TLG 0087 043 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ αὐθυποτάκτων καὶ ἀνυποτάκτων Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Περὶ αὐθυποτάκτων καὶ ἀνυποτάκτων Citation: Page — (line) | ||
1086(19) | Τῶν ῥημά‐ | |
20 | των τὰ μὲν αὐθυπότακτα καλεῖται, τὰ δὲ ἀνυπότακτα. καὶ τῶν αὐθυποτάκτων τὰ μὲν ἐνεργητικῶς, τὰ δὲ παθητικῶς προφέρον‐ ται· ὡςαύτως καὶ τὰ ἀνυπότακτα. Εἰσὶ δὲ αὐθυπότακτα ἐνεργη‐ τικά, ὧν τὸ ῥῆμα βαρύνεται καὶ ἡ μετοχὴ ὀξύνεται καὶ τὸ ἀπα‐ ρέμφατον περισπᾶται. τούτων τὰ ἑνικὰ δεύτερα καὶ τρίτα πρός‐ | |
---|---|---|
25 | ωπα καὶ τὰ πληθυντικὰ πρῶτα αὐθυπότακτά εἰσιν, οἷον δάκω δα‐ κών δακεῖν δάκῃς δάκῃ δάκωμεν, δράμω δραμών δραμεῖν δράμῃς δράμῃ δράμωμεν, λάθω λαθών λαθεῖν λάθῃς λάθῃ λάθωμεν, πάθω παθών παθεῖν πάθῃς πάθῃ πάθωμεν, πίω πιών πιεῖν πίῃς πίῃ πίωμεν, τύχω τυχών τυχεῖν τύχῃς τύχῃ τύχωμεν. καὶ τὰ συν‐ | |
30 | τιθέμενα ἀπὸ τοῦ σχῶ, ἀνάσχω ἀνασχών ἀνασχεῖν ἀνάσχῃς ἀνάσχῃ ἀνάσχωμεν, ἐπίσχω ἐπισχών ἐπισχεῖν ἐπίσχῃς ἐπίσχῃ ἐπίσχωμεν, κατάσχω κατασχών κατασχεῖν κατάσχῃς κατάσχῃ κατάσχωμεν, πα‐ ράσχω παρασχών παρασχεῖν παράσχῃς παράσχῃ παράσχωμεν. καὶ ταῦτά εἰσιν αὐθυπότακτα ἐνεργητικά. Εἰοὶ δὲ παθητικὰ ἀνάσχω‐ | |
35 | μαι, ἀντίσχωμαι, ἀπόσχωμαι, ἀφέωμαι, οὗ τὸ τρίτον τῶν πληθυν‐ τικῶν ἀφέωνται, ἀφέλωμαι, ἀφίκωμαι, γένωμαι, ἐπιλάθωμαι, πρίω‐ | |
μαι ἀντὶ τοῦ ἀγοράσω, καὶ πρόωμαι ἀντὶ τοῦ προπέμψω. | 1086 | |
1087 | Μαθὼν δὲ περὶ τῶν αὐθυποτάκτων, μάθε καὶ περὶ τῶν ἀνυ‐ ποτάκτων. ἁμαρτήσω ἁμαρτήσεις ἁμαρτήσει ἁμαρτήσομεν, ἀνήσω (ἀντὶ τοῦ καταλείψω) ἀνήσεις ἀνήσει ἀνήσομεν, ἀφήσω ἀφήσεις ἀφήσει ἀφήσομεν, δώσω δώσεις δώσει δώσομεν, ἐνήσω (ἀντὶ τοῦ | |
5 | ἐμβαλῶ) ἐνήσεις ἐνήσει ἐνήσομεν, εὑρήσω εὑρήσεις εὑρήσει εὑρήσο‐ μεν, θήσω θήσεις θήσει θήσομεν, παρήσω (ἀντὶ τοῦ παραλείψω) παρήσεις παρήσει παρήσομεν. Διὰ τί οὐχ ὑποτάσσονται ταῦτα; Διότι ἐν οἷς ῥήμασιν ὁ ἀόριστος τῶν ὁριστικῶν ἐνεργητικῶν ἔχει τὸ σύμφωνον τοῦ μέλλοντος, ἐν ἐκείνοις γίνονται καὶ ἀόριστοι | |
