TLG 0087 036 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Partitiones (= Ἐπιμερισμοί) [Sp.?] (e codd. Paris. 2543 + 2570) Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Partitiones (= Ἐπιμερισμοί) [Sp.?] (e codd. Paris. 2543 + 2570) Citation: Page — (line) | ||
1(1t) | ΗΡΩΔΙΑΝΟΥ | |
2t | ΕΠΙΜΕΡΙΣΜΟΙ | |
---|---|---|
3 | ΟΙ παρόντες ἐπιμερισμοὶ συντέθεινται κατὰ στοιχεῖον οὕτως· ἀρχόμεθα ἀπὸ τοῦ β (τὸ γὰρ ἄλφα ἤτοι τὸ αι | |
5 | δίφθογγον εἰς τοὺς μετὰ ταῦτα ἐτηρήσαμεν ἐπιμερισμοὺς τοῦ ε), καὶ μετὰ τοῦ β, λαμβάνομεν τὸ πρῶτον ἀντίστοιχον τὸ ε, καὶ γράφομεν πᾶσαν λέξιν ἀπὸ τῆς βε, εἶτα ἀπὸ τῆς βλε, εἶτα ἀπὸ τῆς βρε, ἕως ἐκπεράνωμεν τὰ ἔχοντα τὸ ε. Καὶ πάλιν λαμβάνομεν μετὰ τοῦ β τὸ | |
10 | δεύτερον ἀντίστοιχον, τὸ η. Καὶ πάλιν λαμβάνομεν τὸ β μετὰ τοῦ ο, κατὰ τὴν ῥηθεῖσαν ἀκολουθίαν· καὶ | |
πάλιν τὸ β μετὰ τοῦ υ, κατὰ τὴν αὐτὴν ἀκολουθίαν. Καὶ | 1 | |
2 | οὕτως ἐκπεράναντες τὰ ἀπὸ τοῦ β ἀρχόμενα, τιθέαμεν εὐθὺς τὰ ἀπὸ τοῦ γ, κατὰ τὴν αὐτὴν τῶν ἀντιστοίχων, ἤτοι φωνηέντων, ἀκολουθίαν· καὶ καθεξῆς τὰ ἀπὸ τοῦ δ· καὶ ἐφεξῆς τὰ ἀπὸ τοῦ ε, πρὸ παντὸς φωνηέντος καὶ πρὸ | |
5 | ἑνὸς ἑκάστου τῶν συμφώνων κατὰ τάξιν. Καὶ μετὰ ταῦτα ἀρχόμεθα ἀπὸ τοῦ ζ, κατὰ τὴν ἄνω ῥηθεῖσαν ἀκολου‐ θίαν, καὶ προχωροῦμεν μέχρι τέλους τῶν εἰκοσιτεσσάρων γραμμάτων καθ’ εἱρμόν. Ὅρα καὶ ἐν τοῖς μετωπίοις τῶν καταβατῶν ἐπισημαι‐ | |
10 | νομένους τοὺς ἐπιμερισμοὺς, ὡς ἂν ἔχῃς εὑρίσκειν ῥᾳδίως | |
τὸ ζητούμενόν σοι· ἐν οἷς δὲ κεῖται τὸ “πλὴν τοῦδε | 2 | |
3 | καὶ τοῦδε,” οὐδὲν τῶν ἐκείνης τῆς μοίρας παραλέλειπται, τυχὸν τῶν διὰ τοῦ βαι διφθόγγου, ὡς ἂν πάντα μαθόντες τὰ δίφθογγα, ἐξ ἀνάγκης καὶ τὰ λοιπὰ γινώσκωμεν διὰ τοῦ ε ψιλοῦ γράφεσθαι, κἂν ἴσως τινὰ ψιλὰ καὶ παρα‐ | |
5 | λειφθῶσιν ἐνταῦθα τοῖς ἐπιμερισμοῖς, οὕτω ποιοῦμεν ἐν | |
πᾶσιν. Οὐδὲν δὲ τῶν πάνυ καινολέκτων καὶ ξενηκούστων | 3 | |
4 | λαμβάνομεν, ἀλλὰ τὰ μᾶλλον ἑλληνικώτερα καὶ γραμ‐ ματικώτερα, καὶ τὰ ἐν χρήσει· τιθέαμεν δὲ καὶ τὰς σημα‐ σίας τῶν λέξεων. ΤΟ α τὸ ἐν τῷ διφθόγγῳ αι ζήτει ἐν τοῖς ἐπιμερισμοῖς | |
5 | τοῦ ε ψιλοῦ. | |
6t | ἈΡΧΗ ΤΟΥ Β. | |
7 | Πᾶσα λέξις ἀπὸ τῆς βε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· βέβαιος, ὁ ἀληθής· βεβαιῶ, ῥῆμα· βέβηλος, ὁ μυσαρός· βεβηλῶ, ῥῆμα· Βενιαμὶν, Βεσελεὴλ, | |
10 | Βελισσάριος, καὶ Βελεροφόντης, κύρια· βέλος, βελεὼν, τὸ αὐτό· βελτίων, ὁ κρείττων, βέλτιστος, τὸ αὐτό· βελόνη, ἡ | |
ῥαφίς· Βέῤῥοια, πόλις· Βεῤῥονικεὺς, τοπικόν· καὶ τὰ λοιπά. | 4 | |
5 | Πλὴν τοῦ βαιὸς, ὁ μικρός· βαίνω, τὸ περιπατῶ· καὶ βαιθὴλ, οἶκος Θεοῦ παρ’ Ἑβραίοις. Πᾶσα λέξις ἀπὸ τῆς βλε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· βλέπω· βλέφαρον· βλέμμα· βλέπος, | |
5 | τὸ αὐτό· Βλεψίδημος, κύριον· βλεσσὸς, ὁ στραβοπόδης· καὶ τὰ λοιπά. Πλὴν τοῦ Βλαισσοὶ, ἔθνος. Πᾶσα λέξις ἀπὸ τῆς βρε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· βρέφος· βρεφοκομῶ· βρεχμὸς, τὸ | |
10 | ἄκρον τοῦ κρανίου τῆς κεφαλῆς· Βρετανία, χώρα· βρέτας, τὸ εἴδωλον· Βρεντήσιον, τόπος περὶ τὴν Ἰαπυγίαν· καὶ τὰ λοιπά. Πᾶσα λέξις ἀπὸ τῆς βη συλλαβῆς ἀρχομένη διὰ τοῦ η γράφεται· οἷον· Βηθλεὲμ, καὶ Βηθανία, Βηθεσδὰ, Βηθ‐ | |
15 | σαϊδὰ, καὶ Βηθσφαγὴ, ὀνόματα τόπων ἐν Ἱεροσολύμοις· Βὴλ, θεὸς Αἰγύπτιος· βὴξ, νόσος, καὶ κλίνεται βηχός· βήχω, ῥῆμα· βῆμα· βηματίζω· βῆσσα, καὶ βησσήεις, ὁ | |
σύνδενδρος τόπος, ἢ ὁ ἐν τῷ ὄρει βάσιμος. | 5 | |
6 | Πλὴν τοῦ βία· βίαιος· Βίας, κύριον, καὶ κλίνεται Βίαντος· Βιθυνία, χώρα· βίκος, τὸ ἀγγεῖον· βινῶ, τὸ συνουσιάζω· βιὸς, τὸ τόξον· βίος δὲ, ἡ ζωὴ καὶ ἡ περιουσία· Βιτάλιος, καὶ Βίτων, κύρια· βίσεξτον· καὶ τὰ λοιπά. | |
5 | Τὰ ἀπὸ τῆς βλι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ι γράφε‐ ται· οἷον· βλίτον, εἶδος λαχάνου· βλίνος, ἰχθύς· βλίτυρι, ζῶον· βλιμάζω, τὸ ἀποστάζω μέλιτος· καὶ τὰ λοιπά. Πλὴν τοῦ βληχὴ, ὁ τῶν προβάτων πταρμός· βληχῶ‐ μαι, ῥῆμα· βλήχημα· καὶ βλήδην, ἀντὶ τοῦ καταπληκτι‐ | |
10 | κῶς. Τὰ ἀπὸ τῆς βρι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ι γράφε‐ ται· οἷον· βριαρὸς, ὁ ἰσχυρός· Βριάρεως, γίγας· βρίθω, τὸ βαρῶ· βριθοσύνη· βριμῶμαι, ῥῆμα, τὸ ἐπιπλήττω· βρί‐ μημα, ἡ ἐπίπληξις· Βρισηῒς, κύριον· Βριμὼ, ἡ Ἥρα· | |
15 | καὶ τὰ λοιπά. | 6 |
7 | Πᾶσα λέξις ἀπὸ τῆς βο συλλαβῆς ἀρχομένη, διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· βοῶ· βοὴ, ἡ κραυγή· βοηδρομῶ, τὸ μετὰ κραυγῆς τρέχω· βοανεργὲς, Ἑβραϊστὶ, ὁ υἱὸς τῆς βροντῆς· βοηδρομιὼν, ὄνομα μηνὸς παρ’ Ἀθηναίοις· Βὸγ, | |
5 | ὁ θεὸς κατὰ Βουλγάρους, ἢ διδάσκαλος, ἐξ οὗ καὶ Βογόμι‐ λος· βόθυνος, ὁ βόθρος βόειον κρέας, καὶ βοεικόν· βοηλασία· βόλος, τὸ δίκτυον, καὶ ἡ δρόσος· βότρυς· βοτρυδὸν, ἐπίῤῥημα· βόστρυχος, ὁ πλόκαμος· Βόσπορος, τόπος· βορὰ, | |
ἡ τροφή· βόσις, τὸ αὐτό· βορὸς, ὁ φάγος· βοτὴρ, ὁ βοσκός· | 7 | |
8 | βότειρα ἡ γῆ, ἡ θρεπτική· βορέας, ὁ ἄνεμος· Βονιφάτιος, κύριον· βόμβος, κυρίως τῶν κωνώπων ἢ τῶν μελισσῶν ὁ ἦχος· βομβῶ, ῥῆμα· βολβὸς, κρομυῶδες φυτὸν, τούτῳ καὶ Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις χρᾶται· βόλβιτον, ἡ τῶν | |
5 | βοῶν κόπρος· Βοσὸρ, τόπος· καὶ τὰ λοιπά. Πλὴν τοῦ βωμὸς, ὁ ναὸς, κυρίως τὸ θυσιαστήριον, ἐξ | |
οὗ καὶ βωμολόχος, ὁ ἱερόσυλος· βῶλος, τὸ βωλάκιον· | 8 | |
9 | βώλαξ, τὸ αὐτό· βωλοστροφῶ, ῥῆμα· βώτωρ, ὁ βοσκός· βωτιάνειρα γῆ, ἡ τοὺς ἄνδρας τρέφουσα· βὼς θηλυκὸν, τὸ σκουτάριον· βῶξ, ἰχθὺς, καὶ κλίνεται βωκός· βωτα‐ λὶς, ἡ νυκτερίς· βωνίτης, ὁ βουκόλος· καὶ βωτὰ, πρό‐ | |
5 | βατα· καὶ βωστρῶ, τὸ βοῶ. Πᾶσα λέξις ἀπὸ τῆς βρο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· βρόμος, ὁ ἦχος· καὶ Βρόμιος, ὁ Διόνυσος· βρόχος, ἡ ἀγχόνη· βροτὸς, ὁ ἄνθρωπος· βρότειον | |
γένος· βρομᾶσθαι, τὸ ὀγκᾶσθαι· καὶ τὰ λοιπά. | 9 | |
10 | Πλὴν τοῦ βρῶμα, ἡ τροφή· βρωματίζω, τὸ τρέφω· βρωματισμός· βρωτὺς, ἡ βρῶσις, καὶ κλίνεται βρωτύος· βρῶμος, ἡ δυσωδία· καὶ βρωμώμενος λέων, ὁ βρυχώ‐ μενος. | |
5 | Πᾶσα λέξις ἀπὸ τῆς βυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· βυθός· βυθίζω· βυσσὸς, ὁ βυθὸς, ἐξ οὗ καὶ βυσσοδομεύω, τὸ εἰς βάθος κρύπτω· βύσσος, τὸ κόκκινον· βύω, τὸ ἀσφαλίζω· Βύζας, κύριον, ἐξ οὗ καὶ Βυζάντιον· βυκάνη, τὸ βύκινον, ἐξ οὗ καὶ βυκανίτης, ὁ | |
10 | σαλπίζων· βύρσα, τὸ τραχὺ καὶ παχὺ δέρμα, ἐξ οὗ καὶ βυρσοδέψης, ὁ τὰς βύρσας μαλάσσων· καὶ τὰ λοιπά. Πλὴν τοῦ Βοιωτία, χώρα· Βοιωτὸς ἀνήρ· καὶ βοίδιον, κατὰ συναλοιφὴν, τὸ βοΐδιον. | |
Πᾶσα λέξις ἀπὸ τῆς βλυ συλλαβῆς ἀρχομένη διὰ τοῦ | 10 | |
11 | υ ψιλοῦ γράφεται· οἷον· βλύω· βλύσις· βλύσμα· βλύζω· βλυστάνω· καὶ τὰ λοιπά. Πᾶσα λέξις ἀπὸ τῆς βρυ συλλαβῆς ἀρχομένη, διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· βρύω· βρύσις· βρύχω, ἐπὶ ἀνθρώ‐ | |
5 | που· βρυχῶμαι, ἐπὶ λέοντος· καὶ βρύχημα. | |
6t | ἈΡΧΗ ΤΟΥ Γ. | |
7 | Πᾶσα λέξις ἀπὸ τῆς γε συλλαβῆς ἀρχομένη, διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· γένος· γενεά· γενέτης, ὁ πατήρ· γένειον· γενειάσκω· γέλως· γελῶ· γέλοιος, ὁ γελωτοποιός· | |
10 | γελοῖος δὲ, ὁ καταγέλαστος· γεωργός· γεωργία· γεηπόνος· γεηρός· γέρων· γεραίρω, τὸ ὑμνῶ· γέφυρα· γεώδης· γεώ‐ λοφος· γεωμέτρης· Γεδεὼν, κύριον· Γεθσημανὴ, Γενησαρὲτ, καὶ Γελβουὲ, τόποι περὶ τὰ Ἱεροσόλυμα· γενναῖος, ὁ ἰσχυρός· γεννικὸς, τὸ αὐτό· Γερμανοὶ, οἱ Ἀλαμάνοι· | |
15 | Γερασηνὸς, τοπικόν· καὶ Γερήνιος· Γεράνεια, τόπος· | 11 |
12 | γέῤῥον, τὸ κοντάριον· Γεραιστὸς, λίμνη· Γεὼν, ποταμός· καὶ τὰ λοιπά. Πλὴν τοῦ γαῖα, ἡ γῆ, ὅθεν καὶ γαιήοχος, ὁ Ποσειδῶν· γαίω, τὸ γαυριῶ· καὶ γαισσὸς, τὸ κοντάριον. | |
5 | Πᾶσα λέξις ἀπὸ τῆς γραι συλλαβῆς ἀρχομένη διὰ τῆς αι διφθόγγου γράφεται· οἷον· γραία, ἡ γηραία· Γραικὸς, ὁ Ἕλλην· γραικίζω, τὸ ἑλληνιστὶ λαλῶ· καὶ γραικιστὶ, ἐπίῤῥημα. | |
Τὰ ἀπὸ τῆς γι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα γρά‐ | 12 | |
13 | φεται· οἷον· γίγας, ὁ μεγαλόσωμος, καὶ κλίνεται γίγαν‐ τος· γιγαντιαῖος, ὁ μέγας· Γιεζὴ, κύριον· γίγαρτον, ὁ ἐντὸς τῆς σταφυλῆς ξυλώδης κόκκος· Γιζέριχος, κύριον· | |
γιγλισμὸς, ὁ γαργαλισμός· καὶ τὰ ὅμοια. | 13 | |
14 | Γαμήσας, πλουτήσας, φιλοσοφήσας, καὶ ἕτερα, εἶ μὲν οἰκεῖον τοῦ ταῦτα ἑαυτοῦ ὁ λέγων, ἦτα· οἷον· ἐγὼ γαμήσας, ἤτοι εἰς γάμον ἐλθών· εἰ δὲ ἑτέρῳ προσάπτει, ἰῶτα· οἷον· πλουτίσας τὸν δεῖνα, ἤτοι πλούσιον ποιήσας. | |
5 | Πλὴν τοῦ γῆ· γήϊνος· γηγενής· γήδιον, ὑποκοριστικῶς ἡ γῆ· γήλοφος, ὁ ὑψηλὸς τόπος· γηπόνος, ὁ γεωργός· γήπεδον, ἡ γῆ· Γήπαιδες, ἔθνος, οἳ καὶ Ἐρεχθεῖς ὀνομάζονται· φασὶ δὲ τούτους ἀπὸ τοὺς Γίγαντας· γήθομαι, τὸ χαίρω· γηθο‐ σύνη, ἡ χαρά· γῆρας· γηραιός· γηράσκω, ῥῆμα· γηρωκό‐ | |
10 | μος· γηρωκομεῖον· γηρωβοσκός· γῆρυς, ἡ φωνή· γηρύω, | 14 |
15 | τὸ φωνῶ· Γηρυόνης, κύριον· Γηρυόνειος βοῦς· γήμω, ῥῆμα, τὸ εἰς γάμον ἔρχομαι· καὶ γήμας, μετοχικὸν, ὁ γαμήσας. Τὰ δὲ διὰ διφθόγγου εἰσὶ ταῦτα· γείτων, γείτονος· | |
5 | γειτνιάζω· γειτνίασις· γεῖσσον, τὸ θεμέλιον· γεισσῶ, τὸ θεμελιῶ· γειόλοφος· γειοπείνης· γειόμωρος, ὁ κοπιῶν περὶ τὴν γῆν· γειώρας, ὁ γεωργός· καὶ γείνατο, Ἰωνικῶς, ἀντὶ τοῦ ἐγέννησεν. Τὰ ἀπὸ τῆς γλι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα | |
10 | γράφεται· οἷον· γλίσχρος, ὁ φειδωλὸς καὶ ὀλισθηρός· γλισχρότης, ἡ φειδωλία· γλίχομαι· γλίνη, ὁ ῥυπός· καὶ τὰ | |
ὅμοια. | 15 | |
16 | Πλὴν τοῦ γλήνη, ἡ κόρη τοῦ ὀφθαλμοῦ, ὡς τὸ, “ἔῤῥε κακὴ γλήνη·” καὶ γλήχων, τὸ φλισκούνιον. Πᾶσα λέξις ἀπὸ τῆς γνη συλλαβῆς ἀρχομένη διὰ τοῦ η γράφεται· οἷον· γνήσιος, γνησία, θηλυκόν· γνησιότης· καὶ | |
5 | τὰ ὅμοια. Πᾶσα λέξις ἀπὸ τῆς γρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται· οἷον· γρίφον, τὸ ἀσαφές· γριφότης, ἡ ἀσάφεια· γριφώδης λόγος, ὁ δύσκολος· γρίφος, τὸ δύσλυτον αἴνιγ‐ μα· γρίφος, καὶ τὸ δίκτυον· γρίπος, τὸ αὐτό· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ γρηγορῶ· Γρηγόριος· γρήγορσις· καὶ γρηΐδιον, τὸ γραΐδιον. Πᾶσα λέξις ἀπὸ τῆς γο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· γόος, ὁ θρῆνος· γοῶμαι, τὸ θρηνῶ· γόνος, τὸ σπέρμα καὶ τὸ τέκνον· γονεὺς, ὁ πατήρ· γονεία, | |
15 | ἡ γέννησις· γονοῤῥυὴς, ὁ ῥοὴν σπέρματος νοσῶν· γόης, ὁ μάγος· γοητεύω· γοητεία, ἡ μαγεία· Γόμοῤῥα, τόπος· γόμ‐ φος, ὁ ξύλινος ἦλος· γομφίτης ὀδοὺς, ὅθεν καὶ γομφιασμὸς, | |
ὁ αἱμωδιασμὸς τῶν ὀδόντων· γόνυ, γόνατος· γονυπετῶ· | 16 | |
17 | Γοργίας, κύριον· Γοργόνη, τερατοπρόσωπος γυνή· Γοργὼ, τὸ αὐτό· γοργῶπις, ἡ φοβερόφθαλμος· Γόρτυνα, τόπος· καὶ τὰ λοιπά. Πλὴν τοῦ γωνία, ἡ τοῦ σπιτίου, ὅθεν καὶ γωνιάζω· | |
5 | γωλιὰ, ὁ φωλεός· γωρυτὸς, ἡ βελοθήκη· καὶ Γωβίας, | |
κύριον ὄνομα. | 17 | |
18 | Πᾶσα λέξις ἀπὸ τῆς γυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· γυμνός· γυμνήτης· γυμνητεύω· γυμνοποδῶ· γυνή· γυναικίας, ὁ θηλυδρίας ἀνήρ· γυναικωνί‐ της, ὁ οἶκος τῶν γυναικῶν· γύρος, ὅθεν καὶ Ἀνάγυρος· γὺψ, | |
5 | ὄρνεον, καὶ κλίνεται γυπός· Γύγης, κύριον· καὶ τὰ ὅμοια. Γυῖα δὲ, τὰ μέλη, μετὰ τοῦ προσγεγραμμένου ἰῶτα. | |
7t | ἈΡΧΗ ΤΟΥ Δ. | |
8 | Πᾶσα λέξις ἀπὸ τῆς δε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· δέησις· δεητήριον· δεξιά· δεξιοῦμαι· | |
10 | Δεξικράτης, κύριον· δεσπότης· δεσπόζω· δεσμός· δεσμώ‐ της· δέκα· δεκὰς, ἐπὶ ἀριθμοῦ, ἐξ οὗ καὶ δεκάζω, τὸ παρακρίνω· δένδρον, καὶ δενδροφόρος λειμών· δελφὶς καὶ δελφὶν, ζῶον θαλάττιον, καὶ κλίνεται δελφῖνος· δέλεαρ, ἡ ἀπάτη· δελήτιον, τὸ αὐτό· δέλτος, ἡ βίβλος· δέλφαξ, ὁ | |
15 | μικρὸς χοῖρος· δέρω, τὸ ἐκδέρω, ὅθεν καὶ δέρμα· δέῤῥις, ἡ βύρσα· δέρη, ὁ τράχηλος, ὅθεν καὶ περιδέραιος κόσμος, ὁ περιτραχήλιος· Δεβώῤῥα, ὄνομα κύριον· δεδίττομαι, τὸ ἐκφοβῶ· δέδια καὶ δέδοικα, τὸ φοβοῦμαι· Δεκέλεια, τόπος· | |
δέμας, τὸ σῶμα· δέμνιον, ἡ κοίτη· καὶ τὰ λοιπά. | 18 | |
19 | Πλὴν τοῦ δαίμων, ἄγγελος σκοτεινός· δαίμων, ἡ τύχη, καὶ ὁ θεὸς καθ’ Ἕλληνας· δαιμόνιος, ὁ εὐφυής· Δαίδαλος, ὁ ἀγαμαλτοποιός· Δαιδάλειον ἔργον, τὸ τοῦ Δαιδάλου. δαιδάλω, ῥῆμα, τὸ ποικίλλω· δαιδάλαιον, τὸ ποικίλον· | |
5 | δαίω, τὸ καίω· δαίω, τὸ εὐωχῶ· δαίννυμι, τὸ αὐτό· δαίω, τὸ μερίζω, ὅθεν καὶ δαιτρὸς, ὁ μάγειρος· δαιτρεύω· δαιτρεία, ἡ μαγειρεία· δαίρω, τὸ τύπτω· δαὶς, ἡ εὐωχία, καὶ κλίνεται δαιτὸς, ὅθεν καὶ δαιτυμὼν, ὁ εὐωχούμενος, καὶ κλίνεται δαιτυμόνος. | |
10 | Πᾶσα λέξις ἀπὸ τῆς δρε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· δρέπανον· δρεπανηφόρος· καὶ δρέ‐ πομαι, τὸ τρυγῶ. Τὰ ἀπὸ τῆς δι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα γράφεται· οἷον· δίκαιος· δικαιοσύνη· δικαιῶ, ῥῆμα· διδά‐ | |
15 | σκαλος· διδασκαλία· διχάζω· διχασμός· διψῶ· δίψα· δίκελα, γεωργικὸν ἐργαλεῖον· διὰ, πρόθεσις, καὶ τὰ ἐξ αὐτῆς· διάβολος· καὶ διαβολεὺς, ὁ διαβάλλων· διαιτῶ· διαιρῶ· | |
διαίρεσις· διάκενον, τὸ κοῦφον· δίαιτα, ἡ τροφή· διακόρησις, | 19 | |
20 | ἡ διαπαρθένευσις· διασφὰξ, τὸ σχίσμα τῆς γῆς· διακρι‐ δὸν, ἐπίῤῥημα, ἀντὶ τοῦ κεχωρισμένως· διαῤῥήδην, ἀντὶ τοῦ μεγαλοφώνως· διάσια, ἑορτὴ τοῦ Διός· δίδυμος, ὁ δι‐ πλοῦς· Διόνυσος, ὄνομα θεοῦ Ἑλληνικοῦ· διθύραμβος, ὁ | |
5 | Διόνυσος· Διομήδης, κύριον· δῖος, ὁ ἔνδοξος, καὶ κύριον ὄνομα· δῖνος, ἡ συστροφή· δινῶ, ῥῆμα, τὸ στρέφω· Δίνα, ὄνομα κύριον· Διογένης, Διοκλητιανὸς, καὶ Διόσκορος, κύρια· Δίρκη, πηγή· διφῶ, ῥῆμα, τὸ ψηλαφῶ· Διόφιλος, κύριον· δίφρος, τὸ ἅρμα· διφρηλάτης, ὁ ἡνίοχος· δίκω, τὸ | |
10 | τιτρώσκω· διώβολον, οἱ δύο ὀβολοί· διώροφος οἶκος, ὁ δύο ὀρόφους ἔχων· καὶ τὰ λοιπά. Πλὴν τοῦ δημιουργός· δημιουργῶ, ῥῆμα· δημιούργημα· δῆμος, ὁ ὄχλος· δημότης, ὁ ἀγοραῖος· δημόσιος· δήμιος· Δημοσθένης, Δημώναξ, Δημοφῶν, καὶ Δημάδης, ὀνόματα | |
15 | κύρια· δηθύνω, τὸ βραδύνω· δῆτα, καὶ δηλαδὴ, ἐπιῤῥήματα βεβαιωτικά· δῆθεν, ἀντὶ τοῦ τάχα· Δηόκης καὶ Δηΐφο‐ βος, κύρια· Δηϊάνειρα, κύριον· δηῒς, ἡ μάχη, καὶ κλίνεται δηΐδος, ὅθεν καὶ δήϊον, τὸ πολεμικόν· δήκω, τὸ δάκνω καὶ | |
τὸ λυπῶ· δῆλον, τὸ φανερὸν, ὅθεν καὶ ἔκδηλον καὶ πασί‐ | 20 | |
21 | δηλον· δηλήμων, ὁ βλαπτικός· δηλητήριον, φάρμακον, τὸ ὀλέθριον· Δῆλος, νῆσος, ἐξ ἧς καὶ Δήλιος ὁ Ἀπόλλων· Δημαινέτη, κύριον· Δημήτριος, κύριον· Δημήτηρ, ἡ γῆ, καὶ Δημήτρειος καρπός· δημὸς, τὸ λίπος· δηνάριον, τὸ | |
5 | νόμισμα· δηναιὸν, τὸ πολυχρόνιον· δηρὸν, τὸ ἐπὶ πολύ· δῆρις, ἡ φιλονεικία· δηῶ, τὸ ἀφανίζω· καὶ δὴ, ἀργόν. Τὰ δὲ διὰ διφθόγγου εἰσὶ ταῦτα· δεῖμος, ὁ φόβος· | |
δειμαίνω, τὸ φοβοῦμαι· δεῖσις, ἡ ἐκφόβησις, ὅθεν καὶ | 21 | |
22 | δεισιδαιμονία, ὁ περὶ τοὺς θεοὺς φόβος, καὶ δεισιδαίμων ἄνθρωπος· δεινὸν, τὸ χαλεπὸν καὶ δύσκολον· δεινότης· Δείναρχος, κύριον· δεῖπνος, ἡ τροφὴ καὶ ἡ τράπεζα· δεῖπνα, τὰ βρώματα· δειλός· δειλία· δείλανδρος· δειλαίνο‐ | |
5 | μαι, τὸ φοβοῦμαι· δείλη καὶ δείελον, τὸ δειλινόν· δείκηλον, τὸ εἴδωλον· δειδία, ἡ νύξ· δείκω, τὸ δεικνύω· δείσας, ὁ φοβηθείς· δειμάμενος, ὁ κτίσας, μετοχικόν· καὶ δεῖ, ἀντὶ τοῦ ἐνδέχεται. | |
Πᾶσα λέξις ἀπὸ τῆς δρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι | 22 | |
23 | γράφεται· οἷον· δριμὺς, δριμέος δριμεῖα· δριμύττω, ῥῆμα· δρία, τὰ ἄκρα τῶν ὀρῶν· καὶ τὰ λοιπά. Πᾶσα λέξις ἀπὸ τῆς δο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· δόξα· δοξάζω· δοξάριον, ὑποκο‐ | |
5 | ριστικῶς ἡ δόξα· δοκῶ, τὸ νομίζω· δόκησις· δονῶ, τὸ τα‐ ράσσω· δόνησις· δόλος· δόλιος· δολερός· δοκιμάζω· δοκι‐ μασία· δοκεύω, τὸ ἐπιτηρῶ· δοκὸς, θηλυκὸν, τὸ μέγα ξύλον· δολιχὸν, τὸ μακρὸν, ὅθεν καὶ δολιχόσκιον δόρυ, τὸ μακρὰν σκιὰν ἀποτελοῦν· καὶ δολιχόδειρος | |
10 | γέρανος, ἡ μακροτράχηλος· δόμος, ὁ οἶκος· δόμημα, τὸ κτίσμα· δόμα, τὸ δῶρον· καὶ δόσις, τὸ αὐτό· Δοσίθεος καὶ Δομετιανὸς, κύριον· δόναξ, ὁ κάλαμος· δόρυ, τὸ κοντάριον, ὅθεν καὶ δορυφόρος· δορατίζω, τὸ πλήττω· δόρπος, ὁ δεῖπνος· δορκὰς, ἡ ἔλαφος, καὶ κλίνεται δορκάδος· καὶ τὰ | |
15 | λοιπά. Πλὴν τοῦ δῶρον· δωροῦμαι· Δωρόθεος, κύριον· δωροδό‐ κος, ὁ λαμβάνων δῶρα· δωρεά· δώδεκα, ἐπὶ ἀριθμοῦ· δῶμα, τὸ οἴκημα· Δωδώνη, πόλις· Δωδωναῖον χαλκεῖον, τὸ ἐκ τῆς Δωδώνης· Δωριεὺς, ἐθνικὸν καὶ κλίνεται Δω‐ | |
20 | ριέως· Δωρὶς, θηλυκὸν καὶ κλίνεται Δωρίδος· δωτίνη, ἡ | |
δωρεά· δὼς, τὸ αὐτό· καὶ δώτωρ, ὁ δωρούμενος. | 23 | |
24 | Πᾶσα λέξις ἀπὸ τῆς δρο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· δρόμος· δρομεύς· δρομαῖος, ὁ ταχύς· δρόμων, εἶδος πλοίου, καὶ κλίνεται δρόμωνος· δρόσος· δροσώδης· καὶ τὰ λοιπά. | |
5 | Πλὴν τοῦ δρώπαξ, εἶδος ξίφους, καὶ κλίνεται δρώ‐ πακος· δρωπακίζω, τὸ κόπτω· δρῶ, τὸ πράττω, ἀπὸ συναιρέσεως, καὶ δρώμενα, μετοχικὸν, τὰ πραττόμενα. Πᾶσα λέξις ἀπὸ τῆς δυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· δύναμις· δυναμοῦμαι· δυνατός· | |
10 | δύο, ἐπὶ ἀριθμοῦ· δυὰς, τὸ αὐτὸ, καὶ κλίνεται δυάδος· δύω, ῥῆμα, τὸ ὑπεισέρχομαι· δύσκολος· δυσχερής· δυσμενής· δυσώδης· δύστηνος, ὁ ἄθλιος· Δυῤῥάχιον, τόπος· δύη, ἡ κακοπάθεια· καὶ τὰ λοιπά. Πλὴν τοῦ δοιὸς, ὁ διπλοῦς, ὅθεν καὶ ἐνδοιάζω, καὶ ἐνδοια‐ | |
15 | σμός· καὶ δοίδυξ, τὸ κοχλιάριον, ὃ καὶ κλίνεται δοίδυκος. | 24 |
25 | Πᾶσα λέξις ἀπὸ τῆς δρυ συλλαβῆς ἀρχομένη, διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· δρύπω, τὸ ξέω· δρῦς, τὸ δένδρον, καὶ κλίνεται δρυός· δρυμὼν, ὁ τόπος τῶν δρυῶν, καὶ κλίνεται δρυμῶνος· δρυτόμος, ὁ τὰς δρῦς τέμνων· δρυοκο‐ | |
5 | λάπτης, ὄρνεον· δρύφακτος οἶκος, ὁ ἐκ δρυῶν πεφραγμένος· καὶ τὰ λοιπά. | |
7t | ἈΡΧΗ ΤΟΥ Ε. | |
8 | Τὸ ε πρὸ παντὸς φωνήεντος ψιλογραφεῖται· οἷον· ἔαρ· ἐαρινός· ἐαρίζω, ῥῆμα· ἐανὸν, τὸ ποικίλον καὶ λεπτὸν ἱμά‐ | |
10 | τιον· ἐΐσκω, τὸ ὁμοιῶ· ἑὸν, τὸ ἴδιον καὶ τὸ ἀγαθόν· | 25 |
26 | ἑορτή· ἑορτάζω· ἕως, ἡ ἡμέρα καὶ ἡ ἀνατολὴ, ὅθεν καὶ ἑωσφόρος, καὶ ἑωθινός· ἕωλον, τὸ χθεσινὸν καὶ τὸ μάταιον· καὶ τὰ λοιπά. Πλὴν τοῦ αἰάζω, τὸ θρηνῶ· καὶ Αἴας, Αἴαντος, Αἰακὸς, | |
5 | κύρια· Αἰακίδης, ὁ υἱὸς τοῦ Αἰακοῦ· αἶα, ἡ γῆ· αἰανὸν, τὸ χαλεπὸν καὶ σκοτεινόν· αἰετὸς, ὁ ἀετός· αἰὲν, ἀντὶ τοῦ διηνεκῶς· Αἰήτης καὶ Αἴολος, κύρια· Αἰολεὺς, ἐθνικὸν, καὶ κλίνεται Αἰολέως· αἰολίζω, ῥῆμα· αἰόλον, τὸ ποικίλον· αἰονῶ, τὸ βρέχω· αἰὼν, αἰῶνος· αἰώνιον, τὸ διηνεκές· καὶ | |
10 | αἰωνίζω, ῥῆμα, τὸ διηνεκίζω. Τὸ ε πρὸ παντὸς φωνήεντος ψιλογραφεῖται, ὡς ἔφα‐ μεν, καὶ πρὸ τοῦ β· οἷον· Ἑβραῖος· Ἑβραῒς διάλεκτος· Ἕβερ, κύριον· Ἔβενος, ὁ ἔβελος· ἕβδομος· ἑβδομάς· ἑβδο‐ μήκοντα· καὶ τὰ λοιπά. | |
15 | Πλὴν τοῦ αἰβάλη, ἡ θύρα· καὶ αἰβοὶ, ἐπίῤῥημα σχετλιαστικόν. Τὸ ε πρὸ τοῦ γ ψιλογραφεῖται· οἷον· ἐγώ· ἐγείρω· | |
ἔγερσις· ἐγγύς· ἔγγιον, τὸ πλησίον· ἐγγίζω· καὶ ἁπλῶς | 26 | |
27 | ὅσα ἐκ τῆς ἐν προθέσεως· ἐγγυμνάζω· ἐγγυῶμαι· ἐγχειρί‐ διον, τὸ ἀνὰ χεῖρας βιβλίον, ἢ ξίφος· ἐγχέλυς· ἐγχρίπτω, τὸ πλησιάζω· καὶ τὰ λοιπά. Πλὴν τοῦ αἰγίδιον, ἡ μικρὰ αἴξ· αἰγόκερως· αἴγαγρος, | |
5 | εἰδὸς αἰγὸς ἀγρίου· Αἰγαῖος, κόλπος θαλάσσης· Αἰγεὺς, κύριον, καὶ κλίνεται Αἰγέως· Αἰγαίων, κύριον, καὶ κλίνε‐ ται Αἰγαίωνος· αἴγειον ἔνδυμα ἢ δέρμα· Αἰγίοχος, ἐπώνυ‐ μον Διὸς καὶ Ποσειδῶνος· αἰγιαλός· αἰγιαλίτης ψάμμος· Αἴγιστος, κύριον· αἴγειρος, δένδρον· Αἴγινα, πόλις· αἴγλη, | |
10 | ἡ λαμπηδών· καὶ αἰγλῆεν, τὸ λαμπρόν. Τὸ ε πρὸ τοῦ δ ψιλογραφεῖται· οἷον· ἔδω, τὸ ἐσθίω· ἔδεσμα· ἐδητὺς, ἡ βρῶσις, καὶ κλίνεται ἐδητύος· ἐδὸς, ὁ λαίμαργος· Ἐδὼμ, κύριον· Ἔδεσσα, πόλις· Ἐδεσσηνὸς, ὁ ἐξ Ἐδέσσης· ἕδος, τὸ ἔδαφος· ἑδώλιον, ἡ τῶν κωπηλα‐ | |
15 | τῶν καθέδρα· ἕδρα· ἑδραῖος· ἑδράζω, ῥῆμα· καὶ τὰ λοιπά. | |
Πλὴν τοῦ αἰδὼς, ἡ ἐντροπή· αἰδοῖος, ὁ ἐντροπῆς ἄξιος· | 27 | |
28 | αἰδέσιμος· αἰδήμων, ὁ ἐντροπικὸς, καὶ κλίνεται αἰδήμονος· αἰδοῦμαι, ῥῆμα· καὶ Αἰδουμαῖοι, ἔθνος. Τὸ ε πρὸ τοῦ ζ ψιλογραφεῖται· οἷον· Ἐζεκίας, κύριον· ἕζομαι, τὸ κάθημαι· καὶ ἑζόμενος, ὁ καθήμενος. | |
5 | Πλὴν τοῦ αἰζηὸς, ὁ νέος, ἀπὸ τοῦ αἷμα ζεῖν, ἤτοι βράζειν. Τὸ ε πρὸ τοῦ θ ψιλογραφεῖται· οἷον· ἔθος· ἐθίζω· ἐθισμὸς, ἡ συνήθεια· ἐθὰς, ὁ συνήθης, καὶ κλίνεται ἐθάδος· ἔθειρα, ἡ θρίξ· ἐθέλω· ἐθελοντής· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ αἴθω, τὸ καίω· αἰθαλόω, αἰθαλῶ, τὸ κατα‐ καίω· αἰθάλη, ἡ στακτή· αἰθαλόεις, ὁ καυστικός· αἰθὴρ, αἰθέρος· αἰθέριον, τὸ ὑψηλόν· αἰθεροβατῶ, τὸ ἐν τῷ αἰθέρι πορεύομαι· αἴθρα, ἡ λαμπηδών· αἰθρία, ἡ λαμπρότης· αἰ‐ θριάζω, τὸ λάμπω· αἰθρηγενέτης, ὁ Βορέας· Αἰθίοψ, | |
15 | ὁ Σαρακηνός· Αἰθιοπία, ἡ χώρα τῶν Αἰθιόπων· | 28 |
29 | Αἴθη, ἡ Ἀγαμεμνόνειος ἵππος· αἴθων, ὁ λαμπρός, καὶ κλίνεται αἴθωνος· αἰθύσσω, τὸ ὁρμῶ· καὶ αἴθυια, ζῶον θαλάττιον. Τὸ ε πρὸ τοῦ κ ψιλογραφεῖται· οἷον· ἑκατόν· ἑκατον‐ | |
5 | τάς· Ἑκάβη, καὶ Ἑκαμήδη, κύριον· Ἑκάτη, ἡ σελήνη· ἑκὰς, ἀντὶ τοῦ πόῤῥω, ἐξ οὗ καὶ ἑκηβόλος, ὁ μακρόθεν βάλλων· ἑκατηβελέτης, τὸ αὐτό· ἕκαστος· ἑκάστοτε· ἑκα‐ σταχοῦ, ἐπίῤῥημα· ἕκατι, ἀντὶ τοῦ χάριν· ἐκεχειρία, ἡ ἄδεια· ἕκηλος, ὁ ἥσυχος· ἑκὼν, ὁ ἐθελούσιος· ἑκοντὶ, | |
10 | ἐπίῤῥημα, ἀντὶ τοῦ ἐθελουσίως· Ἕκτωρ, κύριον· ἐκυρὸς, ὁ πενθερός· ἐκ, πρόθεσις, καὶ τὰ ἐξ αὐτῆς· ἔκτοπον· ἔκφο‐ ρον· ἐκτενές· ἔκτισις, ἡ ἀπόδοσις· καὶ τὰ λοιπά. Πλὴν τοῦ αἰκάλλω, τὸ ἀπατῶ· αἰκάλη, ἡ ἀπάτη· αἰκίζω, τὸ μαστίζω· αἰκία, ἡ μάστιξ· Αἰκατερίνα, κύριον· | |
15 | αἴκα καὶ αἴκε, ἀντὶ τοῦ ἐάν γε· καὶ αἶκνον, τὸ δεῖπνον. | 29 |
30 | Τὸ ε πρὸ τοῦ λ ψιλογραφεῖται· οἷον· ἔλεος· ἐλεημοσύνη ἐλεήμων· ἐλεεινός· ἐλεῶ, ῥῆμα· ἐλαία, δένδρον· ἔλαιον, τὸ τρωγόμενον· ἔλαφος, ζῶον· Ἐλάτεια, πόλις· ἐλαφρός· ἐλαφρύνω· ἕλος, τὸ δάσος, ὅθεν καὶ ἕλειος τόπος, ὁ σύν‐ | |
5 | δενδρος· Ἕλενος, Ἑλένη, κύρια· ἔλεγος, ὁ θρῆνος, ὅθεν καὶ ἐλεγεῖον, μέτρον θρηνητικόν· Ἐλεὶμ, τόπος· ἐλέβορον, τὸ καρπίν· ἐλέβωρον, βοτάνη ὀλέθριος· ἐλέφας, ζῶον· Ἐλευσὶν, τόπος, ἡ γενικὴ Ἐλευσῖνος· ἔλεγχος· ἐλέγχω· ἕλιξ, ἡ συστροφὴ, καὶ κλίνεται ἕλικος· ἑλίσσω, τὸ | |
10 | συστρέφω, ὅθεν καὶ ἑλικωπὶς κόρη, ἡ γοργόφθαλμος· Ἑλικὼν, ὄρος, καὶ κλίνεται Ἑλικῶνος· ἐλεύθερος· ἐλευθε‐ ρία· Ἑλισσαῖος, ὄνομα κύριον· ἑλινύω, τὸ βραδύνω· Ἕλλην, Ἕλληνος, ὅθεν καὶ Ἑλληνοταμίας, ὁ τῶν Ἑλλή‐ νων ταμίας, καὶ Ἑλλανοδίκης, ὁ Ἕλλησι δικαστής· Ἕλλη, | |
15 | κύριον, ἐξ οὗ καὶ Ἑλλήσποντος· ἔλλοψ, ἄφωνος, ὁ ἰχθὺς, | |
καὶ κλίνεται ἔλλοπος· ἐλλόβιον, ὁ ἐνώτιος κόσμος· Ἔλου‐ | 30 | |
31 | ρος, ἔθνος· ἕλω, τὸ λαμβάνω, ὅθεν καὶ ἑλέπολις, τὸ τειχομαχικὸν ὄργανον· ἕλκω, τὸ σύρω· ἕλκος, τὸ τραῦμα· ἕλυτρον, τὸ κάλυμμα· ἑλλώριον, τὸ σπάραγμα· ἐλπίς· ἐλπίζω· ἕλμινθες, τὰ ἐγγάστρια ζῶα, ἤτοι οἱ σκώληκες· | |
5 | Ἐλωῒ, Ἑβραϊστὶ ὁ Θεός· καὶ ὅσα ἀπὸ τῆς ἐν προθέσεως, ἔλλαμψις· ἔλλειψις· ἔλλογος· ἐλλόγιμος· καὶ τὰ λοιπά. Πλὴν τοῦ αἴλινος, ὁ θρῆνος· Αἴλιος καὶ Αἰλιανὸς, κύρια· Αἰλία, ἡ Ἱερουσαλήμ· αἴλουρος, ζῶον· καὶ Αἰλὰμ, κύριον. Τὸ ε πρὸ τοῦ μ ψιλοῦται· οἷον· ἐμός· ἐμόν· ἐμὲ, ἀντω‐ | |
10 | νυμία· ἐμῶ, ῥῆμα, τὸ χέω, ὅθεν καὶ ἐμετὸς, τὸ ἐξέρασμα· | |
ἔμπης, ἐπίῤῥημα, ἀντὶ τοῦ ὅμως· καὶ ὅσα ἀπὸ τῆς ἐν | 31 | |
32 | προθέσεως· οἷον· ἐμμελής· ἐμμέλεια· καὶ Ἐμμελία, κύριον· ἔμπειρος· ἔμπεδος, ὁ στερεός· καὶ τὰ λοιπά. Πλὴν τοῦ αἷμα· αἱματηρός· αἱμοσταγὴς, ὁ διάβροχος αἵματι· αἱμωπὸς, ὁ αἱματηροὺς ἔχων τοὺς ὀφθαλμούς· | |
5 | αἱμοβόρος· αἱμοπότης· αἱμασιὰ, τὸ ἐξ ἀκανθῶν περί‐ φραγμα· αἱμωδιὰ, ἡ νάρκη τῶν ὀδόντων· αἱμωδιῶ, τὸ | |
ναρκῶ· αἱμύλος, ὁ ἀπατεών· αἱμυλία, ἡ ἀπάτη· Αἷμος, | 32 | |
33 | ὄνομα ὄρους· Αἰμιλιανὸς, κύριον· καὶ αἵμων, ὁ ἐπι‐ στήμων, ὃ καὶ κλίνεται αἵμονος. Τὸ ε πρὸ τοῦ ν ψιλογραφεῖται· οἷον· ἐννέα· ἐνενήκοντα· ἔνος, ὁ χρόνος· ἐνιαυτὸς, τὸ αὐτό· Ἐνετοὶ, οἱ Παφλα‐ | |
5 | γόνες· ἔνη, ἡ ἀρχὴ τοῦ μηνός· ἔνια, τὰ τινά· ἓν, ἑνός· καὶ | 33 |
34 | ἑνιαῖον, τὸ ἁπλοῦν· Ἐνὼς καὶ Ἐνώχ, κύρια· ἕνωσις, ἡ μίξις· ἑνόω, ἑνῶ, ῥῆμα, τὸ μιγνύω· ἔνοσις, ἡ κίνησις, ἐξ οὗ καὶ Ἐνοσίχθων, Ποσειδῶν, ὁ τὴν γῆν κινῶν· ἐνυὼ, ἡ μάχη· ἐνυάλιον, τὸ μάχιμον· καὶ ὅσα ἀπὸ τῆς ἐν προθέ‐ | |
5 | σεως· ἔννυχον, τὸ νυκτερινόν· ἐνόδιον· ἔνοπτρον· καὶ τὰ λοιπά. Πλὴν τοῦ αἰνὸν, τὸ χαλεπὸν καὶ δύσκολον· αἶνος, ὁ ἔπαινος, καὶ τὰ ἐξ αὐτοῦ· αἰνέτης· αἰνετήριον· καὶ, αἰνῶ, ῥῆμα, τὸ ἐπαινῶ· αἰνίσσομαι, τὸ αἰνιγματωδῶς δηλῶ· αἴνιγμα, καὶ αἰνιγματώδης λόγος· Αἰνείας, κύριον, ὅθεν | |
10 | καὶ Αἰνειᾶνες, οἱ Λατῖνοι, καὶ Αἰνειάδαι, οἱ αὐτοί· Αἶνος, | |
πόλις· καὶ αἰνῶς, ἐπίῤῥημα, ἀντὶ τοῦ λίαν καὶ χαλεπῶς. | 34 | |
35 | Τὸ ε πρὸ τοῦ ξ ψιλογραφεῖται· οἷον· ἓξ, ἐπὶ ἀριθμοῦ· ἑξὰς, τὸ αὐτὸ, καὶ κλίνεται ἑξάδος· ἑξήκοντα· ἕξις, ἡ διάθεσις καὶ ἡ κράτησις· ἑξῆς, ἀντὶ τοῦ καθεξῆς· ἐξ, πρό‐ θεσις, καὶ τὰ ἐξ αὐτῆς· ἔξοχος, ὁ ὑπερέχων· ἔξωμος, ὁ | |
5 | κυρτός· ἔξαιτος, ὁ ἐξαίρετος· καὶ τὰ λοιπά. Πλὴν τοῦ αἲξ, τὸ αἰγίδιον, ὃ καὶ κλίνεται αἰγός. Τὸ ε πρὸ τοῦ π ψιλογραφεῖται· οἷον· ἔπος, τὸ λόγιον· ἐπήτης, ὁ φρόνιμος· ἐπητεία, ἡ φρόνησις· ἐπείγω, τὸ σπου‐ δάζω· ἔπειξις καὶ ἐπειγωλὴ, ἡ σπουδή· ἐπὶ, πρόθεσις, καὶ | |
10 | τὰ ἐξ αὐτῆς· ἔπαινος· ἐπαινέτης· ἐπαοιδός· ἔπηλυς, ὁ ξένος· καὶ τὰ λοιπά. Πλὴν τοῦ αἶπος, τὸ ὕψος, ὅθεν καὶ αἰπεινὸς, ὁ ὑψηλός· αἰπὺ, τὸ ὑψηλὸν καὶ τὸ χαλεπόν· αἰπὺς, ὁ χαλεπὸς, καὶ αἰπεῖα, ἡ χαλεπή· αἰπύκερως τράγος, ὁ ὑψηλὰ κέρατα | |
15 | ἔχων· αἰπόλος, ὁ ποιμήν· καὶ αἰπόλιον, τὸ ποίμνιον. Τὸ ε πρὸ τοῦ ρ ψιλοῦται· οἷον· ἔρως, ἡ ἐπιθυμία· ἐρω‐ | |
τώεις, ὁ ἐπιθυμητός· ἐράω, ἐρῶ, ῥῆμα, τὸ ἐπιθυμῶ· ἔρα, | 35 | |
36 | ἡ γῆ· ἔρεβος, τὸ χάος· ἔρανος, ἡ συλλογή· ἔριον, τὸ μά‐ λιον, ὅθεν καὶ ἐρέα, ἀρχιερατικὸν ἔνδυμα· ἔργον· ἐργάζομαι· ἔρις, ἡ φιλονεικία· ἐρίζω, τὸ φιλονεικῶ, ὅθεν καὶ ἐρεσχελία, ἡ διὰ τῶν χειλέων ἔρις· ἐρέβινθος, εἶδος ὀσπρίου· ἐρείδω, | |
5 | τὸ ἐπιστηρίζω, ὅθεν καὶ ἔρεισμα· ἐρέσσω, τὸ κοπηλατῶ, ὅθεν καὶ ἐρετμὸς, ἡ κωπηλασία· ἔρημος· ἐρημία· ἔρω, καὶ ἔρομαι, τὸ ἐρωτῶ· ἐρητύω, τὸ κωλύω· ἐρείπιον, τὸ κατα‐ βεβλημένον οἴκημα· Ἐρετριεὺς, τοπικόν· ἐρὶ, ἀντὶ τοῦ ἄγαν, καὶ τὰ ἐξ αὐτοῦ· ἐρίζηλος· ἐρίγδουπος, ὁ μεγαλόη‐ | |
10 | χος. Σὺν τούτοις, Ἑρμῆς, θεὸς Ἑλληνικὸς, καὶ ὁ λόγος· ἕρμαιον, τὸ εὕρεμα· ἡ ἐρινεὸς, ἡ ἀγρία συκῆ· ἕρκος, τὸ περίφραγμα· ἕρπω· ἑρπετόν· ἐρσήεις, ὁ δροσώδης· Ἐρυθρὰ Θάλασσα· ἐρυθρὸν, τὸ κόκκινον· καὶ τὰ λοιπά. Πλὴν τοῦ αἴρω, τὸ ἐπαίρω· καὶ αἰρῶ, τὸ κρατῶ· αἱροῦ‐ | |
15 | μαι, τὸ βούλομαι· ὅθεν καὶ αἵρεσις· αἱρετικὸς, αἱρεσιάρχης· αἶρα, τὸ σκύβαλον. Τὸ ε πρὸ τοῦ ς ψιλοῦται· οἷον· ἔσω, ἀντὶ τοῦ ἔσωθεν· ἐσία, ἡ πρεσβεία· ἑσπέρα· ἐσθὴς, τὸ ἱμάτιον· ἐσθίω, τὸ τρώγω· ἑστιῶ, τὸ εὐωχῶ· ἔσοπτρον, τὸ κάτοπτρον· ἑστία, | |
20 | ἡ κατοικία· ἑστιάτωρ, ὁ τροφεύς· καὶ τὰ λοιπά. | 36 |
