TLG 0087 044 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ σολοικισμοῦ καὶ βαρβαρισμοῦ

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

Περὶ σολοικισμοῦ καὶ βαρβαρισμοῦ

Source: Nauck, A. (ed.), Lexicon Vindobonense. St. Petersburg: Eggers, 1867 (repr. Hildesheim: Olms, 1965): 294–312.

Citation: Page — (line)

294

(1t)

HERODIANVS
2tDE SOLOECISMO ET BARBARISMO.
1 Πᾶς λόγος μὴ ἀκριβῆ τὴν ὁμιλίαν ἔχων ἀπαιδευσίας ἱκανὰ φέρει τεκμήρια· ὅθεν τοὺς πειρωμένους τὴν γραμματικὴν μεταδιώ‐ κειν ἀναγκαῖόν ἐστιν ἀσολοίκιστον καὶ ἀβαρβάριστον τὴν προφορὰν τῶν λόγων ποιεῖσθαι, εἰδότας τὴν ἐν αὐτῇ γινομένην ἁμαρτίαν. μή‐
5τηρ γὰρ φιλοσοφίας καὶ ῥητορικῆς γέγονε γραμματικὴ καὶ πάσης καλῶς λεγομένης ἐπιστήμης τε καὶ τέχνης ῥίζα καὶ γένεσις πέφυ‐ κεν αὕτη, θρέψαι δυναμένη παιδὸς ἀρετήν, ἀκριβουμένη διὰ τεχνι‐
κῆς ἐμπειρίας εἰς τὴν ἀναμάρτητον τῆς λέξεως ἐμπειρίαν, ἐξ ἧς294

295

πᾶς ἔπαινος ὑψοῦται. ἐπὶ τὴν εὔθυναν οὖν τῶν σολοικισμῶν καὶ βαρβαρισμῶν τὸν λόγον ἡμῶν ἀναγκαῖόν ἐστιν ἐσπεῦσθαι. πειράσο‐ μαι δὴ κατὰ πάντα προνοεῖσθαι τοῦ διδασκαλικώτατα καὶ σαφέ‐ στατα λέγειν· μία γὰρ αὕτη πρὸς νέον λόγων ὁδὸς εὐκόλως καὶ λευ‐
5κῶς ἐπὶ τὴν μάθησιν ἐλθεῖν. τρεῖς οὖν γίνονται κακίαι περὶ λόγον· σολοικισμός, βαρβαρισμὸς καὶ ἀκυρολογία. πρῶτον δὲ τὰ τοῦ σολοι‐ κισμοῦ καταμάθωμεν. γίνεται οὖν σολοικισμὸς ἐν συμπλοκῇ λέξεων ἀλλήλαις ἀναρ‐ μόστων εὔκολος, ὅταν ἡ διαίρεσις πρὸς τὴν συμπλοκὴν τῶν λόγων
10μὴ ἄγαν ᾖ εὐάρμοστος. ὧν γὰρ καλοῦμεν ἢ προφερόμεθα πάντως ἕκαστόν ἐστιν ἢ ὄνομα ἢ προσηγορία ἢ ῥῆμα ἢ μετοχὴ ἢ ἄρθρον ἢ ἀντωνυμία ἢ πρόθεσις ἢ ἐπίρρημα ἢ σύνδεσμος· ἐννέα γὰρ ταῦτα ἔστι μέρη τοῦ λόγου, ὧν ἔξωθεν οὐδεμία ταῖς ὁμιλίαις ἐμπολιτεύεται λέξις. ἡ δὲ παραλλαγὴ τούτων εἰς τὸν τῶν ἁμαρτημάτων ὄλισθον
15ἁλίσκεται.295

296

προσηγορία μὲν οὖν ἐστὶ λέξις γενικήν τινα ἐμφαίνουσα διά‐ νοιαν, οἷον ἄνθρωπος, ἵππος, βοῦς· ἔθνος γὰρ τούτων ἕκαστον καὶ γένος. ὄνομα δέ ἐστιν ὃ ἀπὸ τοῦ γένους τὸ εἶδος χαρακτηρίζει. ἄν‐ θρωποι γὰρ πολλοί· ὅταν δὲ εἴπωμεν Δημοσθένης, Αἰσχίνης, τῷ
5ὀνόματι τὸ εἶδος ὑποπίπτει. ῥῆμα δέ ἐστιν ὃ τῶν πραγμάτων τὰ πάθη δηλοῖ ἢ τὰς ἐνεργείας, οἷον ὁ μὲν ἄνθρωπός ἐστι προσηγορία· εἶτα ἠρωτήσαμεν, τίς; ὑπήντησε τὸ ὄνομα, Δημοσθένης· ἀνάγκη τοῦτον τί ποιεῖ κατηγορεῖσθαι. τὸ γὰρ ῥῆμα οὐκ ἐν σώματι κεῖται, ἀλλ’ ἐνεργείᾳ ἢ πάθει· δηλοῦται γὰρ ὑπὸ μὲν τῶν προσηγοριῶν τὰ
10γένη, ὑπὸ δὲ τῶν ῥημάτων αἱ πράξεις. ἴδωμεν οὖν πῶς πρῶτον ὁ σολοικισμὸς περὶ ταῦτα συμβαίνων τὴν ὀρθοέπειαν ἀδικεῖ· ἀρξόμεθα δὲ ἀπὸ τῶν προσηγοριῶν καὶ τῶν ὀνομάτων. παρέπονται δὲ ταῖς προσηγορίαις καὶ τοῖς ὀνόμασιν ἀριθμοὶ μὲν τρεῖς, πτώσεις δὲ πέντε καὶ γένη πέντε· ἀρσενικόν, θηλυκόν, οὐδέ‐
15τερον, κοινὸν καὶ ἐπίκοινον. ἐν τάξει δὲ ἀπὸ τῶν ἀριθμῶν εὐθύνω‐
μεν τὸ σφάλμα τοῦ σολοικισμοῦ.296

