TLG 0087 047 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: De locutionum pravitatibus (prior pars operis) [Sp.] (fort. auctore Corneliano) (e codd. Barocc. 76 + Laur. VI–22 + Mon. gr. 529 + Paris. suppl. gr. 66)

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

De locutionum pravitatibus (prior pars operis) [Sp.] (fort. auctore Corneliano) (e codd. Barocc. 76 + Laur. VI–22 + Mon. gr. 529 + Paris. suppl. gr. 66)

Source: Cramer, J.A. (ed.), Anecdota Graeca e codd. manuscriptis bibliothecarum Oxoniensium, vol. 3. Oxford: Oxford University Press, 1836 (repr. Amsterdam: Hakkert, 1963): 246–262.

  • Περὶ τῶν ζητουμένων κατὰ πάσης κλίσεως ὀνόματος: pp. 246–255
  • Περὶ κλίσεως ῥημάτων: pp. 256–262

Cf. et 0087 038

Citation: Page — (line)

246

(1t)

ΗΡΩΔΙΑΝΟΥ
2tΠΕΡΙ
3tΤΩΝ ΖΗΤΟΥΜΕΝΩΝ ΚΑΤΑ ΠΑΣΗΣ ΚΛΙΣΕΩΣ
4tΟΝΟΜΑΤΟΣ.
5ΠΟΛΛΩΝ σφαλλομένων κατὰ κλίσιν δοτικῆς πτώσεως καὶ τοῦ ὀνόματος· καὶ τῶν μὲν λεγόντων τοῖς συγγενεῦσι, τῶν δὲ τοῖς συγγενεῖσιν, ἀναγκαῖον εἰπεῖν ὅσα κλιτέον. Οὔτε οὖν συγγενεῦσιν, ἐπεὶ μὴ ἔστιν ὀνομαστικὴ ὁ συγγενής· μόνα γὰρ τὰ διὰ τῆς ευ διφθόγγου ἐκφερόμενα ἐπὶ τῆς ὀνομαστικῆς,
10ταῦτα τηρεῖται τὴν ευ δίφθογγον καὶ ἐπὶ τῆς δοτικῆς· οἷον, ὁ ἱππεὺς, τοῖς ἱππεῦσι· καὶ ὁ ἀριστεὺς, τοῖς ἀριστεῦσιν· ἐνταῦθα δὲ οὐκ ἔστι συγγενεύς· διὰ τοῦτο οὔτε συγγενεῦσιν, ἢ συγγε‐ νεῖσι· μόναι γὰρ αἱ ἀπὸ τῶν εἰς μι ληγόντων ῥημάτων μετο‐ χαὶ διὰ τῆς ει κλίνονται· οἷον τίθημι, τοῖς τιθεῖσιν· σύνειμι,
15τοῖς συνεῖσιν. οὔτε οὖν τοῖς συγγενεῖσιν, οὐ γάρ ἐστιν ἀπὸ ῥή‐ ματος, ὥσπερ τίθημι, τοῖς τιθεῖσι· μόνως ἄρα κλιτέον τοῖς συγγενέσι, λόγῳ τοιούτῳ· ὅσα τῶν ὀνομάτων ἔστι σύνθετα, παρ’ οὐδέτερον ὄνομα συγκείμενα, τὴν αὐτὴν ἕξει κλίσιν, ὥσ‐ περ καὶ αὐτὰ τὰ οὐδέτερα· τοιοῦτόν ἐστι καὶ τὸ συγγενὴς
20παρὰ τὸ γένος συγκείμενον. ὥσπερ ἀπὸ τοῦ γένους ἡ πληθυν‐ τικὴ δοτικὴ τοῖς γένεσι γίνεται, οὕτω καὶ ἀπὸ ὁ συγγενὴς, τοῖς συγγένεσι.
Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες τὸ θηλυκὸν τὴν εὐγενίδα, καὶ246

247

συγγενίδα· δέον, ὥσπερ ὁ εὐγενὴς, καὶ ἡ εὐγενὴς, καὶ ὁ συγ‐ γενὴς, καὶ ἡ συγγενής· κοινοῦτε ὄντος τοῦ ὀνόματος, ὥσπερ ὁ εὐτυχὴς, καὶ ἡ εὐτυχὴς, τὸν εὐτυχῆ, καὶ τὴν εὐτυχῆ, οὐ τὴν εὐτυχίδα· οὐδ’ ἄρα οὐδὲ τὴν εὐγενίδα, οὐδὲ τὴν συγγενίδα·
5ἀλλὰ μόνως τὴν εὐγενῆ καὶ συγγενῆ· καθάπερ καὶ τὸ ἀρσενι‐ κὸν, ὥς που καὶ Μένανδρος,
Κρωβύλῃ
τῇ μητρὶ πείθου, καὶ γάμει τὴν συγγενῆ.
Ὁμοίως ἁμαρτάνουσιν οἱ τὰ ἡμίση λέγοντες, δέον τὰ ἡμίσεα,
10λόγῳ τοιούτῳ· τὰ τριγενῆ τῶν ὀνομάτων, ἐπὶ τῶν οὐδετέρων διαιρεῖται· οἷον, οἱ γλυκεῖς· αἱ γλυκεῖαι, τὰ γλυκέα· καὶ οἱ ὀξεῖς, αἱ ὀξεῖαι, τὰ ὀξέα· οὕτως ἄρα καὶ οἱ ἡμίσεις, αἱ ἡμί‐ σειαι, τὰ ἡμίσεα· καὶ τὸ ἑνικὸν, τοῦ ἡμίσεος, ὡς τοῦ ὀξέος, καὶ τοῦ γλυκέος· ἁμαρτάνουσιν οὖν οἱ λέγοντες τοῦ ἡμίσους
15καὶ τὰ ἡμίση, δέον λέγειν τὰ ἡμίσεα καὶ τοῦ ἡμίσεος. Εἰσὶν οἱ σφάλλονται περὶ τὴν γενικὴν, λέγοντες τῆς ξύστρης, καὶ τῆς γεφύρης, δέον διὰ τοῦ α, τῆς ξύστρας, καὶ τῆς γεφύ‐ ρας, λόγῳ τοιούτῳ· πάντα ὅσα τῷ ρ παραλήγεται ὀνόματα, φυλάττει τὸ α ἐπὶ πασῶν τῶν πτώσεων· οἷον, σφαῖρα, σφαί‐
20ρας· ἑταίρα, ἑταίρας· οὕτω ἄρα ξύστρα, ξύστρας· καὶ γεφύρα, γεφύρας· συμβέβηκε καὶ ἐπὶ τῆς διὰ καθαροῦ τοῦ α ἐκφερο‐ μένου· καὶ γὰρ ταῦτα φυλάττει τὸ α ἐπὶ πασῶν τῶν πτώσεων· οἷον, Μήδεια, Μηδείας· Σθενέβοια, Σθενεβοίας. Τὰ δὲ μήτε διὰ τοῦ α ἐκφερομένα καθαροῦ, μήτε τῷ ρ παραληγόμενα, ἀλλὰ
25ἄλλῳ τινὶ συμφώνῳ, πάντως τρέπεται εἰς τὸ η· οἷον μέλισσα, μελίσσης· θάλασσα, θαλάσσης· τούτων δὲ οὕτως ἐχόντων, ζητεῖται πῶς ἡ Λήδα διὰ τοῦ α κλίνεται· καίτοι οὔτε διὰ καθ‐ αροῦ τοῦ α ἐκφέρεται, οὔτε τῷ ρ παραλήγεται· ἀλλὰ τῷ δ· πῶς οὖν ἐφύλαξε τὸ α τῆς Λήδας; λέγομεν οὖν, ὅτι ἐκ‐
30τείνεται ἡ τελευταία συλλαβὴ τῆς Λήδας· πάντα δὲ τὰ ἐπὶ247

