TLG 0087 040 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: De versibus Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. De versibus Citation: (Line) | ||
1 | Στίχος ἐστὶ συλλαβῶν καὶ λέξεων σύνθεσις δηλωτικὸς συμμε‐ τρίας καὶ μεγέθους. εἴδη δὲ στίχων εἰσὶ δεκαδύο· ἰσόχρονος, ἀπηρ‐ τισμένος, ἀκέφαλος, λαγαρὸς, μείουρος, τραχὺς, μαλακοειδὴς, κακόφωνος, λογοειδὴς, προκέφαλος, σφηκίας, δολιχόουρος. | |
---|---|---|
5 | Ἰσόχρονος μὲν οὖν ἐστιν ὁ καὶ τὰ μεγέθη τῶν συλλαβῶν καὶ τοὺς πόδας ἀπὸ τοῦ πρώτου μέχρι τοῦ ἐσχάτου τοὺς αὐτοὺς ἔχων, οἷον· τὼ δ’ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν (φ 15). Ἀπηρτισμένος δὲ ὁ τὴν διάνοιαν πᾶσαν ἔχων ἐν ἑαυτῷ, | |
10 | οἷον· ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ (Η 1). Ἀκέφαλος δέ ἐστιν ὁ ἀπὸ βραχείας ἀρχόμενος, οἷον· ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο (Ψ 2). Λαγαρὸς δὲ ὁ κατὰ μέσην τὴν συμπλοκὴν τὴν σύνθεσιν μὴ | |
15 | σώζων, οἷον· Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1). Μείουρος δὲ ὁ κατὰ τὸ τέλος τὴν σύνθεσιν μὴ σώζων, καὶ τὴν παρατέλευτον συλλαβὴν βραχεῖαν ἔχων, οἷον· Τρῶες δ’ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν (Μ 208). | |
20 | Τραχὺς δέ ἐστιν ὁ τῷ ῥοίζῳ τὸν φθόγγον συνιστὰς, ὡς τὸ τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός (Γ 363). Μαλακοειδὴς δέ ἐστιν ὁ λείως ἐπιπίπτων ταῖς ἀκοαῖς καὶ μὴ βιαίως, οἷον· αἵματί οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι (Ρ 51). | |
25 | Κακόφωνος δέ ἐστιν ὁ πολλὰ φωνήεντα ἔχων, οἷον· φῄη ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ (λ 127). Λογοειδὴς δέ ἐστιν ὁ πεζότερος τῇ συνθέσει, οἷον· ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα (Λ 679). Προκέφαλος δὲ οἷον· | |
30 | ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις (Ε 349). Σφηκίας δὲ οἷον· ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ (Ι 533). Δολιχόουρος δὲ οἷον· | 618 |
Κάστοράθ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα (Γ 237). | 619 |