η ὅπερ οὐ τρέπουσιν εἰς α, οἱ Βοιωτοὶ τρέπουσιν εἰς τὴν ει δίφθογγον. τὸ δὲ τρεπόμενον εἰς α παρὰ Δωριεῦσιν οἱ Βοιωτοὶ εἰς τὴν ει
5δίφθογγον οὐ τρέπουσιν, οἷον ἐν τῷ ἥρωες, ἐπειδὴ οἱ Δωριεῖς οὐ τρέπουσι τὸ η εἰς α—οὐδὲ γάρ φασιν ἅρωες—οἱ Βοιωτοὶ τρέποντες τὸ η εἰς τὴν ει δίφθογγον φασὶν εἵρωες, ἐν δὲ τῷ ἡδύ, ἐπειδὴ τρέπουσιν οἱ Δωριεῖς τὸ η εἰς α, ὡς Θεόκριτός (I, 1) φησιν „ἁδύ τι τὸ ψιθύρισμα“ οὐ τρέπουσιν οἱ Βοιωτοὶ εἰς τὴν ει δίφθογγον—οὐδὲ γάρ φασιν εἱθύ διὰ διφθόγγου—οὕτως οὖν καὶ ἐνταῦθα, ἐπειδὴ οἱ Δωριεῖς ἐπὶ τοῦ τέθηκα οὐ τρέπουσι τὸ η εἰς α, τούτου χάριν οἱ Βοιωτοὶ τρέπουσιν αὐτὸ εἰς τὴν ει δίφθογγον.
10 Διατί ἐπὶ τῶν εἰς μι ἐπιλιμπάνουσιν οἱ μέσοι παρακείμενοι; ἐπειδὴ πᾶς παρακείμενος ἀπὸ συμ‐ φώνου ἀρχόμενος ἢ ἀπὸ τοῦ ε οὐδέποτε δισυλλαβεῖ. καὶ τοῦτ’ εὐλόγως. θέλει γὰρ τὴν πρώτην ἔχειν ἀπὸ κλίσεως, καὶ τὴν τελευταίαν χαρακτηρίζουσαν τὴν τοῦ παρακειμένου λήγουσαν, θέλει ἔχειν τί ποτε τοῦ θέματος, καὶ εὑρίσκεται ὑπὲρ δύο συλλαβὰς τὰ τοιαῦτα. ἐπειδὴ οὖν ἐν τοῖς τοιούτοις ῥήμασι τρισυλλα‐ βοῦντος τοῦ ἐνεργητικοῦ ἠναγκάζετο ὁ μέσος παρακείμενος εἰς δισυλλαβίαν περιίστασθαι, ἀρχόμενος
15ἀπὸ συμφώνου ἢ μόνου τοῦ ε, ὅπερ ἀδύνατον (καὶ) τούτου χάριν ἐπὶ τῶν εἰς μι ὁ μένος παρακείμενος ἐπιλιμπάνει. Διατί ἐπὶ τῶν εἰς μι σεσημείωται ἔθηκα, ἔδωκα, ἧκα, ἀόριστοι; ἐπειδὴ οὐκ ἐφύλαξαν τὸ σύμ‐ φωνον τοῦ μέλλοντος, καὶ ὅτι δι’ ἀφώνων ἐξηνέχθησαν. οὐδέποτε γὰρ ὁ πρῶτος ἀόριστος δι’ ἀφώνου ἐκφέρεται, ἀλλὰ δι’ ἑνὸς τῶν ἑπτὰ ἡμιφώνων τοῦ ξ, ψ, λ, μ, ν, ρ, ς.
20 Διατί τοῦ ζεύγνυμι καὶ ῥήγνυμι καὶ πήγνυμι οὐκ ἀποβάλλεται ἡ ἄρχουσα ἐπὶ τοῦ μέλλοντος; καθὸ οὐ διήκει δι’ ὅλου ὁ λόγος, ἀλλ’ ἐκείνων ἀποβάλλεται ἡ ἄρχουσα, ὧν καὶ τὸ ἄρχον δεδιπλασίασται διὰ τοῦ ι, οἷς καὶ ὑποτακτικὰ παράκεινται, οἷον τὸ τίθημι τιθῶ καὶ δίδωμι διδῶ, ὧν ὁ μέλλων θήσω καὶ δώσω. καὶ ἄλλως· ὅτι ἀντίθεσιν πεποίηνται ἀνυπόστατον. οὐδὲν γὰρ τῶν εἰς μι ληγόντων κλίσιν ἀναδέχεται τὴν εἰς τοὺς λοιποὺς χρόνους. ὅτι ἀπὸ παραγώγων εἰσὶ τῶν υω. εἴγε οὐδὲ αὐτὰ τὰ πρωτότυπα τὴν αὐτὴν
25κλίσιν ἀναδέχεται, λέγω δὲ τὸ ῥηγνύω, ζευγνύω, πηγνύω, ἀφ’ οὗ τὸ ζεύγνυμι καὶ πήγνυμι καὶ τούτοις παραπλήσια.