248

τῆς τελευταίας συλλαβῆς ἐκτεινόμενα, πάντα φυλάττει τὸ α, ὁποίῳ συμφώνῳ ἂν παραλήγηται, οἷον φιλομήλα, φιλομήλας. Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες τοῦ ταμία, δέον τοῦ ταμίου. μόνως γὰρ τὰ ὑπὲρ δύο συλλαβὰς εἰς ας λήγοντα ἢ εἰς ρας
5πάντως τὴν γενικὴν εἰς ου τρέπει, οἷον Μειδίας, Μειδίου· Δια‐ γόρας, Διαγόρου· οὕτως ἄρα καὶ ταμίας, ταμίου. Εἰσὶν οἱ σφάλλοντες τὴν γενικὴν, λέγοντες τοῦ νοὸς, καὶ τοῦ ῥοὸς, δέον τοῦ νοῦ, καὶ τοῦ ῥοῦ. οὐ γάρ ἐστιν ὅμοια τῷ βοῦς, τοῦ βοὸς, καὶ τῷ ποῦς, τοῦ ποδός· ὅθεν οὖν σφάλλονται, ἔστιν ὁ
10λόγος τοιοῦτος. ὅσα τῶν ὀνομάτων διαίρεσιν ἐπιδέχεται ἐν τῇ ὀνομαστικῇ, ταῦτα ἐν ταῖς ἄλλαις πτώσεσιν οὐκέτι διαιρεῖται· οἷον ὁ νοῦς διαιρεῖται, νόος γάρ ἐστι, καὶ ὁ ῥοῦς, ῥόος γάρ· οὐκοῦν ταῦτα πάντα, ἐπὶ τῶν ἄλλων πτώσεων οὐκέτι διαιρε‐ θήσεται, ἀλλὰ συσταλήσεται, οἷον ὁ νοῦς, τοῦ νοῦ· ὁ ῥοῦς, τοῦ
15ῥοῦ. ὁ δὲ βοῦς, ἐπεὶ μὴ δύναται ἐπὶ τῆς ὀνομαστικῆς διαι‐ ρεῖσθαι, ὁ βόος γὰρ οὐ λέγεται, διὰ τοῦτο ἐπὶ τῶν ἄλλων πτώ‐ σεων διαιρεῖται· τοῦ βοὸς, τῷ βοΐ· ὁμοίως καὶ ὁ τοὺς ἐπεὶ μὴ διαιρεῖται· ὁ πόος γὰρ μηδέν ἐστι διὰ τοῦτο ἐπὶ τῶν ἄλλων διαιρεῖται πτώσεων, τοῦ ποδὸς καὶ τῷ ποδί.
20 Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες, νήστης εἰμί· λέγειν οὖν δέον νῆστις· συμβαίνει γὰρ ὅμοιοι τῷ νήστης ὁ κλώστης, καὶ ἀπὸ τοῦ νήθω τὸ κλώθω, μόνως οὖν ὁ νῆστις· κοῖνον γὰρ τοὔ‐ νομα, λόγῳ δὲ τούτῳ· πρῶτον μὲν οὐκ ἔστιν ὅμοιος ἐκείνοις, ὡς ἀπὸ τοῦ νήθω, νήστης· νήστω γὰρ οὐκ ἔστιν· ἐπεὶ ἂν ἦν
25καὶ ὁ νήστης εἰ τοιαύτη χρῆσις ἦν, μόνως γὰρ ὁ νῆστις οἱ Ἀττικοὶ λέγουσι, καὶ Ὅμηρος δὲ εἰπὼν
νήστιας ἀκμηνοὺς (Il. Τ. 207.) ἔδειξεν ὅτι νῆστις ἐστίν· εἰ γὰρ ἦν νήστης, εἶπεν ἂν νήστας,
τοῦ μέτρου ἐγχωροῦντος.248

249

Ζητεῖται πότερόν ποτε ἡ αὐξῆ καλεῖται περισπωμένως ἢ βαρυτόνως· οἱ μὲν ἀξιοῦσι καλεῖν καὶ περισπᾶν αὐξῆ, ὡς αὐλῆ καὶ αὐδῆ· λέγομεν δὲ ὅτι οὐ δύναται· οὐδὲ γὰρ τὸ ῥῆμα ἔστιν αὐξῶ· λέγομεν οὖν, ὅτι τρία ταῦτα ὁμοίως λέγεται· αὔξη,
5καὶ βλάστη, καὶ ἄνθη· ἐπεὶ παρεσχημάτισται αὐτοῖς αὔξη‐ σις, βλάστησις, ἄνθησις· τὸν αὐτὸν οὖν ἕξει καὶ ταῦτα τόνον· οὐ περισπώμενα ἀλλ’ ἀναβιβαζόμενα· αὔξη· βλάστη· ἄνθη. Ὁμοίως πλημμελοῦσιν οἱ λέγοντες ἀπὸ τοῦ ἄνθη τὴν γενι‐ κὴν τῶν πληθυντικῶν τῶν ἀνθῶν· ὡς βέλη, τῶν βελῶν· καὶ τὰ
10γένη, τῶν γενῶν· ἀλλὰ τὰ μὲν ἄλλα περισπᾶται ὁμολογου‐ μένως, τὰ δὲ ἄνθη οὐκέτι τῶν ἀνθῶν, ἐπειδὴ ἄλλο τι ἐμφαίνεται οἷον “ἀνθ’ ὧν ἔδωκας, ἀνθ’ ὧν ἔγραψας·” ὅθεν τοῦτο μόνον διαι‐ ρεῖται τῶν ἀνθέων, ὡς καὶ οἱ παλαιοὶ κέχρηνται. Ὁμοίως σφάλλονται περὶ τὴν γενικὴν πτῶσιν τοῦ Ὀλυμ‐
15πιονίκου καὶ τοῦ Πολυνείκους, ὅτι μὴ ὁμοίως κλίνεται· ἀλλ’ ὁ μὲν Πολυνείκης μετὰ τοῦ ς· ὁ δὲ Ὀλυμπιονίκης ἄνευ τοῦ ς, Ὀλυμπιονίκου. λέγομεν οὖν, ὅμοια εἶναι τῷ σύνθετα καὶ ἀμ‐ φότερα· οὐ μὴν ὁμοίως σύγκειται, ὡς τὸ νεῖκος, τοῦ νείκους, οὕτω Πολυνείκης, Πολυνείκους· ὁ δὲ Ὀλυμπιονίκης οὐκέτι
20παρ’ οὐδέτερον ὄνομα σύγκειται, ἀλλ’ ἀεὶ θηλυκὸν, τὴν νίκην· ὅθεν οὐκέτι προσλαμβάνει ἐπὶ τῆς γενικῆς τὸ ς· πῶς οὖν οὐχ Ὑπερείδους λέγομεν τὴν γενικὴν, ἀλλ’ ἄνευ τοῦ ς. Ὑπερείδου, καίτοι τὸ εἶδος, τοῦ εἴδους λέγομεν; φαμὲν οὖν ὅτι εἰ καὶ παρ’ οὐδέτερον μάλιστα σύγκειται τὸ εἶδος, ὅμως οὐ προσλή‐
25ψεται τὸ ς, ἐπειδὴ τύπον ἔχει πατρωνυμικοῦ Ὑπερείδης, ὡς Ἀτρείδης καὶ Πηλείδης· ὥσπερ οὖν τὰ πατρωνυμικὰ πάντα ἐπὶ τῆς γενικῆς ἄνευ τοῦ ς κλίνεται· οὕτω καὶ τοῦτο τύπον ἔχον πατρωνυμικοῦ, ὡς Ἀτρείδης, Ἀτρείδου, καὶ Πηλείδης, Πηλείδου.
30Ἔτι ἁμαρτάνουσιν οἱ γράφοντες νῆσσος διὰ δύο σς, ὡς249