297

ἀριθμός ἐστιν ἑνικὸς ὁ Αἴας, δυϊκὸς τὼ Αἴαντε, πληθυντικὸς οἱ Αἴαντες. δεῖ τοίνυν ἑνικὸν ἑνικῷ ἐπιφέρειν καὶ δυϊκῷ δυϊκὸν καὶ πληθυντικῷ πληθυντικόν· ἐὰν δέ τις ἑνικῷ πληθυντικὸν ἢ πληθυν‐ τικῷ ἑνικὸν ἢ πάλιν δυϊκῷ πληθυντικὸν ἐπενέγκῃ, περὶ τοὺς ἀριθ‐
5μοὺς ὁ σολοικισμός, οἷον
ὅστις γὰρ ἀνδρῶν οἴεται μεῖζον φρονεῖν,
οὗτοι διαπτυχέντες ὤφθησαν κενοί· τῷ γὰρ ἑνικῷ τὸ πληθυντικὸν ἐπενεχθὲν ἀναρμόστως τὸν λόγον ἔβλαψεν. ἐπὶ δυϊκοῦ·
10
Αἴαντε δ’ ὁρμήσαντες ἐκ ξυνωρίδος· ἔδει γὰρ ἐπενεχθῆναι δυϊκῷ δυϊκόν. τὸ δὲ πληθυντικὸν τῷ ἑνικῷ συναφθὲν ἀσχημονεῖ·
ἦλθεν δὲ λαοὶ μυρίοι πρὸς ᾐόνα· πληθυντικῷ γὰρ ἐπιφερομένῳ τῷ λαοὶ μυρίοι ἔδει συνῆφθαι πληθυν‐
15τικὸν τὸ ἦλθον, οὐχὶ ἦλθεν.297

298

οὕτω δεῖ καὶ ἐπὶ τῶν πτώσεων ὀνομαστικῇ μὲν ἐπιφέρειν ὀνομα‐ στικήν, γενικῇ δὲ γενικὴν καὶ πάσαις τὸ ἀκόλουθον. εἰ δέ τις παρ‐ αλλάξει τὰς πτώσεις, σολοικισμὸν ἀκούει· «Νέστωρ» γὰρ εἰπών, «οὐδὲν αὐτοῦ γλυκύτερον» εἰ ἐπενέγκοι, περὶ τὴν πτῶσιν ἁμαρτή‐
5σεται. ὁμοίως δὲ κἂν δοτικήν τις ἀντὶ γενικῆς ἐπενέγκῃ, τῶν ἐπι‐ φερομένων οἰκείων τῇ γενικῇ τυγχανόντων, ἁμαρτήσεται, οἷον Τρωσὶ μὲν ἡγεμόνευεν ἀντὶ τοῦ Τρώων· ἢ πάλιν αἰτιατικὴν ἀντὶ δοτικῆς·
χεῖρας δὲ Τρώων ὅπλ’ ἔδωκαν Ἑλλάδος, ἀντὶ τοῦ δοτικῇ χρήσασθαι «χερσὶ δὲ Τρώων ὅπλ’ ἔδωκαν». καὶ
10πάλιν ἀντὶ αἰτιατικῆς γενικήν·
τιμᾶν Μακεδόνων εἵνεκ’ εὐανδρησίας,298

