TLG 0087 037 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Philetaerus [Sp.?] (fort. auctore Corneliano) (e codd. Vat. gr. 2226 + Paris. gr. 2552)

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

Philetaerus [Sp.?] (fort. auctore Corneliano) (e codd. Vat. gr. 2226 + Paris. gr. 2552)

Source: Dain, A. (ed.), Le “Philétaeros” attribué à Hérodien. Paris: Les Belles Lettres, 1954: 41–72.

Dup. partim 0087 038

Citation: Section — (line)

t

ΑΙΛΙΟΥ ΗΡΩΔΙΑΝΟΥ ΦΙΛΕΤΑΙΡΟΣ

1

Εἱλόμην, εἵλου, εἵλετο· οὕτως ἡ κλίσις. Καὶ ἐν τῷ συνθέτῳ προειλόμην, προείλου, προείλετο. Εἰ δέ τι ἀπὸ τοῦ πρώτου τὸ α ἕξει, φυλάξει αὐτὸ καὶ ἐπὶ τοῦ τρίτου· ἠλειψάμην, ἠλείψω, ἠλείψατο.

2

Ἡ μεθύση ἐπὶ γυναικὸς λέγεται. Καὶ Ἀριστο‐ φάνης (Vesp. 1402)·
θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. Οἰνόφλυξ δὲ ὁ ἀνὴρ καὶ φιλοπότης· τὸ γὰρ
5πότης ἐπὶ λύχνου μᾶλλον. Καὶ ὁ Ἀριστοφάνης ἐν Νεφέλαις (v. 57)·
.... τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;

3

Θάτερον ἐπὶ οὐδετέρου κατὰ τὴν εὐθεῖαν καὶ αἰτιατικήν· ἐπὶ τῆς γενικῆς καὶ δοτικῆς καὶ ἐπὶ ἀρσενικοῦ καὶ οὐδετέρου ὁμοίως. Συνεμπεπτώκει γὰρ τὸ ἄρθρον ἐπὶ τῶν δύο γενῶν· θατέρου, θατέρῳ.
5Ἅτερος δὲ τὸ ἀρσενικόν· ἦν γὰρ ὁ ἕτερος· οἱ δὲ λέγοντες θάτερος ἁμαρτάνουσιν.

4

Κελεύω ποιεῖν τόνδε, κατὰ τὴν αἰτιατικὴν πτῶσιν.

5

Κείρασθαι ἐπὶ ἀνδρός· καρῆναι δὲ ἐπὶ προ‐ βάτου καὶ τῶν ἀλόγων· ἐκειράμην οὖν ἐρεῖς, οὐχὶ
ἐκάρην.41

6

Χαίρω ἐρεῖς, οὐχὶ χαίρομαι· εἰ δὲ μή, ἁμάρ‐ τημα ἁμαρτήσεις ὃ καλεῖται δατισμὸς ἀπὸ Δάτιδος τοῦ Πέρσου, ὅστις πρῶτος εἶπεν ὅτι χαίρομαι, πλανη‐ θεὶς τῷ ἔθει τῶν Ἀττικῶν.

7

Τῷ ἵνα μᾶλλον τὸ ὑποτακτικὸν καὶ τὸ εὐκτικόν· ἵνα γένηται καὶ ἵνα γένοιτο. Τῷ ὅτι καὶ τῷ εἰ τό τε ὁριστικὸν καὶ τὸ εὐκτικόν· ὅτι εἶπον καὶ ὅτι εἴποιμι, εἰ δέξαιτο καὶ εἰ ἐδέξατο. Τῷ δὲ ἐὰν μόνον ὑποτα‐
5κτικόν· ἐὰν εἴπω, ἐὰν πράξω.

8

Τὸ λεληθότως οὐ γέγραπται· κρύφα οὖν χρὴ λέγειν.

9

Ἐν τῷ τέως οὐκ ἐρεῖς, ἀλλ’ ἄνευ τοῦ ἄρθρου καὶ τῆς προθέσεως. Τὸ δὲ τέως σημαίνει τὸ μέχρι καὶ πρὸ τοῦ καὶ ἕως καὶ ἐν τοσούτῳ. Εἰ δέ ποτε εἴποις ἐν τῷ τέως ἐπὶ τοῦ παρεληλυθότος, προσθήσεις
5τὸ χρόνῳ καὶ οὕτω φεύξῃ τὸ ἁμάρτημα· ἔστι γὰρ ἐν τῷ πρὸ τοῦ χρόνῳ.

10

Οἱ Ἑπτὰ ἐπὶ Θήβας ἄκλιτον κατὰ τὸ τέλος μεμένηκε· καθόλου γὰρ τὰ ἐν τῇ παραθέσει προσλα‐ βόντα τὸ κεκλίσθαι ἄτρεπτα μένει κατὰ πάσας τὰς πτώσεις. Ὅθεν καὶ τὸ μήτηρ Θεῶν κατὰ μὲν ἀρχὴν
5—εὐθεῖα γὰρ ἡ μήτηρ—κεκλίσεται· τὸ δὲ θεῶν— προσέλαβε γὰρ τὸ κλιθῆναι, μένει ἄκλιτον. Τοιοῦτόν ἐστι καὶ τὸ Σκηνὰς καταλαμβάνουσαι παρὰ τῷ Ἀριστοφάνει· τὸ μὲν γὰρ σκηνὰς κατὰ 〈τὸ〉 αἰτιατικὸν ῥηθὲν κατὰ τὰς λοιπὰς πτώσεις οὐ κλιθήσεται, τὸ
10δὲ καταλαμβάνουσαι—εὐθείας γὰρ πτώσεως—ἀναδέ‐ ξεται τὴν κλίσιν.

11

Τὸ ἔαρ, τοῦ ἦρος, οὐχὶ τοῦ ἔαρος· καὶ τὸ
ἔαρ, οὐχὶ τὸ ρ.42

12

Κοινῶσαι λέγουσι μᾶλλον, οὐχὶ κοινώσασ‐ θαι.

13

Ἔδοξα ἰδεῖν· οὕτως ἐρεῖς ἐπὶ ὀνείρατος. Εὐριπίδης (Orest. 408)·
ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας. Σοφοκλῆς (fr. 1018 N.)·
5
ἐδοξάτην μοι τὰ δύ’ ἠπείρω μολεῖν. Ἀριστοφάνης (Vesp. 31)·
ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ νυκτί ...

14

Τὸ νῶτον καὶ τὰ νῶτα οὐδετέρως ἐπὶ ἀνθρώ‐ πων· ἐπὶ δὲ τῶν ἀλόγων τὸν νῶτον, ἀρσενικῶς· καὶ Ξενοφῶν ἐν τῷ Περὶ ἱππικῆς (III, 3)· τὸν νῶτον τοῦ ἵππου.

15

Ἀμφιμάσχαλοι χιτῶνες οἱ ἑκατέρωθεν ἔχοντες χειρῖδας· ἦσαν δὲ τῶν ἐλευθέρων. Ἑτερομάσχαλοι δὲ τῶν οἰκετῶν.

16

Ἔξεδρος ὁ μισοπόνηρος. Καὶ μὴ ἔστω τις ὢν εἰς ἡμᾶς
ἔξεδρον χώραν ἔχων· Σοφοκλῆς ἐν Σατύροις (revera ἐν β Τυροῖ; fr. 593 N.).

17

Λαρυγγίζειν, τὸ λαμπροφωνεύεσθαι.

18

Θᾶττον ἐρεῖς, οὐχὶ τάχιον· καὶ βραδύτερον, οὐχὶ βράδιον· καὶ αἴσχιον, οὐχὶ αἰσχρότερον· καὶ κάκιον ὁμοίως.

19

Ἐμβάδες, ὑποδήματα τῶν κωμῳδῶν· καὶ
θηλυκῶς αἱ ἐμβάδες. Οἱ ἐμβάται δὲ τραγῳδῶν.43

20

Γρ· οὕτως ἔλεγον τὸν ὑπὸ τῷ ὄνυχι τοῦ δακτύ‐ λου ῥύπον· ἀπὸ δὲ τούτου καὶ πᾶν τὸ βραχύτατον.

21

Φάσκωλος, τὸ ῥαπτὸν εἰς ὃ ἐμβάλλονται τὰ ἱμάτια· καὶ θύλακος ὁμοίως.

22

Κυμινοπρίστης, ὁ ὑπερβαλλόντως μικρολόγος.

23

Δρυπετής, καρπὸς ὁ ὡραῖος.

24

Τὰ λαγῷα· οὕτως ἔλεγον οὐ προστιθέντες τὸ κρέα.

25

γάρος ἀρσενικῶς· τὸν ἰχθύων γάρον (Aes‐ chyl. Proteus, fr. 211 N)· καὶ γάρον τὸν ἰχθύειον, Σοφο‐ κλῆς (Triptol., fr. 549 N.).

26

Πόρρω καὶ πρόσω ἀμφοτέρως.

27

Τὸ ἡνίκα καὶ τὸ πηνίκα ἐπὶ τοῦ καιροῦ τῆς ἡμέρας μᾶλλον· τὸ δὲ πότε ἐπὶ χρόνου· ἔστι δὲ καὶ τὸ πηνίκα ἐπὶ χρόνου παρὰ τῷ Δημοσθένει (De coron. 229, 24).

28

Θεάσασθαι τραγῳδοὺς καὶ κωμῳδούς, οὐχὶ ἀκούειν τῶν τραγῳδῶν καὶ τῶν κωμῳδῶν· ὡς Δημοσθένης· «εἰ γὰρ ἐν Διονύσου τραγῳδοὺς ἐθεᾶσθε» (De pace, 58, 25).

29

Τὸν ἥρω, τὸν Μίνω, τὸν Ἀπόλλω, τὸν Πο‐ σειδῶ ἄνευ τοῦ ν οἱ Ἀττικοί. Τὸν λαγὼν καὶ τὸν νεών, τὸν λαγὼ καὶ τὸν νε, ἄνευ τοῦ ν ἢ σὺν τῷ ν.