250

θάλασσα καὶ μέλισσα· μόνα γὰρ ταῦτα διότι μεταβάλλονται, οἷον, μέλιττα· ἃ δὲ μὴ δύνανται μεταβάλλεσθαι εἰς δύο ττ, δηλονότι οὐδὲ διὰ τῶν δύο σς γραπτέον, ὥσπερ καὶ Ὀδυσσεὺς, δῆλον μὲν, ὅτι ἔχει ἐκφώνησιν διὰ τῶν δύο σς, γράφεται καὶ
5διὰ τοῦ ἑτέρου. Ζητεῖται, πῶς γραπτέον τὸ Σμύρνα· ἐπειδὴ πολλοὶ ἁμαρ‐ τάνουσι, γράφοντες διὰ τοῦ ζ. οὐδέποτε γὰρ πρὸ τοῦ μ τὸ ζ γραπτέον, δι’ αἰτίαν τοιαύτην· διπλοῦν γὰρ ὂν τὸ ζ· καὶ συν‐ εστὸς ἐκ β συμφώνων, τοῦ τε ς καὶ τοῦ δ, οὐ δύναται μετὰ τοῦ
10μ πίπτειν· τρία γὰρ σύμφωνα ὁμοῦ τάττεσθαι οὐ δυνατὸν, εἰ μὴ ἄρα μετὰ τοῦ ρ, ὃ ἔχει τινὰ πλείονα οἰκειότητα πρὸς τὰ φωνήεντα· οἷον, βάκτρον· τὸ δὲ στλεγγὶς οὐ γ σύμφωνον ἔχει ἄνευ τοῦ ρ. Ζητεῖται, πῶς σχῆμα μὲν λέγομεν χωρὶς τοῦ ι· σχῦς δὲ
15οὐ λέγεται, καὶ σχᾶς ἄνευ τοῦ ι· λέγομεν οὖν ὅτι οὐδὲ μονο‐ σύλλαβον ὄνομα εἶναι δύναται ἀπὸ δύο συμφώνων στεῤῥῶν ἀρ‐ χόμενον· ὅθεν σχῦς, οὐδὲ σχᾶς μονοσυλλάβως, ἀλλὰ μετὰ τοῦ ι, ἰσχὺς καὶ ἰσχάς. Πῶς οὖν γρὺψ λέγομεν, καὶ κλεὶς, καὶ κλὼψ μονοσυλλάβως; καίτοι ταῦτα ἀπὸ δύο συμφώνων
20ἄρχεται· λέγομεν οὖν, οὐκ ἀπὸ στεῤῥῶν συμφώνων ἄρχεται ταῦτα, ὡς ἔφαμεν, συνέζευκται δὲ αὐτοῖς πάντως τὶ τῶν ὑγρῶν καὶ ἀμεταβόλων· οἷον τῷ μὲν γρὺψ τὸ ρ· τῷ δὲ κλὼψ τὸ λ. δοκεῖ δὲ ἀντιπίπτειν τῷ κανόνι τὸ πτὼξ, τοῦτο γὰρ φασὶ, καὶ μονοσύλλαβόν ἐστι, καὶ ἀπὸ στεῤῥῶν ἄρχεται συμφώνων, τοῦ
25τε π, καὶ τοῦ τ. λέγομεν οὖν πρὸς τοῦτο, ὅτι οὐκ ἔστιν οὐδ’ αὐτὸ μονοσύλλαβον, ἀλλὰ συνῄρηται ἀπὸ τοῦ δισυλλάβου τοῦ πτόωξ εἴρηται δὲ παρὰ τὸ πτοεῖσθαι. Ἔτι δὲ ἀντιπίπτει πολλὰ, οἷον σφὴξ, φθεὶρ, φθοῖς· διὰ τοῦτο ἄμεινον λέγειν τὰ ἀπὸ ς καὶ τοῦ χ ἀρχόμενα μονοσύλλαβα μὴ δύνασθαι εἶναι,
30ἀλλὰ προσλαμβάνει τὸ ι, οἷον ἰσχάς.250

251

Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες τὴν δοτικὴν ταῖς χειρσὶ, δέον ἄνευ τοῦ ι ταῖς χερσὶ λέγειν· καί τοι τῆς ἄλλης ἁπάσης κλίσεως τοῦ ὀνόματος τὴν δίφθογγον ἐχούσης, οἷον ἡ χεὶρ, τῆς χειρὸς, τῇ χειρὶ, τὴν χεῖρα· καὶ τῶν δυϊκῶν ὁμοίως, καὶ τῶν
5πληθυντικῶν ἐχόντων τὴν δίφθογγον, διὰ τοῦ ε μόνου κλίνεται, ταῖς χερσὶν, ἡ δοτικὴ πληθυντικὴ, μόνη γὰρ οὐκέτι ἔχει τὴν δίφθογγον· λέγομεν οὖν ὅτι αἱ μὲν ἄλλαι πτώσεις, ἐφύλαξαν τὴν δίφθογγον διὰ τὸ φωνῆεν ἐπιφέρεσθαι μετὰ τοῦ ρ, χειρὶ, χεῖρα, καὶ χειρῶν· ἐνταῦθα δὲ συμφώνου ἐπιφερομένου τοῦ ς, οὐκ‐
10έτι ἡ δίφθογγος ἔμεινε χειρσὶν, ἀλλ’ ἀφαιρεθέντος τοῦ ι, ἐῤῥήθη χερσί· ἀντίκειται τῷ κανόνι τὸ φθειρσὶν, ὅτι καὶ τοῦ ς ἐπιφε‐ ρομένου ἡ δίφθογγος ἔμεινε· μόνως οὖν ῥητέον ταῖς χερσί. Ἔτι πλημμελοῦσιν οἱ λέγοντες ὑγεία τρισυλλάβως, δέον ὑγίεια τετρασυλλάβως· μόνως γὰρ οὕτως οἱ ἀρχαιοὶ εἰρήκασιν·
15ὡς ἐν τῇ κωμῳδίᾳ
αὗται γὰρ ἐπιθυμοῦσιν ὑγιείας τυχεῖν. Ἔτι πλημμελοῦσιν οἱ διαιροῦντες τὸ μύϊα, ὑϊὸς, τρισύλλα‐ βον· δεῖ γὰρ ἀμφότερα συναιρεῖν λόγῳ τοιούτῳ· ὅτι τὸ ι μετὰ τοῦ υ ταττόμενον οὐδέποτε διαιρεῖται, οὐδὲ χωρίζεται κατ’
20αὐτό· ἀλλὰ τὸ υ συνεκφωνεῖται, καὶ γίνεται μία δίφθογγος ἡ υί· οὐκοῦν αἴθυια μὲν τρισύλλαβον καὶ ἅρπυια, μυία δὲ καὶ υἱὸς δισύλλαβα. Ἁμαρτάνουσιν οἱ λέγοντες Ἀπελλοῦς καὶ Ἑρμοῦς· καὶ Ἀπελλῆ, καὶ Ἑρμῆ τὴν αἰτιατικὴν, δεὸν μετὰ τοῦ ν, τὸν
25Ἀπελλῆν, τὸν Ἑρμῆν· τὴν δὲ γενικὴν χωρὶς τοῦ ς, τοῦ Ἀπελ‐ λοῦ, καὶ τοῦ Ἑρμοῦ λόγῳ τοιούτῳ· ὅτι πάντα τὰ εἰς ης λή‐ γοντα ἀρσενικὰ δισύλλαβά τε καὶ τρισύλλαβα μόνον κύρια καὶ ἁπλᾶ, ἐπὶ μὲν τῆς γενικῆς ἀποβάλλει τὸ ς· οἷον, Ἑρμῆς Ἑρμοῦ· Ἀπελλῆς, Ἀπελλοῦ· ἐπὶ δὲ τῆς αἰτιατικῆς προσ‐
30λήψεται τὸ ν· οἷον τὸν Ἑρμῆν, τὸν Ἀπελλῆν· τὸν εὐτυχῆ251