299

ἀντὶ τοῦ αἰτιατικῇ χρήσασθαι «Μακεδόνας τιμᾶν». καὶ πάλιν εὐ‐ θεῖαν ἀντὶ κλητικῆς, οἷον χαῖρε, φίλος ἀντὶ τοῦ κλητικῇ χρή‐ σασθαι «χαῖρε, ὦ φίλε». γενῶν δὲ ἀρρενικὸν μέν ἐστιν ὁ Αἴας, θηλυκὸν δὲ ἡ Ἑλένη, οὐ‐
5δέτερον δὲ ἀπὸ τοῦ μηδετέρου τὴν ἔμφασιν ἔχειν, οἷον τὸ βῆμα, τὸ παιδίον· κοινὸν δὲ ὃ ἴδιόν ἐστι τῶν δύο γενῶν ἀρσενικοῦ καὶ θηλυ‐ κοῦ, οἷον ὁ ἄνθρωπος· ἐπίκοινον δὲ ὃ τῇ μὲν δυνάμει τάσσεται κατὰ τῶν δύο γενῶν, οὐκ ἐπιδέχεται δὲ τὸ ἀρρενικὸν ἄρθρον, οἷον γαλῆ, περιστερά· καὶ γὰρ ἡ θήλεια καὶ ὁ ἄρσην ἐπικοινωνεῖ ταῖς προση‐
10γορίαις, τὸ δὲ ἄρθρον ἀναιρεῖται· οὐδεὶς γὰρ λέγει ὁ περιστερά, ὁ γαλῆ. ὥσπερ οὖν καὶ ἐπὶ τῶν προαγόντων εἴρηται, δεῖ καὶ ἐπὶ τῶν γενῶν ἀρρενικὸν μὲν ἀρρενικῷ ἀκολουθεῖν, θηλυκῷ δὲ θηλυκόν, οὐδ‐
ετέρῳ δὲ οὐδέτερον. ἡ δέ γε ἀντεμβολὴ καὶ τούτων σολοικισμὸν299

300

ἐνόσησεν, οἷον πρὸς κίονα μακρήν· ἀρρενικῷ γὰρ ὄντι τῷ κίονα ἐπήνεγκε θηλυκὸν τὸ μακρά· ἔδει δὲ ἀρρενικῷ τῷ κίονα ἀρρενικὸν ἐπενεγκεῖν τὸ μακρόν. πάλιν τὸ ἐναντίον ἐν τῷ κλυτὸς Ἱππο‐ δάμεια· ἔδει γὰρ τῷ Ἱπποδάμεια ὄντι θηλυκῷ συμφώνως καὶ τὸ
5κλυτὴ συμπλέξαι. καὶ ἐπὶ τοῦ οὐδετέρου· δῶρόν τοι ἐγ, τέκ‐ νον φίλε· οὐδετέρῳ γὰρ οὐδέτερον ἔδει συνεζεῦχθαι καὶ εἰπεῖν ὡς τέκνον, οὕτω καὶ φίλον. τὸ δὲ κοινωνεῖν τοῖς γένεσι τὸν τοῦ σολοι‐ κισμοῦ κίνδυνον ἐκφεύγει. τῷ δὲ ἐπικοίνῳ ἐστὶν ἐγχωροῦν ποτὲ εἰς ὄλισθον σολοικισμοῦ πεσεῖν, ἐὰν προτάξῃ τις τὸ μὴ ὀφειλόμενον
10ἄρθρον, ὁ περιστερά, ὁ γαλῆ. συγκρίσεις δὲ ταῖς προσηγορίαις παρακολουθοῦσιν, ὅθεν καὶ περὶ σύγκρισιν γίνονται σολοικισμοί. ἀπολελυμένον μὲν γάρ ἐστι ταχύς, βραδύς, συγκριτικὸν δὲ ταχύτερος, βραδύτερος, ὑπερθετικὸν δὲ ταχύτατος, βραδύτατος. ὅταν μὲν οὖν μηδὲν μηδενὶ συγκρίνων
15ἐπαινῇς, λέγε ταχύς, παχύς, βραδύς, κυρτός· ὅταν δὲ πρὸς ἕνα τὴν παράθεσιν προσάγῃς, λέγε ταχύτερος ὅδε τοῦδε· ὅταν δὲ ὑπερβάλ‐
λῃς τὸν ἔπαινον, λέγε ταχύτατος. ὅταν οὖν ἢ μηδενὶ συγκρίνων ἀντὶ300

301

ἀπολελυμένου τοῦ ταχὺς τῷ συγκριτικῷ προσέλθῃς, ἢ ἑνὶ συγκρί‐ νων ἀντὶ τοῦ ταχύτερος τὸ ὑπερθετικὸν εἴπῃς, ὅδε τοῦδε ταχύτατος, ἁμάρτημα μετὰ σολοικισμοῦ συναντήσει. γίνεται δὲ οὕτω τὸ ἁμαρ‐ τανόμενον, οἷον «Πηλείδης ἐστὶν Ὀιλιάδου ὀξύτατος» ἀντὶ τοῦ ὀξύ‐
5τερος· πρὸς ἕνα γὰρ ἡ παράθεσις. καὶ πάλιν «ὠκύτερος πάντων» εἰπεῖν ἁμάρτημα· δεῖ γὰρ τοῦ πάντων κειμένου προτετάχθαι τὸ ὑπερθετικὸν ὠκύτατος. τῷ δὲ ὀνόματι καὶ ταῖς προσηγορίαις ἐν τάξει τῶν λόγων ἐπι‐ ζεύγνυται τὸ ῥῆμα· ἐπεδείκνυμεν γὰρ ὅτι τὸ ῥῆμά ἐστιν ὃ ἐνέργειαν
10ἢ πάθος δηλοῖ, ἐνέργειαν μὲν ὅταν εἴπω γράφω, πάθος δὲ ὅταν εἴπω γράφομαι. περὶ δὴ πρῶτον αὐτὸ γίνεται σολοικισμός, ὅταν τις τῷ πάσχοντι ἐνεργητικὸν ῥῆμα περιάψῃ, οἷον
ἐγάμησεν Ἑλένη τὸν θεοῖς στυγούμενον· ἔδει γὰρ τὸ παθητικὸν τῇ γυναικὶ περιάψαι, ἐγαμήθη Ἑλένη· νῦν
15δὲ ἀντεισῆλθε τὸ ἐνεργοῦν, ἐγάμησεν Ἑλένη. πάλιν ἄν τις τάξῃ τὸ
παθητικὸν ἀντὶ ἐνεργητικοῦ, τὴν ὁμιλίαν ἀδικεῖ, οἷον ἀπόλωλα δὲ301