30

»Ἐννεάμυκλος ὄνος», παρὰ Ἀντιμάχῳ (revera Καλλιμάχῳ; fr. 650 Pf.) ἐπὶ ὄνου· μύκλαι δὲ λέγον‐
ται αἱ ἐν τοῖς σκέλεσι τῶν ὄνων περιγραφαί.44

31

Τέλειοι παρὰ τοῖς Ἀττικοῖς οἱ ἔντεκνοι· ὅθεν παρὰ τῷ ποιητῇ οὕτως ἀκούουσι τὸν ἡμιτελῆ δόμον παρόσον ἄτεκνος ἦν ὁ Πρωτεσίλεως·
καὶ δόμον ἡμιτελῆ (Β 701).

32

Ἄρχει Ἀθηναίοις. Καὶ ὁ Κρατῖνος (fr. 294 K.)·
ἄρχων 〈γάρ〉 εἰμι νῦν Ἀθηναίοις ἐγώ. Ὅτι καὶ κατὰ τοὺς νόμους ἡ ἀρχή.

33

Ἀχάριστος καὶ ἀχαριστία συνηθῶς εἰπεῖν. Εὐχάριστος δὲ ὁ ἐπίχαρις, οὐχ ὁ ἀποδιδοὺς τὴν χάριν· οὐδὲ γὰρ εὐχαριστεῖν λέγουσιν, ἀλλὰ χάριν εἰδέναι.

34

Κατακεῖσθαι ἐπὶ τῶν ἑστιωμένων, ἀνακεῖσ‐ θαι δὲ ἐπὶ εἰκόνων καὶ ἀνδριάντων. Εἰπόντος γοῦν τινος «ἀνάπιπτε», ὁ Κωμικὸς (Diphilus, fr. 125 K.; cf. Philippides, fr. 30 K.) παίζων, «ἀνδριάντας
5ἑστιᾷς», ἔφη.

35

Εὐσκώμμων καὶ φιλοσκώμμων, ὁ ἀστεῖος ἐν τούτοις.

36

Τοὺς θυλάκους καὶ σάκτας ἔλεγον ἀπὸ τοῦ σάττεσθαι· κυνούχους δὲ ὁ Ξενοφῶν ἐν τῷ Κυνη‐ γετικῷ (II, 9).

37

Τούτων ὁ ἕτερος· προσθήσεις τὸ ἄρθρον ὅταν περὶ δύο ποιούμενος ᾖς τὸν λόγον· ἐπὶ δὲ τοῦ τρίτου καὶ ἐν ἴσῳ τοῦ ἄλλου ἂν εἴπῃς ἕτερος ἄνευ τοῦ ἄρθρου, φεύξῃ τὴν αἰτίαν.

38

Ἀπονυχίζεσθαι λέγουσι τὸ ἀφαιρεῖσθαι τοὺς ὄνυχας τῶν δακτύλων· ἐξονυχίζειν δὲ τὸ λεπτο‐
λογεῖσθαι, ὅπερ καὶ τερθρείαν λέγουσιν.45

39

Ὑπογενειάζειν τὸ ἅπτεσθαι τοῦ γενείου δεόμενον· ὡς ὁ Τίμαρχος δεόμενος τοῦ Πιτταλάκου παρὰ τῷ Αἰσχίνῃ (In Tim., 61). Ὑπογενειάσκειν δὲ τὸ ἄρτι ἐξανθεῖν τὸ γένειον.

40

Καμαρωτὸν ὄχημα, ὅπερ νῦν σκεπαστὸν λέγουσιν· καλοῦσι δὲ αὐτὸ καὶ ἀπήνην.

41

Βόλιτα οἱ Ἀττικοί· βόλβιτα οἱ Δωριεῖς.

42

Εἱληθερεῖν τὸ ἐν ἡλίῳ θέρεσθαι· καὶ εἱληθε‐ ρὲς ὕδωρ ὁμοίως.

43

Τὸ προσκυνεῖν αἰτιατικῇ πτώσει συντάττου‐ σιν, οἷον προσκυνῶ τοὺς θεούς· οὐδέποτε δὲ τῇ δοτικῇ, ὥσπερ οἴονταί τινες.

44

Οἱ Διόσκουροι σὺν τῷ υ ὅταν πληθυντικῶς λέγονται· τὼ Διοσκόρω δὲ ἐν τῷ δυικῷ ἀριθμῷ ἄνευ τοῦ υ.

45

Ὁμίχλη, οὐχὶ ὁμίχλα· ἀλλ’ ὁμοίως ἡ ὁμίχλη τῷ ἡ τρίγλη διὰ τοῦ η.

46

Παρδαλῆ τὸ τῆς παρδάλεως δέρμα, ὡς λεοντῆ καὶ ἰξαλ, τὸ τῆς αἰγός, καὶ μοσχ· ἀρνέα δὲ καὶ λυκέα.

47

Διπλοΐδιον τὸ διπλοῦν ἱμάτιον.

48

Ποικίλλειν τὸ ὑφαίνειν ποικίλα καὶ ποι‐ κιλτὴς ὁ τὰ τοιαῦτα κατασκευάζων παρὰ τῷ Αἰσχίνῃ (In Tim., 97).

49

Αἰνῶς ἐστιν εἰπεῖν καὶ ἐπὶ τοῦ σφόδρα. Καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἑλένης (Γ 158).
αἰνῶς ἀθανάτοισι θεῇς εἰς ὦπα ἔοικεν.46

50

Ἐθὰς ἡ κατοικίδιος περιστερά· ἡ γὰρ ἀγρία πελειάς.

51

Ὑπόχαλκον νόμισμα τὸ μὴ δόκιμον καὶ κίβδηλον. Ἐρεῖς δὲ καὶ τὸν πονηρὸν οὕτως· κίβδηλος ἄνθρωπος καὶ ὑπόχαλκος. Λέγεται δὲ κίβδηλον κρύβδηλόν τι ὄν, παρὰ τὸ ἀποκεκρυμμένον ἔχειν ἐν
5ἑαυτῷ τὸ δῆλον.

52

Κατεαγὼς τῆς κεφαλῆς, οὔτε μὴν πᾶσαν τὴν κεφαλήν, ἀλλὰ μέρος τι αὐτῆς. Εὔπολις (fr. 323 K.).
οὐ γὰρ κατάξει τῆς κεφαλῆς τὰ ῥήματα.

53

Ἀφυπνίσαι μᾶλλον, οὐχὶ ἐξυπνίσαι.

54

Γραμματεῖον ἐρεῖς καὶ δέλτον, οὐχὶ πίνακα· θετταλὸν γὰρ τοὔνομα.

55

Κατάρξασθαι μὲν τοῦ ἱερείου, ἀπάρξασθαι δὲ τῶν σπλάγχνων.

56

Ἐριοκόμος ὁ ἐριουργός· κομεῖν γὰρ τὸ ἐπιμε‐ λείας ἀξιοῦν. Οὕτως ὁ ὀρεωκόμος, ὁ ἱπποκόμος καὶ αὐτὴ ἡ κομιδ.

57

Τεθνεὼς καὶ τεθνεῶσα διῃρημένως.

58

Λῃστικὸν τὸ σύστημα τῶν λῃστῶν· Κρατῖνος ἐν Τροφωνίῳ. Λῃστρικὸν δὲ τὸ κτῆμα, οἷον τὸ ξίφος καὶ πλοῖον καὶ εἴ τι ἄλλο.

59

Τὸ δεῖν οὐ μόνον δοτικῇ, ἀλλὰ καὶ αἰτιατικῇ συντάσσουσι πτώσει·
εὐρυχωρίας σε δεῖ (Com. adespot. 46 D.).

60

παλαιστὴ θηλυκῶς· ὁ γὰρ παλαιστής
ἐστιν ὁ παλαίων.47

61

Ὀλίγον αὐτοῦ μοι μέλει, ἀντὶ τοῦ οὐδ’ ὅ‐ λως. Καὶ ὁ Ποιητής (Ε 800)· Ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.

62

Ἐπίτηδες καὶ ἐξεπίτηδες, ἀμφοτέρως.

63

Κηδεστὴς ὅ τε διδοὺς τὴν θυγατέρα καὶ ὁ λαμβάνων τὴν γυναῖκα ὁμοίως λέγονται.

64

Χαλκεῖον· ἐκεῖνοί γε θερμαντήριον τοῦτο καὶ λεβήτιον ἔλεγον· ἐξ οὗ καὶ τὸ θερμόν.

65

Τὸ ἐπισχεῖν ἐπὶ τοῦ καταπαῦσαι· τὸ δὲ προ‐ σχεῖν ἐπὶ τοῦ προσεχῆ γενέσθαι καὶ φροντίσαι.

66

Δεξιοὺς ἔλεγον τοὺς φιλομαθεῖς, σκαιοὺς δὲ τοὺς ἀμαθεῖς, ἀπὸ τῶν χειρῶν μεταφέροντες.

67

Ὠνήμην διὰ τοῦ η ἀντὶ τοῦ ὠφελήθην· τὸ δὲ ὠνάμην ἐπὶ τοῦ ἐμεμψάμην. Καὶ ὁ Ποιητής (Ρ 25) «ὅτε μ’ ὤνατο», ἀντὶ τοῦ ἐμέμψατο.

68

Ἀπανθρακίσαι· τὸ ἐπὶ τῶν ἀνθράκων· ὅπερ οἱ Δωριεῖς ζαπυρίσαι λέγουσιν.

69

Ἄχρι καὶ μέχρι ἄνευ τοῦ ς· τὸ δὲ σὺν τῷ ς ἰωνικόν.

70

Οὐκ ἂν φθάνοις φράζων παραφυλακτέον ὅτι τῷ φθάνω τὸ πολὺ συντάττουσιν οἱ Ἀττικοὶ τὴν μετοχήν· φθάνω εἰρηκώς, φθάνω πεποιηκώς. Εἰ δὲ ῥῆμα ἐπιφέρεις, ἀνάγκη τὸ φθάνω τραπῆναι εἰς
5μετοχήν· οἷον φθάσας ἔπραξα καὶ φθάσας εἶπον.