252

μέντοι καὶ τὸν εὐγενῆ χωρὶς τοῦ ν. σύνθετα γάρ ἐστι, καὶ πάντα κύρια. μόνως ἄρα ἐροῦμεν τὸν Ἀπελλῆν καὶ τὸν Ἑρ‐ μῆν· τοῦ Ἀπελλοῦ καὶ τοῦ Ἑρμοῦ. Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες Σεραπεῖον, Ἀσκληπεῖον·
5οὐ γάρ ἐστιν ὅμοια· ὅθεν Ἀσκληπεῖον μὲν ἐροῦμεν, Σεραπεῖον δὲ οὐ, ἀλλὰ Σεραπίδιον λόγῳ τοιούτῳ· ὅσα ἐπὶ τῆς γενικῆς διὰ τοῦ δος κλίνονται, ταῦτα καὶ ἐπὶ τοῦ κατηχητικοῦ σχή‐ ματος τὸ δ φυλάξει. ἔστιν οὖν Σέραπις, Σεράπιδος· διὰ τοῦτο καὶ Σεραπίδιον ἐροῦμεν· καὶ Ἴσις Ἴσιδος· Ἰσίδιον οὖν ἐροῦ‐
10μεν, ὡς καὶ Εὐριπίδης ἀπὸ τῆς Θέτιδος Θετίδιον εἶπε
Θετίδιον αὔδα. Ὁμοίως ἁμαρτάνουσιν οἱ λέγοντες Διονυσεῖον, ὡς Ἀσκλη‐ πεῖον· λόγῳ τοιούτῳ ὅσα ἐπὶ γενικῆς ὀνόματα περισπᾶται, ταῦτα καὶ τοπικῶς σχηματιζόμενα περισπᾶται· ἐπεὶ οὖν
15Ἀσκληπιὸς Ἀσκληπιοῦ, Διόνυσος δὲ Διονύσου, καὶ Θησεὺς Θησέως, ἐπεὶ οὐ περισπᾶται, διὰ τοῦτο οὐκ ἐροῦμεν Θησεῖον, οὐδὲ Διονυσεῖον, ἀλλὰ Διονύσιον καὶ Θήσειον· τὰ μέντοι διὰ τῆς αι διφθόγγου ἐκφερόμενα οὐκέτι περισπᾶται, ἀλλ’ ἀναβι‐ βάζεται μόνον, Ἕρμαιον, Νύμφαιον.
20 Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες τοῖς πρόβασιν, ὡς ἅρμασι, τὴν δοτικὴν πτῶσιν, σφαλλόμενοι τῇ ὁμοιότητι· ὡς γὰρ ἀπὸ τοῦ ἅρματα, τῶν ἁρμάτων, τοῖς ἅρμασιν, οὕτως φασὶ καὶ ἀπὸ τοῦ πρόβατα, τῶν προβάτων, τοῖς πρόβασιν· οὐκ ἐννοήσαντες ὅτι ἀνόμοια εἰσὶν αὐτῶν τὰ ἑνικά· τὸ μὲν γάρ ἐστι τὸ ἅρμα, ὅθεν
25γίνεται τοῖς ἅρμασιν, ὡς τὰ πράγματα, τοῖς πράγμασιν· ἀπὸ δὲ τοῦ πρόβατον τοῖς προβάτοις γίνεται, ὡς ἀπὸ τοῦ κάρυον τοῖς καρύοις. Ὁμοίως ζητεῖται καὶ ἡ δοτικὴ πῶς ῥηθήσεται τοῖς ὤτοις, ἢ τοῖς ὠσί. πάλιν γὰρ σφάλλονταί τινες τῇ ὁμοιότητι. ὥσπερ
30ἀπὸ τοῦ τὰ πλήκτρα τῶν πλήκτρων, τοῖς πλήκτροις, οὕτω φασὶ
καὶ ἀπὸ τοῦ τὰ ὦτα, τῶν ὤτων, τοῖς ὤτοις· ἁμαρτάνουσι δὲ,252

253

δέον ἀπιδεῖν εἰς τὴν ὀρθὴν τοῦ ὀνόματος, ὅτι οὐκ ἔστιν ἀλλή‐ λοις ὅμοια· ὅθεν οὐδὲ ὁμοίαν ἔχειν ὀφείλει τὴν κλίσιν, ἀλλ’ ἀπὸ μὲν τῆς τὸ πλῆκτρον εὐθείας, τοῖς πλήκτροις ἡ δοτικὴ γίνεται, ἀπὸ δὲ τῆς οὖς, τοῖς ὠσίν.
5 Ἁμαρτάνουσιν οἱ λέγοντες ἐπὶ τῶν τάφων ἡρῶον, δέον λέ‐ γειν ἠρίον, ὡς ὁ Καλλίμαχος·
παρὰ τίνος ἠρίον. ἡρῷον δὲ λέγεται ἡ τοῦ ἥρωος εἰκὼν, ἢ τὸ τέμενος, ὡς Εὔπολις
ἡρῷον εἴπως μοι κομίσαιο τοῦ Λύκου.
10Λύκος γὰρ ἥρως Ἀθηναῖος. Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες φακῆν πρίασθαι, ἢ φακῆν σπείρειν· δέον λέγειν φάκους· οὕτω γὰρ καλεῖται ὠμὸν τὸ ὄσπριον, ὡς Εὔπολις·
τῇ νῦν καταδέχεσθαι τοὺς φάκους.
15τὸ δὲ ἑφθὸν μόνως ῥητέον·
φακὴν ῥοφήσομαι. Παραπλησίως ἁμαρτάνουσιν οἱ λέγοντες τὰς ὄρτυγας, δέον συστέλλειν λόγῳ τοιούτῳ· ὧν γὰρ αἱ ὀνομαστικαὶ συνεσταλ‐ μένως ἔχουσι τὸ δίχρονον, τούτων καὶ αἱ αἰτιατικαὶ συσταλή‐
20σονται, οἷον, ὄνυξ, ὄνυξιν, ὄνυχας· οὕτως ἄρα καὶ τὸ ὄρτυξ, ὄρ‐ τυγας· καὶ πέρδιξ, πέρδικας, καὶ Ἄραψ, Ἄραβας, συνεσταλ‐ μένως ῥητέον. Ὁμοίως σφάλλονται λέγοντες πινακὶς, καὶ κεραμὶς ἐκτετα‐ μένως, δέον συνεσταλμένως λόγῳ τοιούτῳ· πάντα, ὅσα παρ’
25ὄνομα γέγονε θηλυκὰ εἰς ις λήγοντα, συστέλλονται· οἷον θύρα, θυρίς· πίναξ, πινακίς· κέραμος, κεραμίς· πύξος, πυξίς· μόνως οὖν ἐροῦμεν συνεσταλμένως πινακίδα· κεραμίδα· ὡς πυξίδα καὶ θυρίδα·
Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες κορυφαιότατος, δέον μόνως253