302

παρθενίαν· τὸ γὰρ ἀπόλωλα παθητικόν ἐστιν, ἔδει δὲ τῷ ἐνεργη‐ τικῷ χρήσασθαι, ἀπολώλεκα παρθενίαν. ὥσπερ δὲ ἐπὶ τῶν προσηγοριῶν, οὕτω πάλιν καὶ ἐπὶ τῶν ῥημά‐ των ἐκ τῶν παρεπομένων γίνεται σολοικισμός· παρέπεται δὲ τοῖς
5ῥήμασι πρόσωπα, εἴδη, χρόνοι. πρόσωπα μὲν τρία, ἐγώ, σύ, ἐκεῖνος· οἷον τρέχω ἐγώ, τρέχεις σύ, τρέχει ἐκεῖνος. γίνεται τοίνυν περὶ τὰ πρόσωπα σφάλματα, ὅταν μὴ τῷ πρώτῳ προσώπῳ τις τὸ πρῶτον ἐπενέγκῃ ἢ τῷ δευτέρῳ τὸ δεύτερον ἢ τῷ τρίτῳ τὸ τρίτον, ἀλλ’ ἢ τὸ τρίτον τῷ πρώτῳ ἢ ἕν τι τῶν ἄλλων ἀνακολούθως ἑτέρῳ· οἷον «ὡς
10δὴ ἐγὼ γελᾷ» παρὰ τῷ λυρικῷ Σιμωνίδῃ· τὸ γὰρ ἐγὼ πρώτου ἐστὶ προσώπου, τὸ δὲ γελᾷ τρίτου· διότι τοίνυν ἐπήνεγκε τῷ πρώτῳ τὸ ἀνακόλουθον, τὴν ὀρθοέπειαν ἔβλαψεν· ἔδει γὰρ εἰπεῖν ἐγὼ γελῶ ἢ ἐκεῖνος γελᾷ. καὶ τὸ Ὁμηρικόν·
ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ,
15σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστοι.302

303

τὸ μὲν γὰρ ἐπιπείθονται τρίτου προσώπου, τὸ δὲ δεδμήμεσθα πρώ‐ του· ἔδει τοίνυν συνάψαι τὸ ἀκόλουθον, ἢ πειθόμεθα καὶ δεδμή‐ μεσθα ἢ πείθονται καὶ δέδμηνται. εἴδη δὲ τοῖς ῥήμασι ταῦτα παρέπεται, ὁριστικόν, εὐκτικόν, ἐπι‐
5ζευκτικόν, ὃ καὶ ὑποτακτικὸν καλεῖται, προστακτικόν, ἐρωτηματικόν, ἀπαρέμφατον. ὁριστικὸν μὲν ὃ καὶ καταφατικὸν καλοῦσιν, οἷον γρά‐ φω, παιδεύω· ταῦτα γὰρ προτασσόμενα ποιεῖ τὴν ἐπίζευξιν· ἐρω‐ τηματικὸν δὲ ὁριστικοῦ τῷ τόνῳ τῆς προφορᾶς παραλλάσσει· γρά‐ φω; παιδεύω; τὸ δὲ προστακτικὸν πρώτου προσώπου κατὰ τὴν
10πρόσταξιν ἐρημοῦται· οὐδεὶς γὰρ ἑαυτῷ προστάσσει· γίνεται γὰρ ὁριστικόν, εἴ τις ἐθελήσει λέγειν προστακτικῶς, εὖ γράφω· ἀλλὰ δευτέρῳ καὶ τρίτῳ προσώπῳ, γράφε, γραφέτω. ἐπὶ μέντοι τῶν πλη‐ θυντικῶν τοῖς τρισὶ προσώποις ὁλόκληρον τὴν πρόσταξιν ἐκσώζει, γράφωμεν, γράφετε, γραφέτωσαν. ἀπαρέμφατον δὲ λέγεται τὴν
15ἐτυμολογίαν ἔχον ἀπὸ τοῦ μήτε πρόσωπα μήτε ἀριθμοὺς ἐμφαίνειν· γράφειν γὰρ ἐμὲ καὶ γράφειν σὲ καὶ γράφειν ἐκεῖνον, τὸ ῥῆμα τὸ αὐτὸ ἐπὶ τῶν τριῶν προσώπων νοεῖται· γράφειν ἕνα καὶ γράφειν πολλοὺς οὐδέν τι μᾶλλον εἰς ἀλλοίωσιν ἐπὶ τοῦ πλήθους μεταβαίνει τὸ ῥῆμα. ἐν δὲ τοῖς εἴδεσι τούτοις σπανίως ὁρᾶται ὁ σολοικισμός·
20ἀφέστηκε γὰρ ἀλλήλων. σολοικισμὸς δὲ γίνεται ἐπ’ ἐνίων ἀντὶ τοῦ
προστακτικοῦ τῷ ὁριστικῷ χρωμένων κατὰ συνήθειαν· οἷον ἐντέλλο‐303

