TLG 0087 046 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Excerpta e Herodiano [Sp.] (e cod. Paris. gr. 2552) Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Excerpta e Herodiano [Sp.] (e cod. Paris. gr. 2552) Dup. partim 0087 037, 038, 039, 047 Citation: Page — (line) | ||
412(1t) | ΕΚ ΤΩΝ | |
2t | ΗΡΩΔΙΑΝΟΥ. | |
---|---|---|
3 | Συγγενίδα οὐ ῥητέον, οὔτε μὴν Εὐγενίδα· ἀλλὰ Συγγενῆ καὶ Εὐγενῆ τὸ θηλυκόν· διὰ τὸ | |
5 | κοινὸν εἶναι τὸ ὄνομα. ὥσπερ γὰρ ὁ εὐτυχὴς, ἡ εὐτυχὴς, καὶ τὸ εὐτυχὲς, οὕτω καὶ ταῦτα. καὶ ὥσπερ οὐκ εὐτυχίδα λέγομεν, οὕτως οὐδὲ συγγενίδα, ἀλλὰ συγγενῆ. ὥς που καὶ Μέναν‐ δρος· Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν | |
10 | συγγενῆ. ὅσα τῶν ὀνομάτων παρὰ οὐδέτερον ὄνομα σύγκειται, τὴν αὐτὴν ἕξει κλίσιν, ἣν καὶ τὰ οὐδέτερα. ἐπεὶ οὖν τὸ Συγγενὴς ἐκ τοῦ γένους ἐστὶν ὀνόματος οὐδετέρου, τὴν αὐτὴν | |
ἕξει κλίσιν τῷ οὐδετέρῳ. | 412 | |
413 | Ἁμαρτάνουσιν οἱ τὰ Ἡμίση λέγοντες, καὶ οὐ τὰ Ἡμίσεα. τὰ γὰρ τριγενῆ τῶν ὀνομάτων, ἐπὶ τῶν οὐδετέρων διαιρεῖται· οἱ γλυκεῖς, αἱ γλυκεῖαι, τὰ γλυκέα· οἱ ὀξεῖς, αἱ ὀξεῖαι, τὰ | |
5 | ὀξέα. οὕτως ἄρα καὶ οἱ Ἡμίσεις, αἱ ἡμίσειαι, καὶ τὰ ἡμίσεα. καὶ τὸ ἑνικὸν οὖν μόνως τοῦ Ἡμίσεος, ὡς καὶ τὸ ὀξέος, καὶ γλυκέος, ἀλλ’ οὐ τοῦ ἡμίσους. Τὸ Λήδα, Λήδας, καὶ Κισσαίθα, Κισσαίθας, | |
10 | καὶ Φιλομήλα, Φιλομήλας, ἀντίκειται τῷ κα‐ νόνι τῷ λέγοντι, ὅσα καθαρὸν ἔχει τὸ α, ἢ μετὰ τοῦ ρ. τηρεῖ αὐτὸ καὶ ἐπὶ ζ τὸ α φυ‐ λάξαν καὶ ἐπὶ γενικῆς. ταῦτα γὰρ οὔτε καθα‐ ριεύει, οὔτε διὰ τοῦ ρ ἐκφέρεται. Λέγομεν | |
15 | οὖν διὰ τὸ ἐκτείνεσθαι τὴν τελευταίαν συλλα‐ | |
βήν· καὶ ταῦτα γὰρ πάντα φυλάσσει τὸ α. | 413 | |
414 | Ἁμαρτάνουσιν οἱ λέγοντες Ταμία καὶ μὴ Ταμίου. μόνα γὰρ τὰ ὑπὲρ βʹ συλλαβὰς εἰς ας ἢ εἰς ρας, τρέπει τὴν γενικὴν εἰς ου· οἷον Μει‐ δίας, Μειδίου, Διαγόρας, Διαγόρου, καὶ ταμίας, | |
