TLG 0087 042 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ ἀριθμῶν (ap. Stephanum)

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

Περὶ ἀριθμῶν (ap. Stephanum)

Source: TGL 8.345 (appendix). .

Citation: (Line)

1tΗΡΩΔΙΑΝΟΥ
2tΠΕΡΙ ΤΩΝ ΑΡΙΘΜΩΝ.
1 Ἔτι τῶν σημείων ἄν τις φαίη καὶ ταῦτα, ὅσα ἀριθμοῦ σημεῖά ἐστι. καὶ γὰρ ταῦτα ἔν τε ταῖς γραφαῖς τῶν βιβλίων ἐπὶ τοῖς πέρασιν ὁρῶμεν γραφόμενα· ἀλλὰ καὶ παρὰ Σόλωνι τῷ τοὺς νόμους Ἀθηναίων γράψαντι τὰ ἐπ’
5ἀργυρίῳ προστιμήματα τούτοις ὁρῶ τοῖς γράμμασι σε‐ σημασμένα. καὶ στήλας δὲ τὰς παλαιὰς καὶ ψηφίσματα καὶ νόμους πολλοὺς οὕτως ἐστιν εὑρέσθαι τὰ τῶν ἀριθμῶν σημεῖα ἔχοντας. φέρε οὖν καὶ ταῦτα γράψωμεν, ἵνα μη‐ δὲν ὑμῖν παρῶφθαι δόξῃ. τὸν μὲν οὖν ἕνα ἀριθμὸν, ἓν
10ἰῶτα σημαίνει· τὸν γὰρ δύο, δύο ιι. καὶ οὕτω μέχρι τῶν τεσσάρων. τὸν γὰρ πέντε, τὸ π γράμμα σημαίνει. ὁμοίως τὸν ἓξ τὸ αὐτὸ π καὶ μετὰ τοῦ ἑνὸς ι, ὥσπερ τοῖς πέντε ἑνὸς προστιθεμένου. καὶ μέχρι τῶν ἐννέα. ὁ γὰρ δέκα, τῷ δ σημαίνεται, τὰ εἴκοσι, τὰ δύο δδ. καὶ μέχρι τῶν
15τεσσαράκοντα ὁμοίως. τὰ γὰρ πεντήκοντα, τὸ π γράμμα σημαίνει, δ ἔχον ἐν αὑτῷ μέσον, ΠΔ. τὰ δὲ ἑξήκοντα, ταὐτὸ τοῦτο τὸ σημεῖον ἀκολούθως αὐτοῖς παρατιθέμενον. καὶ οὕτω μέχρι τῶν ἐννενήκοντα. τὰ γὰρ ἑκατὸν, τῷ η σημαίνεται. τὰ διακόσια, τὰ δύο ηη, καὶ οὕτω μέχρι τῶν
20τετρακοσίων. τὰ γὰρ πεντακόσια, τὸ π γράμμα σημαίνει, ἔχον ἐν ἑαυτῷ μέσον τὸ η, ΠΗ. τὰ δὲ ἑξακόσια, ὁμοίως τοῦ αὐτοῦ τούτου σημείου παρατιθεμένου τῷ η. καὶ μέχρι τῶν ἐννακοσίων ὁμοίως. τὰ γὰρ χίλια, τὸ χ γράμμα ση‐ μαίνει· καὶ τὰ δισχίλια, τὰ δύο χχ. καὶ μέχρι τῶν τετρα‐
25κισχιλίων. ὁμοίως πάλιν τὰ πεντακισχίλια τὸ π ἔχον μέσον τὸ χ, σημαίνει, ΠΧ. τὰ δὲ ἑξακισχίλια παραπλη‐ σίως τοῖς προειρημένοις τὸ αὐτὸ τοῦτο σημαίνει, παρα‐ τιθεμένου αὐτῷ τοῦ χ. καὶ μέχρι τῶν ἐννακισχιλίων ὁμοίως. τὰ δὲ μύρια, τὸ μ γράμμα σημαίνει. αἱ δὲ παρα‐
30θέσεις τούτων, ἡνίκα μὲν αὔξειν τοὺς ἀριθμοὺς δέῃ, ἐπὶ τὸ δεξιὸν μέρος γίνονται· ἡνίκα δὲ μειοῦν, ἐπὶ τὸ ἕτερον. ἡ γὰρ παράθεσις ἐκεῖθεν, σημαίνει ὅτι χρὴ τοῦτον τὸν ἐλάττω ἀριθμὸν ἀπ’ ἐκείνου τοῦ πλείονος ἀφαιρεῖν. ὑπέ‐ γραψα δὲ αὐτὰ τὰ σχήματα τῶν ἀριθμῶν κατὰ τὸ ἑξῆς,
35ἀπὸ τῆς μονάδος ἀρξάμενος, παραθεὶς αὐτῶν ἕκαστα τὰ τοῦ κοινοῦ ἀριθμοῦ σημεῖα· ἵν’ οὕτω μᾶλλον γνώριμα ᾖ τὰ προειρημένα τούτων. χρὴ δ’, ὡς προείρηται, ποιεῖσθαι· τὰ γὰρ παρακείμενα γράμματα τὸ ἕκαστον ἀριθμοῦ πλῆθος σημαίνει. ἔγραψα δὲ μονάδας, δεκάδας, ἑκατοντάδας, χι‐
40λιάδας. τὰς γὰρ ἐφ’ ἑκάστῳ τούτων παρ’ αὐτῶν παραυξή‐ σεις δῆλον ὅτι καὶ τῶν παραδεδομένων ἐστί. παραθετέον δ’ ἀεὶ τὸν μείζω τῷ ἐλάττονι, κατὰ τὸ ἀκόλουθον παρατι‐
θέντας τοσαῦτα τῶν ἀριθμῶν.