TLG 0087 045 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ παραγωγῶν γενικῶν ἀπὸ διαλέκτων (e cod. Barroc. 76)

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

Περὶ παραγωγῶν γενικῶν ἀπὸ διαλέκτων (e cod. Barroc. 76)

Source: Cramer, J.A. (ed.), Anecdota Graeca e codd. manuscriptis bibliothecarum Oxoniensium, vol. 3. Oxford: Oxford University Press, 1836 (repr. Amsterdam: Hakkert, 1963): 228–236.

Citation: Page — (line)

228

(1t)

ΗΡΩΔΙΑΝΟΥ
2tΠΕΡΙ
3tΠΑΡΑΓΩΓΩΝ ΓΕΝΙΚΩΝ ΑΠΟ ΔΙΑΛΕΚΤΩΝ.
4ΑΙ Θετταλικαὶ γενικαὶ εἰ μὲν ἀπὸ περισπωμένων κοινῶν γε‐
5νικῶν ὦσι προπερισπῶνται· οἷον· καλοῖο, σοφοῖο· ἀπὸ δὲ βαρυ‐ τόνων, προπαροξύνονται. οἷον, Πριάμοιο, φίλοιο. Ἀπὸ Ἀττικῶν γενικῶν κατὰ πλεονασμὸν τοῦ ο γινόμεναι, εἰ μὲν ἀπὸ ὀξυτόνων γενικῶν ὦσι, προπερισπῶνται· οἷον, Πετέω, Πετῶο· στερέω, στερῶο· Ταλάω, Ταλῶο· εἰ δὲ ἀπὸ βαρυτόνων
10προπαροξύνονται· οἷον, τοῦ Μίνω, τοῦ Μίνωο· τοῦ Ἀνδρογέω, τοῦ Ἀνδρογέωο. τοῦ τόνου καταλεχθέντος, διὰ τὸ μὴ δύνασθαι πρὸ τριῶν συλλαβῶν πίπτειν τόνον. Αἱ διὰ τοῦ εω Ἰωνικαὶ γενικαὶ, εἰ μὲν ἀπὸ βαρυτόνων γενι‐ κῶν κοινωνοῦσι, προπαροξύνονται· οἷον, Ἀτρείδεω, Ὀρεστέω·
15ἀπαθεῖς δηλονότι οὖσαι· πάσχουσαι δὲ, πρὸ μιᾶς ἔχουσι τὸν τόνον· Ἑρμείου, Ἑρμειέω, καὶ ἐν συγκοπῇ Ἑρμείω·
Ἥρης, Ἑρμείωτε καὶ Ἡφαίστοιο ἄνακτος· (Il. Ο. 214.) εἰ δὲ ἀπὸ περισπωμένων τινῶν γενικῶν ὦσι, παροξύνονται· αὐλη‐ τοῦ, αὐλητέω· Καυσοῦ, Καυσέω· ὄνομα κύριον.
20 Αἱ διὰ τοῦ αω, ἀπὸ μὲν βαρυτόνων, βαρύνονται· ἀπὸ δὲ περισπω‐ μένων, περισπῶνται· Ἀτρείδου, Ἀτρείδαο· ἀργέστου, ἀργέσταο. Τὸ μὲν προσηγορικὸν συστέλλει τὸ α· καὶ διὰ καθαροῦ τοῦ ος κλίνεται· τὸ δὲ κυρίως ἐκτεταμένον ἔχει τὸ α, ὡς ἰσοσυλλάβως κλίνονται κατ’ ἀποβολὴν τοῦ ς· οἷον λάα· ὡς κλίνεται τὸ μέ‐
25γας· τὸ μὲν κυρίως ἐκτεταμένον ἔχει τὸ α· καὶ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικήν· οἷον ὁ μέγας, τοῦ μέγα· τὸ δὲ ἐπίθετον συστέλλει τὸ α· καὶ ὀφείλει διὰ καθαροῦ τοῦ ος κλιθῆναι, οἷον τοῦ μέγαος, ἀλλὰ γίνεται ἑτερόκλιτον, καὶ κλίνεται τοῦ μεγάλου. Διατὶ εἶπεν ὁ τεχνικὸς πᾶσα γενικὴ εἰς ος λήγουσα τροπῇ
30τοῦ ος εἰς ι τὴν δοτικὴν ποιεῖ; ἄτοπον γάρ ἐστι τὰ σύμ‐ φωνα εἰς φωνήεντα τρέπεσθαι. Ἰστέον ὅτι ἡ τροπὴ πενταχῶς
γίνεται· ἔστι γὰρ τροπὴ κατὰ πάθος· ὡς ἐπὶ τοῦ ἐλαφοβόλος,228