254

λέγειν κορυφαῖος, λόγῳ τοιούτῳ· πρῶτον μὲν τῶν ἀρχαίων οὐδεὶς εἶπε κορυφαιότατος ἀλλὰ κορυφαῖος· ἄλλως καὶ ὁ κορυφαῖος ἐστὶν ὄνομα ὑπερθετικόν· οὐκ ἄρα ἐροῦμεν οὔτε κορυφαιότατος, οὔτε κορυφαιότερος, ἄλλα μόνως κορυφαῖος.
5 Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες φιλοπότης, δέον φιλοπώτης· διαφέρει δὲ ταύτῃ· φιλοπότης μὲν ὁ φιλῶν πότους καὶ συμ‐ πόσια, φιλοπώτης δὲ ὁ φιλῶν πολλὰ πίνειν. Ζητεῖται πῶς χρὴ λέγειν ἱέρεια προπαροξυτόνως, ἢ ἱερεία παροξυτόνως· ἔνιοι μὲν γὰρ ἀξιοῦσιν ὡς Ὀδυσσεὺς, Ὀδύσσεια,
10καὶ Ἀχιλλεὺς, Ἀχίλλεια, καὶ ἱερεὺς ἱέρεια, οὐκ ὀρθῶς· τοῦτο γὰρ ἕτερον ὀφείλει τόνον ἔχειν· ῥηματικὸν γάρ ἐστι, καὶ ὥσ‐ περ ἀπὸ τοῦ ἀριστεύω ἀριστεία, καὶ ἰατρεύω, ἰατρεία, οὕτω καὶ ἀπὸ τοῦ ἱερεύω, ἱερεία· πρὸς τοῦτο φασὶν, ὅτι ἀριστεία καὶ ἰατρεία· [πρὸς τοῦτο φασὶν] τὸ ἔργον ἐμφαίνομεν, ὡς
15ἀπὸ ἀριστείας καὶ ἰατρείας· ἐὰν φησὶν εἴπωμεν ἱερεία, τὸ ἔργον ἐμφαίνομεν, οὐ τὴν γυναῖκα· πρὸς τοῦτο λέγομεν, ὅτι ἑτέρως λέγεται τὸ ἔργον, ἱερωσύνη· οὐκοῦν τὴν γυναῖκα ἱερειάν ἐροῦμεν παροξυτόνως. Ζητεῖται πῶς, τῶν διὰ τῆς ευ διφθόγγου προφερομένων ὀνο‐
20μάτων φυλαττόντων τὴν ευ δίφθογγον ἐπὶ τῆς δοτικῆς, οἷον ὁ ἀριστεὺς, τοῖς ἀριστεῦσι, ὁ ἱππεὺς, τοῖς ἱππεῦσιν, ὁ Σιμωνίδης ἐπέγραψεν
ἐπικίκοι δρομέσι δέον τοῖς δρομεῦσιν, ὡς ἀριστεῦσι καὶ ἱππεῦσιν, οὕτω καὶ
25δρομεῦσιν· λέγομεν οὖν ὅτι οὐ πρὸς τὴν ὀρθὴν ἀπεῖδεν ὁ δρο‐ μεὺς, ἐπεὶ πάντως ἂν εἶπε τοῖς δρομεῦσιν, ἀλλὰ μόνως εἰς τὴν πληθυντικὴν ἀπεῖδεν· οἷον ὀξεῖς, τοῖς ὀξέσι, καὶ οἱ ταχεῖς, τοῖς ταχέσιν, οὕτω καὶ ἀπὸ τῆς οἱ δρομεῖς ἐπέγραψε τοῖς δρομέσι, δέον τοῖς δρομεῦσιν, ὡς ἱππεῦσιν.
30Ἔτι πλημμελοῦσιν οἱ λέγοντες, τρίγλα, καὶ κίχλα, καὶ254

255

ὀμίχλα, δέον λέγειν διὰ τοῦ η· τρίγλη καὶ κίχλη καὶ ὀμί‐ χλη· οὐδὲν γὰρ ὄνομα θηλυκὸν τῷ λ παραληγόμενον εἰς α, ἀλλ’ εἰς η· ὥσπερ πύλη, πύλης· κρωβύλη, κρωβύλης· ἀρβύλη, ἀρβύλης· οὕτως ἐροῦμεν καὶ ταῦτα.
5 Τὰ εἰς αι λήγοντα ἐπὶ τῆς ὀνομαστικῆς πληθυντικῆς, ταῦτα ἐπὶ τῆς γενικῆς περισπᾶται· οἷον Πέρσαι, Περσῶν· καὶ τὰ παραπλήσια· πλὴν τριγενῶν, ξέναι, ξένων· φίλαι, φίλων· ἔστι γὰρ τριγενῆ, ὁ ξένος, ἡ ξένη, καὶ τὸ ξένον· ὁ φίλος, ἡ φίλη, καὶ τὸ φίλον· πῶς οὖν πόρναι, πορνῶν περισπῶμεν; καίτοι
10καὶ αὐτὸ τριγενές ἐστιν· ὁ πόρνος, ἡ πόρνη, καὶ τὸ πόρνον, μειράκιον· λέγομεν οὖν, τοῦτο περισπῶμεν πρὸς ἀντιδιαστολὴν τοῦ ἄῤῥενος, καὶ πρὸς τὸ νοεῖσθαι, ὅτι περὶ θηλυκῶν ὁ λόγος, οὐκ ἀῤῥένων τῶν πόρνων. Ζητεῖται τὸ πῶϋ, πῶς κλίνεται; φαμὲν οὖν, ὅτι ἀκολούθως
15τῷ μέθυ, μέθυος, μέθυϊ, καὶ πῶυ, πώϋος, πώϋι· τούτου δὲ οὕτως ἔχοντος, ζητεῖται πῶς ὁ ποιητὴς τὴν ὀνομαστικὴν εἶπε,
πῶϋ μετ’ οἰῶν· ὡς καὶ τὸ μέθυ· οὐκέτι μέντοι ἐπὶ τῆς πληθυντικῆς ὀνομαστι‐ κῆς αἰτιατικῆς ἐφύλαξε τὸ υ μόνον, οὐδὲ εἶπε καὶ πώϋα, καὶ
20ταῦτα τοῦ μέτρου χωροῦντος, ἀλλ’ εἶπε,
καὶ πώεα καλά. (Il. Σ. 528.) φαμὲν οὖν ὅτι ἀφ’ ἑτέρας εὐθείας πεποίηκε τὴν αἰτιατικὴν, ἀπὸ τῆς πώας, ὡς τὸ κώας
παρ’ δ’ ἐτίθει δεῖπνόν τε μέγα, καὶ κώας ἐπ’ αὐτόν.
25ὥσπερ οὖν ἀπὸ τῆς κώας ὀνομαστικῆς ἡ πληθυντικὴ αἰτιατικὴ γίνεται τὰ κῶα εἶτα κατὰ διαίρεσιν κώεα, καὶ πὰρ αὐτῷ
κώεα καλὰ οὕτω καὶ ἀπὸ τῆς πώας γίνεται πῶα· εἶτα κατὰ συνήθη διαί‐ ρεσιν αὐτῷ ὥς που ἔφη
30καὶ πώεα μήλων.255

