TLG 0087 049 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ λέξεως τῶν στίχων Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Περὶ λέξεως τῶν στίχων Source: de Furia, F. (ed.), Appendix ad Draconem Stratonicensem. Leipzig: Weigel, 1814: 88. Citation: (Line) | ||
1t | ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΤΗΣ ΛΕΞΕΩΣ | |
---|---|---|
2t | ΤΩΝ ΣΤΙΧΩΝ. | |
3 | Στίχος ἐστὶ καὶ λέξεως δηλωτικῆς σύμμετρος καὶ μέγε‐ θος. εἴδη δὲ στίχων εἰσὶ ιβ· ἰσόχρονος, ἀπηρτισμένος, | |
5 | ἀκέφαλος, λαγαρὸς, μείουρος, τραχὺς, μαλακοειδὴς, κακό‐ φωνος, λογοειδὴς, προκέφαλος, σφηκίας καὶ δολιχοῦρος. ἰσόχρονος μὲν οὖν ἐστὶ ὁ καὶ τὰ μεγέθη τῶν συλλαβῶν καὶ τοὺς πόδας ἀπὸ τῶν πρώτων ἄχρη τῶν ἐσχάτων ἔχων, οἷον, τώδ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν. ἀπηρτι‐ | |
10 | σμένος δὲ, ὁ τὴν διάνοιαν πᾶσαν ἔχων ἐν ἑαυτῷ, οἷον, ὡς εἰπὼν ἐξέσσυτο φαίδιμος Ἕκτωρ. ἀκέφαλος δὲ ἐστὶν ὁ ἀπὸ βραχείας ἀρχόμενος, οἷον, ἐπειδὴ νῆας τὲ καὶ Ἑλλήσποντον ἕκοντο. λαγαρὸς, ὁ κατὰ μέσον τὴν συμπλοκὴν μὴ σώζων, τὴν θέσιν μὴ σώζων, οἷον, Νέ‐ | |
15 | στωρα δ’ οὐκ ἔλαθεν ἡ ἀχὴ πίνοντα περ’ ἔμπης. μείου‐ ρος δὲ, ὁ κατὰ τὸ τέλος τὴν θέσιν μὴ σώζων, καὶ τὴν παρατέλει συλλαβὴν βραχεῖαν ἔχων, οἷον, Τρῶες δ’ ἐῤ‐ ῥίγησαν, ὅπως ἴδον αἰόλον ὄσφιν. τραχὺς δὲ ἐστὶ ὁ τὸν ῥῦζον τῶν φθόγγων συνιστὰς, ὡς, τριχθά τε | |
20 | καὶ τετραχθὰ διατρυφθὴν κάππεσε χειρός. μαλα‐ κοειδὴς ἐστὶν ὁ λείως ἐπιπίπτων ταῖς ἀκοαῖς, οἷον, αἵ‐ ματεϊ οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι. κακόφωνος ἐστὶ ὁ τὰ πολλὰ φωνήεντα ἔχων, οἷον, φῄη ἀθερελοι‐ γὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ. λογοειδὴς δὲ ἐστὶ ὁ πεζό‐ | |
25 | τερος τῇ συνθέσει, οἷον, ἵππους τε ξανθοὺς ἑκατὸν πεντήκοντα. προκέφαλος· ἢ οὐχ ἅλις, ὅτι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις. σφηκίας, οἷον, ἢ λάθετ’, ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ. δολιχοῦρος, οἷον, Κά‐ στορά θ’ ἱππόδαμον, καὶ πύξ ἀγαθὸν Πολυδεύκεα. | |
30t | Τέλος. | 88 |