71

Τῆς ὑστεραίας οὐ λέγουσιν ἐπὶ τῆς γενικῆς πτώσεως, ἀλλ’ ἐπὶ τῆς δοτικῆς, τῇ ὑστεραί, καὶ ἐπὶ τῆς αἰτιατικῆς, τὴν ὑστεραίαν. Ἐρεῖς δὲ φ’ ἡμέρας καὶ ἐν τῷ παρεληλυθότι χρόνῳ, ἐπὶ δὲ48
5τοῦ μέλλοντος οὐκέτι· τὸ δὲ τῇ ὑστεραίᾳ καὶ ἐπὶ τὴν ἐκκλησίαν τὴν ὑστεραίαν.

72

Πρίασθαι ἐρεῖς, οὐχὶ ὠνήσασθαι· ὅπου δὲ μὴ δυνατὸν κλῖναι τὸ πρίασθαι ῥῆμα, τότε τῷ ὠνεῖσθαι χρήσῃ. Οἷον ἐπριάμην, ἐπρίω, ἐπρίατο, καὶ πρίω τὸ προστακτικόν—Εὔπολις (Caprae, fr. 1, 2 K.)
5
πρίω μοι σελάχιον φησίν—, ἐπὶ δὲ τοῦ παρακειμένου, ἐώνημαι· οὐ γὰρ ἐνεχώρει ὁ παρακείμενος τὴν τοῦ πρίασθαι χρῆσιν.

73

Ἄξιον λέγουσιν οἱ Ἀττικοὶ καὶ ἡμεῖς συνηθῶς, οἷον ἄξιος λόγου, ἄξιος ἐπαίνου· ἤδη καὶ ἐπὶ τοῦ λυσιτελοῦς, οἷον τὸ ἄξιον ἐπριάμην ἀντὶ τοῦ εὔωνον.

74

Λυσιτελὲς μὲν λέγουσιν, λυσιτελῶς δὲ οὐκέτι, ἀλλὰ λυσιτελούντως.

75

Ἀνακογχυλίσασθαι, οὐχὶ ἀναγαργαρί‐ σασθαι· Εὔπολις ἐν Φίλοις (fr. 275 K.).

76

Τὸ ἐπὶ μέρους λέγειν ἴδιον τῶν Ἀττικῶν· ἔφαγον τῶν ἄρτων, ἔπιον τοῦ οἴνου.

77

Πανδοκεύς, εὐρύβατος. Τὸ λεγόμενον ἐπὶ τῶν πονηρῶν· τοιοῦτοι γὰρ οἱ εὐρύβατοι.

78

Πύελος διὰ τοῦ ε καὶ θηλυκῶς· ἔλεγον δὲ οὕτως καὶ τὰς ἐν τοῖς βαλανείοις ἐν αἷς λουόμεθα.

79

Τὸ ὠμόλινον ἐν τοῖς Ἀρχιλόχοις Κρατίνου (fr. 9 K.)· οὕτως χρὴ λέγειν.

80

Ἄμυστιν ἔλεγον φιάλην ἣν δεῖ ἄπνευστον πιεῖν πρὶν καταμύσαι· οἱ δὲ ἀπὸ τοῦ μὴ μεμυκέναι τὰ
χείλη τὸ ἔκπωμα πλατὺ ὄν.49

81

Φιάλη διὰ τοῦ α καὶ θηλυκῶς· εἴρηται ἀπὸ τοῦ πιεῖν ἅλις ἐξ αὐτῆς.

82

Οἶμαι καὶ οἴομαι διαφέρει· τὸ μὲν γὰρ οἶμαι τιθέασιν ἐπειδὰν περί τινος διισχυριζομένου λέγωσιν, ὥσπερ καὶ ὁ Δημοσθένης (Ol. I, 12, 9) «ἀλλ’ οἶμαι, παρόμοιόν ἐστιν ὅπερ καὶ περὶ τῆς τῶν χρημάτων
5κτήσεως»· οὐ γὰρ λέγει ὅτι νομίζω, ἀλλ’ ὅτι ὄντως ἐστί. Καὶ συντάττεται ῥήματι ὁριστικῷ. Τὸ δὲ οἴομαι ἴσον δύναται τῷ νομίζω καὶ συντάττεται ῥήματι ἀπαρεμφάτῳ· οἴομαι εἶναι καὶ οἴομαι εἰρηκέναι, καὶ ὅσα τοιαῦτα.

83

Σημεῖον λέγοντες σημειοῦσθαι οὐ λέγουσιν, ἀλλ’ ἀποσημαίνεσθαι. Ἀριστοφάνης Πελαργοῖς (fr. 432 K.)·
ἀπεσημηνάμην
5
τὰς τῶν κακούργων οἰκίας. Ὁμοίως καὶ βέβαιον λέγοντες βεβαιοῦσθαι οὐ λέγουσιν, ἀλλὰ διισχυρίζεσθαι. Ἐπὶ μέντοι τῶν κτημάτων καὶ τῶν συνθηκῶν βεβαιῶσαι λέγουσιν.

84

Πάλιν προκόπτειν λέγοντες τὴν προκοπὴν οὐ λέγουσιν, ἀλλὰ προκοπτομένων τῶν πραγμάτων. Δημοσθένης. Καὶ ἀμύνεσθαι λέγοντες, οὐκέτι καὶ τὴν ἄμυναν, εἰ μὴ Θεόπομπος ἅπαξ (fr. 3 D.)·
5
καὶ ἔχειν ἄμυναν. Ὥσπερ καὶ ὁ Σοφοκλῆς.

85

Βλαύτας καὶ σανδάλια ἀμφοτέρως λέγουσιν· τὰς βλαύτας καὶ τὰ σανδάλια.

86

Ἀμβλυώττειν τὸ μὴ σφόδρα ὁρᾶν.50

87

Πρῶτον καὶ δεύτερον ἐρεῖς, οὐχὶ πρώτως καὶ δευτέρως· ὅσα γὰρ τάξεώς ἐστι δηλωτικὰ ὀνόματα οὐ ποιεῖ ἐπιρρήματα.

88

Τὸ ἀρέσκει ῥῆμα οὐ μόνον τῇ αἰτιατικῇ πτώσει συντάττουσιν, οἷον ἀρέσκει με τόδε καὶ οὐκ ἀρέσκει με, ἀλλὰ καὶ τῇ δοτικῆ. Καὶ ὁ Δημοσθένης (In Phil. I, 40, 4)· «εἰ μὲν ἤρεσκέ τί μοι τῶν ὑπὸ
5τούτων ῥηθέντων». Ὧι καὶ μᾶλλον χρηστέον.

89

Λαγὼς διὰ τοῦ ω μεγάλου ὁ χερσαῖος παρὰ τοῖς Ἀττικοῖς· λαγὸς δὲ ὁ ἀστικός (revera θαλάσ‐ σιος). Φασὶ δὲ τοῦτον καὶ ἰὸν ἔχειν, ὅθεν καὶ τοὺς πονηροὺς ὁ Κρατῖνος (16 D.) «λαγοὺς» καλεῖ.

90

Κάθησο ἐρεῖς, οὐχὶ κάθου.

91

Διαφέρει ναυαγία καὶ ναυάγιον· ναυαγία μὲν τὸ πρᾶγμα, ναυάγιον δὲ πᾶν τὸ ἐκβρασθέν.

92

Σίκυος σπερματίας παρὰ τοῖς ἀρχαίοις (Crat., Ulix., fr. 136 K.)· ὃν νῦν πέπονα λέγουσιν.

93

Εὐήτριος χιτὼν ὁ λεπτὸς καὶ εὐυφής.

94

Δρῦν κοινότερον πᾶν ἐκάλουν δένδρον· οὕτω καὶ ἀκρόδρυα πᾶσαν τὴν ὀπώραν. Καὶ δρυφάκτους οὐ μόνον τοὺς ἐκ δρυΐνων, ἀλλ’ ἐξ ὁτουδήποτε ξύλου· καὶ δρυπετεῖς ἐλάας ὁμοίως.

95

Ἀείφρουρα ἔλεγον τὰ ἀειθαλῆ τῶν δένδρων.

96

Τὸ ἀγοράσαι οὐ μόνον ἐπὶ τοῦ ἐν ἀγορᾷ διατρῖψαι, ἀλλὰ συνήθως ἡμῖν·
οὐκοῦν ἀγοράσαι
χρὴ νὼ πρὶν ἀπιέναι (Com. adespot., 43 D.).51

97

Ἐχρῆν καὶ χρὴ διαφέρει τῷ χρόνῳ· τὸ μὲν γὰρ ἐχρῆν ἐπὶ τοῦ παρεληλυθότος καὶ ἴσον δύναται τῷ ἔδει· ἐχρῆν γενέσθαι· τὸ δὲ 〈ἐπὶ〉 τοῦ μέλλοντος καὶ ἴσον τῷ δε. Καὶ ὁ Δημοσθένης (Ol. I, 16, 4)· «χρὴ
5τοίνυν, ὦ ἄνδρες, τὴν ἁμαρτίαν (revera ἀκαιρίαν) τὴν ἐκείνου ....».

98

Κίλιξ ὁ ἀνήρ, Κίλισσα δὲ ἡ γυνή· ὁμοίως Λί‐ βυς, Λίβυσσα· Θρᾷξ, Θρᾷσσα· Μάγνης, Μάγ‐ νησσα·
Πελίου τε Μάγνησσαν κόραν (cf. Callim., fr. 708 Pf.).
5Μαγνῆτις δὲ 〈ἡ〉 λίθος.

99

Τὸ ἐπιτροπεύειν γενικῇ καὶ αἰτιατικῇ συν‐ τάσσεται· ἐπιτροπεύειν τοῦδε καὶ ἐπιτροπεύειν τόνδε.