5 | ταμίου. Βοὸς, οὐ ῥοὸς ῥητέον. ὅσα γὰρ ἐν τῇ εὐ‐ θείᾳ οὐ διαιροῦνται, διαιροῦνται ἐν ταῖς ἄλ‐ λαις πτώσεσι, βοῦς, βοὸς, καὶ ποῦς, ποδός. Ἀνθέων γραπτέον, καὶ μὴ ἀνθῶν, ὡς γε‐ | |
10 | νῶν καὶ βελῶν, ἵνα μὴ συνεμπέσῃ τῷ, ἀνθ’ ὧν | |
ἔγραψας, καὶ, ἀνθ’ ὧν ἔδωκας. | 414 | |
415 | Ὀλυμπιονίκης, Ὀλυμπιονίκου. ἀπὸ γὰρ τοῦ νίκη. Πολυνείκης δὲ, Πολυνείκους, ἀπὸ τοῦ νείκους γίνεται. Ὑπερείδης, Ὑπερείδου, ὡς Πηλείδης, Πηλεί‐ | |
5 | δου. διὰ τὸ τύπον ἔχειν τοῦ πατρωνυμικοῦ. Ζητεῖται, πῶς γραπτέον τὸ Σμύρνα. ἐπειδὴ τινὲς μετὰ τοῦ ζ γράφουσιν αὐτό. ἕτεροι δὲ μετὰ τοῦ ς. Διπλοῦν γὰρ ὂν τὸ ζ, οὐκ ἐγχωρεῖ μετὰ τοῦ μ γράφεσθαι, διὰ τὸ μὴ δύνασθαι | |
10 | τρία σύμφωνα ἐν ἀρχῇ τίθεσθαι λέξεως, εἰ μὴ μετὰ τοῦ ρ, ὃ ἔχει τινα οἰκειότητα πρὸς τὰ φωνήεντα. Φακὸς φακοῦ, ἐπὶ τοῦ ὠμοῦ· φακῆ δὲ | |
φακῆς, ἐπὶ τοῦ ἑφθοῦ. | 415 | |
416 | Φιλοπότης, ὁ τοὺς πότους καὶ τὰ συμπόσια φιλῶν. Φιλοπώτης, ὁ πόλλα πίνειν φιλῶν. Τὸ Ἱέρεια, ὡς ἀπὸ τοῦ ἱερεὺς ἱέρεια· ὥσπερ ἀπὸ τοῦ Ὀδυσσεὺς Ὀδύσσεια παρώνυμον. τινὲς | |
5 | δὲ ῥηματικὸν ἀξιοῦσιν εἶναι παροξύνοντες τὸ ἱερεία· ὡς τὸ ἀριστεία, ἰατρεία. πρὸς οὓς ῥη‐ τέον, ὡς τὸ ἔργον σημαίνει ἡ ἰατρεία καὶ ἡ ἀριστεία· οὐκέτι δὲ καὶ ἡ ἱέρεια. ἱερωσύνη γὰρ τὸ ἔργον. | |
10 | Ξέναι, ξένων, καὶ Φίλαι, φίλων, καὶ ὅσα τριγενῆ εἰσὶ, βαρυτόνως ἐκφέρουσι τὰς γενικὰς τῶν πληθυντικῶν, πλὴν τοῦ πόρναι, πορνῶν. Ἐκ τῶνδε, ἀντὶ τοῦ κατὰ μετὰ ταῦτα. καὶ | |
χωρὶς τῆς κατὰ προθέσεως, ἤγουν ἀντὶ τοῦ με‐ | 416 | |
417 | τὰ ταῦτα. καὶ Σοφοκλῆς· Τί δῆτ’ ἂν ὡς ἐκ τῶνδ’ ἂν ὠφέλοιμί σε. Δμὼς, δμωὸς, καὶ Τρὼς, Τρωός. Φῶς δὲ, φωτὸς καὶ χρῶς, χρωτός. ταῦτα γὰρ ἐκ συναι‐ | |
5 | ρέσεως τὸ φόος, καὶ χρόος, ἐκεῖνα δὲ μή. Τὸ Πώεα καὶ Κώεα· ἀπὸ τοῦ πῶϋ καὶ κῶϋ, πώη καὶ κώη, καὶ κατὰ διαίρεσιν πώεα καὶ κώεα ἐπὶ τοῖς πληθυντικοῖς. Πέπληχα καὶ Κέκρικα, οὐχὶ ἔπληχα καὶ | |
