TLG 0087 039 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Excerpta e Herodiano [Sp.] (e codd. Paris. gr. 2650 + 2662 + Paris. suppl. 70)

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

Excerpta e Herodiano [Sp.] (e codd. Paris. gr. 2650 + 2662 + Paris. suppl. 70)

Source: Dain, A. (ed.), Le “Philétaeros” attribué à Hérodien. Paris: Les Belles Lettres, 1954: 75–82.

Dup. partim 0087 037, 038, 046, 047

Citation: Fragment — (line)

t

ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ

1

Συγγενίδα οὐ ῥητέον οὔτε μὴν εὐγενίδα, ἀλλὰ συγγενῆ καὶ εὐγενῆ τὸ θηλυκόν, διὰ τὸ κοινὸν εἶναι τὸ ὄνομα· ὥσπερ γὰρ ὁ εὐτυχής, ἡ εὐτυχὴς καὶ τὸ εὐτυχές, οὕτω καὶ ταῦτα. Καὶ ὥσπερ οὐκ εὐτυχίδα λέγομεν, οὕτως
5οὐδὲ συγγενίδα, ἀλλὰ συγγεν. Ὥς που καὶ Μένανδρος (fr. 929 K; 345* Kö.).
Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν συγγενῆ.

2

Ὅσα τῶν ὀνομάτων παρὰ οὐδέτερον ὄνομα σύγκειται, τὴν αὐτὴν ἕξει κλίσιν ἣν καὶ τὰ οὐδέτερα· ἐπεὶ οὖν τὸ συγγενὴς ἐκ τοῦ γένους ἐστὶν ὀνόματος οὐδετέρου, τὴν αὐτὴν ἕξει κλίσιν τῷ οὐδετέρῳ.

3

Ἁμαρτάνουσιν οἱ τὰ ἡμίση λέγοντες καὶ οὐ τὰ ἡμίσεα· τὰ γὰρ τριγενῆ τῶν ὀνομάτων ἐπὶ τῶν οὐδετέρων διαιρεῖται· οἱ γλυκεῖς, αἱ γλυκεῖαι, τὰ γλυκέα· οἱ ὀξεῖς, αἱ ὀξεῖαι, τὰ ὀξέα· οὕτως ἄρα καὶ οἱ ἡμίσεις, αἱ
5ἡμίσειαι, τὰ ἡμίσεα. Καὶ τὸ ἑνικὸν οὖν μόνως τοῦ ἡμίσεος, ὡς τὸ ὀξέος καὶ γλυκέος, ἀλλ’ οὐ τοῦ ἡμίσους.

4

Τὸ Λήδα, Λήδας, καὶ Φιλομήλα, Φιλομήλας ἀντίκειται τῷ κανόνι τὸ α φυλάξαντι ἐπὶ γενικῆς· οὔτε γὰρ καθαριεύει οὔτε διὰ τοῦ ρ ἐκφέρεται. Λέγομεν οὖν διὰ τὸ ἐκτείνεσθαι τὴν τελευταίαν συλλαβήν· καὶ ταῦτα γὰρ πάντα φυλάσσει τὸ α.

5

Ἁμαρτάνουσιν οἱ λέγοντες ταμία, καὶ μὴ ταμίου· μόνα γὰρ τὰ ὑπὲρ βʹ συλλαβὰς εἰς –ας ἢ εἰς –ρας τρέπει τὴν γενικὴν εἰς –ου, οἷον Μειδίας Μειδίου, Διαγόρας Διαγόρου καὶ
ταμίας ταμίου.75

6

Νόος καὶ ῥόος οὐ ῥητέον· ὅσα γὰρ διαιροῦνται ἐν τῇ εὐθείᾳ, ἐν ταῖς ἄλλαις πτώσεσιν οὐ διαιροῦνται· καὶ ἀνάπαλιν ὅσα οὐ διαιροῦνται ἐν ταῖς εὐθείαις, διαιροῦνται ἐν ταῖς ἄλλαις πτώσεσιν· βοῦς βοός, καὶ ποὺς ποδός.

7

Ἀνθέων γραπτέον καὶ μὴ ἀνθῶν, ὡς βελῶν καὶ γενῶν, ἵνα μὴ συνεμπέσῃ τῷ ἀνθ’ ὧν ἔγραψας, ἀνθ’ ὧν ἔδωκας.