100

Τὸ κληρονομεῖν μόνῃ γενικῇ· ἐκληρονόμησα τοῦδε, οὐχὶ τόνδε.

101

φιλόλογος καὶ ἡ φιλολογία παρὰ Πλά‐ τωνι (Phaedr., 236e; Theaet., 146a)· τὸ δὲ φιλολογεῖν οὐκέτι παρὰ τοῖς ἀρχαίοις, ἀλλὰ φιλοσοφεῖν.

102

π’ ὄρνισι καθέζεσθαι ἔλεγον τὸ οἰονο‐ σκοπεῖσθαι.

103

Ἀπέδραν ἐγώ, οὐχὶ ἀπέδρων, τὸ πρῶτον πρόσωπον. Καὶ ἀπέδραμεν ἡμεῖς τὸ πληθυντικόν. Καὶ Ἀριστοφάνης·
δεῦρο δ’ ἂν οὐκ ἀπέδραμεν,
5ἐν τοῖς Ταγηνισταῖς (fr. 505 K.). Καὶ ἀπέδραν ἐκεῖ‐ νοι ἀκολούθως τὸ πληθυντικὸν τὸ τρίτον, ἀντὶ τοῦ
ἀπέδρασαν.52

104

Ἰδιόστολον πλοῖον, ὅπερ οἱ νῦν αὐτόστο‐ λον λέγουσιν.

105

Ἔτους ὥραν ἰδίως τὸ θέρος οἱ Ἀττικοί.

106

Πατρικὸς φίλος, οὐχὶ πατρῷος. Καὶ ὁ Κρα‐ τῖνος (fr. 17 D.)·
πατρικὸς ὢν ξένος
πυνθάνομαι τάδε σου.

107

Μειράκιον καὶ μεῖραξ διαφέρει· Μειράκιον μὲν ὁ ἄρρην. Ἔστι δὲ ἡλικίας ὄνομα, ὥς που διαστέλλει καὶ ὁ Μένανδρος λέγων (fr. 18 D.; fr. 724 Kö.)·
παῖς γέγονεν, ἔφηβος, μειράκιον, ἀνήρ, γέρων.
5Μεῖραξ δὲ ἡ θήλεια. Ἢν δέ ποτε λεχθῇ ἐπὶ τοῦ ἄρρενος ἐν τῇ κωμῳδίᾳ τὸ τῆς μείρακος ὄνομα, δῆλον ὡς κωμῳδεῖται εἰς κιναιδίαν ὁ ἄρρην.

108

Μαχαιρίδες καὶ μάχαιραι· μαχαιρίδες μὲν γὰρ αἱ τῶν κουρέων, μάχαιραι δὲ αἱ τῶν μαγείρων.

109

Ἀναμφιλέκτως καὶ ἀναμφιβόλως· ἀναν‐ τιρρήτως δ’ οὐκ ἐροῦμεν.

110

Ἐπιλαθέσθαι μᾶλλον, οὐχὶ ἐκλαθέσθαι.

111

Κενέβρεια· τὰ θνησείδια οὕτως ἔλεγον. Καὶ ὁ Κωμικός (Aristoph. fr. 693 K.)·
οὐκ ἔσθω κενέβρειον· ὅταν θύσῃς τι, κάλει με.

112

Κόπτειν τὴν θύραν ἐπὶ τῶν ἔξωθεν, ψοφεῖν δ’ ἐπὶ τῶν ἔνδοθεν παιόντων.

113

Ἡματώμενον λέγουσιν, οὐχ ἡμασμένον.53

114

Φασιανοὶ μὲν ἵπποι λέγονται. Καὶ Ἀριστο‐ φάνης (Nub. 109).
εἰ δοίης γέ μοι
τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.
5Φασιανικοὶ δὲ ὄρνιθες· ὡς ὁ αὐτὸς ἐν Ὄρνισιν (v. 68).

115

Τροχοπέδη [καὶ ἀργυροπέδη]· ὃ ἔχουσιν εἰς τοὺς τροχοὺς πρὸς τὰ κατάντη τῶν ὁδῶν.

116

Κλεῖν ὁ Δημοσθένης, οὐχὶ τὴν κλεῖδα· «τὴν κλεῖν κατεαγώς» (De corona, 247, 11).

117

Πύλαι τείχους κυρίως· προπύλαια δέ, ὡς θύραι, οἰκίας.

118

Κοτταβίζειν τὸ τῷ κοττάβῳ χρῆσθαι, οὐχὶ τὸ ἐμεῖν ὥσπερ οἱ νῦν λέγουσιν. Ὁ δὲ κότταβος ἦν τοιοῦτό τι· κανόνιον ἦν ἐν τῷ μέσῳ κείμενον τοῦ συμποσίου ἔχον ἐπὶ πλέον ἕτερον σμικρόν, ὃ ἔδει
5καταδῦσαι τὸν πέμψαντα τὸ περιττὸν τοῦ πώματος. Ἦν δὲ τοῦτο σημεῖον τοῦ ἐρᾶσθαι ὑπὸ γυναικὸς ἢ παίδων. Καὶ ἆθλα οἱ νικῶντες ἐλάμβανον πλακουντι‐ κούς, πυραμοῦντας ἢ σησαμοῦντας, ἅπερ κοττάβια ἐλέγετο. Ὁ ἦχος δὲ ἐκάλειτο λάταξ.

119

Ἆθλα λέγουσιν, οὐχὶ ἔπαθλα· τάδε γὰρ σπανίως.

120

Κανοῦς ἀρσενικῶς· ἔστι δὲ ἡ φωνὴ Μακε‐ δόνων. Ἀριστοφάνης κέχρηται (Acharn. 244; etc.).

121

Βασίλισσαν ὁ Δημοσθένης ἐν τῷ κατὰ Νεαί‐ ρας (1370, 16)· ἔστι δὲ ἡ φωνή Μακεδόνων.

122

Ἐπενεγκεῖν γραφήν, οὐχὶ ἀπενέγκαι.54

123

Διδάξαι καὶ διδάξασθαι διαφέρει· διδάξαι μὲν γάρ ἐστι τὸ δι’ ἑαυτοῦ, διδάξασθαι δὲ ἐπὶ ἑτέρου αὐτὸν τὰ ἐπιτήδεια παρέχοντα.

124

Ὁμοίως πήξασθαι καὶ πῆξαι· πήγνυσι μὲν γὰρ τὴν ναῦν ὁ τέκτων, πήγνυται δὲ ὁ ναύκληρος.

125

Στλεγγὶς ἡ ξύστρα καὶ ἀποστλεγγίσασ‐ θαι τὸ ἄνευ ἀλείμματος λούσασθαι. Ἔστι δὲ καὶ τὸ τῆς ξύστρας ὄνομα παρὰ Ἀρχίππῳ τῷ κωμικῷ (fr. 50 K.).

126

Προσῆκε καὶ προσήκει διαφέρει· τὸ μὲν γὰρ προσῆκε ἐπὶ τοῦ παρεληλυθότος τάττουσιν ἐν ἴσῳ τῷ ἔδει· τὸ δὲ προσήκει ἐπὶ τοῦ ἐνεστῶτος ἐν ἴσῳ τῷ δε. Ὁμοῖον τούτῳ τὸ ἐχρῆν καὶ χρ.

127

Ὀργάσαι καὶ μάξαι διαφέρει· ὀργάσαι μὲν γὰρ ἐπὶ πηλοῦ ἐρεῖς, ἐπὶ μάζης δὲ τὸ μάξαι.

128

Προτένθην λέγουσιν ὃν οἱ νῦν προγεύστην· τένθης γὰρ ὁ λίχνος παρ’ Ἀττικοῖς.

129

Ὦπες οἱ ὀφθαλμοί· ἀλλὰ τοὺς μὲν ὦπας οὐ λέγουσι, τὰ ὑπώπια δέ. Ὁμοίως καὶ τὸ λῶπος οὐ λέγοντες, τὸν λωποδύτην· καὶ τὸν πατραλοίαν ἀπὸ τοῦ ἀλοιᾶν, ὅπερ οὐδ’ αὐτό ἐστιν ἐν χρήσει.

130

Κατορθῶσαι ἐπὶ πολέμου καὶ τῶν τοιούτων· τὸ δὲ κατόρθωμα οὐ πάντη εὕρομεν. Ἐπανορ‐ θῶσαι δὲ ἐπὶ λόγων καὶ τῶν ἡμαρτημένων· ἅπαξ δὲ τὸ κατορθῶσαι ἐπὶ λόγων κεῖται. Τὸ δὲ διορθῶ‐
5σαι ἐπὶ τῶν διαστροφῶν, ἂν αὐτὸ ἀπευθύνῃ.

131

Μαχοῦμαι, ὀμοῦμαι· οὕτω κλινεῖς τὸν μέλ‐
λοντα· καὶ πλευσοῦμαι.55

132

Διὰ τὸ προστακτικὸν καὶ ὁ λόγος. Τὰ τρίτα πρόσωπα τοῦ παρατατικοῦ ὁριστικοῦ ἀφαιρέσει τοῦ κατ’ ἀρχὴν χρόνου τὸ δεύτερον ποιεῖ προστακτικόν· οἷον ἔδρων, ἔδρας, ἔδρα καὶ τὸ προστακτικὸν δρ·
5ἐβόων, ἐβόας, ἐβόα, βόα· ἔπιον, ἔπιες, ἔπιε, πίε (οἱ τοίνυν λέγοντες πῖθι ἁμαρτάνουσιν). Ὁμοίως ἔπλεον, ἔπλεες, ἔπλεεν ἢ ἔπλει, πλεῖ ἢ πλο.

133

Ἀπὸ τότε καὶ ἔκτοτε οὐ λέγουσιν, ἀλλ’ ἐξ ἐκείνου· καθόλου δὲ τοῖς χρονικοῖς ἐπιρρήμασιν οὐ συντάττουσι τὰς προθέσεις.