27tΠερὶ παθητικῶν (τῶν εἰς μι).
28 Διὰ ποῖαν αἰτίαν ἐν τοῖς εἰς μι συστέλλεται ἡ παραλήγουσα τοῦ παθητικοῦ ἐνεστῶτος; διότι ἐν αὐτοῖς αἱ γενικαὶ τῶν παρατατικῶν μετοχῶν ἰσόχρονοι θέλουσιν εἶναι ἐν τῇ ποιότητι τῶν φωνηέντων
30κατὰ τὴν παραλήγουσαν τῇ παραληγούσῃ τοῦ παθητικοῦ ῥήματος, οἷον λέγοντος λέγομαι, νικῶντος νικῶμαι, διδόντος δίδομαι, ἱστάντος ἵσταμαι, τιθέντος τίθεμαι. καὶ τούτου χάριν συστέλλεται ἡ παρα‐ λήγουσα τῶν παθητικῶν τῶν εἰς μι. Πόθεν τὸ ἧμαι καὶ κεῖμαι πεπονθότα εἰσί; ἀπὸ τοῦ ἕω βαρυτόνου τοῦ σημαίνοντος τὸ κάθημαι, ἐξ οὗ γίνεται περισπωμένως ἑῶ, καὶ ἐκ τοῦ κέω γίνεται περισπωμένως κεῶ, καὶ ἐξ αὐτῶν γίνονται
35παράγωγα εἰς μι ἕημι καὶ κέημι, καὶ τούτων τὸ παθητικὸν ἕεμαι καὶ κέεμαι, καὶ τὰ εε συναλείφονται πὴ
μὲν εἰς η πὴ δὲ εἰς τὴν ει δίφθογγον, καὶ γίνεται ἧμαι καὶ κεῖμαι, ὡς ἱππέες ἱππεῖς καὶ ἱππῆς.32

33

Πόθεν τὸ δύνῃ καὶ ἐπίστ; ἀπὸ τοῦ δύνασαι καὶ ἐπίστασαι κατὰ πάθος Ἰάδος διαλέκτου γέγονεν ἐνδείᾳ τοῦ ς καὶ τροπῇ τοῦ α εἰς ε δύνεαι καὶ ἐπίστεαι, καὶ κράσει τοῦ ε καὶ α εἰς η φυλαττομένου καὶ τοῦ ι δύνῃ καὶ ἐπίστῃ. αὕτη δὲ ἡ χρῆσις παρὰ μὲν τοῖς ποιηταῖς μᾶλλόν ἐστι, παρὰ δὲ τοῖς ἀττικίζουσι σπανίως.
5 Καὶ πόθεν τὸ ἐπίσταμαι; ἐκ τοῦ ἴσημι τὸ γινώσκω, καὶ τὸ παθητικὸν ἴσαμαι † καὶ πλεονασμῷ τοῦ τ ἐπίσταμαι. Διατί τὸ εἰμί τὸ ὑπάρχω καὶ εἶμι τὸ πορεύομαι οὐ ποιοῦσι παθητικὸν ἐνεστῶτα, τὸ μὲν ἔμαι τὸ δὲ ἴμαι; τὸ μὲν εἰμί τὸ ὑπάρχω οὐ ποιεῖ παθητικόν, ἐπειδὴ ὑπαρκτικόν ἐστι, τὰ δὲ ὑπαρκτικὰ οὐ ποιοῦσι παθητικά, τὸ δὲ εἶμι τὸ πορεύομαι οὐ ποιεῖ παθητικόν, ἐπειδὴ οὐδὲν πλέον θέλει σημαίνειν τοῦ εἶμι
10[τὸ] ἴμαι, ἀλλὰ τὴν αὐτὴν ἔχει σημασίαν. τούτου χάριν οὐ ποιοῦσι παθητικά. Πόθεν τὸ ἐκρέμω, ὡς τὸ παρὰ τῷ ποιητῇ (Ο 18) „ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω; ἀπὸ τοῦ κρέμαμι κρέμαμαι δευτέρας συζυγίας τῶν εἰς μι, καὶ ὁ παρατατικὸς ἐκρεμάμην, ἐκρέμασο, καὶ Ἰωνικῇ ἀφαιρέσει τοῦ ς, καὶ συναλοιφῇ Ἀττικῇ τοῦ αο εἰς ω μέγα ἐκρέμω. Καὶ διατί οὐ γίνεται τὸ ἐκρέμω ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, ὡς ἀπὸ τοῦ κρεμάω
15κρεμῶ; ἡ δευτέρα συζυγία τῶν περισπωμένων ἐπὶ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τῶν παθητικῶν τῷ ω παραλήγεται, τὸ δὲ κρέμαμαι ἐκρεμάμην τῷ α παραλήγεται, καὶ οὐχ εὕρηνται διὰ τοῦ ω, ἀλλ’ ὥσπερ ἐκ τοῦ ἵστημι ἱστάμην, οὕτως καὶ ἐκ τοῦ κρέμαμι ἐκρεμάμην. καὶ ἄλλως· ὅτι τὰ ἀπὸ περισπωμένων δεύτερα πρόσωπα τοῦ παρατατικοῦ περισπῶνται, οἷον ἐβοώμην ἐβοῶ, τὸ δὲ ἐκρέμω παροξύνεται, καὶ τούτου χάριν οὐ δύναται εἶναι ἀπὸ τοῦ κρεμῶ περισπωμένου.