229

ἐλαφηβόλος· ἔστι τροπὴ κατὰ παραγωγὴν, ὡς ἐπὶ τοῦ νέμω νόμος, λέγω λόγος· ἔστι τροπὴ κατὰ διάλεκτον, ὡς ἐπὶ τοῦ ὄναρος ὄνειρος Αἰολικῶς· ἔστι τροπὴ κατὰ πάθος, ὡς ἐπὶ τοῦ ἐλαιάφυτον, ἐλαιόφυτον. ἔστι τροπὴ κατὰ κλίσιν, ὡς ἐπὶ
5τοῦ Αἴαντος, Αἴαντι· τροπῇ οὖν κλισέως καὶ τὰ φωνήεντα εἰς σύμφωνα τρέπονται· καὶ τὰ σύμφωνα εἰς φωνήεντα· καὶ τού‐ του χάριν εἶπε τροπῇ τοῦ ος εἰς ι. Διατί ἐν τοῖς δυικοῖς συνεζευγμέναι εἰσὶν αἱ πτώσεις, ἐν δὲ τοῖς πληθυντικοῖς οὐκ ἐστί; ἐπειδὴ δυικὰ τὰ δύο πρόσωπα ση‐
10μαίνουσι· καὶ τούτου χάριν δύο πτώσεις ἐν μιᾶ φωνῇ ζητοῦσι· τὰ δὲ πληθυντικὰ πολλὰ πρόσωπα σημαίνουσι, καὶ οὐ δύνανται εἶναι συνεζευγμένα. Διατί ἐν τοῖς δυικοῖς ἡ εὐθεῖα μετὰ αἰτιατικῆς συνέζευκ‐ ται· ἡ δὲ γενικὴ μετὰ δοτικῆς; ἐπειδὴ συγγένειαν ἔχει ἡ αἰ‐
15τιατικὴ πρὸς τὴν εὐθεῖαν· καὶ ἡ δοτικὴ πρὸς τὴν γενικήν· ἐπεὶ καὶ τὸν αὐτὸν τόνον ἀνεδέξατο· οἷον, ὁ ἄνομος, τὸν ἄνομον· τοῦ ἀνόμου, τῷ ἀνόμῳ. Διατί ἐπὶ μὲν τῶν δυικῶν καὶ τῶν πληθυντικῶν, ἡ αὐτή ἐστιν ὀρθὴ καὶ κλητική· ἐν δὲ τοῖς ἑνικοῖς, οὐκ ἐστί; ἐπειδὴ τῆς γενι‐
20κῆς μήτηρ ἐστὶν ἡ εὐθεῖα, ἡ δὲ γενικὴ τῶν ἄλλων ἐστὶ μήτηρ· ἐπεὶ οὖν ἐν τοῖς δυικοῖς καὶ τοῖς πληθυντικοῖς ἡ γενικὴ εἰς ν λήγει, διὰ τοῦτο ἡ αὐτή ἐστιν ὀρθὴ καὶ κλητική· ἐν δὲ τοῖς ἑνι‐ κοῖς ἡ γενικὴ διάφοραν τελικὴν ἔχει· ποτὲ γὰρ τὸ ς· ποτὲ δὲ τὸ υ· ποτὲ δὲ τὸ α· διὰ τοῦτο οὐκ ἀεί ἐστιν ὀρθὴ καὶ κλητική.
25 Διατί οὐ κλίνομεν ὁ κοχλίας, τοῦ κοχλίω, ἀλλὰ τοῦ κοχλίου; ἐπειδὴ πᾶσα γενικὴ ἰσοσυλλάβως κλινομενὴ μακροκαταληκτεῖ‐ σθαι θέλει· ὡς κλίνει ἑκάστη διάλεκτος τὸ Αἰνείας· οἱ μὲν Δω‐ ριεῖς, Αἰνείας, Αἰνεῖα κλίνουσιν· οἱ δὲ Βοιωτοὶ, Αἰνείας, Αἰνείαο· οἱ δὲ Ἴωνες, Αἰνείας, Αἰνείεω· οἱ δὲ κοινοὶ, Αἰνείας, Αἰνείου.
30 Διατί Αἰνείας μακρὸν ἔχει τὸ α; ἐπειδὴ πᾶσα γενικὴ ὀνό‐ ματος εἰς φωνῆεν λήγουσα καὶ περιττοσυλλαβοῦσα τῆς ἰδίας εὐθείας, ἢ ἐκτείνει τὴν παραλήγουσαν καὶ συστέλλει τὴν λή‐
γουσαν, οἷον καλοῖο, σοφοῖο· ἢ συστέλλει τὴν παραλήγουσαν,229