134

Πλὴν εἰ τόδε οὕτω συντάξεις ἢ εἰ μὴ τόδε. Οὐκέτι δὲ ἀμφότερα παραλήψῃ, οἷον πλὴν εἰ μὴ τόδε.

135

Καθίζεσθαι ἀντὶ τοῦ καθίζειν, καὶ ἐκαθί‐ ζετο ἀντὶ τοῦ ἐκάθιζεν. Οὕτω καὶ παρὰ τῷ Θου‐ κυδίδῃ (III, 75, 5)· «Καθιζόμενοι γὰρ εἰς τὸ Ἡραῖον» ἀντὶ τοῦ καθίζοντες· ἐμφαίνονται γὰρ ὅτι ἐλθόντες
5ἐκάθισαν· τὸ δὲ «καθιζόμενοι» ἀναγινώσκετε.

136

Καθεσθήσεται οὐ λέγουσιν, καθεδεῖται δέ· οὐδὲ ἐκαθέσθη, ἀλλ’ ἐκάθισε. Καὶ καθέζου τὸ προστακτικὸν ἢ κάθισον, οὐχὶ καθέσθητι.

137

Ἄγαμαί σε καὶ ἄγαμαί σου. Τὸ μὲν ἦθος ἔχει καὶ εἰρωνείαν τὸ ἄγαμαί σου. Καὶ Εὔπολις (21 D.)·
ἄγαμαι κεραμέως αἴθωνος ἐστεφανωμένου. Τὸ δὲ ἔπαινον, ὡς ἀποδεχομένου τοῦ λέγοντος. Ὁμοίως
56
5λέγουσι τούτῳ καὶ τὸ θαυμάζω σε.

138

Ἀτρέμα· ἀτράμα (?) βάρβαρον.

139

Χόνδρον οἱ Ἀττικοί· τὸ δὲ ἄλιξ ἰταλιω‐ τικὸν ὄνομα.

140

Φερέγγυος καὶ ἀξιόχρεως, ἀμφοτέρως.

141

Ἀναξυρίδες ἐπὶ τῶν στρατιωτῶν· ἀνασυ‐ ρίδες τινὲς οὖσαι παρὰ τὸ ἀνασύρεσθαι.

142

Διαφέρει λῆμα καὶ λῆμμα· τὸ μὲν γὰρ δι’ ἑνὸς μ τὴν παράστασιν τῆς ψυχῆς σημαίνει· τὸ δὲ διὰ τῶν δύο τὸ λαμβανόμενον.

143

Προσγελᾶν αὐτὸν καὶ προσπαίζειν αὐτόν· οὕτω συντάττουσιν· καὶ βασκαίνειν αὐτόν, οὐχὶ αὐτῷ· καὶ σημαίνει τὸ βασκαίνειν τὸ διαβάλλειν καὶ ἐξαπατᾶν, οὐ τὸ φθονεῖν.

144

Ἐπίδοξος οὔκ ἐστιν ὁ αὐτὸς τῷ ἐνδόξ, ἀλλ’ ὁ προσδόκιμος.

145

Νῖψαι εἰς βιβλίον καὶ εἰς τὴν στήλην ἐρεῖς· γέγραπται δὲ καὶ ἐν τῷ βιβλίῳ καὶ ἐν τῇ στήλῃ.

146

Τὸ χρέως καὶ τὸ χρέος, ἀμφοτέρως.
Ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν; Ἀριστοφάνης ἐν Νεφέλαις (v. 30).

147

Ὄφλημα καὶ ὀφείλημα διαφέρει· ὄφλημα μὲν τὸ ἐκ καταδίκης λέγεται, ὀφείλημα δὲ ὃ ἐδανείσατό τις.

148

Προμνήστρια, ἡ προμνωμένη τὴν γυναῖκα.

149

Ἀνυπόδητος, οὐχὶ ἀνυπόδετος.57

150

Ἐπιλήσμων, ὁ ἐπιλανθανόμενος· λήθαργος δὲ κύων ὁ κρύφα δάκνων (Soph., fr. 800 N.; Men. fr. 1029 K.).

151

Τῇ ἐπιούσῃ ἐρεῖς μὴ προστιθεὶς ἡμέρᾳ· τῆς δὲ ἐπιούσης ἡμέρας.

152

Σιτευτοὺς ὄρνιθας, οὓς οἱ νῦν σιτιστούς.

153

Πάρεδροι λέγονται οἱ νῦν συγκάθεδροι.

154

Μέσον ἡμέρας καὶ μεσημβρία, οὐχὶ μέση ἡμέρα· καὶ μεσονύκτιον, οὐχὶ μεσανύκτιον.

155

Διήγησιν λέγουσιν, οὐχὶ διήγημα.

156

Εὐθηνεῖσθαι λέγοντες, εὐθηνίαν οὐ λέγουσιν, ἀλλ’ εὐετηρίαν.

157

Τὸ ἀντέχειν αἰτιατικῇ συντάττουσι μᾶλλον· ἀντέσχεν αὐτόν, οὐχὶ αὐτῷ.

158

Κρεμάθρας οἱ νῦν κρεμάστρας.

159

Ἔναγχος, τὸ πρὸ ὀλίγου.

160

Εἴληχα, οὐχὶ λέλογχα· καὶ εἰληχώς, οὐχὶ λελογχώς.

161

Μνηστεύειν αὑτῷ τινα τὸν γάμον· μνησ‐ τεύεσθαι δὲ ἑτέρῳ.

162

Ὑποτίθησιν ὁ δανειζόμενος τὰ ἐνέχυρα· ὑποτίθεται δὲ ὁ λαμβάνων.

163

Εὔγλωττος, ὁ λάλος.

164

Αἴσχιστον, οὐχὶ αἰσχρότατον.

165

Σοφώτατος τῆς ἡλικίας, ἀντὶ τοῦ τῶν ἡλι‐ κιωτῶν.

166

Τὸ εὐστομεῖν ἐπὶ τοῦ εὐφημεῖν. Καὶ Ἡρόδοτος
(II, 171)· «εὔστομα κείσθω».58

167

Ὀλίγης ἐστὶ διδασκαλίας, ἀντὶ τοῦ ὀλίγων δεῖται πρὸς τὴν μάθησιν.

168

Ἀφηλικέστερος λέγεται ὁ προβεβηκὼς τὴν ἡλικίαν.

169

Μῆλα μηδικ, ἃ οἱ νῦν κίτρια.

170

Ἐπομβρίαν λέγουσιν ὅταν πολλοὶ καὶ συν‐ εχεῖς ὑετοὶ γένωνται.

171

Τὸ ὄροφος καὶ ἡ ὀροφὴ ἀμφοτέρως.

172

Τὸν λάρυγγα ἀρσενικῶς, τὴν δὲ φάρυγγα θηλυκῶς.

173

Τρεῖς καὶ δέκα κοινόν ἐστι τῶν δύο γενῶν, τοῦ τε ἀρσενικοῦ, τοῦ τε θηλυκοῦ· οἱ γὰρ τρεῖς καὶ δέκα ἄνδρες καὶ αἱ τρεῖς καὶ δέκα γυναῖκες· Τρία καὶ δέκα δὲ τὰ παιδία καὶ τρία καὶ δέκα τάλαντα καὶ τὰ
5ὅμοια.

174

Τοῖς δύο μᾶλλον, οὐχὶ τοῖς δυσίν. Ὅσα γὰρ μὴ συνεμφαίνει γένος, οὐδὲ πτῶσιν ἐπιδέχεται· οἷον τὰ δύο, τῶν δύο, τοῖς δύο. Τὰ δὲ γένος ἔχοντα καὶ τὴν πτῶσιν ἔχει, ὥσπερ οἱ τρεῖς, τῶν τριῶν, τοῖς
5τρισὶν ἔχει τὴν κλίσιν· παράκειται γὰρ οὐδέτερον αὐτοῖς τὰ τρία· ὁμοίως καὶ τοῖς τέτρασιν. Ἀπὸ δὲ τῶν κλινομένων ἄχρι τῶν ἀκλίτων οἱ ἀριθμοί.

175

Ἐνεύναιον ἱμάτιον καὶ ἐπιβόλαιον τὸ ἐν τῇ εὐνῇ.

176

Πολίτης καὶ δημότης καὶ φυλέτης ἄνευ τῆς
σὺν προθέσεως. Συνέφηβος δὲ καὶ συνθιασώτης καὶ συμπότης ἔχει τὴν σὺν πρόθεσιν· ὅτι καὶ πρόσ‐ καιρος αὐτῶν ἡ κοινωνία· ἐπὶ δὲ τῶν προτέρων οὐχ59
5ὁμοίως.

177

Ἀρτοπόπος, οὐχὶ ἀρτοκόπος· ἔγκειται γὰρ τὸ πέπτειν, οὐχὶ ὁ κόπος.

178

Ἐξίστασθαι λέγουσιν. Τὸ δὲ περιΐστασ‐ θαι οὐχ ὅμοιον τῷ ἐκστῆναι· τὸ γὰρ περιστῆ‐ ναί ἐστι πέριξ στῆναι.

179

Ἀδολέσχης, οὐχὶ ἀδόλεσχος.

180

Γέλως πλατύς, οὐχὶ πολύς.

181

Δίκη ἡ ἰδία· γραφὴ δὲ ἡ δημοσία.

182

Τὰς ῥᾶγας θηλυκῶς οἱ Ἀττικοί, οὐχὶ τοὺς ῥῶγας. Ὁμοίως τὴν βῶλον, καὶ τὴν πύελον, καὶ τὴν ὕελον, καὶ τὴν φιάλην, καὶ τὴν λίθον (μάλιστα ἐπὶ τῆς σφραγῖδος).

183

Τὸ δυσωπεῖσθαι ἐπὶ τοῦ ὑφορᾶσθαι, οὐκ ἐπὶ τοῦ αἰσχύνεσθαι.

184

Ἐμφανίσαι τὸ ἐμφανὲς ποιῆσαι, οὐχ ὥσπερ οἱ νῦν τὸ ὀφθῆναι· τὸ δηλῶσαί τι κατὰ μήνυσιν.