8

Ὀλυμπιονίκης, ὀλυμπιονίκου, ἀπὸ τοῦ νίκη. Πολυ‐ νείκης δέ, Πολυνείκους, ἀπὸ τοῦ νεῖκος γίνεται.

9

Ὑπερείδης, Ὑπερείδου, ὡς Πηλείδης, Πηλείδου, διὰ τὸ τύπον ἔχειν πατρωνυμικοῦ.

10

Ζητεῖται πῶς γραπτέον τὸ Σμύρνα, ἐπειδή τινες μετὰ τοῦ ζ γράφουσιν αὐτό, ἕτεροι δὲ μετὰ τοῦ ς. Διπλοῦν γὰρ ὂν τὸ ζ οὐκ ἐγχωρεῖ μετὰ τοῦ μ γράφεσθαι, διὰ τὸ μὴ δύνασθαι τρία σύμφωνα ἐν ἀρχῇ τίθεσθαι λέξεως, εἰ μὴ μετὰ τοῦ ρ, ὃ ἔχει τινὰ
5οἰκειότητα πρὸς τὰ φωνήεντα.

11

Φακὸς φακοῦ ἐπὶ τοῦ ὠμοῦ· φακῆ δὲ φακῆς ἐπὶ τοῦ ἑφθοῦ.

12

Φιλοπότης ὁ τοὺς πότους καὶ τὰ συμπόσια φιλῶν· φιλοπώτης ὁ πολλὰ πίνειν φιλῶν.

13

Τὸ ἱέρεια ὡς ἀπὸ τοῦ ἱερεύς· ὥσπερ ἀπὸ τοῦ Ὀδυσ‐ σεὺς Ὀδύσσεια παρώνυμον. Τινὲς δὲ ῥηματικὸν ἀξιοῦσιν εἶναι παροξύνοντες ἱερεία, ὡς τὸ ἀριστεία, ἰατρεία· πρὸς οὓς ῥητέον ὡς τὸ ἔργον σημαίνει ἡ ἰατρεία καὶ ἡ ἀριστεία, οὐκέτι δὲ
5ἡ ἱέρεια· ἱερωσύνη γὰρ τὸ ἔργον.

14

Ξέναι ξένων, καὶ φίλαι φίλων, καὶ ὅσα τριγενῆ εἰσὶ βαρυτόνως ἐκφέρουσι τὰς γενικὰς τῶν πληθυντικῶν, πλὴν τοῦ πόρναι, πορνῶν.

15

Ἐκ τῶνδε ἀντὶ τοῦ κατὰ μετὰ ταῦτα· καὶ χωρὶς τῆς κατὰ προθέσεως, ἤγουν ἀντὶ τοῦ μετὰ ταῦτα. Καὶ Σοφοκλῆς (Aj. 537).
τί δῆτ’ ἂν ὡς ἐκ τῶνδ’ ἂν ὠφέλοῖμί σε.76

16

Δμὼς δμωός, καὶ Τρὼς Τρωός· φῶς δὲ φωτός, καὶ χρὼς χρωτός· ταῦτα γὰρ ἐκ συναιρέσεως τοῦ φόος καὶ χρόος· ἐκεῖνα δὲ μή.

17

Τὸ πώεα καὶ κώεα ἀπὸ τοῦ πῶϋ καὶ κῶϋ γίνονται καὶ κατὰ διαίρεσιν πώεα καὶ κώεα ἐπὶ τοῖς πληθυντικοῖς.

18

Πέπληχα καὶ κέκρικα, οὐχὶ ἔπληχα καὶ ἔκρικα, τῶν ἄλλων, ὅσα ἀπὸ δύο συμφώνων ἄρχεται, διὰ καθαροῦ τοῦ ε ἐκφερομένων ἐν τοῖς παρακειμένοις. Φαμὲν οὖν ὡς οὐκ ἀπὸ δύο συμφώνων στερρῶν ἄρχονται· τὰ γὰρ ὑγρὰ οὐ στερρῶς
5ἐκφωνοῦνται.

19

Ῥέρανται καὶ ῥέρευκεν οὐ γραπτέον· ἔρρανται δὲ καὶ ἔρρευκεν.

20

Εὐξάμην καὶ ηὐξάμην, εὐδόκουν καὶ ηὐδόκουν· ηὔλουν καὶ ηὔχουν, ὡς ἀπὸ τοῦ αὐλῶ καὶ αὐχῶ.