304

μαί σοι, εἶπον τῷ δεῖνι ἐλθεῖν· τὸ γὰρ εἶπον ὁριστικόν ἐστι πρώτου προσώπου· δεῖ δὲ προστακτικῷ χρῆσθαι, εἰπὲ ἐλθεῖν. πλεῖστοι δὲ ἐν τοῖς εἴδεσι περὶ τὰ ἐπιζευκτικὰ γίνονται σολοικισμοί, ἐνίων ὁμοίως καθάπερ ἐπὶ τῶν ὁριστικῶν λέγομεν τὸ γράφω γράφεις γράφει καὶ
5κατὰ τὸ ἐπιζευκτικὸν τὸ αὐτὸ νοούντων, ἐὰν γράφω, ἐὰν γράφεις, ἐὰν γράφει· δεῖ δὲ ὅσα τῶν ὁριστικῶν διὰ τοῦ εις ει ἢ εῖς εῖ τὴν ἔξοδον ἔχει, ἐπὶ δευτέρου καὶ τρίτου προσώπου ἐν τοῖς ἐπιζευκτικοῖς διὰ τοῦ η ἐκφέρεσθαι, ποιεῖς, ποιεῖ, ἐὰν ποιῇς, ἐὰν ποιῇ· ἐὰν δὲ διὰ τοῦ α καὶ ι, ὁμοίαν τοῖς ὁριστικοῖς προφορὰν ἔχει τὸ ἐπιζευκτικόν,
10οἷον γελῶ γελᾷς γελᾷ, ἐὰν γελῶ, ἐὰν γελᾷς, ἐὰν γελᾷ. παρέπονται δὲ καὶ χρόνοι τοῖς ῥήμασιν, ἐνεστώς, παρεληλυ‐ θώς, μέλλων. καὶ ἐνεστὼς μέν ἐστι τὸ γράφω, παρεληλυθὼς δὲ τὸ ἔγραψα, μέλλων γράψω. ἔτι δὲ ὁ παρεληλυθὼς ἐν τέσσαρσι διαφο‐ ραῖς βλέπεται, μίαν μὲν ἔχων τοῦ παρακειμένου καὶ παρῳχημένου,
15οἷον γέγραφα, δευτέραν δὲ τοῦ παρατατικοῦ, οἷον ἔγραφον, τρίτην δὲ τοῦ ἀορίστου συντελικοῦ, οἷον ἔγραψα, τετάρτην δὲ τοῦ ὑπερ‐
συντελίκου, οἷον ἐγεγράφειν. πολὺ τοίνυν ἀραίωμα περὶ τοὺς χρό‐304

305

νους· αὐτὴ γὰρ ἡ φύσις τῇ προφορᾷ τοὺς λόγους ἐφαρμόζει· καὶ ὁ μέλλει τις ποιήσειν οὐ λέγει ὅτι πεποίηκα οὐδὲ ἐποίησα, ἀλλὰ ποιή‐ σω, καὶ ὃ πεποίηκεν, οὐ ποιήσω, ἀλλὰ πεποίηκα. ἔσθ’ ὅτε δέ τινες ἀντὶ παρῳχημένου τῷ ἐνεστῶτι χρῶνται, οἷον
5
γαμεῖ δ’ ὁ μὲν δὴ Τυνδάρεω κόρην μίαν, ἀντὶ τοῦ ἐγάμησε· καὶ
θύρσον δέ τις λαβοῦς’ ἔπαισεν εἰς πέδον,
ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς, ἀντὶ τοῦ ἐξεπήδησεν. ἐκεῖνον δὲ μᾶλλον ἄξιον τὸν σολοικισμὸν ἀπα‐
10κριβῶσαι, ἀναιδέστερον δ’ ἐπιτολμῶντα τῷ περὶ τοὺς χρόνους ἁμαρ‐ τήματι. λέγουσι γάρ τινες «γέγραφα πέρυσιν» καὶ χρῶνται τῷ παρῳχημένῳ παρακειμένῳ ἀντὶ τοῦ ἀοριστώδους συντελικοῦ ἔγραψα. ὁ μὲν γὰρ ἀοριστώδης συντάσσεσθαι δύναται καὶ ἐπὶ τοῦ πάλαι,
ἔγραψα ἄρτι καὶ ἔγραψα πάλαι, διὰ τὸ τῆς συντελείας ἀόριστον·305