230

καὶ ἐκτείνει τὴν λήγουσαν· οἷον, Ἀτρειδέω, Πηλειδέω, Πρια‐ μιδέω· εἰ μὲν οὖν τὸ Αἰνείαο οὐκ ἐξέτεινε τὴν τελευταίαν συλ‐ λαβὴν, ἀνάγκη τὴν παραλήγουσαν ἐκτεῖναι. Διατί μὴ προσγράφωμεν τὸ ι ἐν τῇ εὐθείᾳ τῶν δυικῶν; διὰ τὸ
5μὴ εὑρίσκεσθαι ἐν τοῖς δυικοῖς ἄλλο τελικὸν, πλὴν τοῦ α καὶ ε· καὶ ω· καὶ η· τούτου χάριν οὐκ ἔχει τὸ ἀνεκφώνητον ι τῆς δοτικῆς· ἐπεὶ ἔμελλε λέγεσθαι καὶ τὸ ι τελικὸν τῆς εὐθείας τῶν δυικῶν. Τί ἐστὶ συγκοπή; καὶ τὶ ἀποκοπή; καὶ τὶ ἀφαίρεσις· συγ‐ κοπὴ ἐστὶ πάθος περὶ τὸ μέσον γινόμενον· οἷον ἐξαίρετος, ἔξαι‐
10τος· ἁρμόσαντες, ἅρσαντες. ἀποκοπὴ δὲ, πάθος ἐν τῷ τέλει γινόμενον· οἷον, ἱδρῶτα, ἱδρῶ· δῶμα, δῶ· ἀφαίρεσις δὲ, πάθος ἐν τῇ ἀρχούσῃ· οἷον σῦς, ὗς· λείβω, εἴβω· γαῖα, αἶα. Ὁ Γρᾶς τοῦ Γρᾶ πόθεν; ὁ κανών· τὰ εἰς ας μονοσύλλαβα περισπώμενα κοινὰ, μὴ ἔχοντα οὐδέτερον, ἀποβολῇ τοῦ ς ποιεῖ
15τὴν γενικήν· οἷον, ὁ λᾶς, τοῦ λᾶ· ὁ Δᾶς, τοῦ Δᾶ, ὄνομα ποτα‐ μοῦ· ὁ Θᾶς, τοῦ Θᾶ· ὁ Χνᾶς, τοῦ Χνᾶ· ὁ πᾶς, τοῦ πᾶ· σημαίνει δὲ τὸν πατέρα. εἰ δὲ ὀξύνονται, περιττοσυλλάβως κλίνονται· οἷον, ὁ Ζὰς, τοῦ Ζάντος· Πρὰς, Πράντος· φὰς, φάντος· φθὰς, φθάντος· κρὰς, κράντος· ταῦτα δὲ ὀξύνθησαν ὡς μετοχικά.
20 Ὁ δρῆς, τοῦ δρῆ, πόθεν; ὁ κανών· τὰ εἰς ης μονοσύλλαβα, εἰ μὲν περισπῶνται, ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικήν· οἷον, ὁ τρῆς, τοῦ τρῆ, ὁ δρῆς, τοῦ δρῆ· εἰ δὲ ὀξύνεται, διὰ τοῦ ς κλίνεται· οἷον, σὴς, σητός· βλὴς, βλητός· γνὴς, γνητός· Κρὴς, Κρητός. Διατί μὴ κλίνωμεν ὁ δρῆς, τοῦ δροῦ· καὶ ὁ τρῆς, τοῦ τροῦ·
25ὡς ὁ Ἑρμῆς, τοῦ Ἑρμοῦ; ἐπειδὴ πᾶσα μονοσύλλαβος εὐθεῖα ἰσοσυλλάβως κλινομένη, ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν, οἷον ὁ Γρᾶς, τοῦ Γρᾶ· ὁ Χνᾶς, τοῦ Χνᾶ· ὁ ῥοῦς, τοῦ ῥοῦ· οὕτως οὖν καὶ ὁ δρῆς, τοῦ δρῆ. Πῶς κλίνεται τὸ μύκης; μύκου καὶ μύκητος· καὶ πόσα
30σημαίνει; τέσσερα· τὰ κάρβουνα τὰ ἐπικείμενα τοῖς λύχνοις, ὡς παρὰ Καλλιμάχῳ Ἑκάλῃ·
ὥς ποτε λύχνος
δαιόμενος πυρόεντες ἄδην ἐγένοντο μυκῆτες·230