21

Πλημμελὲς τὸ ἔζων· δέον δὲ ἔζην, ἐπεὶ καὶ τὸ δεύτερον καὶ τὸ τρίτον ἐφύλαξε τὸ η. Εὑρίσκεται δὲ διὰ τοῦ ω, ὡς ἔπλωον, ἔπλων·
ἐπέπλων εὐρέα πόντον (Hesiodis Opera, 650).

22

Νέμω νεμήσω· καὶ θέλω θελήσω· οἱ παρατατικοὶ δὲ ἔνεμον καὶ ἤθελον.

23

(Π. τ. ζ. p. 73) Ἄκαιρον τὸ μᾶλλον πλουσιώτερος καὶ μά‐ λιστα πλουσιώτατος.

24

(235) (Π. τ. ζ. p. 73) Τὸ οὐδέποτε ἐπὶ μέλλοντος· οὐδέποτε ποιήσω. Τὸ οὐδεπώποτε δὲ ἐπὶ παρεληλυθότος· οὐδεπώποτε εἶδον ἢ ἐποίησα.

25

(134) (Π. τ. ζ. p. 74) Χωρὶς εἰ μὴ δοίη ἀδόκιμον· τὸ γὰρ μὴ καὶ τὸ χωρὶς ἀμφότερα ἀρνητικὰ ὄντα, ὁμοῦ πίπτειν οὐ δύνα‐ ται, ἀλλὰ τὸ ἕτερον, ἢ τὸ μή, ἢ τὸ χωρίς.

26

(Π. τ. ζ. p. 74) Ἄντικρυς ἕστηκεν ἢ καθέζεται οὐκ ἐρεῖς, ἀλλ’ ἀντικρὺ χωρὶς τοῦ ς.

27

(Π. τ. ζ. p. 74) Ματαίως ᾐτιάσατο οὐκ ἐρεῖς, ἀλλὰ μάτην, ὡς Ἀριστοφάνης ἐν Νεφέλαις· «μάτην ἐμοὶ κεκλαύσεται».

28

(83) Σημεῖον λέγοντες, σημειοῦσθαι οὐ λέγομεν, ἀλλ’
ἀποσημαίνεσθαι· ὡς Ἀριστοφάνης ἐν Πελαργοῖς· «ἀπεσημη‐ νάμην τὰς τῶν κακούργων οἰκίας». Ὁμοίως καὶ βέβαιον λέγοντες βεβαιοῦσθαι οὐ λέγομεν, ἀλλὰ διισχυρίζεσθαι. Ἐπὶ μέντοι τῶν77
5κτημάτων καὶ τῶν συνθηκῶν βεβαιῶσαι λέγομεν.

29

(88) Τὸ ἀρέσκει αἰτιατικῇ καὶ δοτικῇ.

30

(90) Κάθησο ἐρεῖς, οὐχὶ κάθου.

31

(92) Σίκυος σπερματίας, ὃν νῦν ἰδίως πέπονα λέγουσιν.

32

(93) Εὐήτριος χιτὼν ὁ λεπτὸς καὶ εὐυφής.

33

(94) Δρῦν κοινότερον πᾶν ἐκάλουν δένδρον οἱ παλαιοί, οὕτω καὶ ἀκρόδρυα πᾶσαν τὴν ὀπώραν. Καὶ δρυφάκτους οὐ μόνον τοὺς ἐκ δρυΐνων, ἀλλὰ καὶ ἐξ ὁτουδηποτοῦν ξύλου· καὶ δρυπετεῖς ἐλάας ὁμοίως.

34

(98) Κίλιξ ὁ ἀνήρ, Κίλισσα γυνή· ὅμοιον Λίβυς, Λίβυσσα, Θρᾷξ, Θρᾷσσα, Μάγνης, Μάγνησσα, καὶ Κρής, Κρῆσσα.

35

(101) Φιλολογεῖν οὐ καλόν, ἀλλὰ φιλοσοφεῖν. Καὶ ὁ φιλό‐ λογος καὶ ἡ φιλολογία ἐν χρήσει καὶ παρὰ Πλάτωνι.

36

(102) Ἐπ’ ὄρνισι καθέζεται, ἤτοι ὀρνεοσκοπεῖ.

37

(103) Ἀπέδραν ἐγὼ τὸ πρῶτον πρόσωπον, οὐχὶ ἀπέδρων, καὶ ἀπέδραμεν ἡμεῖς τὸ πληθυντικόν. Καὶ Ἀριστοφάνης ἐν τοῖς Ταγηνισταῖς· «δεῦρο δ’ ἂν οὐκ ἀπέδραμεν». Καὶ ἀπέδραν ἐκεῖνοι τὸ πληθυντικὸν τὸ τρίτον.