185

Κοιτὴν τὴν κίστην, οὐχὶ τὴν εὐνήν.

186

Κηδεῦσαι, οὐχὶ τὸ θάψαι· ἀλλὰ τὸ κατὰ γά‐ μον οἰκεῖον γενέσθαι.

187

Κλιμακτῆρες, ἃ διέπειρον τῆς κλίμακος· οὐχ ὥσπερ οἱ νῦν ἐπὶ τῆς εἰμαρμένης.

188

Τεχνήσασθαι τὸ μετὰ τέχνης τι κατασκεύα‐ σαι· καὶ τέχνημα· τεχνάσασθαι δὲ τὸ πονηρεύ‐
σασθαι καὶ κακουργῆσαι· καὶ τέχνασμα.60

189

Ἀσύμβολος παιδείας, ὁ ἀπαίδευτος· ἐκ δὲ τῶν ἐναντίων οὐκ ἀσύμβολος, ὁ πεπαιδευμένος.

190

Εἰς τάχος γράφειν τὸν ταχυγράφον· καὶ εἰς κάλλος γράφειν τὸν καλλιγράφον διαιροῦσιν.

191

Λευκὴν ἡμέραν (Soph., Atham., fr. 5 N.) δια‐ γαγεῖν τὴν ἡδεῖαν καὶ ἱλαράν.

192

Τὸν ἕτερον τοῖν ποδοῖν οὐ λέγουσιν, ἀλλὰ τὸν ἕτερον πόδα.

193

Αὐτοχειρίᾳ πράττειν, ἐπὶ παντὸς τοῦ αὐτουρ‐ γοῦντος· ὁμοίως αὐτοποδίᾳ παρὰ Στράττιδι τῷ κωμικῷ (5 D.) ἐπὶ τοῦ βάδην ἁνύοντος τὴν ὁδόν.

194

Ἀργυροθήκη, τὸ νῦν ἀργεντάριον καλού‐ μενον· παρὰ Διοκλεῖ (fr. 1 D.)· ἔστι δὲ οὗτος τῆς ἀρ‐ χαίας κωμῳδίας ποιητής.

195

Βασανιστὴς μὲν ὁ ἐπὶ τῆς βασάνου· δημό‐ κοινος δὲ ὁ στρεβλῶν καὶ βασανίζων· δήμιος δὲ ὁ ἀπάγων ἐπὶ τῷ θανάτῳ.

196

Ἀκάθαρτον ὁ Δημοσθένης ἐν τῇ πρὸς τὸν Πανταίνετον γραφῇ (980, 20), εἰς τὴν παχύτητα τοῦ σώματος ὡς τὸ εἰκὸς διαβάλλων.

197

Ἱμαντελιγμός, ἡ διὰ τοῦ ἱμάντος παιδεία.

198

Τρίμματα ἔλεγον οἱ ἀρχαῖοι ἃ οἱ νῦν θλίμ‐ ματα· οὕτω καὶ Ξενοφῶν ἐν τῷ Ἱππαρχικῷ, περὶ ἵππου διαλεγόμενος.

199

Ἀπαράσκευος καὶ ἀπαρασκεύαστος, ἀμφο‐ τέρως.

200

Ἔγγεια δανείσματα οἱ Ἀττικοί· ἔγγεα δὲ οἱ Ἴωνες. Καὶ ἐπὶ τῶν κτημάτων ὁμοίως οἱ Ἴωνες ἔγγεα.61

201

Καθιστᾶν οὐ λέγουσιν, ἀλλὰ καθιστάναι· καὶ γέγονεν ἀπὸ τοῦ καθίστημι.

202

Ἡ προθεσμία παρὰ Λυσίᾳ (Areop., 17, etc.).

203

Σπανίᾳ οὐ λέγουσιν· ἀλλὰ σπάνιον.

204

Τὸ ἐντρεχὲς παρὰ Περσεῖ ἐν τῷ Μεταλλικῷ.

205

Ἱερομηνίαν λέγουσιν ὁπόταν ὅλος ὁ μὴν ἱερὸς ᾖ.

206

Λεκάνη διὰ τοῦ ε·
βούλει κομίσω σοι τὴν λεκάνην ἐγώ; (Com. adespot. 44 D.).

207

Ζῶστρα καὶ διαμηρίδια ἐπὶ τῶν τὰ ἰσχυρὰ παιζόντων.

208

Γρυμέαν οἱ Ἀττικοὶ τὴν γρύτην τῶν σκευῶν.

209

Ξυρεῖν περισπωμένως· καὶ ξυρήσω ὁ μέλ‐ λων, ὡς ἀπὸ τοῦ νοῶ, νοήσω.

210

Κυνάρα ἡ ἄκανθα παρὰ Σοφοκλεῖ (Colch., fr. 323 N.)· 〈ὃ〉 οἱ νῦν κινάραν λέγουσιν.

211

Πρατὴρ ὀξυτόνως ἀποδιδόμενος παρὰ Δημο‐ σθένει ἐν τῇ πρὸς Πανταίνετον γραφῇ (997, 22).

212

Βαρύνει μᾶλλον· οὐχὶ βαρε.

213

Ἐπίκαινα καὶ δευτερουργὰ καὶ ἔπεργα οἱ Ἀττικοὶ τὰ ἐπίγναφα.

214

Πεζὴν ἑταίραν, τὴν ἄνευ ὀργάνου.62

215

Κηρίνην, θρυαλλίδα· Ἄρχιππος ὁ κωμικός (3 D.)· ὃ οἱ νῦν κηρίολον.

216

Ἰπνίον, ὃ οἱ νῦν μιλιάριον.

217

Κοχλιώρυχον, τὸ νῦν κοχλιάριον.

218

Κωπάρια ἔλεγον οἱ ἀρχαῖοι τὰ νῦν μύστρα.

219

Ἐγκαρπεῦσαι, τὸ ἐμφυτεῦσαι τοῖς ἀκάρποις ὥστ’ εὐκαρπεῖν.

220

Καθυφεῖναι λέγουσι· καθυφεῖσθαι δὲ οὐκέτι.

221

Δασυχειρόμακτρον, τὸ κατὰ τῆς τραπέζης.

222

Καθειμένη ὁδός, ἡ πεδιὰς καὶ ὑπτία.

223

Ψυχάσαι καὶ ἀναψῦξαι. Καὶ Ψυχασταὶ δρᾶμα Στράττιδος· οἷον ἀναψύχοντες.

224

Ἐπαλλὰξ τὼ χεῖρε ἔχειν· ἐπὶ τοῦ τοὺς δακ‐ τύλους διαπλέξαντος· ὁμοίως τῷ παρ’ Ἀριστοφάνει (Nub. 983)·
μηδ’ ἴσχειν τὼ πόδ’ ἐπαλλάξ.

225

Δυοῖν παρὰ Δημοσθένει ἀεί. Οἱ δὲ ἄλλοι δυεῖν λέγουσιν.

226

Ἀλαβαστροθήκην ἔλεγον οἱ ἀρχαῖοι καὶ ὁ Δημοσθένης (De falsa leg., 415, 5)· ὃ οἱ νῦν κελλάριον.

227

Εὑρέ ὀξυτόνως· τὸ δὲ λέγε βαρυτόνως, ὅτι ἐπὶ μὲν τοῦ εὑρέ μακρὰ ἡ πρώτη, ἕπεται δὲ βραχεῖα. Τὰ δὲ τοιαῦτα ὀξύνεται· εἰπέ, εὑρ· ἀλλὰ καὶ τὸ ἐλθέ διὰ τὴν θέσει μακράν· τὸ δὲ λέγε καὶ γράφε
5βραχείας ἔχει τὰς δύο· λέγε, γράφε. Τὸ δὲ λαβέ
παρὰ τοῖς Ἀττικοῖς παραλόγως ὀξύνεται.63

228

Λάγνος ἐπὶ τῶν ἀνδρῶν· οὕτως Ἀριστοφά‐ νης· παρά τισι λάγνης· μάχλος δὲ ἐπὶ τῶν γυναικῶν· καὶ μαχλάς, ὡς Μένανδρος. Καί ἐστι λάγνος σύνθετον ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ
5τοῦ γόνος· ἔστι γὰρ πολύγονος.

229

Ὅτι πυξίδας οὐκ ἔλεγον, ἀλλ’ ἱμάντας·
ἱμάντας ἥξω δεῦρο πυκτικοὺς ἔχων· παρὰ τῷ Εὐπόλιδι (fr. 22 D.).

230

Τῶν δὲ διὰ τοῦ –ίζω ῥημάτων τῶν ὑπὲρ δύο συλλαβὰς τοὺς μέλλοντας κατὰ περιγραφὴν τοῦ ζ λέγουσιν οἱ Ἀττικοί· οἷον κομίζω κομι, κιθαρίζω κιθαρι, λακωνίζω λακωνι. Πρόκειται «ὑπὲρ
5δύο συλλαβὰς» διὰ τὸ πρίζω, κτίζω· «διὰ τοῦ –ιζω» δέ, διὰ τὸ κατάζω, πελάζω καὶ τῶν ὁμοίων· ταῦτα γὰρ ὁμοίως ἡμῖν προσφέρονται. Ἀπὸ μέντοι τοῦ δανείζω, οὐκέτι δανείω λέγουσιν, οὐδὲ δανειοῦμαι, ἀλλὰ δανείσω καὶ δανείσομαι.

231

Τρώγειν καὶ ἐσθίειν διαφέρει· τὸ μὲν τρώγειν ἐπὶ τῶν ἀλόγων ζῴων· ἔστι δὲ καὶ ἐπὶ τῶν ἀνθρώπων τὸ τρώγειν. Εὔπολις (fr. 23 D.)·
κἀν ποίᾳ πόλει
5τοσοῦτος 〈ὢν〉 τὸ μέγεθος ἰχθὺς τρώγεται;
Μᾶλλον δὲ ἐπὶ τῶν τραγημάτων χρῶνται τῷ τρώγω.64

232

Ἐπίχαρις καὶ ἐπιχάριτος, ἐάν τε ἀρσενικὸν ἐάν τε θηλυκὸν ᾖ. Τὰ γὰρ σύνθετα τὴν τῶν ἁπλῶν φυλάσσει κλίσιν· καλὸς καλο, φιλόκαλος φιλο‐ κάλου. Οὕτως οὖν χάρις χάριτος, ἐπίχαρις
5ἐπιχάριτος.