306

τὸ δὲ γέγραφα συντετέλεσται μὲν καὶ παρῴχηκεν, ἐπεὶ δὲ τὸν χρό‐ νον παρακείμενον ἔχει τὸ γέγραφα, ἄρτι, οὐ πέρυσιν, ὤφειλε λέγειν. τοιούτους καὶ ἐν τοῖς ῥήμασι σολοικισμοὺς ἐννοοῦμεν. μετοχὴ δέ ἐστι ῥῆμα εἰς πτῶσιν κεκλιμένον, οἷον ῥῆμά ἐστι
5γράφω, μετοχὴ δὲ γράφων, γράφοντος. μετοχὴ δὲ εἴρηται ἀπὸ τοῦ μετέχειν καὶ τῶν τοῖς ῥήμασι παρεπομένων καὶ τῶν τοῖς ὀνόμασι· μετέχει γὰρ ἁπάντων, ἄρθρων, γενῶν, πτώσεων, ἀριθμῶν, χρόνων, παθῶν καὶ ἐνεργειῶν. περὶ ταῦτα πάντα γίνονται σολοικισμοί, ὡς ὑπεδείξαμεν· δεδήλωται γὰρ ὡς περὶ τὰ γένη, περὶ τοὺς ἀριθμούς,
10περὶ τὰς πτώσεις, περὶ τοὺς χρόνους, περὶ τὰ πάθη, περὶ τὰς ἐν‐ εργείας γίνονται σολοικισμοί. ἄρθρον δέ ἐστι λέξις ἐν συλλαβικῇ δυνάμει προτακτικὴ καὶ ὑποτακτικὴ τῶν ἐμφαινόντων γένη καὶ πτώσεις. προτακτικὰ μὲν ἀρσενικὰ ὁ, τοῦ, τῷ, τόν· ὑποτακτικὰ δὲ ὅς, οὗ, ᾧ, ὅν· πληθυντικὰ
15δὲ ἀρσενικὰ προτακτικὰ οἱ, τῶν, τοῖς, τούς· ὑποτακτικὰ δὲ οἵ, ὧν, οἷς, οὕς. κατὰ μέντοι Ὅμηρον πληθυντικὰ ὑποτακτικὰ οὐκ ἔστιν, ἀλλὰ τὸ αὐτὸ τῷ προτακτικῷ, καθά φησι· τοὶ δ’ ἐπὶ θινὶ θα‐ λάσσης ἱερὰ ῥέζον. γίνεται τοίνυν σολοικισμὸς περὶ τὰ ἄρθρα ἀρρενικοῖς ἀκολούθως· αὐλῶνά θ’ ἣν ἄρδουσι, δέον λέγειν «ὃν
20ἄρδουσιν»· ἢ ὅταν ἀντὶ πτώσεως ἑτέρα πτῶσις παραληφθῇ· ὁ μὲν306

307

πτελέης, ὁ δ’ ἐλαίης· ἢ ὅταν ἀντὶ προτακτικοῦ χρήσηταί τις τῷ ὑποτακτικῷ·
τοίων γὰρ ἀνδρῶν σπέρμ’ ἔδωσεν Ἑλλάδος τῆς κατὰ Τροίαν. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων προτακτικῶν ἄρθρων
5καὶ ὑποτακτικῶν. εὐπαρατήρητος δὲ ὁ περὶ τὰς προθέσεις σολοικισμός· γίνεται δὲ ἄλλης εἰς ἄλλην μετατεθείσης. ἐλέγχεται δὲ περὶ τὴν διάνοιαν τῶν πραγμάτων καὶ συνεργίαν, οἷον εἰς ἐλάτην ἀναβὰς περι‐ μήκετον ἀντὶ τοῦ ἐν ἐλάτῃ, καὶ ὡς ἁμαρτάνουσι περὶ τὴν κοινὴν
10ὁμιλίαν πολλοί· ποῦ ἐστιν ὁ πατήρ; εἰς βαίταν, ἀντὶ τοῦ ἐν βαίτῃ. ὅμοιον γάρ ἐστι τοῦτο, ἐάν τις πυθομένῳ τινὶ ποῖ πορεύεται, ἀπο‐ κριθῇ «ἐν βαίτῃ». ἀντωνυμία δέ ἐστι λέξις ἀντὶ ὀνόματος τιθεμένη, ἣ ἐνέργεια κα‐ λεῖται. ἐπιδέχεται δὲ πρόσωπα μὲν ὁμοίως τοῖς ῥήμασι, πτώσεις δὲ
15ὁμοίως τοῖς ὀνόμασιν, οἷον ἐγώ, σύ, οὗτος, ἐκεῖνος, ἡμέτερος, ὑμέ‐ τερος, νωίτερος, σφωίτερος. εἰσὶ δὲ καὶ ἁπλαῖ τινὲς τῶν ἀντωνυμιῶν καὶ σύνθετοι· ἁπλαῖ μὲν ἐμέ, σέ, ἕ· σύνθετοι δὲ ἐμαυτόν, σαυ‐ τόν, ἑαυτόν. [ὑποτακτικόν, μὴ πίῃς. περὶ πρόσωπα, ὡς ἐν ἀντωνυμίᾳ·
20σφέτερον πατέρ’ ὑμνείουσαι, ἀντὶ τοῦ ὑμέτερον. περὶ τὰς
μετοχάς, ὡς307