20 Διὰ ποίαν αἰτίαν οὐ προπερισπᾶται τὸ ἔκεισο ἔκειτο, ὅπερ ἐκ τοῦ ἐκέετο συνῄρηται, ὥσπερ καὶ ἐκ τοῦ ἐπνέετο ἐπνεῖτο, ἐχέετο ἐχεῖτο καὶ κατεχεῖτο; ὅτι οὐ δυνατόν ἐστι τρισυλλαβήσαντα ῥήματα τῶν εἰς μι ληγόντων, ὅτε μὴ ὑπὸ τονικοῦ τινος ῥήματος εὐθύνεται, μὴ οὐχὶ τρίτην ἀπὸ τέλους ἔχειν τὴν ὀξεῖαν. εἴγε καὶ αὐτὰ τὰ θέματα παραχθέντα κατὰ τρεῖς συλλαβὰς οὐκ ἄλλῳ χρῆται τόνῳ ἢ τῷ τρίτῳ ἀπὸ τέλους. καὶ τούτου χάριν τὸ ἔκεισο ἔκειτο προπαροξύνεται, τὸ δὲ ἐπνεῖτο καὶ ἐχεῖτο ἀπὸ περισπωμένων
25εἰσὶ τοῦ πνῶ καὶ χῶ, καὶ τούτου χάριν προπερισπῶνται. Πόθεν τὸ ἔσο (?), οἷον „τέττα σιωπῶν ἔσσω“ (Δ 412); ἐκ τοῦ ἤμην, καὶ τὸ δεύτερα ἦσο, καὶ συστολῇ τοῦ η εἰς ε, καὶ πλεονασμῷ τοῦ ς ἔσσο. Διατί ἐκ τοῦ τέθειμαι παρακειμένου οὐ γίνεται ἀόριστος ἐτείθην ἀλλ’ ἐτέθην; ἐπειδὴ πᾶς παθη‐ τικὸς ἀόριστος τῶν εἰς μι βραχείᾳ θέλει παραλήγεσθαι, καὶ τούτου χάριν ἀποβάλλει τὸ κατὰ πλεονασμὸν
30ι, ὡς λέλεσθαι, ἵνα βραχυκαταληκτήσῃ. Καὶ πῶς οἱ ἐγνώσθην καὶ ἠδυνάσθην ἀόριστοι μακρᾷ παραλήγονται; ἐπειδὴ οὐκ εἰσὶν ἀπὸ τῶν εἰς μι. οὔτε γὰρ ἐκ τοῦ γνῶμι γέγονεν ἐγνώσθην, οὔτε ἐκ τοῦ δύνημι ἠδυνάσθην, ἀλλ’ ὁ μὲν ἐγνώσθην ἐκ τοῦ γνώω ἕκτης συζυγίας τῶν βαρυτόνων, οὗ ὁ [μέλλων] γνώσω, ὁ παρακείμενος ἔγνωκα, ὁ παθητικὸς ἔγνωσμαι, ὁ ἀόριστος ἐγνώσθην. ὁ δὲ ἠδυνάσθην ἐκ τοῦ δυνάζω τετάρτης συζυγίας τῶν
35βαρυτόνων, ὁ μέλλων δυνάσω, ὁ παρακείμενος δεδύνακα, ὁ παθητικὸς δεδύνασμαι, ὁ ἀόριστος ἐδυνάσθην,33

34

καὶ τροπῇ τοῦ ε εἰς η Ἀττικῶς ἠδυνάσθην, ὡς ἐν τῷ „ἀλλὰ γὰρ καταπέψαι μέγαν ὄλβον οὐκ ἠδυνάσθην“ (Pind. Ol. I. 55). Κατὰ ποίαν διάλεκτον γίνεται τὸ ἔθου δεύτερον πρόσωπον; κατὰ Ἀττικὴν (διάλεκτον γίνεται τὸ ἔθου δεύτερον πρόσωπον). οἱ γὰρ Ἴωνες ἀποβάλλουσι τὸ ς καὶ ἐκ τοῦ ἔθεσο ποιοῦσιν ἔθεο, καὶ οἱ
5Ἀττικοὶ συναιροῦντες τὸ ε καὶ ο εἰς τὴν ου δίφθογγον ποιοῦσιν ἔθου, ὥσπερ καὶ τὸ ἔδεο ἔδου. οὐκ ἐπὶ πᾶσι δὲ τοῖς τοιούτοις δευτέροις προσώποις τοῦτο ποιοῦσιν οἱ Ἴωνες καὶ οἱ Ἀττικοὶ, ἀλλ’ ἔν τισιν αὐτῶν, καὶ δυνατὸν μὲν τοὺς Ἴωνας ἀποβολὴν ποιεῖσθαι τοῦ ς, τῶν Ἀθηναίων μὴ συναιρούντων, τοὺς δὲ Ἀθηναίους συναίρεσιν ποιεῖσθαι, τῶν Ἰώνων μὴ ἀποβαλλόντων τὸ ς, ἀδύνατον, ἐπειδὴ πᾶσα συναίρεσις ἀπὸ καθαροῦ τῶν φωνηέντων θέλει γίνεσθαι.