233

Τὸ ἐξεῖναι ὑφ’ ἓν λέγουσιν, οὐ διαιροῦντες ἐξὸν εἶναι.

234

Εὔχρως καὶ λευκόχρως· μελαγχρὴς διὰ τοῦ η.

235

Οὐδέποτε καὶ οὐδεπώποτε· παράκειται μὲν ταῦτα ἀλλήλοις, διαφέρει δέ. Τὸ μὲν γὰρ οὐδεπώποτε ἐπὶ τοῦ παρεληλυθότος χρόνου, τὸ δὲ οὐδέποτε ἐπὶ τοῦ μέλλοντος· οἷον οὐδεπώποτε ἐποίησα, οὐδέποτε
5ποιήσω. Καὶ ὁ Αἰσχίνης (In Tim., I, 1)· «οὐδένα πώ‐ ποτε πολιτῶν οὔτε γραφὴν γραψάμενος, οὐτ’ ἐν εὐθύ‐ ναις λυπήσας». Πολλάκις δὲ οὐδέποτε καὶ ἐπὶ τοῦ παρεληλυθότος χρόνου λαμβάνεται· ἔστι δ’ ὅτε καὶ τοῦτο συγχέουσιν. Ἀριστογείτων ἐν τῷ κατὰ Τιμο‐
10κράτους· «ὡς οὐδεπώποτε δώσει δίκην».

236

Πείθεσθαι καὶ πιστεύειν διαφέρει· πιστεύειν μὲν γὰρ ὑποσχέσεσι, πείθεσθαι δὲ συμβουλεύοντι.

237

Ἐπιδοῦναι καὶ μεταδοῦναι διαφέρει· ἐπι‐ δοῦναι μὲν γὰρ πόλει ἢ ἔθνει, μεταδοῦναι δὲ φίλῳ ἢ πολίτῃ.

238

Δωρεῖσθαι τὸ ἐκ χειρὸς δοῦναι· χαρίζεσθαι δὲ ἐπὶ τῶν ἔργων.

239

Τοῦ ἐσθίω ὁ παρατατικὸς ἤσθιον, ὁ παρα‐ κείμενος ἐδήδοκα καὶ ὁ ὑπερσυντελικὸς ἐδηδόκειν· Ὁ δὲ ἀόριστος ἔφαγον·
ὧν ἔφαγόν τ’ ἔπιόν τε (ο 373).
65
5Καὶ ὁ μέλλων ἔδομαι·
Οὖτιν ἐγὼ πύματον ἔδομαι (ι 369).

240

Αἱρετὸς καὶ αἱρετέος διαφέρει· αἱρετὸς μὲν γὰρ ὁ δι’ αὑτὸν, αἱρετέος δὲ ὁ δι’ ἀπορίαν ἄλλου.

241

Ἀχρεῖος παρὰ τοῖς Ἀττικοῖς βαρυτόνως.

242

Τὰ ἐν τόπῳ ἐπιρρήματα ἰσοδυναμεῖ τῇ ἐν προθέσει μετὰ δοτικῆς πτώσεως· τὸ γὰρ Θήβῃσιν ἐν Θήβαις ἐστὶ καὶ τὸ Ἀθήνῃσιν ἐν Ἀθήναις. Τὰ δὲ εἰς τόπον τῇ εἰς προθέσει μετὰ αἰτιατικῆς πτώσεως·
5οἷον Θήβαζε ἄπειμι· ἔστι γὰρ εἰς Θήβας· Ἀθήναζε, εἰς Ἀθήνας. Τὰ δὲ ἐκ τόπου ἰσοδυναμεῖ τῇ ἐξ προθέσει μετὰ γενικῆς πτώσεως· οἷον Θήβηθεν, ἐκ Θηβῶν, Ἀθήνηθεν παραγίνομαι, ἀντὶ τοῦ ἐξ Ἀθηνῶν. Ὅθεν οἱ λέγοντες ἐξ οἴκοθεν παραγίνομαι ἁμαρτάνουσι·
10δὶς γὰρ τὴν ἐξ πρόθεσιν παραλαμβάνουσιν. Σημειω‐ τέον οὖν τὸ ὁμηρικὸν ἐξ οὐρανόθεν (Η 19) καὶ τὸ παρὰ τῷ Ἡσιόδῳ·
ἐγὼ δ’ ἐξ ἀγρόθεν ἥκω.

243

Ἀτεχνῶς· οὕτω λέγουσιν οἱ Ἀττικοὶ περισ‐ πωμένως· σημαίνει τὸ ἁπλῶς. Τὸ δὲ ἀτέχνως βαρυτόνως λεγόμενον τὸ ἄνευ τέχνης σημαίνει.

244

Ἕωλον τὸ ὑπολειφθὲν εἰς τὴν ἑξῆς ἕω οὕτω καλοῦσιν.

245

Ἄναντες καὶ κάταντες βαρυτόνως μᾶλλον.

246

Κωμῳδοποιοὺς καὶ τραγῳδοποιοὺς τοὺς ποιητάς· τραγῳδοὺς δὲ καὶ κωμῳδοὺς τοὺς ὑπο‐ κριτὰς καὶ χορευτάς.66

247

Ἐπιστεῖλαι καὶ ἐπισκῆψαι διαφέρει· ἐπι‐ στεῖλαι μὲν γὰρ τὸ διὰ γραμμάτων· ἐπισκῆψαι δὲ διὰ λόγων. Τὸ ἐντειλέσθαι σπάνιον.

248

Ὄχημα ἐπὶ ζεύγους ἡμιόνων, ἅρμα δὲ ἐπὶ ἁμιλλητηρίου καὶ πολεμιστηρίου.

249

Πολιτεύειν καὶ πολιτεύεσθαι λέγουσιν· πολιτευτὴν δὲ οὐκέτι, ἀλλ’ ἢ δημηγόρον.

250

Τὸ συνειδέναι καὶ τὸ συνειδός· συνείδησιν δὲ οὐκέτι. Καὶ Αἰσχίνης· «ὅτι δὲ οὕτως ἔχει .........». Καὶ ὁ Εὐριπίδης (Orest. 396).
ἡ σύνεσις, ὅτι σύνοιδα δείν’ εἰργασμένος.

251

Πυθο, λαβο· οὕτως οἱ Ἀττικοὶ περισπῶσι.

252

Γενέσθαι, λαβέσθαι παροξυτόνως μᾶλλον προσενεκτέον.

253

Δύσερως, φιλόγελως, χρυσόκερως προ‐ παροξυτονοῦντες οἱ Ἀττικοὶ λέγουσιν.

254

Ἐπιτάδε καὶ ἐπέκεινα, βαρυτόνως οἱ Ἀττικοί.

255

Τὸ ὤφελον συντάττεται πτώσει ὀνομαστικῇ καὶ ἐγκλίσει ἀπαρεμφάτῳ καὶ χρόνῳ παρεληλυθότι· οἱ δὲ ἀοριστικοῖς συντάττοντες ἁμαρτάνουσιν.

256

Τὸ πολυωρεῖν γενικῇ συντάττουσι καὶ τὸ ὀλιγωρεῖν ὁμοίως λέγουσιν· ὀλιγορῶν τοῦδε.

257

Καὶ τὸ λαβέσθαι μᾶλλον γενικῇ συντάττουσιν.

258

Ἔχειν τὸν ἀγρὸν καὶ λαβεῖν τὸν ἵππον.67

259

Πείθεσθαι δοτικῇ συντάττεται· πείθεσθαι τῷ πατρί. Καὶ Ὅμηρος (α 123).
πείθεσθαι τῷ γέροντι.

260

Πείθω σε τόδε καὶ πρὸς τόδε. Πείθομαί 〈σοι〉.

261

Παρὰ δὲ τὰς προθέσεις σημειώσαιτ’ ἄν τις ὑπὸ μάλην τὸ κατὰ συντάξιν. Καίτοι μασχάλην κατ’ αὐτὸ λέγουσιν.

262

Ἀποπέμπει ἀνὴρ τὴν γυναῖκα· ἀπολείπει δὲ ἡ γυνὴ τὸν ἄνδρα.

263

Τόνδε ἀποστερῆσαι τόδε, οὐ τοῦδε.

264

Χάριν ἔχειν καὶ χάριν εἰδέναι, ὁμοίως ἀμφο‐ τέροις χρῶνται.

265

Πρὸς περίπατον ἐξιέναι καὶ εἰς περίπατον.

266

Λόγιος ὁ ἱστορίας ἔμπειρος, οὐχ ὁ δεινὸς λέγειν. Καὶ Ἡρόδοτος «Περσέων μὲν νῦν οἱ λόγιοι» φησί (I, I), περὶ τῶν τὰ ἐπιχώρια ἐξηγουμένων ποι‐ ούμενος τὸν λόγον.

267

Βάναυσος ὁ χειροτέχνης, οὐχ ὁ θρυπτικός· καὶ βαναυσικαὶ τέχναι λέγονται αἱ τῶν τοιούτων.

268

Μετριάζειν ἐπὶ τοῦ μετρίως φέρειν, οὐδέποτε ἐπὶ τοῦ ἀσθενεῖν.

269

Ὅραμα, οὐ τὸ ἐνύπνιον, ἀλλὰ τὸ θέαμα.

270

Εὐφραίνειν τὸ μετ’ ὠφελείας ψυχαγωγεῖν· τέρπειν δὲ τὸ μετ’ ἀπάτης.

