TLG 0087 038 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: De locutionum pravitatibus (posterior pars operis) [Sp.] (fort. auctore Corneliano) (e cod. Paris. suppl. gr. 1238)

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

De locutionum pravitatibus (posterior pars operis) [Sp.] (fort. auctore Corneliano) (e cod. Paris. suppl. gr. 1238)

Source: Dain, A. (ed.), Le “Philétaeros” attribué à Hérodien. Paris: Les Belles Lettres, 1954: 73–74.

Dup. partim 0087 037

Cf. et 0087 047

Citation: Page — (line)

73

(1t)

ΗΡΩΔΙΑΝΟΥ
2tΠΕΡΙ ΤΩΝ ΖΗΤΟΥΜΕΝΩΝ
3tΚΑΤΑ ΠΑΣΗΣ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΟΣ
7 —〈Ἁμαρτάνουσιν οἱ λέγοντες ὄπιθεν〉· ἔστι γὰρ τὸ πλῆρες ὄπισθεν, ὡς πρόσθεν ἀπὸ τοῦ πρόσωθεν. 〈προσκεῖ〉σθαι οὖν δεῖ τὸ ς. Ὅμηρος δὲ ἀνάγκῃ μέτρου
10ἔφη (Δ 545)·
ὄπιθεν δὲ σάκος βάλε. Λεκτέον οὖν μόνως ὄπισθεν. —Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες μᾶλλον πλου‐ σιώτερος τοῦ δεῖνος καὶ μᾶλλον πενέστερος·
15ἀμφότερα γὰρ συγκριτικά ἐστι καὶ τὸ μᾶλλον καὶ τὸ πλουσιώτερος. Οὐ δύναται δὲ ὁμοῦ δύο συγκρι‐ τικὰ πίπτειν· ἐροῦμεν οὖν τὸ ἕτερον. Τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ὑπερθετικῶν παραφυλακτέον· οὐκ εἴποις γὰρ μάλιστα εὐγενέστατος, ἀλλ’ ἢ εὐγενέστατος
20καθ’ αὑτό, ἢ μάλιστα εὐγενής. —Οὐδέποτε καὶ οὐδεπώποτε· παράκειται μὲν ταῦτα ἀλλήλοις, διαφέρει δέ. Τὸ μὲν γὰρ οὐδεπώποτε ἐπὶ τοῦ παρεληλυθότος χρόνου, τὸ δὲ οὐδέποτε ἐπὶ τοῦ μέλλοντος· οἷον οὐδεπώποτε ἐποίησα, οὐδέποτε
25ποιήσω. Καὶ ὁ Αἰσχίνης· «οὐδένα πώποτε πολιτῶν οὔτε γραφὴν γραψάμενος, οὔτε ἐν εὐθύναις λυπήσας». Πολλάκις δὲ οὐδέποτε καὶ ἐπὶ τοῦ παρεληλυθότος
χρόνου λέγεται· ἔστι δ’ ὅτε καὶ τοῦτο συγχέουσιν.73

74

Ἀριστογείτων ἐν τῷ κατὰ Τιμοκράτους· «ὡς οὐδε‐ πώποτε δώσει δίκην» (=Philet. § 255). —Πλὴν εἰ τόδε οὕτω συντάξεις ἢ εἰ μὴ τόδε. Οὐκέτι δὲ ἀμφότερα παραλήψῃ. Τὸ μὴ γὰρ καὶ τὸ πλὴν
5ἀμφότερα ἀρνητικά ἐστι καὶ οὐ δύναται ὁμοῦ πίπτειν (=Philet. § 134). —Τὸ ἀντικρύ ἐστιν ἐπίρρημα τοπικόν, ὃ καὶ μετὰ τοῦ ς καταγράφεται· οἷον ἀντικρὺ κάθηται, καταντικρὺ Ἀθηνῶν· τὸ δὲ ἄντικρυς ἐπὶ τοῦ
10φανερῶς· καὶ ἄνευ δὲ τοῦ ς εἴρηται παρὰ τῷ Ἀλε‐ ξάνδρῳ (Η 362), ἄντικρυς ἀπόφημι καίτοι τοῦ μέ‐ τρου ἐγχωροῦντος. —Μάτην ᾐτιάσατο δεῖ λέγειν, οὐχὶ ματαίως· μόνως γὰρ οὕτω καὶ παρὰ τοῖς ἀρχαίοις, ὡς ἐν ταῖς
15Νεφέλαις (v. 1436) Ἀριστοφάνης·
μάτην ἐμοὶ κεκλαύσεται ... —Ἁμαρτάνουσιν οἱ λέγοντες κἀγὼ εἶπον, κἀμοὶ δός. Δέον ὁλοκλήρως ἐκφέρεσθαι τὸν καὶ σύνδεσμον ὅλον· καὶ ἐγὼ εἶπον, καὶ ἐμοὶ δός.
20Συναλοιφὴν γὰρ ὁ καὶ σύνδεσμος πάσχειν οὐ δύνα‐ ται· οὐδέ ἐστιν, οὐδὲ ἐλλείπει παρὰ τοῖς πολιτικοῖς, ἀλλὰ παρὰ τοῖς ποιηταῖς μόνον. Εὐριπίδης (Androm. 936)·
κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους·74