10tΠερὶ ἀπαρεμφάτων.
11 Τίνος παραλήγουσαν θέλει φυλάττειν τὰ ἀπαρέμφατα; τὰ εἰς ναι ἀπαρέμφατα καὶ τὰ εἰς θι προστακτικὰ θέλουσι φυλάττειν τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον τίθημι τιθέναι, ὅτι τίθεμεν, δίδωμι διδόναι, ὅτι δίδομεν, ἵστημι ἱστάναι, ὅτι ἵσταμεν, ζεύγνυμι ζευγνύναι, ὅτι ζεύγνυμεν, συνεσταλμένως, χωρὶς τοῦ παρακειμένου καὶ τοῦ ὑπερσυντελίκου.
15 Καὶ διατί ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως καὶ οἱ μέσοι οὐ φυλάττουσι τὴν παραλή‐ γουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τῶν ἰδίων ὁριστικῶν; ἐπειδὴ τῶν δύο χρόνων μαχομένων, λέγω δὲ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ μελλόντων ἀμφοτέρων † φυλάξαι ἐν τῷ ἀπαρεμφάτῳ τὴν παραλήγουσαν τῶν ἰδίων ὁριστικῶν τῶν πληθυντικῶν προσώπων. τούτου χάριν ἀπέλιπεν ἡ παρα‐ λήγουσα τῶν πρώτων προσώπων τῶν πληθυντικῶν τῶν ἰδίων ὁριστικῶν ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων
20τοῦ παρακειμένου καὶ τοῦ ὑπερσυντελίκου καὶ τοῦ μέσου, καὶ ἐφύλαξε τὴν παραλήγουσαν τῶν τρίτων ἑνικῶν. Καὶ πῶς τὸ εἶναι ἀντὶ τοῦ ὑπάρχειν ἐκ τοῦ εἰμὶ γινόμενον οὐκ ἐφύλαξε τὴν παραλήγουσαν τοῦ πρώτου τῶν πληθυντικῶν, καὶ ἐγένετο ἔναι ἢ ἐέναι, ἀλλ’ εἶναι; ἐπειδὴ οὐ μόνον ἐμὲν ἢ ἐσμὲν εὑρίσκεται τὸ πρῶτον τῶν πληθυντικῶν [ἐν] τῷ ἰδίῳ ὁριστικῷ, ἀλλὰ καὶ εἰμέν, καὶ τούτου χάριν ἐγένετο εἶναι· τὸ
25δὲ εἶναι ἀντὶ τοῦ πορεύεσθαι παραλόγως ἐγένετο διὰ τῆς ει διφθόγγου, ὤφειλε γὰρ διὰ τοῦ ι εἶναι. καθόλου γὰρ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ διὰ τοῦ ι ἐκφέρεται.
27tΠερὶ προστακτικῶν.