37 | Πλὴν τοῦ αἶσα, ἡ μοῖρα· αἴσιον, τὸ δίκαιον· αἴσιμον, τὸ αὐτό· αἶσις, ἡ καῦσις· αἰσιμῶ, τὸ ἀναλίσκω· Αἴσωπος, ὄνομα κύριον· Αἰσώπειος μῦθος· αἴσθησις· αἰσθάνομαι· αἰσθητήριον· αἶσχος, τὸ μῦσος· αἴσχιστος, ὁ μυσαρός· | |
5 | αἰσχύνη· αἰσχυντηλός· αἰσχρός· αἰσχρότης· αἴσχιον, τὸ αἰσχρόν· καὶ Αἰσχύλος, κύριον. Τὸ ε πρὸ τοῦ τ ψιλοῦται· οἷον· ἔτος, ὁ χρόνος· ἔτειον, τὸ χρόνιον· ἐτήσιον, τὸ αὐτό· ἑταῖρος, ὁ φίλος· ἑταιρία, τὸ τῶν φίλων ἄθροισμα, ὅθεν καὶ ἑταιρειώτης, καὶ ἑταιριάρ‐ | |
10 | χης, ἑταίρα, καὶ ἑταιρὶς, ἡ πόρνη. Ἔτι πρὸ τοῦ τ δασύ‐ | |
νεται· ἕτερος, ὁ ἄλλος· ἑτεροῖον, τὸ ἀλλοῖον· ἐτεὸν, τὸ ἀληθές· | 37 | |
38 | Ἐτεοκλῆς, κύριον· ἕτυμον, τὸ ἀληθὲς, ὅθεν καὶ ἑτυμολογία· ἕτοιμον, τὸ πρόχειρον, ὅθεν καὶ ἑτοιμοπειθὴς, καὶ ἑτοι‐ μάζω· ἔτνος, τὸ φάβα· καὶ τὰ λοιπά. Πλὴν τοῦ αἰτῶ, τὸ ζητῶ, ὅθεν καὶ αἴτης, ὁ πτωχὸς, καὶ | |
5 | ἐπαίτης καὶ προσαίτης, καὶ αἴτημα, τὸ ζήτημα· Αἰτωλοὶ, ἔθνος· καὶ Αἴτνη, ὄρος Σικελίας, ὅθεν καὶ Αἰτναῖον πῦρ. Τὸ ε πρὸ τοῦ φ ψιλοῦται· οἷον· ἔφεσις, ἡ ἐπιθυμία· ἐφετὸν, τὸ ἐπιθυμητόν· ἐφθὸν, τὸ ἐψημένον· καὶ ὅσα ἀπὸ τῆς ἐπὶ προθέσεως· ἔφιππος· ἔφηβος· ἐφάμιλλος· ἐφόλκιον· ἐφίε‐ | |
10 | μαι, ῥῆμα· καὶ τὰ λοιπά. Πλὴν τοῦ αἴφνης· αἰφνιδόν· αἰφνίδιον, ὅθεν καὶ τὸ ἐξαίφνης. Τὸ ε πρὸ τοῦ χ ψιλοῦται· οἷον· ἔχω, καὶ τὰ ἐξ αὐτοῦ· ἐχέφρων, ὁ φρόνιμος· ἐχέμυθος, ὁ κρυψιλόγος· ἐχενηῒς, | |
15 | ὄνομα ἰχθύος· ἔχις, ὁ ὄφις, ὅθεν καὶ ἔχιδνα· ἐχῖνος, ζῶον | |
χερσαῖον, καὶ θαλάσσιον· ἔχης, ὁ πλούσιος· Ἔχετος, | 38 | |
39 | κύριον· ἐχυρὸς, ὁ ἀσφαλής· ἐχέτλη, ὁ κρατὴρ τοῦ ἀρό‐ τρου· ἔχθος, τὸ μῖσος, ὅθεν καὶ ἐχθρὸς, καὶ ἐχθραίνω· καὶ τὰ λοιπά. Πλὴν τοῦ αἰχμὴ, τὸ κοντάριον· αἰχμητὴς, ὁ πολεμικός· | |
5 | καὶ αἰχμάζω, ῥῆμα, τὸ δορατίζω, ὅθεν καὶ αἰχμάλωτος, καὶ αἰχμαλωσία. Τὸ ε πρὸ τοῦ ψ δασύνεται· οἷον· ἑψητὸν, τὸ βρῶμα· ἑψητήριον, ἡ χύτρα· ἕψημα· ἐψιὰ, ἡ ὁμιλία· καὶ τὰ | |
λοιπά. | 39 | |
40 | Πλὴν τοῦ αἶψα, ἐπίῤῥημα, ἀντὶ τοῦ ταχέως, ὅθεν καὶ αἰψηρὸς, ὁ ταχύς. | |
3t | ἈΡΧΗ ΤΟΥ ΖΗΤΑ. | |
4 | Πᾶσα λέξις ἀπὸ τῆς ζε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε | |
5 | ψιλοῦ γράφεται· οἷον· ζέω, τὸ βράζω· Ζεβεδαῖος, κύριον· ζέσις· ζέφυρος, ὄνομα ἀνέμου· ζεφύριον πνεῦμα· καὶ τὰ λοιπά. Τὰ ἀπὸ τῆς ζι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ι γρά‐ φεται· οἷον· ζιζάνιον, ἡ ἄκανθα· ζιβύνιον, ἀκόντιον ὁλοσί‐ | |
10 | δηρον· καὶ τὰ λοιπά. Τὰ δὲ διὰ τοῦ ἦτα, εἰσὶ ταῦτα· ζητῶ· ζήτησις· ζήτημα· | |
ζηλῶ· ζηλωτής· ζηλωτυπία· ζῆλος, μίμησις, καὶ ὁ | 40 | |
41 | φθόνος, ὅθεν καὶ ζηλότυπος, καὶ ζηλήμων, ὁ φθονερός· ζημία· ζημιῶ, καὶ ζημίωμα· Ζήνων, Ζηνόβιος, καὶ Ζηνο‐ δότης, κύρια· Ζῆβος, ὄνομα κιθαρῳδοῦ· καὶ ζῆθι, προστα‐ κτικὸν, ἀντὶ τοῦ ζῆσον. | |
5 | Δίφθογγα δὲ ταῦτα· ζειὰ, εἶδος σπέρματος· ζείδωρος γῆ, ἡ τὰς ζειὰς δωρουμένη· καὶ ζεῖ, ῥῆμα, ἀντὶ τοῦ βράζει. Πᾶσα λέξις ἀπὸ τῆς ζο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· ζόφος, τὸ σκότος· καὶ τὰ ἐξ αὐτοῦ· ζοφερός· ζοφώδης· ζοφῶ, ῥῆμα, τὸ σκοτίζω· ζόφω‐ | |
10 | σις· καὶ Ζοροβάβελ, κύριον. Πλὴν τοῦ ζῶ· ζωή· ζῶον· ζωγράφος· ζωγρῶ, τὸ ἀγρεύω· ζωγρία, ἡ ἄγρα· ζώνη, τὸ ζωνάριον· ζώννυμι· ζώ‐ πυρον· ζωπυρῶ, ῥῆμα· ζώδιον· ζωογονῶ· ζωΰφιον· καὶ τὰ | |
λοιπά. | 41 | |
42(1t) | ἈΡΧΗ ΤΟΥ ἸΩΤΑ. | |
2 | Τὸ ἦτα ἐν τοῖς πλήν. Τὸ ἰῶτα πρὸ παντὸς φωνήεντος ἰωτίζεται. Ἡ ἰῶτα συλλαβὴ πρὸ παντὸς φωνήεντος διὰ τοῦ | |
5 | ἰῶτα γράφεται· οἷον· ἰατρός· Ἰάκωβος, Ἰάσων, καὶ Ἰάειρος, κύρια· ἰάλεμος, ὁ θρῆνος· ἴαμβος, μέτρον στί‐ χου· ἴασπις, ὄνομα λίθου· ἰαταταιὰξ, ἐπίῤῥημα θρηνητικόν· ἰαχὴ, ἡ κραυγή· ἰαύω, ῥῆμα· ἱερός· ἱερεύς· ἱερεῖον, τὸ θῦμα· Ἱέρων, κύριον· Ἱερουσαλὴμ, καὶ Ἱεριχὼ, ὀνόματα | |
10 | πόλεων· Ἱερεμίας, Ἱεροβοὰμ, Ἰεσσαὶ, Ἰεχονίας, καὶ Ἰεζεκιὴλ, ὀνόματα κύρια· ἸΗΣΟΥΣ· ἰήϊος, ἐπίθετον τοῦ Ἀπόλλωνος· Ἰόβας, Ἰοβιανὸς, καὶ Ἰουλιανὸς, κύρια· Ἰοθὸρ, ὁ τοῦ Μωσέως πενθερός· Ἰορδάνης, ποταμὸς, καὶ κύρια ὀνόματα· ἰὸς, τὸ βέλος, ὅθεν καὶ ἰόμωρος, ὁ περὶ τὰ βέλη | |
15 | μεμωραμένος· ἰὸς, τὸ φάρμακον, ὅθεν καὶ ἰοειδὴς, ὁ μέλας· | |
ἰότης, ἡ βουλή· Ἰόλαος, κύριον· Ἰοκάστη, θηλυκόν· | 42 | |
43 | ἴουλος, τὸ γένειον· Ἰωάννης· Ἰωακείμ· Ἰωνία, χώρα· Ἴωνες ἄνδρες· ἰῶτα, τὸ στοιχεῖον· ἰωὴ, ἡ κραυγή· ἰωκὴ, ἡ δίωξις· Ἰωνὰς, Ἰωνάθαν, καὶ Ἰώσηπος, κύρια· ἰὼ, ἐπίῤῥημα, | |
ἀντὶ τοῦ φεῦ· καὶ τὰ λοιπά. | 43 | |
44 | Πλὴν τοῦ Ἠετίων, ὄνομα κύριον· ἠέλιος, ὁ ἥλιος· ἠερο‐ φοίτης, ὁ εἰς τὸν ἀέρα φοιτῶν· Ἠερίβοια, κύριον· ἠϊὼν, ὁ αἰγιαλός· καὶ ἠὼν τὸ αὐτό· ἠῢς, ὁ πλατὺς, ὅθεν καὶ ἠϋγένειος· ἠὼς, ἡ ἡμέρα καὶ ἡ πρωΐα· καὶ ἠῶθι, ἐπίῤῥημα, | |
5 | ἀντὶ τοῦ ἐκ πρωΐας. Δίφθογγα δὲ ταῦτα· εἰαρινὸς, ὁ ἐαρινός· καὶ εἰ, ἀντὶ τοῦ ἐάν· εἴα, ἀντὶ τοῦ ἄγε· καὶ εἰαμενὴ, ὁ κάθυγρος τόπος. Ἡ ι συλλαβὴ πρὸ τοῦ β γράφεται διὰ τοῦ ἰῶτα· οἷον· Ἴβηρες, ἔθνος· Ἰβηρία, χώρα· Ἴβυκος, κύριον· Ἴβις, | |
10 | ζῶον, καὶ κλίνεται Ἴβεως· καὶ τὰ λοιπά. Πλὴν τοῦ ἥβη, ἡλικία· ἡβῶ, τὸ ἀκμάζω· ἡβάσκω, τὸ αὐτό· ἡβηδὸν, ἐπίῤῥημα. Εἴβω, τὸ στάζω, μόνον, δίφθογγον. Ἡ ι συλλαβὴ πρὸ τοῦ γ διὰ τοῦ ι γράφεται· οἷον· ἰγνὺς, | |
15 | καὶ ἰγνύη, ἡ ἄντζα· ἴγδη, τὸ ἰγδίον· καὶ τὰ λοιπά. | 44 |
45 | Πλὴν τοῦ ἡγοῦμαι· ἡγεμών· ἡγεμονεύω· ἡγεμονία· ἡγου‐ μενεία δὲ, τὸ νει δίφθογγον· Ἡγήσιππος, καὶ Ἡγησί‐ λαος, κύρια· καὶ ἠγάθεος, ὁ ἄγαν θεῖος. Ἡ ι συλλαβὴ πρὸ τοῦ δ διὰ τοῦ ἰῶτα γράφεται· οἷον· | |
5 | ἴδος, ὁ κόπος, καὶ ὁ ἱδρώς· ἰδίω, τὸ κοπιῶ· Ἴδη, ὄνομα ὄρους, ἐξ ἧς καὶ Ἰδαῖος Ἀλέξανδρος· ἰδέα, ἡ θεωρία· Ἰδομε‐ νεὺς, κύριον· Ἰδουμαῖος, τὸ οἰκεῖον· καὶ τὰ λοιπά. Πλὴν τοῦ ἥδω, τὸ εὐφραίνομαι· ἡδὺς, ὁ εὐφραντός· ἡδεῖα, θηλυκὸν, ἡ εὐφραντή· ἡδίων, ὁ εὐφραντώτερος· ἥδιστος, τὸ | |
10 | αὐτό· ἡδύνω· ἡδύτης· ἡδύοσμος, βοτάνη· ἡδυπάθεια, ἡ εὐπά‐ θεια· ἡδονή· ἦδος, τὸ ὄφελος· Ἡδωνὸς, ὁ Μακεδών· Ἡδωνὶς γῆ, ἡ Μακεδονική· ἡδυεπὴς, ὁ ἡδυλόγος· καὶ ἤδη, ἀντὶ τοῦ ἀπάρτι. Τὰ δὲ διὰ διφθόγγου, εἰσὶ ταῦτα· εἶδος, ἡ θεωρία, ὅθεν | |
15 | καὶ εἰδεχθὲς, τὸ δύσμορφον, καὶ εἴδωλον, τὸ ὁμοίωμα· | 45 |
46 | εἴδησις, ἡ γνῶσις· εἰδήμων, ὁ ἐπιστήμων· εἰδὺς, ἡ ἡμέρα· καὶ εἶδαρ, τὸ βρῶμα. Ἡ ι συλλαβὴ πρὸ τοῦ ζ διὰ τοῦ ἰῶτα γράφεται· οἷον· ἵζω, τὸ κάθημαι, ἐξ οὗ καὶ ἵζησις, καὶ συνίζησις· ἱζάνω, | |
5 | τὸ κάθημαι· καὶ τὰ λοιπά. Ἡ ι συλλαβὴ πρὸ τοῦ θ, διὰ τοῦ ἰῶτα γράφεται· οἷον· ἰθύς· ἰθεῖα, ἡ εὐθεῖα· ἰθύνω, τὸ κατευθύνω· ἰθυτενὴς, ὁ κατηυθυσμένος· Ἰθάκη, νῆσος, ὅθεν καὶ Ἰθακήσιος· ἰθαγενὴς, ὁ ἐγχώριος· ἴθι, ἀντὶ τοῦ ἐλθέ· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ ἦθος, ὁ τρόπος, ἐξ οὗ καὶ ἠθικός· ἠθμὸς, τὸ σα‐ κελιστήριον· ἠθεῖος, ὁ ἄγαν θαυμαστός· καὶ Ἠθὰμ, τόπος. Ἡ ι συλλαβὴ πρὸ τοῦ κ διὰ τοῦ ἰῶτα γράφεται· οἷον· ἱκετεύω· ἱκετεία· ἵκω, τὸ ἱκετεύω· ἱκεσία· ἱκέτης, ὁ παρα‐ κλήτωρ· Ἴκαρος, κύριον, ἐξ οὗ καὶ Ἰκάριον πέλαγος· | |
15 | Ἰκόνιον, χώρα· ἰκρίον, τὸ ὄρθιον ξύλον· ἰκμὰς, ἡ ὑγρασία, καὶ κλίνεται ἰκμάδος· ἰκμάζω, τὸ ὑγραίνω· ἴκτερος, νόσος· | |
ἰκτῖνος, ὁ λούπης· καὶ τὰ λοιπά. | 46 | |
47 | Πλὴν τοῦ ἥκω, τὸ ἔρχομαι· ἥκιστα, ἀντὶ τοῦ οὐδαμῶς ἢ μετρίως· καὶ ἦκα, ἀντὶ τοῦ ἡσύχως. Δίφθογγα δὲ ταῦτα· εἴκω, τὸ ὑποχωρῶ καὶ ὑποτάσσο‐ μαι· εἰκάζω· εἰκῆ, ἀντὶ τοῦ μάτην· εἰκαῖον, τὸ μάταιον· | |
5 | εἴκοσι, ἐπὶ ἀριθμοῦ· εἰκὰς, εἰκάδος, τὸ αὐτό· εἰκὸς, τὸ πρέ‐ πον· εἰκότως, ἐπίῤῥημα, ἀντὶ τοῦ πρεπόντως· καὶ εἰκάθω, ῥῆμα, τὸ ὑποτάσσομαι. Ἡ ι συλλαβὴ πρὸ τοῦ λ διὰ τοῦ ἰῶτα γράφεται· οἷον· ἱλαρός· ἱλαρύνω· ἵλεως, ὁ εὐμενής· ἱλάσκω, τὸ ἐξευ‐ | |
10 | μενίζω· ἴλη, ἡ τάξις· ἰλαδὸν, ἐπίῤῥημα, ἀντὶ τοῦ κατὰ τάξιν· Ἴλιος, ἡ Τροία· καὶ Ἰλιεὺς ἀνὴρ, ὁ Τρωϊκός· ἴλλος, ὁ ὀφθαλμός· ἰλὺς, ὁ βόρβορος, καὶ κλίνεται ἰλύος, ὅθεν καὶ ἰλυσπώμενος, ὁ ἐν τῇ ἴλῃ στρεφόμενος· ἰλεὸς, ὁ φωλεός· ἴλιγγος, ἡ ναυτία· ἰλιγγιῶ, τὸ ναυτιῶ· Ἰλλυ‐ | |
15 | ρικὸν χωρίον· καὶ τὰ λοιπά. Πλὴν τοῦ ἥλιος, ὁ λάμπων· ἡλιοειδὴς, ὁ λαμπρός· Ἡλιάδες, αἱ τοῦ ἡλίου θυγατέρες· Ἡλιούπολις· ἧλος, τὸ | |
καρφίον· ἡλῶ, τὸ προσκαρφῶ· Ἠλίας, κύριον· Ἠλιοῦ, τὸ | 47 | |
48 | αὐτό· Ἠλὶ, ὄνομα ἱερέως Ἑβραίου· ἡλικία· ἡλικιώτης· ἧλιξ, ὁμῆλιξ, καὶ κλίνεται ἥλικος· ἠλακάτη· Ἤλεκτρος, κύριον· ἠλίθιος, ὁ ἀναίσθητος· Ἡλιόδωρος, κύριον· ἠλιαῖα, δικαστήριον ἐν Ἀθηναίοις· ἡλίβατος, ὁ ὑψηλὸς τόπος· | |
5 | ἡλίκον, τὸ ὁποῖον· ἠλύγη, ἡ νύξ· ἠλύσιον, τὸ πεδίον, καὶ ἤλυσις, ἡ ἔλευσις. Δίφθογγα δὲ ταῦτα· εἵλη, ἡ θερμασία, ὅθεν καὶ εἱλη‐ θεροῦμαι· εἱλεὸς, ἡ μαγειρικὴ τράπεζα· εἰλικρίνεια, ἡ καθαρότης· Εἵλως, ὁ δοῦλος, καὶ κλίνεται Εἵλωτος· | |
10 | εἱλωτεύω, τὸ δουλεύω· εἱλωτεία, ἡ δουλεία· εἱλίπους βοῦς, ὁ τοὺς πόδας συστρέφων· εἱλύω, τὸ κρύπτω, ὅθεν καὶ εἱλυὸς, ὁ φωλεός· εἶλαρ, τὸ βρῶμα· εἰλαπίνη, ἡ εὐω‐ χία· εἰλαπινάζω, τὸ εὐωχῶ· καὶ Εἰλείθυια, θεὰ ἔφορος τῆς γέννας. | |
15 | Ἡ ι συλλαβὴ πρὸ τοῦ μ διὰ τοῦ ι γράφεται· οἷον· ἵμερος, ἡ ἐπιθυμία· ἱμείρω, ῥῆμα, τὸ ἐπιθυμῶ· ἱμερτὸς, ὁ ἐπιθυμητός· ἱμερόεις, τὸ αὐτό· ἱμάτιον· ἱματίζω· ἱμα‐ | |
τισμός· ἱμὰς, ὁ λῶρος, καὶ κλίνεται ἱμάντος, ὅθεν καὶ | 48 | |
49 | ἱμάσθλη, ἡ βίτζα· ἱμῶ, τὸ ἀντλῶ, ὅθεν ἱμονιὰ, τὸ ἀν‐ τλητήριον· Ἱμέρα, πόλις· Ἴμβρος, νῆσος· καὶ τὰ λοιπά. Πλὴν τοῦ ἡμεῖς· ἡμέτερος· ἡμεδαπός· ἡμέρα· ἡμερό‐ κοιτος, ὁ κλέπτης· ἡμερήσιον· ἦμαρ, ἡ ἡμέρα· ἠμάτιον, | |
5 | ἀντὶ τοῦ δι’ ὅλης τῆς ἡμέρας· ἥμερος, ὁ πρᾷος· ἡμερῶ, ῥῆμα, τὸ πραΰνω· ἥμισυ· ἡμιόλιον, εἶδος ἀριθμοῦ· ἡμίονος· ἥμων, ὁ ἀκοντιστὴς, καὶ κλίνεται ἥμονος· Ἠμαθία, τόπος· ἠμερὶς, ἄμπελος· ἠμύω, τὸ κλίνω· ἠμὶ, ῥῆμα, ἀντὶ τοῦ φημί· καὶ ἡ ’μὴ, ἡ ἐμή. | |
10 | Εἷμα δὲ, τὸ ἱμάτιον· εἱμένος, ὁ ἐνδεδυμένος· εἶμι, τὸ πορεύομαι· καὶ εἰμὶ, τὸ ὑπάρχω· δίφθογγα. Ἡ ι συλλαβὴ πρὸ τοῦ ν διὰ τοῦ ἰῶτα γράφεται· οἷον· ἰνίον, τὸ νεῦρον· Ἰνὼ, κύριον, θηλυκόν· Ἵναχος, κύριον· ἰνῶ, | |
τὸ ἐνδυναμῶ, καὶ ἰνόω· ἵνα, ἀντὶ τοῦ ὅπως, καὶ ἀντὶ τοῦ | 49 | |
50 | ὅπου· ἴνδαλμα, τὸ ὁμοίωμα· ἰνδάλλω, τὸ ὁμοιῶ, ἴνδικτος· καὶ τὰ λοιπά. Πλὴν τοῦ ἡνία, θηλυκὸν, ὁ χαλινὸς, ὅθεν καὶ ἡνίοχος, ἡνιοχεύω, ἡνιοχεία· ἡνίκα, ἀντὶ τοῦ ὁπότε· ἠνορέη, ἡ ἀν‐ | |
5 | δρία· καὶ ἠνεμόεις, ὁ τόπος ὁ ἀνέμοις καταπνεόμενος. Εἰνάτηρ δὲ ἡ νύμφη· εἰνοσίφυλλον γήδιον· εἵνεκα, ἐπίῤ‐ ῥημα, ἀντὶ τοῦ χάριν· καὶ εἷνα, τὸν ἕνα, ποιητικῶς· δίφθογγον. Ἡ ι συλλαβὴ πρὸ τοῦ ξ διὰ τοῦ ἰῶτα γράφεται· οἷον· | |
10 | ἰξός· ἰξεύω· ἰξευτής· Ἰξίων, κύριον, καὶ κλίνεται Ἰξίωνος· ἲξ, ὁ σκώληξ, καὶ κλίνεται ἰκός· καὶ τὰ λοιπά. Πλὴν τοῦ ἥξω, ἀντὶ τοῦ ἔλθω· τοῦτο γὰρ διὰ τοῦ η γράφεται. Εἴξω δὲ, τὸ ὑποχωρήσω καὶ ὑποταγῶ· δίφθογγον. | |
15 | Ἡ ι συλλαβὴ πρὸ τοῦ π, διὰ τοῦ ι γράφεται· οἷον· ἵππος· ἱππεύω· ἱππεύς· ἱππηλάτης· Ἵππιος, ἐπώνυμον τοῦ Ποσειδῶνος· ἰπνὸς, ὁ φοῦρνος, ἢ ἡ κάμινος· καὶ τὰ | |
λοιπά. | 50 | |
51 | Πλὴν τοῦ ἤπιος, ὁ πρᾷος· ἠπία, θηλυκὸν, ἡ πρᾳεία· ἠπῶ, ῥῆμα, τὸ ῥάπτω· καὶ ἠπίαλος, νόσος, ὃ λέγεται ῥιγοπύρετον. Εἴπω δὲ, τὸ λέξω· εἶπα, ἀντὶ τοῦ ἔλεξα· καὶ εἰπὼν, | |
5 | ὁ λέξας· δίφθογγον. Ἡ ι συλλαβὴ πρὸ τοῦ ρ διὰ τοῦ ι γράφεται· οἷον· ἶρος, ὁ πτωχός· καὶ Ἶρος, ὄνομα κύριον· Ἴρις, ὄνομα θεᾶς, καὶ τὸ ἐν νεφέλαις τόξον· ἵρηξ, ὁ ἱέραξ, κατὰ συγκοπήν· ἱερός· ἱερεύς· ἱρεῖον, τὸ θῦμα, κατὰ συγκοπήν· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ ἠρέμα, ἀντὶ τοῦ ἡσύχως· ἠρεμῶ, ῥῆμα· ἠρε‐ | |
μία, ἡ ἡσυχία· Ἡρώδης, καὶ Ἡρωδίανος, κύριον· Ἥρα, | 51 | |
52 | θεά· Ἡρακλῆς· Ἡρόδοτος· ἥρως, ὁ ἡμίθεος, καὶ κλίνεται ἥρωος· Ἥρων, φιλόσοφος, καὶ κλίνεται Ἥρωνος· Ἡρα‐ κλεία λίθος, ἡ μαγνῆτις· ἦρτο· ἔαρ, καὶ τὰ ἐξ αὐτοῦ· ἠριγένεια· ἠριγέρων, βοτάνη· ἠρινὸς, ὁ ἐαρινός· Ἠριδανὸς, | |
5 | ποταμός· καὶ ἠρίον, τὸ μνημεῖον. Δίφθογγα δὲ ταῦτα· εἴρων, ὁ ἀπατεὼν, καὶ κλίνεται εἴρωνος· εἰρηνεύω· εἰρωνεία· εἴρω, τὸ πλέκω· εἰρμὸς, εἴρεμος, ὁ δεσμός· εἴργω, τὸ κωλύω· εἰρκτὴ, ἡ φυλακή· εἰργνύω· εἰραφιώτης, ὁ Διόνυσος· εἰρεσία, ἡ κωπηλασία· | |
10 | εἰρεσιώνη, ὁ στέφανος· εἰρίον, τὸ μαλίον· εἰρηκὼς, ὁ εἰπὼν, | |
ἐπὶ μετοχῆς· καὶ εἴρυον, ἀντὶ τοῦ εἷλκον. | 52 | |
53 | Ἡ ι συλλαβὴ πρὸ τοῦ ς διὰ τοῦ ἰῶτα γράφεται· οἷον· ἶσον, τὸ ὅμοιον· ἰσότης, θηλυκόν· ἰσόω, ἰσῶ, ῥῆμα, τὸ ὁμοιῶ, ὅθεν καὶ ἰσόπεδον, καὶ ἰσόμετρον· Ἰσοκράτης, κύ‐ ριον· ἰσηγορία· ἰσῆλιξ· ἰσθμὸς, ἡ μέσον δύο θαλασσῶν γῆ· | |
5 | Ἰσραήλ Ἰσραηλῖται, οἱ Ἑβραῖοι· Ἰσμαήλ Ἰσμαηλῖται, οἱ Πέρσαι· Ἰσμηνίας, κύριον· Ἰσμηνὸς, ποταμός· Ἰσπανία, χώρα· Ἴστρος, ποταμός· ἱστορῶ· ἱστορία· ἵστωρ, ὁ ἐπι‐ στήμων· ἵστημι, ῥῆμα· ἱστίον, τὸ ἄρμενον· ἱστὸς, τὸ κατάρτιον, καὶ τὸ γυναικεῖον ἔργον· ἰσχνός· ἰσχναίνω· | |
10 | ἰσχυρός· ἴσχω, τὸ κρατῶ· ἰσχίον, μέλος τοῦ σώματος· καὶ ἕτερα. Πλὴν τοῦ Ἠσαῦ, Ἡσίοδος, καὶ Ἡσαΐας, ὀνόματα κύ‐ ρια· ἥσυχος· ἡσυχία· ἡσυχάζω, ῥῆμα· ἧσις, ἡ εὐφροσύνη· ἧσσα, ἡ τροπή· ἡσσῶ, ῥῆμα, τὸ νικῶ· ἥσσων, ὁ ἐλάττων, | |
15 | καὶ κλίνεται ἥσσονος· ἡστὸν, τὸ εὐφραντόν· καὶ ἦσθα, | |
ἀντὶ τοῦ ὑπάρχεις. | 53 | |
54 | Δίφθογγα δὲ ταῦτα· εἴσω, ἀντὶ τοῦ ἔσθεων· εἰς, πρόθεσις, καὶ τὰ ἐξ αὐτῆς· εἰσαγωγεύς· εἰσαγγελεύς· εἰσιτήριος· καὶ εἴσεται, ἀντὶ τοῦ γνώσεται. Ἡ ι συλλαβὴ πρὸ τοῦ τ διὰ τοῦ ἰῶτα γράφεται· οἷον· | |
5 | ἰτέα, δένδρον· Ἰταλία, χώρα, ὅθεν καὶ Ἰταλὸς, καὶ Ἰτα‐ λιώτης ἀνήρ· ἰταμὸς, ὁ ἄγριος· ἰταμότης, ἡ ἀγριότης· ἴτης, ὁ πτωχός· Ἴτυς, κύριον, καὶ κλίνεται Ἴτυος· ἴτυς, ἡ περιφέρεια τοῦ ἅρματος· Ἰταμύριον, ὄρος· ἰτρίον, εἶδος βρώματος· ἰτέον, ἐπίῤῥημα, ἀντὶ τοῦ πορευτέον· καὶ τὰ | |
10 | λοιπά. Πλὴν τοῦ ἧττα, ἡ τροπή· καὶ ἡττῶ, ῥῆμα, τὸ νικῶ· ἥττων, ὁ ἐλάττων, καὶ κλίνεται ἥττονος· ἦτορ, ἡ ψυχή· καὶ ἦτρον, τὸ ἔντερον. Ἡ ι συλλαβὴ πρὸ τοῦ φ διὰ τοῦ ι γράφεται· οἷον· ἶφι, | |
15 | ἐπίῤῥημα, ἀντὶ τοῦ ἰσχυρῶς, ὅθεν καὶ ἴφθιμος, ὁ ἰσχυρός· Ἰφιγένεια, κύριον· καὶ τὰ λοιπά. Πλὴν τοῦ Ἥφαιστος, θεὸς Ἑλληνικὸς, καὶ τὸ πῦρ· | |
Ἡφαιστίων, κύριον, ὃ καὶ κλίνεται Ἡφαιστίονος. | 54 | |
55 | Ἡ ι συλλαβὴ πρὸ τοῦ χ διὰ τοῦ ἰῶτα γράφεται· οἷον· ἰχὼρ, τὸ γράμμα, καὶ κλίνεται ἰχῶρος· ἴχνος· ἰχνεύω· ἰχνευτής· ἰχνηλάτης· ἰχθὺς, ἰχθύος· καὶ τὰ λοιπά. Πλὴν τοῦ ἦχος, ἡ κραυγή· ἠχῶ, ῥῆμα· ἠχήεις, ὁ ἠχητι‐ | |
5 | κός· ἠχήεσσα· ἠχὼ, θηλυκὸν, ἡ κραυγὴ, καὶ κλίνεται ἠχοῦς· Ἠχὼ, κόρη· καὶ ἧχι, ἐπίῤῥημα, ἀντὶ τοῦ ὅπου. Ἡ ι συλλαβὴ πρὸ τοῦ ψ διὰ τοῦ ι γράφεται· οἷον· ἲψ, ὁ σκώληξ, καὶ κλίνεται ἰπός· ἴψω, ἐπὶ μέλλοντος, ἀντὶ | |
τοῦ βλάψω· ἡψάμην δὲ, ἐπὶ παρῳχημένου. | 55 | |
56(1t) | ἈΡΧΗ ΤΟΥ Θ. | |
2 | Πᾶσα λέξις ἀπὸ τῆς θε συλλαβῆς ἀρχομένη, διὰ τοῦ ε γράφεται· οἷον· θεός· Θεόδωρος, Θεοφάνης, καὶ Θεόδοτος, κύριον· θέω, τὸ τρέχω· θεῶ, τὸ βλέπω· θεωρῶ· θεωρία· | |
5 | θεωρεῖον, τὸ ἱπποδρόμιον· θέλω θέλησις· θέλημα· Θεαγέ‐ νης, Θεμιστοκλῆς, καὶ Θεογένης, κύρια· θεμέλιον· θέ‐ μεθλον, τὸ αὐτό· θέμις, ἡ δικαιοσύνη, καὶ κλίνεται θέμι‐ δος· θεμιστεύω, τὸ δικάζω· θέρος· θερίζω· θερινὸς καιρός· θέρμια, τὰ λυπηνάρια· θερίγανον, βοτάνη· Θερσίτης, κύ‐ | |
10 | ριον· θεράπων, ὁ ἀγαθὸς δοῦλος, καὶ κλίνεται θεράποντος· θεράπαινα, ἡ δούλη· θένω, τὸ τύπτω· θέναρ, τὸ κοῖλον τῆς χειρός· Θέσβη, πόλις, ὅθεν καὶ Θεσβίτης ἀνήρ· θέσπις, ἡ θεία φωνὴ, ὅθεν καὶ θεσπιωδῶ, τὸ τὰ θεῖα λέγω· θεσμὸς, τὸ δίκαιον, ὅθεν καὶ θεσμοφύλαξ· θεσπέσιος, ὁ | |
15 | θεῖος· Θέων, κύριον, καὶ κλίνεται Θέωνος· θεομηνία, ἡ τοῦ θεοῦ ὀργή· θεοπτία, ἡ τοῦ θεοῦ ὅρασις· καὶ τὰ λοιπά. Πλὴν τοῦ θαιρὸς, ἡ στρόφιγξ τῆς θύρας· θαιμὰν, ἡ ἀνα‐ | |
τολὴ, ὅθεν καὶ θαιμανίτης ἀνὴρ, ὁ ἀνατολικός. | 56 | |
57 | Τὰ ἀπὸ τῆς θι συλλαβῆς ἀρχόμενα, διὰ τοῦ ἰῶτα γράφεται· οἷον· θίασος, ὁ χορός· θιασώτης, ὁ χορευτής· θὶς, ὁ σωρὸς, καὶ κλίνεται θινός· θὶν, ὁ αἰγιαλός· θίγω, τὸ προσεγγίζω, ἐξ οὗ καὶ ἀθιγὴς, ὁ ἀπρόσψαυστος· θίβη, τὸ | |
5 | κιβώτιον· Θίσβη, ὄνομα γυναικός· καὶ τὰ λοιπά. Πλὴν τοῦ θησαυρός· θησαυρίζω· Θῆβαι, πόλις, ὅθεν καὶ Θηβαῖος ἀνήρ· Θηβαῒς, τὸ αὐτό· θήγω, τὸ ἀκονῶ, ὅθεν καὶ θηγάνη, ἡ ἀκόνη· θῆλυ· θηλυκόν· θήλεια, ἡ γυνή· θηλὴ, ὁ μαστὸς, ἐξ οὗ καὶ θηλαμὼν, ἡ τροφός· θὴς, ὁ μισθαρ‐ | |
10 | νὸς, καὶ κλίνεται θητός· θῆσσα, ἡ μισθάρνισσα· θὴρ, θηρός· θηρεύω, ῥῆμα· θηρεία, ἡ θήρευσις· θηριωδία, ἡ ἀγριότης· Θησεὺς, κύριον, καὶ κλίνεται Θησέως· καὶ θητὸν, τὸ θαυμαστόν. Δίφθογγα δὲ ταῦτα· θεῖον, τὸ θαυμαστὸν, καὶ θεϊκὸν, ὅθεν | |
15 | καὶ θειότατος· Θειοδάμας, κύριον· θεῖος, ὁ κατὰ συγγέ‐ νειαν· θειάζω, ῥῆμα, τὸ θαυμάζω· θειασμὸς, ὁ θαυμασμός· | |
καὶ θειαστὸν, τὸ θαυμαστόν· καὶ θείνω, ῥῆμα, τὸ τύπτω. | 57 | |
58 | Πᾶσα λέξις ἀπὸ τῆς θλι συλλαβῆς ἀρχομένη, διὰ τοῦ ἰῶτα γράφεται· οἷον· θλίβω· θλίψις· θλιβερόν· θλίβω, τὸ ἀποπιέζω· καὶ τὰ λοιπά. Πᾶσα λέξις ἀπὸ τῆς θνη συλλαβῆς ἀρχομένη, διὰ τοῦ | |
5 | η γράφεται· οἷον· θνήσκω· θνητός· θνησιμαῖον, τὸ τεθνηκός· καὶ τὰ λοιπά. Πᾶσα λέξις ἀπὸ τῆς θρι συλλαβῆς ἀρχομένη, διὰ τοῦ ἰῶτα γράφεται· οἷον· θριγγὸς, τὸ περίφραγμα· θριγγίον, τὸ αὐτό· θρίδαξ καὶ θριδακίνη, τὸ μαϊούλιον· θρὶξ, ὁ | |
10 | σκώληξ, καὶ κλίνεται θριπός· θρίαμβος· θριαμβεύω, τὸ | |
πομπεύω· καὶ τὰ λοιπά. | 58 | |
59 | Πλὴν τοῦ θρῆνος, ὁ κλαυθμός· θρηνῳδῶ· θρηνῳδία· θρηνῳδός· θρῆνυς, τὸ ὑποπόδιον· Θρήϊκες, οἱ Θρᾷκες· θρη‐ σκεύω· θρησκεία· θρῆσκος, ὁ περί τι πιστός· καὶ Θρῆσσα, ἡ Θρᾳκική. | |
5 | Πᾶσα λέξις ἀπὸ τῆς θο συλλαβῆς ἀρχομένη, διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· Θόας, κύριον, καὶ κλίνεται Θόαν‐ τος· θοὸς, ὁ ταχύς· θόρυβος· θορῶ, τὸ πηδῶ· θορὸς, τὸ ὑγρὸν σπέρμα· θολῶ, τὸ ζοφῶ· θολερός· θόλος, ὁ τοῦ οἰκήματος· θόριξις, ἡ μέθη· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ θώραξ, μέρος τοῦ σώματος· θώραξ, τὸ λω‐ ρίκιον, καὶ κλίνεται θώρακος· θωρακίζω, ῥῆμα, τὸ καθο‐ | |
πλίζω· θωρακισμός· θῶκος, ὁ θρόνος· θὼψ, ὁ κόλαξ, καὶ | 59 | |
60 | κλίνεται θωπός· θωπεύω, τὸ κολακεύω, θωπεία, ἡ κολα‐ κεία· θὼς, ὁ λυκοπάνθηρος, καὶ κλίνεται θωός· ὅθεν καὶ θωΰζω, τὸ ἀγρίως φωνῶ· θώμιγξ, τὸ σχοινίον, καὶ κλίνεται θώμιγγος· θωὴ, ἡ ζημία· θωρήσσω, τὸ καθοπλίζω· καὶ | |
5 | Θωμᾶς, κύριον ὄνομα. Πᾶσα λέξις ἀπὸ τῆς θρο συλλαβῆς ἀρχομένη, διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· θρόνος· θρονίζω· θρονὶς, ὁ μικρὸς θρόνος, καὶ κλίνεται θρονίδος· θροῶ, τὸ θορυβῶ· θρόησις, ἡ θορύβησις· θρόμβος, ὁ παχὺς τοῦ αἵματος σταλαγμός· | |
10 | καὶ τὰ ὅμοια. Πλὴν τοῦ θρώσκω, τὸ ῥῆμα, τὸ πηδῶ. Πᾶσα λέξις ἀπὸ τῆς θυ συλλαβῆς ἀρχομένη, διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· θύω· θύτης, ὁ ἱερεύς· θῦμα· θυμίαμα, θυμὸς, ἡ ὀργὴ, καὶ ἡ ψυχή· θυμικὸς, ὁ ὀργίλος· θυμά‐ | |
15 | τιον, τὸ θῦμα· θυμήρης, ὁ ἐπιθυμητός· θυμηδία, ἡ | 60 |
61 | χαρά· θυμέλη, ἡ τερπνὴ ᾠδή· θύμος, βοτάνη· θύρα· θυραιὸς, ὁ ἔξω τῆς θύρας· θυροκοπῶ, τὸ τὴν θύραν κρούω· θυρωρός· θύελλα, ὁ ζόφος τοῦ ἀέρος· θύεια, τὸ ἰγδίον· θύρσος, κύριον, καὶ εἶδος κλάδου· θύσθλον, τὸ θῦμα· καὶ | |
5 | τὰ λοιπά. Πλὴν τοῦ θοίνη, ἡ εὐωχία, ὅθεν καὶ βουθοίνας, ὁ βοῦν ἐσθίων, ἔστι δὲ ἐπώνυμον τοῦ Ἡρακλέους· θοίνομαι, ῥῆμα, τὸ εὐωχοῦμαι· καὶ θοιμάτιον, κατὰ συναλοιφὴν, τὸ ἱμά‐ τιον. | |
10 | Πᾶσα λέξις ἀπὸ τῆς θρυ συλλαβῆς ἀρχομένη, διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· θρυλλῶ, τὸ φημίζω· θρύλλημα, ἡ φήμη· θρύλλος, τὸ αὐτό· θρυαλὶς, ὁ σπινθήρ· θρύπτω, τὸ εἰς μικρὰ τέμνω· θρύπτομαι, τὸ ἀκκίζομαι· καὶ τὰ | |
λοιπά. | 61 | |
62 | Οἱ τοῦ ἰῶτα ἐπιμερισμοὶ προεγράφησαν εἰς τὸ η. | |
2t | ἈΡΧΗ ΤΟΥ Κ ΣΤΟΙΧΕΙΟΥ. | |
3 | Πᾶσα λέξις ἀπὸ τῆς κε συλλαβῆς ἀρχομένη, διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· κεφαλή· κεφάλαιον· κέραμος· κερα‐ | |
5 | μὶς, ὁ ἐν τοῖς ὀρόφοις κέραμος, καὶ κλίνεται κεραμίδος· κέρας· κερατίζω· κερώεις βοῦς, ὁ κέρατα ἔχων· κερασφόρος, τὸ αὐτό· κενὸν, τὸ μάταιον καὶ τὸ κοῦφον, ὅθεν καὶ κενο‐ δοξία, καὶ κενήριον, τὸ κενοτάφιον· κελαδῶ, τὸ ἠχῶ· κέλαδος, ὁ ἦχος· κελαρύζω, τὸ ἠχῶ· καὶ κελαρύζον ὕδωρ, | |
10 | τὸ ἠχοῦν ἐν τῷ ῥέειν· κέλυφος, τὸ τοῦ ὠοῦ λέπος· κέλλης, ὁ καβαλλάριος, καὶ κλίνεται κέλλητος· κελλητίζω, τὸ κα‐ | |
βαλλικεύω· κέλωρ, ἀξίωμα, καὶ κλίνεται κέλωρος· | 62 | |
63 | κεμὰς, ἡ ἔλαφος, καὶ κλίνεται κεμάδος· κέαρ, ἡ ψυχή· Κέκρωψ, κύριον, καὶ κλίνεται Κέκροπος· κεάδης, εἶδος λα‐ βυρίνθου· κεδνὸν, τὸ ἀγαθόν· κεκρύφαλος, κάλυμμα ἐξ ὑ‐ φάσματος· κέδρος, δένδρον· κελαινὸν, τὸ σκοτεινὸν, ὅθεν | |
5 | καὶ κελαινεφές· Κελεὸς, κύριον· κελεύω, τὸ προστάσσω· κέλομαι, τὸ αὐτό· κεραΐζω, τὸ τέμνω· κεραυνός· κέπφος, ὁ λάρος· Κέρβερος, κύων ἐν τῷ ᾅδῃ· κερδαλέος· κερδὼ, ἡ ἀλώπηξ· κέρδος· κερκὶς, κερκίδιον τῶν γυναικῶν, καὶ κλίνεται κερκίδος· κέρμα, τὸ κόμμα, καὶ τὸ νόμισμα· | |
10 | κερματίζω, τὸ εἰς μικρὰ κόπτω· κερτομῶ, τὸ λοιδορῶ· κερτομὸς, ὁ λοίδορος· Κέρκυρα, πόλις, ἀφ’ ἧς καὶ Κερκυ‐ ραῖος ἀνήρ· κεστὸς, ὁ κεντητὸς λῶρος· καὶ τὰ λοιπά. Πλὴν τοῦ καὶ, συνδέσμου· καινὸν, τὸ νέον καὶ παράδο‐ ξον, ὅθεν καὶ καινοτομία, ἡ νέα πρᾶξις ἢ ἡ παράδοξος· | |
15 | καινοτομῶ, τὸ νεοπραγῶ· Καίσαρ, Καίσαρος· Καισάρεια, πόλις, καὶ Καισαρεὺς, ὁ ἀπὸ Καισαρείας· καιρὸς, ὁ χρόνος, ὅθεν καὶ καίριον, τὸ ἔγκαιρον· καιροφυλακῶ· καιροσκοπῶ· καιρία πληγὴ, ἡ θανάσιμος· καικίας, ἄνεμος· Καινεὺς, κύριον, καὶ κλίνεται Καινέως· καίω, ῥῆμα, τὸ φλογίζω· | |
20 | καὶ καίνω, τὸ κόπτω, ὅθεν καὶ καινὶς, ἡ μάχαιρα. Πᾶσα λέξις ἀπὸ τῆς κλε συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
ε ψιλοῦ γράφεται· οἷον· κλέος, ἡ δόξα· κλεΐζω, ῥῆμα, τὸ | 63 | |
64 | δοξάζω, καὶ τὰ ἐξ αὐτοῦ· Κλέων, Κλεόνικος, Κλεόπατρος, καὶ Κλεόπας, κύρια. Πᾶσα λέξις ἀπὸ τῆς κρε συλλαβῆς ἀρχομένη, διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· κρέας, κρέατος· κρεοφαγία, ἡ τῶν | |
5 | κρεῶν βρῶσις· κρεανομία, ὁ τῶν κρεάτων μερισμός· κρεμῶ, ῥῆμα, ὅθεν καὶ κρεμάθρα· κρέκω, τὸ κρούω· καὶ τὰ λοιπά. Πλὴν τοῦ κραιπάλη, ἡ μέθη· κραιπαλῶ, ῥῆμα, τὸ με‐ θύω· κραίνω, τὸ τελειῶ· καὶ κραιπνὸς, ὁ ταχύς. | |
10 | Τὰ ἀπὸ τῆς κι συλλαβῆς ἀρχόμενα, διὰ τοῦ ἰῶτα γρά‐ φεται· οἷον· κινῶ· κίνησις· κίνημα· κιννάμωμον, ἄρωμα· κιβωτός· κιβώτιον· κίτρον, καρπός· κιγκλὶς, τὸ κάγκελον, καὶ κλίνεται κιγκλίδος· κίδαρις, ἡ ἀρχιερατικὴ περικε‐ φαλαία, καὶ κλίνεται κιδάρεως· Κιβυῤῥαιώτης, τοπικόν· | |
15 | κισσύβιον, τὸ ποιμενικὸν ἀγγεῖον· κισσὸς, εἶδος φυτοῦ· | |
κισσῶ, τὸ μεθ’ ἡδονῆς συλλαμβάνω· κίσσα, ὄρνεον· | 64 | |
65 | Κικέρων, κύριον· κικλήσκω, τὸ καλῶ· Κιλικία, ἡ Ἀρμε‐ νία· Κίλιξ, ὁ Ἀρμένιος, καὶ κλίνεται Κίλικος· Κιμμέριοι, ἔθνος ἀνήλιον· κιννύρα, ἡ λύρα· κιῤῥὸν, τὸ κίτρινον· Κίρκη, ὄνομα γυναικὸς πόρνης· κίρκος, ὁ ἐξύπτερος· κίστη, τὸ | |
5 | κιβώτιον· κίχω, τὸ καταλαμβάνω· κιχώριον, βοτάνη· κιχρῶ, τὸ δανείζω· καὶ τὰ λοιπά. Πλὴν τοῦ κηδεμὼν, ὁ φροντιστὴς, καὶ κλίνεται κηδε‐ μόνος· κηδεμονία, ἡ πρόνοια· κήδεα, αἱ φροντίδες καὶ αἱ λύπαι· κῆδος, ἡ συμπενθερία· καὶ κηκάζω, τὸ λοιδορῶ· | |
10 | κηκασμὸς, ἡ λοιδορία· κηλῶ, τὸ θέλγω· κήλη, πάθος· κηλήτης ἀνήρ· κηλὶς, ὁ ῥύπος, καὶ κλίνεται κηλίδος· κημὸς, ὁ χαλινός· κήρυξ· κηρύσσω· κηφὴν, ἡ ἀγρία μέλισσα, καὶ κλίνεται κηφῆνος· Κηφᾶς, κύριον· Κηδὰρ, τόπος σκοτεινός· κηκίδιον, ὁ καρπὸς τῆς κυπαρίττου· | |
15 | κῆλον, τὸ βέλος· κηλώνιον, ὁ ἐπιβατεύων ἵππος· κῆ‐ | |
πος· κηπίον· κηπεύω· κηπωρός· κηρός· κηρίον· | 65 | |
66 | κὴρ, ἡ ψυχὴ καὶ ἡ θανατηφόρος μοῖρα· κῆτος, τὸ μέγα τῆς θαλάσσης ζῶον, ὅθεν κητώδης, ὁ ἰχθὺς ὁ μέγας· κηώ‐ δης, ὁ μεμυρισμένος οἶκος· κῆχος, ἀντὶ τοῦ πρὸ μικροῦ· καὶ κῆνσος, τὸ νόμισμα. | |
5 | Δίφθογγα δὲ ταῦτα· κεῖμαι· κείμενος· κειμήλιον, τὸ ἀποτεθὲν χρῆμα· κειμηλιοῦμαι, τὸ ἀποτίθημι· κειρία, ὁ δεσμός· κείρω, τὸ κόπτω· κεῖθεν, κεῖθι, καὶ κεῖσε, ἀντὶ τοῦ ἐκεῖ, κατὰ ἀφαίρεσιν Ἰωνικήν· Κεῖος ἀνὴρ, ὁ ἀπὸ τῆς Κέω· καὶ κεινὸς, ὁ μάταιος, κατὰ πλεονασμὸν τοῦ ἰῶτα. | |
10 | Τὰ ἀπὸ τῆς κλι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ι γρά‐ φεται· οἷον· κλίνω· κλίνομαι· κλίνη, τὸ κραββάτιον· | |
κλινίδιον, ἡ μικρὰ κλίνη· κλινοπετὴς, ὁ ἐν τῇ κλίνῃ κείμε‐ | 66 | |
67 | νος· κλινήρης, τὸ αὐτό· κλίμαξ, ἡ σκάλα, καὶ κλίνεται κλίμακος· κλιμακηδὸν, ἀντὶ τοῦ δίκην κλίμακος· κλισία, ἡ σκηνή· κλισμὸς, ἡ καθέδρα· κλίτος, τὸ μέρος κλιτὺς, ἡ ἐξοχὴ τοῦ ὄρους, καὶ κλίνεται κλιτύος· κλίβανος, ἡ κάμι‐ | |
5 | νος· καὶ τὰ λοιπά. Πλὴν τοῦ κληδὼν, ἡ φήμη καὶ ἡ μαντεία, καὶ κλίνεται κληδόνος· κληδονισμὸς, τὸ αὐτό· Κληδόνιος, κύριον· κλή‐ μαξ, ἡ ἄμπελος, καὶ κλίνεται κλήματος· κλῆμα, τὸ τῆς ἀμπέλου· Κλήμης, κύριον, καὶ κλίνεται Κλήμεντος· | |
10 | κλῆρος· κληρουχία· καὶ κληρονομία, τὸ αὐτό· κληρονομῶ, ῥῆμα· κλητώριον, ἡ τράπεζα· κληΐζω, τὸ δοξάζω· καὶ κληΐδα, τὴν κλεῖδα, ποιητικῶς. Δίφθογγα δὲ ταῦτα· κλεινὸς, ὁ ἔνδοξος· Κλεινίας, κύριον· κλεὶς, κλειδὸς, τὸ κλειδίον· κλεῖθρον, τὸ αὐτό· κλειδοῦχος· | |
15 | Κλεῖτος, Κλειτοφῶν, Κλεισθένης, καὶ Κλειταγόρας, κύρια· Κλειὼ, Μοῦσα· καὶ κλείω, τὸ ἀσφαλίζω. Πᾶσα λέξις ἀπὸ τῆς κνι συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
ἰῶτα γράφεται· οἷον· κνίζω, τὸ κόπτω· κνίσσα, ὁ κα‐ | 67 | |
68 | πνός· κνίδη, ἡ τζουκνίδα· Κνῖδος, ἡ νῆσος, ὅθεν καὶ Κνιδία, ἡ Ἀφροδίτη· κνιπὸς, ὁ φειδωλός· καὶ τὰ λοιπά. Πλὴν τοῦ κνήθω· κνησμὸς, καὶ κνησμονή. κνήμη, τὸ σκέλος· κνημὶς, τὸ τοῦ σκέλους ἔνδυμα, καὶ κλίνεται | |
5 | κνημίδος· κνῆστις, ἡ μάχαιρα· καὶ Κνήμων, ὄνομα κύριον. Τὰ ἀπὸ τῆς κρι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα γράφεται· οἷον· κρίνω· κρίσις· κριτής· Κριτίας, κύριον· Κρίνις, ἱερεὺς τοῦ Ἀπόλλωνος· κριὸς, ὁ τράγος· κρίκος, τὸ κρικέλιον· κρῖ, τὸ κριθάριν· Κρισαῖος κόλπος τῆς θα‐ | |
10 | λάσσης· κρίβανος, ἡ κάμινος· καὶ τὰ λοιπά. Πλὴν τοῦ Κρήτη, νῆσος· Κρὴς, ὁ Κρητικὸς, καὶ κλίνε‐ ται Κρητός· κρήνη, ἡ πηγή· κρηναῖον ὕδωρ, τὸ πηγι‐ | |
μαῖον· κρημνός· κρημνίζω· κρησφύγετον, τὸ καταφύγιον· | 68 | |
69 | κρήδεμνον, τὸ κεφαληδέσμιον· Κρηθηῒς, ἡ μήτηρ τοῦ Ὁμήρου, καὶ κλίνεται Κρηθηΐδος· καὶ κρήγυον, τὸ ἀληθές. Δίφθογγα δὲ ταῦτα· κρείττων, ὁ καλώτερος, καὶ κλίνε‐ ται κρείττονος· κρείσσων, τὸ αὐτό· κρειττονεύω, ῥῆμα· | |
5 | κρείων, ὁ βασιλεύς· καὶ κρειῶν, τῶν κρεάτων, κατὰ πλεονασμὸν τοῦ ἰῶτα. Πᾶσα λέξις ἀπὸ τῆς κτι συλλαβῆς ἀρχομένη διὰ τοῦ ἰῶτα γράφεται· οἷον· κτίσις, ὁ κόσμος· κτίσμα· κτιννύω, τὸ φονεύω· κτίννυμι, τὸ αὐτό· κτίλος, ὁ χειροήθης τράγος· | |
10 | καὶ τὰ λοιπά. Πλὴν τοῦ κτῆσις, ἡ περιουσία· κτῆμα· κτήτωρ· Κτησι‐ φῶν καὶ Κτήσιππος, κύρια. Δίφθογγα δὲ ταῦτα· κτείνω, τὸ φονεύω· καὶ κτεὶς, τὸ κτένιον. | |
15 | Πᾶσα λέξις ἀπὸ τῆς κο συλλαβῆς ἀρχομένη διὰ τοῦ μικροῦ γράφεται· οἷον· κόπος· κοπιῶ· Κόμης, ἀξιωμα, καὶ κλίνεται Κόμητος· κόμη, ἡ θρὶξ τῆς κεφαλῆς· κομήτης, | |