38

(105) Ἔτους ὥραν ἰδίως τὸ θέρος Ἀττικοί.

39

(108) Μαχαιρίδες αἱ τῶν κουρέων· μάχαιραι αἱ τῶν μαγείρων.

40

(112) Κόπτειν τὴν θύραν ἐπὶ τῶν ἔξωθεν· ψοφεῖν δὲ ἐπὶ τῶν ἔνδοθεν.

41

(111) Κενέβρεια· τὰ θνησείδια οὕτως ἔλεγον οἱ παλαιοί.

42

(114) Φασιανοὶ ἵπποι, φασιανικοὶ δὲ ὄρνεις.

43

(115) Τροχοπέδη ἃ ἔχουσιν εἰς τοὺς τροχοὺς εἰς τὰ κατάντη τῶν ὁδῶν.

44

(116) Κλεῖν ὁ Δημοσθένης, ἀλλ’ οὐχὶ κλεῖδα· «τὴν κλεῖν κατεαγώς».

45

(117) Πύλαι ἐπὶ τείχους· θύραι ἐπὶ οἰκίας.

46

(123) Διδάξασθαι καὶ διδάξαι διαφέρει· τοῦτο γάρ ἐστι τὸ δι’ ἑαυτοῦ, ἐκεῖνο δὲ τὸ δι’ ἑτέρου, αὐτὸν τὰ ἐπιτήδεια παρέ‐ χοντα.78

47

(124) Ὁμοίως καὶ πῆξαι καὶ πήξασθαι· πήγνυσι μὲν τὴν ναῦν ὁ τεχνίτης· πήγνυται δὲ ὁ ναύκληρος.

48

(125) Στλεγγὶς ἡ ξύστρα καὶ ἀποστλεγγίσασθαι τὸ ἄνευ ἀλείμματος λούσασθαι. Ἔστι δὲ καὶ τὸ τῆς ξύστρας ὄνομα παρ’ Ἀρχίππῳ τῷ κωμικῷ.

49

(126) Τὸ προσῆκε, τὸ ἐχρῆν, τὸ ἔδει ἐπὶ παρεληλυθότος· τὸ προσήκει, τὸ χρή, τὸ δεῖ ἐπὶ ἐνεστῶτος.

50

(127) Ὀργάσαι ἐπὶ πηλοῦ· μάξαι ἐπὶ μάζης.

51

(128) Προτένθης ὁ λίχνος παρ’ Ἀττικοῖς, ἐκ τῆς πρὸ προθέσεως, καὶ τοῦ τένδω, τὸ ἐσθίω.

52

(129) Ὧπας τοὺς ὀφθαλμοὺς οὐ λέγομεν, ὑπώπια δέ· ὁμοίως καὶ τὸ λωποδύτης ἐπὶ κλέπτου, τὸ δὲ λῶπος οὐ λέγομεν.

53

(130) Κατορθῶσαι ἐπὶ πολέμου καὶ τῶν τοιούτων· τὸ δὲ κατόρθωμα οὐκέτι. Ἐπανορθῶσαι δὲ ἐπὶ λόγων καὶ τῶν ἡμαρ‐ τημένων· ἅπαξ δὲ τὸ κατορθῶσαι ἐπὶ λόγων κεῖται. Τὸ δὲ διορθῶσαι ἐπὶ τῶν διαστροφῶν, ἂν αὐτὸ ἀπευθύνῃ.

54

(131) Μαχοῦμαι, ὀμοῦμαι, οὕτω κλινεῖς τὸν μέλλοντα.

55

(133) Ἀπὸ τότε καὶ ἔκτοτε οὐ λέγουσιν, ἀλλ’ ἐξ ἐκείνου· καὶ καθόλου δὲ χρονικοῖς ἐπιρρήμασιν οὐ συντάττουσι τὰς προθέσεις.

56

(140) Φερέγγυος καὶ ἀξιόχρεως, ἀμφοτέρως.

57

(141) Ἀναξυρίδες ἐπὶ τῶν στρατιωτῶν· ἀνασυρίδες τινὲς οὖσαι παρὰ τὸ ἀνασύρεσθαι.