28 Διατί τὸ δίδωθι μακρᾷ παραλήγεται, οἷον „δίδωθι δέ μοι κλέος ἐσθλοῦ“ (γ 380), ἐνεστῶτος χρόνου ὄντος, τὰ δὲ προστακτικὰ τοῦ ἐνεστῶτος βραχείᾳ θέλει παραλήγεσθαι; ποιητικῶς
30ἐξετάθη τὸ ο εἰς ω, τὸ γὰρ πρῶτον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ βραχείᾳ παραλήγεται, καὶ ὤφειλε καὶ τὸ προστακτικὸν βραχείᾳ παραλήγεσθαι. ἀλλ’, ὡς εἴπομεν, ποιητικῶς ἐξετάθη τὸ ο εἰς ω. Πῶς γέγονε τὸ ἴσθι; ἀπὸ τοῦ εἰμὶ τὸ ὑπάρχω, καὶ διὰ τοῦ ι καὶ ς, καίτοι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ἐμέν καὶ οὐκ ἰμέν, καὶ ἐκ τοῦ ἐμὲν γέγονεν ἀνάλογον ἔθι † ὥσπερ καὶ ἐν τῷ ἔχω
πλεονάσαντος τοῦ ς ἐτράπη τὸ ε εἰς ι καὶ γέγονεν ἴσχω. πολλάκις γὰρ πλεονάσαντος συμφώνου τρέπεται34

35

τὸ φωνῆεν εἰς ι, ὡς ἐν τῷ μένω μίμνω. ἐν μέντοι τῷ ἔστω τρίτῳ προσώπῳ οὐκ ἐτράπη τὸ ε εἰς ι, ἀλλ’ ἔμεινεν (ὡσαύτως), καίπερ πλεονάσαντος τοῦ ς. Πῶς γέγονε τὸ ἴσθι, ὃ σημαίνει τὸ γίνωσκε; ἀπὸ τοῦ ἴσημι δευτέρας συζυγίας τῶν εἰς μι, καὶ Δωρικῶς ἐτράπη τὸ η εἰς α, καὶ γέγονεν ἴσαμι, ὡς Θεόκριτος (V, 119) δηλοῖ λέγων „καλῶς μάλα τοῦτό
5γ’ ἴσαμι·“ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ἴσαμεν, καὶ συγκοπῇ τοῦ α γέγονεν ἴσμεν, καὶ τὸ προστακτικὸν ἴσθι, τὸ τρίτον ἴστω. Πῶς γέγονε τὸ σχές, σφὲς ὃ σημαίνει τὸ εἰσένεγκε, καὶ τὸ σπὲς ὃ σημαίνει τὸ εἰπέ; ἐκ τοῦ σχῶ καὶ σφῶ καὶ σπῶ, ὧν οἱ δεύτεροι ἀόριστοι ἔσχον, ἔσφον, ἔσπον, καὶ τὰ προστακτικὰ αὐτῶν σεσημείωνται, καὶ γίνονται σχές, ἐξ οὗ τὸ ἐπίσχες, καὶ σφὲς καὶ σπὲς, καίπερ ὀφείλοντα γίνεσθαι σχέ, σφέ, σπέ, ὡς τὸ
10εἰπέ, ἐλθέ, εὑρέ.
11tΠερὶ εὐκτικῶν.
12 Δι’ ἣν αἰτίαν ἡ τετάρτη συζυγία τῶν εἰς μι οὐ παραλήγεται διφθόγγῳ, ἀλλὰ τῷ υ μόνῳ, οἷον ζευγνύην, πηγνύην; ἐπειδὴ εἰώθασι τὰ εὐκτικὰ ἐνεργητικὰ ἐπὶ τῶν εἰς μι τοῦ ἐνεστῶτος καὶ παρα‐ τακτικοῦ δέχεσθαι πρὸ τῆς ην τὸ μ καὶ ποιεῖν τὰ παθητικά, οἷον τιθείην τὸ ἐνεργητικὸν, καὶ παθητικὸν
15τιθείμην, ἱσταίην ἱσταίμην, διδοίην διδοίμην· ἐπὶ δὲ τῆς τετάρτης συζυγίας [εἰ] προσέλαβε τὸ ι καὶ γέγονε ζευγνυίην διὰ τῆς υι διφθόγγου, οὐκ ἠδύνατο πρὸ τῆς υι διφθόγγου δέξασθαι τὸ μ καὶ ποιῆσαι τὸ παθητικόν, ἐπειδὴ ἡ υι δίφθογγος οὐχ εὑρίσκεται συμφώνου ἐπιφερομένου· καὶ τούτου χάριν ἡ τετάρτη συζυγία τῶν εἰς μι οὐ παραλήγεται διφθόγγῳ.
19tΠερὶ ὑποτακτικῶν.