ἀστὴρ, καὶ ὁ δασύμαλος· κομῶ, το θάλλω· κομιδῆ, ἐπίῤ‐ | 69 | |
70 | ῥημα, ἀντὶ τοῦ λίαν· Κομανοὶ, ἔθνος· κόμμα, τὸ ἀπό‐ κομμα· κόβαλος, ὁ λάλος· κόλαξ· κολακεύω· κολακεία· κολλῶ, τὸ προσκολλῶ· κολοβός· κολοιὸς, ἡ γαγίλα· κο‐ λοσσὸς, εἴδωλον· κολοφῶν, τὸ ὕψος, καὶ κλίνεται κολοφῶ‐ | |
5 | νος· κολούω, τὸ θορυβῶ· κολοσυρτὸς, ὁ θόρυβος· Κόδρος, κύριον· κόρυς, ἡ περικεφαλαία, καὶ κλίνεται κόρυθος, ὅθεν καὶ κορύσσω, τὸ καθοπλίζω· κολωνὸς, ὁ ὑψηλὸς τόπος· κορώνη, ὄρνεον κόνις, ὁ κονιορτός· κονίστρα, ἡ παλαίστρα· κονίω, τὸ μάχομαι· κόναβος, ὁ ἦχος· κόνδυ, τὸ ποτήριον· | |
10 | κονίσαλος, ὁ κονιορτός· κόπις, ὁ λάλος· κοπὶς, τὸ κοπίδιον, καὶ κλίνεται κοπίδος· κόπρος· κοπρία· κορβωνᾶς, ὁ ἱερὸς θησαυρός· κόρη, ἡ παρθένος, καὶ τὸ μέλαν τοῦ ὀφθαλμοῦ· κόρση, ἡ κεφαλὴ, καὶ κόῤῥη, τὸ αὐτό· Κόρινθος, πόλις· Κορνήλιος, κύριον· Κόροιβος, ὁ μωρός· κόρυδος, ὁ τρωγλο‐ | |
15 | δύτης· κόρος, ἡ χορτασία· κορέννυμι, τὸ χορτάζω· Κορύ‐ βαντες, ἔθνος· κορυβαντιῶ, τὸ μαίνομαι· κόρυζα, ἡ μύξα· κορύνη, ἡ ματζοῦκα· Κορώνεια, πόλις· κόταβος, ὁ ἦχος· κότος, ἡ ὀργή· κότινος, ὁ ἐξ ἐλαίας στέφανος· κοτύλη, τὸ | |
κοῖλον τῆς χειρός· καὶ τὰ λοιπά. | 70 | |
71 | Πλὴν τοῦ Κώνστας, Κωνσταντῖνος, καὶ Κωνστάντιος, κύρια· κώνωψ, εἶδος ζωϋφίου, καὶ κλίνεται κώνωπος· κῶνος, ὁ στρόβιλος· κωνοειδὲς σχῆμα· κώνειον, τὸ δηλητήριον φάρμακον· κῶμος, ἡ μέθη, καὶ ὁ ὕπνος· κωμάζω, τὸ | |
5 | μεθύω· κώμη, ἡ πόλις· κωμῳδῶ, τὸ λοιδορῶ· κωμῳδία, ἡ λοιδορία· κωμικὸς ποιητὴς, ὁ λοίδωρος· κωλύω· κώλυμα· κωλύμη, ἡ κώλυσις· κῶλον, τὸ ὀστοῦν· Κωλιὰς, ἡ Ἀφρο‐ δίτη· κωκύω, τὸ θρηνῶ· κωκυτὸς, ὁ θρῆνος· κώδων, κώδω‐ νος, τὸ κωδώνιον· κώθων, κώθωνος· κώδιον, τὸ τοῦ προβάτου | |
10 | δέρμα· Κῶς, ὄνομα νήσου· Κῶος ἀνὴρ, ἀπὸ τῆς Κώ· κω‐ βιὸς, ἰχθύς· κώδιξ, τὸ πινακίδιον, καὶ κλίνεται κώδικος· κωδίκελος· κώπη, τὸ κωπίον, ὅθεν καὶ κωπηλάτης, ὁ ναύτης, καὶ κωπηλατῶ· καὶ κώπη, ἡ τοῦ ξίφους λαβή. Πᾶσα λέξις ἀπὸ τῆς κλο συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
15 | ο μικροῦ γράφεται· οἷον· κλόνος, ἡ ταραχή· κλονῶ, ῥῆμα, | |
τὸ ταράσσω· κλοπὴ, ἡ κλεψία· κλοπιαῖον πρᾶγμα· | 71 | |
72 | κλοποφόρημα· κλοποφορῶ· Κλοπᾶς, κύριον· καὶ τὰ λοιπά. Πλὴν τοῦ κλώθω· κλωστήρ· Κλωθώ, ἡ Μοῖρα· κλὼν, ὁ κλάδος, καὶ κλίνεται κλωνός· κλωνίτης πρέμνος· κλὼψ, | |
5 | ὁ κλέπτης, καὶ κλίνεται κλωπός· καὶ κλωβὸς, τὸ κλω‐ βίον. Πᾶσα λέξις ἀπὸ τῆς κνο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· ** Πλὴν τοῦ κνώσσω, τὸ κοιμῶμαι· κνώδαλον, τὸ ἐν ὄρεσι | |
10 | ζῶον· καὶ κνώμενος, μετοχικὸν, ὁ γαργαλιζόμενος. Πᾶσα λέξις ἀπὸ τῆς κρο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· κρότος· κροτῶ· κρότημα· κροαίνω, ῥῆμα, τὸ πηδῶ· Κρόνος, ὄνομα θεοῦ Ἑλληνικοῦ· κροκό‐ δειλος, ὄνομα ζώου· κρόκος, ὅθεν καὶ κροκόπεπλος· κρόμυον· | |
15 | κρόταφος, ἡ μήνιγξ· κροσσὸς, τὸ κροσσίον, ὅθεν κροσ‐ σωτὸν ἱμάτιον· Κρότων, Κρότωνος, ὅθεν καὶ Κροτωνιᾶται, | |
ἐθνικόν· καὶ τὰ λοιπά. | 72 | |
73 | Κρώζω δὲ, τὸ κράζω, ὅθεν καὶ κρῶγμα, ἡ κραυγὴ μεγάλη. Πᾶσα λέξις ἀπὸ τῆς κυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ γράφεται· οἷον· κύριος· κῦμα· κυμαίνω, τὸ ταράσσω· κυβερ‐ | |
5 | νῶ· κυβερνήτης· κύβος, τὸ ταυλίον· κῦδος, ἡ δόξα· κυδαίνω, τὸ δοξάζω· κύκλος· κυκλεύω· Κύκλωψ, κύριον· κύλιξ, τὸ ποτήριον, καὶ κλίνεται κύλικος· κυλίω· κυλινδοῦμαι, τὸ κυλίομαι· κύων, ὁ σκύλλος, καὶ κλίνεται κυνός· κυνῆ, ἡ περικεφαλαία· κυνηγῶ· κυνῶ, τὸ προσκυνῶ· Κύπρος, | |
10 | νῆσος· Κύπρις, ἡ Ἀφροδίτη· κῦρος, ἡ ἐξουσία, καὶ κύριον ὄνομα· Κυρήνη, πόλις· Κυρηναῖος ἀνήρ· κύτος, τὸ πλάτος· κυρῶ, τὸ βεβαιῶ· κύαμος, τὸ φάβα· κυάνεον, τὸ μέλαν· κυ‐ βιστῶ, τὸ κολυμβῶ· κυβιστὴρ, ὁ κολυμβητής· κυδοιμὸς, ὁ θόρυβος· κυδώνιον, ὀπώρα· Κυθέρεια, ἡ Ἀφροδίτη· κύω, καὶ | |
15 | κυΐσκω, τὸ γεννῶ· κυκεὼν, πόμα πολυμιγὲς, καὶ κλίνεται κυκεῶνος· κυλλὸς, ὁ χωλὸς, ὅθεν καὶ κυλλοποδίων, Ἥφαι‐ στος· Κύμη, πόλις· Κυμαῖος ἀνήρ· κύμινον, εἶδος βοτά‐ νης· Κυναίγειρος, κύριον· κυνόμυια, ζῶον· Κυπάριττος, κύριον· Κύψελα, τόπος· κυψελὶς, ὁ ῥύπος τῶν ὠτίων· καὶ | |
20 | τὰ λοιπά. | 73 |
74 | Πλὴν τοῦ κοιμῶμαι· κοίμησις· κοιμάζω· κοίτη, ἡ στρωμνή· κοιτὼν, κοιτῶνος· κοιτάζομαι· κοινὸν τὸ πρᾶγ‐ μα· κοινωνία· κοινωνῶ κοινολογοῦμαι· κοινωφελές· κοινῶ, τὸ μολύνω· κοῖλον, τὸ βαθύ· κοιλία· κοιλὰς, ὁ βαθὺς τό‐ | |
5 | πος· κοιλαίνω, τὸ βαθύνω· κοιαίστωρ, ἀξίωμα· κοίας, ὁ στρογγύλος λίθος· κοίρανος, ὁ βασιλεύς· καὶ κοιρανῶ, ῥῆμα, τὸ βασιλεύω. Πᾶσα λέξις ἀπὸ τῆς κλυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· κλύω, τὸ ἀκούω· κλυτὸς, ὁ ἐξά‐ | |
10 | κουστος· Κλυταιμνήστρα, κύριον· καὶ τὰ λοιπά. Πλὴν τοῦ κλοιὸς, ὁ ἐπιτραχήλιος δεσμὸς, καὶ τὸ βάρος. Πᾶσα λέξις ἀπὸ τῆς κνυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· κνυζόμενος, καὶ κνυζᾶται. | |
15 | Πᾶσα λέξις ἀπὸ τῆς κρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
υ ψιλοῦ γράφεται· οἷον· κρύος, τὸ ψύχος· κρυμὸς, τὸ αὐτό· | 74 | |
75 | κρυμαίνω, τὸ ψύχω· κρύπτω. κρύφιον· κρυφῆ, ἐπίῤῥημα· κρύβδην, ἀντὶ τοῦ λαθραίως· καὶ τὰ λοιπά. Πλὴν τοῦ Κροῖσος, ὄνομα κύριον, ὅθεν καὶ Κροίσειος στρατὸς, ὁ τοῦ Κροίσου. | |
5t | ἈΡΧΗ ΤΟΥ Λ. | |
6 | Πᾶσα λέξις ἀπὸ τῆς λε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· λέγω· λέξις· λεξικόν· λεκτικός· λέων, θηρίον, καὶ κύριον ὄνομα· λεκάνη· λεκανίσκη, ἡ μικρὰ λεκάνη· λέπος· λέμα, τὸ αὐτό· λεπίζω· λεαίνω, τὸ | |
10 | ὁμαλίζω· λεὼς, ὁ λαὸς, ὅθεν καὶ λεηλασία, ἡ αἰχμαλω‐ σία, καὶ λεηλατῶ, ῥῆμα, τὸ αἰχμαλωτίζω· λεγεὼν, τὸ πλῆθος· λεβηρὶς, τὸ δέρμα τοῦ ὄφεως· λέμβος, τὸ πλοῖον· λέκυθος, ὁ κρόκος τοῦ ὠοῦ· λεπὰς, τὸ λέπας· λεπρός· λεπρὰς πέτρα, ἡ τετραχυσμένη· λέχος, ἡ κοίτη· | |
15 | λεχὼ, ἡ τεκοῦσα· λέσχη, ἡ φλυαρία· Λεαγόρας· Λεωνίδης, | |
ὄνομα κύριον· καὶ τὰ λοιπά. | 75 | |
76 | Πλὴν τοῦ λαιὸν, τὸ κακὸν καὶ ἀριστερόν· λαίλαψ, ἄνεμος, καὶ κλίνεται λαίλαπος· λαῖφος, τὸ ἄρμενον· λαι‐ μὸς, ἡ φάρυγξ, ὅθεν καὶ λαίμαργος, καὶ λαιμαργῶ, ῥῆμα, καὶ λαιμαργία· Λαιστρυγόνες, ἔθνος θηριάνθρωπον· | |
5 | λαῖτμα, τὸ κῦμα· λαιψηρὸν, τὸ ταχύ· λαικάζω, τὸ ἀπα‐ τῶ, καὶ πορνεύω· καὶ λαικάστρια, ἡ πόρνη. Τὰ ἀπὸ τῆς λι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα γράφεται· οἷον· λίθος· λιθοξόος· λιθουργός· λιμὸς, ἡ πεῖνα· λιμαγχονῶ· λιμαγχόνη· λιτὴ, ἡ παράκλησις· λιτάζο‐ | |
10 | μαι, τὸ παρακαλῶ· λίμνη· λιμνάζω· λῖνος, τὸ λινάριον, καὶ τὸ δίκτυον· λινοῦν ἱμάτιον· Λίβανος, ὄρος, καὶ ἄρωμα· | |
λιβανωτόν· Λιβάνιος· λιβὰς, ὁ σταλαγμὸς, καὶ κλίνεται | 76 | |
77 | λιβάδος· λιβάδιον, ὁ μικρὸς σταλαγμός· λίβος, οὐδέτερον, ὁ σταλαγμός· Λιβύη, ἡ χώρα· λιγὺς, ὁ ὀξύς· λιγαίνω, τὸ ὑμνῶ· λιγνὺς, ἡ λιπώδης ἀναθυμίασις· Λικίνιος, κύριον· λικμῶμαι· λικμητήρ· λίκνον, τὸ πτύον, καὶ τῶν βρεφῶν ἡ | |
5 | κλίνη· λιλαίω, τὸ ἐπιθυμῶ· λιμὴν, λιμένος· λιμβεύω· λιμβεία· λιπαρῶ, τὸ παρακαλῶ· λίπτω, τὸ ἐπιθυμῶ· λισσὸν, τὸ ὁμαλόν· λιτὸν, τὸ εὐτελές· λιτότης, ἡ εὐτέ‐ λεια· λίχνος, ὁ λαίμαργος· λιχνεία, ἡ λαιμαργία· λιχα‐ νὸς, ὁ δάκτυλος ὁ μετὰ τὸν μέγαν· λὶψ, ἄνεμος, καὶ | |
10 | κλίνεται λιβός· λιάζω, τὸ ἐκφεύγω· λιαρὸς, τὸ χλιαρόν· καὶ τὰ λοιπά. Πλὴν τοῦ λῃστής· λῃστεύω· λῃστεία· ληνὸς, ἐν ᾗ τοὺς βότρυας ἐκθλίβουσι· ληνοβάτης· ληνοβατῶ, ῥῆμα· λήθω, τὸ λανθάνω· λήθαργος, ὁ ἀναίσθητος· λήγω, τὸ παύω· | |
15 | λῆξις, ἡ παῦσις· λήϊον, τὸ χωράφιον· ληΐζομαι, τὸ πορθῶ· λήμη, ἡ τζίμβλα· λημῶ, τὸ τζιμβλώττω· λῆρος, ἡ φλυαρία· ληρῶ, τὸ φλυαρῶ· ληρωδία, ἡ ὕβρις· Λητὼ, | |
ὄνομα θεᾶς· Λητοΐδης, ὁ Ἀπόλλων· Λῆμνος, νῆσος· Λήδα, | 77 | |
78 | κύριον· λήκυθος καὶ ληκύθιον, τὸ ἐλαιοδόχον ἀγγεῖον· λη‐ ρωδῶ· καὶ ληρωδία ἡ ὕβρις. Δίφθογγα δὲ ταῦτα· λειτουργῶ· λειτουργία· λειτουργὸς, ὁ ὑπηρέτης· λειμὼν, ὁ κῆπος, καὶ κλίνεται λειμῶνος· | |
5 | λειμωνία· καὶ λείμαξ, ὁ κῆπος, καὶ κλίνεται λείμακος· λεῖον, τὸ ὁμαλόν· λειότης, ἡ ὁμαλότης· λειαίνω, τὸ ὁμα‐ λίζω· λεῖμμα, τὸ ἐγκατάλειμμα· λείψανον, τὸ αὐτό· λειχὴν, νόσος, καὶ κλίνεται λειχῆνος· λείχω· λείβω, τὸ σπένδω· λειρία, τὰ ἄνθη· λείπω, τὸ καταλιμπάνω, ὅθεν | |
10 | καὶ λειποτάκτης, καὶ λειποψυχῶ, καὶ λειπόνεως, καὶ λείφαιμος, ὁ λεῖψιν αἵματος ἔχων· λειπόκρεως, ὁ ἰσχνός· καὶ Λειβέθριον ἔθνος. Λιπόσαρκος δὲ, ὁ λιπαρὸς, ἰῶτα. Πᾶσα λέξις ἀπὸ τῆς λο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο | |
15 | μικροῦ γράφεται· οἷον· λόγος· λόγιος· λογιότης· λογίζο‐ μαι· λογισμός. λόγχη, τὸ κοντάριον· λογχίτης, ὁ λόγχην βαστάζων· λόχος, ἡ ἐνέδρα· λοχῶ, τὸ ἐνεδρεύω· λοχα‐ γὸς, ὁ τοῦ λόχου ἄρχων· λόφος, ὁ ὑψηλὸς τόπος λόχμη, τὸ κατάδενδρον ὄρος· λοπὰς, ἡ χύτρα, καὶ κλίνεται λοπάδος· | |
20 | λοβὸς, μέρος τοῦ ἥπατος, καὶ τὸ ἄκρον τοῦ ὠτίου· Λοκροὶ, ἔθνος· καὶ τὰ λοιπά. | |
Πλὴν τοῦ λῶρος· λωρίκιον· λώβη, ἡ βλάβη· λωβός· | 78 | |
79 | λωτὸς, τὸ γλυκοκάλαμον· λῶον, τὸ κρεῖττον· λώπη, τὸ ἱμάτιον, ὅθεν καὶ λωποδύτης, ὁ κλέπτης· λῶστος, ὁ φίλος· λωφῶ, τὸ παύω· Λὼτ, ὄνομα κύριον· καὶ λῶμα, τὸ ὕφασμα. | |
5 | Πᾶσα λέξις ἀπὸ τῆς λυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· λύπη· λυπηρόν· λύχνος· λυχνία· λύω· λύσις· λύμη, ἡ βλάβη· λυμεὼν, ὁ βλαπτικός· λυ‐ μαίνω, ῥῆμα, τὸ βλάπτω· λύκος· Λυκόφρων, καὶ Λυκομή‐ δης, κύρια· λύρα· λυρῳδός· λυρικὸς ποιητής· λύσσα, ἡ | |
10 | μανία· λυσσῶ, τὸ μαίνομαι· λύγος, τὸ βεργίον· Λυδία, | 79 |
80 | χώρα, καὶ Λυδὸς ἀνήρ· Λύδιον μέλος· Λυκαονία, χώρα· Λυκαονεὺς ἀνήρ· Λυαῖος, καὶ Λύσιππος, κύρια· λυπρόγεως γῆ, ἡ ἄκαρπος· καὶ τὰ λοιπά. Πλὴν τοῦ λοιδορῶ· λοιδορισμὸς, καὶ λοιδορία, ἡ ὕβρις· | |
5 | λοιβὴ, ἡ σπονδή· λοιμὸς, ἡ λοιμικὴ νόσος· λοιμώδης νό‐ σος· λοῖσθος, τὸ ἔσχατον· λοίσθιον, τὸ αὐτό· λοιγὸς, ὁ ὄλεθρος· καὶ λοιμὸς, ὁ φθορεύς· λοίγιον, τὸ ὀλέθριον· λοιπὸν, ἀντὶ τοῦ διὰ τοῦτο· καὶ λοιπὸν, τὸ ἐπίλοιπον· καὶ τὰ ἕτερα. | |
10t | ἈΡΧΗ ΤΟΥ Μ. | |
11 | Πᾶσα λέξις ἀπὸ τῆς με συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· μέγας· μέγιστος· μέγεθος· μεγε‐ θύνω· μέτρον· μετρῶ· μέλας· μελαίνω· μέλι· μέλισσα· μένω, τὸ ἐπιμένω· μέσος· μεσότης· μελαγχολῶ· μελαγ‐ | |
15 | χολία· μέλος· μελῳδία· μέρος· μερίζω· μερισμός· Μεῤῥὰ, ὄνομα πηγῆς, ἣν πικρὰν οὖσαν ἐγλύκανεν ὁ Μωυσῆς τῇ ῥάβδῳ· μεγαίρω, τὸ φθονῶ· μέδων, ὁ βασι‐ | |
λεύων· Μέμνων, Μένανδρος, καὶ Μεγαπένθης, κύρια· | 80 | |
81 | μέγαρα, τὰ ὑψηλὰ οἰκήματα· καὶ Μέγαρα, τόπος, ὅθεν καὶ Μεγαρικὸν ἀγγεῖον· μέδιμνος, ὁ μόδιος· μέθη· μεθύω· μέθυ, οὐδέτερον, τὸ κέρασμα· Μέθυμνα, νῆσος, ὅθεν καὶ Μεθυμναῖος ἀνήρ· Μεθώνη, ὅθεν καὶ Μεθωναῖον ὕφασμα· | |
5 | μελέτη· μελετῶ· μελισμὸς, ἡ τραγῳδία· μέλω, τὸ φρον‐ τίζω· μελισμὸς, ἡ φροντίς· μέλος τοῦ ἀνθρωπίνου σώμα‐ τος, ὅθεν καὶ μελεϊστὶ, ἐπίῤῥημα, ἀντὶ τοῦ κατὰ μέλος· μεληδὸν, τὸ αὐτό· μέλεος, ὁ ἄθλιος· μελισμὸς, ἡ κατακοπὴ τῶν κρεάτων· Μέλης, κύριον, καὶ κλίνεται Μέλητος· ἔστι | |
10 | δὲ ὁ τοῦ. Ὁμήρου πατήρ· λέγουσι γὰρ αὐτὸν Μέλητος καὶ | |
Κρηθηΐδος εἶναι· Μελίτη, χώρα, ὅθεν καὶ Μελιταῖον κυνί‐ | 81 | |
82 | διον· μένος, ἡ προθυμία· μενοινὴ, τὸ αὐτό· μέροψ, ὁ ἄνθρω‐ | |
πος, καὶ κλίνεται μέροπος, ἀπὸ τοῦ μεμερισμένην ἔχειν | 82 | |
83 | τὴν ὄπα, ἤτοι τὴν φωνήν· μόνον γὰρ τῶν ἄλλων ζώων ὁ ἄνθρωπος λογικός· μέσπιλον, ὀπώρα· μέταλλον· ποιότης τῆς γῆς, ὅθεν καὶ μεταλλεία, ἡ τοῦ χρυσοῦ ἔρευνα· μετὰ, πρόθεσις, καὶ τὰ ἐξ αὐτῆς· μετόπωρον, ὁ μετὰ τὴν ὀπώραν | |
5 | καιρός· μέτωπον· μέθοδος· καὶ τὰ λοιπά. Πλὴν τοῦ μαίνομαι, τὸ ὀργίζομαι· μαινὰς, ἡ πόρνη, καὶ κλίνεται μαινάδος· μαῖα, ἡ μάμμη· μαιεύω· μαιεία καὶ μαίευμα· μαιεύτρια, ἡ μαῖα· μαιμῶ, τὸ προθυμοῦμαι· μαιμάσσω, τὸ αὐτό· μαῖρα, θηρίον ἄγριον· μαινὶς, ἡ | |
10 | σμαρὶς, καὶ κλίνεται μαινίδος· Μαίανδρος, ποταμός· μαί‐ νανδρος γυνὴ, ἡ πόρνη· καὶ μαινόλης, ὁ μανικός. Πᾶσα λέξις ἀπὸ τῆς μι συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
ἰῶτα γράφεται· οἷον· μιμοῦμαι· μίμημα· μίμησις· μιμηλός· | 83 | |
84 | μιμὼ, θηλυκὸν, ὁ ἀρκοβουζιανὸς, καὶ κλίνεται μιμοῦς· μίμῶ· μίξις· μιγνύω· μιαίνω· μίασμα· μιαρός· μιαιφό‐ νος, ὁ λῃστής· μίλιον, μέτρον ὁδοῦ· Μίλητος, καὶ Μιτυ‐ λήνη, νῆσοι· μίλτος, τὸ κόκκινον βάμμα· μίτος, τὸ μιτά‐ | |
5 | ριον· μίτρα, τὸ πολεμικὸν ζωνάριον· Μιχαίας, κύριον· μιμνήσκω· μίμνω, τὸ καρτερῶ· Μίκυλλος, καὶ Μιλτιά‐ δης, κύρια· μινυὸς, ὁ μικρός· μινύθω, τὸ σμικρύνω· μινυ‐ | |
ρίζω, τὸ θρηνῶ· Μίνως, κύριον, καὶ κλίνεται Μίνωνος· | 84 | |
85 | μισθός· μισθαρνός· μῖσος· μισῶ· μιστύλλω, τὸ κατακόπτω· καὶ τὰ λοιπά. Πλὴν τοῦ μή· μηδῆτα· μηδαμῶς· μηκέτι, καὶ μηδόλως, καὶ μηδοπωσοῦν· μηνύω· μήνυμα, ἡ ἀγγελία· μηκύνω· | |
5 | μῆκος· μήδω, τὸ βουλεύομαι· μήδεα, τὰ βουλεύματα, καὶ τὰ αἰδοῖα· Μηδεία, κύριον· Μήδεια, πόλις· Μηδία, χώρα· Μηδίς, τὸ αὐτὸ, καὶ κλίνεται Μηδίδος, ὅθεν καὶ Μῆδοι, οἱ Πέρσαι· Μήθυμνα, νῆσος, ὅθεν καὶ Μηθυμναῖος ἀνήρ· Μηονία, ἡ Λυδία· μηκᾶσθαι, ἐπὶ τῆς φωνῆς τῶν | |
10 | αἰγῶν· μηκυθμὸς, ἐπὶ τοῦ αὐτοῦ· μήκων, ἡ κωδία· μῆ‐ λον, ὀπώρα· μηλέα, δένδρον· μῆλον, τὸ πρόβατον, ὅθεν καὶ μηλωτὴ, τὸ τοῦ προβάτου δέρμα· μηλοβοτὴρ, ὁ τῶν προ‐ βάτων ποιμήν· καὶ μηλόβοτον, προβατοτρόφον· μηλονό‐ μος, ὁ τὰ πρόβατα νέμων, ὅθεν καὶ τὰ δέρματα μηλωτάρια· | |
15 | Μῆλος, νῆσος· μήτρα, ἡ γαστήρ· μητρυιά· μητρόπολις· | 85 |
86 | Μηνὰς, κύριον· μηνίω, τὸ ὀργίζομαι· μηνιθμὸς, ἡ ὀργή· μήρινθος, τὸ σχοινίον· μηρύω, τὸ ἀνελκύω, ὅθεν καὶ μή‐ ρυμα, καὶ μηρυκῶμαι· μῆτις, ἡ βουλή· μηχανῶμαι· μηχανή· μηχάνημα, καὶ μῆχος, τὸ αὐτό. | |
5 | Δίφθογγα δὲ ταῦτα· μειλίσσω, τὸ πραΰνω· μείλιγμα· μειλίχιος, ὁ πρᾷος· μείλιχος, τὸ αὐτό· ὅθεν καὶ μειονεκτῶ, τὸ ἐλαττῶ, καὶ μειονεξία· μειδιῶ, τὸ ὑπογελῶ· μειδία‐ μα· φιλομειδὴς Ἀφροδίτη· μείραξ· μειρακύλλιον· μειρα‐ κεύομαι, ῥῆμα· μείλινον δόρυ· μείλια, τὰ ἐξώπροικα· | |
10 | καὶ μεὶς, ὁ μὴν, Αἰολικῶς. Πᾶσα λέξις ἀπὸ τῆς μνη συλλαβῆς ἀρχομένη διὰ τοῦ η γράφεται· οἷον· μνήμη· μνημονεύω· μνημοσύνη, ἡ μνήμη, καὶ ὄνομα Μούσης· μνήμων, ὁ μνημονευτικὸς, καὶ κλίνεται μνήμονος· μνηστεύω· μνηστεία, ὁ ἀῤῥαβών· μνήστωρ· | |
15 | μνηστὴ, ἐπὶ τῆς γυναικός· καὶ τὰ λοιπά. | 86 |
87 | Μνίον δὲ, τὸ βρύον, ἰῶτα. Πᾶσα λέξις ἀπὸ τῆς μο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· μόνος· μόνωσις· μοναχός· μολύνω· μολυσμός· μόλιβδος· μόλις, ἀντὶ τοῦ βραδέως· μολῶ, τὸ | |
5 | παραγίνομαι· μόδιον, τὸ μέτρον· μόσχος, τὸ μοσχάριον· μοσχεύω, τὸ ποτίζω· μόθος, ἡ μάχη· Μοθώνη, πόλις· Μορέας, τόπος· μόρος, ὁ θάνατος· μόρα, τὰ συκάμινα· μορία, ἡ ἀγριελαία· μορφή· μορφασμός· Μολοττὸς, τόπος· Μο‐ | |
λιόνη, κύριον· μορμῶ, θηλυκὸν, τὸ φάσμα, ὅθεν καὶ μορ‐ | 87 | |
88 | μολύκειον, τὸ φόβητρον· μόσυν, ἡ ξύλινος οἰκία, καὶ κλί‐ νεται μόσυνος· μοχλός· μοχλεύω· καὶ τὰ λοιπά. Πλὴν μωρός· μωραίνω· μωρία· μῶμος, ὁ ψόγος· μω‐ μαίνω, τὸ ψέγω· μωμηλὸν, τὸ μεμπτόν· μῶμαρ, οὐδέτε‐ | |
5 | ρον, ὁ μῶμος· μωκῶμαι, τὸ μέμφομαι· μωκία, ἡ μέμψις· μώλωψ, τὸ τραῦμα· μωλωπίζω, τὸ τραυματίζω· μῶς, τὸ ὕδωρ, ὅθεν καὶ Μωσῆς, κύριον· Μωὰβ, Μωδὰδ, καὶ Μώ‐ κιος, κύρια· Μωαβῖται, ἐθνικὸν, οἱ ἀπὸ τοῦ Μωάβ· Μωδεεὶμ δὲ, καὶ Μωκηκὸς, πόλεις· μῶλος, ὁ πόλεμος· | |
10 | μώνυξ, ὁ ἕνα ὄνυχα ἔχων· μῶν, ἀντὶ τοῦ ἆρα· καὶ μῶρος, ὁ μωρὸς, Ἀττικῶς. Πᾶσα λέξις ἀπὸ τῆς μυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ γράφεται· οἷον· μύω, τὸ διδάσκω· μύστης, ὁ μαθητής· καὶ μυσταγωγὸς ὁ διδάσκαλος· μυστήριον· μύω, τὸ καμ‐ | |
15 | μύω· μῦθος· μυκᾶσθαι, ἐπὶ τῆς φωνῆς τοῦ βοὸς, ὅθεν καὶ μυκηθμός· Μυκήνη, πόλις· μύλη· μυλίτης, ὀδούς· μυδαίνω, | |
τὸ ὑγραίνω· μυδαλέος, ὁ ὑγρός· μῦρον· μυρεψός· μύρομαι, | 88 | |
89 | τὸ θρηνῶ· μυρίκη, καὶ μυῤῥίνη, δένδρα· Μύρων, κύριον, καὶ κλίνεται Μύρωνος· μύωψ, ὁ κώνωψ, καὶ ἡ βίτζα, καὶ κλίνεται μύωπος· μὺς, ὁ Ποντικὸς, καὶ κλίνεται μυός· μυωξία, ἡ τοῦ μυὸς τρύπα· μύκης, τὸ ἀμανιτάριον, καὶ | |
5 | κλίνεται μύκητος· μυλωθρὶς γυνὴ, ἡ ἐν τῷ μύλωνι· καὶ τὰ λοιπά. Πλὴν τοῦ μοῖρα, ἡ μερὶς καὶ ἡ τύχη· μοιρογενὴς, ὁ εὐτυχής· μοιράζω· μοιχεύω· μοιχός· μοιχεία· καὶ μοι‐ χαλὶς, ἡ πόρνη. | |
10 | Μυχὸς δὲ, τὸ βάθος· καὶ μυχία, ἡ Ἀφροδίτη, ψιλά. | 89 |
90(1t) | ἈΡΧΗ ΤΟΥ Ν. | |
2 | Πᾶσα λέξις ἀπὸ τῆς νε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· νέος· νεότης· νεολαία, νέος λαός· νε‐ κρός· νεκριμαῖον· Νεκροποντός· νεὼς, ὁ ναός· νεωκόρος, ὁ | |
5 | τοῦ ναοῦ ἐπιμελητής· νεοσσὸς, ὁ στρουθός· νεοσσία, ἡ καλιά· νεμεσῶ, τὸ μέμφομαι· νέμεσις, ἡ μέμψις· νέω, τὸ κολυμβῶ· Νέστωρ, κύριον, καὶ κλίνεται Νέστορος· νεφρός· νεφρίτης νόσος· Νεφθαλεὶμ, τόπος· νεώριον, ὁ λιμήν· νεωτερισμὸς, ἡ ἀναισχυντία· νέπους, ὁ ἰχθὺς, καὶ κλί‐ | |
10 | νεται νέποδος· Νέρων καὶ Νέσως, κύρια· νεβρὸς, ἡ ἔλαφος· νεήλης, ὁ νεωστὶ ἐλθών· νεαλὴς, ὁ ἐκ νέου ἀγρευθείς· καὶ τὰ λοιπά. Πλὴν τοῦ ναί· ναιχὶ, ἐπίῤῥημα· καὶ ναίω, τὸ οἰκῶ. | |
Πᾶσα λέξις ἀπὸ τῆς νι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι | 90 | |
91 | γράφεται· οἷον· νίκη· νικῶ· Νικόβουλος, Νικοκλῆς, καὶ Νικαίας, κύρια· νίπτω· νιπτήρ· Νινευὴ, πόλις, ἐξ ἧς καὶ Νινευῖται· νίτρον, τὸ σαπώνιον· Νιρεὺς, ὁ εὔμορ‐ φος· Νίσος, τόπος· Νικόλαος, κύριον· Νίκαια, πόλις· καὶ | |
5 | τὰ λοιπά. Πλὴν τοῦ νήπιος· νηπιάζω· νήφω, τὸ γρηγορῶ· νηφά‐ | |
λιος, ὁ γρήγορος· νήχω, τὸ πλέω, ὅθεν καὶ νηκτὰ, οἱ | 91 | |
92 | ἰχθύες· νηστεύω· νηστεία· νήδυμος ὕπνος, ὁ εὐφραντός· Νηρηῒς, θεὰ Θεσσαλίας, καὶ κλίνεται Νηρηΐδος· Νηρεὺς, θαλάσσιος θεός· νῆσος· νησιώτης, ὁ ἐν τῇ νήσῳ· νήσσα, τὸ νησσάριον· Νηλεὺς, κύριον· νηλεὴς, ὁ ἀνηλεής· νημερτὸν, | |
5 | ἐπιθυμητόν· νήτη, ἡ τῆς λύρας χορδή· καὶ νῆϊς, ὁ ἐστερη‐ μένος. Δίφθογγα δὲ ταῦτα· Νεῖλος, ποταμός· Νείλειον ῥεῦμα, καὶ Νειλῶον· νεικῶ, τὸ φιλονεικῶ· νείκη, ἡ φιλονεικία· νεῖκος, τὸ αὐτό· νείατον, τὸ ἔσχατον· νείαιρα, ἡ ἐσχάτη· | |
10 | νειρεὺς, ὁ κόχλος· καὶ νειὸς, ἡ ἠροτριασμένη γῆ. Πᾶσα λέξις ἀπὸ τῆς νο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· νόμος· νομικός· νομοδιδάσκαλος· | |
νομίζω· νόμισμα· νόσος· νοσῶ· νόσημα· νόται, παρὰ Ῥω‐ | 92 | |
93 | μαίοις τὰ γράμματα, ἐξ οὗ καὶ νοτάριος, ὁ γραμματικός· νότος, ἀνέμος· νοτὶς, ἡ ὑγρότης· νοτίζω, τὸ ὑγραίνω· νομεὺς, ὁ βοσκός· νόμιον μέλος· νόθος, ὁ ξένος· νοθεία, ἡ κλεψιγαμία· νόστος, ἡ ὑποστροφή· νοσφίζω, τὸ χωρίζω· καὶ νοσφισμὸς, | |
5 | ὁ χωρισμός· νόννη, ἡ ἀρχιμηνία· καὶ τὰ λοιπά. Πλὴν τοῦ νωθρός· νωθρεύομαι· νωθρεία· νωχελὴς, ὁ ῥάθυμος· νωθεία, ἡ ῥαθυμία· νῶτος, ἡ ῥάχις· νωτίζω, τὸ τὴν ῥάχιν στρέφω· νωτάριος, ὁ βαρυβαστάκτης· νωμῶ, τὸ κινῶ· νῶκαρ, ὁ δυσκίνητος· νωλεμέως, ἀντὶ τοῦ ἀδιαλεί‐ | |
10 | πτως· νωβελίσιμος, ἀζίωμα· νῶροψ, ὁ λαμπρὸς, καὶ κλί‐ νεται νώροπος· νώνυμον, τὸ ἀνώνυμον· καὶ νῶϊ, ἀντωνυμία, ἀντὶ τοῦ ἡμῖν. Πᾶσα λέξις ἀπὸ τῆς νυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· νὺξ, νυκτός· νυκτερὸς, ὁ σκοτεινός· νυ‐ | |
15 | κτερὶς, ζῶον· νύμφη· νυμφοστόλος· νυμφεῖος, ὁ παστός· νυὸς, | 93 |
94 | ἡ νύμφη· νυμφίος, ὁ γαμβρός· νύσσω, τὸ πλήττω· νύσσα, ὁ καμπτός· καὶ τὰ λοιπά. | |
3t | ἈΡΧΗ ΤΟΥ Ξ. | |
4 | Πᾶσα λέξις ἀπὸ τῆς ξε συλλαβῆς ἀρχομένη, διὰ τοῦ ε | |
5 | ψιλοῦ γράφεται· οἷον· ξέω· ξέσις· ξέστης, ὁ ξεὼν, καὶ τὸ ξεστίον· ξένος· ξενίζω· ξενία· ξεναγῶ, τὸ τὸν ξένον ὁδηγῶ· | |
ξένιος Ζεὺς, ὁ τῶν ξένων ἔφορος· ξενεία, καὶ τὰ λοιπά. | 94 | |
95 | Πλὴν τοῦ ξαίνω, τὸ διαλύω, καὶ μαστίζω. Τὰ ἀπὸ τῆς ξι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα γρά‐ φεται· οἷον· ξίφος· ξιφίδιον, τὸ μικρὸν ξίφος· ξιφήρης, ὁ ξίφος φέρων· ξιφίας, ἰχθύς· Ξιφιλίνος, ἐπώνυμον· καὶ τὰ | |
5 | λοιπά. Πλὴν τοῦ ξηρός· ξηρότης· ξερασία, τὸ αὐτό· ξηραίνω, ῥῆμα· ξηρίον, ἰατρικὸν φάρμακον· καὶ ξηνῶ, ἐπὶ μέλλοντος, ἀντὶ τοῦ ξανῶ. Ξεῖνος δὲ, ὁ ξένος καὶ φίλος· καὶ ξείνιον, τὸ χάρισμα, δίφθογγον. | |
10 | Πᾶσα λέξις ἀπὸ τῆς ξο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· ξόανον, τὸ εἴδωλον, καὶ τὰ λοιπά. | |
Πᾶσα λέξις ἀπὸ τῆς ξυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ | 95 | |
96 | γράφεται· οἷον· ξύλον· ξύλινον ἔργον· ξυλῶδες, τὸ αὐτό· ξυ‐ λεία, ἡ τῶν ξύλων συναγωγή· ξύλοχος, ὁ σύνδενδρος· ξύω· ξυστήρ· ξυστὸς, τὸ κοντάριον· ξυρὸς, ξυράφιον· ξυνὸν, τὸ κοινόν· καὶ ὅσα ἀπὸ τῆς ξυν προθέσεως· ξυνευόνης, ὁ σύγκοι‐ | |
5 | τος· ξυνωρὶς, ἡ δυάς· καὶ τὰ λοιπά. | |
6t | ἈΡΧΗ ΤΟΥ Ο. | |
7 | Τὸ ο πρὸ παντὸς φωνήεντος σμικρύνεται· οἷον· ὄαροι, αἱ γυναῖκες· ὀαρίζειν, τὸ γυναικὶ μίγνυσθαι· ὀαριστὺς καὶ ὀαρισμὸς, ἡ μίξις· ὀϊζὺς, ἡ κακοπάθεια· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ ὠὸν, τὸ αὐγόν· ὤα, ἡ ἄκρα τοῦ ἱματίου· ὠὴ, ἀντὶ τοῦ φεῦ· ᾤετο· ᾠηθην· καὶ ᾠόμην. Τὸ ο πρὸ τοῦ β σμικρύνεται· οἷον· ὀβολὸς, ἡ φόλις· ὀβε‐ | |
λίσκος, ἡ σούβλα· ὀβελίζω, τὸ κόπτω, ὅθεν καὶ ὀβελι‐ | 96 | |
97 | σμός· ὄβριμον, τὸ ἰσχυρόν· ὀβριμοεργὸς, ὁ τὰ ἰσχυρὰ πράττων· καὶ τὰ λοιπά. Τὸ ο πρὸ τοῦ γ σμικρύνεται· οἷον· ὄγδοος· ὀγδοήκοντα· ὄγκος, τὸ μέγεθος, καὶ ὁ τύφος· ὀγκοῦμαι, τὸ κενοδοξῶ· | |
5 | ὄγμος, ἡ τάξις τῶν φυτῶν· καὶ τὰ λοιπά. Πλὴν τοῦ Ὢγ, κύριον· καὶ ὠγύγιον, τὸ μέγα. Τὸ ο πρὸ τοῦ δ σμικρύνεται· οἷον· ὁδός· ὁδοιπόρος· ὁδοιδό‐ κος, ὁ λῃστής· ὀδύνη· ὀδυνῶμαι· ὀδύρομαι· ὀδυρμός· ὀδμὴ, ἡ ὀσμή· ὀδὰξ, ἐπίῤῥημα, ἀντὶ τοῦ μετὰ τῶν ὀδόντων· ὀδωδὼς, | |
10 | ὁ βρῶμος· ὅδε, ἀντὶ τοῦ οὗτος ὁ ἄνθρωπος· καὶ τὰ λοιπά. Πλὴν τοῦ ᾠδὴ, ἡ ψαλμῳδία· ᾠδὸς, ἀρσενικὸν, ὁ ψαλ‐ μῳδός· ᾠδικὸν ὄρνεον, τὸ ᾄδον· ᾠδεῖον, τὸ σχολεῖον· ὠδὶς, ὁ ἐν τῇ γέννᾳ πόνος, καὶ κλίνεται ὠδῖνος· ὠδίνω, τὸ γεννῶ· ὦδε καὶ ὠδὶ, ἐπιῤῥήματα, ἀντὶ τοῦ ἐνταῦθα, καὶ ἀντὶ τοῦ | |
15 | κατὰ τοῦτον τὸν τρόπον. | 97 |
98 | Τὸ ο πρὸ τοῦ θ σμικρύνεται· οἷον· ὀθόνη, ὕφασμα· ὀθνεῖον τὸ ξένον· καὶ τὰ λοιπά. Πλὴν τοῦ ὤθω, τὸ ἀποδιώκω· καὶ ὠθῶ, τὸ ἐμβάλλω· ὠθίζω, καὶ ὠθισμός. | |
5 | Τὸ ο πρὸ τοῦ ζ σμικρύνεται· οἷον· ὄζος, ὁ κλάδος· ὄζω, τὸ βρωμῶ, Ὀζίας, καὶ Ὀζάν· καὶ τὰ λοιπά. Τὸ ο πρὸ τοῦ κ σμικρύνεται· οἷον· ὄκνος· ὀκνηρός· ὀκνῶ, ῥῆμα· ὀκτὼ, ἐπὶ ἀριθμοῦ· Ὀκτώβριος, μήν· ὀκλάζω, τὸ συγκάθημαι, καὶ τὸ ἀποκάμνω, ὅθεν καὶ ὀκλασμός· ὀκλα‐ | |
10 | δίας, θρόνος· ὀκρίβας, ὁ ὑψηλὸς τόπος, καὶ κλίνεται ὀκρί‐ βαντος· ὀκριόεις, ὁ φρικώδης· ὁκοῖον, τὸ ὁποῖον, Ἰωνικῶς· καὶ τὰ λοιπά. Πλὴν τοῦ ὠκὺς, ὁ ταχύς· ὠκεῖα, ἡ ταχεῖα· καὶ ὠκέως, | |
ἐπίῤῥημα· ὠκεανὸς, ὁ τὴν γῆν κυκλῶν ποταμός· ὠκεάνειον | 98 | |
99 | ῥεῦμα· ὠκεανίτις ῥοή· ὤκιμον, φυτὸν, τὸ βασιλικόν· καὶ ὅσα ἀπὸ τοῦ ὠκύς· ὠκύμορος, ὁ ταχυθάνατος· ὠκυπόρος, καὶ ὠκύαλος ναῦς, ἡ ταχεῖα. Τὸ ο πρὸ τοῦ λ σμικρύνεται· οἷον· ὀλίγον· ὀλιγωρῶ, | |
5 | ῥῆμα· ὀλιγοδρανῶ, τὸ λειποψυχῶ· ὀλιγωρῶ, τὸ κατα‐ φρονῶ· ὀλίγωρος· ὀλιγωρία· ὄλλω, τὸ ἀπόλλω· ὀλετήρ· ὀλοφώϊος θὴρ, ὁ τοὺς ἄνδρας ἀπόλλων· ὀλολύζω, τὸ θρηνῶ· ὀλολυγμὸς, ὁ θρῆνος· Ὄλυμπος, ὁ οὐρανὸς, καὶ ὄνομα ὄρους· ὄλυνθος, τὸ ἄγριον σῦκον, καὶ ὄνομα πόλεως· ὄλλυρα, ἡ | |
10 | κριθή· ὅλος, ὁ πεπληρωμένος· ὁλοκαύτωμα, ἡ θυσία· ὄλεθρος· ὀλέθριον· ὄλισθος, τὸ πτῶμα· ὀλισθαίνω· ὀλισθηρός· ὁλκὰς, ἡ ναῦς, καὶ κλίνεται ὁλκάδος· ὅλμος, ἡ ἴγδη· Ὁλο‐ φέρνης, κύριον· ὁλοὸς, ὁ ὀλέθριος· καὶ τὰ λοιπά. Πλὴν τοῦ ὠλένη, ἡ ἀγκάλη· ὠλέκρανον, ὁ ἀγκών· ὤλη, | |
15 | αὔλαξ· ὠλεσίκαρπος ἰτέα· καὶ ὅσα παρῳχημένων, ὤλεσα, ὠλώλειν· καὶ τὰ λοιπά. | |
Τὸ ο πρὸ τοῦ μ σμικρύνεται· οἷον· ὁμοῦ· ὁμόσε, τὸ αὐτό· | 99 | |
100 | ὅμαιμος καὶ ὁμαίμων, ὁ ἀδελφός· ὁμωρῶ, τὸ πλησιάζω ὅμορος, ὁ πλησιαστής· ὁμίχλη· ὁμιχλώδης ἀήρ· ὄμμα, ὁ ὀφθαλμός· ὅμιλος, τὸ πλῆθος· ὀμόω, ὀμῶ, τὸ ὀμνύω· ὅμοιος· ὁμοιότης· ὄμβρος· ὀμβριμαῖον ὕδωρ· ὄμαδος, ὁ θόρυβος· | |
5 | Ὅμηρος, κύριον, καὶ ἡ ὄψιδα ἰδιωτικῶς εἰπεῖν· ὁμοκλὴ ἡ ἀπειλή· ὀμόργνυμι, τὸ ἀποσπογγίζω· ὁμῶς, ἀντὶ τοῦ ὁμοίως. Πλὴν τοῦ ὠμὸς, ὁ ἀπηνής· ὠμὸς, ὁ ἀνέψητος· ὠμοφά‐ γος θὴρ, καὶ ὠμηστὴς, ὁ τὰ ὠμὰ ἐσθίων· ὠμογέρων ὁ | |
10 | ἀώρως γηράσας· ὦμος, μέρος τοῦ σώματος· ὠμίζω, τὸ βα‐ στάζω· ὠμισθὴς, ὁ ἀχθοφόρος· ὠμοβόειον δέρμα, τὸ ἀπὸ νεοσφαγοῦς βοός· καὶ ὦμοι, ἀντὶ τοῦ φεῦ μοι. Τὸ ο πρὸ τοῦ ν σμικρύνεται· οἷον· ὄνειρος· ὀνειρώττω· ὀνειροπολῶ· ὄνος, ὁ ἀείδαρος· ὀνηλάτης, ὁ τοὺς ὄνους | |
15 | ἐλαύνων· ὄναγρος, ὄρειον ζῶον· ὄνυξ, ὄνυχος· ὀνῶ, τὸ ὠφελῶ· | 100 |
101 | ὄνειαρ, τὸ ὄφελος· ὀνειδίζω· ὀνειδισμός· ὄνθος, ἡ κόπρος καὶ τὰ λοιπά. Πλὴν τοῦ ὠνῶ, τὸ ἀγοράζω· ὠνὴ, ἡ ἀγορασία· ὠνητὸς, ὁ ἠγορασμένος· ὤνιον, τὸ ὠνούμενον· καὶ ὠνθυλευμένος, ὁ | |
5 | κόπρου πεπλησμένος· ὁ Δαμασκηνὸς τὸ ὀνθυλευμένος μικρὸν γράφει. Τὸ ο πρὸ τοῦ ξ σμικρύνεται· οἷον· ὀξύς· ὀξύνεται· ὀξύνω· ὀξέως, ἐπίῤῥημα· ὀξυδερκὴς, ὁ βλεπτικώτατος· ὄξος· ὀξῶδες· ὀξίνης οἶνος, ὁ ὀξώδης· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ Ὦξος, ὄνομα ποταμοῦ. Τὸ ο πρὸ τοῦ π διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· ὀπίσω· ὄπισθεν· ὀπισθότονος, εἶδος νόσου· ὁπότε· ὁπηνίκα· ὀπὸς, τὸ γάλα· ὀπὴ, ἡ τρύπα· ὄπις, ἡ ἐπιστροφή· ὀπώρα· ὀπω‐ ρισμὸς, ὁ θερισμός· ὀπωρινὸς, ὁ θερινός· ὀπτάνομαι, τὸ | |
15 | βλέπω· ὀπτὸν κρέας· ὀπτανεῖον, τὸ μαγειρεῖον· ὁπλίτης· ὁπλιτεύω· καὶ τὰ λοιπά. Πλὴν τοῦ Ὧπος, κύριον· καὶ ὅσα ἐπὶ παρῳχημένων· ὠπόπειν· ὠπτανόμην· καὶ τὰ λοιπά. | |
Τὸ ο πρὸ τοῦ ρ σμικρύνεται· οἷον· ὁρῶ, τὸ βλέπω· ὅρασις· | 101 | |
102 | ὄραμα· ὅρος, ὁ βουνός· ὄρειος· ὀρεινός· ὀρειφοίτης, ὁ ἐν τῷ ὄρει περιπατῶν· ὅρος, ὁ ὁρισμός· ὁρίζω, τὸ περιγράφω· ὅριον, τὸ ὁροθέσιον· ὀρεὺς, ὁ ἀείδαρος, καὶ κλίνεται ὀρέως· ὀρέγομαι, τὸ ἐπιθυμῶ· ὄρεξις· ὀργίζομαι· ὀργή; ὄρνις, ὄρνιθος· | |
5 | ὄργιον, τὸ μυστήριον· ὀργυιὰ, τὸ μέτρον· ὀρθός· ὀρθιάζω· ὁρμή· ὁρμαίνω, τὸ ὁρμῶ· ὅρκος· ὁρκωμοτῶ· ὀρύσσω· ὄρυγμα· ὀρυγὴ, τὸ αὐτό· ὀριγνῶμαι, τὸ ἐπιθυμῶ· Ὀρφεὺς, κύριον· ὀρφανός· ὀρφνὴ, ἡ νύξ· ὀῤῥὸς, τὸ γάλα· ὀῤῥῶ, τὸ ταράσσω· ὀργῶ, τὸ ὁρμῶ· ὀργαίνω, τὸ αὐτό· Ὀριβάσιος, ὄνομα ἰα‐ | |
10 | τροῦ· ὀῤῥοδῶ, τὸ φοβοῦμαι· ὀρίγανον, βοτάνη· ὄροβος, ὄσπριον· ὄῤῥομαι, τὸ ἀναχείρομαι· Ὀῤῥόντης, ὄνομα πο‐ ταμοῦ· ὀρούω, τὸ ὁρμῶ· ὀρτάλιξ, ὁ στρουθός· ὅρπηξ, ὁ κλάδος· ὄροφος, ἡ στέγη· ὄρτυξ, ὄρτυγος, ζῶον· ὄρχατος, ἡ τάξις τῶν φυτῶν· ὄρχις, ὄρχεως· ὀρχοῦμαι· ὄρχησις· | |
15 | καὶ τὰ λοιπά. Πλὴν τοῦ ὥρα, ἡ φροντὶς, καὶ ὁ καιρὸς, καὶ ἡ εὐμορ‐ | |
φία· ὡραῖος, ἔγκαιρος, καὶ ὁ εὔμορφος· ὡραΐζω, τὸ καλλω‐ | 102 | |
103 | πίζω· ὡραϊσμός· ὧρος, ὁ καιρός· ὥριον, τὸ ἔγκαιρον· ὡρεῖον, τὸ σιτοδοχεῖον· ὡρολογία· ὥριμον· ὡρῶ, τὸ φυλάσσω· ὡρακιῶ, τὸ δειλιῶ· Ὠρεὸς, καὶ Ὠροπὸς, τόπος· Ὠρίων, κύριον, καὶ κλίνεται Ὠρίωνος· Ὢρ, κύριον· καὶ Ὠρείθυια, | |