308

οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ ἀντὶ τοῦ πληγεῖσαι. περὶ τὰ ἄρθρα·
μακροῖσι ξυστοῖσι, τά ῥά σφ’ ἐπὶ νηυσὶν ἔκειτο. περὶ τὰς προθέσεις· κάππεσον ἐν Λήμν. καὶ παρὰ Θουκυδίδῃ
5κεῖται· εἰς τὸ Ἡραῖον ἐκαθέζοντο, καὶ παρὰ Μενάνδρῳ·
καθιζάνει μὲν ἐνίοτ’ εἰς τὰ σήσαμα, καὶ ἐν Ψοφοδεεῖ ἐπίσημον. παρ’ Εὐριπίδῃ·
πολλὴ μὲν κοὐκ ἀνώνυμος
θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ’ ἔσω,
10ἀντὶ τοῦ ἔνδον. περὶ τοὺς συνδέσμους, ἐάν τις τῷ μὲν τὸ δὲ μὴ ἐπενέγκῃ, οἷον
Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδής,
παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα.] Τοῦ λόγου ἀρεταὶ μὲν ἕξ, ἑλληνισμός, σαφήνεια, συντομία,
15κυριολογία, εὐσυνθεσία, εὐπρέπεια· κακίαι δὲ ταύταις ἀντικείμεναι,
ἀσάφεια, μακρολογία, ἀκυρολογία, κακοσυνθεσία, ἀπρέπεια, βαρ‐308

309

βαρισμός. ἑλληνισμὸς μὲν οὖν ἐστὶ λέξις ὑγιὴς καὶ ἀδιάστροφος ἢ λόγου μερῶν πλοκὴ κατάλληλος· βαρβαρισμὸς δέ ἐστι λέξις ἡμαρ‐ τημένη περὶ τὴν συνήθειαν. διαφέρει δὲ βαρβαρισμὸς σολοικισμοῦ, ὅτι ὁ μὲν σολοικισμὸς τὴν τάξιν βλάπτει τοῦ λόγου, ὁ δὲ βαρβαρισ‐
5μὸς τῆς λέξεως. γίνεται δὲ ὁ βαρβαρισμὸς κατὰ τρόπους ὀκτώ, κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ ἐναλλαγὴν ἢ συναλοιφὴν ἢ διαίρεσιν ἢ τόνους ἢ χρόνους ἢ πνεῦμα. περὶ μὲν οὖν πρόσθεσιν βαρβαρίζουσιν οἱ λέγοντες Σωκράτην, Δημοσθένην· τὰ γὰρ εἰς ης λήγοντα σύνθετα οὐ προσλαμβάνει ἐπὶ
10τῆς αἰτιατικῆς τὸ ν, ὅταν παρ’ οὐδέτερον πρὸς τὴν κατάληξιν ἢ ῥῆμα ἐπὶ τέλος ἐμφαίνηται. περὶ δὲ ἀφαίρεσιν, ὡς εἴ τις λέγει τὸν Ἑρμῆ· δεῖ γὰρ τὸν Ἑρμῆν. περὶ δὲ μετάθεσιν οἱ λέγοντες τὸν δίφρον δίρφον καὶ τὸν Μυτιληναῖον Μιτυληναῖον· ἀπὸ γὰρ Μύ‐ τωνος τοῦ κτίστου Μυτιλήνη καλεῖται. περὶ δὲ ἐναλλαγήν, ὅσοι
15λέγουσιν ἀντὶ τοῦ ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην· ὅσα γὰρ ἀπὸ συμφώνων ἄρχεται τῶν φωνηέντων ἐν τῷ ἐνεστῶτι χρόνῳ, ταῦτα κατὰ παρατατικὸν ἀπὸ τοῦ ε ἄρχεται, οἷον λέγω ἔλεγον· οὕτω καὶ μέλλω ἔμελλον καὶ βούλομαι ἐβουλόμην καὶ δύναμαι ἐδυ‐
νάμην. περὶ συναλοιφήν, ὡς Μένανδρος λέγει·309