10 | ἔκρικα. τῶν ἄλλων, ὅσα ἀπὸ δύο συμφώνων ἄρχεται, διὰ καθαροῦ τοῦ ε ἐκφερομένων ἐν τοῖς παρακειμένοις. φαμὲν οὖν, ὡς οὐκ ἀπὸ δύο συμφώνων στεῤῥῶν ἄρχονται. τὰ γὰρ ὑγρὰ, οὐ στεῤῥῶς ἐκφωνοῦνται. | |
15 | Ῥέρανται καὶ ῥέρευκεν, οὐ γραπτέον. ἔῤ‐ ῥανται δὲ καὶ ἔῤῥευκεν. | |
Ηὐξάμην καὶ εὐξάμην, ηὐδόκουν καὶ εὐ‐ | 417 | |
418 | δόκουν, ηὔλουν καὶ ηὔχουν, ὡς ἀπὸ τοῦ αὐλῶ καὶ αὐχῶ. Πλημμελὲς τὸ Ἔζων. δέον δὲ Ἔζην. ἐπεὶ καὶ τὸ δεύτερον καὶ τὸ τρίτον ἐφύλαξε τὸ η. | |
5 | εὑρίσκεται δὲ διὰ τοῦ ω, ὡς ἔπλωον, ἔπλων· ἐπέπλων εὐρέα πόντον. Νέμω νεμήσω, καὶ θέλω θελήσω· οἱ πα‐ ρατατικοὶ δὲ ἔνεμον καὶ ἤθελον. Ἄκαιρον τὸ μᾶλλον πλουσιώτερον, καὶ | |
10 | μάλιστα πλουσιώτατος. | |
Τὸ Οὐδέποτε, ἐπὶ μέλλοντος, οὐδέποτε | 418 | |
419 | ποιήσω. τὸ Οὐδεπώποτε δὲ, ἐπὶ παρεληλυθότος, οὐδεπώποτε εἶδον ἢ ἐποίησα. Χωρὶς εἰ μὴ δοίη, ἀδόκιμον. τὸ γὰρ μὴ | |
καὶ τὸ χωρὶς ἀμφότερα ἀρνητικὰ ὄντα, ὁμοῦ | 419 | |
420 | πίπτειν οὐ δύναται, ἀλλὰ τὸ ἕτερον, ἢ τὸ μὴ, ἢ τὸ χωρίς. Ἄντικρυς ἕστηκεν ἢ καθέζεται, οὐκ ἐρεῖς, ἀλλ’ ἀντικρὺ χωρὶς τοῦ ς. | |
5 | Ματαίως ᾐτιάσατο, οὐκ ἐρεῖς, ἀλλὰ μάτην, ὡς Ἀριστοφάνης ἐν Νεφέλαις· μάτην ἐμοὶ κε‐ κλαύσεται. Σημεῖον λέγοντες, Σημειοῦσθαι οὐ λέγο‐ μεν, ἀλλ’ Ἀποσημαίνεσθαι· ὡς Ἀριστοφάνης | |
10 | ἐν Πελαργοῖς· ἀπεσημηνάμην Τὰς τῶν κακούρ‐ γων οἰκίας. Ὁμοίως καὶ Βέβαιον λέγοντες Βε‐ βαιοῦσθαι οὐ λέγομεν· ἀλλὰ Διϊσχυρίζεσθαι. ἐπὶ μέντοι τῶν κτημάτων καὶ τῶν συνθηκῶν | |
Βεβαιῶσαι λέγομεν. | 420 | |
421 | Τὸ Ἀρέσκει αἰτιατικῇ καὶ δοτικῇ. Κάθησο ἐρεῖς, οὐχὶ κάθου. Σίκυος σπερματίας, ὃν νῦν ἰδίως Πέπονα λέγουσιν. | |
5 | Εὐήτριος χιτὼν, ὁ λεπτὸς καὶ εὐυφής. | 421 |
422 | Δρῦν κοινότερον πᾶν ἐκάλουν δένδρον οἱ παλαιοί· οὕτω καὶ Ἀκρόδρυα πᾶσαν τὴν ὀπώ‐ ραν. καὶ Δρυφάκτους οὐ μόνον τοὺς ἐκ δρυΐ‐ νων, ἀλλὰ καὶ τοὺς ἐξ ὅτου δηποτοῦν ξύλου. | |