231

καὶ τοὺς ἀμανίτας τοὺς περὶ τὰ δένδρα γινομένους, ὡς παρὰ Ἀντιμάχῳ·
φάγε δ’ ὀπτὰ μύκητας
πρινίνους
5καὶ τὸ μέρος τῆς λαβῆς τοῦ ξίφους ἔνθα κρατεῖ τίς· σημαίνει δὲ καὶ τὸ αἰδοῖον τοῦ ἀνδρός· ὅπερ καὶ ἰσοσυλλάβως ἔκλινεν ὁ Ἀρχίλοχος, εἰπὼν,
ἀλλ’ ἀπεῤῥώσι μυκέω. Σαφὴς, τοῦ σαφοῦς πόθεν; ὁ κανών· τὰ εἰς ς λήγοντα ἔχοντα
10οὐδέτερον εἰς ες, εἰς ους ἔχει τὴν γενικὴν, κ’ ἂν βαρύτονα, κ’ ἂν ὀξύτονα· κ’ ἂν ἁπλᾶ, κ’ ἂν σύνθετα· οἷον σαφὴς, σαφοῦς, σαφὲς, καὶ τὰ ὅμοια. Πῶς κλίνεται τὰ εἰς ης περισπώμενα; εἰ μὲν εἰσὶ παρὰ τὸ κλέος, εἰς ους ἔχει τὴν γενικήν· οἷον Σοφοκλῆς, Σοφοκλοῦς·
15Περικλῆς, Περικλοῦς· Ἡρακλῆς, Ἡρακλοῦς· εἰδὲ ὦσιν ἀπὸ συναιρέσεως τῶν εἰς ης, εἰς ου ἔχει τὴν γενικήν· οἷον Θαλῆς, Θαλοῦ· Ἑρμῆς, Ἑρμοῦ. Διατὶ τὸ Κράτης Κράτητος, ἔχον ἐν τῇ εὐθείᾳ τὸ τ, εἰς τος ἔχει τὴν γενικήν· ἐπειδὴ τὸ τ ἀπὸ τοῦ ἐνεστῶτος ἔχει· τὰ
20γὰρ εἰς ης ἰαμβικὰ ἔχοντα τὸ σύμφωνον τοῦ ἐνεστῶτος, εἰς τος ἔχουσι τὴν γενικήν· οἷον, χαίρω, χάρις, χάριτος· λείβω, λέβης, λέβητος· τρέμω, τρόμης, τρόμητος· οὕτως οὖν καὶ κρατῶ, Κράτης, Κράτητος· καὶ πῶς τὸ θύτης καὶ πλύτης οὐκ ἔχουσι τὴν γενικὴν εἰς τος; ἐπειδὴ οὐκ ἔχουσιν ἀπὸ τοῦ ἐν‐
25εστῶτος τὸ τ· ὁ γὰρ ἐνεστὼς, θύω καὶ πλύνω ἐστί· καὶ διὰ τοῦτο οὐκ ἠκολούθησε τῇ κλίσει τοῦ Κράτητος. Ποσαχῶς κλίνεται τὸ Κόμης; διχῶς. κλίνεται γὰρ ὁ Κόμης τοῦ Κόμου, ἐξ οὗ καὶ Κόμεω Ἰωνικῶς· ὥσπερ Ἀτρείδης, Ἀτρεί‐ δου, Ἀτρείδεω· κλίνεται δὲ καὶ διὰ τοῦ τος· ἐπὶ τῆς ἀξίας τῷ
30λόγῳ τῶν ἰάμβων· οἷον ὁ Κόμης, τοῦ Κόμητος· Κόμης, Κόμου· πόθεν; ὁ κανών· τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ης γινόμενα βα‐
ρύτονα μὴ ἔχοντα οὐδέτερον εἰς ες, εἰς ου ἔχει τὴν γενικήν· οἷον231