256

(1t)

Περὶ κλίσεως ῥημάτων τοῦ αὐτοῦ.
2 Εἰσὶν οἱ σφάλλονται λέγοντες δεδώκειν, ὡς ἐπεποιήκειν· παντὸς γὰρ παρακειμένου ῥήματος ἀπὸ συμφώνου ἀρχομένου ὁ ὑπερσυντελικὸς προσλαμβάνει τὸ ε· οἷον νένυχα ἐνενύχειν, καὶ
5βέβληκα, ἐβεβλήκειν· οὕτως καὶ ἀπὸ τοῦ δέδωκα ἐδεδώκειν. Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες ζέζηκα καὶ πέψυχα, δέον διὰ καθαροῦ τοῦ ε λόγῳ τοιούτῳ· τρίων ὄντων διπλῶν ζ, ξ, ψ. πάντα τὰ ἀπό τινος τούτων ἀρχόμενα· οἷον ζῶ, ξηραίνω, ψύχω, ταῦτα ἐπὶ τοῦ παρακειμένου ἀποβάλλοντα τὸ διπλοῦν στοι‐
10χεῖον, ἀπὸ τοῦ ε ἄρχεται· οἷον ἀπὸ τοῦ ε ἔζηκα· τοῦ ζ ἀπο‐ βληθέντος· καὶ ἀπὸ τοῦ ξηραίνω, ἐξήρακα, καὶ ἀπὸ τοῦ ψύχω, ἔψυχα διὰ καθαροῦ τοῦ ε. Ὥσπερ δὴ ταῦτα ἀπὸ διπλῶν ἀρ‐ χόμενα ἀποβάλλει τὸ διπλοῦν ἐπὶ τοῦ παρακειμένου, καὶ διὰ καθαροῦ τοῦ ε ἐκφέρεται, οὕτω καὶ τὰ ἀπὸ στεῤῥῶν συμφώνων
15ἀρχόμενα, ὥσπερ τὸ πτύσσω ἀπὸ τοῦ π καὶ τοῦ τ ἀρξάμενον ἐπὶ τοῦ παρακειμένου, διὰ τοῦ ε καθαροῦ· οἷον ἔπτυχα καὶ φθονῶ ἐφθόνηκα, καὶ οὐ πεφθόνηκα· καὶ γὰρ αὐτὸ ἀπὸ δύο συμφώνων ἄρχεται, τοῦ φ καὶ τοῦ θ. Τούτων δὲ οὕτως ἐχόντων ζητεῖται πῶς τοῦ πλήσσω καὶ κρίνω ἀπὸ δύο συμφώ‐
20νων ἀρχομένων, καὶ αὐτῶν οὐκέτι ὁ παρακείμενος ἀπὸ καθαροῦ τοῦ ε ἄρχεται ἀλλὰ μετὰ συμφώνου τοῦ κ, οἷον κέκρικα, καὶ τοῦ π, οἷον πέπληχα· λέγεται οὖν ὁ λόγος, ὅτι τὰ ἀπὸ δύο συμφώνων στεῤῥῶν ἀρχόμενα, ταῦτα ἀποβάλλει τὸ σύμφωνον ἐπὶ τοῦ παρακειμένου, καὶ ἀπὸ τοῦ ε ἄρχεται· τὸ δὲ πλήσσω
25καὶ κρίνω, εἰ καὶ δοκεῖ ἀπὸ δύο συμφώνων ἄρχεσθαι, ἀλλ’ οὐ στεῤῥῶν ἀμφοτέρων· τὸ γὰρ λ ὑγρόν ἐστι καὶ ἀμετάβολον· ὁμοίως καὶ τὸ ρ· διὰ τούτου ὁ παρακείμενος οὐκέτι διὰ καθαροῦ τοῦ ε
κλίνεται, ἀλλὰ μετὰ τοῦ συμφώνου, οἷον κέκρικα, πέπληχα.256

257

* πλημμελοῦσιν οἱ λέγοντες ἠνέστην, δέον ἀνέστην μόνως· ὁ δὲ λόγος οὗτος, ὅσα τῶν ῥημάτων ἀπὸ προθέσεως ἄρχεται, φυλάτ‐ τει τὴν πρόθεσιν ἐν πᾶσι τοῖς χρόνοις· οἷον καθίζω, ἀπὸ τῆς κατὰ προθέσεως ἀρξαμένου τοῦ ῥήματος, μένει ἡ πρόθεσις καὶ
5ἐν τοῖς ἄλλοις χρόνοις, οἷον καθεζόμην, οὐκ ἐκαθεζόμην, καὶ καθέζοντο, οὐκ ἐκαθέζοντο· οὕτως καὶ τὸ ἀνίσταμαι, ἀπὸ τῆς ἀνὰ προθέσεως ἀρχόμενον, φυλάττειν ὀφείλει, ἀνέστην, οὐκ ἠν‐ έστην. Ὁμοίως ἁμαρτάνουσιν οἱ λέγοντες, ῥέρανται καὶ ῥέρευκε,
10δέον ἔῤῥανται καὶ ἔῤῥευκε· τὸ γὰρ ρ οὐδέποτε ἀναδιπλασιά‐ ζεται. Ὁμοίως ζητεῖται καὶ ἀπὸ τοῦ περιπατῶ καὶ περισσεύω τίς ὁ παρατατικός· λέγομεν οὖν ὅτι ἀπὸ τοῦ περιπατῶ περιεπα‐ τοῦν γίνεται, φυλαττομένης τῆς περὶ προθέσεως· τὸ δὲ περισ‐
15σεύω οὐκέτι ἐστὶ σύνθετον· οὐδὲ ἐκ προθέσεως ἤρξατο· ἐὰν μὲν γὰρ αὐτὸ διαλῦσαι πειραθῶμεν χωρὶς τὸ περὶ, οὐδέν ἐστιν, οὔτε αὐτὸ, οὔτε τὸ ς σεύω· ὅθεν ἐπεὶ μὴ ἔστι πρόθεσις, οὐκ ἔμεινεν ἐν τῇ κλίσει τοῦ ῥήματος, οὐδὲ ῥηθήσεται περιέσ‐ σευον, ἀλλ’ ἐπερίσσευον ἀπὸ τοῦ ε· περιεπάτουν δὲ ἀπὸ τῆς
20περὶ προθέσεως, οὐχ ὡς οἱ ἁμαρτάνοντες, ἐπεριεπάτουν, ἡ περι‐ έσσευον. Ζητεῖται τὸ ἕψω ῥῆμα πότερον περισπώμενόν ἐστιν, ἢ βαρύ‐ τονον· λέγομεν οὖν, ὅτι ἁμαρτάνουσιν οἱ περισπῶντες τὸ ῥῆμα, ἑψῶ· εἰ γὰρ ἦν περισπώμενον τὸ ῥῆμα, ἦν ἂν ὁ παρατατικὸς
25ἥψουν· ὡς ἀπὸ τοῦ νοῶ, ἐνόουν, καὶ κρατῶ, ἐκράτουν, οὐδεὶς δὲ τῶν ἀρχαίων εἶπεν ἥψουν, ἀλλ’ ἥψον, ὡς ἀπὸ τοῦ ἔχω εἶχον· καὶ ἄγω, ἦγον· οὐκοῦν βαρύτονον γίνεται τὸ ἕψω, ὥσπερ τὸ ἔχω καὶ τὸ ἄγω. δοκεῖ δὲ ἀντιπίπτειν τῷ κανόνι τῷ τὸν μέλ‐
λοντα περιττοσυλλαβεῖν μιᾷ συλλαβῇ· ἑψήσω γάρ ἐστιν·257