5 | ὄνομα θεᾶς. Τὸ ο πρὸ τοῦ ς διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· ὅσον, τὸ ὁποῖον, καὶ τὸ πολύ· ὁσῶραι καὶ ὁσημέραι· ὄσσα, ἡ φήμη καὶ ἡ μαντεία· Ὄσσα, ὄνομα ὄρους· ὄσσος, ὁ ὀφθαλ‐ μός· Ὄσιρις, κύριον, καὶ κλίνεται Ὀσίριδος· ὀστοῦν· | |
10 | ὄστρακον· ὀσσόμενος, ὁ βλέπων· καὶ τὰ λοιπά. Πλὴν τοῦ ὡσεὶ, ἀντὶ τοῦ καθά· ὡσανεί· Ὠσηὲ, κύριον· ὠστίζω, τὸ ἀποδιώκω· ὠστὸν, τὸ ἀποδίωκτον· ὦσχος, ὁ κλάδος· ὠσχοφόρον δένδρον, τὸ κλαδηφόρον· καὶ ὦς, τὸ ὠτίον, ὃ καὶ κλίνεται ὠτός. | |
15 | Τὸ ο πρὸ τοῦ τ σμικρύνεται· οἷον· ὅττοβος, ὁ ἦχος· ὁττο‐ | |
βῶ, τὸ ἠχῶ· ὀττοτοὶ, ἐπίῤῥημα, ἀντὶ τοῦ φεῦ· ὄττα, ἡ | 103 | |
104 | φήμη καὶ ἡ μαντεία· ὀττεία, τὸ αὐτό· ὅτι· ὅτε δήποτε· ὀτρύνω· ὀτρηρὸς, ὁ σπουδαῖος· καὶ τὰ λοιπά. Πλὴν τοῦ ὠτίον, ἡ ἀκοή· ὠτακουστῶ· ὠτειλὴ, τὸ τραῦ‐ μα· ὠτὶς, ὄρνεον, καὶ κλίνεται ὠτίδος· καὶ Ὦτος κύριον, ὁ | |
5 | υἱὸς τοῦ Ἀλωέως. Τὸ ο πρὸ τοῦ φ σμικρύνεται· οἷον· ὄφις, ὄφεως· ὀφεώδης· ὄφελος· ὀφέλω, τὸ αὐξάνω· ὀφείλω, τὸ χρεωστῶ· ὀφρὺς, ὀφρύος· ὀφειλὴ καὶ ὀφείλημα, τὸ χρέος· ὄφλω καὶ ὀφλι‐ σκάνω, τὸ χρεωστῶ· ὀφφίκιον, ἀξίωμα· Ὀφνὼς, Ἑβρα‐ | |
10 | ϊκὸν ὄνομα· καὶ τὰ λοιπά. Πλὴν τοῦ ὠφελῶ· καὶ τὰ ἐξ αὐτοῦ· ὠφέλημα· ὠφέλι‐ μον· ὠφέλεια· καὶ τῶν συνθέτων, βιωφελής· ψυχωφελής· ἀνωφελής· καὶ τὰ ὅμοια. Τὸ ο πρὸ τοῦ χ σμικρύνεται· οἷον· ὀχυρόν· ὀχύρωμα· | |
15 | ὀχεὺς, ἡ κλεὶς καὶ ὁ δεσμός· ὄχος, τὸ ἅρμα· ὀχοῦμαι, τὸ ἐπιβαίνω· ὀχεία, ἡ ἐπίβασις· ὄχημα, τὸ ἐπιβαινόμενον· ὄχλος· ὀχλῶ, τὸ θορυβῶ· ὀχλίζω, τὸ κινῶ· ὄχθη, τὸ χεῖλος τοῦ ποταμοῦ· ὄχνη, ἡ ἀπιδέα· ὀχμάζω, τὸ κρεμῶ· καὶ τὰ | |
λοιπά. | 104 | |
105 | Πλὴν τοῦ ὠχρός· ὠχρότης· ὠχρία, τὸ αὐτό· ὠχρίασις· ὠχριῶ, ῥῆμα· καὶ ὅσα ἐπὶ παρῳχημένων· ᾠχόμην· ὠχύ‐ ρωκα· καὶ τὰ ὅμοια. Τὸ ο πρὸ τοῦ ψ σμικρύνεται· οἷον· ὀψὲ, τὸ μόλις· ὀψίζω, | |
5 | τὸ βραδύνω· ὀψιὰ, ἡ βραδύτης· ὄψις, ὄψεως· ὄψον, τὸ προσφάγιον· ὀψάριον· ὀψώνιον· ὂψ, ἡ φωνή· καὶ τὰ λοιπά. Πλὴν τοῦ ὢψ, ὁ ὀφθαλμὸς, ὃ καὶ κλίνεται ὠπός. | |
8t | ἈΡΧΗ ΤΟΥ Π. | |
9 | Πᾶσα λέξις ἀπὸ τῆς πε συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
10 | ε ψιλοῦ γράφεται· οἷον· πένης· πενητεύω· πενητεία· πέτρα· πετρώδης· πέπερι· πέλω, τὸ ὑπάρχω· πελάζω, τὸ πλη‐ σιάζω· πέλας, ἐπίῤῥημα, ἀντὶ τοῦ πλησίον· πέδη, ὁ δεσμός· πεδῶ, τὸ δεσμῶ· πέζα, ὁ ποῦς· πεζός· πεζεύω· πεζοπορία· πέδον, τὸ γήδιον· πεδίον, τὸ αὐτό· πεδιὰς, ἡ ὁμαλὴ γῆ· πεδι‐ | |
15 | νὸς τόπος, ὁ ὁμαλός· πέδιλον, τὸ ὑπόδημα· πέλεια, ἡ | 105 |
106 | περιστερά· Πελίας, κύριον· πελιδνὸν, τὸ μέλαν· Πέλοψ, κύ‐ ριον, καὶ κλίνεται Πέλοπος· πελώριος, ὁ μέγας· πέμμα, ὁ πλακοῦς· πέπων, ὁ προσφιλής· περαιτέρω, τὸ μακράν· πε‐ ρόνη, ἡ σοῦβλα· Πέρσης, ὁ Τοῦρκος· Περσὴς, κύριον, | |
5 | καὶ κλίνεται Περσέως· περσέα, ἡ ῥοδακινέα· πέτηλον, τὸ φύλλον· πέττω, τὸ χωνεύω· πεσσὸς, τὸ ταυλίον· Περικλῆς καὶ Πελεγρῖνος, κύρια· περὶ, πρόθεσις, καὶ τὰ ἐξ αὐτῆς· περίλυπος· περιώδυνος· περιφρονῶ, τὸ καταφρονῶ· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ παῖς, παιδός· παιδίον· παιδάριον· παιδίσκη, ἡ δούλη· παιδεύω· παιδεία, ἡ παίδευσις· καὶ παιδιὰ, ὀξυτόνως, τὸ παίγνιον· παιδαγωγῶ· παιδαγωγία· παίζω· παῖγμα· παιγνήμων, ὁ παικτικός· Παίονες, οἱ Βουλγάροι· Παιονία, ἡ Βουλγαρία· παιὰν, ὕμνος, καὶ κλίνεται παιᾶνος· παιανίζω, | |
15 | τὸ ὑμνῶ· Παιανιεὺς, ἐπώνυμον· παιπάλη, ἡ στακτὴ, καὶ | 106 |
107 | ἄλευρον λεῖον· παίπαλον, τὸ κατάξηρον· παίω, τὸ τύπτω· καὶ παιφάσσω, τὸ ὁρμῶ. Πᾶσα λέξις ἀπὸ τῆς πλε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· πλέω· πλέον, τὸ περισσότερον· | |
5 | πλέκω· πλέγμα· πλεκτάνη, τὸ αὐτό· πλέθρον, μέτρον γῆς· καὶ τὰ λοιπά. Πλὴν τοῦ πλαίσιον, τὸ πλάγιον. Τὸ πνέον διὰ τοῦ ε ψιλοῦ γράφεται. Πᾶσα λέξις ἀπὸ τῆς πρε συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
10 | ε ψιλοῦ γράφεται· οἷον· πρέπον, τὸ ἁρμόδιον· πρεπῶδες, τὸ αὐτό· πρέμνος, ὁ κλάδος· πρεσβεύω, τὸ παρακαλῶ· πρε‐ σβεία, ἡ παράκλησις· πρέσβις, ὁ παρακλήτωρ· πρέσβυς, | |
ὁ γηραιός· πρέσβειρα, ἡ γηραιά· καὶ τὰ λοιπά. | 107 | |
108 | Πλὴν τοῦ πραίτωρ, πραίτωρος, ἀξίωμα· πραιπόσιτος· πραιτώριον· καὶ πραῖδα, ἡ λῃστεία, καὶ ἡ κλωπὴ, καὶ τὰ ἑξῆς. Πᾶσα λέξις ἀπὸ τῆς πτε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε | |
5 | ψιλοῦ γράφεται· οἷον· πτελέα, δένδρον· πτερόν· πτέρυξ· καὶ τὰ λοιπά. Πλὴν τοῦ πταίω, καὶ πταῖσμα, διὰ διφθόγγου. Τὰ ἀπὸ τῆς πι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα γρά‐ φεται· οἷον· πίστις· πιστεύω· πίπτω· πίνω· πῖνος, ὁ ῥύπος· | |
10 | πιναρὸν, τὸ ῥυπαρόν· πίτυρον, ἀφ’ οὗ καὶ πιτυρίας ἄρτος, ὁ κιβαρός· πίτυς, δένδρον, καὶ κλίνεται πίτυος· πῖον, τὸ λιπαρόν· πιαίνω, τὸ λιπαίνω· πῖαρ, τὸ λίπος· πίθος· πι‐ θάκνη, ὁ μικρὸς πίθος· πίσσα, ἡ μέλαινα· καὶ Πίσα, χώρα, | |
ὅθεν καὶ Πισαῖος ἀνήρ· Πισιδία, χώρα· Πισίδης ἀνήρ· πίναξ, | 108 | |
109 | τὸ πινακίδιον, καὶ κλίνεται πίνακος· πίδαξ, ἡ πηγή· πιδύω, τὸ ἀναβρύω· πιέζω, τὸ συντρίβω· πιεσμὸς, ἡ σύν‐ θλιψις· πιθανὸς, τὸ ἐγγὺς ἀληθείας· πιθανότης· πίθηξ, ὁ πιτζᾶς· πίθηκος, ὁ ἀρκοβυζιανός· Πιερία, ὄρος· πίειρα γῆ, ἡ | |
5 | λιπαρά· πιμελὴ, τὸ λῖπος· Πίτης, ὄνομα· πιλῶ, τὸ σφίγ‐ γω, ὅθεν καὶ πιλωτόν· καὶ πίλος, τὸ κέντουκλον· πιλίον, τὸ αὐτό· πίννα, ζῶον θαλάσσιον· Πίνδαρος, κύριον· πίσυνος, ὁ θαῤῥῶν· πιμπρῶ, τὸ καίω· πίμπλαμαι, τὸ γεμίζομαι· Πίδνος, πόλις· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ πηγή· πηγαῖον ὕδωρ, καὶ πηγιμαῖον· πηγάζω, τὸ βρύω· πήγανον, βοτάνη· Πήγασος καὶ Πήδασος, ὀνόματα ἵππων· πήσσω, τὸ πηγνύω· πήγνυμι, τὸ αὐτό· πηδῶ· πή‐ δημα· πηλός· πήλινον, τὸ ἀπὸ πηλοῦ· Πηλεὺς, κύριον, καὶ κλίνεται Πηλέως· Πηλείδης, ὁ υἱὸς τοῦ Πηλέως· Πήλιον, | |
15 | ὄρος· πηλίκον, τὸ μέγα· πηλικότης· Πελούσιον, τόπος· Πη‐ λουσιώτης ἀνήρ· πῆμα, βλάβος· πημονὴ, τὸ αὐτό· πη‐ μαίνω, τὸ βλάπτω· Πηνειὸς, ποταμός· Πηνέλεως, κύριον· καὶ Πηνελόπη, θηλυκόν· πηνήκη, τὸ κεφαλοδέσμιον· πήληξ, | |
ἡ περικεφαλαία· πήρα, τὸ σακούλλιον· πηρὸς, ὁ τυφλός· | 109 | |
110 | πήρωσις, ἡ τύφλωσις· πηδάλιον, τὸ αὐχένιον τῆς νηός· πηλαμὶς, ἰχθύς· πηὸς, ὁ συγγενής· πηγυλὶς, ὁ πάγος· πη‐ γὸς, ὁ εὐτραφής· καὶ πὴ ἀντὶ τοῦ δή· καὶ ἕτερα. Δίφθογγα δὲ ταῦτα· πεῖνα, ὁ λιμός· πεινῶ, ῥῆμα· | |
5 | πεῖρος, ἡ ἀπόπειρα· πειρῶμαι· πειρασμός· καὶ πειρατή‐ ριον· πειρατὴς, ὁ κουρσάριος· Πειραιεὺς, λιμὴν ἐν Ἀθή‐ ναις, καὶ κλίνεται Πειραιέως· πείθω, τὸ καταπείθω· πειθὼ, θηλυκὸν, ἡ κατάπεισις· πεῖσις, τὸ αὐτό· πειθήνιος, ὁ ὑπή‐ κοος· Πείσανδρος καὶ Πεισίστρατος, κύρια· πεῖσμα, τὸ | |
10 | σχοινίον· πεῖσα, ἡ τοῦ ξύλου· Πείρινθος, ἡ Ἡράκλεια· καὶ Πειρίθους, κύριον. Τὰ ἀπὸ τῆς πλι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· πλίνθος· πλινθεύω· πλινθεία· καὶ τὰ λοιπά. Πλὴν τοῦ πλῆθος· πληθύνω· πληθώρα, ἡ πλησμονή· | |
15 | πλημμελῶ, τὸ πταίω· πλημμέλημα, τὸ πταῖσμα· πλήθω, τὸ γέμω· πλήσμιον, τὸ γέμον, πλημμύρα, ἡ χύσις τοῦ ὕδα‐ τος· καὶ πλησίον, τὸ ἐγγύς. Δίφθογγα δὲ ταῦτα· πλεῖον, τὸ περισσότερον, πλείονος· | |
πλεῖστον· πλειστάκις· πλειὼν, ὁ χρόνος, καὶ κλίνεται | 110 | |
111 | πλειῶνος· πλειὰς, τὸ ἐξάστερον· Πλεισθένης καὶ Πλει‐ στώναξ, κύρια· καὶ πλεῖν, ἀντὶ τοῦ περισσοτέρως. Πᾶσα λέξις ἀπὸ τῆς πνι συλλαβῆς ἀρχομένη διὰ τοῦ ἰῶτα γράφεται· οἷον· πνίγω· πνιγηρός· πνιγμονή· πνίγος, | |
5 | οὐδέτερον, ὁ ἐκ τοῦ καύματος πνιγμός· καὶ τὰ λοιπά. Πᾶσα λέξις ἀπὸ τῆς πρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ἰῶτα γράφεται· οἷον· πρίων, πρίονος, τεκτονικὸν ἐργαλεῖον· πρὶν καὶ πρινὴ, ἀντὶ τοῦ πρότερον· πριμικήριος, ἀξίωμα· πρῖνος, δένδρον· Πρίσκος καὶ Πρίσκιλλα, κύρια· καὶ τὰ | |
10 | λοιπά. Πλὴν τοῦ πρήθω, τὸ καίω· καὶ πρηστὴρ, ὁ κεραυνός· πρηστηριάζω, τὸ φλογίζω· πρηνὴς, ὁ ἐπὶ προσώπου κείμε‐ νος· καὶ πρηὼν, ἡ ἐξοχὴ τοῦ ὄρους. Πᾶσα λέξις ἀπὸ τῆς πτι συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
15 | ἰῶτα γράφεται· οἷον· πτίλον, τὸ πτέρον· πτίσσω, τὸ τύπτω· καὶ πτισσάνη, τὸ τῆς κριθῆς πίτυρον. Πλὴν τοῦ πτηνὸν, τὸ ὄρνεον· πτῆσις, τὸ πέτασμα· καὶ | |
πτήσσω, τὸ φοβοῦμαι. | 111 | |
112 | Πᾶσα λέξις ἀπὸ τῆς πο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· πόλις· πολίτης· πόλεμος· πολεμῶ· πόθος· ποθῶ, τὸ ἀγαπῶ· ποθὴ, ἡ ἐπιζήτησις· πόνος· πονῶ· πόρνος· πορνεύω· πορνεία· ποταμός· ποταμηδὸν, ἐπίῤῥημα· | |
5 | πόρος· πορισμός· πόῤῥω, ἀντὶ τοῦ μακράν· πόμα· πόσις· Ποσειδῶν, θαλάσσης θεός· πόσις, ὁ ἀνήρ· ποτὸν, τὸ πετό‐ μενον· πόκος, τὸ ποκάριον· πόλος, ὁ οὐρανός· πολῶ, τὸ ἀναστρέφομαι· Πολέμων, κύριον· πόρτις, ἡ δάμαλις· πόσα· πόα, ἡ βοτάνη· ποππύζω, τὸ κολακεύω τοὺς ἵππους· Ποτί‐ | |
10 | δαια, χώρα· πολὺς, καὶ ὅσα ἐξ αὐτοῦ· Πολύφημος· Πολύ‐ ζηλος· πολλάκις· πολλοστὸν, τὸ ἐλάχιστον· πολλοστημό‐ ριον, τὸ μικρὸν μέρος· καὶ ὅσα ἐκ τοῦ ποῦς, ποδός· ποδήνε‐ μος, ὁ ταχύπους· ποδοκάκη καὶ ποδοστράβη, ὁ τῶν ποδῶν δεσμός· καὶ τὰ λοιπά. | |
15 | Πλὴν τοῦ πῶλος, ὁ ἀείδαρος· πωλεύω· πωλεία, ἡ τῶν πώλων παίδευσις· πωλοδάμνης, ὁ τοὺς πώλους δαμάζων· πωλοδαμνῶ, ῥῆμα· πώγων, τὸ γένειον, καὶ κλίνεται πώ‐ | |
γωνος· πωγωνίτης, ὁ γενειήτης· πωγωνίας ἀστήρ· πωλῶ, | 112 | |
113 | τὸ πιπράσκω· πωλητήριον, τὸ πρατήριον· πῶμα, τὸ σκέ‐ πασμα πωμάζω, τὸ σκεπάζω· πῶϋ, τὸ ποίμνιον· πῶρος, ὁ λίθος· πώρωσις, ἡ ἀπολίθωσις· πώρινος, ὁ λίθινος· Πῶρος, ὄνομα κύριον· πωλέσκω, ῥῆμα, τὸ ἀναστρέφομαι· καὶ τὰ | |
5 | ὅμοια. Πᾶσα λέξις ἀπὸ τῆς πλο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· πλοκή· πλόκιον, τὸ πλέγμα· πλόος, ὁ πλοῦς· πλόϊμος, ὁ ἄνεμος· καὶ τὰ λοιπά. Πλὴν τοῦ πλώϊμος, ὁ κωπηλάτης· πλωτὴρ, ὁ πλέων, | |
10 | καὶ κλίνεται πλωτῆρος· πλωτὸν πέλαγος, τὸ πλεόμενον· πλωΐζω, τὸ πλέω· καὶ Πλωτῖνος, κύριον. Πᾶσα λέξις ἀπὸ τῆς προ συλλαβῆς ἀρχομένη διὰ τοῦ μικροῦ γράφεται· οἷον· πρότερος· πρόεδρος· προτερεύω· προεδρεύω· προεδρία· πρόβατον· προβατεὼν, ὁ τόπος τῶν | |
15 | προβάτων· πρόσωπον· πρὸξ, ἡ ἔλαφος, καὶ κλίνεται προκός· Πρόκνη καὶ Πρόκνος, ὀνόματα κύρια· πρόμος, ὁ πρόμα‐ χος· καὶ ὅσα ἐκ τῆς προ προθέσεως· προπάτωρ· πρότονον, τὸ σχοινίον· προτέμνια, τὸ πρόναον· προθέλυμνον, τὸ πρόῤ‐ ῥιζον· προβοσκὶς, ἡ τοῦ ἐλέφαντος μύτης· προγάστωρ, | |
20 | ὁ μεγαλόκοιλος· προτροπάδην, ἐπίῤῥημα, ἀντὶ τοῦ προτρε‐ | |
πτικῶς· καὶ τὰ λοιπά. | 113 | |
114 | Πλὴν τοῦ πρῶτος· πρωτεύω, ῥῆμα· πρωτεῖον, ἡ νίκη· πρώτιστος· πρωτόλειον, τὸ ἔκκριτον τῆς λαφυραγωγίας· Πρωτεσίλαος, καὶ Πρωταγόρας, καὶ Πρωτεὺς, ὀνόματα κύρια. | |
5 | Πᾶσα λέξις ἀπὸ τῆς πτο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· Πτολεμαῖος, κύριον· Πτολεμαῒς, χώρα· Πτολίεθρον, ἡ πόλις· καὶ πτόρθος, ὁ κλάδος. Πλὴν τοῦ πτωχός· πτωχεύω· πτωχεία· πτώσσω, τὸ φοβοῦμαι· καὶ πτὼξ, ὁ λαγωὸς, καὶ κλίνεται πτωκός· | |
10 | πτῶμα· πτῶσις· καὶ ἕτερα. Πᾶσα λέξις ἀπὸ τῆς πυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ | |
ψιλοῦ γράφεται· οἷον· πύλη· πυλωρός· πυλὼν, πυλῶνος· | 114 | |
115 | πῦρ, πυρός· πυρκαϊὰ, ἡ φλόξ· πυρπολῶ, καὶ πυρακτῶ, τὸ φλέγω· πύθομαι, τὸ ἀκούω, καὶ μανθάνω· Πυθαγόρας, κύριον· Πύθιος, ὁ Ἀπόλλων· πυθμὴν, τὸ βάθος, καὶ κλίνε‐ ται πυθμένος· πυκινὸν, τὸ πυκνόν· πύματον, τὸ ἔσχατον· | |
5 | πύον, τὸ ἕλκος, καὶ κλίνεται πύου· Πύλος, νῆσος, ὅθεν καὶ Πύλιος Νέστωρ· Πυλάδης, κύριον· καὶ πυξὶς, ἡ βί‐ βλος, ἡ γενικὴ πυξίδος· πυξίον, τὸ αὐτό· πὺξ, ὁ γρόνθος, ὅθεν καὶ πυγμή· καὶ πυγμάχος, ὁ μετὰ τοῦ γρόνθου μαχό‐ μενος· πυῤῥίχη, εἶδος ὀρχήσεως· Πύῤῥος, κύριον· πυρὸς, ὁ | |
10 | σίτος· πυῤῥάκης, ὁ πυῤῥός· πυῤῥωπὸς, ὁ πυῤῥοὺς ἔχων ὀφθαλμούς· πυῤῥαμὶς, τὸ ἐκ πλατέος εἰς ὀξὺ λῆγον· Πυ‐ ρήνη, ὄρος· πυγὴ, ἡ ἕδρα τοῦ σώματος· καὶ τὰ λοιπά. Πλὴν τοῦ ποιῶ· ποίησις· ποίημα· ποιητής· ποιητικός· | |
ποιὸν, οὐδέτερον· ποιότης, ἡ γεῦσις· ποῖος, ὁ ποταμός· | 115 | |
116 | ποικίλος· ποικιλία· ποικίλλω, ῥῆμα· ποιμὴν, ποιμένος· ποιμαίνω, ῥῆμα, τὸ βόσκω· ποίμνη, τὸ πλῆθος τῶν προ‐ βάτων· ποιμνίον, τὸ αὐτό· ποινὴ, ἡ τιμωρία· ποινηλατῶ, τὸ τιμωροῦμαι· ποία, ἡ βοτάνη, ὅθεν καὶ ποιῆεν γήδιον, τὸ | |
5 | βοτανῶδες· Ποίας, κύριον, καὶ κλίνεται Ποίαντος· καὶ ποῖ, ἀντὶ τοῦ ποῦ. Πᾶσα λέξις ἀπὸ τῆς πλυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· πλύνω· πλύσις· πλυτήρ· πλυνὸς, ἡ λεκάνη· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ πλοῖον, τὸ καράβιον. Πᾶσα λέξις ἀπὸ τῆς πνυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· πνὺξ, θηλυκὸν ὄνομα, τὸ ἐν Ἀθή‐ ναις βουλευτήριον, καὶ κλίνεται πνυκὸς, ὅθεν καὶ πεπνυ‐ μένος, ὁ φρόνιμος. | |
15 | Πνοιὴ, ἡ πνοὴ, διὰ τῆς οι διφθόγγου γράφεται. Πᾶσα λέξις ἀπὸ τῆς πρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· πρύμνη, τὸ πέρας τῆς νηός· ὅθεν καὶ πρυμνήσια σχοινία· πρύτανις, ὁ παροχεύς· πρυτανεύω, | |
τὸ παρέχω· καὶ τὰ λοιπά. | 116 | |
117 | Πλὴν τοῦ προῖξ, προικός· Προικόνησος, νῆσος καὶ κύριον· Προῖτος, ὄνομα κύριον. Πᾶσα λέξις ἀπὸ τῆς πτυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· πτύον, τὸ πτυάριον· πτύσσω, τὸ | |
5 | συστέλλω· πτὺξ, ἡ σανὶς τοῦ βιβλίου, καὶ κλίνεται πτυχός· πυκτίον, τὸ βιβλίον, καὶ κλίνεται πυκτίου· καὶ πυκτὶς, τὸ αὐτὸ, καὶ κλίνεται πυκτίδος· καὶ τὰ λοιπά. Πλὴν τοῦ πτοία, ὁ φόβος, καὶ πτοιαλέος, ὁ περίφοβος. | |
9t | ἈΡΧΗ ΤΟΥ Ρ. | |
10 | Πᾶσα λέξις ἀπὸ τῆς ρε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· ῥέω, τὸ χέω· Ῥέα, ὄνομα θεᾶς Ἑλλη‐ | |
νικῆς· Ῥεβέκκα, κύριον· ῥέζω, τὸ πράττω, ὅθεν καὶ ῥέκτης· | 117 | |
118 | ῥεγεὼν, μέρος τῆς πόλεως, καὶ κλίνεται ῥεγεῶνος· ῥέε‐ θρον, τὸ ῥεῖθρον· ῥέθος, τὸ μέλος· καὶ τὰ λοιπά. Πλὴν τοῦ ῥαίνω, τὸ χέω· Ῥαιδεστὸς, πόλις· Ῥαιδεστη‐ νὸς ἀνήρ· ῥαιβὸς, ὁ στραβός· ῥαιφερενδάριος, καὶ ῥαίκτωρ, | |
5 | ἀξίωμα· ῥαίω, τὸ φθείρω· ῥαίστης, ὁ φθείρων· ῥαιστὴρ, ἡ σφύρα, καὶ κλίνεται ῥαιστῆρος. Πᾶσα λέξις ἀπὸ τῆς ρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ἰῶτα γράφεται· οἷον· ῥέπω· ῥίμμα, ἡ ῥίψις, καὶ τὸ βέλος· ῥίψασπις, δειλὸς, ὁ ἐν πολέμῳ τὰ ὅπλα ῥίπτων ἐκ τοῦ | |
10 | φόβου καὶ φεύγων, παρὰ τὸ ῥίπτειν τὴν ἀσπίδα· ῥιψοκίν‐ δυνος, ὁ τολμηρὸς καὶ παράβουλος καὶ ἐπικίνδυνος· ῥίγος, τὸ ψύχος, ὅθεν καὶ ῥίγιστον, τὸ φρικῶδες· ῥιγεδανὸν, τὸ αὐτό· ῥιπὴ, ἡ ὁρμὴ, καὶ κλίνεται ῥιπῆς· ῥιπίζω· ῥιπὶς, | |
τὸ ῥιπίδιον, καὶ κλίνεται ῥιπίδος· ῥίζα· ῥίζωμα· ῥίνη, | 118 | |
119 | τὸ ῥινίον· ῥὶν, ἡ μύτης, καὶ κλίνεται ῥινός· ῥινηλατῶ, τὸ ἀνιχνεύω· ῥινὸς, τὸ δέρμα· ῥικνὸς, ὁ γηραιός· ῥίον, τὸ ἀκρω‐ τήριον· ῥίμφα, ἐπίῤῥημα, ἀντὶ τοῦ εὐκόλως· καὶ τὰ λοιπά. | |
5 | Πλὴν τοῦ ῥῆμα· ῥῆσις· ῥήτωρ· ῥητορεύω· ῥητορεία· ῥήτρα, ἡ ῥητορεία καὶ ὁ νόμος· ῥήγνυμι· ῥηγνύω· καὶ ῥήσσω, τὸ αὐτό· Ῥήγιον, τόπος· ῥῆγος, τὸ βαπτὸν ἱμάτιον· ῥὴξ, ὄνομα τοπάρχου, καὶ κλίνεται ῥηγός· ῥὴν, τὸ πρό‐ βατον· καὶ κλίνεται ῥηνός· Ῥῆνος, ποταμός· Ῥῆσος, κύ‐ | |
10 | ριον· ῥητίνη, ἡ ἐκ τῆς πεύκης· ῥηγμὶν, ὁ αἰγιαλὸς, καὶ κλίνεται ῥηγμῖνος· καὶ ῥηΐδιον, ἀντὶ τοῦ εὐκόλως. Δίφθογγα δὲ ταῦτα· ῥεῖθρον, τὸ ῥεῦμα· ῥεῖα, ἀντὶ τοῦ εὐκόλως· καὶ Ῥειώνη, ἐπίθετον τῆς Ἤρας. Πᾶσα λέξις ἀπὸ τῆς ρο συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
15 | ο μικροῦ γράφεται· οἷον· ῥοή· ῥόος, τὸ ῥεῦμα· ῥοώδης, ὁ | |
ῥευστός· ῥόδον· ῥοδωνιὰ, ὁ τόπος τῶν ῥόδων· ῥόθος, ὁ ἦχος· | 119 | |
120 | ῥοθῶ, τὸ ἠχῶ· ῥόθιον, τὸ κῦμα· ῥοὰ, ἡ ῥοϊδέα· ῥομφαῖα, τὸ ξίφος· Ῥοβοὰμ, κύριον· καὶ τὰ λοιπά. Πλὴν τοῦ ῥῶσις, ἡ ὑγίεια· ῥωννύω καὶ ῥώννυμι, τὸ ἐνδυναμῶ· ῥώμη, ἡ δύναμις· ῥωμαλέος, ἀνὴρ ἰσχυρός· | |
5 | Ῥώμη, πόλις· Ῥωμαῖος ἀνήρ· Ῥῶμος, Ῥωμύλος, καὶ | |
Ῥωμανὸς, κύρια· ῥώθων, ῥώθωνος· ῥὼψ, ὁ θάμνος, καὶ | 120 | |
121 | κλίνεται ῥωπός· ῥωγαλέον ἱμάτιον, τὸ διεσχισμένον· Ῥὼς, ὁ Ῥοῦσος· καὶ ῥωχμὴ, ἡ σχισμὴ τῆς πέτρας. Πᾶσα λέξις ἀπὸ τῆς ρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· ῥύσις, ἡ χεῦσις· ῥύαξ, τὸ ῥεῦμα, | |
5 | καὶ κλίνεται ῥύακος· ῥύσιον, τὸ λύτρον· ῥυηφανὴς, ὁ πλού‐ σιος· ῥύμη, ἡ ὀργή· ῥυμὸς, μέρος τῆς ἁμάξης· ῥυθμὸς, ἡ τάξις· ῥυθμίζω, τὸ κατατάττω· ῥυσσὸς, ὁ γηραιός· ῥυτὴρ, ὁ χαλινὸς, καὶ κλίνεται ῥυτῆρος· καὶ τὰ λοιπά. Πλὴν τοῦ ῥοῖζος, ὁ ἦχος τοῦ χρυσοῦ· ῥοιζῶ, τὸ ἠχῶ· | |
10 | ῥοιζηδὸν, ἐπίῤῥημα, ἀντὶ τοῦ μετὰ ἤχου· ῥοιβδῶ, τὸ ἠχῶ, ὅθεν καὶ ἀναροίβδησις· καὶ ῥοιὰ, ἡ ῥοϊδέα· καὶ τὰ λοιπά. | |
12t | ἈΡΧΗ ΤΟΥ Σ. | |
13 | Πᾶσα λέξις ἀπὸ τῆς σε συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
ε ψιλοῦ γράφεται· οἷον· σέβας ἡ τιμή· σεβαστός· Σεβά‐ | 121 | |
122 | στεια, πόλις· Σεβῆρος, κύριον· σέλας, οὐδέτερον, ἡ λαμ‐ πηδών· σελαγῶ, τὸ λάμπω· Σελεύκεια, πόλις· σελήνη, τὸ φέγγος· σελὶς, τὸ καταβατὸν τοῦ βιβλίου, καὶ κλίνεται σελίδος· Σεμεεὶ, καὶ Σεναχηρεὶμ, κύρια· Σεμίραμις, θηλυ‐ | |
5 | κὸν, ἐξ ἧς καὶ Σεμιράμεια τείχη· σεμνός· σεμνεῖον, τὸ μοναστήριον· καὶ τὰ λοιπά. Πλὴν τοῦ σαίνω, τὸ θέλγω· Σαίνουργος, κύριον· καὶ σαίρω, τὸ φιλοκαλῶ. Πᾶσα λέξις ἀπὸ τῆς σκε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε | |
10 | ψιλοῦ γράφεται· οἷον· σκέπη· σκεπάζω· σκέπασμα· σκέ‐ λος, μέρος τοῦ ποδός· σκελίζω· σκελιστής· σκελετὸς, ὁ κατάξηρος· σκεθρὸς, ὁ λαμπρός· καὶ τὰ λοιπά. Πλὴν τοῦ σκαιὸς, ὁ κακός· σκαιότης· σκαιουργός· σκαιωρῶ, τὸ κακουργῶ· σκαιωρία, ἡ κακουργία· καὶ | |
15 | σκαίρω, τὸ πηδῶ. Πᾶσα λέξις ἀπὸ τῆς σπε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· σπεύδω, τὸ σπουδάζω· καὶ σπένδω, τὸ θύω. | |
Πλὴν τοῦ σπαίρω, τὸ ψυχοῤῥαγῶ. | 122 | |
123 | Πᾶσα λέξις ἀπὸ τῆς στε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· στέφανος· στέφος· στεφανίτης, ὁ νικητής· στενός· στένωσις· στενοχωρία· στενωπὸς, ἡ στε‐ νορύμη· στένω, τὸ στενάζω· στεναγμός· στεῤῥός· στε‐ | |
5 | ρεός· στεροπὴ, ἡ ἀστραπή· στερίφη, ἡ στεῖρα· στεγανὸν, τὸ στερεὸν καὶ σκληρόν· Στέντωρ, κύριον, ἡ γενικὴ Στέν‐ τορος· καὶ τὰ λοιπά. Πλὴν τοῦ σταῖς, τὸ ἄλευρον, καὶ κλίνεται σταιτός· σταίτινος ἄρτος, ὁ ἐξ ἀλεύρου· σταίη, εὐκτικὸν, ἀντὶ τοῦ | |
10 | σταθείη. Τὰ ἀπὸ τῆς σι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· σιγῶ· σιγή· σιωπή· σίδηρος· σιδηρόφρακτος, ὁ ὡπλισμένος· Σιδὼν, πόλις, καὶ κλίνεται Σιδῶνος· Σίδης, | |
ἡ πόλις· Σιβύλλα, κύριον· σίελος, τὸ σάλος, σίκερα, | 123 | |
124 | πόμα σκευαστόν· σικινὶς, εἶδος ὀρχήσεως· σίκυα, τὰ τετράγγουρα, ὅθεν καὶ σικυήλατον· σίμβλον, τὸ τῶν μελισσῶν οἴκημα· σιμικίνθιον, τὸ φακιόλιον· σιμὸς, ὁ πατζός· Σιμόεις, ποταμός· σίνω, τὸ βλάπτω· σίνηπι· | |
5 | Σινώπη, χώρα· Σινωπεὺς ἀνήρ· σιπύη, ἡ ἀρτο‐ θήκη· Σιχὰρ, καὶ Σισάρα, κύρια· καὶ Σισυφός· σι‐ | |
ρὸς, ὁ λάκκος· σισύρα, ἡ γοῦνα· σῖτος, τὸ σιτά‐ | 124 | |
125 | ριον· σῖτον, τὸ βρῶμα· σίζω, τὸ ἠχῶ· σιγαλώεις, ὁ λαμπρός· καὶ τὰ λοιπά. Πλὴν τοῦ σημεῖον· σημαίνω· σήμαντρον, τὸ δήλωμα· σῆμα, τὸ μνημεῖον· σημαία, τὸ φλάμουλον· Σηλυβρία, | |
5 | καὶ Σηστὸς, πόλεις· σήθω, τὸ κοσκινίζω· σηκὸς, ὁ ναὸς καὶ ἡ μάνδρα τῶν προβάτων, ὅθεν καὶ σηκίτης ἀρνός· Σὴμ, ὄνομα Ἑβραϊκόν· σὴς, ὁ σκώληξ, καὶ κλίνεται σητός· σηπία, ἰχθύς· σήραγξ, ὁ τράφος, καὶ κλίνεται σήραγγος· καὶ σηραγγώδης τόπος· σὴρ, ὁ σκώληξ, καὶ | |
10 | κλίνεται σηρός· σηρικὸν ὕφασμα, τὸ μεταξωτόν· σησά‐ | |
μιον, τὸ τρωγόμενον· σησαμοῦντες, τὰ γλυκύσ‐ | 125 | |
126 | ματα· Σηλὼμ, ὄρος· καὶ τὰ λοιπά. Δίφθογγα δὲ ταῦτα· σείω, τὸ ταράσσω· σεισμός· σεῖ‐ στρον· σεισάχθεια, ἡ ἀπόῤῥιψις τοῦ βάρους· σειρὰ, ἡ ἅλυσις· σειραῖος δεσμός· σειρομάστιξ, ὁ λῶρος· σείριος, ὁ | |
5 | ἥλιος, καὶ ἀστήρ· σειληνὸς, ὁ Διόνυσος· σειλινὸς, ὁ γέρων· σειρὴν, σειρῆνος· καὶ σειρήνιον μέλος. Πᾶσα λέξις ἀπὸ τῆς σκι συλλαβῆς ἀρχομένη διὰ τοῦ ἰῶτα γράφεται· οἷον· σκιά· σκιάδιον· σκιώδης τόπος· σκιακὸς, τὸ αὐτό· σκιαγραφία, ἡ προτύπωσις· σκίμπους, | |
10 | ὁ κράβατος· σκίῤῥος, ὁ γύψος, ὅθεν καὶ σκίῤῥωμα, νόσος· Σκίτης, ὄνομα ὄρους· καὶ τὰ λοιπά. Πλὴν τοῦ σκηνῶ, τὸ κατοικῶ· σκηνὴ, ἡ κατοικία, καὶ ἡ καλύβη· σκηνίτης, ὁ ἐν σκηνῇ οἰκῶν· σκηνοῤῥάφος, ὁ σκηνὰς ῥάπτων, ἤγουν τέντας· σκῆπτρον, ἡ βασιλικὴ | |
15 | ῥάβδος· σκηπτοῦχος, ὁ βασιλεύς· σκηπτὸς, ὁ κεραυνός· | |
σκῆψις, ἡ πρόφασις· σκήπτομαι, τὸ προφασίζομαι, ὅθεν | 126 | |
127 | καὶ ἐπισκήπτω, τὸ παραγγέλλω· σκήπων, ἡ ῥάβδος, καὶ κλίνεται σκήπωνος· καὶ σκηρίπτω, τὸ ἐπιστηρίζομαι. Σκληρός· σκληρότης· σκληροκάρδιος· σκληρύνω· καὶ τὰ ὅμοια διὰ τοῦ ἦτα γράφεται. | |
5 | Σκνὶψ, ὄρνεον, ἀλλὰ καὶ ζωΰφιον, καὶ κλίνεται σκνι‐ πός· διὰ τοῦ ἰῶτα γράφεται. Πᾶσα λέξις ἀπὸ τῆς σμι συλλαβῆς ἀρχομένη διὰ τοῦ ἰῶτα γράφεται· οἷον· σμιλεύω· σμιλεία, ἡ σμίλευσις· σμιλίον, ἐργαλεῖον· σμίλη, τὸ αὐτό· σμίλαξ, φυτόν· | |
10 | σμινύη, γεωργικὸν ἐργαλεῖον· καὶ τὰ λοιπά. Πλὴν τοῦ σμήχω, τὸ καθαίρω· σμῆξις, ἡ κάθαρσις· σμῆγμα· σμῆνος, τὸ πλῆθος, κυρίως τῶν μελισσῶν· καὶ | |
σμηνηδὸν, ἐπίῤῥημα, ἀντὶ τοῦ κατὰ πλῆθος. | 127 | |
128 | Τὰ ἀπὸ τῆς σπι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα γράφεται· οἷον· σπῖλος, ὁ ῥύπος· σπιλῶ, ῥῆμα, τὸ ῥυπῶ· σπιλὰς, πέτρα θαλασσία, καὶ κλίνεται σπιλάδος· σπιθα‐ μὴ, ἡ τῆς χειρὸς, ὅθεν καὶ σπιθαμιαῖος, ὁ μικρός· σπίνος, | |
5 | ὄρνεον· καὶ τὰ λοιπά. Πλὴν τοῦ σπήλαιον· σπήλυγξ, τὸ αὐτὸ, καὶ κλίνεται σπήλυγγος. Δίφθογγα δὲ ταῦτα· σπείρω· σπεῖρα, τὸ πλῆθος· σπεῖρα, ἡ τοῦ ὄφεως συστροφή· σπείρημα, τὸ αὐτό· σπειρηδόν, | |
10 | ἐπίῤῥημα· σπείδομαι, τὸ φιλιοῦμαι· καὶ σπεῖος, τὸ σπήλαιον· καὶ τὰ λοιπά. Τὰ ἀπὸ τῆς στι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ι γράφεται· οἷον· στίβος, ἡ ὁδός· στιβεία, τὸ αὐτό· στίζω, τὸ μαστίζω. Στείβω δὲ, δίφθογγον, τὸ περιπατῶ· στιβεύω δὲ, ἰῶτα, | |
15 | ἀπὸ τοῦ στίβος, ἡ ὁδός· στικτόν· στιγμή· στιγματίας, ὁ κατεστιγμένος· στῖφος, τὸ πλῆθος· στὶξ, ἡ τάξις· στιχη‐ δὸν, ἀντὶ τοῦ κατὰ τάξιν· στιβαρὸν, τὸ ἰσχυρόν· στιβὰς, τὸ πιλωτὸν, καὶ κλίνεται στιβάδος· στίλβω· στιλβη‐ | |
δὼν, ἡ λαμπηδών· καὶ τὰ λοιπά. | 128 | |
129 | Πλὴν τοῦ στῆθος, μέρος τοῦ σώματος· στηθύνιον, τὸ αὐτό· στήλη· στηλιτεύω· στήμων, τὸ στημόνιον, καὶ κλί‐ νεται στήμονος· Στησίχορος, κύριον· καὶ στήκω, ἀντὶ τοῦ ἵσταμαι. | |
5 | Δίφθογγα δὲ ταῦτα· στεῖρα γυνή· στείρωσις· στειρεύω· Στείριον, τόπος· στείχω, τὸ πορεύομαι· στειπνὸν, τὸ βάσιμον· στεινὸς, ὁ στενός· καὶ στείλω, ἐπὶ μέλλοντος, ἀντὶ τοῦ ἀποστείλω. Πᾶσα λέξις ἀπὸ τῆς σφι συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
10 | ἰῶτα γράφεται· οἷον· σφὶγξ, σφιγγὸς, ζῶον· σφίγγω· σφίσιν, ἀντὶ τοῦ αὐτοῖς· καὶ τὰ λοιπά. Πλὴν τοῦ σφὴξ, ἡ ἀγρία μέλισσα, καὶ κλίνεται σφηκὸς, ὅθεν καὶ σφηκώδης, ὁ μέσον ἰσχνός· σφηκόω, τὸ δεσμῶ· καὶ σφήκωμα· σφῆνος, τὸ σφηνάριον, ὅθεν καὶ σφηνοπώ‐ | |
15 | γων, ὁ ὀξυγένειος· Σφηττὼ, φυλὴ, ὅθεν καὶ Σφήττιον ὄξος, τὸ δριμύ· σφῆσιν, ἀντὶ τοῦ αὐταῖς, θηλυκόν· καὶ σφηλῶ, ἐπὶ μέλλοντος, ἀντὶ τοῦ σφαλῶ. Πᾶσα λέξις ἀπὸ τῆς σχι συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
ἰῶτα γράφεται· οἷον· σχίζω· σχίζα· σχίδαξ, τὸ κόμμα | 129 | |
130 | τοῦ ξύλου, καὶ κλίνεται σχίδακος· σχῖνος, φυτόν· καὶ τὰ λοιπά. Πλὴν τοῦ σχῆμα· σχηματίζω· σχηματισμός· καὶ σχή‐ σω, ἀντὶ τοῦ κρατήσω, ἐπὶ μέλλοντος. | |
5 | Πᾶσα λέξις ἀπὸ τῆς σο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· σοβαρὸς, ὁ κενόδοξος· σοβαρότης, ἡ κενοδοξία· σολοικίζω· σολοικισμός· Σόδομα, τόπος· Σοδο‐ μίτης ἀνήρ· Σόλυμα, τόπος· Σολομὼν, Σολομῶντος· σο‐ ρὸς, θηλυκὸν, ὁ τάφος· σοφός· Σόφιλος, Σοφοκλῆς, καὶ | |
10 | Σοφονίας, κύριον· σόλος, ὁ δίσκος· καὶ τὰ λοιπά. Πλὴν τοῦ σώζω· σωτήρ· σώτειρα, θηλυκόν· σῶστρον· σώφρων· σωφρονῶ· σωφροσύνη· σῶμα· σωμασκίας, ὁ κατάσαρκος· σωλὴν, σωλῆνος, τὸ σωληνάριον· Σωκρά‐ | |
της, Σωσίπατρος, Σώπατρος, Σωσθένης, καὶ Σώζων, | 130 | |
131 | κύρια· καὶ Σωσίκλης· Σωσάννα, θηλυκόν· σῶος, ὁ ὑγιής· σωρὸς, τὸ πλῆθος· σωρεύω· σωρεία· Σώμανα, τόπος, ὅθεν καὶ Σωμανῖτις γυνή· καὶ Σῶκος, ὁ Ἑρμῆς. | |
4t | ἈΡΧΗ ΤΟΥ Τ. | |
5 | Πᾶσα λέξις ἀπὸ τῆς τε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· τέλος· τέλειον· τελετὴ, τὸ μυστή‐ ριον· τέμνω, τὸ κόπτω· τέκος, τὸ τέκνον· τέγος, τὸ στέ‐ γος· τέθριππον, τὸ ἅρμα· τελαμὼν, κύριον, καὶ ὁ λῶρος, καὶ κλίνεται τελαμῶνος· Τελχὶν, δαίμων φθονερὸς, καὶ | |
10 | κλίνεται Τελχῖνος· τέμαχος, τὸ κομμάτιον· τέρας, τὸ σημεῖον· καὶ τεράστιον· τερέβινθος, δένδρον· τέρετρον, τὸ τρυπάνιον· καὶ τὰ λοιπά. Πλὴν τοῦ ταινία, ὁ στέφανος· ταινιῶ, τὸ στεφανῶ· καὶ Ταίναρον, τὸ ἀκρωτήριον τῆς Λακωνικῆς. | |
15 | Πᾶσα λέξις ἀπὸ τῆς τρε συλλαβῆς ἀρχομένη διὰ | 131 |
132 | τοῦ ε ψιλοῦ γράφεται· οἷον· τρέπω· τρεπτόν· τρέμω· καὶ τὰ λοιπά. Πᾶσα λέξις ἀπὸ τῆς τι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται· οἷον· τιμή· τιμῶ· τιμητέος· τιμωρῶ· τιμωρία· τι‐ | |
5 | μωρὸς, ὁ κολαστὴς, καὶ ὁ βοηθός· τίκτω, τὸ γεννῶ· Τιβέριος, Τισίας, Τῖτος, καὶ Τιτυὸς, κύρια· Τίγρης, ποταμός· τίγρις, ζῶον· τιθήνη, ἡ τροφός· τιθασσὸν, τὸ ἥμερον· τιθασσεύω, τὸ ἡμερῶ· τίλλω, τὸ κόπτω· τιμαλφὲς, τὸ λαμπρόν· τίτανος, ἡ ἄσβεστος· Τιτὰν, Τιτάνος, γένος Γιγάντων· τίτλος, | |
10 | ἡ ἐπιγραφή· τίτθη, ἡ τροφός· τίω, τὸ τιμωρῶ· τίσις, ἡ τιμωρία· τιννύω, τὸ ἀνταποδίδωμι· τίννυμι, τὸ αὐτό· καὶ τὰ λοιπά. Πλὴν τοῦ τήκω, τὸ δαμάζω· τῆξις· τηκεδὼν, τὸ αὐτὸ, | |
καὶ κλίνεται τηκεδόνος· τῆλε, ἀντὶ τοῦ μακράν· τηλαύγεια, | 132 | |
133 | ἡ λαμπρότης· τηλεφανὴς, ὁ λαμπρός· Τήλεφος καὶ Τηλέ‐ μαχος, κύρια· τηλεβόας, ὁ μεγαλόφωνος· τηλεθόων, ὁ θάλ‐ λων· τηλίκον, τὸ ποταπόν· τηλικοῦτον· τηλικαύτη· τηλύ‐ γετος, ὁ μονογενής· τῆλις, εἶδος σπέρματος· τημελῶ, τὸ | |
5 | ἐπιμελοῦμαι· τημέλεια, ἡ ἐπιμέλεια· τηνάλως, ἀντὶ τοῦ μάτην· τηνεὶ, ἀντὶ τοῦ ἐκεῖ· Τῆνος, νῆσος· Τήνια σκόροδα· Τηρεὺς, κύριον· τήρων, ἀξίωμα· τηρῶ, τὸ φυλάσσω· τή‐ ρησις· τητῶ, τὸ στερίσκω· τῆτες, ἀντὶ τοῦ χθές· τητινὸς, ὁ χθεσινός· τήγανος, ἡ κάμινος· τηγανίζω· τήβεννα, τὸ | |
10 | βασιλικὸν ἱμάτιον· τηθὴ, ἡ τροφός· τηθὶς, τὸ αὐτό· καὶ τήθεα, τὰ ὄστρεα. Δίφθογγα δὲ ταῦτα· τεῖχος· τειχίζω· τειχισμός· τειχο‐ ποιΐα· τειχεσιπλήτης, ὁ Ἄρης· τείρω, τὸ δαμάζω· τείρεα, | |
τὰ ἄστρα· Τειρεσίας, κύριον· καὶ τείνω, τὸ ἐξαπλῶ. | 133 | |
134 | Πᾶσα λέξις ἀπὸ τῆς τλη συλλαβῆς ἀρχομένη διὰ τοῦ η γράφεται· οἷον· τλήμων, ὁ ὑπομονητικός· τλητὸν, τὸ ὑπομονητικόν· τληπαθῶ, τὸ κακοπαθῶ· τληπαθής· τληπά‐ θεια· καὶ τὰ λοιπά. | |