5 | καὶ Δρυπετεῖς ἐλάας ὁμοίως. Κίλιξ ὁ ἀνὴρ, Κίλισσα γυνή· ὅμοιον Λί‐ βυς, Λίβυσσα, Θρᾷξ, Θρᾷσσα, Μάγνης, Μά‐ γνησσα καὶ Κρῆς, Κρῆσσα. Φιλολογεῖν οὐ καλὸν, ἀλλὰ φιλοσοφεῖν· | |
10 | κᾂν ὁ Φιλολόγος καὶ ἡ Φιλολογία ἐν χρήσει, καὶ παρὰ Πλάτωνι. | |
Ἐπ’ ὄρνισι καθέζεται, ἤτοι ὀρνεοσκοπεῖ. | 422 | |
423 | Ἀπέδραν ἐγὼ τὸ πρῶτον πρόσωπον, οὐχὶ ἀπέδρων, καὶ ἀπέδραμεν ἡμεῖς τὸ πληθυντικόν· καὶ Ἀριστοφάνης ἐν τοῖς Ταγηνισταῖς· —δεῦρο δ’ ἂν οὐκ ἀπέδραμεν. καὶ ἀπέδραν ἐκεῖνοι τὸ | |
5 | πληθυντικὸν τὸ τρίτον. Ἔτους ὥραν, ἰδίως τὸ θέρος Ἀττικοί. Μαχαιρίδες, αἱ τῶν κουρέων· μάχαιραι, αἱ τῶν μαγείρων. Κόπτειν τὴν θύραν, ἐπὶ τῶν ἔξωθεν, Ψο‐ | |
10 | φεῖν δὲ ἐπὶ τῶν ἔνδοθεν. | 423 |
424 | Κενέβρια, τὰ θνησείδια οὕτως ἔλεγον οἱ παλαιοί. Φασιανοὶ ἵπποι, Φασιανικοὶ δὲ ὄρνεις. Τροχοπέδη, ἃ ἔχουσιν εἰς τοὺς τροχοὺς | |
5 | εἰς τὰ κατάντη τῶν ὁδῶν. | 424 |
425 | Κλεῖν ὁ Δημοσθένης, ἀλλ’ οὐχὶ κλεῖδα· τὴν κλεῖν κατεαγώς. Πύλαι, ἐπὶ τείχους. Θύραι, ἐπὶ οἰκίας. Διδάξασθαι καὶ διδάξαι διαφέρει. τοῦτο γάρ | |
5 | ἐστι τὸ δι’ ἑαυτοῦ· ἐκεῖνο δὲ, τὸ δι’ ἑτέρου, αὐτὸν τὰ ἐπιτήδεια παρέχοντα. ὁμοίως καὶ Πῆξαι καὶ πήξασθαι· Πήγνυσι μὲν τὴν ναῦν ὁ τεχνίτης· Πήγνυται δὲ ὁ ναύκληρος. Στλεγγὶς, ἡ ξύστρα, καὶ Ἀποστλεγγίσα‐ | |
10 | σθαι, τὸ ἄνευ ἀλείμματος λούσασθαι. ἔστι δὲ καὶ τὸ τῆς Ξύστρας ὄνομα παρὰ Ἀρχίππῳ τῷ κωμικῷ. | |
Τὸ προσῆκε, τὸ ἔχρην, τὸ ἔδει ἐπὶ παρε‐ | 425 | |
426 | ληλυθότος· τὸ προσήκει, τὸ χρὴ, τὸ δεῖ ἐπὶ ἐνεστῶτος. Ὀργάσαι, ἐπὶ πηλοῦ· Μάξαι, ἐπὶ μάζης. Προτένθης, ὁ λίχνος παρ’ Ἀττικοῖς· ἐκ τῆς | |
5 | πρὸ προθέσεως, καὶ τοῦ τένδω, τὸ ἐσθίω. Ὦπας τοὺς ὀφθαλμοὺς οὐ λέγομεν, Ὑπώ‐ πια δέ. ὁμοίως καὶ τὸ Λωποδύτης ἐπὶ κλέπτου, τὸ δὲ Λῶπος οὐ λέγομεν. Καθορθῶσαι ἐπὶ πολέμου καὶ τῶν τοιού‐ | |
10 | των. τὸ δὲ Καθόρθωμα οὐκέτι· Ἐπανορθῶσαι δὲ ἐπὶ λόγων· ἅπαξ δὲ τὸ Καθορθῶσαι ἐπὶ λόγων κεῖται. τὸ δὲ Διορθῶσαι ἐπὶ τῶν δια‐ | |