58

(142) Λῆμα δι’ ἑνὸς μ τὴν παράστασιν τῆς ψυχῆς, ἀπὸ τοῦ λῶ, τὸ θέλω, λήσω. Λῆμμα ἐπὶ τοῦ λαμβανομένου διὰ τοῦ η, καὶ γίνεται ἀπὸ τοῦ λήβω, τὸ λαμβάνω.

59

(143) Προσγελῶ αὐτόν, ὡς οἱ Ἀττικοί, καὶ βασκαίνω αὐτόν, οὐχὶ αὐτῷ· σημαίνει δὲ τὸ διαβάλλειν καὶ ἐξαπατᾶν, οὐ τὸ φθονεῖν.

60

(144) Ἐπίδοξος, οὐχὶ ὁ ἔνδοξος, ἀλλὰ ὁ προσδοκώμενος.79

61

(147) Ὄφλημα καὶ ὀφείλημα διαφέρει. Ὄφλημα γὰρ τὸ ἐκ καταδίκης λέγεται· ὀφείλημα δὲ ὃ ἐδανείσατό τις.

62

(150) Ἐπιλήσμων ὁ ἐπιλανθανόμενος· λήθαργος δὲ κύων ὁ κρύφα δάκνων.

63

(151) Τῇ ἐπιούσῃ ἐρεῖς, μὴ προστιθεὶς τὴν ἡμέραν· τῆς δὲ ἐπιούσης ἡμέρας.

64

(152) Σιτευτοὺς ὄρνιθας, οὓς νῦν σιτιστοὺς λέγουσι.

65

(153) Πάρεδροι, οἱ νῦν συγκάθεδροι.

66

(154) Μέσον ἡμέρας καὶ μεσημβρία, οὐχὶ μέση ἡμέρα.

67

(155) Διήγησιν λέγουσιν, οὐχὶ διήγημα.

68

(156) Εὐθηνεῖσθαι λέγοντες εὐθηνίαν οὐ λέγουσιν, ἀλλ’ εὐετηρίαν.

69

(162) Ὑποτίθησι μὲν δανειζόμενος τὰ ἐνέχυρα· ὑποτί‐ θεται δὲ ὁ λαμβάνων.

70

(165) Σοφώτατος τῆς ἡλικίας, ἀντὶ τοῦ ἡλικιωτῶν.

71

(166) Εὐστομεῖν, ἀντὶ τοῦ εὐφημεῖν· καὶ Ἡρόδοτος· «εὔσ‐ τομα κείσθω».

72

(167) Ὀλίγης ἐστι διδασκαλίας, ἀντὶ τοῦ ὀλίγων δεῖται πρὸς μάθησιν.

73

(168) Ἀφηλικέστερος ὁ τὴν ἡλικίαν προβεβηκώς.

74

(169) Μῆλα μηδικά, τὰ νῦν κίτρα.

75

(172) Τὸν λάρυγγα ἀρσενικῶς· τὴν φάρυγγα θηλυκῶς.

76

(175) Ἐνεύναιον ἱμάτιον, καὶ ἐπιβόλαιον τὸ ἐν τῇ εὐνῇ.

77

(176) Πολίτης, δημότης, φυλέτης, ἡλικιώτης ἄνευ τῆς σύν· Συνέφηβος δὲ καὶ συνθιασώτης καὶ συμπότης μετὰ τῆς σύν· ὅτι καὶ πρόσκαιρος αὐτῶν ἡ κοινωνία· ἐπὶ δὲ τῶν προτέρων οὐχ ὁμοίως.

78

(180) Γέλως πλατύς, οὐχὶ πολὺς ἐρεῖς.

79

(181) Δίκη ἡ ἰδία, γραφὴ δὲ ἡ δημοσία.

80

(183) Τὸ δυσωπεῖσθαι ἐπὶ τοῦ ὑφορᾶσθαι· οὐκ ἐπὶ τοῦ
αἰσχύνεσθαι.80

81

(174) Τοῖς δύο μᾶλλον· ὅσα γὰρ μὴ συνεμφαίνει γένος, οὐδὲ πτῶσιν δέχεται· 〈Τὰ δὲ γένος ἔχοντα〉 ὥσπερ οἱ τρεῖς, τῶν τριῶν, τοῖς τρισίν, ἔχει τὴν κλίσιν· παράκειται γὰρ οὐδέτερον αὐτοῖς τὰ τρία· ὁμοίως τοῖς τέτρασιν. Ἀπὸ δὲ τῶν κλινομένων
5καὶ ἄχρι τῶν ἀκλίτων οἱ ἀριθμοί.