10 | πρῶτοι ὑποτακτικοί· ἐν τούτοις δὲ οἱ ἀόριστοι τῶν ἐνεργητικῶν, μὴ ἔχοντες τὸ σύμφωνον τοῦ μέλλοντος, οὐδὲ ὑποτακτικοὺς ἀορί‐ στους ποιοῦσιν. Ἀνυπότακτά εἰσι καὶ τὸ ἕξω ἕξεις ἕξει ἕξομεν, ἥξω (ἀντὶ τοῦ ἔλθω) ἥξεις ἥξει ἥξομεν, λήσω (ἀντὶ τοῦ λάθω) λήσεις λήσει λήσομεν, οἴσω (ἀντὶ τοῦ κομίσω) οἴσεις οἴσει οἴσομεν. οὐχ | |
15 | ὑποτάσσονται δὲ οὐδὲ ταῦτα, διότι οἱ ἀόριστοι ἐν τοῖς ὁριστικοῖς ἐνεργητικοῖς ἐπὶ τῶν ῥημάτων τούτων ἐξέλιπον, τούτων δὲ ἐκλι‐ πόντων ἐξέλιπον καὶ οἱ ὑποτακτικοὶ οἱ πρῶτοι. Κατὰ δὲ αὐτὸ τοῦτο, τὸ ἐκλείπειν δηλαδὴ τοὺς ὁριστικοὺς ἐνεργητικοὺς ἀορίστους πρώτους καὶ τοὺς παθητικοὺς μέσους ἀορίστους πρώτους, οὐχ | |
20 | ὑποτάσσονται οὐδὲ οἱ ῥηθησόμενοι παθητικοὶ μέσοι μέλλοντες πρῶ‐ τοι, αἱρῶ τὸ βούλομαι αἱρήσω αἱρήσομαι, ἀφίξομαι, βήσομαι, ἐξ οὗ καὶ τὸ ἀναβήσομαι καὶ ἀποβήσομαι, βουλήσομαι, γενήσομαι, εἴδω τὸ γινώσκω εἴσω εἴσομαι, ἐρήσομαι ἀντὶ τοῦ ἐρωτήσω, λήψομαι ἀντὶ τοῦ λάβω, οἰήσομαι ἀντὶ τοῦ ὑπολάβω, ὄψομαι ἀντὶ τοῦ | |
25 | θεάσομαι, πείσομαι ἀντὶ τοῦ πάθω, προήσομαι ἀντὶ τοῦ προ‐ πέμψω καὶ προςήσω ἀντὶ τοῦ προσδέξομαι. Οὐχ ὑποτάσσονται οὐδὲ οἱ μέλλοντες δεύτεροι τῶν αὐτῶν ὁριστικῶν παθητικῶν, οἷον τυφθήσομαι, πλεχθήσομαι—τυπήσομαι, πλακήσομαι. Οὐχ ὑπο‐ τάσσονται οὐδὲ οἱ μέσοι μέλλοντες δεύτεροι τῶν βαρυτόνων ῥη‐ | |
30 | μάτων, τυπεῖται, πλακεῖται. Οἱ Ἀττικοὶ μέλλοντες τῆς τετάρτης συζυγίας τῶν βαρυτόνων οὐχ ὑποτάσσονται, οἷον ἀφανίζω ἀφα‐ νίσω ἀφανιῶ ἀφανιεῖς ἀφανιεῖ, γνωρίζω γνωρίσω γνωριῶ γνωριεῖς γνωριεῖ, ἐγχειρίσω ἐγχειριῶ ἐγχειριεῖς ἐγχειριεῖ, μερίσω μεριῶ με‐ ριεῖς μεριεῖ, ὀνειδίσω ὀνειδιῶ ὀνειδιεῖς ὀνειδιεῖ, ὑβρίσω ὑβριῶ | |
35 | ὑβριεῖς ὑβριεῖ. Οὐχ ὑποτάσσονται οὐδὲ οἱ Ἀττικοὶ μέλλοντες πρῶτοι τῆς αὐτῆς τετάρτης συζυγίας τῶν βαρυτόνων, οἷον ἀγω‐ | |
νιεῖται, βαδιεῖται, καθιεῖται ἀντὶ τοῦ καθίσει. Εὑρίσκονται σὺν | 1087 | |