20 Διατί τὸ ἐὰν σπ, ἐὰν σχ, ἐὰν ὦ περισπῶνται, μὴ οὔσης τῆς μετοχῆς εἰς ς μετ’ ὀξείας ἀλλὰ εἰς ν, οἷον σπών, σχών, ὤν; διὰ τὴν μονοσυλλαβίαν. αἱ γὰρ μονοσύλλαβοι λέξεις οὐδέποτε βαρύνονται, καὶ σαφὲς ὅτι ἐν τῇ συνθέσει ἀναβιβάζουσι τοὺς τόνους, οἷον κατάσχω καὶ ἐπίσχω. καὶ πῶς τὸ ὦ ἐν τῷ συνῶ οὐκ ἀνεβίβασε τὸν τόνον; ἐπειδὴ ἀπὸ τοῦ ἐντελεστέρου γέγονε τοῦ ἔω, τὰ δὲ ἀπὸ ἐντελεστέρων γινόμενα οὐκ ἀναβιβάζει τὸν τόνον ἐν τῇ συνθέσει, οἷον φιλέω φιλῶ καὶ καταφιλῶ, νοέω νοῶ [καὶ
25ἐννοῶ], καὶ τούτου χάριν τὸ ὦ ἐν τῷ συνῶ οὐκ ἀνεβίβασε τὸν τόνον. Πῶς δείξομεν τὸ ἐὰν χρυσοῖς δεύτερον πρόσωπον ὑποτακτικὸν παράλογον; κατὰ τὴν γραφὴν οὕτως· ὅτι οὐδέποτε ὑποτακτικὸν τὸ ι ἐκφωνεῖ, οὐδὲ βραχυνομένῳ φωνήεντι προχρῆται οὐδὲ βραχεῖ. καὶ ἄλλως· ὅτι τὰ παθητικὰ ὁριστικὰ διαφωνήσαντα ὑποτακτικοῖς ἐν πρώτοις προσώποις διαφωνεῖ ἐπὶ δευτέρου καὶ τρίτου προσώπου τῶν ἐνεργητικῶν, οἷον λέγομαι, ἐὰν λέγωμαι, λέγεις λέγει, ἐὰν λέγῃς ἐὰν
30λέγῃ. ὁμοφωνήσαντα δὲ ὁμοίως ὁμοφωνεῖ ἐπὶ δευτέρου καὶ τρίτου προσώπου, οἷον νικῶμαι, ἐὰν νικῶμαι, νικᾷς νικᾷ, ἐὰν νικᾷς ἐὰν νικᾷ. εἰ οὖν τὸ χρυσοῦμαι διαφωνεῖ τῷ ἐὰν χρυσῶμαι, δηλονότι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἐνεργητικῶν διαφωνεῖ, καὶ τούτου χάριν παράλογον τὸ ἐὰν χρυσοῖς δεύτερον πρόσωπον. Διατί τὸ ἐὰν δύνωμαι καὶ ἐὰν ἐπίστωμαι ἐκ τοῦ ἐὰν δυνῶ καὶ ἐὰν ἐπιστῶ ἐνεργητικῶν ὑπο‐
τακτικῶν γινόμενα οὐ προπερισπῶνται; ἐπειδὴ μὴ εὑρισκομένων τῶν ἐνεργητικῶν αὐτῶν καὶ ὑποτακτικῶν35

36

ἐν χρήσει, λέγω δὲ τοῦ ἐὰν δυνῶ καὶ ἐὰν ἐπιστῶ, οὐκ ἐφύλαξαν τὸν αὐτὸν τόνον, ἀλλ’ ὡς ἔτυχεν αὐτὸν ἔσχον. Διατί οὐ γίνεται ὁ παθητικὸς παρακείμενος τῶν ὑποτακτικῶν ἐπὶ τῶν εἰς μι ἐκ τοῦ ἰδίου ἐνεργη‐ τικοῦ κατὰ προσθήκην τῆς μαι, οἷον ἐὰν τεθείκω τεθείκωμαι; ὥς φησιν Ἡρωδιανὸς διὰ τὸ μὴ
5εὑρίσκεσθαι παντελῶς ἐν χρήσει [τὸν] τοιοῦτον ὑποτακτικόν. καὶ ἄλλως· ὅτι εἰ ἀπὸ τοῦ ὑποτακτικοῦ ἐνεργητικοῦ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου γέγονε τὸ παθητικὸν προσθέσει τῆς μαι, ὤφειλε καὶ ἐν τοῖς εἰς ω τὸ ὑποτακτικὸν παθητικὸν τῶν εἰρημένων χρόνων εἶναι ἐὰν τετύφωμαι ἀπὸ τοῦ ἐὰν τετύφω ἐνεργητικοῦ καὶ μὴ ἐπιλείπειν, μηδὲ διὰ μετοχῆς ὑπάρχειν, ὅπερ ἄτοπον. τούτου οὖν χάριν οὐ δύναται εἶναι ὁ παθητικὸς παρακείμενος ἐπὶ τῶν εἰς μι κατὰ προσθήκην τῆς μαι ἐκ τοῦ ἰδίου ἐνεργητικοῦ.
10tΠερὶ μετοχῆς.