5 | Τμητικὸς, ὁ κοπτικός· τμήδην, ἀντὶ τοῦ κοπτικῶς· καὶ τμήγω, τὸ διαχωρίζω· διὰ τοῦ η γράφεται. Πᾶσα λέξις ἀπὸ τῆς τρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται· οἷον· τρίβω· τρίβος, ἡ ὁδός· τὸ τριβώνιον, τὸ παλαιὸν ἱμάτιον· τρίβαξ, ὁ ἔμπειρος· τρίβων, ὁ ἔμπειρος, | |
10 | καὶ κλίνεται τρίβωνος· τρὶς, ἀντὶ τοῦ ἐκ τρίτου· τρία, καὶ ὅσα ἐξ αὐτοῦ· τριήμερος· τριήρης, ναῦς· τριγλῶχιν ὀϊστὸς, ὁ τρεῖς ἔχων ὀξύτητας· τρίτη· τριταῖος· τριχῆ, καὶ τριχθὰ, ἐπίῤῥημα, ἀντὶ τοῦ τριπλῶς· καὶ τὰ λοιπά. Πλὴν τοῦ τρητὸν, τὸ τετρυπημένον· τρῆσις· τρήρων, | |
15 | ἡ δειλὴ περιστερὰ, καὶ κλίνεται τρήρωνος. | |
Τρεῖς ἐπὶ ἀριθμοῦ, δίφθογγον. | 134 | |
135 | Πᾶσα λέξις ἀπὸ τῆς το συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· τόπος· τοπογραφῶ· τόμος, τὸ κοντά‐ κιον· τομὸς, ὁ κοπτικός· τόκος, τὸ γέννημα· τοκετὸς, τὸ αὐτό· τοκεὺς, ὁ γεννήτωρ· τορὸν φρόνημα, τὸ μέγα· τορεύω· | |
5 | τορεῖον, ἡ κατασκευή· τοπάζω, τὸ ὑπονόω· τοπάζιον, λίθος· τόξον· τοξότης· τόνος, ἡ δύναμις· τοναῖος, ὁ ἰσχυρός· τομίας, εὐνοῦχος· τολύπη, βοτάνη· τολυπεύω, τὸ κατεργάζομαι· τονθορύζω, τὸ ὑπ’ ὀδόντα λαλῶ· τόφρα, ἀντὶ τοῦ ἐπὶ τοσοῦ‐ τον· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ τῷτοι· τῷτέως· τῷτότε· τωθάζω· τωθασμὸς, ἡ λοιδορία· Τωβὴτ, καὶ Τωβίας, κύριον· καὶ τᾠκίδιον, κατὰ συναλοιφὴν, τὸ οἰκίδιον. Τμῶμαι, τὸ κόπτω· τμώμενος, κοπτόμενος· καὶ ὅμοια· διὰ τοῦ ω μεγάλου. | |
15 | Πᾶσα λέξις ἀπὸ τῆς τρο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· τρόπος· τροπικόν· τρόμος· τρομε‐ ρός· τροφή· τροφὸς, ἡ μήτηρ· τροφεὺς, ὁ τρέφων, καὶ κλίνε‐ ται τροφέως· Τροφώνιος, κύριον, ὅθεν καὶ Τροφώνιον | |
μάντευμα· τρόπις, ξύλον τῆς νηὸς, καὶ κλίνεται τρόπεως· | 135 | |
136 | τροχός· τροχιὰ, ἡ ἁμαξικὴ ὁδός· τροχαῖος, ποῦς στίχου· τροχαλὸς, ὁ κυρτός· καὶ τὰ λοιπά. Πλὴν τοῦ τρώγω· καὶ τρωκτὸν, τὸ βρῶμα· τρώκτης, ὁ λαίμαργος· τρῶσις· τρῶμα, τὸ αὐτό· τρωτὸς, ὁ τετρωμέ‐ | |
5 | νος· Τρὼς ἀνὴρ, καὶ κλίνεται Τρωός· Τρωϊκὸν πόλισμα· Τρωάδες, γυναῖκες· τρώγλη, ἡ τρύπη, ὅθεν καὶ τρωγλίτης, καὶ τρωγλοδύτης. Σὺν τούτοις καὶ Τρώϊλος, κύριον. Πᾶσα λέξις ἀπὸ τῆς τυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· τυρός· τυρεύω, τὸ μηχανῶ, τύχη· | |
10 | τυχηρὸν σύμβαμα· τύπος· τύπωμα· τύφος, ἡ κενοδοξία· τυφομανὴς, ὁ κενόδοξος· τύφω, τὸ καίω· τυφὼν, σφοδρὸς ἄνεμος, καὶ κλίνεται τυφῶνος· Τύανα, τόπος· Τυανεὺς, τοπικόν· τύραννος, ὁ ἄνομος βασιλεύς· τυραννῶ, ῥῆμα· Τυρήνη, πόλις, ὅθεν καὶ Τυρηνικὸν πέλαγος· τύμβος, ὁ | |
15 | τάφος· τυμβωρύχος, ὁ τὸν τάφον ὀρύσσων· τύρβη, ἡ φροντίς· Τυνδάρεως, κύριον· Τυρσηνοὶ, ἔθνος· Τυρσηνικὸν πέλαγος· καὶ τὰ λοιπά. | |
Πλὴν τοῦ τοίνυν· τοιγάρτοι· τοιγαροῦν· τοῖος· τοιοῦτος· | 136 | |
137 | καὶ τοιουτώδης· τοιαύτη, θηλυκόν· τοῖχος, ὁ τοῦ ὀσπιτίου· τοιχωρύχος, ὁ τὸν τοῖχον ὀρύσσων· τοιχωρυχῶ, ῥῆμα· καὶ τοιχωρύκτης. Πᾶσα λέξις ἀπὸ τῆς τρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ | |
5 | ψιλοῦ γράφεται· οἷον· τρυγῶ· τρυγητός· τρύγιος, ἐπώνυμον Διός· τρυγίας, ὁ τοῦ οἴνου· τρὺξ, τὸ αὐτὸ, καὶ κλίνεται τρυγός· τρυφῶ· τρυφή· τρυφητίας, ὁ τρυφῶν· τρυφερὸς, τὸ αὐτό· τρυπός· τρύπανον· τρύχω, τὸ δαμάζω τρύχινον ῥά‐ κος, τὸ τραχύ· τρύφος, τὸ κόμμα· τρυβλίον, τὸ πινάκιον· | |
10 | καὶ τὰ λοιπά. Πλὴν τοῦ Τροία, πόλις· Τροιζὴν, πόλις, καὶ κλίνεται Τροιζῆνος· καὶ ἕτερα. | |
13t | ἈΡΧΗ ΤΟΥ Υ ΨΙΛΟΥ. | |
14 | Τὸ υ πρὸ παντὸς φωνήεντος ψιλοῦται. | |
15 | Ἡ υ συλλαβὴ πρὸ παντὸς φωνήεντος ψιλοῦται· οἷον· | |
ὑάκινθος, φυτὸν, καὶ κύριον ὄνομα· Ὑάδες, ἀστέρες· ὑαίνα, | 137 | |
138 | ἡ ἀγρία χοῖρος· ὕελλος· ὑελλοψός· ὑετὸς, ἡ βροχή· ὕω, τὸ βρέχω· καὶ τὰ λοιπά. Πλὴν τοῦ οἴαξ, τὸ αὐχένιον, καὶ κλίνεται οἴακος· οἰακίζω, τὸ κυβερνῶ· οἴημα, ἡ κενοδοξία· οἴησις τὸ αὐτό· | |
5 | οἰηματίας, ὁ κενόδοξος· οἷος, ὁ ὁποῖος· οἷον· ἀντὶ τοῦ ὡσανεί· καὶ οἱονεὶ, τὸ αὐτό· οἶος, ὁ μόνος· οἰόω, οἰῶ, ῥῆμα, τὸ μονῶ· οἴωσις, ἡ μόνωσις· οἰονόμος, ὁ βοσκὸς τῶν προβάτων· οἰωνὸς, ὄρνεον· καὶ οἰωνίζω, τὸ μαντεύομαι· οἰωνιστὴς, ὁ μάντις· καὶ οἰωνοσκόπος, τὸ αὐτό. | |
10 | Υἱὸς δὲ, τὸ τέκνον· υἱωνὸς, ὁ ἐκγονός· υἱδοὺς, τὸ αὐτό· υἵωσις, ἡ γέννησις· υἱοθέτης· καὶ τὰ ὅμοια· διὰ τοῦ υ ψιλοῦ καὶ ἰῶτα προσγεγραμμένου γράφεται. Τὸ υ ψιλὸν πρὸ τοῦ β ψιλοῦται· οἷον· ὕβρις, ὑβρίζω· ὑβριστής· ὑβὸς, ὁ κυρτός· καὶ τὰ λοιπά. | |
15 | Τὸ υ ψιλὸν πρὸ τοῦ γ δασύνεται· οἷον· ὑγίεια· ὑγιής· ὑγιεινός· ὑγιάζω, τὸ θεραπεύω· καὶ τὰ λοιπά. Πλὴν τοῦ οἴγω, τὸ ἀνοίγω· καὶ τὰ ἕτερα. Τὸ υ πρὸ τοῦ δ δασύνεται· οἷον· ὕδωρ, ὕδατος, ἡ γενική· | |
ὑδατώδης· ὑδαρὸς, τὸ αὐτό· ὑδρία, τὸ ὑδροχόον ἀγγεῖον· | 138 | |
139 | ὑδρηλὸς τόπος, ὁ κάθυδρος· ὕδερος, νόσος· ὕδρωψ, τὸ αὐτὸ, καὶ κλίνεται ὕδρωπος, ὅθεν καὶ ὑδρωπικός· ὕδρα, ζῶον θηριῶδες· Ὑδάσπης, ποταμός· καὶ τὰ λοιπά. Πλὴν τοῦ οἰδῶ, τὸ ἐξογκῶ· οἰδαίνω, τὸ αὐτό· οἴδημα, τὸ | |
5 | ὄγκωμα· Οἰδίπους, κύριον· καὶ οἶδμα, τὸ κῦμα. Ὕθλος, ἡ φλυαρία, καὶ ὑθλομυθῶ, τὸ φλυαρῶ, διὰ τοῦ υ γράφονται. Τὸ οι πρὸ τοῦ κ διὰ διφθόγγου γράφεται· οἷον· οἶκος· οἰκίζω· οἰκισμός· οἰκοφύλαξ· οἰκεὺς, ὁ δοῦλος, καὶ κλίνεται | |
10 | οἰκέως· οἶκτος, ἡ ἐλεημοσύνη· οἰκτείρω· οἰκτιρμός· καὶ τὰ λοιπά. Τὸ υ πρὸ τοῦ λ δασύνεται· οἷον· ὕλη· ὑλώδης· καὶ ὑλήεις, τὸ αὐτό· ὑλοτόμος, ὁ δενδροτόμος· ὑλακόμωρος κύων, ὁ βαΰζων· Ὕλλος, κύριον· καὶ τὰ λοιπά. | |
15 | Τὸ υ πρὸ τοῦ μ δασύνεται· οἷον· ὑμέτερος· ὑμεδαπός· | 139 |
140 | ὑμεῖς· ὑμὴν, τὸ λεπτὸν δέρμα, καὶ κλίνεται ὑμένος· ὑμέ‐ ναιος, ὁ ἐπιθαλάμιος ὕμνος· Ὑμηττὸς, ὄρος· Ὑμήττιον μέλι· καὶ τὰ λοιπά. Πλὴν τοῦ οἰμῶ, τὸ ὁρμῶ· οἶμα, τὸ ὅρμημα· οἶμος, ἡ | |
5 | ὁδός· οἴμη, ἡ ᾠδή· οἰμώζω, τὸ θρηνῶ· οἰμωγὴ, ὁ θρῆνος· καὶ οἴμοι, ἀντὶ τοῦ φεῦ μοι. Τὸ οι πρὸ τοῦ ν διὰ διφθόγγου γράφεται· οἷον· οἶνος· οἰνοχόος· οἰνοπότης· οἴνη, ἡ ἄμπελος· οἰνὰς, τὸ αὐτὸ, καὶ κλίνεται οἰνέως· Οἰνόμαος, κύριον ὄνομα· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ ὕννις, τὸ τοῦ ἀρότρου σίδηρον, ὃ καὶ κλίνεται ὕννεως. Τὸ υ ψιλὸν πρὸ τοῦ π δασύνεται· οἷον· ὕπατος, ὁ ἔξοχος· ὑπατεύω ὑπατεία· ὑπάτη, ἡ τελευταία χορδὴ τῆς μουσι‐ κῆς· ὕπνος· ὑπνώττω· ὑπὸ, πρόθεσις, καὶ τὰ ἐξ αὐτῆς· | |
15 | ὕποπτος· ὑποψήφιος, ὁ φανερός· ὕπαιθρον, τὸ ἄστεγον, | |
καὶ εὔδιον· καὶ τὰ λοιπά. | 140 | |
141 | Τὸ υ πρὸ τοῦ ῥω δασύνεται· οἷον· Ὕρκανος, ὄνομα κύριον· Ὑρκανία, χώρα· καὶ τὰ λοιπά. Τὸ υ ψιλὸν πρὸ τοῦ ς δασύνεται· οἷον· ὑσσὸς, τὸ κοντά‐ ριον· ὕσσωπον, βοτάνη καθαρτική· ὑσμίνη, ἡ μάχη· Ὑσμι‐ | |
5 | νίας, κύριον· ὕστερος· ὕστατος, ὁ ἔσχατος· ὗς, ὁ χοῖρος, ὃ καὶ κλίνεται ὑός· καὶ τὰ λοιπά. Πλὴν τοῦ οἰσοφάγος, ὁ λαιμός· οἶστρος, ἡ ἀκολασία, καὶ ζωΰφιόν τι· οἰστρηλατοῦμαι, τὸ ἀστατῶ· οἰστροπλὴξ, ὁ μαινόμενος, καὶ κλίνεται οἰστροπλῆγος· οἰστὸν, τὸ ὑπο‐ | |
10 | μονητόν· καὶ οἶς, τὸ πρόβατον, ὃ καὶ κλίνεται οἰός. Οἶτος, ὁ θάνατος· Οἴτη, ὄρος· καὶ τὰ λοιπά. Τὸ υ πρὸ τοῦ φ δασύνεται· οἷον· ὑφαίνω· ὕφασμα· ὑφὴ, ἡ πλοκή· καὶ ὅσα ἐκ τῆς ὑπὸ προθέσεως· ὑφεδρία· ὕφεσις· ὕφαιμος· καὶ τὰ λοιπά. | |
15 | Οἴχω· οἴχομαι· καὶ τὰ λοιπά· δίφθογγα. | 141 |
142 | Τὸ υ ψιλὸν πρὸ τοῦ ψ δασύνεται· οἷον· ὕψος· ὑψηλός· ὑψαύχην, ὁ ἀγέρωχος· ὑψιπέτης, ὁ ἐν ὕψει πετόμενος· ὑψιβρεμέτης Ζεὺς, ὁ ἐν ὕψει ἠχῶν· ὕψι, ἐπίῤῥημα, ἀντὶ τοῦ εἰς ὕψος· ὑψόσε, τὸ αὐτό· καὶ τὰ ὅμοια. | |
5t | ἈΡΧΗ ΤΟΥ Φ. | |
6 | Πᾶσα λέξις ἀπὸ τῆς φε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· φέρω· φερέπονος, ὁ καρτερικός· φεραυγὴς, ὁ λαμπρός· φέριστος, ὁ βέλτιστος· φενάκη, ἡ ἀπάτη· φέναξ, ὁ ἀπατεὼν, καὶ κλίνεται φένακος· φενακίζω, | |
10 | τὸ ἀπατῶ· φένω, τὸ φονεύω· φελός· καὶ τὰ λοιπά. Πλὴν τοῦ φαιδρός· φαιδρύνω· Φαῖδρος, κύριον· καὶ Φαίδρα, θηλυκόν· φαιδροπὸς, ὁ λαμπρόφθαλμος· φαίδιμος, ὁ λαμπρός· φαίνω, τὸ λάμπω, καὶ τὸ δεικνύω· φαίνομαι, παθητικόν· Φαιακία, χώρα· καὶ Φαίαξ, ὁ ἀπὸ Φαιακίας, | |
15 | ὃ καὶ κλίνεται Φαίακος. Φλέγω· φλεγμονή· φλεγμαίνω· φλὲψ, φλεβός· καὶ τὰ | |
ὅμοια, ψιλά. | 142 | |
143 | Φρέαρ, τὸ πηγάδιον· φρεωρυχῶ· φρεατία· φρενήρης, ὁ φρόνιμος· φρενῖτις, νόσος· καὶ τὰ ὅμοια, ψιλά. Τὰ ἀπὸ τῆς φι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα γρά‐ φεται· οἷον· φιλῶ· φίλος· φιλία· καὶ τὰ ἐξ αὐτῶν· φιλάν‐ | |
5 | θρωπος· Φίλιππος, Φίλων, Φιλῖνος, καὶ Φιλοκτήτης, κύρια· φιάλη, τὸ ποτήριον· φιμῶ, τὸ χαλινῶ· φιμὸς, ὁ χαλινός· φίτυς, ὁ πατήρ· φιτύω, τὸ γεννῶ· φιτρὸς, ὁ κορμός· καὶ τὰ λοιπά. Πλὴν τοῦ φήμη· φημίζω· φημισμός· Φήμιος, κύριον· | |
10 | φηλῶ, τὸ ἀπατῶ· φηλήτης, ὁ ἀπατεών· φήνη, ὄρνεον· φηγὸς, ἡ δρῦς· φημὶ, τὸ λέγω· καὶ φῆναι, ἀπαρέμφατον, ἀντὶ τοῦ φάναι. Δίφθογγα δὲ ταῦτα· φείδομαι· Φειδίας, κύριον· Φεί‐ | |
δων, κύριον, καὶ κλίνεται Φείδωνος· καὶ Φειὰ, ὄνομα πόλεως. | 143 | |
144 | Πᾶσα λέξις ἀπὸ τῆς φρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ἰῶτα γράφεται· οἷον· φρίττω, τὸ φοβοῦμαι· φρίκη, ὁ φόβος· φριμάσσω, τὸ πηδῶ, ὅθεν καὶ φριμαγμὸς, τοῦ ἵππου θράσος· φρὶξ, θηλυκὸν, τὸ ἐπαφρίζον τῆς θαλάσσης· φρὶξ, | |
5 | ἡ ἄνωθεν καὶ ἐξεπιπολῆς τῶν κυμάτων κίνησις, ἢ ὁ ἐπιπο‐ λάζων τῷ κύματι ἀφρὸς, ὅταν ἄνεμος ἔρχηται πνεῖν· καὶ τὰ λοιπά. Πλὴν τοῦ φρήτρη, ἡ συγγένεια. Πᾶσα λέξις ἀπὸ τῆς φο συλλαβῆς ἀρχομένη, διὰ τοῦ | |
10 | ο μικροῦ γράφεται· οἷον· φόβος· φοβοῦμαι· φοβερὸν, τὸ φόβον ἐμποιοῦν· φόρος, τὸ τέλος· φορολόγος, ὁ ἀπαιτητής· φορὰ, ἡ ὁρμή· φοράδην, ἐπίῤῥημα, ἀντὶ τοῦ βαστακτικῶς· | |
φορὸς, ὁ ἄνεμος ὁ ἐπιτήδειος εἰς τὸν πλοῦν· φόνος· φονεύω· | 144 | |
145 | φονεία· φόλις, ὁ ὀβολός· φολὶς, τὸ λέπος, καὶ κλίνεται φολίδος, ὅθεν καὶ φωλιδωτὸς χιτὼν, τὸ λωρίκιον· φορη‐ τὸν, τὸ ὑπομονητόν· φορυτὸς, τὸ πλῆθος· φόβη, ἡ θρὶξ τῆς κεφαλῆς· φοσσάτον, ὁ στρατός· φολκὸς, ὁ στραβός· | |
5 | φοξὸς, ὁ ὀξυκέφαλος· φορμὸς, ὁ καλαθίσκος, φορβειὰ, ὁ χαλινός· φόρμιγξ, ἡ μουσική· φορμίζω, τὸ μελῳδῶ· καὶ τὰ λοιπά. Πλὴν τοῦ φωνῶ, τὸ λαλῶ· φωνὴ, ἡ λαλιά· φωνῆεν, τὸ λαλητικόν· φωνητικὸν, τὸ αὐτό· φῶς, φωτὸς, καὶ τὰ ἐξ | |
10 | αὐτῆς· φωσφόρος· φωταγωγός· φωταγωγία· φώταυγος· φωτεινός· Φώτιος, κύριον· φωρῶ, τὸ ὑπονοῶ· φὼρ, φωρὸς, ὁ κλέπτης· φωλεύω· φωλεός· Φωκᾶς, καὶ Φωκυλίδης, κύριον· Φωκὶς, πόλις· καὶ Φωκεὺς ἀνὴρ, ὃ καὶ κλίνεται Φωκέως. | |
15 | Πᾶσα λέξις ἀπὸ τῆς φλο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· φλόξ· φλογίζω· φλογισμὸς, φλό‐ | |
γεον πῦρ· καὶ τὰ λοιπά. | 145 | |
146 | Πλὴν τοῦ Φλῶρος καὶ Φλωρέντιος, κύρια. Πᾶσα λέξις ἀπὸ τῆς φρο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· φρονῶ· φρόνημα· φρόνησις· φρονη‐ ματίας, ὁ κενόδοξος· φροντίζω· φροντὶς, φροντίδος· καὶ τὰ | |
5 | λοιπά. Πᾶσα λέξις ἀπὸ τῆς φυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· φυγή· φυγάδας, ὁ δραπέτης· φυ‐ γὰς, τὸ αὐτὸ, καὶ κλίνεται φυγάδος· φύλλον, τὸ τοῦ δέν‐ δρου· φυλλοβολῶ, τὸ ἀπανθῶ· φῦλον, τὸ γένος· φυλὴ, ἡ | |
10 | γενεά· φυλλοκρινῶ, τὸ ἐκλέγομαι· φύσις· φυσικός· φυσ‐ σῶ, τὸ πνέω καὶ τὸ κενοδοξῶ· φύσσα, ἡ κενοδοξία· φυτόν· φυτεύω· φυτεία· φυτὼν, ὁ κῆπος, καὶ κλίνεται φυτῶνος· φυτηκόμος, ὁ κηπωρός· φύλαξ· φυλακὴ, ἡ ἀσφάλεια· | |
φύκος, τὸ φυκάριον· φυκίζεσθαι, τὸ φυκαρίζεσθαι· φύω· | 146 | |
147 | φυὴ, ἡ βλάστησις· φύρω· φύρδην, ἐπίῤῥημα, ἀντὶ τοῦ συγκεχυμένως· φύλοπις, ἡ μάχη· φυζακινὴ ἔλαφος, ἡ δειλή· καὶ τὰ λοιπά. Πλὴν τοῦ φοιτῶ, τὸ παραγίνομαι, ὅθεν καὶ φοιτητὴς, ὁ | |
5 | μαθητής· φοίνιξ, δένδρον, καὶ κλίνεται φοίνικος· Φοινίκη, χώρα· καὶ Φοίνικες, ἔθνος· φοινικοῦν χρῶμα, τὸ κόκκινον· φοινίσσω, τὸ ἐρυθραίνω· φοινικοπάρειος, ὁ κοκκινομάγουλος φοῖτος, ἡ μανία· φοιβόληπτος, ὁ μαινόμενος· Φοίβη, ἡ μάμ‐ μη τοῦ Ἀπόλλωνος, ὅθεν καὶ Φοῖβος Ἀπόλλων· καὶ φοιβά‐ | |
10 | ζω, τὸ μαντεύομαι· φοίβασμα, ἡ μαντεία· καὶ φοιτάλμιος Ποσειδῶν, ὁ φοιτῶν ἐν τῇ ἅλμῃ· καὶ τὰ λοιπά. Πᾶσα λέξις ἀπὸ τῆς φλυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· φλυκτὶς, εἶδος ψώρας, καὶ κλίνε‐ ται φλυκτίδος· φλύκταινα· καὶ τὰ λοιπά. | |
15 | Πλὴν τοῦ φλοιὸς, τὸ λέπος· φλοῖσβος, ὁ λεπτὸς ἦχος τοῦ κύματος· καὶ φλοιδούμενος, ὁ φλογιζόμενος. Πᾶσα λέξις ἀπὸ τῆς φρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· φρυάττομαι, τὸ θρασύνομαι· φρύα‐ γμα· φρυαγματίας ἵππος, ὁ θρασύς· φρυκτωρῶ, τὸ λάμπω· | |
20 | φρυκτωρία καὶ φρύκτωρον, ἡ λαμπηδών· Φρὺξ, Φρυγὸς, | 147 |
148 | ἐθνικόν· Φρυγία, χώρα· φρύγιον, φυτὸν, καὶ τὸ βασιλικὸν φακιόλιον· Φρύνη, Φρύνιχος, καὶ Φρύξος, κύρια· καὶ τὰ λοιπά. | |
4t | ἈΡΧΗ ΤΟΥ Χ. | |
5 | Πᾶσα λέξις ἀπὸ τῆς χε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· χελιδὼν, χελιδόνος· χελώνη, ζῶον, καὶ τειχομαχικὸν ὄργανον· χέλυς, ἡ κιθάρα· Χερου‐ βὶμ, τάγμα ἀγγελικόν· χέρειον, τὸ χειρότερον· θηλυκὸν, χερμὰς, ὁ τὴν χεῖρα γεμίζων λίθος, καὶ κλίνεται χερμά‐ | |
10 | δος· Χετταῖον, ἔθνος· καὶ τὰ λοιπά. Πλὴν τοῦ χαίρω, καὶ τὰ ἐξ αὐτοῦ· Χαιρεφῶν καὶ | |
Χαιρεκράτης, κύρια· Χαιρώνεια, πόλις· Χαιρωνεὺς ἀνήρ· | 148 | |
149 | χαίτη, ἡ τοῦ ἵππου θρὶξ, ὅθεν καὶ ἀναχαιτίζω καὶ ἀναχαι‐ τισμός· καὶ χαιὸς, ἡ ῥάβδος. Πᾶσα λέξις ἀπὸ τῆς χλε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· χλεύη· χλευάζω· χλευασμός· καὶ | |
5 | τὰ λοιπά. Πλὴν τοῦ χλαίνα, τὸ παχὺ ἱμάτιον· χλαινίζω, τὸ ἐνδύω· χλαινιστής· καὶ τὰ σύνθετα, περιχλαινίζω, περιχλαινι‐ σμός· καὶ τὰ λοιπά. Πᾶσα λέξις ἀπὸ τῆς χρε συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
10 | ε ψιλοῦ γράφεται· οἷον· χρέος· χρεώστης· χρεωστῶ· χρεω‐ φειλέτης· χρεὼν, τὸ ὀφειλόμενον· χρεμετίζω· χρεμετισμὸς, τοῦ ἵππου· Χρεμύλος, κύριον· καὶ τὰ λοιπά. Πλὴν τοῦ χραίνω, τὸ μολύνω· καὶ χραίσμω, τὸ βοηθῶ. Τὰ ἀπὸ τῆς χι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα γρά‐ | |
15 | φεται· οἷον· χιὼν, χιόνος· χιτὼν, χιτῶνος, τὸ ἱμάτιον· χιτωνίσκος, τὸ μικρὸν ἱμάτιον· χίμαιρα, ζῶον θηριῶδες· χιμαίρειον θράσος, τὸ τῆς χιμαίρας· χιλὸς, ἡ τροφή· Χί‐ | |
λων, Χίλωνος, κύριον· καὶ τὰ λοιπά. | 149 | |
150 | Πλὴν τοῦ χῆρα γυνή· χῆρος, ἀρσενικόν· χηρεύω, τὸ στερίσκομαι· χηραμὸς, ὁ φωλεός· χῆτις, ἡ στέρησις· χηλὴ, ἡ ὄνυξ τοῦ βοός, καὶ τόπος· χηλὸς, τὸ κιβώτιον· χήμη, ὄστρειον· χὴν, χηνὸς, τὸ χηνάριον, ὅθεν καὶ χηνα‐ | |
5 | λώπηξ, ὄρνεον. Δίφθογγα δὲ ταῦτα· χεὶρ, χειρός· καὶ τὰ ἐξ αὐτοῦ χει‐ ρίζομαι, τὸ λαμβάνω· χειροῦμαι, τὸ κρατῶ· χειρόμακτρον, τὸ μανδήλιον· χειρονόμος· χειρίσοφος· χειρωνάκτης, ὁ διὰ τῆς τῶν χειρῶν ἐργασίας ζῶν· χειροήθης, ὁ ἥμερος· | |
10 | Χείρων, Χείρωνος, καὶ Χειρώναξ, κύρια· χείρων, ὁ χειρό‐ τερος· καὶ τὸ χεῖρον, ἐπὶ οὐδετέρου· χείριστον, τὸ κάκιστον· χεῖλος, τὸ τοῦ στόματος· χειροτρόφιον, τιμωρητικὸν ὄργανον· χειμὼν, χειμῶνος· χεῖμα, ὁ χειμών· χειμερινὸς καιρὸς, καὶ χειμέριος· χειμάζω· χείμαῤῥος, ποταμὸς, ὁ ἐν | |
15 | τῷ χειμῶνι ῥέων· χειὰ, ἡ φωλεά· χειμεύω· χείμευσις· | |
καὶ χειμία, τὸ αὐτό. | 150 | |
151 | Πᾶσα λέξις ἀπὸ τῆς χλι συλλαβῆς ἀρχομένη διὰ τοῦ ἰῶτα γράφεται· οἷον· χλιαρόν· χλιδὴ, ἡ τρυφή· χλιδῶ, τὸ τρυφῶ· καὶ τὰ λοιπά. Τὰ ἀπὸ τῆς χρι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα | |
5 | γράφονται· οἷον· ΧΡΙΣΤΟΣ, ὁ θεός· χριστὸς, ὁ ἠλειμμέ‐ νος· χρείω, τὸ ἀλείφω· χρίσμα, τὸ ἄλειμμα· χριστιανός· Χριστώνυμος, Χριστίνα, καὶ Χριστοφόρος, κύρια· χρίμπτω, τὸ πλησιάζω, καὶ τὰ λοιπά. Πλὴν τοῦ χρῆμα· χρηματίζω· χρηματισμός· χρῆσις, | |
10 | ἡ χρεία· χρηστὸς, ὁ ἀγαθός· χρήσιμος· χρησιμεύω· χρη‐ σμὸς, ἡ μαντεία, ὅθεν καὶ χρησμῳδῶ, καὶ χρησμῴδημα· χρησμολόγος, ὁ μάντις· χρηστήριον, τὸ μαντεῖον· καὶ χρηστηριάζω, τὸ μαντεύομαι. Δίφθογγα δὲ ταῦτα· χρεία· χρειὼ, τὸ αὐτό· χρειῶδες· | |
15 | καὶ χρείω, τὸ μαντεύομαι, ἐπὶ ἐνεστῶτος καὶ παρατατι‐ κοῦ, ἐπὶ δὲ τῶν ἄλλων χρόνων διὰ τοῦ η. | |
Πᾶσα λέξις ἀπὸ τῆς χο συλλαβῆς ἀρχομένη διὰ τοῦ | 151 | |
152 | ο μικροῦ γράφεται· οἷον· χορός· χορεία, ἡ πανήγυρις· χορο‐ βατῶ· χοροβατία· χοροτυπία· χορηγός· χορηγία· Χορίκιος, κύριον· χορεῖος, στίχος· χορίον, τὸ ἔντερον· χολή· χολοδό‐ χον, ἀγγεῖον· χολάδες, τὰ ἔντερα· χόλος, ἡ ὀργή· χολῶ, | |
5 | τὸ ὀργίζομαι· χοϊκόν· χοῶδες· Χοβὰρ, τόπος· χοὴ, ἡ θυσία· χοάνη, ἡ χόνη· καὶ χοανεύω, ῥῆμα· Χοάσπης, ποταμός· Χολογοδόμορ, κύριον· Χοσρόης, κύριον· Χορ‐ βιᾶται, ἔθνος· χόνδρος, τὸ ἐν τοῖς μέλεσι τραγανόν. Πλὴν τοῦ χῶρος, ὁ τόπος· χωρίον, τὸ αὐτό· χωρία· | |
10 | χωρίτης· χωρικός· χωριτικὸς, ὁ ἀγροῖκος· χωραφιαῖος ἀγρός· χωρῶ, τὸ ὁρμῶ, καὶ τὸ δέχομαι· χωρητικὸς, ὁ δεκτικός· χωρίζω· χωρισμός· χωλός· χωλεύω· χωλεία· χωλαίνω· χωλίαμβος, στίχος· χώνη· χωνεύω· χωνεία· χωνευτήριον· χωννύω, ῥῆμα, καὶ τὰ ἐξ αὐτοῦ, πρόσχωμα, | |
15 | καὶ πρόσχωσις· χωστρὶς, τειχομαχικὸν ὄργανον· χωόμε‐ νος, ὀργιζόμενος· Χωρὴβ, τόπος· καὶ Χωραζίμ· καὶ τὰ | |
λοιπά. | 152 | |
153 | Πᾶσα λέξις ἀπὸ τῆς χλο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· χλόη· χλοάζον λήϊον· χλοερὸς τόπος· χλοηφόρος· καὶ τὰ λοιπά. Πᾶσα λέξις ἀπὸ τῆς χρο συλλαβῆς ἀρχομένη διὰ τοῦ | |
5 | ο μικροῦ γράφεται· οἷον· χρόνος· χρονικός· χρονιαῖος· χρονίζω· χρόα· ὅθεν ἄχρονος καὶ πολύχρονος· καὶ τὰ λοιπά. Πλὴν τοῦ χρῶμα· χρωματίζω· χρωματισμὸς, ὅθεν καὶ πολύχρωμον· χρῴζω· χρωννύω· χρώννυμι· χρὼς, τὸ σῶμα, | |
10 | ὃ καὶ κλίνεται χρωτός. Πᾶσα λέξις ἀπὸ τῆς χυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· χῦμα· χύσις· χύδην, ἐπίῤῥημα· χυ‐ δαῖος, εὐτελὴς καὶ συρφετώδης· χυλός· χυλοποιῶ, ῥῆμα· χύτρα, τὸ τζικάλιον· χυτρόπους, ὁ πυροστάτης· καὶ τὰ | |
15 | λοιπά. Πλὴν τοῦ χοῖρος· χοιρώδης· χοίρειον κρέας· χοιράδες, τὰ χοιραδικὰ νοσήματα· χοιρὰς, θαλασσία πέτρα, καὶ κλίνεται χοιράδος· χοιρύλλη, ἡ Ἑκάβη· καὶ χοῖνιξ, εἶδος | |
μοδίου. | 153 | |
154 | Πᾶσα λέξις ἀπὸ τῆς χρυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ ψιλοῦ γράφεται· οἷον· χρυσός· χρυσοχόος· χρυσῖτις γῆ· Χρύσα, πόλις· Χρύσης, κύριον· χρυσόῤῥαπις, ὁ Ἑρμῆς ὁ χρυσόραβδος· χρύσοφρυς, ὄνομα ἰχθύος· καὶ τὰ λοιπά. | |
5 | Πλὴν τοῦ χροία, καὶ τὰ ἐξ αὐτοῦ· εὔχροια· δύσχροια· καὶ πολύχροια. | |
7t | ἈΡΧΗ ΤΟΥ Ψ. | |
8 | Πᾶσα λέξις ἀπὸ τῆς ψε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· ψέγω· ψεκτός· ψεκὰς, ἡ δρόσος, | |
10 | κλίνεται ψεκάδος· ψεκάζω, ῥῆμα· ψεδνὸς, ὁ μαδαρός· ψέλιον, κόσμος γυναικεῖος· καὶ τὰ λοιπά. Πλὴν τοῦ ψαιστὸς, εἶδος πλακοῦντος, καὶ ψαίκαλον, τὸ ἀρνίον· καὶ τὰ λοιπά. Τὰ ἀπὸ τῆς ψι συλλαβῆς ἀρχόμενα, διὰ τοῦ ἰῶτα γρά‐ | |
15 | φεται· οἷον· ψιθυρίζω· ψιθυρισμός· ψίθυρος, ὁ κρύφα λαλῶν· | |
ψιμμίθιον· ψιττακὸς, ὄρνεον· ψιλὸς, ὁ γυμνός· ψὶξ, ψιχὸς, | 154 | |
155 | τὸ πληθυντικὸν, ψίχες, αἱ ἐν ταῖς τραπέζαις· ψιὰς, ὁ σταλαγμὸς, καὶ κλίνεται ψιάδος· καὶ τὰ λοιπά. Πλὴν τοῦ ψηφίζω· ψήφισμα· ψηφηφόρος, ὁ δικαστής· ψηφὶς, ψηφίδος· ψηλαφῶ· ψηλάφησις· ψῆγμα, τὸ λεπτό‐ | |
5 | τατον κόμμα τοῦ χρυσίου· ψὴν, ὁ κλάδος, καὶ κλίνεται ψηνός· ψῆττα, καὶ ψησίον, ἰχθύς· καὶ ψήχω, τὸ ψηκτί‐ ζω· καὶ τὰ λοιπά. Πᾶσα λέξις ἀπὸ τῆς ψο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο μικροῦ γράφεται· οἷον· ψόγος· ψογερός· ψόφος, ὁ ἦχος· | |
10 | ψοφῶ, τὸ ἠχῶ· ψοφοδεὴς, ὁ λίαν δειλός· ψολόεις κεραυνός· καὶ τὰ λοιπά. Πλὴν τοῦ ψωμός· ψωμίον· ψῶα, μέρος περὶ τὸν ὦμον· ψώχω, τὸ τρίβω· καὶ ἕτερα. Πᾶσα λέξις ἀπὸ τῆς ψυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ | |
15 | ψιλοῦ γράφεται· οἷον· ψυχή· ψυχάζω· ψυχασμός· ψύχος· ψυχεινός· ψυχρός· ψυχρότης· ψυκτὴρ, σκεῦος ψυχραντικόν· ψύχιμος, ὁ ψύχων· ψύδραξ, ἐξάνθημα ἐν τῷ σώματι, καὶ | |
κλίνεται ψύδρακος· καὶ τὰ λοιπά. | 155 | |
156 | Πλὴν τοῦ ψοιὰ, τὸ περὶ τοὺς νεφροὺς μέρος. Τὰ τοῦ μεγάλου ω προεγράφησαν ἐν τοῖς ἔμπροσθεν, ἐν τοῖς ο μικροῦ. | |
4t | ΤΕΛΟΣ ΤΩΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ | |
5t | ἘΠΙΜΕΡΙΣΜΩΝ. | 156 |
157(1t) | ἈΡΧΗ ΣΥΝ ΘΕΩ | |
2t | ἙΤΕΡΩΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ἘΠΙΜΕΡΙΣΜΩΝ | |
3t | ΤΟΥ ἩΡΩΔΙΑΝΟΥ. | |
4 | Οἱ παρόντες Ἐπιμερισμοὶ συντέθεινται κατὰ στοιχεῖον | |
5 | οὕτως· ὀνόματα εἰσὶ καὶ ῥήματα καὶ ἐπιῤῥήματα, τὰ ἐπι‐ δεχόμενα τὰ ἀντίστοιχα· τὰ δὲ ἀντίστοιχα διὰ τῆς ἑπτά‐ δος γράφονται τῶν φωνηέντων. Λαμβάνομεν οὖν τὰ ἀρ‐ σενικὰ ὀνόματα πρῶτον, καὶ ἐπιμερίζομεν κατὰ τάξιν τῶν φωνηέντων, ἤγουν, πρῶτον τιθέαμεν τὰ διὰ τοῦ αι τοῦ | |
10 | διφθόγγου ἀντίστοιχα· ἐπεὶ τὸ α, τὸ ἐν τῇ διφθόγγῳ αι, προηγεῖται τῶν λοιπῶν ἓξ φωνηέντων, καὶ σὺν αὐτῷ δὲ τὰ διὰ τοῦ ε ψιλοῦ τιθέαμεν ὡς ἀκόλουθα, καὶ ἐπιμερίζομεν τὰ διὰ τοῦ εας, τὰ διὰ τοῦ εος, τὰ εἰς εμ, καὶ τὰ ὅμοια. Ἐπεὶ δὲ μετὰ τοῦ ε διφθόγγου, καὶ τὸ ψιλὸν ἐστὶ τὸ η, | |
15 | τούτῳ δὲ ἀκολουθεῖ τὸ ι καὶ τὸ δίφθογγον ει, λαμβάνομεν τὰ διὰ τοῦ η ι ει ἀντίστοιχα, καὶ ἐπιμερίζομεν οὕτως, τὰ διὰ τοῦ ιος, τὰ διὰ τοῦ ηγος, τὰ διὰ τοῦ ιτης· καὶ ἐπι‐ | |
μερίζομεν οὕτως. Μετὰ τοῦτο λαμβάνομεν τὰ διὰ τοῦ ο | 157 | |
158 | μικροῦ, ᾧ ἀκολουθεῖ τὸ μέγα ω, καὶ ἐπιμερίζομεν οὕτως, τὰ διὰ τοῦ οωτερος, τὰ διὰ τοῦ ωνυμος, καὶ τὰ ὅμοια. Μετὰ τοῦ οω λαμβάνομεν τὰ διὰ τοῦ υ ψιλοῦ, ᾧπερ ἀκολουθεῖ τὸ δίφθογγον οι, καὶ ἐπιμερίζομεν οὕτως· τὰ διὰ | |
5 | τοῦ υοιος, τὰ διὰ τοῦ υοινος, καὶ τὰ λοιπά. Καὶ οὕτως συμπληροῦμεν τὰ τῶν ἀρσενικῶν ὀνόματα ἀντίστοιχα, κατὰ τὴν τάξιν τῶν ἑπτὰ φωνηέντων, ὡς εἴρηται. Μετὰ δὲ ταῦτα λαμβάνομεν τῶν θηλυκῶν ὀνομάτων ἀντίστοιχα, καὶ ἐπιμερίζομεν ὁμοίως τοῖς τῶν ἀρσενικῶν | |
10 | κατὰ στοιχεῖον. Μετὰ δὲ τοῦτο λαμβάνομεν τὰ τῶν οὐδετέρων ἀντί‐ στοιχα, καὶ ἐπιμερίζομεν ὁμοίως τοῖς προλεχθεῖσιν. Μετὰ δέ γε τὰ τῶν ὀνομάτων πάντων ἀντίστοιχα, λαμ‐ βάνομεν τὰ τῶν ῥημάτων, καὶ ἐπιμερίζομεν ταῦτα κατὰ | |
15 | τάξιν τῶν φωνηέντων· οἷον· πρῶτον τὰ διὰ τοῦ εω, τὰ διὰ τοῦ αιενω, καὶ τὰ ὅμοια· διὰ τὸ προηγεῖσθαι τὸ δί‐ φθογγον αι καὶ τὸ ψιλόν· εἶτα τὰ διὰ τοῦ ιω, καὶ τὰ παρα‐ πλήσια, καὶ καθεξῆς τὰ διὰ τοῦ οω καὶ διὰ τοῦ υω, καὶ οὕτως συμπληροῦμεν τὰ τῶν ῥημάτων πάντα. | |
20 | Μετὰ ταῦτα ἐπιμερίζομεν τὰ τῶν ἐπιῤῥημάτων κατὰ τάξιν ὡσαύτως τῶν φωνηέντων, πρῶτον τὰ εἰς αι ε, εἶτα τὰ εἰς η ι ει, ἔπειτα τὰ εἰς ο ω, καὶ τελευταῖον τὰ εἰς υ οι· καὶ οὕτως συμπληροῦμεν πάντας τοὺς ἐπιμερισμοὺς κατὰ | |
τάξιν. | 158 | |
159 | Σὺ γοῦν, εἰ ζητεῖς περί τινος ἀντιστοίχου, βλέπε ἔξωθεν· ἐν τοῖς μετωπίοις τῶνδε τῶν καταβατῶν τὰ σημεῖα τῶν ἐντὸς ἐπιμερισμῶν κατὰ στοιχεῖον κείμενα, καὶ οὕτως συντόμως ἂν ἔχοις εὑρίσκειν τὸ ζητούμενόν σοι. | |
5 | Μετὰ μέντοι τὴν συμπλήρωσιν τῶν ἐπιμερισμῶν τι‐ θέαμεν ἰδίᾳ ὅσα μὴ ἦν δυνατὸν τούτοις τεθῆναι, ἢ διὰ τὸ μὴ ἔχειν ἐπίσημόν τι, ἢ διὰ τὸ κοινὰ εἶναι πολλάκις καὶ ὀνόμασι καὶ ῥήμασιν, ἀλλὰ δὴ καὶ ἐπιῤῥήμασι· οἷόν ἐστι τὸ ἤδη, τὸ ὄδὴ, καὶ τὰ τοιαῦτα. Ἐπισημαινόμεθα δὲ | |
10 | καὶ ταῦτα ἔξωθεν ἐν τοῖς μετωπίοις. Σημείωσαι δὲ ὅτι τοῖς ἀρσενικοῖς ὀνόμασιν ἀκολουθεῖ πολλάκις κατὰ τὸ ἀντίστοιχον τὰ θηλυκὰ, καὶ τὰ οὐδέ‐ τερα, καὶ διὰ τοῦτο παραλιμπάνομεν τὰς τοιαύτας λέξεις ἐν τοῖς τῶν θηλυκῶν καὶ τῶν οὐδετέρων ὀνομάτων ἐπι‐ | |
15 | μερισμοῖς· οἷον τὰ διὰ τοῦ αι ἀρσενικὰ, σπουδαῖος, θυ‐ ραῖος, πηγαῖος, διὰ διφθόγγου ἔχουσι, καὶ τὰ θηλυκὰ αὐτῶν καὶ οὐδέτερα, ἡ θυραία, ἡ σπουδαία, ἡ πηγαία, τὸ θυραῖον, τὸ σπουδαῖον, τὸ πηγαῖον· καὶ διὰ τοῦτο παρα‐ λιμπάνομεν αὐτὰ ἐν τοῖς τῶν θηλυκῶν καὶ οὐδετέρων | |
20 | ἐπιμερισμοῖς, ὡς ἐν τοῖς ἀρσενικοῖς περιλαμβανόμενα· καὶ πάλιν διὰ τοῦ ϊεῖος τυχὸν ἀρσενικὰ, οἷον, ἅγιος, κύριος, ὅσιος, ἀκολουθοῦντα αὐτοῖς ἔχουσι κατὰ τὸ οὐδέτερον τὰ | |
θηλυκὰ, ἡ ἁγία, ἡ κυρία, ἡ ὁσία, τὸ ἅγιον, τὸ κύριον, τὸ | 159 | |
160 | ὅσιον· καὶ πάλιν ὁ εὔγειος, ὁ ἐπίγειος, ἡ εὔγειος, ἡ ἐπί‐ γειος, τὸ εὔγειον, τὸ ἐπίγειον· καὶ πάλιν ὁ ἡμερινὸς, ὁ νυκτερινὸς, ἡ ἡμερινὴ, ἡ νυκτερινὴ, τὸ ἡμερινὸν, τὸ νυ‐ κτερινόν. Τὰ γοῦν τοιαῦτα θηλυκὰ καὶ οὐδέτερα οὐ τι‐ | |
5 | θέαμεν ἰδίᾳ καὶ χωρὶς τῶν ἀρσενικῶν, ἀλλ’ ἀρκούμεθα ἐπὶ τούτοις τῷ ἐπιμερισμῷ τῶν ἀρσενικῶν. Ἀκολουθοῦσι τοῖς ἀρσενικοῖς καὶ τὰ ἐπιῤῥήματα πολ‐ λάκις, κατὰ τὸ ἀντίστοιχον, οἷον· ἅγιος, κύριος, ἀρσενικὰ, ι· καὶ ἁγίως, κυρίως, τὰ ἐπιῤῥήματα· λογικὸς, ἀρσενικὸς, | |
10 | ὀνόματα· λογικῶς, ἀρσενικῶς, ἐπιῤῥήματα· καὶ τὰ λοιπά. Διὰ τοῦτο, οὐδὲ τὰ τοιαῦτα ἐπιῤῥήματα τιθέαμεν ἰδίᾳ, ἀλλ’ ἀρκούμενοι τοῖς ἀρσενικοῖς. Ἀκολουθεῖ καὶ τὰ ῥήματα τοῖς ὀνόμασιν, οἷον· βουλη‐ φόρος, η, καὶ ξιφηφόρος, ἀλλὰ καὶ τὰ τούτων ῥήματα, | |
15 | οἷον· βουληφορῶ, ξιφηφορῶ· καὶ πάλιν τυμβωρύχος, φρεω‐ ρύχος, ω, καὶ τὰ τούτων ἐπιῤῥήματα, τυμβωρύχως, φρεω‐ ρύχως· ὅθεν καὶ τὰ τοιαῦτα ῥήματα, ὡς περιλαμβανόμενα τοῖς ὀνόμασιν, οὐκ ἐπιμερίζομεν ἰδίᾳ, τυμβωρυχῶ, φρεωρυχῶ. Τὰ δὲ ἐν τοῖς ἄνωθεν λεχθεῖσιν ἔχοντα ἴσως ἐν τῇ πρώτῃ | |
20 | συλλαβῇ τὸ ἀντίστοιχον, ἐν τοῖς “ΠΑΣΑ ΛΕΞΙΣ | |
ἈΡΧΟΜΕΝΗ,” ζήτει ἐπὶ πολύ· οἷον διὰ τοῦ ιλος, σπί‐ | 160 | |
161 | λος, κωτίλος· τὸ μέντοι ναυτίλος, πομπίλος, Τρωΐλος, ἐνταῦθα εὑρήσεις ἐξάπαντος· καὶ πάλιν τὸ καίνω, φαίνω, ἴσως οὐχ εὑρήσεις ἐν τοῖς διὰ τοῦ αινω· τὸ μέντοι κροαίνω, λιγαίνω, καὶ τὰ τοιαῦτα, ἐξάπαντος εὑρήσεις· καὶ τοῦτο | |
5 | παρατήρει ἐν τοῖς ὁμοίως ἅπασιν. Ἵνα δὲ μὴ ἔχῃς ἄγνοιαν περὶ ὧν μέλλεις ἀκούειν ἐν‐ ταῦθα, ὀνομάτων ὀξυτόνων ἢ παροξυτόνων καὶ τοιούτων, εἴπωμέν σοι καὶ περὶ τούτων. Ὀξύτονα μέν εἰσι τὰ ἐπὶ τέλους ἔχοντα τὴν ὀξεῖαν, | |
10 | οἷον· καλὸς, σοφός. Παροξύτονα δὲ τὰ πρὸ μιᾶς συλλαβῆς ἔχοντα τὴν ὀξεῖαν, οἷον· Αἴας, Αἰνείας. Προπαροξύτονα δὲ τὰ πρὸ δύω συλλαβῶν ἔχοντα τὴν ὀξεῖαν, οἷον· Νικόλαος, Δημήτριος. | |
15 | Καὶ πάλιν περισπώμενά εἰσιν ὀνόματα τὰ ἐπὶ τέλους ἔχοντα τὴν περισπωμένην, οἷον· Ξενοφῶν, Ποσειδῶν. Προπερισπώμενα δὲ τὰ πρὸ μιᾶς συλλαβῆς ἔχοντα τὴν περισπωμένην, οἷον· κῆπος, δοῦλος. | |
Ὅσα δὲ μὴ ἐπὶ τέλους ἔχοντα τὸν τόνον, ἀλλ’ ἐν τῇ | 161 | |
162 | παραληγούσῃ, ἢ τῇ προπαραληγούσῃ, κἄντε ὀξεῖαν, κἄντε περισπωμένην, δύνανται λέγεσθαι καὶ βαρύτονα. Καὶ πάλιν ῥήματα βαρύτονα μέν εἰσι, τὰ πρὸ μιᾶς συλλαβῆς ἔχοντα τὴν ὀξεῖαν, οἷον· τύπτω. | |
5 | Περισπώμενα δὲ τὰ ἐπὶ τέλους ἔχοντα τὴν περισπω‐ μένην, οἷον· ποιῶ, βοῶ, καὶ τὰ ὅμοια. Ἐν οἷς κεῖται τὸ “Πλὴν τοῦδε καὶ τοῦδε,” οὐδὲν τῶν ἐκείνης τῆς μοίρας παραλέλειπται, τῶν δὲ τῆς ἑτέρας ἴσως τὰ πλείω ὡς οὐκ ἀναγκαῖα· μαθόντες γὰρ τὰ | |
10 | διὰ τοῦ διφθόγγου αι τυχὸν ἅπαντα, ἐδιδάχθημεν τὰ ἄλλα πάντα ψιλὰ γράφεσθαι. | |
12t | ΤΑ ΔΙΑ ΤΟΥ ΑΙ ἈΡΣΕΝΙΚΑ. | |
13 | Τὰ διὰ τοῦ εας ὀνόματα ἀρσενικὰ καὶ βαρύτονα διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον· βορέας· Ἀνδρέας· Αἰνέας· καὶ τὰ | |