232

λέσχη, Λέσχης, Λέσχου· γυνὴ, μισογύνης, μισογύνου· οὕτως οὖν καὶ τὸ Κόμη, Κόμης, Κόμου. τὸ δὲ Κόμητος ἐπὶ τῆς ἀξίας τῷ λόγῳ τῷ ἰαμβικῷ ἐπηκολούθησε. Καὶ διατί οὐ γράφεται τὸ Λάχης, Λάχητος διὰ τοῦ ι; ἐπειδὴ οὐδέποτε ἀρσενικὴ γε‐
5νικὴ διὰ τοῦ τος κλινομένη τῷ ι παραλήγεται· οἷον λέβητος· Δάρητος· πρόσκειται ἀρσενικὴ, διὰ τὰ παρὰ Δωριεῦσι θηλυκά· τὸ γὰρ θέμις, θέμιτος λέγουσιν· ὅθεν παρὰ τῷ ποιητῇ,
Ζεὺς δὲ Θέμιστα κέλευσε (Il. Υ. 4.) κατὰ πλεονασμὸν τοῦ ς.
10 Γράδης· Γράδου· πόθεν; ὁ κανών· τὰ εἰς ης πατρωνυμικὰ, ἢ καὶ τύπου πατρωνυμικοῦ ὄντα, εἰς ου ἔχει τὴν γενικήν· πατρω‐ νυμικὰ μὲν, οἷον, Ἀτρείδης, Ἀτρείδου· Πηλείδης, Πηλείδου· τύπου δὲ πατρωνυμικοῦ, οἷον, Εὐριπίδης, Εὐριπίδου· Θουκυ‐ δίδης, Θουκυδίδου· Ἡρώδης, Ἡρώδου· τὸ δὲ Γράδης, πατρω‐
15νυμικόν ἐστι· τὸν γὰρ υἱὸν τοῦ Γρᾶ σημαίνει. Καὶ τὶ διαφέρει τὰ πατρωνυμικὰ τοῦ τύπου τῶν πατρωνυμικῶν; διαφέρουσιν ἀλλήλων, ὅτι τὰ πατρωνυμικὰ εἰς τὸ υἱὸς καὶ ἔγγονος διαλύον‐ ται· οἷον ὁ Ἀτρείδης, ὁ υἱὸς τοῦ Ἀτρέος. Αἰακίδης, ὁ ἔγγονος τοῦ Αἰακοῦ. τὰ δὲ τύπου πατρωνυμικοῦ ὄντα, οὐ διαλύονται εἰς
20υἱοὺς καὶ ἐγγόνους· οἷον Ἡρώδης· Θουκυδίδης. ταῦτα γὰρ οὐ σημαίνουσι τινὸς υἱὸν ἢ ἔγγονον· ἀλλ’ ὀνόματα εἰσὶ κύρια. Χαλκοκρὰς, χαλκοκράτος, πόθεν; ὁ κανών· τὰ εἰς ς λήγοντα ὀξύτονα ὄντα, σύνθετα ἀπὸ παρακειμένου, καὶ φυλάττοντα μίαν συλλαβὴν αὐτοῦ τοῦ παρακειμένου, κ’ ἂν εἰς ας, κἂν εἰς ης,
25κ’ ἂν εἰς ως, διὰ καθαροῦ τοῦ τος κλίνεται· οἷον κέκραται, χαλ‐ κοκράς· ἐστὶ δὲ ὁ χαλκοῦ κεκερασμένος· βέβληται, ἀβλής· πέπτωκα, ἀπτώς· τέτρωται, ἀτρὼς, ὁ ἄτρωτος. Ἀργὴς, ἀργῆτος, πόθεν; ὁ κανών· τὰ εἰς γης λήγοντα, ἔχοντα πρὸ τοῦ γ τὸ ς ἢ τὸ ρ, διὰ τοῦ τος κλίνονται· οἷον Μίσγης,
30Μίσγητος· Μόργης, Μόργητος· Μίργης, Μίργητος· σεσημεί‐ ωται τὸ ἄργης, ἄργου. Μάσθλης, μάσθλητος, πόθεν; ὁ κανών· τὰ εἰς ης λήγοντα
δισύλλαβα κατὰ πλεῖστον διὰ τοῦ τος κλίνονται· οἷον μήλλης,232

233

μήλλητος· πόλλης, πόλλητος· μέσβλης, μέσβλητος· μάσθλης, μάσθλητος, σημαίνει δὲ τὸν μεμαλαγμένον λῶρον. Κούρης, Κούρητος, πόθεν; ὁ κανών· τὰ εἰς ης τῇ ου δι‐ φθόγγῳ παραληγόμενα διὰ τοῦ τος κλίνεται· οἷον, μούρης,
5μούρητος· Κούρης, Κούρητος. Ναίης, Ναίητος· πόθεν; ὁ κανών· τὰ εἰς ης βαρύτονα ἰαμβικὰ, μὴ ἔχοντα ἐπ’ εὐθείας τὸ τ, εἰς τος ἔχει τὴν γενικήν· Ναίης, Ναί‐ ητος· γλοίης, γλοίητος. διὰ τὸ εἶναι τὴν αι καὶ οι ἀντιβραχεῖαν. Ἐσθὴς, ἐσθῆτος· πόθεν; ὁ κανών· τὰ εἰς ης θηλυκὰ μονο‐
10γενῆ διὰ τοῦ τος κλίνεται· οἷον ποτὴς, ποτῆτος· σημαίνει δὲ τὴν πόσιν· Πάρνης, Πάρνητος, καὶ κατὰ μετάθεσιν τοῦ τ εἰς θ, Πάρνηθος· πρόσκειται μονογενῆ, διὰ τὸ ὁ νημερτὴς, τοῦ νημερ‐ τοῦς· ἔχει γὰρ οὐδέτερον τὸ νημερτές. Ποσαχῶς κλίνεται τὸ Ἄρης; ἑπταχῶς· κλίνεται γὰρ Ἄρης,
15Ἄρητος· ἐξ οὗ πατρωνυμικὸν Ἀρητιάδης· κλίνεται καὶ Ἄρης, Ἄρου, τῷ λόγῳ τῶν ἀπὸ ῥήματος συνθέτων· ἀπὸ γὰρ τοῦ ῥῶ τὸ λέγω γίνεται ἄρης, ὁ ἐστερημένος τοῦ λέγειν· ἐν γὰρ πολέμῳ οὐ λόγου ἀλλὰ πράξεως χρεία· κλίνεται καὶ Ἄρευς, Ἄρεος, κοινῶς· καὶ Ἄρεος, Ἀττικῶς· καὶ Ἄρηος, Ἰωνικῶς· καὶ Ἄρευος, Αἰολικῶς.
20 Ἀγκυλοχείλης, ἀγκυλοχείλου, πόθεν; ὁ κανών· τὰ ἀπὸ τῶν εἰς ος εἰς ης ὀνόματα βαρύτονα, εἴτε ἁπλᾶ, εἴτε παρασύνθετα, εἰς ου ἔχουσι τὴν γενικήν· οἷον Ἄραξος, Ἀράξης, Ἀράξου· Λάπιθος, Λαπίθης, Λαπίθου· ὑπνηλὸς, ὑπνήλης, ὑπνήλου· ἑπτάπους, ἑπτάποδος, ἑπταπόδης, ἑπταπόδου· εὔπατρις, εὐ‐
25πάτριδος, εὐπατρίδης, εὐπατρίδου. οὕτως οὖν χεῖλος, ἀγκυλό‐ χειλος, ἀγκυλοχείλης, ἀγκυλοχείλου. Ποσαχῶς συναιρεῖται τὸ ε καὶ ο· τριχῶς· παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις εἰς τὴν ου· οἷον Δημοσθενέος· Δημοσθέ‐ νους· καὶ εὐσεβέος, εὐσεβοῦς· παρὰ δὲ τοῖς Δωριεῦσι καὶ τοῖς
30Ἴωσιν εἰς ευ· οἷον, Ἰδομενέος, Ἰδομενεῦς· οἷον,
Ἰδομενεῦς μὲν οὐ λῆγε μένος μέγα233