1088 | τούτοις καὶ ἀπ’ ἄλλων συζυγιῶν μέσοι μέλλοντες πρῶτοι μὴ ὑπο‐ τασσόμενοι μηδὲ αὐτοί, πεσεῖται ἀντὶ τοῦ πέσῃ. Οἱ πρῶτοι μέλ‐ λοντες τῶν ὁριστικῶν ἐνεργητικῶν τῆς πέμπτης συζυγίας τῶν βα‐ ρυτόνων οὐχ ὑποτάσσονται, οἷον βαλῶ βαλεῖς βαλεῖ, δεμῶ (ἀντὶ | |
5 | τοῦ κτίσω) δεμεῖς δεμεῖ, μενῶ μενεῖς μενεῖ, ἐρῶ (ἀντὶ τοῦ λέξω) ἐρεῖς ἐρεῖ, καὶ τὰ ὅμοια ἀκολούθως τούτοις. Οὐδὲ οἱ μέσοι μέλλοντες πρῶτοι τῶν παθητικῶν τῆς αὐτῆς συζυγίας ὑποτάσσονται, ἐντε‐ λοῦμαι ἐντελῇ ἐντελεῖται, ὀλοῦμαι ὀλῇ ὀλεῖται, φανοῦμαι φανῇ φανεῖται. Οἱ παρῳχημένοι πάντες οὐχ ὑποτάσσονται, ἐτετύφεις, | |
10 | ἐτετύπεις. παρῳχημένοι δὲ πάντες εἰσὶ καὶ οἱ παρατατικοὶ τῆς συ‐ ζυγίας τῶν περισπωμένων, οἷον ἐγνωσιμάχεις ἠμφισβήτεις. Καὶ τὰ προςτακτικὰ τῆς πρώτης συζυγίας τῶν περισπωμένων οὐχ ὑπο‐ τάσσονται, οἷον μὴ ἀδίκει, μὴ ὀλιγώρει. Καὶ οἱ μονοσύλλαβοι ἐνεστῶτες τῆς πρώτης συζυγίας τῶν περισπωμένων οὐχ ὑποτάσσον‐ | |
15 | ται, οἷον ζεῖς ζεῖ ἀπὸ τοῦ ζῶ τὸ βράζω, θεῖς θεῖ, πλεῖς πλεῖ, ῥεῖς ῥεῖ, χεῖς χεῖ· ἐὰν θέῃς καὶ ἐὰν πλέῃς πλέῃ ὑποτάσσονται. Δέον μαθεῖν καὶ περὶ τῶν ὑποτακτικῶν μορίων, καὶ πόσα μόρια ὑποτάσσουσιν, οἷον ἵνα, ὄφρα, ὅπως, ἐάν, ἄν, μή. πολλά‐ κις δὲ καὶ ὁ ἡνίκα καὶ ὁ ἕως, ἡνίκα ἔχουσιν ἑτέρους συνδέσμους, | |
20 | ὡς ἐν τῷ εἴπερ γάρ τε χόλον καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλ’ ὅγε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ. ὥσπερ δὲ τὸ ἄν ὑποτάσσει, οὕτω καὶ ὅσα σύγκειται ἐξ αὐτοῦ, οἷον κἄν, οὐκ ἄν, ἐπάν, ἐπειδάν, ὅταν, ὁπόταν. Καὶ οὕτω μέν, ὡς εἴ‐ | |
25 | ρηται, τὸ ὅπως καὶ τὸ ἵνα τὰ ὑποτακτικὰ μόρια ὑποτάσσουσιν· ὅτε δὲ τὸ ὅπως ἐκλαμβάνεται ἀντὶ τοῦ πῇ καὶ τὸ ἵνα ἀντὶ τοῦ ὅπου, οὐχ ὑποτάσσουσιν. ἀλλ’ οὐδὲ τὸ ἵνα τί, ἀντὶ τοῦ διὰ τί, ὑποτάσσει. Καὶ τὸ μή ὑποτάσσει, ὅτε λέγει τις ὡς προςτάσσων μὴ ἐλεήσῃς ὑπεύθυνον. ὑποτάσσει δὲ τὸ μή καὶ ὅτε ἔχει | |
30 | προκείμενον αὐτοῦ τὸ οὔ, ὡς τὸ ἑπόμενος ἐμοὶ οὐ μὴ ἐκ‐ τοπίσῃς. ὅτε δὲ τὸ μή ἐρωτηματικόν ἐστιν, οὐχ ὑποτάσσει, μὴ μάτην διδάσκομεν; Καὶ τὸ ἕως, ὅτε κεῖται μόνον, οὐχ ὑπο‐ | |
τάσσει· ὅτε δὲ κεῖται μετὰ τοῦ οὗ, ὑποτάσσει. | 1088 |