στρόφων, ἂν αὐτὸ ἀπευθύνῃ. | 426 | |
427 | Μαχοῦμαι, Ὀμοῦμαι, οὕτω κλινεῖς τὸν μέλλοντα. Ἀπὸ τότε καὶ ἔκτοτε μὴ λέγε, ἀλλ’ ἐξ ἐκείνου. καὶ καθόλου δὲ χρονικοῖς ἐπιῤῥήμασιν | |
5 | οὐ συντάττουσι τὰς προθέσεις. Φερέγγυος καὶ Ἀξιόχρεως, ἀμφοτέρως. Ἀναξυρίδες ἐπὶ τῶν στρατιωτῶν, ἀνασυ‐ ρίδες τινες οὖσαι παρὰ τὸ ἀνασύρεσθαι. Λῆμα δι’ ἑνὸς μ, τὴν παράστασιν τῆς ψυ‐ | |
10 | χῆς ἀπὸ τοῦ λῶ τὸ θέλω, λήσω. Λῆμμα ἐπὶ τοῦ λαμβανομένου διὰ τοῦ η, καὶ γίνεται ἀπὸ τοῦ λήβω τὸ λαμβάνω. | |
Προσγελῶ αὐτὸν, ὡς οἱ Ἀττικοὶ, καὶ Βα‐ | 427 | |
428 | σκαίνω αὐτὸν, οὐχὶ αὐτῷ· σημαίνει δὲ τὸ δια‐ βάλλειν καὶ ἐξαπατᾷν, οὐ τὸ φθονεῖν. Ἐπίδοξος, οὐχὶ ὁ ἔνδοξος, ἀλλ’ ὁ προσδο‐ κώμενος. | |
5 | Ὄφλημα καὶ ὀφείλημα διαφέρει· Ὄφλημα | 428 |
429 | γὰρ τὸ ἐκ καταδίκης λέγεται. ὀφείλημα δὲ, ὃ ἐδανείσατό τις. Ἐπιλήσμων, ὁ ἐπιλανθανόμενος· Λήθαρ‐ γος δὲ, κύων ὁ κρύφα δάκνων. | |
5 | Τῇ ἐπιούσῃ ἐρεῖς, μὴ προστιθεὶς τὴν ἡμέ‐ | |
ραν, τῆς δὲ ἐπιούσης ἡμέρας. | 429 | |
430 | Σιτευτοὺς ὄρνιθας, οὓς νῦν σιτιστοὺς λέ‐ γουσι. Πάρεδροι, οἱ νῦν συγκάθεδροι. Μέσον ἡμέρας, καὶ μεσημβρία, οὐχὶ μέση | |
5 | ἡμέρα. | |
Διήγησιν λέγουσιν, οὐχὶ Διήγημα. | 430 | |
431 | Εὐθενεῖσθαι λέγοντες, εὐθενείαν οὐ λέγου‐ σιν, ἀλλ’ εὐετηρίαν. Ὑποτίθησι μὲν δανειζόμενος τὰ ἐνέχυρα. Ὑποτίθεται δ’ ὁ λαμβάνων. | |
5 | Σοφώτατος τῆς ἡλικίας, ἀντὶ τοῦ τῶν ἡλι‐ | |
κιωτῶν. | 431 | |
432 | Εὐστομεῖν ἀντὶ τοῦ εὐφημεῖν. καὶ Ἡρόδο‐ τος· εὔστομα κείσθω. Ὀλίγης ἐστι διδασκαλίας, ἀντὶ τοῦ, ὀλίγων δεῖται πρὸς μάθησιν. | |
5 | Ἀφηλικέστερος, ὁ τὴν ἡλικίαν προβεβηκώς. | |
Μῆλα Μηδικὰ, τὰ νῦν κίτρα. | 432 | |
433 | Τὸν Λάρυγγα, ἀρσενικῶς· τὴν Φάρυγγα, θηλυκῶς. Ἐνεύναιον, ἱμάτιον καὶ ἐπιβόλαιον τὸ ἐν τῇ εὐνῇ. | |