234

ἀντὶ τοῦ Ἰδομενέος· παρὰ δὲ τοῖς Ἀθηναίοις εὑρίσκεται τὸ ε καὶ ο εἰς τὴν ι δίφθογγον κιρνώμενον· οἷον, πλέον πλεῖν· δέον, δεῖν. Πότε κιρνᾶται ἐπὶ τῆς αἰτιατικῆς τῶν ἑνικῶν τὸ ε καὶ α εἰς α μακρὸν, καὶ πότε εἰς ᾶ; ἡνίκα εὑρεθῇ τὸ ε καὶ α ἔχον
5προηγούμενον φωνῆεν, τότε εἰς α μακρὸν κιρνᾶται· οἷον, τὸν εὐφυέα, καὶ εὐφυῆ καὶ εὐφυᾶ· τὸν ὑγιέα, καὶ ὑγιῆ καὶ ὑγιᾶ· ἡνίκα δὲ πρὸ τοῦ ε καὶ α εὑρεθῇ σύμφωνον, τότε εἰς η μόνον κιρνᾶται· οἷον Δημοσθενέα, Δημοσθένη· εὐγενέα, εὐγενῆ· πλή‐ ρεα, πλήρη.
10 Διατί ἐν τοῖς δυϊκοῖς τὰ δύο εε εἰς η κιρνᾶται, ἐπὶ δὲ τοῖς πληθυντικοῖς εἰς τὴν ει δίφθογγον; ἐπειδὴ τὰ δυϊκὰ μείζονα χρόνον θέλουσιν ἔχειν τῶν πληθυντικῶν· τὸ δὲ η μείζων ἐστὶ τῆς ει διφθόγγου, ὡς ἀφ’ ἑαυτοῦ ἔχον τὴν μακρότητα· ἡ δὲ δίφθογγος ἐκ τῶν δύο φωνηέντων. καὶ γὰρ εἷς στρατιώτης δύο
15στρατιωτῶν δύναμιν ἔχων τιμιώτερος ἐστί. Διατί τοῦ Δημοσθένους ἡ δοτικὴ τῶν πληθυντικῶν συναι‐ ρεῖται; διὰ τὸ εὑρίσκεσθαι ἀναμεταξὺ τῶν δύο φωνηέντων σύμ‐ φωνον τὸ ς· οὐδέποτε δὲ τὰ φωνήεντα δύνανται συναίρεσιν ἐπι‐ δέξασθαι ἔχοντα μεταξὺ σύμφωνον, εἰ μὴ πρότερον ἀποβληθῇ·
20ὡς ἐπὶ τοῦ κρείττονα, κρείττοα, κρείττω. οὐ δύναται δὲ ἀπο‐ βληθῆναι τὸ ς, ἐπειδὴ πᾶσα δοτικὴ πληθυντικὴ εἰς ι ἐκφωνού‐ μενον λήγουσα, θέλει πρὸ τοῦ ι ἔχειν τὸ ς, ἢ δυνάμει ἢ ἐνεργείᾳ· —δυνάμει, οἷον φοίνιξιν· ἐνεργείᾳ δὲ, λέβησι. Διατί ἡ αἰτιατικὴ τῶν πληθυντικῶν συναιρουμένη εἰς ει δί‐
25φθογγον συναιρεῖται; ἐπειδὴ πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ς λήγουσα συναιρουμένη ἐστί· καὶ τὴν αἰτιατικὴν ὁμότονον καὶ ὁμόγραφον. ὁμοίως δὲ καὶ τὴν κλητικήν· οἷον, ὁ βότρυς, τοῦ βότρυος· ὦ βότρυς· οἱ βοῦς, τοὺς βοῦς· ὦ βοῦς. Πότε τὰ εἰς ς λήγοντα φυλάττουσιν ἐν τῇ συνθέσει τὴν
30τάσιν τοῦ ἁπλοῦ; ἡνίκα εὑρεθῶσιν ὑπὲρ μίαν συλλαβήν· οἷον, ἐρανιστὴς, αὐχερανιστής· εὑρετὴς, ἐφευρετής· ἐραστὴς, παι‐ δεραστής· χωρὶς τοῦ κριτὴς καὶ ἀληθής· ταῦτα γὰρ ἐν τῇ
συνθέσει βαρύνονται, οἷον, δικαιοκρίτης· φιλαλήθης· καὶ χωρὶς234