15 | ὅμοια. Πλὴν τοῦ Αἴας καὶ Μιχαίας. | |
Τὰ διὰ τοῦ εος ὀνόματα διὰ τοῦ ε ψιλοῦ γράφεται· | 162 | |
163 | οἷον· θεός· στερεός· φωλεός· θυρεὸς, τὸ ὅπλον· εἰλεὸς, ἡ μαγειρικὴ τράπεζα· ἐννεὸς, ὁ ἐκπεπληγμένος· ἐρινεὸς, ἡ ἀγρία συκῆ· συφεὸς, τὸ χοιρομάνδριον· καὶ ἁπλῶς πάντα. | |
5 | Πλὴν τοῦ γηραιός· παλαιός· κραταιός· ἀραιός· Ἀχαιὸς, ὁ Ἕλλην· καὶ τὰ δισύλλαβα, χαιὸς, ἡ ῥάβδος· βαιὸς, ὁ μικρός· φαιὸς, ὁ λευκομέλας· σκαιὸς, ὁ κακός· λαιὸς, ὁ ἀριστερός· καὶ τὰ λοιπά. Λεὼς δὲ, ὁ λαὸς, διὰ τοῦ ε ψιλοῦ καὶ ω μεγάλου. | |
10 | Ἰστέον ὅτι τοῖς ψιλουμένοις ἀρσενικοῖς σὺν τοῖς διφθογγι‐ ζομένοις ἀκολουθοῦσι κατὰ τὸ ἀντίστοιχον καὶ τὰ οἰκεῖα αὐτῶν θηλυκὰ καὶ οὐδέτερα, οἷον· ἡ στερεὰ, ἡ γηραιά· τὸ στερεὸν, τὸ γηραιόν· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ αιος ἀρσενικὰ ὀνόματα βαρύτονα, ἐὰν ἀπὸ | |
15 | τῶν εἰς α ἢ εἰς η θηλυκῶν γίνονται, διὰ τῆς αι διφθόγγου γράφονται· οἷον· Μήθυμνα, Μηθυμναῖος· Θεσσαλονίκη, Θεσσαλονικαῖος· Κυρήνη, Κυρηναῖος· σελήνη, σεληναῖος· | |
πηγὴ, πηγαῖος· σπουδὴ, σπουδαῖος· τριταῖος· τεταρταῖος· | 163 | |
164 | Κρισσαῖος κόλπος· εὐκταῖος· ἀπευκταῖος· τελευταῖος· καὶ τὰ ὅμοια. Σὺν τούτοις καὶ τὰ ἀπὸ τῶν ἐπιῤῥημάτων γινόμενα· οἷον· χύδην, χυδαῖος· εἰκῆ, εἰκαῖος. | |
5 | Καὶ τὰ ἀπὸ τῶν εἰς ος· οἷον· δρόμος, δρομαῖος· σκότος, σκοταῖος· τόνος, τοναῖος· χρόνιος, χρονιαῖος· τροχαῖος· γεν‐ ναῖος· καὶ τὰ ὅμοια. Ὡσαύτως καὶ ὅσα ἐθνικά· οἷον· Ἰουδαῖος· Ἑβραῖος· Σαδδουκαῖος· Φαρισαῖος· Ναζωραῖος, καὶ Ναζιραῖος, ὁ | |
10 | καλόγηρος· καὶ τὰ λοιπά· καὶ ὅσα κύρια· οἷον· Ματ‐ θαῖος· Θαδδαῖος· Λεβαῖος· Ἀνταῖος· Ἀρναῖος· καὶ τὰ ὅμοια. Μόνα δὲ ψιλοῦνται τὰ διὰ τοῦ εος, τὰ ἔχοντα προεπι‐ νοούμενον ἔξωθεν τὸ ἄξιος· οἷον· μισητέος, ὁ ἄξιος μίσους· | |
15 | ἀγαπητέος, ὁ ἄξιος ἀγάπης· ἐπαινετέος· λαλητέος· γρα‐ | |
πτέος· ψεκτέος· μωμητέος· καὶ τὰ λοιπά. | 164 | |
165 | Σὺν τούτοις καὶ διὰ τοῦ αλεος ἅπαντα ψιλοῦνται· οἷον· τρομαλέος· πτοιαλέος· δειμαλέος· θαρσαλέος· γηραλέος· καὶ τὰ ὅμοια. Τοῖς γοῦν ψιλουμένοις ἀρσενικοῖς ἀκολουθοῦσι κατὰ τὸ | |
5 | ἀντίστοιχον τὰ αὐτῶν θηλυκὰ καὶ οὐδέτερα· οἷον· μισητέα· ἀγαπητέα· καὶ μισητέον· ὠστέον, ἀντὶ τοῦ ἀποδιωκτέον (ὀστέον δὲ τὸ ὀστοῦν μικρόν)· καὶ τὰ λοιπά. Τὰ διὰ τοῦ αιος προπαροξύτονα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον· μάταιος βέβαιος· ἐπιπόλαιος· Τίμαιος, | |
10 | Θαλέλαιος, κύρια· καὶ τὰ ὅμοια. Πλὴν τῶν ἐπιδεχομένων συναίρεσιν· οἷον· χρύσεος, χρυσοῦς· ἀργύρεος, ἀργυροῦς· χάλκεος, χαλκοῦς· σιδήρεος, σιδηροῦς· καὶ τὰ ὅμοια. Ἀκολουθοῦσι δὲ τούτοις καὶ τὰ οἰκεῖα θηλυκὰ καὶ οὐδέ‐ | |
15 | τερα. Τὰ διὰ τοῦ ετης ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον· οἰκέτης· γεννέτης· φυλέτης· εὐχέτης· εὐμενέτης· νεφε‐ | |
ληγερέτης· Γέτης, ἐθνικόν· Μασσαγέτης· καὶ τὰ λοιπά. | 165 | |
166 | Πλὴν τῶν παρὰ τὸ αἰτῶ, τὸ ζητῶ· οἷον· αἴτης, ὁ πτω‐ χός· προσαίτης· ἐπαίτης. Καὶ ὅσα ἀπὸ τοῦ χαίτη· εὐχαίτης ἵππος, ὁ καλόθριξ· πολυχαίτης· λασιοχαίτης· κυανοχαίτης Ποσειδῶν, ὁ μελανόθριξ· καὶ τὰ ὅμοια. | |
5 | Τὰ διὰ αιτερος καὶ αιτατος δίφθογγον ἔχουσι τὸ αι· οἷον· πρωϊαίτερος· πρωϊαίτατος· ὀρθριαίτερος· ὀρθριαίτατος· ὀψιαίτερος· ὀψιαίτατος· μεσαίτερος· μυχαίτερος· δημαίτε‐ ρος· προυργιαίτερος· Φιλαίτερος· ἀρχιαίτερος. Αἰλεταῖρος δὲ, καὶ ἀρχιεταῖρος, καὶ ἑταῖρος, ὁ φίλος, | |
10 | ψιλὸν καὶ δίφθογγον· καὶ τὰ λοιπά. Τὰ εμ, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον· Ἐδέμ· Βηθλεέμ· Σιχέμ· καὶ τὰ ὅμοια. Πλὴν τοῦ Ἐφραὶμ, καὶ Ἀρμαθαίμ. Τὰ διὰ τοῦ ελος ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφονται· | |
15 | οἷον· ἄγγελος· Μάρκελλος· σκόπελος· σφάκελος· ἄμπελος· πτύελος· ὄφελος· καὶ τὰ τοιαῦτα. Σὺν τούτοις καὶ ἕλος, τὸ δάσος. | |
Τὰ διὰ τοῦ εμος ἅπαντα ψιλοῦνται· οἷον· ἄνεμος· πό‐ | 166 | |
167 | λεμος· ἀπόλεμος· Τληπόλεμος· ἰάλεμος, ὁ θρῆνος· καὶ τὰ λοιπά. Πλὴν τῶν παρὰ τὸ αἷμα· οἷον· ὅμαιμος, ὁ ἀδελφός· ὕφαι‐ μος· πολύαιμος· ἄναιμος, ὁ μὴ ἔχων αἷμα· καὶ τὰ ὅμοια. | |
5 | Τὰ διὰ τοῦ ενος ψιλοῦνται· οἷον· Ἕλενος· ἄφενος· καὶ τὰ ὅμοια. Πλὴν τοῦ αἶνος, ὁ ἔπαινος· καὶ τῶν παρ’ αὐτοῦ· ἔπαινος· πολύαινος· καὶ τὰ λοιπά. Τὰ διὰ τοῦ αιμων ἅπαντα διὰ τῆς αι διφθόγγου γράφον‐ | |
10 | ται· οἷον· δαίμων· εὐδαίμων· Λακεδαίμων· Παλαίμων· ὁμαίμων· συναίμων· αἴμων, ὁ ἐπιστήμων· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ἀρτέμων· ἀκρέμων· Πολέμων· καὶ ἡγεμὼν, καὶ κηδεμών· ὀξύνονται. Τὰ παρὰ τὸ ἀρχαῖος, εἰ μὲν ἐκφωνεῖται τὸ ο, διφθογγί‐ | |
15 | ζεται· οἷον· ἀρχαιόγονος· ἀρχαιόπλουτος· ἀρχαιόβουλος· ἀρχαιόκακος· καὶ τὰ ὅμοια· εἰ δὲ μὴ ἐκφωνεῖται τὸ ο, ψιλοῦται· οἷον· ἀρχέτυπος· ἀρχέγονος· ἀρχέπλουτος· ἀρχέ‐ κακος· ἀρχέλαος· ταῦτα γὰρ ἐκ τοῦ ἀρχὴ συνετελέσθησαν. Ἀρχαιρεσία δὲ, ἀρχαιρεσιάζω, καὶ ἀρχαιρεσιάρχης, | |
20 | δίφθογγον. | 167 |
168 | Τὰ παρὰ τὸ χαμαὶ συγκείμενα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον· χαμαίζηλος· χαμαίκοιτος· χαμαιῤῥιφής· χαμαιῤῥεπής· χαμαιεύνης· χαμαιτύπης· καὶ τὰ ὅμοια. Χαμερεφὴς δὲ, καὶ χαμερπὴς, καὶ χαμεταιρὶς, ψιλά. | |
5t | ΤΑ ΔΙΑ ΤΟΥ ἸΩΤΑ ἈΡΣΕΝΙΚΑ. | |
6 | Τὰ εἰς ις βαρύτονα ὀνόματα, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, ἢ εἰς δος ἢ εἰς θος, ἢ διὰ καθαροῦ τοῦ ως κλινόμενα, καὶ μὴ συναιρούμενα, διὰ τοῦ ἰῶτα γράφονται· εἰς δος· ὡς· Πάρις, Πάριδος· ἔρις, ἔριδος· μῆνις, μήνιδος· εἰς θος· ὡς· ὄρνις, | |
10 | ὄρνιθος· διὰ καθαροῦ τοῦ ως· ὡς· ὄφις, ὄφεως· μάντις, μάν‐ τεως· λέξις, λέξεως· καὶ τὰ ὅμοια. Τὰ δὲ συναιρούμενα ἐν τῇ γενικῇ διὰ τοῦ η γράφεται· οἷον· Δημοσθένης, Δημοσθένεος, καὶ Δημοσθένους· καὶ Ἀντι‐ σθένης, Ἀντισθένεος, καὶ Ἀντισθένους· καὶ ὅμοια. Σὺν | |
15 | τούτοις ἄρης, ὁ θεὸς καὶ ὁ πόλεμος. Ὡσαύτως καὶ ὅσα διὰ τοῦ τος κλίνονται· οἷον· Λάχης, Λάχητος· Πάχης, Πά‐ χητος· καὶ ὅσα ἰσοσυλλάβως κλίνονται, εἰς ου ἔχοντα τὴν γενικήν· Χρύσης, Χρύσου· Πέρσης, Πέρσου· κυβερνήτης, κυβερνήτου· καὶ τὰ λοιπά. | |
20 | Τὰ δὲ διὰ τοῦ εντος κλινόμενα διὰ διφθόγγου γράφονται· | |
οἷον· χαρίεις, χαρίεντος· τιμήεις, τιμήεντος· ἐρώεις, ἐρώεν‐ | 168 | |
169 | τος· αἰγλήεις, αἰγλήεντος· καὶ ἁπλῶς ὅσα καθαρὸν ἔχουσι τὸ εις, διὰ τῆς ει διφθόγγου γράφονται. Πλὴν τῶν μὴ καθαρὸν ἐχόντων τὸ ης, διὰ τοῦ εντος δὲ κλινομένων· οἷον· Κλήμης, Κλήμεντος· Μάνης, Μάνεντος· | |
5 | Κρήσκης, Κρήσκεντος· καὶ τὰ λοιπά. Τὰ εἰς ης ἐπὶ τέλους ἔχοντα τὸν τόνον, ἀρσενικά τε καὶ θηλυκὰ, καὶ συναιρούμενα· οἷον· ψευδὴς, ψευδέος, ψευδοῦς· ἀμαθὴς, ἀμαθέος, ἀμαθοῦς· ταῦτα δὲ καὶ τριγενῆ εἰσί. Σὺν τούτοις καὶ τὰ κύρια, κἄντε ἰσοσυλλάβως κλίνονται· οἷον· | |
10 | Θαλῆς, Θαλοῦ· κἄντε περιττοσυλλάβως· οἷον· Ἡρακλῆς, Ἡρακλέος· ἀλλὰ δὴ καὶ Στιλβῆς, Στιλβῆ· καὶ τὰ ὅμοια. Μεὶς δὲ, ὁ μὴν, Αἰολικῶς, καὶ κτεὶς, τὸ κτένιον, καὶ εἷς, καὶ μηδείς· καὶ τὰ ὅμοια. Τὰ δὲ εἰς δος κλινόμενα θηλυκὰ διὰ τοῦ ἰῶτα γράφονται· | |
15 | οἷον· αἰγὶς, αἰγίδος· ψηφὶς, ψηφίδος· κηλὶς, κηλίδος· καὶ τὰ ὅμοια. | |
Πλὴν τοῦ κλεὶς, κλειδός· καὶ ἕτερα. | 169 | |
170 | Τὰ δὲ εἰς ις προπαροξύτονα, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, ἅπαντα διὰ ἰῶτα γράφονται· οἷον· Ὄσιρις· Καλάσιρις· θηλυκὰ δέ· οἷον· ἀνάστασις· ἔγερσις· καὶ τὰ λοιπά. Τὰ εἰς ιν ὀξύτονα, εἰ μὲν δικατάληκτά εἰσι, διὰ τοῦ | |
5 | ἰῶτα γράφονται, εἴτε ἀρσενικὰ, εἴτε θηλυκά· οἷον· δελφὶν καὶ δελφίς· ἀκτὶν καὶ ἀκτίς· ῥὶν καὶ ῥίς· ἑρμὶν καὶ ἑρμὶς, τὸ κραββατοπόδιον. Εἰ δὲ μὴ δικατάληκτά εἰσι, διὰ τοῦ ἦτα γράφονται· οἷον· ποιμήν· αὐχήν· σωλήν· λειχήν· χήν· μήν· Ἕλλην, | |
10 | βαρυτόνως· ἄῤῥην· καὶ τὰ ὅμοια. Τὰ εἰς ηρ ἀρσενικά τε καὶ θηλυκὰ, εἴτε ὀξύτονα, εἴτε παροξύτονα, διὰ τοῦ η γράφονται· οἷον· σωτήρ· πατήρ· λουτήρ· νιπτήρ· μήτηρ· θυγάτηρ· καὶ τὰ λοιπά. Πλὴν τοῦ χείρ· φθείρ· εἰνάτειρ, ἡ γυνή· καὶ Ἐλεάζειρ. | |
15 | Τὰ εἰς ιξ βαρύτονα, μὴ Δωρικῶς τρεπόμενα εἰς α, διὰ τοῦ ἰῶτα γράφονται· οἷον· πέρδιξ· φοῖνιξ· κώδιξ· ἴνδιξ· καὶ τὰ ὅμοια. Διὰ τοῦ η δὲ ταῦτα· μύρμηξ· σκώληξ· νάρθηξ· κάχληξ· | |
χάληξ, λίθος· ἀκροχάληξ· θώρηξ, ὁ θώραξ· ἵρηξ, ὁ ἱεράξ· | 170 | |
171 | καὶ ὅσα παρὰ τὸ πλήσσω ὀξύτονα· βουπλήξ· οἰστρο‐ πλήξ· καὶ τὰ ὅμοια. Τὰ εἰς ιψ βαρύτονα, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, διὰ τοῦ ἰῶτα γράφονται· οἷον· πρίγκιψ· πεδότριψ, ὁ τοὺς δεσμοὺς | |
5 | συντρίβων· αἰγίλιψ, ἡ ὑψηλὴ πέτρα· κατήλιψ, ἡ σκάλα· καὶ τὰ ὅμοια. Τὰ εἰς ειμ ὀνόματα διὰ διφθόγγου γράφονται· οἷον· Ἰωακείμ· Σεναχηρείμ· Νεφθαλείμ· Μωδηείμ· Ἐλείμ· Χερουβεὶμ καὶ Σεραφείμ· ἐπὶ μὲν ἑνικοῦ διὰ διφθόγγου, | |
10 | ἐπὶ δὲ πληθυντικοῦ, ἰῶτα· οἷον· ὁ Χερουβεὶμ, ὁ Σεραφεὶμ, τὰ Χερουβὶμ, τὰ Σεραφίμ. Σὴμ δὲ, Σαλὴμ, καὶ Ἱερουσαλὴμ, διὰ τοῦ ἦτα. Τὰ διὰ τοῦ ιας ἀρσενικὰ βαρύτονα διὰ τοῦ ἰῶτα γρά‐ φονται· οἷον· κοχλίας· Φειδίας· Νικίας· Κριτίας· Τειρε‐ | |
15 | σίας· νεανίας· ἐκτομίας· Ἀδρίας. | |
Πλὴν τοῦ Ἑρμείας· Αὐγείας· καὶ παρείας, ὄφις. | 171 | |
172 | Τὰ διὰ τοῦ ιος προπαροξύτονα ὀνόματα, κύριά τε καὶ ἐπίθετα, καὶ ἀπὸ τόπου λαμβανόμενα, διὰ τοῦ ἰῶτα γρά‐ φονται· κύρια μέν· οἷον· Γεώργιος· Δημήτριος· Ἀμμώνιος· ἐπίθετα δέ· οἷον· ἅγιος· κύριος· ὅσιος· λόγιος· ἄξιος· καὶ τὰ | |
5 | λοιπά· ἀπὸ τόπου δὲ λαμβανόμενα· οἷον· Ῥόδιος· Κύ‐ πριος· Βυζάντιος· καὶ τὰ ὅμοια. Πλὴν τοῦ Βασίλειος· Ἡράκλειος· Ἄρειος· ταῦτα κύρια ὄντα διφθογγίζονται· ὁμοίως τούτοις καὶ τὰ ἀπὸ τοῦ γαῖα συγκείμενα· οἷον· εὔγειος· ἐπίγειος· μεσόγειος· πρόσγειος· | |
10 | καὶ ἔγγειος, ὁ πρὸς τὴν γῆν νεύων· ἔγγιον δὲ, τὸ πλησίον, ἰῶτα. Σὺν τούτοις καὶ τὰ τακτικὰ καὶ μετουσιαστικὰ, καὶ μέλος σώματος δηλοῦντα· καὶ μετουσιαστικὰ μέν· ἀργύρειος σταυρός· σιδήρειος θώραξ· χάλκειος θῶκος, ἤτοι θρόνος· κτητικὰ δέ· οἷον· Ἀχίλλειος θώραξ· Ἱπποκρά‐ | |
15 | τειος βίβλος· μέρος σώματος δηλοῦντα· οἷον· βόειος ποῦς· ἐλάφειος μυελός· καὶ τὰ λοιπά. Ὡσαύτως καὶ ἀπὸ ποταμῶν ληγόντων εἰς ης· οἷον· Ἰορ‐ δάνης, Ἰορδάνειος ῥοῦς· Χοάσπης, Χοάσπειος· Σάγγης, Σάγγειος· καὶ τὰ ὅμοια. | |
20 | Τὰ δὲ ἀπὸ ποταμῶν ληγόντων εἰς ος διὰ τοῦ ἰῶτα γρά‐ φονται· οἷον· Νεῖλος, Νείλιος ῥοῦς· Πακτωλὸς, Πακτώ‐ | |
λιος· ὠκεανὸς, ὠκεάνιος· ποταμὸς, ποτάμιος· καὶ τὰ ὅμοια. | 172 | |
173 | Τὰ παρὰ τὸ ὄρος, ὁ βουνὸς, διφθογγίζονται· οἷον· ὄρειος τόπος· ὑπόρειος οἶκος· καὶ τὰ ὅμοια. Τὰ δὲ παρὰ τὸ ὅρος, ὁ ὁρισμὸς, ἰωτίζονται· μεθόριον, οὐδετέρως· συνόριον· ὁμόριον· καὶ τὰ ὅμοια. | |
5 | Πᾶσι δὲ τοῖς ἄνω λεχθεῖσιν ἀρσενικοῖς ἀκολουθοῦσι, κατὰ τὸ ἀντίστοιχον, καὶ τὰ οἰκεῖα αὐτῶν θηλυκὰ, καὶ οὐδέτερα πάντα. Τὰ διὰ τοῦ ειος ὀνόματα βαρύτονα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον· Δαρεῖος· Καδμεῖος· ἀστεῖος· ἀνδρεῖος· | |
10 | ἐλεγεῖος· Κεῖος, ὁ ἀπὸ τῆς Κέω νήσου· καὶ τὰ ὅμοια. Πλὴν τοῦ βίος· δῖος, ὁ ἔνδοξος· ἐναντίος· καὶ νυμφίος, ὁ γαμβρός· νυμφεῖος δὲ, ὁ παστὸς, δίφθογγον. Τὰ διὰ τοῦ ιος ὀξύτονα διὰ τοῦ ἰῶτα γράφεται· οἷον· σκολιός· μονιὸς, ἄγριος χοῖρος· κωβιὸς, ἰχθύς· βιὸς, ἡ νευρὰ | |
15 | τοῦ τόξου· καὶ τὰ ἕτερα. Πλὴν τοῦ ἀρνειός· φατειός· θαμειὸς, ὁ συχνός· Σπερ‐ | |
χειὸς, καὶ Ἀλφειὸς, ὀνόματα ποταμῶν. | 173 | |
174 | Τὰ διὰ τοῦ ινος προπαροξύτονα διὰ τοῦ ἰῶτα γράφον‐ ται· λίθινος· πέτρινος· ξύλινος· χρύσινος· γήϊνος· ἀκάνθινος· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ινος βαρύτονα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· | |
5 | Κωνσταντῖνος· ἐχῖνος, ζῶον· πρῖνος, καὶ σχῖνος, δέν‐ δρα· πῖνος, ὁ ῥύπος· καὶ τὰ ὅμοια. Σὺν τούτοις καὶ καρκῖνος. Πλὴν τοῦ θρῆνος· Ῥῆνος, ποταμός· βλῆνος, ὁ ἰχθύς· Τῆνος, νῆσος, θηλυκόν· καὶ οὐδέτερα ταῦτα· κτῆνος· | |
10 | σμῆνος· σκῆνος· καὶ τὰ ὅμοια. Δίφθογγα δὲ, ἐκεῖνος· κεῖνος, τὸ αὐτό· ξεῖνος, ὁ ξένος· καὶ στεῖνος, τὸ στέναγμα. Τὰ διὰ τοῦ ινος ὀξύτονα ὀνόματα, εἰ μὲν καιρὸν σημαί‐ νουσι, διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ἡμερινός· νυκτερινός· | |
15 | δειλινός· ἑσπερινός· πρωϊνός· χειμερινός· ἐαρινός· θερινός· καὶ τὰ ὅμοια. Εἰ δὲ ἐθνικὰ καὶ τοπικὰ, διὰ τοῦ η γράφονται· οἷον· Σαρακηνός· Ῥαιδεστηνός· Ἀβυδηνός· Κυζικηνός· καὶ Ῥαδη‐ | |
νὸς, ὁ ἀπὸ τῆς Ῥάδης· ῥαδινὸς δὲ ὁ λεπτὸς, ἰῶτα. | 174 | |
175 | Εἰ δὲ μήτε καιρὸν σημαίνουσι, μήτε ἐθνικὰ ἢ τοπικά εἰσι, διὰ διφθόγγου γράφονται· οἷον· ὄρος, ὀρεινός· πόθος, ποθεινός· ἔλεος, ἐλεεινός· ἄχθος, ἀχθεινός· ἄλγος, ἀλγεινός· φάος, φαεινός· σκότος, σκοτεινός· φωτεινός· ὑγιεινός· εὐ‐ | |
5 | διεινός· ταπεινός· τραχεινός· ἐρατεινός· κελαδεινός· κλεινός· δεινός· καὶ στεινὸς, ὁ στένος. Ταῦτα δὲ ἰωτίζονται· τάχα, ταχινός· πύκα, πυκινός· θάμα, θαμινός· ἀληθινός· οὐδαμινός· ἀδινὸς, ὁ πυκνός· χα‐ λινός· καὶ φυζακινὸς, ὁ φεύγων· πεδινός· καὶ τὰ ὅμοια· καὶ | |
10 | σειλινὸς, ὁ γέρων. Ἦτα δὲ ταῦτα· γαληνός· ἀμενηνὸς, ὁ ἀσθενής· γαλαθη‐ νὸς, ὁ νεογνός· εὐθηνός· καὶ Σειληνὸς, ὁ σειόμενος, ἀπὸ τοῦ σείεσθαι λίαν ἐν τῷ ληνῷ, ὄνομα Διονύσου. Τὰ διὰ τοῦ ιλος βαρύτονα διὰ τοῦ ἰῶτα γράφονται· | |
15 | οἷον· ποικίλος· ναυτίλος· πομπίλος· Ζωΐλος· Τρωΐλος· πί‐ λος, τὸ κέντουκλον· σπίλος, ὁ ῥύπος· κτίλος, ὁ χειροήθης τράγος· καὶ τὰ λοιπά. Νῆλος δὲ, καὶ δῆλος, ὁ φανερὸς, διὰ τοῦ η. Νεῖλος δὲ, ὁ ποταμός καὶ κύριον ὄνομα, καὶ χεῖλος, | |
20 | οὐδέτερον, δίφθογγον. | 175 |
176 | Τὰ διὰ τοῦ ιλος προπαροξύτονα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ὅμιλος· στρόβιλος· ἄσπιλος· ἄφιλος· Κάμιλλος, ὄνομα κύριον· καὶ τὰ λοιπά. Πλὴν τοῦ κάμηλος, ζῶον· Κάρμηλος, ὄνομα ὄρους· | |
5 | τράχηλος· καὶ κίβδηλος, ὁ ῥυπαρός. Τὰ διὰ τοῦ ηλος ὀξύτονα διὰ τοῦ η γράφονται· οἷον· ὑψηλός· τρυφηλός· μιμηλός· σιγηλός· σιωπηλός· χηλὸς, τὸ κιβώτιον· βηλὸς, ὁ οὐρανός· καὶ τὰ ὅμοια. Πλὴν τοῦ χιλὸς, ἡ τροφή· ψιλὸς, ὁ γυμνός· νεογιλὸς, ὁ | |
10 | νέος. Σὺν τούτοις, καὶ δαψιλῶς. Τὰ διὰ τοῦ ητος ὀξύτονα ὀνόματα διὰ τοῦ η γράφον‐ ται· οἷον· μισητός· στυγητός· τρυγητός· φορητός· ἀτραπη‐ τὸς, ἡ ὁδός· ἀμητὸς, ὁ θερισμός· ἄμητος δὲ, ὁ τοῦ θέρους καιρός· θηητὸς, ὁ θαυμαστὸς καὶ παράδοξος. | |
15 | Πλὴν τοῦ ἁμαξιτός· ἀτραπιτὸς, ἡ ὁδός· θεμιτὸς, ὁ δί‐ καιος· καὶ περιττός. | |
Τὰ διὰ τοῦ ιτος προπαροξύτονα, διὰ τοῦ ἰῶτα γράφονται· | 176 | |
177 | οἷον· Θεοδώριτος, κύριον· ἀπείριτος, ὁ πολύς· ἀπρόϊτος· ἀπρόσιτος· ἀθέμιτος· ἐπαφρόδιτος· ἀδήριτος, ὁ ἀφιλονεί‐ κητος· καὶ πραιπόσιτος, ἀξίωμα. Πλὴν τοῦ ἀήττητος· ἀπτόητος· ἀτρόμητος· ἀτημέλητος· | |
5 | Θεαίτητος, κύριον· θεοδώρητος, ὁ ἐκ θεοῦ δεδωρημένος· καὶ τὰ ὅμοια. Σὺν τούτοις καὶ Μίλητος, νῆσος, θηλυκόν. Ἡράκλειτος δὲ, καὶ Πολύκλειτος, κύρια, δίφθογγα. Τὰ διὰ τοῦ ιμος προπαροξύτονα διὰ τοῦ ἰῶτα γράφε‐ ται· οἷον· ὄψιμος· ἄνθιμος· πρώϊμος· ἔντιμος· ἄτιμος· καὶ | |
10 | τὰ ὅμοια. Πλὴν τῶν παρὰ τὸ σῆμα, καὶ σχῆμα, καὶ φήμη, καὶ δῆμος γενομένων. Παρὰ τὸ σῆμα· οἷον· ἄσημος· ἐπίσημος· παράσημος. Τὰ παρὰ τὸ σχῆμα· οἷον· εὔσχημος· κακό‐ | |
σχημος· πολύσχημος. Τὰ παρὰ τὸ φήμη· οἷον· εὔφημος· | 177 | |
178 | δύσφημος· πολύφημος. Τὰ παρὰ τὸ δῆμος· οἷον· πάνδη‐ μος· ἀπόδημος· ἐπίδημος· καὶ τὰ ὅμοια. Εὔφιμος δὲ ἵππος, ὁ εὐχαλίνωτος, καὶ δύσφιμος, ὁ δυσχαλίνωτος, διὰ τοῦ ἰῶτα γράφονται. | |
5 | Τὰ διὰ τοῦ ιστος προπαροξύτονα διὰ τοῦ ι γράφονται· οἷον· ἄριστος· βέλτιστος· χείριστος· ἔχθιστος· οἴκτιστος· καὶ τὰ λοιπά. Πλὴν τοῦ εὔχρηστος, ὁ χρησιμεύων· δύσχρηστος, κακό‐ χρηστος· καὶ τὰ λοιπά· ἄληστος, ὁ ἀληθινός. | |
10 | Ἄχριστος δὲ ὁ ἀνάλιπτος, διὰ τοῦ ἰῶτα γράφεται. Εὔπειστος δὲ, δύσπειστος, ἄσειστος, καὶ εὔκλειστος ὁ ἀσφάλιστος, διὰ τῆς ει διφθόγγου γράφεται. Τὰ διὰ τοῦ ιστος ὀξύτονα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· πιστός· ΧΡΙΣΤΟΣ, ὁ ἀληθινὸς Θεὸς ἡμῶν, καὶ ὁ | |
15 | Βασιλεύς· ἱστὸς, τὸ κατάρτιον, καὶ τὸ ἱστάριον· ὀϊστὸς, | |
τὸ βέλος· καὶ τὰ λοιπά. | 178 | |
179 | Πλὴν τοῦ χρηστὸς, ὁ ἀγαθός· ἡστὸς, ὁ εὐφραντός· καὶ Σηστὸς, πόλις. Σειστὸς, καὶ σειόμενος· καὶ κλειστὸς, ὁ ἠσφαλισμέ‐ νος· δίφθογγα. | |
5 | Τὰ διὰ τοῦ ηγος ὀξύτονα ἅπαντα διὰ τοῦ ἦτα γράφον‐ ται· οἷον· ὁδηγός· ποδηγός· κυνηγός· ναυπηγός· σιτηγός· ἱππηγός· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ηρος ὀξύτονα διὰ τοῦ η γράφονται· οἷον· αὐστηρός· καματηρός· κοπηρός· γεηρός· ἀτηρὸς, ὁ βλαπτι‐ | |
10 | κός· ὀδυνηρός· ἀβληχρὸς, ὁ ἀσθενής· πηρὸς, ὁ τυφλός· καὶ ὅμοια. Πλὴν τοῦ σιρὸς, ὁ λάκκος· κιῤῥὸς, ὁ κίτρινος· μελιχρός· καὶ ἱρὸς, ὁ ἱερός· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ισμος ὀξύτονα διὰ τοῦ ἰῶτα γράφονται, ὅσα | |
15 | ἀπὸ τῶν διὰ τοῦ ιζω ῥημάτων γίνονται· οἷον· φωτίζω· φωτισμός· ἁγνίζω, ἁγνισμός· ὑβρίζω, ὑβρισμός· κλυδω‐ | |
νίζω, κλυδωνισμός· καὶ τὰ ὅμοια. Εἰ δὲ ἀπὸ περισπωμέ‐ | 179 | |
180 | νων ῥημάτων γίνονται, διὰ τοῦ ἦτα γράφονται· οἷον· ναυαγῶ, ναυαγήσω, ναυαγησμός· λοιδορῶ, λοιδορήσω, λοιδορησμός· ξυρῶ, ξυρήσω, ξυρησμός· μαχῶ, μαχήσω, μαχησμός. Τεμαχισμὸς δὲ ἰῶτα. Ὀρχῶ, ὀρχήσω, | |
5 | ὀρχησμός. Ἐμπρησμὸς, ἐκ τοῦ πρήθω· κνησμὸς ἐκ τοῦ κνήθω· χρησμὸς, ἡ μαντεία, ἐκ τοῦ χρῶ. Αὐλῶ, αὐλήσω, αὐλησμὸς, ὁ τοῦ ὀργάνου· αὐλισμὸς δὲ, ἡ κατασκήνωσις, ἰῶτα. Μέλω, τὸ φροντίζω, καὶ μελησμὸς, ἡ φροντὶς, διὰ τοῦ ἦτα γράφεται. Μελισμὸς δὲ, ἡ τραγῳδία καὶ ἡ | |
10 | τῶν κρεῶν κατακοπὴ, ἰῶτα. Τὰ διὰ τοῦ ικος ὀξύτονα διὰ τοῦ ι γράφονται· οἷον· λογικός· γραμματικός· ῥητορικός· ἀγροικικὸς, καὶ τὰ ὅμοια. Πλὴν τοῦ βοεικός· δαρεικός· Κεραμεικός· Δικελεικός· | |
15 | καὶ Ἀντιοχεικός. Τούτοις δ’ ἀκολουθεῖ τὰ οἰκεῖα αὐτῶν θηλυκὰ καὶ οὐδέτερα, σὺν τοῖς ἐπιῤῥήμασιν. Τὰ διὰ τοῦ ισος ὀξύτονα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· λισσός· Κηφισσός· Κεδρισός· περισσός. | |
Πλὴν τοῦ Ταρτησὸς, η. | 180 | |
181 | Τὰ διὰ τοῦ ιτης ὀνόματα, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, διὰ τοῦ ι γράφονται· οἷον· πολίτης· λυχνίτης· μαργαρίτης· γυμνίτης· ἁλίτης, ὁ θαλάσσιος· καλυβίτης· Σταγειρίτης· Ἀβδηρίτης· πρωρίτης· πρυμνίτης· δικελίτης· φυλακίτης· | |
5 | τεχνίτης· τρωγλίτης· ἁγιοπαντίτης· ἁγιοκλίτης· πλευρί‐ της, νόσος· χρυσίτης, γῆ· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ἦτα δὲ, ὅσα ἀπὸ περισπωμένων ῥημάτων· οἷον· πλανῶ, πλανήτης· πεδῶ, πεδήτης· κομῶ, κομήτης· σφενδονῶ, σφενδονήτης· κυβερνῶ, κυβερνήτης· κηλῶ, κη‐ | |
10 | λήτης· φηλῶ, τὸ ἀπατῶ, φηλήτης· προφήτης· ὑποφήτης· καὶ τὰ ὅμοια. Σημείωσαι τὰ μὴ ἀπὸ τῶν περισπωμένων· ὑπήνη, ὑπη‐ νήτης· Αἴγινα, Αἰγινήτης. Σὺν τούτοις, ἐπήτης, ὁ φρόνι‐ μος· καὶ μαγνήτης, λίθος. | |
15 | Δίφθογγα δὲ, ὅσα ἀπὸ τῶν διὰ τοῦ εια παροξυτόνων θηλυκῶν· οἷον· Ἀντιόχεια, Ἀντιοχείτης· Σαμάρεια, Σα‐ | |
μαρείτης· Μαρώνεια, Μαρωνείτης· καὶ τὰ ὅμοια. Σὺν | 181 | |
182 | τούτοις, ἀλείτης, ὁ ἁμαρτωλός· ὀρείτης, ὁ ὀρεινός· βαθυῤῥεί‐ της ποταμός· καὶ ἀκαλαρείτης, ὁ ἡσύχως ῥεών. Ἰστέον καὶ τοῦτο· ἁλίτης, ὁ θαλάσσιος, ἰῶτα· ἀλήτης, ὁ πλανήτης, η· ἀλείτης δὲ, ὁ ἁμαρτωλὸς, δίφθογγον. | |
5 | Τὰ διὰ τοῦ ειδης πατρωνυμικὰ, εἰ μὲν ἀπὸ τῶν εἰς ευς πρωτοτύπων γίνονται, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον· Πηλεὺς, Πηλείδης· Ἀτρεὺς, Ἀτρείδης· Ἀχιλλεὺς, Ἀχιλλείδης· Θησεὺς, Θησείδης· Οἰνεὺς, Οἰνείδης· Ἀρι‐ στεὺς, Ἀριστείδης· καὶ τὰ λοιπά. | |
10 | Σὺν τούτοις καὶ τὰ ἐκ τῶν πρωτοτύπων συγκείμενα, τῶν παρὰ τὸ κλέος· οἷον· Ἡρακλῆς, Ἡρακλείδης· Τιμο‐ κλῆς, Τιμοκλείδης· Σοφοκλῆς, Σοφοκλείδης· καὶ τὰ ὅμοια. Σὺν τούτοις καὶ Εὐκλείδης, κύριον. Εἰ δὲ μήτε ἀπὸ τῶν εἰς ευς, μήτε ἀπὸ τῶν παρὰ τὸ | |
15 | κλέος γίνονται, διὰ τοῦ ἰῶτα γράφονται· οἷον· Πρίαμος, Πριαμίδης· Ἕκτωρ, Ἑκτορίδης· Πέλοψ, Πελοπίδης· Ἀγαμέμνων, Ἀγαμεμνονίδης· καὶ τὰ ὅμοια. Σὺν τούτοις καὶ ὅσα πατρωνυμικά εἰσιν, ἀλλὰ κύρια· οἷον· Εὐριπίδης· Θουκυδίδης· Φωκυλίδης· Σιμωνίδης· καὶ τὰ ὅμοια. | |
20 | Πλὴν τῶν παρὰ τὸ μῆδος, ὃ δηλοῖ τὴν βουλήν· ταῦτα | 182 |
183 | γὰρ διὰ τοῦ η γράφονται· οἷον· Ἀρχιμήδης· Παλαμήδης· Διομήδης· Γαννυμήδης· Νικομήδης· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ηρης παροξύτονα διὰ τοῦ η γράφονται· οἷον· πλήρης· μονήρης· λυσσήρης· τειχήρης· ἀντήρης, ὁ ἐξ | |
5 | ἐναντίας· ποδήρης χιτών· τριήρης, ναῦς· διήρης· κωπήρης· καὶ τὰ ὅμοια. Τὰ δὲ προπαροξύτονα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· Ὄσιρις· Καλάσιρις· Ταφόσιρις· καὶ τὰ ὅμοια. Πλὴν τοῦ κίσσηρις, τὸ κισσήριον. | |
10 | Τὰ διὰ τοῦ ηεις ἅπαντα διὰ τοῦ ἦτα γράφονται· οἷον· τιμὴ, τιμήεις· τεχνήεις· κωπήεις· δαφνήεις· ὑλήεις· ἔρση, ἡ δρόσος, ἐρσήεις· ἠχήεις· ἀργήεις κεραυνός· καὶ τὰ ὅμοια. Πλὴν τοῦ χαρίεις· τοῦτο γὰρ ἐκ τοῦ χάρις. Τὰ διὰ τοῦ ιας ἐπὶ μὲν ἀρσενικοῦ διὰ τοῦ ι γράφονται, | |
15 | ἐπὶ δὲ θηλυκοῦ διὰ διφθόγγου· οἷον· νεανίας· ὁ ἀλαζωνίας· ὁ τραυματίας· ὁ γοητίας. Καὶ ἐπὶ θηλυκοῦ· ἡ νεανεία, τῆς νεανείας· ἡ ἀλαζωνεία, τῆς ἀλαζωνείας· ἡ τραυμα‐ τεία, τῆς τραυματείας· ἡ γοητεία, τῆς γοητείας· καὶ | |
ἕτερα. | 183 | |
184 | Τὰ διὰ τοῦ ιων ἀρσενικὰ ὀνόματα, διὰ τοῦ ἰῶτα γρά‐ φονται· οἷον· βελτίων, ὁ κρείττων· καλλίων· Ἀρίων· καὶ Ἠετίων· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ἀρείων, ὁ κρείττων· χερείων· μείων, ὁ ἐλάτ‐ | |
5 | των· ταῦτα γὰρ διφθογγίζονται. Τὰ διὰ τοῦ ισιος ὀνόματα διὰ τοῦ ἰῶτα ἔχουσι τὴν παραλήγουσαν· οἷον· Ἀφροδίσιος· Ἀρτεμίσιος· Καϋστρί‐ σιος· καὶ τὰ λοιπά. Διὰ τοῦ ἦτα δὲ ταῦτα· Θρακήσιος· Ἰθακήσιος· Φιλιπ‐ | |
10 | πήσιος· βροτήσιος· ἐτήσιος· καὶ Τιταρήσιος, ὀνόματα πο‐ ταμοῦ. Τὰ παρὰ τὸ ἀεὶ ἐν συνθέσει γινόμενα ἅπαντα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον· ἀειπάρθενος· ἀείμνηστος· ἀείζωος· ἀειθαλής· ἀεισέβαστος· καὶ τὰ ὅμοια. | |
15 | Τὰ δὲ μὴ παρὰ τὸ ἀεὶ, διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ἀΐδιος· ἀΐδηλος, ὁ ἀφανής· Ἀϊδωνεὺς, ὁ Ἅιδης· Ἀΐδης, τὸ | |
αὐτό· ἄϊδρος, ὁ ἀνεπιστήμων· καὶ τὰ ὅμοια. | 184 | |
185 | Τὰ παρὰ τοῦ ἀρχὴ σύνθετα, διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ἀρχιστράτηγος· ἀρχισατράπης· ἀρχιμάγειρος· καὶ τὰ ὅμοια. Πλὴν τῶν παρὰ τὸ ἀρχὴ καὶ τὸ ἄγω· οἷον· ἀρχηγός· | |
5 | ἀρχηγέτης· ἀρχηγούμενος· καὶ τὰ ὅμοια. Τὰ παρὰ τὸ αρι καὶ ερι ἐν συνθέσει γινόμενα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ἀρίδηλος· ἀρίζηλος· ἀριδείκετος· ἀριπρεπής· καὶ πάλιν· ἐρίδηλος· ἐρίζηλος· καὶ τὰ ὅμοια. Ὅσα δὲ μὴ παρὰ τὸ αρι εἰσὶ, διὰ διφθόγγου γράφονται· | |
10 | οἷον· Ἀρειανὸς, ἐξ οὗ καὶ Ἀρειανίζω, καὶ Ἀρειανισμός· ἀρειμάνιος, ὁ πολεμικός· Ἀρειοπαγίτης, καὶ τὰ ὅμοια. Τὰ παρὰ τὸ ἀμφὶ συγκείμενα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ἀμφίβολος· ἀμφίδυμος· ἀμφίβληστρον· ἀμφίμαχος· Ἀμφίπολις· καὶ τὰ ὅμοια. | |
15 | Τὰ δὲ μὴ καθαρὸν ἔχοντα τὸ ἀμφὶ, διὰ τοῦ ἦτα γρά‐ φονται· οἷον· ἀμφήριστος, ὁ ἀμφίμαχος, ἀπὸ τοῦ ἐρίζω· ἄμφηκες ξίφος· καὶ ἀμφηρεφὲς, ὡς συνηρεφὲς, καὶ ὑψη‐ | |
ρεφές· καὶ τὰ ὅμοια. | 185 | |
186 | Τὰ δὲ παρὰ τὸ καλλι συγκείμενα ἅπαντα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· Καλλίστρατος· Καλλίμαχος· καλλιμάρ‐ τυς· καλλίπαις· καλλίτεξ· καλλιπάρθενος· καὶ τὰ ὅμοια. Τὰ παρὰ τὸ ὄρος συγκείμενα, εἰ μὲν ἔχουσιν ἔμπροσθεν | |
5 | σύμφωνον ἓν, διὰ διφθόγγου γράφονται· οἷον· ὀρειφοίτης· ὀρεινόμος· ὀρειβάτης· καὶ τὰ ὅμοια. Τὰ παρὰ τὸ ἐπὶ συγκείμενα ὀνόματα, διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ἐπίβουλος· ἐπίκουρος· ἐπίστροφος· ἐπί‐ πονος· ἐπιπόλαιος· καὶ τὰ ὅμοια. | |
10 | Ὅσα δὲ μὴ καθαρὰν ἔχουσι τὴν ἐπὶ πρόθεσιν, διὰ τοῦ ἦτα γράφονται· οἷον· ἐπήβολος, ὁ γνωστικός· ἐπήνεμος τόπος, ὁ εὐκραής· ἐπήρετμος ναῦς, ἡ ἔγκωπος· ἐπήλυτος, καὶ ἐπήλυσις, ἡ ἐπέλευσις· ἐπηετανὸς, ὁ ὁλοχρόνιος. Σὺν τούτοις καὶ ἐπηρεαστὴς, καὶ ἐπήρεια. | |
15 | Ἰστέον καὶ τοῦτο· ἐπεὶ, ἐπείπερ, ἐπειδὴ, ἐπειδήπερ, ἐπειδὰν, ἔπειτα, καὶ μετέπειτα, δίφθογγα· ἐπὶ δὲ, πρόθε‐ σις, ι. | |
Εἴκελος μόνον, ει δίφθογγον. Τὰ δὲ παρ’ αὐτοῦ συγκεί‐ | 186 | |
187 | μενα· οἷον· θεείκελος· ἀνδρείκελος· ἀγαθείκελος· πανείκε‐ λος· καὶ τὰ ὅμοια. Τὰ παρὰ τὸ ἐλῶ, τὸ ἐλαύνω, γινόμενα ἅπαντα διὰ τοῦ η γράφονται· οἷον· βοηλάτης· ἱππηλάτης· ὀνηλάτης· ποινη‐ | |
5 | λάτης· θεήλατος ὀργή· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ηπολος ὀνόματα διὰ τοῦ ἦτα γράφονται· οἷον· μυστηπόλος· θαλαμηπόλος· θυηπόλος· καὶ τὰ ὅμοια. Πλὴν τοῦ μαντιπόλος· καὶ νυκτιπόλος. Τὰ διὰ τοῦ ηφορος ἅπαντα διὰ τοῦ η γράφονται· οἷον· | |
10 | νικηφόρος· βουληφόρος· ἀσπιδηφόρος· ξιφηφόρος· ἀκανθη‐ | 187 |
188 | φόρος· θανατηφόρος. Ὡσαύτως καὶ τὰ ῥήματα· βουλη‐ φορῶ· ξιφηφορῶ· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ὀνησιφόρος, καὶ ἐλπιδιφόρος. Τὰ παρὰ τοῦ ἀκούω συγκείμενα τὸ η ἐπιφέρονται· οἷον· | |
5 | ὑπήκοος· ἀνήκοος· παρήκοος· δυσήκοος. Ὡσαύτως καὶ τὰ ῥήματα· ἀνηκοῶ· δυσηκοῶ· καὶ τὰ ὅμοια. Εὔεικτος δὲ διὰ τῆς ει διφθόγγου γράφεται. Τὰ παρὰ τὸ λήβω, τὸ λαμβάνω, διὰ τοῦ η γράφονται· οἷον· ἄληπτος, ὁ ἀκράτητος· ἀκατάληπτος· ἀνεπίληπτος· | |
10 | ἐπίληπτος· ἀπροσωπόληπτος· φρενόληπτος· ὅθεν καὶ ἀκα‐ ταληψία· ἐπιληψία· καὶ τὰ ὅμοια. Διὰ δὲ διφθόγγου ὅσα ἐκ τοῦ λείπω, τὸ καταλιμπάνω· οἷον· ἀδιάλειπτος· ἀνεξάλειπτος· καὶ τὰ ἐπιῤῥήματα· ἀδιαλείπτως· ἀνεξαλείπτως. | |
15 | Ἀνελλιπῶς, καὶ ἀνελλιπὴς, καὶ ἐπιλιπῶς, ἐπιῤῥή‐ | |
ματα. | 188 | |
189 | Τὰ διὰ τοῦ ηρευς ὀνόματα διὰ τοῦ η γράφονται· οἷον· Φαληρεύς· Καφηρεύς· τηρεὺς, ὁ σάκκον βαστάζων. Πλὴν τοῦ Νιρεὺς ὁ εὔμορφος ι, καὶ ἱρεὺς ὁ ἱερεύς. Ἰστέον δὲ καὶ τοῦτο· Νιρεὺς, ὁ εὔμορφος, ι· Νηρεὺς, ὁ | |
5 | θαλάσσιος, η· νειρεὺς δὲ, ὁ κόχλος, δίφθογγον. Τὰ διὰ τοῦ ειρος ὀνόματα προπαροξύτονα διὰ διφθόγγου γράφονται· οἷον· μάγειρος· ὄνειρος· πέπειρος, ὁ ὥριμος· Κυναίγειρος, καὶ Ἰάειρος, κύρια· ἄπειρος· ἔμπειρος· καὶ ἤπειρος, ἡ γῆ, θηλυκόν. | |
10 | Πλὴν τοῦ Ὅμηρος· ναύκληρος· σίδηρος· ἐπίκηρος, ὁ φθαρτός· καὶ Σεβῆρος, κύριον. Τὰ παρὰ τὸ ἦχος, ὃ σημαίνει τὴν φωνὴν, διὰ τοῦ ἦτα γράφονται· οἷον· εὔηχος· δύσηχος· πολύηχος· καὶ τὰ ὅμοια. | |
15 | Τὰ δὲ μὴ παρὰ τὸ ἦχος, ἅπαντα διὰ τοῦ ἰῶτα γράφον‐ ται· οἷον· Σωτήριχος· Ἰάμβλιχος· Φρύνιχος· καὶ Ψαμ‐ μίτιχος· μείλιχος, ὁ πρᾷος· καὶ τάριχος, τὸ πάσμα. Εὔ‐ | |
τειχος δὲ πόλις, δίφθογγον. | 189 | |
190 | Τὰ παρὰ τὸ εἶδος συγκείμενα διὰ διφθόγγου γράφονται οἷον· εὐειδής· δυσειδής· πολυειδής· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ἀηδής· καὶ μελιηδής· καὶ ἕτερα. Τὰ διὰ τοῦ ημων ὀνόματα διὰ τοῦ ἦτα γράφονται· | |