258

οὐκοῦν φασὶν ἀπὸ τοῦ ἕψω εἶναι ἑψήσω, ὡς ἀπὸ τοῦ κρατῶ, κρατήσω, πρὸς τοῦτο φαμὲν ὅτι βαρύτονον μέν ἐστι τὸ ῥῆμα, ὡς δῆλον ἐκ τοῦ παρατατικοῦ, τοῦ ἥψον, ὡς εἶχον καὶ ἦγον· ὁ δὲ μέλλων διελύθη εἰς περιττοτέραν συλλαβὴν, οὐχ ὡς ἀπὸ
5περισπωμένου τοῦ ῥήματος, ἀλλὰ διὰ τὴν αἰτίαν τοιαύτην. οἱ μέλλοντες κατὰ τὸ πλεῖστον διὰ τοῦ ξ ἢ ψ προφέρονται· οἷον ἀπὸ τοῦ λέγω, λέξω, καὶ ἀπὸ τοῦ γράφω, γράψω· ἐνταῦθα δὲ τὸ ἕψω προειλημένου τοῦ ψ, ἐξ ἀνάγκης ὁ μέλλων διελύθη εἰς πλείονας συλλαβάς· μόνως δὴ λέγεται ἕψω, καὶ οὐχ ἑψῶ.
10 Ἔτι πλημμελοῦσιν οἱ λέγοντες ηὐξάμην καὶ ηὐχόμην, λόγῳ τοιούτῳ. Ὅσα ἀπὸ τῆς ευ διφθόγγου ἄρχεται ῥήματα, ταῦτα τηρεῖ τὴν ευ δίφθογγον καὶ ἐπὶ πάντων τῶν χρόνων· οὕ‐ τως ἄρα καὶ τὸ εὔχομαι φυλάξει τὴν ευ δίφθογγον· τὰ δὲ ἀπὸ τῆς αυ ἀρχόμενα τρέπεται εἰς τὸ ηυ, οἷον αὐλῶ, ἠύλουν·
15αὐχῶ ηὔχουν· εὔχομαι δὲ εὐχόμην. Ἔτι πλημμελοῦσιν οἱ λέγοντες ἀφειλάμην, καὶ ἀφείλατο, δέον λέγειν διὰ τοῦ ο ἀφειλόμην, καὶ διὰ τοῦ ε ἀφείλετο· τοῦ γὰρ ἁπλοῦ ῥήματος ὄντος εἱλόμην, εἵλου, ἐξ ἀνάγκης τὸ σύν‐ θετον ἐφύλαξε τὰ βραχέα, τό τε ε καὶ τὸ ο· μόνως οὖν ῥήτεον,
20ἀφειλόμην, ἀφείλετο. Ὁμοίως πλημμελοῦσιν οἱ λέγοντες ἀπήλαυσα, δέον μόνως διὰ τοῦ ε, ἀπέλαυσα· ἐπὶ γὰρ τῶν ἀπὸ προθέσεως ἀρχομέ‐ νων, ᾖ ὅταν μετὰ τὴν πρόθεσιν ᾖ προαρχόμενον τῶν ῥημάτων, τότε μετατραπήσεται εἰς η· οἷον ἀπὸ τοῦ ἀπάγω, ἀπῆγον·
25ὅταν δέ τι σύμφωνον ᾖ μετὰ τὴν πρόθεσιν, τότε πάντως εἰς τὸ ε τρέπεται· ἀποβάλλω, ἀπέβαλλον· καὶ ἀποπέμπω, ἀπέ‐ πεμπον· καὶ ἀπολαμβάνω, ἀπελάμβανον, οὕτως ἄρα καὶ ἀπο‐ λαύω, ἀπέλαυον· καὶ ἀπέλαυσα διὰ τοῦ ε μόνως ῥητέον.
Ζητεῖται πῶς ἀπὸ τοῦ ἀκούω ῥήματος ὁ παρακείμενος ἀκή‐258

259

κοα λέγεται· φαμὲν οὖν, ὅτι ἡ ἀναλογία ἀπὸ τοῦ ἀκούω, τὸν παρακείμενον ἤκουκα ποιεῖ· ὡς ἀπὸ τοῦ ἀλείφω, ἤλειφα· καὶ ἀπὸ τοῦ ἀλέθω, ἤλεκα· οἱ δὲ Ἀττικοὶ εἰώθασιν ἐν τοῖς τοιού‐ τοις πολλάκις ἀναδιπλασιάζειν τὸ ῥῆμα ἐπὶ παρακειμένου·
5οἷον ἤλειφα, ἀλήλιφα· καὶ ἤλεκα, ἀλήλεκα· οὕτω καὶ ἤκουκα καὶ αὐτοὶ κατὰ ἀναλογίαν ἀναδιπλασιάζοντες ἀκήκοα λέγουσι· τὸν μέντοι ὑπερσυντελικὸν, ἐπὶ μὲν τῶν ἄλλων διὰ τοῦ α, ἀληλέκειν, καὶ ἀληλίφειν· ἐπὶ δὲ τούτου διὰ τοῦ η ἠκηκόειν. μόνως οὖν ῥητέον ἀκήκοα, ἠκηκόειν.
10 Ἁμαρτάνουσιν οἱ λέγοντες ἔζων ἐγὼ, δέον λέγειν ἔζην· μό‐ νως γὰρ οὕτως ἡ χρῆσις εὑρίσκεται· ἐπεὶ καὶ τὸ δεύτερον καὶ τὸ τρίτον πρόσωπον ἐφύλαξε τὸ η· οἷον ἔζην, ἔζης, εὑρίσκεται παρὰ Ἀριστοφάνη διὰ τοῦ ω·
καίτοι τότε ἦν ἐγὼ ζῶν
15καὶ δῶμεν αὐτῷ λόγον ἔχειν· εἰ γὰρ διαιρούμενόν ἐστιν ἔζωον, καὶ συναιρούμενον ἕξει τὸ ω, οἷον, ἔζωον, ἔζων, ὡς ἐπὶ τοῦ ἔπλωον, ἔπλων, καὶ τὸ σύνθετον
ἐπέπλων εὐρέα πόντον. (Hesiod. Opp. I. 648.) Ὁμοίως πλημμελοῦσιν οἱ λέγοντες τὸ προστακτικὸν, πλεῖθι·
20καὶ ζῆθι, δέον λέγειν, σὺ ζῆ, καὶ σὺ πλεῖ, εἰ καὶ δοκεῖ συνεμ‐ πίπτειν τῷ τρίτῳ προσώπῳ τοῦ ὁριστικοῦ, ἐκεῖνος ζῆ, καὶ ἐκεῖ‐ νος πλεῖ. Ὁμοίως καὶ τὸ προστακτικὸν οὕτως ῥητέον· λόγῳ τοιούτῳ· πάντα τὰ προστακτικὰ ῥήματα ἀπὸ τοῦ τρίτου προσώπου γίνεται, ἀφαιρουμένης μόνης μιᾶς συλλαβῆς· εἰ οὖν
25ἔστι πεμπέτω, τὸ δεύτερον πρόσωπον ἐγένετο πέμπε· ὁμοίως· καὶ, κρατείτω ἐκεῖνος, κράτει σὺ, ἀφαιρεθείσης μόνης τῆς τω συλλαβῆς· οὕτως ἄρα εἰ πλείτω λέγομεν τὸ τρίτον πρόσω‐
πον, καὶ ζήτω, καὶ δράτω, ἀφέλοντες τὴν τελευταίαν συλλα‐259