235

τῶν μονοσυλλάβων, οἷον Κρὴς, Ἑτεόκρης· γνὴς, Ἴγνης· πᾶν γὰρ ὄνομα μονοσύλλαβον ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· οἷον, χθὼν, αὐτόχθων· παῖς βούπαις· Θρὰξ, σακόθραξ· χωρὶς τοῦ πτὼξ, πολυπτώξ.
5 Διατί τὸ κριτὴς ἐν τῇ συνθέσει βαρύνεται; ἐπειδὴ παράλογός ἐστιν ἐν τῇ ἁπλότητι ἡ ὀξεῖα· τὰ γὰρ εἰς ος ἀρσενικὰ φύσει δισύλλαβα βαρύνονται· οἷον, πλύτης· δίψης· χάρτης· ψάλτης· τοῦτο δὲ ἡ μὲν κοινὴ βαρύνει, ἡ δὲ Ἀτθὶς ὀξύνει. Καὶ διατί τὸ ἀληθὴς ἐν τῇ συνθέσει βαρύνεται; ἐπειδὴ τὰ διὰ τοῦ ηθης
10σύνθετα παρώνυμα βαρύνεσθαι θέλουσιν· ἦθος, συνήθης· εὐήθης· καλοήθης· κακοήθης· ἀήθης· οὕτως οὖν καὶ τὸ ἀληθής· φιλαλήθης. Διατί τὸ τὶς συστέλλει τὸ ι; ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ κατὰ ἀποβολὴν τοῦ ς ποιοῦντα οὐδέτερον, συνεσταλ‐ μένον ἔχουσι τὸ δίχρονον· οἷον μέγας, μέγα· ταχὺς, ταχύ·
15οὕτως οὖν καὶ τὸ τίς, τί. Πῶς κλίνεται τὸ ζεῦξις; ἡνίκα μὲν προσηγορικόν ἐστι διὰ καθ‐ αροῦ τοῦ ω κλίνεται· οἷον ἡ ζεῦξις, τῆς ζεύξεως· ἡνίκα δὲ κυρίως, διὰ καθαροῦ τοῦ δος κλίνεται· οἷον ὁ Ζεῦξις, τοῦ Ζεύξιδος. Πῶς κλίνεται τὸ Ξόϊς· καὶ Σάϊς· καὶ Δμῶϊς· καὶ Ταμι‐
20άθις; διὰ καθαροῦ τοῦ ος· ἐπειδὴ ὀνόματα εἰσὶ πόλεων Αἰ‐ γυπτίων· τὰ δὲ ὀνόματα τῶν πόλεων τῆς Αἰγύπτου, ὡς ἐπὶ τὸ πλεῖστον διὰ καθαροῦ τοῦ ως κλίνονται· χωρὶς τοῦ Μέμφις, Μέμφιδος· Βούσιρις, Βουσίριδος· Ὄσιρις, Ὀσίριδος. Ποῖα εἰσὶν ἃ λέγει ὁ τεχνικὸς ἐν τῷ ἑβδόμῳ κανόνι, τὰ ἐν τοῖς
25θηλυκοῖς σεσημειωμένα, ὕστερον ἐροῦμεν. Τὸ Χάρυβδις καὶ Σάρδις· ταῦτα γὰρ οὐκ ἐκλίθησαν διὰ τοῦ δος· διὰ τὴν ἐπαλληλίαν τοῦ δί καὶ τὸ κῆψις· ἐπίσκεψις· Λάχεσις· Νέμεσις· ταῦτα γὰρ ὁμοφωνήσαντα προσηγορικοῖς θηλυκοῖς, τὴν τῶν προσηγορικῶν κλίσιν ἀνεδέξαντο· καὶ τὸ
30Ξόϊς καὶ Δμῶϊς· καὶ Σάϊς· καὶ Ταμιάθις· ταῦτα γὰρ Αἰ‐ γύπτια ὄντα καὶ κλίνονται διὰ τοῦ δ· τὰ γὰρ Αἰγύπτια ὡς ἐπιτοπλεῖστον, διὰ καθαροῦ τοῦ ως κλίνονται· οἷον, Καλλίπολις,
Καλλιπόλεως.235