5 | οἷον· Φιλήμων· νοήμων· εὐσχήμων· ἀκτήμων· καὶ τὰ ὅμοια. Πλὴν τοῦ εὐχείμων· καὶ μονείμων. Τὰ διὰ τοῦ ηλιος ἐκφερόμενα διὰ τοῦ η γράφονται· οἷον· γαμήλιος· Κορνήλιος καὶ Αὐρήλιος, κύρια· ἀνθήλιος, ὁ | |
10 | λαμπρός· καὶ ἥλιος, ὁ λάμπων. Πλὴν τοῦ Ἴλιος, ἡ Τροία· φίλιος· ἀπρίλιος, μήν· καὶ τραχίλιος. Τὰ εἰς ος ἀρσενικὰ ὀνόματα ὀξύτονα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· ἁγνὸς, ὁ καθαρός· καλός· σοφός· κραταιός· | |
15 | καὶ τὰ ὅμοια. Πλὴν τοῦ λαγώς· ταώς· τυφώς· κάλως, τὸ σχοινίον· καὶ ὅσα διὰ τοῦ τος κλίνονται· ἀγνὼς, ὁ ἄγνωστος, ἀγνῶ‐ τος· ἱδρὼς, ἱδρῶτος· καὶ φὼς, ἀνὴρ, φωτός· καὶ τὰ μετο‐ | |
χικὰ, τετυφώς· λελαβώς· πεποιηκώς· καὶ τὰ ὅμοια. | 190 | |
191 | Σὺν τούτοις καὶ τὰ Ἀττικά· νεὼς, ὁ ναός· λεὼς, ὁ λαός· καὶ τὰ ὅμοια. Τὰ εἰς ος ἀρσενικὰ ὀνόματα βαρύτονα, διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· πλόος, πλόου· λόγος, λόγου· πόρνος, πόρνου· | |
5 | καὶ τὰ ὅμοια. Τὰ δὲ περιττοσυλλάβως διὰ τοῦ ω μεγάλου γράφον‐ ται, καὶ ἐπὶ τῆς εὐθείας καὶ ἐπὶ τῆς γενικῆς· οἷον· γέλως, γέλωτος· ἔρως, ἔρωτος· νέπως, νέπωτος· ἥρως, ἥρωος· Μίνως, Μίνωος· καὶ τὰ λοιπά. Ὡσαύτως καὶ τὰ προ‐ | |
10 | παροξύτονα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· Μενέλεως· Νικόλεως· καὶ τὰ ὅμοια. Τὰ εἰς ων ὀνόματα ἀρσενικὰ, βαρύτονα, ὀξύτονά τε καὶ προπαροξύτονα, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· Μέ‐ μνων· Ἀγαμέμνων· μείζων· ἐλάττων· κοιτών· ξενών· παρ‐ | |
15 | θενών· Ξενοφῶν· Σολομῶν. Σὺν τούτοις καὶ τὰ Ἑβραϊκὰ καὶ μονόκλιτα· οἷον· Σαμψών· Ἀαρών· Γαδών· καὶ τὰ ὅμοια· καὶ τὰ θηλυκά· τρυγών· χελιδών· καὶ τὰ λοιπά. Τὰ εἰς οψ ὀνόματα, διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· | |
Πέλοψ· μέροψ· σκόλοψ· οἶνοψ· ἔποψ· καὶ τὰ ὅμοια. | 191 | |
192 | Πλὴν τοῦ Κύκλωψ· ἑλίκωψ· ἄωψ· μύωψ· παρά‐ βλωψ· καὶ τὰ ὅμοια. Σὺν τούτοις καὶ μώλωψ· κώνωψ· ὕδρωψ· νυκτάλωψ. Ἔτι καὶ τὰ μονοσύλλαβα· θὼψ, ὁ κόλαξ· κλὼψ, ὁ κλέπτης· ῥὼψ, ὁ θάμνος· ὢψ, ὁ ὀφθαλ‐ | |
5 | μός· ὂψ, ἡ φωνὴ, μικρόν· κέρωψ· καὶ τὰ ὅμοια. Τὰ εἰς ωρ ὀνόματα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· Νέστωρ· αὐτοκράτωρ· ὕδωρ, οὐδέτερον· τέκμωρ· ἐέλδωρ, τὸ ἐπιθύμημα· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ἄνορ· κάλορ· ἦτορ· ἄορ· Γόμορ· Χολοδογόμορ· | |
10 | Ναβουχοδονόσορ· καὶ τὰ λοιπά. Τὰ εἰς ωρ ὀνόματα διὰ τοῦ ο μικροῦ κλίνονται· οἷον· Νέστωρ, Νέστορος· Ἕκτωρ, Ἕκτορος· Πολυμήστωρ, Πο‐ λυμήστορος· ἀλέκτωρ, ἀλέκτορος· ἑστιάτωρ, ἑστιάτορος· οἰκήτωρ, οἰκήτορος· φιλοπάτωρ, φιλοπάτορος· πράκτορος· | |
15 | ῥήτορος· φράκτορος· Ἀγήνορος· καὶ τὰ λοιπά. Εἰ δὲ ἀξιωματικά εἰσι καὶ Ῥωμαϊκὰ, διὰ τοῦ ω με‐ | |
γάλου κλίνονται· οἷον· κοιαίστωρ, κοιαίστωρος· πραίτωρ, | 192 | |
193 | πραίτωρος· κέλωρ, κέλωρος· μανδάτωρ, μανδάτωρος· κου‐ ράτωρ, κουράτωρος· πρωτοστάτωρ, πρωτοστάτωρος· καὶ τὰ λοιπά. Πλὴν τῶν παρὰ τὸ κράτος· οἷον· αὐτοκράτωρ, αὐτοκρά‐ | |
5 | τορος· σεβαστοκράτωρ, σεβαστοκράτορος· παντοκράτωρ, παντοκράτορος· καὶ τὰ λοιπά. Ταῖς γενικαῖς δὲ ἀκολουθοῦσι καὶ αἱ κλητικαί· κἂν ἐκεῖναι σμικρύνονται, καὶ αὗται· κἂν μεγεθύνονται, ὡσαύ‐ τως. | |
10 | Αἱ διὰ τοῦ ωτος γενικαὶ μεγαλογραφοῦνται· ἱδρὼς, ἱδρῶτος· ἀγνὼς, ὁ ἄγνωστος, ἀγνῶτος. Πλὴν τῶν μετοχῶν· τοῦ τετυφότος· πεποιηκότος. Καὶ ἀπὸ τούτων μεγαλογραφοῦνται μόνα, τὸ γεγῶτος, ἑστῶτος, καὶ τεθνεῶτος. | |
15 | Τὰ εἰς ων βαρύτονα ὀνόματα, διὰ τοῦ ντ κλινόμενα, | 193 |
194 | μικρὸν ἔχει τὸ ο ἐπὶ τῆς γενικῆς· οἷον· λέων, λέοντος· δρά‐ κων, δράκοντος· θεράπων, θεράποντος· καὶ τὰ ὅμοια. Τὰ δὲ περισπώμενα, διὰ τοῦ ω μεγάλου κλίνονται· οἷον· Ξενοφῶν, Ξενοφῶντος· Κτησιφῶν, Κτησιφῶντος· Σολο‐ | |
5 | μῶν, Σολομῶντος· καὶ ἕτερα. Καὶ τὰ μετοχικὰ, καὶ περισπώμενα· βοῶντος, γελῶντος· δρῶντος· καὶ τὰ ὅμοια. Οἱ δὲ μετοχικοὶ δεύτεροι ἀόριστοι διὰ τοῦ ο μικροῦ γράφονται· τυπόντος· λιβόντος· πλακόντος· καὶ τὰ λοιπά. | |
10 | Σὺν τούτοις καὶ τὸ δόντος· γνόντος· σχόντος· ἁλόντος· ἁμαρτόντος· ἀλῶντος δὲ, τοῦ πλανῶντος, μεγάλου. Τὰ εἰς ων βαρύτονα, εἰ μέν εἰσι τριγενῆ, διὰ τοῦ ο μι‐ κροῦ κλίνονται· οἷον· ὁ γείτων, ἡ γείτων, καὶ τὸ γεῖτον, καὶ κλίνεται γείτονος. Ὡσαύτως καὶ μείζονος· μείονος· σώ‐ | |
15 | φρονος· καλλίονος· καὶ τὰ ὅμοια. Ὡσαύτως καὶ ἀπὸ ῥημάτων παραγόμενα· οἷον· οἰκτήρμονος· ἐκ γὰρ τοῦ οἰκτεί‐ ρω· καὶ τὰ ἑξῆς· νοήμονος· Φιλήμονος· ἐλεήμονος. Σὺν τούτοις, καὶ Μέμνων, Μέμνονος· Ἀγαμέμνονος· ἄξονος· πρίονος· στήμονος· τέκτονος· καὶ τὰ ὅμοια. | |
20 | Ἀλκμαίονος δὲ ἠμφισβήτηται. | 194 |
195 | Τὰ δὲ ἐξ ὀνομάτων παραγόμενα, διὰ τοῦ ω μεγάλου κλίνονται· οἷον Θέων, Θέωνος· Δίωνος· Τρύφωνος· Ἱέρωνος· ἐκ τοῦ θεὸς γὰρ, καὶ τοῦ δῖος, καὶ τοῦ τρυφὴ, καὶ τοῦ ἱερός. Τούτοις δ’ ἀκολουθεῖ καὶ τὰ διὰ τοῦ ιων πατρω‐ | |
5 | νυμικά· οἷον· Κρονίων, Κρονίωνος· Πηλείωνος· Ἀτρείωνος· καὶ τὰ λοιπά. Διὰ δὲ τοῦ ο μικροῦ κλίνονται ὅσα ἀπὸ τοῦ ο ὀνόματος δίχρονον ἔχουσι μακρόν· οἷον· Ἰξίων, Ἰξίονος· Ἀμφίονος· Πανδίονος· Ἀμφιτρύονος· Ἀμφικτύονος. | |
10t | ΠΕΡΙ ΤΩΝ ΔΙΑ ΤΟΥ ΜΕΣΟΥ ΚΛΙΝΟΜΕΝΩΝ ΠΑΣΩΝ | |
11t | ΓΕΝΙΚΩΝ ἘΝ ΑΙΣ ἈΜΦΙΒΑΛΛΕΙΝ ἜΧΕΙ ΤΙΣ ΤΟ | |
12t | ἈΝΤΙΣΤΟΙΧΟΝ. | |
13 | Φέρε πάσας ἁπλῶς ἐκθήσομεν τὰς τῶν εἰς ων βαρυ‐ τόνων ὀνομάτων γενικὰς, ἐν αἷς ἴσως ἀμφιβάλλειν ἔχει | |
15 | τις, τὸ ἀντίστοιχον μὴ εὑρίσκων φανερῶς, εἴτε ἐξ ὀνόμα‐ | |
τος, εἴτε ἀπὸ ῥήματος ἡ λέξις παράγεται. Τὰς μέντοι | 195 | |
196 | τῶν τριγενῶν ὀνομάτων γενικὰς καὶ τὰς τῶν πατρωνυ‐ μικῶν, ὡς προδιδαχθείσας καὶ σαφεῖς, ἐνταῦθα ἐάσω‐ μεν. Ὅρα λοιπὸν τὰς ἐν ζητήσει γενικὰς, τὰς διὰ τοῦ ω | |
5 | μεγάλου, κατὰ στοιχεῖον κειμένας· Ἄννωνος· Ἀνθεμίωνος· Ἀνδροτίωνος· Ἀπόλλωνος· Ἀρίωνος· Ἀσκάλωνος· αἴθω‐ νος· αὐχίτωνος, ἀπώγωνος· Βίτωνος· Βάρωνος· γαλά‐ τωνος· Γνάθωνος· γλήχωνος· Δόλωνος· Δόρκωνος· Δρό‐ μωνος· Δευκαλίωνος· δυσαίωνος· Ἐνδυμίωνος· Ζήνωνος· | |
10 | Ἠετίωνος· Ἡφαιστίωνος· Ἤρωνος, κύρια· εἴρωνος, τοῦ ἀπατεῶνος· Ἱλαρίωνος· Ἴωνος· Καύκωνος· Κίκονος δὲ, μικρόν· Κικέρωνος· Κίμωνος· Κνήμωνος· Κόνωνος· Κρί‐ τωνος· καταπύγωνος· κλύδωνος· καύσωνος· κώδωνος· κνώδωνος· Λάδωνος· Λάκωνος· Λάμωνος· μήκωνος· μύ‐ | |
15 | λωνος· Μύρωνος· Μαρκίωνος· Μοσχίωνος· Νέρωνος· Νίκω‐ νος· Νίφωνος· οὐρανίωνος· Πολέμωνος· Πλάτωνος· πά‐ | |
τρωνος· πώγωνος· ῥώθωνος· Σόλωνος· Σπυρίδωνος· σπά‐ | 196 | |
197 | δωνος· Σκείρωνος, τοῦ λῃστοῦ· Σκήρωνος, ἔθνος· Τίμω‐ νος· Τρίτωνος· Τρύφωνος· τρήρωνος, θηλυκόν· Φοιβάμω‐ νος· Χάρωνος· Χείρωνος, κύρια· Χαρίτωνος· Ὠρίωνος· ὠρατίωνος. | |
5t | ΠΕΡΙ ΤΩΝ ΔΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΚΛΙΝΟΜΕΝΩΝ, ἘΝ ΑΙΣ | |
6t | ἈΜΦΙΒΑΛΛΕΙΝ ἜΧΕΙ ΤΙΣ ΤΟ ἈΝΤΙΣΤΟΙΧΟΝ. | |
7 | Ὅρα καὶ τὰς διὰ τοῦ ο μικροῦ γενικάς· ἄξονος· Αὔσονος· ἀκρέμονος· Ἀμφιτρύονος· Ἀμφίονος· ἀμφικτίονος· ἐνοσί‐ χθονος· Ἰξίονος· ἰχνεύμονος· Ἰάσονος· Ἴδμονος· Λυκόφρο‐ | |
10 | νος· Μέμνονος· πέπονος· πνεύμονος· πρίονος· στήμονος· τέ‐ κτονος, τέρμονος. Τὰ ἐπὶ τέλους ἔχοντα τὸν τόνον εἰς ων ὀνομάτων, εἰ μέν εἰσι περιεκτικὰ, διὰ τοῦ ω μεγάλου κλίνονται· οἷον· ξενὼν, ξενῶνος· ἀνδρῶν, ἀνδρῶνος· παρθενῶν, παρθενῶνος· πε‐ | |
15 | ριέχει γὰρ ὁ ξενῶν τοὺς ξένους, ὁ ἀνδρὼν τοὺς ἄνδρας, ὁ | 197 |
198 | παρθενὼν τὰς παρθένους· οὕτω καὶ δαφνὼν, δαφνῶνος· κοι‐ τὼν, κοιτῶνος· νυμφῶνος· ἱππῶνος· φυτῶνος· καὶ τὰ ὅμοια. Καὶ ὅσα δὲ περισπῶνται ἐπ’ εὐθείας ὡς ἀπὸ συναιρέ‐ σεως, διὰ τοῦ ω μεγάλου κλίνονται· οἷον· Ποσειδῶν, Πο‐ | |
5 | σειδῶνος· Σολομῶν, Σολομῶνος· ἐκ τοῦ Σολομάων γὰρ καὶ τοῦ Ποσειδάων· οὕτω καὶ Ξενοφῶντος· Ἀγλαοφῶντος· Κτησιφῶντος· ταῦτα δὲ διὰ τοῦ ντ κλίνονται. Ὡσαύτως καὶ τὰ μηνῶν ὀνόματα διὰ τοῦ ω μεγάλου κλίνονται· οἷον· Ἑκατομβαιὼν, Ἑκατομβαιῶνος· Μαιμα‐ | |
10 | κτηριῶνος· Ἐλαφηβολιῶνος· Θαργηλιῶνος· καὶ τὰ ὅμοια. Τὰ δὲ εἰς δων ὀξύτονα διὰ τοῦ μικροῦ κλίνονται· οἷον· Μακεδὼν, Μακεδόνος· Μυρμιδόνος· Σαρπηδόνος· καὶ τὰ ὅμοια. Πλὴν τοῦ Ποσειδῶν, Ποσειδῶνος· Μελεδῶνος· Σιδῶνος, | |
15 | ὀνόματα πόλεων. | 198 |
199 | Ἀλλὰ φέρε κἀνταῦθα πάσας ἐνθήσομέν σοι τὰς γενικὰς, χωρὶς τῶν γραφεισῶν περιεκτικῶν, καὶ τῶν λοιπῶν. Ὅρα γοῦν τὰς διὰ τοῦ ω μεγάλου· ἀγῶνος· ἀγκῶνος· αὐλῶνος· ἀῤῥαβῶνος· ἀπατρῶνος· ἀνθερεῶνος· ἀφεδρῶ‐ | |
5 | νος· αἰῶνος· δρυμῶνος· Ἑλικῶνος· Ἠλεκτρυῶνος, τοῦ ἡλίου· ἀλεκτρυῶνος, ὀρνέου ὄνομα· θημῶνος· κυκεῶνος· Κολοφῶνος· Καλυδῶνος· Κιθαιρῶνος· κλαυθμῶνος· κε‐ νεῶνος· λεγεῶνος· λυμεῶνος· λαμεῶνος· Μαραθῶνος· μελεδῶνος, θηλυκόν· πυλῶνος· πλαταμῶνος· Σολομῶ‐ | |
10 | νος· Συμεῶνος· Τυφῶνος· ταῶνος· τελαμῶνος· καὶ χαρα‐ δρεῶνος. | |
Ὅρα καὶ τὰς διὰ τοῦ ο μικροῦ γενικάς· ἡγεμόνος· θαλα‐ | 199 | |
200 | μόνος· κανόνος· Παφλαγόνος· Στρυμόνος· ἀλεκτρυόνος· καὶ τὰ ὅμοια. Αἱ δὲ κλητικαὶ τῶν εἰς ων καὶ εἰς ωρ ὀνομάτων ἀκο‐ λουθοῦσι τῷ ἀντιστοίχῳ τῶν γενικῶν, πλὴν τῶν μετο‐ | |
5 | χῶν· αἱ μετοχαὶ γὰρ, φησὶ, καὶ τὰ μετοχικὰ ὀνόματα τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητικάς· ὁ τύπτων, ὦ τύ‐ πτων· ὁ ἄρχων, ὦ ἄρχων· ὁ λέγων, ὦ λέγων. Τὰ εἰς οψ ὀνόματα μικρογραφούμενα, τὸ ο μικρὸν φυ‐ λάσσει καὶ ἐπὶ γενικῆς· οἷον· Πέλοψ, Πέλοπος· μέροψ, | |
10 | μέροπος· καὶ τὰ ὅμοια. Εἰ δὲ μεγαλογραφοῦνται αἱ εὐθεῖαι, καὶ γενικαὶ ὡσαύ‐ τως· Κύκλωψ, Κύκλωπος· μύωψ, μύωπος· καὶ τὰ ὅμοια. Τὰ εἰς ης ἀρσενικὰ ὀξύτονα, διὰ τοῦ εος κλινόμενα καὶ συναιρούμενα ἐπὶ γενικῆς, τὸ ο μικρὸν ἔχουσιν ἐπ’ αὐτῆς· | |
15 | οἷον· ἀληθὴς, ἀληθέος, ἀληθοῦς· ἀψευδὴς, ἀψευδέος, ἀψευ‐ δοῦς· ἀσθενὴς, ἀσθενέος, ἀσθενοῦς· καὶ τὰ ὅμοια. Τούτοις ἀκολουθεῖ καὶ τὰ οἰκεῖα θηλυκὰ, καὶ οὐδέτερα ὁμοίως τοῖς | |
ἀρσενικοῖς. | 200 | |
201 | Τὰ εἰς υς ἀρσενικὰ ὀξύτονα, διὰ τοῦ εος κλινόμενα, διὰ τοῦ ο μικροῦ ἔχουσιν ἐπὶ τῆς γενικῆς· οἷον· ἡδὺς, ἡδέος· ταχὺς, ταχέος· ὀξὺς, ὀξέος· δριμὺς, δριμέος· καὶ τὰ ὅμοια. Ὡσαύτως καὶ τὰ τούτων οὐδέτερα. | |
5 | Ὡσαύτως καὶ τὰ παροξύτονα διὰ τοῦ ο μικροῦ κλίνον‐ ται· οἷον· βότρυς, βότρυος· στάχυς, στάχυος. Πέλεκυς δὲ, Πελέκεως, καὶ πήχυς, πήχεως· μέγα. Τὰ εἰς ης ἀρσενικὰ βαρύτονα διὰ τοῦ εος κλινόμενα, συναιρούμενα ἐπὶ τῆς γενικῆς, τὸ ο μικρὸν ἔχουσιν ἐπ’ | |
10 | αὐτῆς· οἷον· Δημοσθένης, Δημοσθένεος, Δημοσθένους· Γα‐ νυμήδης, Γανυμήδεος, Γανυμήδους· Παλαμήδης, Παλαμή‐ δεος, Παλαμήδους· καὶ τὰ ὅμοια. Εἰ δὲ μὴ συναιρούμενα ἐπὶ τῆς γενικῆς, αἱ εὐθεῖαι διὰ τοῦ ἰῶτα, καὶ αἱ γενικαὶ διὰ τοῦ ω μεγάλου κλίνονται· | |
15 | οἷον· ὄφις, ὄφεως· μάντις, μάντεως· καὶ τὰ λοιπά. Ἀτ‐ τικὴ δέ ἐστιν ἡ κλίσις ἡ διὰ τοῦ ω μεγάλου· κλίνονται γὰρ τοιαῦτα καὶ Ἰωνικῶς διὰ τοῦ ο μικροῦ· ὅμως ἡμεῖς τὴν Ἀττικὴν κλίσιν ἐν τῷ καθόλου γράφειν εἰώθαμεν. Ὁμοίως καὶ τὰ θηλυκά· λέξις, λέξεως· γνῶσις, γνώσεως· | |
20 | καὶ τὰ ὅμοια. Καὶ τὰ εἰς ευς ὀνόματα διὰ τοῦ εως κλινόμενα, τὸ ω μέγα φυλάσσουσιν ἐπὶ γενικῆς· οἷον· Πηλεὺς, Πη‐ λέως· Ἀχιλλεὺς, Ἀχιλλέως. Τυδέως· Οἰνέως· καὶ τὰ | |
ὅμοια. | 201 | |
202 | Ἰστέον δὲ καὶ τοῦτο· Μωσέως, μέγα· Μωυσέος, μικρόν. Τὰ διὰ τοῦ ωτερος καὶ ωτατος, εἰ μὲν ἔχουσι τὴν πρὸ τοῦ ω συλλαβὴν βραχεῖαν, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· ἁγιώτερος, ἁγιώτατος· σοφώτερος, σοφώτατος· λο‐ | |
5 | γιώτερος· λογιώτατος· καὶ τὰ ὅμοια. Εἰ δὲ μακρὰν, κἄντε φύσει, κἄντε θέσει, διὰ τοῦ ο μικροῦ· οἷον· δικαιό‐ τερος, δικαιότατος· σκαιότερος, σκαιότατος· μωρότερος, μωρότατος· καὶ τὰ λοιπά. Σεσημείωται ἐν τούτοις τὰ ἔχοντα μακρὸν δίχρονον πρὸ | |
10 | τοῦ ο, καὶ διὰ τοῦτο σμικρογραφούμενα, ἅπερ εἰσὶ ταῦτα· εὐθυμότερος· ῥαθυμότερος· λιτότερος· ἀλυπότερος· εὐψυχό‐ | |
τερος· λαρότερος· ἱλαρότερος· ῥᾳότερος· ἐντιμότερος· ἀτι‐ | 202 | |
203 | μότερος· ἀσπιλότερος· ἰσχυρότερος· ψιλότερος· ἰσότερος· πραότερος· πιότερος· τρανότερος· δυσπροσιτότερος· ἀκιν‐ δυνότερος· ἰφθιμότερος· εὐκλιδότερος· ἀλιμότερος· εὐομι‐ λότερος· φανότερος· χρυσότερος· στενότερος· ξενότερος· | |
5 | καὶ τὰ ὅμοια. Ὄνομα μόνον μικρόν· τὰ δὲ παρ’ αὐτοῦ μεγάλα· οἷον· ἀνώνυμος· ἐπώνυμος· δυσώνυμος· χριστώνυμος· φερώνυ‐ μος· Κοπρώνυμος· καὶ τὰ λοιπά. Τούτοις ἀκολουθεῖ καὶ τὰ τούτων ῥήματα· δυσωνυμῶ· χριστωνυμῶ· καὶ τὰ | |
10 | ὅμοια. Ἀνονόμαστος δὲ, καὶ κατονόμαστος, διὰ τοῦ ο μικροῦ. Ὄλεθρος δὲ μόνον μικρόν· τὰ δὲ παρ’ αὐτοῦ γινόμενα, εἰ μὲν ἔχουσι τὴν πρὸ τοῦ ὄλεθρος συλλαβὴν βραχεῖαν, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· ἀνώλεθρος· ἐπώλεθρος· | |
15 | βιώλεθρος· πανώλεθρος· πανωλεθρία· καὶ τὰ ὅμοια. Εἰ δὲ μακρὰν, κἄντε φύσει, κἄντε θέσει, διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· ψωμόλεθρος· ψυχόλεθρος· καὶ σιτόλεθρος· καὶ τὰ λοιπά. Ὄροφος μικρόν· τὰ δὲ παρ’ αὐτοῦ γινόμενα, εἰ μὲν | |
20 | ἔχουσι τὴν πρὸ τοῦ ὄροφος συλλαβὴν βραχεῖαν, διὰ τοῦ ω | 203 |
204 | μεγάλου γράφονται· οἷον· ἀνώροφος· διώροφος· τριώροφος· πολυώροφος· ὁμώροφος· καὶ τὰ ὅμοια. Εἰ δὲ μακρὰν, διὰ τοῦ ο μικροῦ· οἷον· ὑψόροφος· χρυσόροφος· πετρόροφος· καὶ τὰ ὅμοια. | |
5 | Ὀδύνη μόνον μικρόν· τὰ δὲ παρ’ αὐτοῦ πάντα διὰ τοῦ ω μεγάλου· οἷον· ἀνώδυνος· πολυώδυνος· ἀκεσώδυνος· καὶ τὰ ὅμοια. Ὄφελος μόνον μικρόν· τὰ δὲ παρ’ αὐτοῦ πάντα μεγάλα· οἷον· ἀνωφελής· ἐπωφελής· βιωφελής· καὶ τὰ ὅμοια. Σὺν | |
10 | τούτοις ὠφελῶ· ὠφέλεια· καὶ ὠφέλιμος. Ὀβολὸς μόνον μικρόν· τὰ δὲ παρ’ αὐτοῦ μεγάλα· οἷον· διώβολον· τριώβολον· ἡμιώβολον· τετραόβολον δὲ διὰ τοῦ ο μικροῦ. Ὄνυξ μόνον μικρόν· τὰ δὲ παρ’ αὐτοῦ πάντα διὰ τοῦ ω | |
15 | μεγάλου γράφονται· οἷον· γαμψώνυξ· μονώνυξ· μώνυξ, τὸ αὐτό· στεῤῥώνυξ· χαλκώνυξ· ἀκρώνυξ· καὶ τὰ ὅμοια. Σὺν τούτοις καὶ ἀκρωνύχια, τὸ ἄκρον τοῦ ὄνυχος. Ὀρύσσω μικρόν· τὰ δὲ παρ’ αὐτοῦ, εἰ μὲν ἔχουσι τὸ χ, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον τυμβωρύχος· φρεωρύ‐ | |
20 | χος· γεωρύχος· καὶ τὰ τούτων ῥήματα τυμβωρυχῶ· φρεω‐ | 204 |
205 | ρυχῶ· καὶ τὰ ὅμοια. Ὅσα δὲ ἔχουσι κτ, διὰ τοῦ ο μικροῦ γράφονται· τυμβορύκτης· τοιχορύκτης· φρεορύκτης· καὶ τὰ ὅμοια. Ἰστέον δὲ καὶ τοῦτο· διώρυξ, διώρυγος, διὰ τοῦ ω μεγά‐ | |
5 | λου· διορυγὴ δὲ, μικρόν. Ὀμῶ, τὸ ὀμνύω, μικρόν· τὰ δὲ παρ’ αὐτοῦ συγκείμενα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· συνωμοσία· ὁρκωμο‐ σία· εὐωμοσία· συνωμότης· ὁρκωμότης· ὁρκωμοτῶ· ἐνώ‐ μοτον· ἀπώμοτον· καὶ τὰ ὅμοια. | |
10 | Ὁμαλὸς μόνον μικρόν· τὰ δὲ παρ’ αὐτοῦ συγκείμενα μεγάλα· οἷον· ἀνώμαλος· ἀγχώμαλος· ἀνωμαλία· καὶ τὰ ὅμοια. Τὰ παρὰ τὸ γῆρας συγκείμενα, καὶ ἐπὶ τέλους ἔχοντα τὸ ω μέγα, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· ὑπέρ‐ | |
15 | γηρως· εὔγηρως· κακόγηρως· καλόγηρως· καὶ τὰ ὅμοια. Τὰ παρὰ τὸ γῆρας συγκείμενα, καὶ μέσον ἔχοντα τὸ ω μέγα, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· γηρώκομος· γη‐ | |
ρωβοσκός· γηρωκομεῖον· γηρωβοσκεῖον· καὶ τὰ ὅμοια. | 205 | |
206 | Γηροτρόφος δὲ, καὶ γηροτροφεῖον, μικρὸν, καὶ ἁπλῶς ὅσα ἔχουσιν ἔμπροσθεν τοῦ ο δύο σύμφωνα. Τὰ παρὰ τὸ κρέας συγκείμενα διὰ τοῦ ω μεγάλου γρά‐ φονται· οἷον· πολύκρεως· κατάκρεως· λιπαρόκρεως· καὶ τὰ | |
5 | ὅμοια. Καὶ τὰ ἐν τῷ μέσῳ ἔχοντα τὸ ω· κρεωφάγος· κρεωπώλης· κρεωδαισία· καὶ τὰ ὅμοια. Τὰ παρὰ τὸ κέρας συγκείμενα ἅπαντα διὰ τοῦ ω μεγά‐ λου γράφονται· οἷον· μονόκερως· αἰγόκερως· ὑψίκερως· εὔκερως· καὶ τὰ ἐν τῷ μέσῳ ἔχοντα τὸ ω μέγα· κερωφό‐ | |
10 | ρος· κερώεις, καὶ κερώεσσα. Τὰ παρὰ τὸ γέλως συγκείμενα ἅπαντα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· φιλόγελως· κλαυσίγελως· πολύ‐ γελως· κατάγελως· καὶ τὰ ὅμοια. Κατάγελος δὲ, τόπος, ὁ ἔχων ἀγέλας, μικρόν. | |
15 | Τὰ παρὰ τὸ ἔρως συγκείμενα διὰ τοῦ ω μεγάλου γρά‐ φονται· οἷον· δύσερως· κάκερως· μίσερως· πολύερως· καὶ τὰ ἐν μέσῳ ἔχοντα τὸ ω· ἐρωτικός· ἐρωτομανής· ἐρωτόεις· καὶ ἐρώεις. Τὰ παρὰ τὸ λέως συγκείμενα ἅπαντα διὰ τοῦ ω μεγά‐ | |
20 | λου γράφονται· οἷον· λεωφόρος· Λεωκράτης· Λεωνίκης· | |
Λεωγόρας· Λεωνίδης· καὶ τὰ ὅμοια. | 206 | |
207 | Οὕτω καὶ ἀπὸ τοῦ νεώς· ὡς τὸ νεωκόρος. Τὰ παρὰ τὸ Ἥρας συγκείμενα διὰ τοῦ ο μικροῦ γράφον‐ ται· οἷον· Ἡρόδοτος· Ἡρόφιλος· Ἡρόστρατος. Τὰ δὲ παρὰ τὸ ἥρως συγκείμενα ἅπαντα διὰ τοῦ ω | |
5 | μεγάλου γράφονται· οἷον· Ἡρωδιανός· Ἡρώδης· Ἡρω‐ διάς· καὶ ἡρωΐνη· καὶ τὰ ὅμοια. Τὰ παρὰ τὸ πλέως συγκείμενα ἅπαντα διὰ τοῦ ω μεγά‐ λου γράφονται· οἷον· ἔμπλεως· ἀνάπλεως· περίπλεως· κατάπλεως· ὑπόπλεως· καὶ τὰ ὅμοια. | |
10 | Τούτοις ἀκολουθεῖ καὶ τὰ οἰκεῖα θηλυκὰ καὶ οὐδέτερα· ἅπαντα διὰ τοῦ ω μεγάλου γράφονται· Πλεονέκτης δὲ, καὶ πλεονεκτῶ, καὶ πλεονεξία, μικρόν· καὶ τὰ ὅμοια ὡσαύτως. Τὰ παρὰ τὸ χρέος συγκείμενα, κοινῶς μὲν, διὰ τοῦ ο | |
15 | μικροῦ γράφονται· οἷον· κατάχρεος· ὑπόχρεος· ἀξιόχρεος· Ἀττικῶς δὲ, διὰ τοῦ ω μεγάλου. Τὰ παρὰ τὸ χρέος συγκείμενα διὰ τοῦ ο μικροῦ γρά‐ φονται, μέσον ἔχοντα τὸ ο μικρόν· οἷον· χρεοκοπῶ· χρεο‐ λυτῶ· χρεοδοτῶ· χρεοκοπία· χρεηλασία· χρεοδοσία· καὶ | |
20 | τὰ ὅμοια. | 207 |
208 | Πλὴν τῶν γε κατὰ συναλοιφήν· οἷον· χρεωφειλέτης· ἔτι δὲ χρεώστης, καὶ χρεωστῶ, καὶ τὰ ὅμοια. Τὰ παρὰ τὸ ὀδοὺς συγκείμενα, εἰ μὲν εἰς ς λήγουσι, διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· κυνόδους· καὶ χαρόδους· | |
5 | χαυλιόδους· χαλκόδους· μονόδους· καὶ τὰ ὅμοια. Εἰ δὲ εἰς ν, διὰ τοῦ ω μεγάλου· οἷον· χαλκώδων· ἀμφώδων· κνώ‐ δων· καὶ τὰ ὅμοια. Τὰ παρὰ τὸ ὦπα, ἤτοι τὸν ὀφθαλμὸν, συγκείμενα, ἅπαντα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· ἄνθρωπος· | |
10 | μέτωπον· πρόσωπον· ἐνώπιον· φαιδρωπός· ἀγριωπός· βλο‐ συρωπός· πολυωπὸς, ὁ πολυόφθαλμος· στενωπός· γλαυ‐ κῶπις· βοῶπις· δυσωπῶ, ῥῆμα, καὶ δυσωπία. Πλὴν τοῦ χαροπός· μαστροπός· χεδροπός· καὶ ἐχθρο‐ δοπός. Σὺν τούτοις καὶ πωλυοπὸς χιτὼν, ὁ πολυτρύπητος. | |
15 | Τὰ παρὰ τὸ γαῖα συγκείμενα καὶ ποιότητα γῆς δη‐ λοῦντα, διὰ τοῦ ε ψιλοῦ γράφονται καὶ διὰ τοῦ ω μεγά‐ λου· οἷον· εὔγεως· λυπρόγεως· ψαμμόγεως· χρυσόγεως· | |
λεπτόγεως. Σὺν τούτοις καὶ μεσόγεως, καὶ ὑπόγεως. | 208 | |
209 | Διὰ διφθόγγου δὲ καὶ ο μικροῦ ταῦτα· ὑπόγαιος· ἀνά‐ γαιος· κατάγαιος. Τούτοις ἠκολούθησε καὶ τὸ ἐνοσίγαιος. Ὁμοίως καὶ τὰ τούτων οὐδέτερα. Ἀνώγεον δὲ, καὶ κατώγεον, μέγα καὶ ψιλόν. | |
5 | Μεσόγειος δὲ, καὶ λυπρόγειος· ἔγγειος, ὁ γήϊνος· καὶ πρόσγειος· καὶ τὰ τοιαῦτα, διὰ τῆς ει διφθόγγου γράφον‐ ται. Τὰ παρὰ τὸ γαῖα συγκείμενα, καὶ μέσον ἔχοντα τὸ ω, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· γεωμέτρης· γεωγράφος· | |
10 | γεωπείνης· γεωμόρος, ὁ περὶ τὴν γῆν κοπιῶν· γεωγραφία· γεωμορία· γεωργός· γεωργία· Γεώργιος· γεώλοφος· γεώπε‐ δον· καὶ τὰ ὅμοια. Σημείωσαι τὸ γειόλοφος, καὶ γειόμορος, καὶ γαιοδότης. Τὰ διὰ τοῦ οεις ὀνόματα διὰ τοῦ ο μικροῦ γράφεται· | |
15 | οἷον· πυρόεις· χαριτόεις· ἀστερόεις· αἱματόεις· ἀνθεμόεις· | 209 |
210 | ἡμερόεις· Σιμόεις, ποταμός· ἠμαθόεις, ὁ ψαμμώδης· σιγα‐ λόεις, ὁ λαμπρός· καὶ τὰ ὅμοια. Πλὴν τοῦ κητώεις, ὁ μέγας· κηώεις, ὁ μεμυρισμένος· εὐρώεις, ὁ πλατύς· καὶ ὀρεσκώεις θὴρ, ὁ ὀρεινός. Τούτων | |
5 | δὲ πάντων αἱ καταλήξεις διὰ τῆς ει διφθόγγου γράφονται, ὅτι καὶ διὰ τοῦ ντ κλίνονται. Τὰ διὰ τοῦ ώτης ἅπαντα, εἰ μὲν καθαριεύει τὸ ω, ἅπαντα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· ταξεώ‐ της· ἰδιώτης· Σικελιώτης· Κιβιῤῥαιώτης· Ἡρακλεώτης· | |
10 | αἱρεσιώτης· ἀπηλιώτης, ἄνεμος· εἰραφιώτης, ὁ Διόνυσος· ἀγροιώτης, ὁ ἐν τῷ ἀγρῷ· καὶ τὰ ὅμοια. Εἰ δὲ μὴ κα‐ θαριεύει τὸ ω, μικρογραφοῦνται· οἷον· τοξότης· δεσπότης· ἱππότης· ἀγρότης· δημότης· ὁμότης· συνωμότης· συβότης, ὁ βοσκὸς, καὶ τὰ ὅμοια. | |
15 | Πλὴν τοῦ δεσμώτης· θιασώτης· Ἠπειρώτης· μονώτης· | |
καὶ ἀσκαλαβώτης, ὁ μῦς. | 210 | |
211 | Τὰ δὲ θηλυκὰ ἅπαντα διὰ τοῦ μικροῦ γράφονται· οἷον· φιλότης· νεότης· ὁσιότης· ἀγαθότης· καὶ τὰ ὅμοια· ἃ καὶ εἰς τος κλίνονται. Τὰ διὰ τοῦ ωτὴς ἅπαντα διὰ τοῦ ω μεγάλου γράφονται· | |
5 | οἷον· ζηλωτής· χρυσωτής· σταυρωτής· στεφανωτής· καὶ ἁπλῶς ὅσα ἀπὸ περισπωμένων γίνονται· καὶ γὰρ ἐκ τοῦ χρυσόω, χρυσῶ, χρυσώσω, χρυσωτής· ζηλόω· ζηλώσω, ζηλωτής· καὶ τὰ λοιπὰ ὡσαύτως. Τὰ διὰ τοῦ ονης ἅπαντα, εἰ μὲν καθαριεύει τὸ ο, μικρο‐ | |
10 | γραφοῦνται· οἷον· γυρόνης· Μηριόνης· Κεβριόνης· καὶ τὰ ὅμοια. Εἰ δὲ μὴ καθαριεύει, διὰ τοῦ μεγάλου· οἷον· τελώνης· σιτώνης· βελώνης· ὀπωρώνης· καὶ τὰ ὅμοια. Ταῦτα δὲ πάντα ἀπὸ τοῦ ὠνῶ, τὸ ἀγοράζω, γίνονται. Ἰστέον καὶ τοῦτο· ὀνῶ, τὸ ὀφελῶ, μικρόν· ὠνῶ δὲ, τὸ | |
15 | ἀγοράζω, διὰ τοῦ ω μεγάλου γράφεται. Τὰ παρὰ τὸ ὄλλω γινόμενα ὀνόματα, καὶ διὰ τοῦ ωλης ἐκφερόμενα, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· πανώλης· ἐξώλης· προσώλης· καὶ τὰ ὅμοια. Πλὴν τοῦ μαινόλης· σκωπτόλης. | |
20 | Ὡσαύτως καὶ τὰ εἰς της λήγοντα· οἷον· ἱππολέτης· γιγαντολέτης· βροτολέτης· ψυχολέτης· βοολέτης· καὶ τὰ | |
λοιπά. | 211 | |
212 | Τὰ διὰ τοῦ ωδης, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· εὐώδης· δυσώδης· κτηνώδης· πηλώδης· ἀλσώδης· ἀργιλλώδης γῆ, ἡ λευκή· καὶ τὰ ὅμοια τούτοις. | |
5 | Πλὴν τῶν παρὰ τὸ ποῦς συγκειμένων· οἷον· γυμνοπόδης· ξυλοπόδης· πλατυπόδης· στραβοπόδης· τριπόδης· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ωτος ὀξύτονα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· πετρωτός· φολιδωτὸς, ἁλυσιδωτός· κροσσωτός· | |
10 | μυττωτὸς, ὁ τρυγίας τοῦ οἴνου· κροκωτὸς, ἱμάτιον· καὶ τὰ λοιπὰ ὡσαύτως. | |
Πλὴν τοῦ μολοττός· βροτός· βοτός· καὶ δοτός. | 212 | |
213 | Τὰ διὰ τοῦ ωνὸς ἅπαντα διὰ τοῦ ω μεγάλου γράφον‐ ται· οἷον· κοινωνός· κολωνὸς, ὁ ὑψηλὸς τόπος· μελεδωνὸς, ὁ φροντιστής· Τιθωνὸς, κύριον· οἰωνὸς, τὸ ὄρνεον· υἱωνὸς, ὁ ἔκγονος· καὶ τὰ ὅμοια. Καὶ τὰ προπαροξύτονα, εὔωνος | |
5 | καὶ δύσωνος, ἐκ τοῦ ὠνῶ, τὸ ἀγοράζω, διὰ τοῦ ω μεγάλου. Τὰ διὰ τοῦ ωλος ἐκφερόμενα διὰ τοῦ ω μεγάλου γρά‐ φονται· οἷον· φειδωλός· ἁμαρτωλός. Πλὴν τοῦ ὀβολὸς, ἡ φόλις. Τὰ διὰ τοῦ ωδος ἐκφερόμενα, διὰ τοῦ ω μεγάλου γρά‐ | |
10 | φονται· οἷον· ὑμνῳδός· ψαλμῳδός· ἐπῳδός· τραγῳδός· καὶ τὰ ὅμοια. Εὔοδος δὲ τόπος καὶ δύσοδος, προπαροξυτόνως, μικρά. Τὰ διὰ τοῦ ωμὸς ἐκφερόμενα διὰ τοῦ ω μεγάλου γρά‐ φονται· οἷον· ὠμὸς, ἀπηνής· ψωμός· ζωμός· βωμός· βλω‐ | |
15 | μός· καὶ τὰ ὅμοια. Ὡσαύτως καὶ τὰ βαρύτονα· ὦμος· βρῶμος, ἡ δυσωδία· καὶ βρῶμος, εἶδος χόρτου. Πλὴν τοῦ βρόμος, ὁ ἦχος τοῦ πυρός· νόμος· τρόμος· | |
τόμος· δόμος· καὶ τὰ ὅμοια. | 213 | |
214 | Τὰ διὰ τοῦ ωρος ἅπαντα διὰ τοῦ ω μεγάλου γρά‐ φονται· οἷον· θεωρός, κηπωρός· θυρωρός· πυλωρός· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ωος ἅπαντα διὰ τοῦ ω μεγάλου γράφον‐ | |
5 | ται· οἷον· ἀθῶος· κερδῶος· Νειλῶος· Μινῶος· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ἀθρόος, καὶ τὰ ἐξ αὐτοῦ. Τὰ διὰ τοῦ ωνας ἐκφερόμενα διὰ τοῦ ω μεγάλου γρά‐ φονται· οἷον· μαμωνᾶς· Σαμωνᾶς· Πετρωνᾶς· Λεωνᾶς· καὶ | |
10 | τὰ ὅμοια. Τὰ διὰ τοῦ ωνιος ἐκφερόμενα διὰ τοῦ ω μεγάλου γράφον‐ ται· οἷον· Ἀρτώνιος· Ἀμμώνιος· Καλυδώνιος· Ἀπολλώ‐ νιος· Τροφώνιος· καὶ Μουσώνιος· Ποσειδώνιος· Τελαμώ‐ νιος· Βαβυλώνιος· Σαρδώνιος· αἰώνιος· καὶ τὰ ὅμοια | |
15 | ὡσαύτως. Πλὴν τοῦ Μαρδόνιος· Ἐριχθόνιος· Λακεδαιμόνιος· Χαλ‐ κηδόνιος· Καρχηδόνιος· καὶ τὰ λοιπά. Μεμνόνειος· Ἀγαμεμνόνειος· καὶ ἁπλῶς ὅσα, ἀπὸ ὀνο‐ μάτων γίνονται διὰ τοῦ ο μικροῦ κλινομένων. Σὺν τούτοις | |
20 | καὶ Παιόνειος στρατὸς, ὁ Οὐγγρικός· παιώνιος δὲ φαρμα‐ | |
κία, διὰ τοῦ ω μεγάλου. | 214 | |
215 | Τὰ διὰ τοῦ ορας ἐκφερόμενα διὰ τοῦ ο μικροῦ γρά‐ φονται· οἷον· Πυθαγόρας· Πρωταγόρας· Κλεαγόρας· καὶ τὰ λοιπὰ ὁμοίως. Πλὴν τοῦ γειώρας, γεωργός· καὶ Γειώρας, κύριον, παρὰ | |
5 | τῷ Ἰωσήπῳ ἐν ταῖς Ἱστορίαις. Τὰ διὰ τοῦ αγωγὸς ἐκφερόμενα ἅπαντα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· μυσταγωγός· παιδαγωγός· δη‐ μαγωγός· φωταγωγός· ὑδραγωγός· προαγωγός· καὶ τὰ ὅμοια τούτοις. | |
10 | Τὰ διὰ τοῦ ωναξ ἐκφερόμενα ἅπαντα διὰ τοῦ ω μεγά‐ λου γράφονται· οἷον· Ἱππώναξ· χειρώναξ· καὶ τὰ ὅμοια. Ταῦτα γὰρ ἀπὸ συναιρέσεως γίνονται, ἐκ τοῦ ἱπποάναξ καὶ δημοάναξ, Δημώναξ, καὶ τὰ λοιπά. Τὰ παρὰ τὸ βίος διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· | |
15 | βιοτή· βιοτεύω. Ὅσα δὲ ἐκ τοῦ βιῶ, βιώσω μέλλοντος, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· βιωτὸς, ὁ βιώσιμος· ἀβίωτος· μακροβίωτος· βιωτικός· χειροβίωτος· καὶ τὰ | |
ὅμοια τούτοις. | 215 | |
216 | Τὰ διὰ τοῦ υς ἀρσενικὰ ὀξύτονα διὰ τοῦ υ ψιλοῦ γρά‐ φονται· οἷον· ἡδύς· ταχύς· ὀξύς· θρασύς· μὺς, ὁ ποντικός· σὺς, ὁ χοῖρος· καὶ τὰ λοιπὰ ὁμοίως. Πλὴν τοῦ φθοῖς· καὶ οἶς, τὸ πρόβατον. | |
5 | Τὰ διὰ τοῦ οῖος ὀνόματα ἅπαντα διὰ τῆς οι διφθόγγου γράφονται· οἷον· γελοῖος· παντοῖος· ἑτεροῖος· ὁποῖος· οἶος, ὁ μόνος· καὶ τὰ ὅμοια. Ὡσαύτως καὶ τὰ ὀξύτονα· οἷον· κολοιός· κλοιός· γλοιὸς, ὁ ῥύπος· δοιὸς, ὁ διπλοῦς· ἐποποιός· γελοποιός· καὶ τὰ ὅμοια. | |
10 | Υἱὸς δὲ, τὸ τέκνον, ψιλὸν καὶ ὑπογεγραμμένον. Τὰ διὰ τοῦ υνος ὀνόματα προπαροξύτονα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον· δεσπόσυνος· εὐφρόσυνος· ἀνδρόγυνος· πίσυνος, ὁ θαῤῥῶν· καὶ τὰ λοιπά. Πλὴν τοῦ πάροινος· φίλοινος· ἄνοινος· καὶ ἁπλῶς ὅσα | |
15 | ἀπὸ τοῦ οἶνος γίνονται. | 216 |
217(1t) | ἈΡΧΗ ΤΩΝ ΘΗΛΥΚΩΝ ὈΝΟΜΑΤΩΝ. | |
2t | ΤΑ ΔΙΑ ΤΟΥ ΑΙΑ ΘΗΛΥΚΑ. | |
3 | Τὰ διὰ τοῦ αια βαρύτονα θηλυκὰ διὰ τῆς αι διφθόγγου γράφονται· οἷον· μαῖα· ῥομφαία· ματαία· σημαία· κε‐ | |
5 | ραία· Γαλιλαία, τόπος· βεβαία· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ἰδέα, ἡ θεωρία· ἀλέα, ἡ θερμασία· καὶ τὰ δισύλλαβα· θέα· νέα· Ῥέα. Ὡσαύτως καὶ τὰ τῶν δένδρων ὀνόματα ψιλοῦνται· οἷον· συκέα· μηλέα· ἰτέα· ῥοδακινέα· καὶ τὰ ὅμοια. | |
10 | Πλὴν τοῦ ἐλαία, καὶ συκομοραία. Ἐλέα δὲ, πόλις, ψιλόν. Τὰ δὲ προπαροξύτονα, τὰ ἐπὶ πόλεων καὶ χωρῶν, διὰ τῆς αι διφθόγγου γράφονται· οἷον· Νίκαια· Φώκαια· Ποτί‐ δαια· Πλάταια· καὶ τὰ λοιπά. | |
15 | Πλὴν τοῦ Τεγέα, καὶ Νέμεα. Τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν, διὰ τοῦ αια γινό‐ | |
μενα, διὰ διφθόγγου γράφονται· οἷον· Μήθυμνα, Μηθυμναία | 217 | |
218 | γυνή· Θεσσαλονικαία ἄλοχος. Ὡσαύτως καὶ τὰ ἐθνικά· Ἑβραία γυνή· Ἰουδαία· Τὰ λοιπὰ προεγράφησαν εἰς τὰ διὰ τοῦ εος ἀρσενικά. Τὰ διὰ τοῦ αινα θηλυκὰ προπαροξύτονα διὰ τῆς αι | |
5 | διφθόγγου γράφονται· οἷον· λέαινα· δράκαινα· σύαινα· θέαινα· θεράπαινα· φαγέδαινα· σκοτόμαινα· μύραινα· ἀλεκ‐ τρύαινα· καὶ ἁπλῶς τὰ ἀπὸ ἀρσενικῶν παραγόμενα· ἀπὸ γὰρ τοῦ λέων, λέαινα· καὶ ἀπὸ τοῦ δράκων, δράκαινα· καὶ τὰ λοιπὰ ἀκολούθως. Σὺν τούτοις καὶ χλαῖνα, βαρύτονον. | |