82

(178) Ἐξίστασθαι λέγουσι. Τὸ δὲ περιΐστασθαι οὐχ ὅμοιον τῷ ἐκστῆναι· τὸ γὰρ περιστῆναί ἐστι πέριξ στῆναι.

83

(188) Τεχνήσασθαι τὸ μέτα τέχνης τι κατασκευάσαι· τεχνάσασθαι δὲ τὸ κακουργῆσαι.

84

(189) Ἀσύμβολος παιδείας, ὁ ἀπαίδευτος· οὐκ ἀσύμβολος δὲ ὁ πεπαιδευμένος.

85

(190) Εἰς τάχος γράφειν τὸν ταχυγράφον· καὶ εἰς κάλλος γράφειν τὸν καλλιγράφον διαιροῦσιν οἱ Ἀττικοί.

86

(191) Λευκὴν ἡμέραν διαγαγεῖν, τὴν ἡδεῖαν καὶ ἱλαράν.

87

(192) Τὸν ἕτερον τοῖν ποδοῖν οὐ λέγουσιν, ἀλλὰ τὸν ἕτερον πόδα.

88

(193) Αὐτοχειρίᾳ πράττειν, ἐπὶ παντὸς τοῦ αὐτουρ‐ γοῦντος.

89

(195) Βασανιστὴς μὲν ὁ ἐπὶ τῆς βασάνου· δημόκοινος δὲ ὁ στρεβλῶν καὶ βασανίζων· δήμιος δὲ ὁ ἀπάγων ἐπὶ τῷ θανάτῳ.

90

Κώμας τὰς στενωπούς, ἀφ’ οὗ καὶ ἐγκώμιον. Ἐγκώμιον δὲ καὶ ἔπαινος εἰς ἀνθρώπους λέγεται· καὶ ἔστι μὲν ἔπαινος ἐν βρα‐ χεῖ· τὸ δὲ ἐγκώμιον ἐκφέρεται κατὰ τέχνην. Ὕμνος δὲ ἐπὶ θεῶν.

91

Πλάτωνος χρεία· ὡς χαρίεν ἂν ἦν σοῦ, Διόγενες, τὸ ἄπλα‐ στον, εἰ μὴ πλαστὸν ἦν.

92

Τήθη λέγεται ἡ μάμμη· τίτθη ἡ βυζάστρια· τιθήνη ἡ τροφός.

93

Τὸ μὴ ἀπαγορευτικὸν οὐ συντάσσεται σὺν τῷ ὑποτακτικῷ ἐνεστῶτι, ἀορίστῳ δέ· οἷον μὴ ποιῇς, οὐκ εἴποις, μὴ ποιήσῃς δέ.

94

Ἢ τρὶς ἕξ, ἢ τρεῖς κύβοι (Zenobii Prov. IV, 25).

95

Ἤτοι τέθνηκεν, ἢ διδάσκει γράμματα (Zen. IV, 17).81

96

Ἢ κρίνον, ἢ κολοκύντην (Zen. IV, 18).

97

Θᾶττον τόκος τρέχει Περιναίου Ἡρακλείτου (Zen. IV, 35).

98

Ἱστίᾳ θύει (Zen. IV, 44).

99

Κωφότερος τοῦ Τορωναίων λιμένος (Zen. IV, 68).

100

Ὄρτυξ ἔσωσεν Ἡρακλέα τὸν καρτερόν (Zen. V, 56).

101

Ὁ Καρπάθιος τὸν λαγών (Zen. IV, 48).

102

Ὁ παῖς τὸν κρύσταλλον (Zen. IV, 58).

103

Οὐδὲ τὰ τρία τοῦ Στησιχόρου γινώσκεις (Diogeniani Prov. VII, 14).

104

Οὐδὲ πυρφόρος ἐλείφθη (Diog. VII, 15).

105

Μὴ ποιῇς οὐκ ἐρεῖς, ἀλλὰ μὴ ποίει· μὴ ποιήσῃς δὲ ἐρεῖς, καὶ μὴ ποίησον οὐκ ἐρεῖς· τὸ δὲ μὴ ψεῦσον καινόν.

106

Ἐπαγγέλλω τὸ αἰτῶ, ἐπαγγέλλομαι δὲ τὸ ὑπισχνοῦμαι.82