5 | Πολίτης, δημότης, φυλέτης, ἡλικιώτης, ἄνευ τῆς σύν· Συνέφηβος δὲ καὶ συνθιασώτης καὶ συμπότης μετὰ τῆς σύν· ὅτι καὶ πρόσκαι‐ ρος αὐτῶν ἡ κοινωνία. ἐπὶ δὲ τῶν προτέρων οὐχ ὁμοίως. | |
10 | Γέλως πλατὺς, οὐχὶ πολὺς ἐρεῖς. | |
Δίκη, ἡ ἰδία· Γραφὴ δὲ, ἡ δημοσία. | 433 | |
434 | Τὸ Δυσωπεῖσθαι ἐπὶ τοῦ ὑφορᾶσθαι, οὐκ ἐπὶ τοῦ αἰσχύνεσθαι. Τοῖς Δύο μᾶλλον· ὅσα γὰρ μὴ συνεμφαί‐ νει γένος, οὐδὲ πτῶσιν δέχεται, ὥσπερ οἱ τρεῖς, | |
5 | τῶν τριῶν, τοῖς τρισὶ, ἔχει τὴν κλίσιν. παρά‐ κειται γὰρ οὐδέτερον αὐτοῖς τὰ τρία, ὁμοίως τοῖς τέτρασιν. ἀπὸ δὲ τῶν κλινομένων καὶ ἄχρι τῶν ἀκλίτων οἱ ἀριθμοί. Ἐξίστασθαι λέγουσι. τὸ δὲ Περιΐστα‐ | |
10 | σθαι, οὐχ ὅμοιον τῷ ἐκστῆναι. τὸ γὰρ Περι‐ στῆναί ἐστι πέριξ στῆναι. Τεχνήσασθαι, τὸ μετὰ τέχνης τι κατα‐ σκευάσαι. Τεχνάσασθαι δὲ, τὸ κακουργῆσαι. Ἀσύμβολος παιδείας, ὁ ἀπαίδευτος. οὐκ | |
15 | ἀσύμβολος δὲ, ὁ πεπαιδευμένος. | |
Εἰς τάχος γράφειν τὸν ταχυγράφον, καὶ | 434 | |
435 | εἰς κάλλος γράφειν τὸν καλλιγράφον διαι‐ ροῦσιν οἱ Ἀττικοί. Λευκὴν ἡμέραν διαγαγεῖν, τὴν ἡδεῖαν καὶ ἱλαράν. | |
5 | Τὸν ἕτερον τοῖν ποδοῖν οὐ λέγουσιν, ἀλλὰ τὸν ἕτερον πόδα. Αὐτοχειρίᾳ πράττειν, ἐπὶ παντὸς αὐτουρ‐ γοῦντος. Βασανιστὴς μὲν, ὁ ἐπὶ τῆς βασάνου· Δη‐ | |
10 | μόκοινος δὲ, ὁ στρεβλῶν καὶ βασανίζων· Δή‐ | |
μιος δὲ, ὁ ἀπάγων τὴν ἐπὶ θανάτῳ. | 435 | |
436 | Κώμας, τοὺς στενωποὺς, ἀφ’ οὗ Ἐγκώ‐ μιον. Ἐγκώμιον δὲ καὶ ἔπαινος εἰς ἀνθρώ‐ πους λέγεται· καί ἐστι μὲν ἔπαινος ἐν βραχεῖ· τὸ δὲ ἐγκώμιον ἐκφέρεται κατὰ τέχνην. Ὑμνὸς | |
5 | δὲ, ἐπὶ θεῶν. Τίθη λέγεται ἡ μάμμη. Τίτθη, ἡ βυζά‐ στρια. Τιθήνη, ἡ τροφός. | |
Τὸ Μὴ ἀπαγορευτικὸν οὐ συντάσσεται | 436 | |
437 | ὑποτακτικοῦ ἐνεστῶτι, ὑποτακτικῷ δέ. οἷον, μὴ ποιῇς, οὐκ εἴποις. μὴ ποίησε δέ. Μὴ ποιῇς οὐκ ἐρεῖς, ἀλλὰ μὴ ποίει. μὴ ποίησε δὲ ἐρεῖς, καὶ μὴ ποίησον οὐκ ἐρεῖς. τὸ | |
5 | δὲ, μὴ ψεῦσον, καινόν. Ἐπαγγέλλω, τὸ αἰτῶ. Ἐπαγγέλλομαι δὲ, τὸ | |
ὑπισχνοῦμαι. | 437 |