260

βὴν, καὶ ἐροῦμεν τὸ δεύτερον πρόσωπον, σὺ πλεῖ, καὶ σὺ ζῆ, καὶ σὺ δρᾶ. Ἁμαρτάνουσιν οἱ λέγοντες ἐκτεταμένως βαδίζειν, δέον λέ‐ γειν συνεσταλμένως βαδίζειν, καὶ ἐβάδιζον, λόγῳ τοιούτῳ·
5τριῶν ὄντων διπλῶν ζ, ξ, ψ, καὶ τριῶν διχρόνων, α, ι, υ, πᾶν δίχρονον, διπλοῦ ἐπιφερομένου, συστέλλεται, μάλιστα δὲ τοῦ ζ ἐπιφερομένου, οἷον φροντίζω, αὐγάζω, κουφίζω, ἀκοντίζω· οὕτως ἄρα καὶ βαδίζω, ἐβάδιζον, συνεσταλμένως, ὡς καὶ φροντίζω, ἐφρόντιζον.
10 Ζητεῖται τοῦ οἰκῶ ῥήματος ὁ παρατατικὸς καὶ ἀόριστος, πότερον φυλάξει τὴν οι δίφθογγον, ἢ τραπήσεται εἰς τὸ ω· οἷον, ὤκουν καὶ ὠκήσα, καὶ τὸ σύνθετον κατῴκουν, κατῴκησα· οὐχὶ κατοίκησα, ὡς ὁ Μένανδρος ἀπὸ τοῦ οἰδῶ τὸν παρατατι‐ κὸν μεταβάλλει εἰς τὸ ω, λέγων,
15
ὤδουντ’ ἐν ἐμαυτῷ. ἐροῦμεν οὖν ὡς διὰ τοῦ ω· κατῴκουν, κατῴκησα· Ὅμηρος μόνος ἐφυλάξατο δίφθογγον εἰπὼν,
Οἴκεον ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι. (Il. Ξ. 116.) εἶπε δὲ Ἰακῶς, οὐκ Ἀττικῶς.
20 Εἰσὶν οἱ σφάλλοντες λέγοντες γεγράφηκα καὶ γεγραφήκειν· ὡς δεδράμηκα, δεδραμήκειν· οὐ γάρ ἐστιν ὅμοια· τὸ μὲν γὰρ ἀπὸ περισπωμένου ῥήματος ὂν, δραμῶ, ὡς κρατῶ, ἐῤῥήθη δε‐ δράμηκα, ὡς κεκράτηκα· τὸ δὲ γράφω βαρύτονον ὂν οὐκέτι δύναται ἐπὶ τοῦ παρακειμένου δύο συλλαβαῖς πλεονεκτεῖν, ἀλλὰ
25μιᾷ· ὅθεν οὐκ ἐροῦμεν, γεγράφηκα, ἀλλὰ γέγραφα, καὶ γε‐ γράφειν· πάντα γὰρ τὰ βαρύτονα ῥήματα ἀπὸ συμφώνου
ἀρχόμενα ἐπὶ τοῦ παρακειμένου μιᾷ συλλαβῇ πλεονεκτεῖ· ὥσ‐260

261

περ οὖν ἀπὸ τοῦ δέρω, δέδαρκα, καὶ τρέχω, τέτροχα, οὕτω καὶ ἀπὸ τοῦ γράφω, γέγραφα μόνως ῥητέον. Ἁμαρτάνουσιν οἱ λέγοντες πεῖν βούλομαι μονοσυλλάβως, δέον λέγειν πιεῖν δισυλλάβως· μόνως γὰρ οὕτως καὶ παρὰ τοῖς
5ἀρχαίοις πᾶσιν εἴρηται, καὶ παρὰ τῷ ποιητῇ·
πιεῖν ὅτε θυμὸς ἀνώγοι. (Il. Θ. 189.) Σφάλλονται οἱ λέγοντες ἐπὶ τῶν μάντεων ἔθυσε, τὸ ἐπεσκέ‐ ψατο, ἐθύσατο προσῆκον· θῦσαι μὲν γὰρ τὸ ἄνευ μαντείας ἁπλῶς σφάξαι· τὸ δὲ καὶ τὰ ἱερεῖα ἐπισκοπῆσαι καὶ σκέψα‐
10σθαι, θύσασθαι λέγεται· κἀγὼ ἐθυσάμην, κἀκεῖνος ἐθύσατο ἐπὶ τῆς μαντείας· μόνως οὕτως ῥητέον, καὶ τὸ τῶν ἱερείων μὴ καλῶς φανθέντων δεύτερον ἱερεῖον ἀνατεμεῖν ** Ζητεῖται τὸ θέλω ῥῆμα πότερον βαρύτονόν ἐστιν, ἢ περι‐ σπώμενον, ἐπειδὴ ὁ μέλλων περιττοσυλλάβως κλίνεται, ἔστι
15γὰρ θελήσω· σφάλλονται δὲ οἱ τοῦτο λέγοντες· εἰ γὰρ περι‐ σπώμενον τὸ θέλω ἦν, ἦν ἄρα ὁ παθητικὸς ἠθέλουν, ὡς νοῶ, ἐνόουν· νῦν δὲ ἔστιν ἔθελον, ὡς ἀπὸ τοῦ λέγω, ἔλεγον· εἰ δὲ ὁ μέλλων συλλαβῇ πλεονεκτεῖ, ἐπὶ τοῦ νέμω, νεμήσω, οὕτως ἄρα καὶ θέλω, θελήσω· ὥστε εἶναι δευτέρου μέλλοντος.
20 Ἵνα οὐ μόνον τὰ ὑποτακτικὰ ῥήματα ἐπιφέρεται, οἷον, ἵνα παύσωνται, ἵνα παύσωσιν, ἀλλὰ καὶ τὰ εὐκτικὰ, οἷον, ἵνα παύσω καὶ ἵνα παύσαιμι, ὡς καὶ παρὰ τῷ ποιητῇ·
ἵνα μιν παύσειε πόνοιο. (Il. Φ. 249.) Ἐχρῆν καὶ χρὴ διαφέρει τῷ χρόνῳ, τὸ μὲν ἐχρῆν ἐστὶν ἐπὶ
25τοῦ παρεληλυθότος, καὶ ἴσον δύναται τῷ ἔδει, ἐχρῆν γενέ‐ σθαι· τὸ δὲ χρὴ τοῦ μέλλοντος, ἴσον τῷ δεῖ· καὶ ὁ Δη‐ μοσθένης· “χρὴ τοίνυν ὦ ἄνδρες Ἀθηναῖοι τὴν ἀκαιρίαν τὴν “ἐκείνου.” Κίλιξ, ὁ ἀνήρ· Κίλισσα δὲ ἡ γυνή· ὁμοίως Λίβυς, Λί‐
30βυσσα· Θρᾲξ, Θρᾷσσα· Μάγνης, Μάγνησσα
Πελίουτε Μάγνησσαν κόραν·
μαγνῆτις δὲ λίθος·261

262

Τὸ κληρονομεῖν μόνῃ γενικῇ συντάσσεται· “ἐκληρονόμησε “τοῦδε” οὐχὶ “τόνδε.” Ἀπέδραν ἐγὼ τὸ πρῶτον πρόσωπον, οὐχὶ ἀπέδρων· καὶ ἀπ‐ έδραμεν ἡμεῖς τὸ πληθυντικόν· ὡς καὶ Σοφοκλῆς·
5Ἀλλ’ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ’ ἀπέδραν—262