271

Ποῖ τὸ εἰς τόπον. Καὶ ὁ Πλάτων ποῖ (revera πῶς) καὶ πόθεν (Phaedr., 269d); Καὶ πῇ οἱ Ἴωνες.
Ποῦ δὲ τὸ ἐν τόπῳ.68

272

Ἁμαρτάνουσιν οἱ λέγοντες ποῦ πορεύῃ ἀντὶ τοῦ πο, ἢ ποῦ ἦς καὶ ποῦ ἐγένου.

273

Οὐχ ἑκὼν εἶναι, οὐκέτι δὲ ἑκὼν εἶναι, ἀλλ’ ἁ‐ πλῶς ἑκών, ἄνευ τοῦ εἶναι.

274

Ἀναλγὴς καὶ ἀνάλγητος διαφέρει· ἀναλ‐ γὴς μὲν γὰρ ὁ μὴ ἔχων νόσημά τι, ἀνάλγητος δὲ ὁ τοῦ προσήκοντος μὴ ἐπιστρεφόμενος.

275

Πεινῆν καὶ διψῆν, δώρια ὄντα, ἡμῖν ἄπειρα, παρὰ τοῖς Ἀττικοῖς. Οὐκ ἂν ἄλλως εἴποις κατὰ πάντα τὰ πρόσωπα καὶ τοὺς ἀριθμοὺς ἢ διὰ τοῦ η.

276

Πίομαι, οὐχὶ πιοῦμαι· καὶ τὸ δεύτερον πί, καὶ τὸ τρίτον πίεται. Καὶ Ἀριστοφάνης (Eq., 1289)·
πίεται ποτηρίου.

277

Ἀποστεῖλαι τὸν χιτῶνα, ὅπερ οἱ νῦν ἀπορ‐ ράψαι.

278

Τὸ προπηλακίζειν ἐπὶ τοῦ ὑβρίζειν, οὐχ ὥσπερ οἱ νῦν ἐπὶ τοῦ τρέπειν καὶ προάγειν εἴς τι.

279

Ἑτερόφθαλμος ὁ ἀφῃρημένος τὸν ἕτερον τῶν ὀφθαλμῶν, ὡς ὁ Φίλιππος. Μονόφθαλμος ὁ ἐκ γενε‐ τῆς ἕνα ἔχων ὀφθαλμόν, ὡς οἱ Κύκλωπες.

280

Ἀσφαλὲς καὶ ἀσφαλέστερον· ἀσφαλίζεσ‐ θαι δὲ οὐκέτι.

281

Ζώνη ἐπὶ ἀνδρῶν καὶ γυναικῶν· ζώνιον δὲ ἐπὶ γυναικῶν μόνον.

282

Παιδίσκη ἐπὶ τῆς ἐλευθέρας· λέγουσι δὲ οὕτω τὴν νέαν.

283

Παιδισκάριον δὲ ἐπὶ τῆς δούλης· δουλά‐ ριον οὐδέποτε ἐπὶ τοῦ ἄρρενος, ἀλλ’ ἐπὶ τοῦ θήλεος.

284

Τὸ πέπερι κατὰ μίαν πτῶσιν κλίνεται· λέ‐
γουσι δὲ πεπέριδας.69

285

Ἐβλασφήμησεν εἰς αὐτόν, καὶ περὶ αὐτοῦ, καὶ κατ αὐτοῦ· οὐχὶ ἐβλασφήμησεν αὐτόν. Οὕτω δὲ ὁ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου (228, 15; 253, 1).

286

Κατέχειν ξίφος τῇ χειρί, οὐ κρατεῖν· τὸ κρα‐ τεῖν ἐπὶ τοῦ περιγενομένου τινός, οἷον τὸ κρατεῖν τῶν πολεμίων καὶ κρατεῖν τοὺς πολέμους.

287

Πρόεισι καὶ ἔξεισιν ἐπὶ τοῦ μέλλοντος μόνον, ἀντὶ τοῦ προήξει καὶ ἐξήξει· ἐπὶ δὲ τοῦ ἐνεστῶτος προέρχεται καὶ ἐξέρχεται.

288

Προϊέναι καὶ ἐξιέναι σὺν τῷ ε. Ἥξει καὶ ἀφίξεται, οὐχὶ ἐλεύσεται· ἰωνικὸν γὰρ τοῦτο.

289

Πλευσοῦμαι, οὐχὶ πλεύσομαι· ὅμοιον τῷ μαχοῦμαι καὶ ὁμοῦμαι.

290

Ὑποβαίνειν ἐπὶ τῶν ἵππων λέγουσιν ὅταν ἐγκλίνωσιν αὐτοὺς ὑπὲρ τοῦ ῥᾷον εἶναι ἀναβῆναι τὸν ἱππέα.

291

Ἠτριαία τὸ ὑπογάστριον· λέγουσι δὲ καὶ τὸ ὑπογάστριον. Ἀριστοφάνης (Vesp. 195)·
ὑπογάστριον γέροντος ἡλιαστικοῦ.

292

Ἧπαρ καρποῦ ἔλεγον οἱ ἀρχαῖοι ὅπερ οἱ νῦν συκωτόν.

293

Φιλόπολις οὐχὶ φιλόπατρις· καὶ φιλοπό‐ λιδος· οὕτως οἱ Ἀττικοί.

294

Γενέθλια, οὐχὶ γενέσια· ἐπὶ γὰρ τῶν τελευ‐ τηκότων τὰ γενέσια ἔλεγον.

295

Προκοπὴν οὐ λέγουσιν, ἀλλ’ ἐπίδοσιν καὶ αὔξησιν.

296

Ὄπισθεν σὺν τῷ ς· τὸ γὰρ ὄπιθεν ἰωνικόν.

297

Λαλίστατοι, ὀψοφαγίστατοι, κλεπτίσ‐
τατοι· τὸ ὑπερθετικόν.70

298

Λῃστάς, οὐ πειρατάς· καὶ λῃστεύειν, οὐ πειρατεύειν. Καὶ Θουκυδίδης (I, 5, 2)· «καὶ οἱ πα‐ λαιοὶ τῶν ποιητῶν τὰς πύστεις τῶν καταπλεόντων πανταχοῦ ὁμοίως ἐρωτῶντες εἰ λῃσταί 〈εἰσιν〉».

299

Κεραννύειν, οὐχὶ κιρνᾶν.

300

Ἐρρύη, οὐχὶ ἔρρευσεν· «ὁ γὰρ Ἀσωπὸς ποταμὸς ἐρρύη πολύς», Θουκυδίδης (II, 5, 2). Καὶ ῥυῆναι, οὐχὶ ῥεῦσαι.

301

Προτέλεια οἱ Ἀττικοί· προγάμια δὲ οἱ Δωρίδες.

302

ἔγχελυς διὰ τοῦ υ, ὅταν ἑνικῶς λέγεται· καὶ ἐγχέλεις δὲ διὰ τῆς ει διφθόγγου πληθυντικῶς.

303

Ἐπίτεξ ἡ γυνή, οὐχὶ ἐπίτοκος.

304

Ὀσμ, οὐχὶ ὀδμ, καὶ εὔοσμον, καὶ κάκοσ‐ μον· ἡ δὲ ὀδμὴ παρὰ τοῖς Ἴωσιν.

305

Ἀργὸς κοινόν ἐστιν ὄνομα ἐπὶ τε ἀρσενικοῦ καὶ θηλυκοῦ· οἷον ἀργὸς ἀνὴρ καὶ ἀργὸς ἡ ἑταίρα. Καὶ ὁ Κωμικός (Incert. poetarum fr. 590 K.; 34 D.)·
ἀργοὶ κάθηνταί μοι γυναῖκες τέτταρες.
5Καὶ ἔστι τὸ πλῆρες ἀεργός. Τὰ εἰς –ος λήγοντα ὑπὲρ δύο συλλαβὰς σύνθετα κοινά ἔστι ἀρσενικοῦ καὶ θηλυκοῦ· οἷον ὁ ἔνδοξος καὶ ἡ ἔνδοξος, ὁ φιλό‐ λογος καὶ ἡ φιλόλογος· ὁμοίως φιλότιμος, φιλό‐ τιμος.

306

Ἔγημεν ὁ ἀνήρ, ἐγήματο δὲ ἡ γυνή.

307

Τορεῦσαι, οὐχὶ τορῆσαι.

308

Τὸ φρούριον τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν.

309

Σκηνῆσαι διὰ τοῦ η, οὐχὶ σκηνῶσαι.71

310

Γῆμον ἐρεῖς πρὸς τοὺς ἄνδρας· γῆμαι δὲ πρὸς τὴν γυναῖκα.

311

Ἐπορθρεῦσαι, ἐφεσπερεῦσαι ἀμφοτέρως παρὰ Πλάτωνι.

312

Ἡδύσματα, οὐχὶ ἀρτύματα.

313

Μαθητής, μαθητεύειν δὲ οὐκέτι· καίτοι ἀπὸ τοῦ φοιτητὴς φοιτᾶν λέγουσιν.

314

Ἄρκτος σὺν τῷ τ· καὶ ἀπαρκτίας ἄνεμος.

315

Τίθεται τὸ ὁριστικόν, καὶ ἐὰν τιθῆται τὸ ὑποτακτικόν.

316

Ἱστάναι καὶ συνιστάναι, οὐχὶ συνιστᾶν.

317

Ὁ πῆχυς, τοῦ πήχεως καὶ τῶν πήχεων, οὐχὶ τῶν πηχῶν· ἰσοσύλλαβος ἡ γενικὴ πληθυντικὴ τῇ γενικῇ 〈ἑνικῇ〉.

318

Ἀπήντησε, οὐχὶ ἀπηντᾶτο· ἰωνικὸν γάρ. Ἀπαντῆσαι ἐπὶ τοῦ τυχεῖν καθ’ ὁδόν τινι, ὑπαν‐ τῆσαι δὲ λόγῳ.

319

Ἐγγυτέρω καὶ κατωτέρω· ἐνδοτέρω δὲ
οὐκέτι, ἀλλ’ ἔνδον μᾶλλον.72