236

Διατί μὴ κλίνωμεν πόλις, πόληος διὰ τοῦ η; ἐπειδὴ εἰ γέ‐ γονεν οὕτως, εὑρίσκεται ἡ παραλήγουσα τῆς περιττοσυλλάβου γενικῆς, μείζων τῆς ληγούσης τῆς ἰδίας εὐθείας, ὅπερ ἄτοπον. Καὶ πῶς κλίνεται παρὰ τῷ ποιητῇ
5
ἀπ’ ἀγροῦ νόσφι πόληος (Od. Α. 185.) διὰ τοῦ η κλιθέν; ἰστέον δὲ ὅτι οὕτω τὸ πόληος, οὐκ ἔστιν Ἰωνικὸν, ἀλλ’ ἀπὸ τοῦ πολίος. τοῦ διὰ τὸ ι γέγονε, κατὰ τρο‐ πὴν τοῦ ι εἰς η· ὡς ἀπὸ τοῦ ἀψιμύθηον. Διατί ἀπέλιπε τῆς Ἀττικῆς τῶν ἑνικῶν ἡ χρῆσις τῆς α·
10οἷον τὸν ὄφεα; ἐπειδὴ παντὰ τὰ εἰς ις λήγοντα διὰ καθαροῦ τοῦ ος κλινόμενα, εἰς ν μόνον ἔχουσι τὴν αἰτιατικήν. Διατί τὸ εἰς ενος περισπᾶται; ἐπειδὴ τὰ εἰς ς λήγοντα ὀνόματα κοινολεκτούμενα ἔχοντα οὐδετέρου παρασχηματισμὸν, ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν.
15 Διατί τὸ εἷς ἑνὸς οὐ κλίνεται διὰ τοῦ ντ· κατὰ μίμησιν τῶν οὐδετέρων ἐχόντων; ἐπειδὴ δασύνεται ἡ εὐθεῖα· εἰ δὲ ἐγέ‐ νετο ἡ γενικὴ ἐν τος, ἔμελλε ψιλοῦσθαι ἡ εὐθεῖα· τὸ γὰρ ε καταλῆγον εἰς ν, ἐπιφερομένου συμφώνου τῆς τρίτης συζυγίας τῶν βαρυτόνων, καὶ ἐν ῥήματι, μήτε ἐπιῤῥήματι, ψιλοῦσθαι
20θέλει· οἷον, ἔνδον, ἔνθα, ἐντός· τούτου χάριν ἀπέβαλε τὸ τ, καὶ ἐγένετο ἑνός. Ποσαχῶς κλίνεται τὰ εἰς ευς ὀνόματα; ἑξαχῶς· κλίνεται γὰρ κοινῶς διὰ τοῦ εο, οἷον Ἀχιλλέος· καὶ διὰ τοῦ εω Ἀττι‐ κῶς, οἷον, Ἀχιλλέως· κλίνεται δὲ διὰ τοῦ η καὶ ο παρὰ τοῖς
25Ἀχαιοῖς· Ἴωσι· καὶ Αἰολεῦσιν· οἷον Ἀχιλλῆος· ἀλλὰ καὶ Αἰο‐ λεῖς προπαροξύνουσι· κλίνεται δὲ καὶ διὰ τοῦ ιο παρὰ τοῖς Βοιωτοῖς· κλίνεται δὲ καὶ διὰ τῆς ευ διφθόγγου παρὰ τοῖς Δωριεῦσι καὶ τοῖς Ἴωσι· οἷον, Ἀχιλλεῦς περισπωμένως· ἀντὶ τοῦ Ἀχιλλέως.
30 Κατὰ ποίαν διάλεκτον γίνεται τὸ Ζεὺς, Διός; κατὰ Βοιω‐ τούς· κλίνεται δὲ καὶ διὰ τοῦ ιο, οὐχ ὡς νομίζουσι τινὲς ἀπὸ
τῆς ἰδίας εὐθείας· κειμένης παρὰ—cetera desunt.236