310

ὁ θάτερος δὲ τῶν δυοῖν Διοσκόρων, ἀντὶ τοῦ φάναι ὁ ἕτερος· ἡ γὰρ τοιαύτη συναλοιφὴ γίνεται ἐπὶ οὐδε‐ τέρου ἄρθρου, ὅταν αὐτῷ ὄνομα ἀπὸ φωνήεντος ἀρχόμενον ἐπιφέρη‐ ται, οἷον τὸ ἕτερον λέγω θάτερον, ἐπὶ δὲ ἀρρενικοῦ οὐδαμῶς. περὶ
5δὲ διαίρεσιν, ὡς ὅταν Ἡσίοδος λέγῃ·
Μάγνης δὲ κατ’ αὐτὸ καὶ ἀντίθεον Πολυδεύκεα· οὐ γὰρ διαιρεῖται ὧν ἡ αἰτιατικὴ εἰς ν λήγει, ἀλλ’ εἰς η, οἷον Δη‐ μοσθένεα Διογένεα, Δημοσθένη Διογένη. περὶ δὲ χρόνους βαρβα‐ ρίζουσιν οἱ λέγοντες «ἐὰν βούλομαι» καὶ «ἐὰν ἔρχομαι», ἐπειδὴ τὰ
10ὑποτακτικὰ τοῖς ὁριστικοῖς μιγνύουσι· φέρομαι, ἐὰν φέρωμαι, λέγο‐ μαι, ἐὰν λέγωμαι· οὕτω καὶ ἐὰν βούλωμαι, ἐὰν ἔρχωμαι. ὁμοίως καὶ περὶ τόνους βαρβαρίζουσιν οἱ λέγοντες ἀκρᾶτον προπερισπωμέ‐ νως· δεῖ γὰρ λέγειν ἄκρατόν ἐστιν. ἡ γὰρ στέρησις προτιθεμένη τῶν δισυλλάβων ὀνομάτων εἰς ος ληγόντων ἀναβιβάζει τὸν τόνον,
15οἷον ἄκακος, ἄφθαρτος· οὐκοῦν ἄκρατος. περὶ χρόνους βαρβαρί‐ ζουσιν οἱ λέγοντες πίνακις ἐκτεταμένως· δεῖ γὰρ λέγειν πινακὶς καὶ κεραμίς, ὡς θυρὶς καὶ σανίς. περὶ δὲ πνεῦμα βαρβαρίζουσιν οἱ
λέγοντες αὕριον δασέως· δεῖ γὰρ ψιλῶς, ἐπεὶ εἴρηται παρὰ τὴν αὔ‐310

311

ραν, ἥτις ἕωθεν ἐκ τῶν ποταμῶν ἀναδίδοσθαι φιλεῖ·
αὔρη δ’ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό· ἄλλως τε καὶ διὰ ψιλοῦ ἀντιστοίχου ἐστὶν ἡ συναλοιφή· εἰ γὰρ ἐδα‐ σύνετο, διὰ τοῦ θ ὤφειλε συνηλεῖφθαι.
5 ἔνιοι μὲν λέγουσιν ἑλληνισμὸν εἶναι τὸν ποιητήν, ἔνιοι δὲ τὴν κοι‐ νὴν διάλεκτον, ἥτις ἐγένετο συνελθόντων τῶν Ἑλλήνων εἰς Ἴλιον, ἄλλοι δὲ τὴν ἐτυμολογίαν, ἥτος ἄχρι τοσούτου ... ... ἦλθεν εἰς Κόρινθον καὶ πρὸς παίδευσιν γραμματικῆς ἔλαβε τοὺς παῖδας τῶν πολιτῶν. ἔπειτα ἐρωτηθείς τις τί ἐστιν ἑλληνισμός, ἔφη «τὸ πάσαις
10ταῖς διαλέκτοις ὀρθῶς χρῆσθαι». βαρβαρισμός ἐστιν ἁμάρτημα ἐν λόγῳ γινόμενον περὶ τὴν τῶν ἑλληνιζόντων συνήθειαν. βαρβαρισμὸς εἴρηται οἱονεὶ βαρυαυδησμός τις ὤν. γίνεται δὲ τρόποις πέντε, προσθέσει, ἀφαιρέσει, ἐναλλαγῇ, μεταθέσει καὶ περὶ προσῳδίας. προσθέσει γράμματος, ὡς ἐάν τις
15λέγῃ Αἰσχίνους δέον εἰπεῖν Αἰσχίνου· ἀφαιρέσει, ὡς ἐάν τις λέγῃ Δημοσθένου δέον εἰπεῖν Δημοσθένους· ἐναλλαγῇ γράμματος, ὡς τὸ δίρφος δέον εἰπεῖν δίφρος· μεταθέσει γράμματος, ὡς κίσηλις δέον
εἰπεῖν κίσηρις. γίνονται δὲ βαρβαρισμοὶ καὶ περὶ προσῳδίας. λέ‐311

312

γομεν δὲ βαρβαρίζειν καὶ τὸν ἀλλοφύλῳ λέξει χρώμενον, ὡς εἴ τις τὸ μὲν ὑπαυχένιον κερβικάριον λέγει, τὸ δὲ χειρόμακτρον μάππαν. [ἔμφασις δέ ἐστιν ἥπερ δι’ ὑπονοίας ἐπίτασιν τοῦ λεγομένου παρίστησιν, οἷον
5
αὐτὰρ ὅτ’ εἰς ἵππον καταβαίνομεν ὃν κάμ’ Ἐπειός. ἐν τῷ καταβαίνομεν τὸ μέγεθος τοῦ ἵππου ἐμφαίνει. ὅμοιον δὲ κἀ‐ κεῖνο· πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματος· καὶ γὰρ ἐν τού‐ τῳ παρέχει μείζονα ἔννοιαν, ὡς βαπτισθέντος τοῦ ξίφους οὕτως
ὥστε θερμανθῆναι.]312