11 Διατί ἡ πρώτη συζυγία τῶν εἰς μι οὐ ποιεῖ τὴν μετοχὴν διὰ τοῦ η, ἀλλὰ διὰ τῆς ει διφθόγγου; ἐπειδὴ τὰ εἰς ης διὰ τοῦ η γραφόμενα ποιοῦντα τριγένειαν διὰ καθαροῦ τοῦ ος θέλουσι κλίνεσθαι, οἷον ὁ εὐκλεής τοῦ εὐκλεέος, αἱ δὲ μετοχαὶ περιττοσυλλαβῶς κλινόμεναι † διὰ τοῦ τος κλίνονται, καὶ διὰ τοῦτο τὸ τιθεὶς διὰ τῆς ει διφθόγγου γράφεται. καὶ ἄλλως· ἐπειδὴ τὸ πρωτότυπον τοῦ τίθημι, οἷον
15τιθῶ, ἀπὸ ἐντελείας ἔχει τὸ ε, τὸ δὲ ε μεγαθυνόμενον διὰ τῆς προσθήκης τοῦ ι μεγαθύνεται, καὶ τούτου χάριν ἡ πρώτη συζυγία τῶν εἰς μι οὐ ποιεῖ τὴν μετοχὴν διὰ τοῦ η, ἀλλὰ διὰ τῆς ει διφθόγγου. Καὶ διατί ἡ δευτέρα συζυγία τῶν εἰς μι διὰ τοῦ α ποιεῖ τὴν μετοχὴν καὶ οὐ διὰ τοῦ η; ἐπειδὴ καὶ τὸ πρωτότυπον αὐτοῦ τὸ ἱστῶ καὶ κιχρῶ ἀπὸ τῆς ἐντελείας τοῦ κιχράω καὶ ἱστάω ἐγένετο, ἔχοντα τὸ α καὶ διὰ τοῦτο ἐπὶ τῶν μετοχῶν αὐτῶν ἐφυλάχθη τὸ α ἐκτεταμένον.
20 Διατί ἡ τρίτη συζυγία τῶν εἰς μι διὰ τῆς ου διφθόγγου ποιεῖ τὴν μετοχὴν καὶ οὐ διὰ τοῦ ω; ἐπειδὴ καὶ τὸ πρωτότυπον αὐτοῦ τὸ διδῶ ἀπὸ ἐντελείας τοῦ διδόω γέγονεν ἔχον τὸ ο, τὸ δὲ ο μεγαθυνό‐ μενον διὰ τῆς προσθήκης τοῦ υ μεγαθύνεται, καὶ εὐλόγως ἡ μετοχὴ διὰ τῆς ου διφθόγγου ἐγένετο καὶ οὐ διὰ τοῦ ω, ὁμοίως καὶ ἡ τετάρτη συζυγία διὰ τοῦ υ ἐκτεταμένου ποιεῖ τὴν μετοχὴν, οἷον ζευγνύς. Διατί αἱ μετοχαὶ αἱ εἰς δύο φωνήεντα λήγουσαι ἐπὶ τῆς εὐθείας, ἐν τῇ γενικῇ ἀποβάλλουσι τὸ ἕν,
25οἷον τιθεὶς τιθέντος; ἐπειδὴ πᾶσα εὐθεῖα πτωτικὴ ἀνὰ δύο φωνηέντων ἐκφερομένη, ὅτε κατὰ τὴν γενικὴν διὰ τοῦ ντ κλίνεται καὶ ὁλόκληρον ἔχει τὴν γενικὴν, τὸ δεύτερον φωνῆεν ἀποβάλλει, οἷον χαρίεις χαρίεντος, φωνήεις φωνήεντος. οὕτως οὖν καὶ αἱ μετοχαὶ ἀποβάλλουσι τὸ ἓν φωνῆεν, οἷον νυγεὶς νυγέντος, διδοὺς διδόντος. ὁμοίως καὶ τὸ ὀδοὺς ὡς μετοχὴ κλιθὲν ἀποβάλλει τὸ ἓν φωνῆεν. οὐκ ἀντί‐ κειται ἡμῖν τὸ Σιμοῦς [Σιμοῦντος], ὅτι οὐκ ἔστιν ὁλόκληρον. Σιμόεις γὰρ Σιμόεντος ἐστὶ τὸ ἐντελές. καὶ
30τούτου χάριν αἱ μετοχαὶ εἰς δύο φωνήεντα λήγουσαι ἀποβάλλουσι τὸ ἔσχατον κατὰ τὴν γενικήν. Τί διαφέρουσιν αἱ μετοχαὶ τῶν ὀνομάτων; διαφέρουσιν ὅτι ἰδίᾳ τονοῦνται αἱ μετοχαί, οἷόν εἰσιν εἰς εις ὀνόματα, ἀλλὰ βαρύτονα, μετοχὴ δὲ πᾶσα ὀξύνεται, οἷον τὸ χαρίεις ὄνομα βαρύνεται, ἡ δὲ τιθεὶς μετοχὴ ὀξύνεται. διὰ τοῦτο καὶ τὸ εἷς ὄνομα περισπᾶται, ἵνα ἐκφύγῃ τὴν ὀξεῖαν τάσιν. καὶ ἄλλως· ὅτι τὰ εἰς ους ὀνόματα οὐδέποτε ὀξύνονται, τῶν μετοχῶν ἁπασῶν ὀξυνομένων, καὶ διὰ τοῦτο παράλογα τὸ
35ποὺς καὶ ὀδούς. καὶ ἄλλως· ὅτι αἱ δισύλλαβοι γενικαὶ ἀπὸ τῶν εἰς ες εὐθειῶν περισπῶνται, αἱ δὲ36

37

μετοχαὶ πᾶσαι βαρύνονται, οἷον στάντων, βάντων. καὶ τοιαύτη ἡ διαφορὰ τῶν μετοχῶν καὶ τῶν ὀνομάτων. Διατί αἱ μετοχαὶ οὐδέποτε σύνθετοί εἰσιν ἀλλὰ παρασύνθετοι; ἐπειδὴ τὰ ῥήματά εἰσι σύνθετα, ἐξ ὧν αἱ μετοχαί. τὰ δὲ ἀπό τινων συνθέτων γενόμενα παρασύνθετά εἰσιν.
5 Διατί ὀνόματα συντιθέμενα ἀναβιβάζουσι τὸν τόνον ποτέ, ὡς τὸ ἀληθὴς φιλαλήθης, ἀρχαῖος φιλάρχαιος, αἱ δὲ μετοχαὶ οὐκ ἀναβιβάζουσι τὸν τόνον ποτέ; ..... Πῶς τὸ φὰς Περίφας, τλὰς πολύτλας καὶ Ἄτλας ἀναβιβάζουσι τὸν τόνον; εἰς ἔννοιαν γὰρ ὀνοματικὴν ἐλθόντα ὀνόματος σχῆμα ἀνεδέξαντο, καὶ ἀνεβίβασαν τὸν τόνον. τοῦ δὲ ἀέκων † ἢ γὰρ παρὰ τὸν ἀναβιβασμὸν παραδεκτέον αὐτὸ εἰς τὸ ὄνομα τὸ ἀέκων, ἢ εἴπερ μετοχή ἐστι σημειωτέον.
10 Τίνος ἕνεκεν ἐπενοήθη ἡ μετοχή; δι’ ἀναγκαίαν χρείαν. κατ’ ἑνὸς προσώπου θέλομεν πολλάκις † παραλαβεῖν, οἷον Ἀγαμέμνων ἐπολέμησεν, ἐβασίλευσεν, καὶ ἔστιν ἀσύνδετος ἡ φράσις χρήζουσα σύν‐ δεσμον, ἵνα εἴπωμεν τοῦτο οὕτως, Ἀγαμέμνων ἐβασίλευσε καὶ ἐπολέμησε, καὶ ἐπειδὴ οἱ συμπλεκτικοὶ σύνδεσμοι οὐκ εἰσὶ τάξεως παραστατικαί, ἀγνοοῦμεν ἐν τῇ φράσει ταύτῃ, ποῖον πρῶτον ἐγένετο. εἰ ἄρα πρῶτον ἐπολέμησεν, ἢ ἐβασίλευσεν. τούτου χάριν ἐπενοήθη ἡ μετοχὴ, ἵνα καὶ τοῦτο παραστήσῃ, καὶ
15συντονωτέρα γένηται ἡ φράσις (ἢ), Ἀγαμέμνων βασιλεύσας ἐπολέμησεν. ἐὰν γὰρ εἴπωμεν πολεμήσας ἐβασίλευσεν, εὑρίσκεται ἡ σημασία ἔχουσα, ὅτι πρῶτον ἐπολέμησεν καὶ οὕτως ἐβασίλευσεν, ὅπερ ἄτοπον. Διατί ἡ τοῦ παρακειμένου μετοχὴ οὐ λήγει εἰς ας ἀλλ’ εἰς ως; ἐπειδὴ τῶν παρακειμένων ῥημά‐ των ἐφέλκονται τὰ φωνήεντα αἱ μετοχαὶ ἢ αὐτόθεν, ἢ συναύξοντα αὐτῷ διὰ τὸ λῆγον τοῦ ἀρσενικοῦ. αὐτόθεν μὲν, ὡς ἔστι τὸ λέγω λέγων, συναύξοντα δὲ, ὡς ἔστι τὸ ἔλεξᾰ λέξᾱς. τοῦ δὲ παρακειμένου ἡ
20μετοχὴ οὐκ εἰς ας ἠδύνατο γενέσθαι, ἐπειδὴ οὔτε ἀρσενικὸν μόνον ἠδύνατο λήγειν οὔτε εἰς βραχὺ ας.
διὸ ἐμιμεῖτο ἄρας, λέξας, καὶ τούτου χάριν οὐκ ἐγένετο εἰς ας ἡ μετοχὴ τοῦ παρακειμένου ἀλλ’ εἰς ως.37