10 | Πλὴν τοῦ Ῥάβεννα· γέεννα· καὶ γέννα. Τὰ διὰ τοῦ αιρα προπαροξύτονα θηλυκὰ ἅπαντα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον· νείαιρα, ἡ ἐσχάτη· μάχαιρα· χίμαιρα· μάκαιρα, ἡ μακαρία· ἰοχέαιρα, ἡ Ἄρτεμις· καὶ τὰ ὅμοια. | |
15 | Τὰ δὲ παροξύτονα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον· ἡμέρα· ἑσπέρα· διφθέρα, ἡ γοῦνα· ἀσκέρα, εἶδος ὑποδή‐ ματος· χολέρα· ἑτέρα, ἡ ἄλλη· ἔρα, ἡ γῆ· καὶ τὰ λοιπά. Πλὴν τοῦ ἑταίρα, ἡ φίλη· αἶρα, ἡ τοῦ σίτου· σφαῖρα· | |
20 | καὶ μαῖρα, τὸ θηρίον. | 218 |
219 | Τὰ δὲ ὀξύτονα ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον· φοβερά· μεῤῥὰ, πηγή· Φερὰ, πόλις· καὶ τὰ ὅμοια. Τὰ εἰς εξ λήγοντα θηλυκὰ, διὰ τοῦ ε ψιλοῦ γρά‐ φονται· οἷον· καλλίτεξ· ἐπίτεξ· καὶ τὰ ὅμοια. | |
5 | Πλὴν τοῦ αἲξ, τὸ αἰγίδιον, ὃ καὶ κλίνεται αἰγός. Τὰ εἰς ις λήγοντα θηλυκὰ, καὶ εἰς δος κλινόμενα, διὰ τοῦ ἰῶτα γράφονται· οἷον· μῆνις, μήνιδος· ἔρις, ἔριδος· Θέτις, Θέτιδος· νεάνις, νεάνιδος· εὐεργέτις, εὐεργέτιδος· κυβερνῆτις, κυβερνήτιδος. | |
10 | Ὡσαύτως καὶ τὰ ὀξύτονα· αἰγὶς, αἰγίδος· κηλὶς, κηλίδος· καὶ τὰ εἰς θος κλινόμενα· ὄρνις, ὄρνιθος· καὶ τὰ διὰ καθαροῦ τοῦ ω κλινόμενα, καὶ μὴ συναιρούμενα ἐν τῇ γενικῇ· οἷον· λέξις, λέξεως· ῥῆσις, ῥήσεως· ἔγερσις, ἐγέρσεως· καὶ τὰ ὅμοια. | |
15 | Τὰ εἰς ης λήγοντα παροξύτονα, διὰ τοῦ εος κλινόμενα καὶ συναιρούμενα ἐν τῇ γενικῇ, διὰ τοῦ ἦτα γράφεται· οἷον· ἡ αὐθάδης, τῆς αὐθάδεος καὶ αὐθάδους· ἡ δημώδης, τῆς δημώδεος καὶ δημώδους· καὶ πάλιν· ἡ ψευδὴς, τῆς ψευδέος καὶ ψευδοῦς· ἡ ἀληθὴς, τῆς ἀληθέος καὶ ἀληθοῦς. | |
20 | Ταῦτα προεγράφησαν καὶ ἐν τοῖς ης ἀρσενικοῖς. | |
Τὰ εἰς ης παροξύτονα θηλυκὰ διὰ τος κλινόμενα, διὰ | 219 | |
220 | τοῦ η γράφονται· οἷον· φιλότης, φιλότητος· κακότης, κακό‐ τητος· νεότης, νεότητος· καὶ τὰ ὅμοια. Πλὴν τοῦ χάρις, χάριτος· καὶ ὅσα ἐξ αὐτοῦ. Τὰ εἰς ηρ λήγοντα θηλυκά τε καὶ ἀρσενικὰ διὰ τοῦ η | |
5 | γράφονται· οἷον· μήτηρ· θυγάτηρ· σωτήρ· λουτήρ· καὶ τὰ ὅμοια. Πλὴν τοῦ χείρ· φθείρ· Εἶρ, ὄνομα ποταμοῦ· εἰνάτειρ, ἡ γυνή· Ἐλεάζειρ· καὶ τὰ ὅμοια. Ταῦτα προεγράφησαν καὶ ἐν τοῖς ἀρσενικοῖς. | |
10 | Τὰ εἰς ιξ θηλυκὰ διὰ τοῦ ἰῶτα γράφονται· οἷον· κύλιξ, τὸ ποτήριον· μάστιξ· σάλπιγξ· σφίγξ· καὶ τὰ λοιπὰ ὡσαύτως. Πλὴν τοῦ πλήξ· πήληξ, ἡ περικεφαλαία· καὶ ὕσπληξ, τὸ κάγγελον. | |
15 | Τὰ διὰ τοῦ ια παροξύτονα θηλυκὰ διὰ τοῦ ι γράφονται· | |
οἷον· κοιλία· σωτηρία· μακαρία· εὐωδία· καὶ τὰ ὅμοια. | 220 | |
221 | Πλὴν τοῦ θεῖα· χρεῖα· μνεία· ὑγεία· καὶ σιτοδεία· σιτοδεΐα δὲ, ἰῶτα· Ἀργεία γυνὴ, ἡ ἀπὸ τοῦ Ἄργους, δίφθογγον· ἀργία δὲ, ἡ ῥαθυμία, ἰῶτα. Τὰ ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων, διὰ τοῦ εια γινό‐ | |
5 | μενα θηλυκὰ, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον· λατρεύω, λατρεία· μεσιτεύω, μεσιτεία· πρεσβεύω, πρεσ‐ βεία· καρυκεύω, καρυκεία· βλακεύω, βλακεία· μεθοδεύω, μεθοδεία· καὶ τὰ ὅμοια ὡσαύτως. Πλὴν τῶν ἀπὸ τῶν εἰς ος ἀρσενικῶν ὀνομάτων ὑπὲρ δύο | |
10 | συλλαβὰς ὄντων· οἷον· ἄσωτος, ἀσωτεύω, ἀσωτία· ἀσω‐ τεῖα δὲ, τὰ καπηλεῖα, δίφθογγον· φιλάνθρωπος, φιλαν‐ θρωπεύω, φιλανθρωπία· παρθένος, παρθενεύω, παρθενία· παρθενεῖα δὲ, τὰ μοναστήρια, δίφθογγον. Σὺν τούτοις καὶ ἡγεμονεύω, ἡγεμονία· ἡγουμενεία, δίφθογγον. | |
15 | Εἰ δὲ δισύλλαβα ὦσι τὰ εἰς ος ὀνόματα, διφθογγίζονται τὰ διὰ τοῦ εια· οἷον· πόρνος, πορνεύω, πορνεία· λίχνος, λιχνεύω, λιχνεία· ἁγνὸς, ἁγνεύω, ἁγνεία· καὶ τὰ ὅμοια. Σημειωτέον καὶ ταῦτα· δουλεύω, δουλεία, δίφθογγον· ἐθελοδουλία δὲ καὶ ἀειδουλία, διὰ τοῦ ἰῶτα· μοιχεύω, | |
20 | μοιχεία, ἡ πορνεία· μοιχία δὲ, ἡ Ἀφροδίτη, ἰῶτα· | |
ξενιτεύω, ξενιτεία· ξενία δὲ ἰῶτα· ὑδρεύω, ὑδρεία, ἡ | 221 | |
222 | ὕδρευσις· ὑδρία δὲ, τὸ ἀγγεῖον, ἰῶτα· φονεύω, φονεία, ἡ φόνευσις· φονία δὲ χεὶρ καὶ γνώμη, διὰ τοῦ ἰῶτα. Τὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν διὰ τοῦ εια γινόμενα προπαροξύτονα θηλυκὰ, διὰ τῆς ει διφθόγγου γράφονται· | |
5 | οἷον· ἀληθὴς, ἀλήθεια· ἀσεβὴς, ἀσέβεια· ἀσθενὴς, ἀσθέ‐ νεια· ἀδρανής, ἀδράνεια· εὐμαθὴς, εὐμάθεια· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ἀμαθὴς, ἀμαθία· ἀφυὴς, ἀφυΐα· εὐφυὴς, εὐφυΐα· εὐτυχής, εὐτυχία· καὶ τὰ ὅμοια. | |
10 | Σημείωσαι καὶ τὰ παρὰ τὸ κρατῶ· ἐγκρατὴς, ἐγκρά‐ τεια· ἐπικρατὴς, ἐπικράτεια. Πλὴν τοῦ ἀκρασία, δημοκρατία, ὀχλοκρατία, ἀριστο‐ κρατία, καὶ τὰ ὅμοια. Καθόλου τὰ διὰ τοῦ εια προπαροξύτονα θηλυκὰ διὰ | |
15 | τῆς ει διφθόγγου γράφονται· οἷον· ἀλήθεια· εὐσέβεια· ἔνδεια· Μαρώνεια· Ἀντιόχεια· εὔκλεια· καὶ τὰ ὅμοια. Πλὴν τῶν παρὰ τὸ μνια καὶ τρια συγκειμένων· οἷον· Πολύμνια· ψάλτρια· ἀσκήτρια. Ὡσαύτως καὶ Λάμια· καὶ πότνια, ἡ ἔντιμος. | |
20 | Τὰ ἀπὸ τῶν εἰς υς ἀρσενικῶν διὰ τοῦ εια γινόμενα | 222 |
223 | θηλυκὰ, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον· ὀξὺς, ὀξεῖα· ταχὺς, ταχεῖα· βραδὺς, βραδεῖα· θρασὺς, θρασεῖα· εὐθὺς, εὐθεῖς· καὶ τὰ ὅμοια. Ἰστέον δὲ ὅτι ἡδεῖα, ἡ εὐφραντὴ, η καὶ δίφθογγον· | |
5 | ἰδία, ἡ οἰκεία, διὰ ἰῶτα. Ἰστέον καὶ τοῦτο· κατοικία, μετοικία, ἀποικία, συνοικία, ἀγροικία, παροιμία, καὶ οἰκία, τὸ ὀσπίτιον, δίφθογγον, καὶ ἰῶτα· οἰκεία δὲ, ἡ πατρὶς, καὶ οἰκεία, ἡ ἰδία, δίφθογγα τὰ δύο. Τὰ διὰ τοῦ ια ὀξύτονα θηλυκὰ διὰ τοῦ ἰῶτα γράφονται· | |
10 | οἷον· λαλιά· καλιά· σποδιά· πυρκαϊά· πρασιά· μυρμηκιά· παιδιά· καὶ στρατιά. Παιδεία δὲ, καὶ στρατεία, παρειὰ, φορβειὰ, ὁ χαλι‐ νὸς, χειὰ, ζειὰ, καὶ Φειὰ, πόλις· δίφθογγα. Τὰ διὰ τοῦ ιας ὀξύτονα θηλυκὰ διὰ τοῦ ι γράφονται· | |
15 | οἷον· τριάς· χιλιάς· Ἰλιὰς, ἡ Ὁμηρικὴ βίβλος· Κωλιὰς, ἡ Ἀφροδίτη· πελιάς· ἁλιὰς, πλοῖον ἁλιευτικόν· Ἰὰς διά‐ | |
λεκτος· καὶ τὰ ὅμοια. | 223 | |
224 | Πλὴν τοῦ γενειάς· καὶ πλειὰς, τὸ ἐξάστερον· πληϊὰς δὲ, ἰῶτα· ὡσαύτως καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ηις ἐκφερόμενα θηλυκὰ διὰ τοῦ ἦτα γρά‐ φονται καὶ ἰῶτα· οἷον Χρυσηῒς, Χρυσηΐδος· Βρισηΐς· | |
5 | ἐχενηΐς· Κριθηΐς· δηῒς, ἡ μάχη· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ειρα ἐκφερόμενα προπαροξύτονα θηλυκὰ, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον σώτειρα· δότειρα· δομή‐ τειρα· γενέτειρα· ὀλέτειρα· ἡγήτειρα· Σάπφειρα, καὶ Δηϊάνειρα, κύρια· ἔθειρα, ἡ θρίξ· πίειρα γῆ· βότειρα γῆ· | |
10 | εὐκηλήτειρα· βοτιάνειρα· κυδιάνειρα· καὶ τὰ ὅμοια. | |
Πλὴν τοῦ Ἄβδηρα, πόλις· Κύθηρα· καὶ Φάληρα. | 224 | |
225 | Μαρίνα· φαυστίνα· πίννα, ζῶον θαλάσσιον· καὶ τὰ λοιπὰ, διὰ τοῦ ἰῶτα γράφονται. Πλὴν τοῦ πεῖνα, ὁ λιμός· καὶ ἡ δεῖνα, γυνή. Τὰ διὰ τοῦ ισσα ἐκφερόμενα θηλυκὰ, διὰ τοῦ ἰῶτα γρά‐ | |
5 | φονται· οἷον· μέλισσα· βασίλισσα· καισάρισσα· σάρισσα, ἡ σαγίτα· Φοίνισσα, γυνή· Λάρισσα, πόλις· καὶ τὰ δι‐ σύλλαβα· κίσσα· κνίσσα· Νίσσα, πόλις· καὶ θρίσσα, ἰχθύς. Πλὴν τοῦ Τέκμησσα, καὶ Μάρπησσα, κύρια· πένησσα· | |
10 | καὶ τὰ δισύλλαβα· νήσσα, τὸ νησσάριον· βῆσσα, ὁ βάσιμος τόπος τοῦ ὄρους· Θρήσσα, ἡ Θρᾳκική· καὶ ἁπλῶς ὅσα μὴ δύνανται ἀντὶ δύο σς δύο ττ δέξασθαι, χωρὶς δὲ τοῦ νήσσα. Πεῖσα, ἡ τοῦ ξύλου, καὶ δεῖσα, ἡ ὑγρασία, δίφθογγα. | |
15 | Τὰ διὰ τοῦ ηθρα καὶ ητρα θηλυκὰ διὰ τοῦ η γράφονται· οἷον· κολυμβήθρα· δακτυλήθρα· οὐρήθρα· ἀλινδήθρα, ἡ τῶν ἵππων κυλίστρα· ὀρχήστρα· Κλυταιμνήστρα, κύρια· | |
ῥήτρα· φήτρα· μήτρα· καὶ Δήμητρα. | 225 | |
226 | Πλὴν τοῦ κονίστρα· κυλίστρα· ποτίστρα· λίτρα· καὶ μίτρα, τὸ ὅπλον. Τὰ διὰ τοῦ ινη ἐκφερόμενα θηλυκὰ διὰ τοῦ ἰῶτα γρά‐ φονται· οἷον· ἀξίνη· μυῤῥίνη· ὑσμίνη, ἡ μάχη· ῥητίνη· | |
5 | θριδακίνη, τὸ μαϊούλιον· Ἀνδριστίνη, κύρια· εἰλαπίνη, ἡ εὐωχία· Παλαιστίνη· Παλαιστηνὸς δὲ, η· δωτίνη, ἡ δωρεά· ἡρωΐνη, γυνή· ξυλίνη· συκίνη· χρυσίνη· πυρίνη· καὶ τὰ ὅμοια. Πλὴν τοῦ εἰρήνη· γαλήνη· σελήνη· καὶ τὰ τῶν πόλεων | |
10 | ὀνόματα· Μυκήνη· Πυρήνη· καὶ Βηρήνη. Σὺν τούτοις σαγήνη· ἀπήνη, ἡ ἅμαξα· ὑπήνη, τὸ γένειον· Ἀλκμήνη, καὶ Ἰσμήνη, κύρια· καὶ τὰ δισύλλαβα· πήνη, ἡ μέταξα· γλήνη, τὸ ὄμμα· μήνη, ἡ σελήνη· καὶ σκοτομήνη. Τὰ διὰ τοῦ ικη ἐκφερόμενα διὰ τοῦ ι γράφονται· οἷον· | |
15 | μυρίκη· νίκη· καταδίκη· καὶ τὰ λοιπά. | |
Πλὴν τοῦ πηνήκη, ἡ περικεφαλαία· θήκη· προσθήκη· | 226 | |
227 | καὶ ἐπιθήκη. Δίφθογγα δὲ ταῦτα· Εὐνείκη, κύριον· ἐρείκη, φυτόν· καὶ νείκη, ἡ φιλονεικία. Ἀπειλή· ὀφειλὴ, τὸ χρέος· καὶ ὠτειλὴ, τὸ τραῦμα· δίφθογγα· Θηλὴ δὲ, ὁ μαστός· χηλὴ, ὄνυξ· γαμφηλὴ, | |
5 | ἡ σιαγών· καὶ ἀκανθηλή· διὰ τοῦ η γράφονται. | |
6t | ΤΑ ΔΙΑ ΤΟΥ Ω ΜΕΓΑΛΟΥ ΘΗΛΥΚΑ. | |
7 | Τὰ εἰς ω μέγα λήγοντα θηλυκὰ ὀξυτονοῦνται, καὶ | 227 |
228 | διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· Σαπφώ· Λητώ· μιμώ. καὶ τὰ ὅμοια τούτοις. Τὰ εἰς ος λήγοντα θηλυκὰ, εἰ μὲν βαρύτονά εἰσι, διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· Κίος, Τίος, Τῆνος, καὶ | |
5 | Δῆλος, νῆσοι· καὶ τὰ λοιπά. Πλὴν τοῦ ἕως, ἀνατολὴ καὶ ἡμέρα. Εἰ δὲ ὀξύτονά εἰσι, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· αἰδὼς, ἡ ἐντροπή· εἰδὼς, καὶ ἠὼς, ἡ ἡμέρα· δὼς, ἡ δωρεά· Κὼς, νῆσος· καὶ τὰ ὅμοια. Εἰ μὴ πρὸς τὸ ἀρσενικὸν | |
10 | εἰς θηλυκὸν κατὰ Ἀττικοὺς μετασχηματίζεται· οἷον· ἡ θεὸς, ἀντὶ τοῦ ἡ θεά· ἡ σοφὸς, ἀντὶ τοῦ ἡ σοφή. Τὰ τοιαῦτα γὰρ μικρογραφοῦνται, ὥσπερ καὶ τὰ προπαροξύτονα Ἀττικά· ἡ θαυμάσιος, ἀντὶ τοῦ ἡ θαυμασία· ἡ ἐξαίσιος, ἀντὶ τοῦ ἡ ἐξαισία· καὶ ἁπλῶς πάντα τὰ προπαροξύτονα· | |
15 | ἡ ὄψιμος· ἡ πρώϊμος· ἡ ἔντιμος· καὶ τὰ ὅμοια. Τὰ εἰς ων λήγοντα θηλυκὰ, εἴτε ὀξύτονα, εἴτε προπα‐ ροξύτονα, ἅπαντα διὰ τοῦ ω μεγάλου γράφονται ἐν τῇ εὐθείᾳ· οἷον· τρυγών· ἀηδών· χελιδών· Σιδών· Καρχηδών· Βαβυλών· καὶ πάλιν· τρήρων· μείζων· σώφρων· καὶ τὰ | |
20 | ὅμοια. | 228 |
229 | Τὰ εἰς ων λήγοντα ὀξύτονα θηλυκὰ, διὰ τοῦ ο μικροῦ κλίνονται· οἷον· τρυγὼν, τρυγόνος· ἀηδόνος· Γοργόνος· σταγόνος· λαγόνος· σιαγόνος· χιόνος· θηλαμόνος· ἀμαζόνος· Χαλκηδόνος· Χαρκηδόνος· καὶ Ὀλοσσόνος· ἰνδικτιῶνος δὲ | |
5 | μέγα. Τὰ εἰς δων θηλυκὰ, ἔχοντα τὸ δ ἐπὶ τῆς γενικῆς, διὰ τοῦ ο μικροῦ κλίνονται· οἷον· ἀηδόνος· χελιδόνος λαμπη‐ δόνος· ἀχθηδόνος· τηκεδόνος· κληδόνος, τῆς μαντείας· Χαλκηδόνος· Ἀνθηδόνος. | |
10 | Πλὴν τοῦ Σιδῶνος· Καλυδῶνος· καὶ μελεδῶνος, τῆς φροντίδος, καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ωνη θηλυκὰ, μὴ ἔχοντα κύρια, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· κορώνη· χελώνη· ῥαστώνη· Δωδώνη· Μεθώνη· κολώνη· ἀνεμώνη· εἰρεσιώνη, ὁ στέ‐ | |
15 | φανος· ζώνη· χώνη· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ἀγχόνη· ἀμπεχόνη· ἀκόνη· σφενδόνη· περόνη· ὀθόνη· εὐφρόνη, ἡ νύξ· καὶ φελόνη. Βελώνη δὲ, ὄνομα | |
θεᾶς, διὰ τοῦ ω μεγάλου γράφεται. | 229 | |
230 | Τὰ δὲ κύρια διὰ τοῦ ο μικροῦ· Ἀντιγόνη· Ἑρμιόνη· Ἡριόνη· Γοργόνη· καὶ τὰ ὅμοια. Πλὴν τοῦ Ἀμυμώνη, καὶ Τρυτώνη. Τὰ διὰ τοῦ ονη ἐκφερόμενα θηλυκὰ, διὰ τοῦ ο μικροῦ | |
5 | γράφονται· οἷον· ἡδονή· καλλονή· πλησμονή· κνησμονή· γονή· μονή· καὶ τὰ λοιπά. Πλὴν τοῦ ὠνὴ, ἡ ἀγορασία. Τὰ διὰ τοῦ οτης ἐκφερόμενα διὰ τοῦ ο μικροῦ γρά‐ φονται. | |
10 | Πλὴν τοῦ ἡλικιῶτις· ἰδιῶτις, γυνή· ἰδιωτικὰ καὶ τὰ ὅμοια. Ἰδιότης δὲ, τὸ ἰδώμα, μικρόν. Τὰ διὰ τοῦ ωτη ἐκφερόμενα θηλυκὰ διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· μηλωτή· πτερωτή· κηρωτή· κροσσωτή· καὶ τὰ ὅμοια. | |
15 | Πλὴν τοῦ βιοτὴ, ἡ ζωή· καὶ δοτὴ, ἡ δεδομένη. | |
Τὰ διὰ τοῦ ολη ἐκφερόμενα θηλυκὰ, διὰ τοῦ ο μικροῦ | 230 | |
231 | γράφονται· οἷον· ἐντολή· ἐπιτολή· ἀνατολή· περιβολή· ἀναβολή· καὶ τὰ ὅμοια. Πλὴν τῶν ἀπὸ ῥημάτων γινομένων· οἷον· τέρπω, τερ‐ πωλή· ἐπείγω· ἐπειγωλή· εὔχω, εὐχωλή. Καὶ θάλπω, | |
5 | θαλπωρὴ, διὰ τοῦ ρ γράφονται. Τὰ διὰ τοῦ οχη ἐκφερόμενα θηλυκὰ, διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· ἀνοχή· ἐξοχή· ὀχὴ, ἡ τροφή· καὶ τὰ λοιπὰ ὁμοίως. Ἀνακωχὴ δὲ, μόνον, μέγα. Σὺν τούτῳ καὶ ἀνακωχεύω, καὶ ἀνακώχευσις, καὶ κατακώχιμος, ὁ | |
10 | πεπλησμένος. Τὰ διὰ τοῦ οπη ἐκφερόμενα θηλυκὰ, κύρια ὄντα, διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· Ῥοδόπη· Ἀερόπη· Καλ‐ λιόπη· Ἀστερόπη· Ἀντιόπη· Μερόπη· καὶ τὰ ὅμοια. Εὐρώπη δὲ μόνον, κύριον ὂν καὶ τοπικὸν, διὰ τοῦ ω | |
15 | μεγάλου γράφεται. Σὺν τούτῳ καὶ Σινώπη, καὶ κερ‐ κώπη, ἀγρώπη· καὶ ὀξύτονα ταῦτα· σιωπή· περιωπή· καὶ ὀπωπὴ, ἡ ὄψις. Στεροπὴ δὲ, ἡ ἀστραπὴ, καὶ ὀπὴ, ἡ | |
τρύπα, μικρόν. | 231 | |
232 | Τὰ διὰ τοῦ ωρα ἐκφερόμενα θηλυκὰ, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· ὀπώρα· πληθώρα· Δεβώρα, κύριον· Παν‐ δώρα· Μηνοδώρα· Μητροδώρα· Νυμφοδώρα· καὶ τὰ λοιπά. Τὰ διὰ τοῦ ωσυνη θηλυκὰ, εἰ μὲν ἔχουσι τὴν πρὸ τοῦ | |
5 | ως συλλαβὴν βραχεῖαν, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· ἁγιωσύνη· μακαριωσύνη· ἱερωσύνη· καὶ τὰ ὅμοια. Εἰ δὲ μακρὰν, διὰ τοῦ ο μικροῦ· οἷον· δικαιοσύνη· βρι‐ θοσύνη· οἰκτοσύνη· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ωδια συγκείμενα θηλυκὰ, διὰ τοῦ ω με‐ | |
10 | γάλου γράφονται· οἷον· ψαλμῳδία· τραγῳδία· παλινῳδία· ὑμνῳδία. Σὺν τούτοις καὶ εὐωδία, δυσωδία. Τὰ δὲ παρὰ τοῦ οδος διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· εὐοδία, ἡ καλὴ ὁδός· δυσοδία, ἡ κακὴ ὁδός· ἀνοδία· καὶ τὰ ὅμοια ὡσαύτως. | |
15 | Ἀκρώρεια, ὑπώρεια, κρημνώρεια, μέγα καὶ δίφθογγον. Ἀπορία δὲ, καὶ ἐξορία, ὑπερορία, καὶ ἐνορία, μικρὸν καὶ ἰῶτα. Αὐθωρία δὲ, καὶ ἀωρία, καὶ διωρία, καὶ πολυωρία, | |
καὶ ἁπλῶς ὅσα ἐκ τοῦ ὧρος ὁ καιρὸς, μέγα. | 232 | |
233 | Τὰ διὰ τοῦ υνη θηλυκὰ διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον· δικαιοσύνη· κορύνη, ἡ ματζοῦκα· Φρύνη, κύριον· καὶ τὰ ὅμοια. Πλὴν τοῦ οἴνη, ἡ ἄμπελος. | |
5 | Τὰ διὰ τοῦ οια παροξύτονα θηλυκὰ διὰ τῆς οι διφθόγγου γράφονται· οἷον· παντοία· ὁποία· γελοία· ἑτεροία· ποία· πτοία· Τροία· καὶ τὰ ὅμοια. Πλὴν τῶν μετοχικῶν· τετυφυῖα· πεποιηκυῖα· τεθεικυῖα. Ταῦτα γὰρ διὰ τῆς καταχρηστικῆς διφθόγγου γράφεται. | |
10 | Σὺν τούτοις καὶ μυῖα, ζωΰφιον. Ἀφύα δὲ, ἄγραυλις, ψιλόν. Τὰ διὰ τοῦ οια προπαροξύτονα θηλυκὰ παρὰ τὸ νοῦς καὶ ροῦς καὶ πλοῦς καὶ χροῦς συγκείμενα, διὰ τῆς οι διφθόγγου γράφεται. Τὰ παρὰ τὸ νοῦς· οἷον· ἄνοια· δύσνοια· κακόνοια· | |
15 | παράνοια· διάνοια· περίνοια. Τὰ παρὰ τὸ ῥοῦς· οἷον· εὔροια· ἀπόῤῥοια· σύῤῥοια. Τὰ παρὰ τὸ πλοῦς· οἷον· εὔπλοια· δύσπλοια· ἄπλοια· ἔκπλοια· καὶ τὰ λοιπά. Τὰ παρὰ τὸ χροῦς· οἷον· εὔχροια· δύσχροια· πολύχροια· καὶ τὰ ὅμοια. Σὺν τούτοις καὶ τὰ παρὰ τὸ πνοή· εὔπνοια· δύσπνοια· | |
20 | ἐπίπνοια· καὶ τὰ λοιπά. | 233 |
234 | Σὺν πᾶσι καὶ Βέῤῥοια, ὄνομα χώρας· καὶ ἁπλῶς τὰ διὰ τοῦ οια προπαροξύτονα ἅπαντα διφθογγίζονται. Πλὴν τοῦ ἅρπυια, καὶ αἴθυια, Εἰλείθυια· ταῦτα γὰρ διὰ τῆς καταχρηστικοῦ διφθόγγου γράφονται. Σὺν τούτοις | |
5 | καὶ μητρυιὰ, ὀξύτονον. Τροιὰ δὲ, ἡ σχοῖνος, διὰ διφθόγ‐ γου κυρίως. | |
7t | ΑΡΧΗ ΤΩΝ ΟΥΔΕΤΕΡΩΝ. | |
8t | ΤΑ ΔΙΑ ΤΟΥ Ε ΨΙΛΟΥ ΟΥΔΕΤΕΡΑ. | |
9 | Τὰ εἰς ες λήγοντα οὐδέτερα ὀνόματα διὰ τοῦ ε ψιλοῦ | |
10 | γράφονται· οἷον· ἀληθές· ἀψευδές· ἀμαθές· δυστυχές· αὐ‐ θαδές· καὶ τὰ ὅμοια. Πλὴν τοῦ σταῖς, τὸ ἄλευρον. Τὰ διὰ τοῦ αιον οὐδέτερα προπαροξύτονα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον· ἕρμαιον, τὸ εὕρεμα· σπήλαιον· | |
15 | συμβόλαιον· περιβόλαιον· περιδέῤῥαιον· ἔλαιον, τὸ τρωγό‐ μενον· Σύλαιον, πόλις· καὶ ἁπλῶς ὅσα μονογενῆ εἰσι· σὺν τούτοις καὶ μάταιον, καὶ βέβαιον. | |
Ὅσα δὲ τριγενῆ εἰσὶ, δύνανται καὶ συναίρεσιν δέ‐ | 234 | |
235 | ξασθαι, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον· χρύσεον, χρυ‐ σοῦν· ἀργύρεον, ἀργυροῦν· χάλκεον, χαλκοῦν· σιδήρεον, σιδηροῦν· καὶ κάνεον, κανοῦν. Σὺν τούτοις καὶ ὄστρεον, καὶ ἔλεον, ἡ ἐλεημοσύνη. Τριγενῆ δὲ εἴπομεν, ὅτι ἐστὶν | |
5 | ὁ χρύσεος, ἡ χρυσέα, καὶ τὸ χρύσεον· καὶ τὰ λοιπὰ ἀκολούθως. Σημείωσαι δὲ καὶ ἄλλως τὰ ψιλά. Ὅσα γὰρ δύνανται ἰῶτα προσλαβεῖν ἐν τῇ ε, καὶ διὰ τῆς ει δι‐ φθόγγου γράφεται, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον· χρύσεον, χρύσειον· ἀργύρεον, ἀργύρειον· χάλκεον, χάλ‐ | |
10 | κειον· ὄστρεον, ὄστρειον· καὶ τὰ ὅμοια. Καὶ ὀστέον, παρο‐ ξυτόνως. | |
Τὰ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν διὰ τῆς αι διφθόγγου | 235 | |
236 | γράφονται ἅπαντα· Μήθυμνα, Μηθυμναῖον χωρίον ἢ πεδίον. Θεσσαλονίκη, Θεσσαλονικαῖον· καὶ τὰ ὅμοια. Καὶ τὰ ἐθνικὰ ὁμοίως τοῖς ἄνω. Ταῦτα δὲ πάντα πλατύτερον προεγράφησαν ἐν τοῖς διὰ τοῦ αιος ἀρσενικοῖς. | |
5 | Τὰ εἰς ι λήγοντα οὐδέτερα ἅπαντα διὰ τοῦ ἰῶτα γρά‐ φονται· οἷον· μέλι· στίμμι· κόμμι, τὸ ψιμμύθιον· κίκι, εἶδος ἐλαίου· σίνηπι· πέπερι, καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ιον ὀνόματα οὐδέτερα ὑποκοριστικὰ διὰ τοῦ ι γράφονται· οἷον· παιδίον· βιβλίον· κηπίον· θριγγίον, τὸ | |
10 | περίφραγμα· τρυβλίον, τὸ σκουτέλιον· χωρίον· χρυσίον· κρανίον, ἡ κεφαλή· καὶ τὰ ὅμοια· | |
Τὰ δὲ περιεκτικὰ διὰ διφθόγγου γράφονται· οἷον· ὡρεῖον· | 236 | |
237 | μουσεῖον· ᾠδεῖον· κουρεῖον· διδασκαλεῖον· βαλανεῖον· μαντεῖον· ἀρχεῖον, τὸ παλάτιον· πατριαρχεῖον· κναφεῖον· ἰατρεῖον· μαγειρεῖον· θεωρεῖον, τὸ ἱπποδρόμιον· πανδοχεῖον· καπηλεῖον· χαμαιτυπεῖον· ὀρφανοτροφεῖον· γηροκομεῖον· | |
5 | ἐπισκοπεῖον· γραμματεῖον· καὶ σχολεῖον. Περιέχει γὰρ τὸ ὡρεῖον τὰ ὥριμα κάρπιμα, τὸ μουσεῖον τὰς Μούσας, τὸ ᾠδεῖον τοὺς ᾄδοντας, τὸ κουρεῖον τοὺς κούρους, καὶ τὰ λοιπὰ ἀκολούθως. Σὺν τούτοις καὶ τὸ στυππεῖον, σημεῖον, μνημεῖον, | |
10 | ἀγγεῖον, ἐργαλεῖον, φορεῖον, καὶ τὰ ὅμοια. Καὶ τὰ ἀπὸ τῶν διὰ τοῦ ευω· πρωτεύω, πρωτεῖον· δευτερεύω, δευ‐ τερεῖον· καλλιστεύω, καλλιστεῖον· βραβεύω, βραβεῖον· καὶ τὰ λοιπά. Τὰ παρὰ τὸ λόγος, εἰ μὲν μετὰ ἀπτώτων συντέθεινται, | |
15 | ἤτοι μετὰ προθέσεων, προπερισπῶνται, καὶ διὰ διφθόγγου γράφονται· οἷον, ἀναλογεῖον· εἰ δὲ μετὰ πτωτικῶν σύγ‐ κεινται, ἤτοι μετὰ ὀνομάτων, προπαροξύνονται, καὶ διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ὡρολόγιον· ἀνθολόγιον· σιτολό‐ | |
γιον· καὶ τὰ ὅμοια τούτοις. | 237 | |
238 | Τὰ διὰ τοῦ ιον προπαροξύτονα ἐπίθετα οὐδέτερα διὰ τοῦ ἰῶτα γράφονται· ἅγιον, κύριον, ὅσιον. Τὰ δὲ μετουσιαστικὰ καὶ τὰ λοιπὰ, διφθογγογρα‐ φοῦνται· οἷον· χρύσειον νόμισμα· ἀργύρειον εἰκόνισμα· καὶ | |
5 | πάλιν· ἐλάφειον κέρας· βόειον δέρμα· Ἀχίλλειον ὅπλον· Ἰορδάνειον ῥεῦμα. Σὺν τούτοις καὶ κώνειον, τὸ φάρμακον. Ταῦτα δὲ πάντα προεγράφη πλατύτερον ἐν τοῖς διὰ τοῦ ιος ἀρσενικοῖς. Σημείωσαι τὸ ἀργύριον, ὁ ἄργυρος, καὶ σιδήριον, ὁ | |
10 | σίδηρος, καὶ χρυσίον, ὁ χρυσὸς, διὰ τοῦ ἰῶτα. Γένειον δὲ μόνον διὰ διφθόγγου γράφεται. Τὰ διὰ τοῦ ιδιον οὐδετέρως ὑποκοριστικὰ διὰ τοῦ ἰῶτα γράφονται· οἷον· οἰκίδιον· ἀργυρίδιον· σκαφίδιον, τὸ πλοι‐ άριον· κλινίδιον· πορνίδιον· ξιφίδιον· καὶ ἀπ’ αὐτοῦ ὅμοια· | |
15 | Πλὴν εἰ μὴ ἀπὸ τῆς πρωτοτύπου λέξεως ἔχουσι τὸ ε· | |
ἐκεῖνα γὰρ πλεονασμῷ τοῦ ἰῶτα διφθογγίζονται· οἷον λέξις, | 238 | |
239 | λέξεως, λεξείδιον· τάξις, τάξεως, ταξείδιον· ἀλυ‐ σείδιον· κτησείδιον. Σὺν τούτοις καὶ ἀγγείδιον, ἀπὸ τοῦ ἀγγεῖον· καὶ σκαφείδιον, ἡ δίκελλα, ἀπὸ τοῦ σκαφεὺς, σκα‐ φέως· καὶ τὰ ὅμοια τούτοις. | |
5 | Τὰ διὰ τοῦ ιμον ἀναφερόμενα, διὰ τοῦ ἰῶτα γράφονται· οἷον· πρώϊμον· ὄψιμον· καὶ διὰ τοῦ ινον· οἷον· πέτρινον· λίθινον· καὶ τὰ διὰ τοῦ ιστον· οἷον· πρώτιστον, χείριστον. Ταῦτα γὰρ πάντα προεγράφησαν εἰς πλάτος ἐν τοῖς ἀρσενικοῖς, ἐν τοῖς ἔμπροσθεν. | |
10 | Τὰ εἰς ον λήγοντα οὐδέτερα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· ξύλον· φύλλον· σκῦλον· κῶλον· δῶρον· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ἄζων, τὸ νεκρὸν, καὶ ἡμίζων, τὸ ἡμιθανές. Τὸ δὲ ἔμπλεων, καὶ περίπλεων, καὶ εὔγεων, καὶ λυπρό‐ γεων, καὶ τὰ τοιαῦτα πάντα προεγράφησαν ἐν τοῖς ἀρσε‐ | |
15 | νικοῖς· ἐκείνοις γὰρ ἀκολουθεῖ. Τὰ εἰς ος λήγοντα οὐδέτερα ἅπαντα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· βέλος· τέλος· μέλος· τεῖχος· ξίφος· στέ‐ φος· στῖφος· γῆθος· καὶ τὰ ὅμοια. | |
Πλὴν τοῦ φῶς, καὶ ὦς, καὶ τὰ ἐκ τούτων. | 239 | |
240 | Ὡσαύτως καὶ τὰ μετοχικὰ οὐδέτερα διὰ τοῦ ο μικροῦ γράφονται· τὸ τετυπός· τὸ λελοιπός· τὸ πεποιηκός· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ἑστὼς, βεβὼς, γεγὼς, καὶ τεθνεώς. | |
5 | Τὰ εἰς ωρ λήγοντα οὐδέτερα διὰ τοῦ ω μεγάλου γρά‐ φονται· οἷον· ὕδωρ· τέκμωρ· ἐέλδωρ, τὸ ἐνθύμημα· καὶ τὰ ὅμοια. Πλὴν τοῦ κάλορ· ἦτορ· ἄορ· καὶ Ἄνορ, ἀρσενικὸν, ὁ ἀνήρ· Γόμορ, Χοδογόμορ, καὶ Ναβουχοδονόσορ, ὀνόματα | |
10 | κύρια. Τὰ διὰ τοῦ ωοτερον καὶ ωοτατον, ὡς ἐν τοῖς διὰ τοῦ ωοτε‐ | |
ρος καὶ ωοτατος. | 240 | |
241 | Τὰ παρὰ τοῦ ὄνομα· οἷον· ἀνώνυμον, δυσώνυμον. Τὰ παρὰ τοῦ ὄλεθρος· οἷον· ἀνώλεθρον, ἐπώλεθρον. Τὰ παρὰ τοῦ ὄροφος· οἷον· διώροφον· τριώροφον. Τὰ παρὰ τὸ ὀδύνη· οἷον· ἀνώδυνον· ἐπώδυνον. | |
5 | Τὰ παρὰ τοῦ ὄφελος· οἷον· ἀνωφελές· ἐπωφελές. Καὶ τὰ τοιαῦτα πάντα προεγράφησαν ἐν τοῖς ἀρσενι‐ κοῖς ἔμπροσθεν. Τὰ εἰς υ λήγοντα οὐδέτερα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον· πῶϋ· γόνυ· δόρυ· ἡδύ· γλυκύ· δριμύ· καὶ τὰ λοιπά. | |
10 | Τὰ διὰ τοῦ οιον, τοῖον· γελοῖον· καὶ τὰ λοιπὰ προεγρά‐ φησαν ἐν τοῖς ἀρσενικοῖς. | |
12t | ΑΡΧΗ ΤΩΝ ΡΗΜΑΤΩΝ. | |
13t | ΤΑ ΔΙΑ ΤΟΥ ΑΙΩ ΡΗΜΑΤΑ. | |
14 | Τὰ διὰ τοῦ αιω ῥήματα διὰ τῆς αι διφθόγγου γρά‐ | 241 |
242 | φονται· οἷον· παλαίω· κλαίω· πταίω· παίω, τὸ τύπτω· γαίω, τὸ γαυριῶ· κναίω· ἀποκναίω, τὸ λυπῶ· λιλαίω, τὸ ἐπιθυμῶ· ῥαίω, τὸ φθείρω· ναίω, τὸ οἰκῶ· καὶ τὰ λοιπά. | |
5 | Πλὴν τῶν ἐπιδεχομένων συναίρεσιν· οἷον· ποιέω, ποιῶ· λαλέω, λαλῶ· ὁμιλέω, ὁμιλῶ· καὶ ἐπὶ τοῦ πρώτου μὲν προσώπου μὴ ἐπιδεχομένων συναίρεσιν, ἐπὶ δέ γε τοῦ δευ‐ τέρου καὶ τρίτου· οἷον· θέω, τὸ τρέχω, θέεις θεῖς, θέει θεῖ· χέω, χέεις χεῖς, χέει χεῖ· ῥέω, τὸ χέω, ῥέεις ῥεῖς, | |
10 | ῥέει ῥεῖ· νέω, τὸ κολυμβῶ· καὶ τὰ λοιπά. Σὺν τούτοις καὶ τὸ ξέω, καὶ ἕτερα. Τὰ διὰ τοῦ αινω ῥήματα διὰ τῆς αι διφθόγγου γρά‐ φονται· οἷον· μωραίνω· ὀσφραίνω· ποιμαίνω· ἀσθμαίνω· κροαίνω, τὸ πηδῶ· λιπαίνω· λιγαίνω, τὸ ὑμνῶ· παπταίνω, | |
15 | τὸ ἐπιτηρῶ· βαμβαίνω, τὸ κτυπῶ τοὺς ὀδόντας· αὐαίνω, τὸ ξηραίνω· διαίνω, τὸ βρέχω· ἰαίνω, τὸ εὐφραίνω· πημαίνω, τὸ βλάπτω· φαίνω, τὸ λάμπω· καὶ ἁπλῶς πάντα ἐν οἷς ἀναφαίνεται τὸ α ἐν τῷ μέλλοντι· οἷον· μωραίνω, ὁ μέλλων μωρανῶ· λιπαίνω, ὁ μέλλων λιπανῶ· | |
20 | καὶ τὰ ὅμοια. Ὅσα δὲ παράγουσιν ἐξ αὐτῶν ἀρσενικὰ ὀνόματα εἰς ος | |
λήγοντα διὰ τοῦ ε γράφονται· οἷον· φένω, τὸ φονεύω, | 242 | |
243 | φόνος· στένω, τὸ στενάζω, στόνος· πένω, τὸ ἐνεργῶ, πόνος· καὶ τὰ ὅμοια. Σὺν τούτοις καὶ ἔνω, τὸ δύναμαι. Τὰ διὰ τοῦ αιρω βαρύτονα ῥήματα διὰ τῆς αι διφθόγ‐ γου γράφονται· οἷον· μαρμαίρω, τὸ λάμπω· μεγαίρω, τὸ | |
5 | φθονῶ· ἀσπαίρω, τὸ ψυχοῤῥαγῶ· καρκαίρω, τὸ ἠχῶ· αἴρω, τὸ ὑψῶ· ἐπαίρω· δαίρω, τὸ τύπτω· καὶ τὰ ὅμοια. Ὅσα δὲ ἐξ αὐτῶν παράγουσιν ὀνόματα βραχεῖ παρα‐ ληγόμενα, διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον· φέρω, φόρος· θέρω, τὸ θερμαίνω, θέρος· δέρω, τὸ ἐκδέρω, δορά. Σὺν | |
10 | τούτοις, ἔῤῥω, τὸ φθείρομαι, διὰ δύο ρρ· ἔρω, τὸ ἐρωτῶ· ἔρομαι, τὸ αὐτό· καὶ ἀγηγαίρω, τὸ συναθροίζω. Ὡσαύτως καὶ τὰ διὰ τοῦ αιρω περισπώμενα ῥήματα διὰ διφθόγγου γράφονται· οἷον· ἀναιρῶ· καθαιρῶ· διαιρῶ· περιαιρῶ· καὶ τὰ ὅμοια. | |
15 | Πλὴν τοῦ ἐρῶ, τὸ ἐπιθυμῶ, καὶ τὰ ὅμοια. Οἱ μέντοι μέλλοντες διὰ τῆς τετάρτης συζυγίας ἅπαντες διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον· σπερῶ, κερῶ, | |
ἀπὸ τοῦ σπαίρω καὶ κείρω· καὶ τὰ ὅμοια. | 243 | |
244 | Τὰ δὲ διὰ τοῦ εχω ῥήματα ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον· βρέχω· τρέχω· ἀμπέχω, τὸ ἐνδύω· κατέχω· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ειβω ῥήματα, διὰ τῆς ει διφθόγγου γράφον‐ | |
5 | ται· οἷον· ἀμείβω· στείβω· λείβω· εἴβω, τὸ στάζω· καὶ τὰ ὅμοια. Πλὴν τοῦ λήβω, τὸ λαμβάνω. Τὰ διὰ τοῦ ηγω ῥήματα διὰ τοῦ η γράφονται· οἷον· ἀρήγω, τὸ βοηθῶ· λήγω, τὸ παύω· τμήγω, τὸ διαχωρίζω· | |
10 | θήγω, τὸ ἀκονῶ· καὶ τὰ ὅμοια. Πλὴν τοῦ θίγω, τὸ προσψαύω· πνίγω· καὶ μίγω, ὃ καὶ μίσγω γράφεται. Ἐπείγω δὲ, τὸ σπουδάζω, δί‐ φθογγον, ἐξ οὗ καὶ ἐπειγωλή. Τὰ διὰ τοῦ ηγω περισπώμενα ῥήματα διὰ τοῦ ἦτα γρά‐ | |
15 | φονται· οἷον· κυνηγῶ· στρατηγῶ· χορηγῶ· φορτηγῶ· σιτηγῶ· καὶ ἁπλῶς ὅσα ἀπὸ τοῦ ἄγω γίνονται. Ἀστιγῶ δὲ καὶ σιγῶ, ῥιγῶ καὶ σφριγῶ, διὰ τοῦ ι. | |
Τὰ διὰ τοῦ ηδω ῥήματα διὰ τοῦ η γράφονται· οἷον· | 244 | |
245 | μήδω, καὶ μήδομαι, παθητικὸν, τὸ βουλεύομαι· κήδω, τὸ λυπῶ· ἥδω, τὸ εὐφραίνω· καὶ πηδῶ, περισπώμενον· φιληδῶ, καὶ τὰ ὅμοια. Ἐρείδω, τὸ ἐπιστηρίζω· καὶ φείδω, τὸ ἐλεῶ, οὗ τὸ πα‐ | |
5 | θητικὸν φείδομαι, καὶ ἀφειδῶ περισπωμένως· καὶ εἴδω, τὸ ὁμοιῶ, δίφθογγα. Ἰδῶ δὲ, ἰῶτα. Τὰ διὰ τοῦ ιζω ῥήματα διὰ τοῦ ι γράφονται· οἷον· βαδίζω· δογματίζω· ἐρίζω, τὸ φιλονεικῶ· λακτίζω· κλεΐζω· ἀσμενίζω· σοφίζω· καὶ τὰ ὅμοια. | |
10 | Πλὴν τοῦ δανείζω, καὶ χρῄζω· ὧν τὸ μὲν δανείζω, δίφθογγον, καὶ γίνεται ἀπὸ τοῦ δάνειον, δανειάζω, καὶ ἐν συγκοπῇ· τὸ δὲ χρῄζω, η, καὶ γίνεται ἀπὸ τοῦ χρέος, χρεΐζω, καὶ τροπῇ ε εἰς η, χρῄζω, μένοντος καὶ τοῦ ι προσγεγραμμένου. | |
15 | Τὰ διὰ τοῦ ηθω ῥήματα διὰ τοῦ η γράφονται· οἷον· κνήθω· γήθω· λήθω, τὸ λανθάνω· ἀλήθω· νήθω· σήθω, τὸ κοσκινίζω· πρήθω· μήθω, τὸ μανθάνω· καὶ τὰ ὅμοια. Βρίθω δὲ, τὸ βαρῶ, διὰ τοῦ ι, καὶ πιθῶ, περι‐ | |
σπωμένως. | 245 | |
246 | Πείθω δὲ, τὸ καταπείθω, καὶ ἀφειδῶ, καὶ ἀπειθῶ, καὶ φειδόμενος, καὶ πειθόμενος, δίφθογγα. Εἰδῶ δὲ, καὶ πιθῶ, καὶ ἠφιδημένος καὶ ἠπιθημένος, ι. Τὰ διὰ τοῦ ινω ῥήματα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· | |
5 | πίνω· κλίνω· σίνω, τὸ βλάπτω· ὀρίνω, τὸ διεγείρω· ὠδίνω, γεννῶ· τίνω, τὸ ἀνταποδίδωμι· καὶ τὰ ὅμοια. Πλὴν τοῦ τείνω, τὸ ἐξαπλῶ· θείνω, τὸ τύπτω· στείνω, τὸ στενάζω· γείνω, τὸ γεννῶ· ἐλεείνω, τὸ ἐλεῶ· ἀλεείνω, τὸ ἐκφεύγω· ἐρεείνω, τὸ ἐρωτῶ· καὶ κτείνω, τὸ φονεύω. | |
10 | Κτιννύω δὲ, ι. Τὰ διὰ τοῦ ηκω ῥήματα διὰ τοῦ η γράφονται· οἷον· ἥκω, τὸ ἔρχομαι, καὶ τὰ ἐξ αὐτοῦ· ἀνήκω· καθήκω· προσήκω· προήκω, τὸ προέρχομαι· τήκω, τὸ δαμάζω· καὶ τὰ λοιπά. | |
15 | Εἴκω, τὸ ὑποχωρῶ καὶ ὑποτάσσομαι, δίφθογγον· ἵκω | |
δὲ, τὸ ἱκετεύω, διὰ τοῦ ἰῶτα. | 246 | |
247 | Τὰ δὲ περισπώμενα ἅπαντα διὰ τοῦ η γράφονται· σφηκῶ· μηκῶ, μηκῶμαι, τὸ παθητικόν· ἀντισηκῶ δὲ, καὶ τὰ ὅμοια. Ἰστέον δὲ καὶ τοῦτο· δείκω, τὸ φανερῶ, δίφθογγον· | |
5 | δήκω, τὸ δάκνω, καὶ τὸ λυπῶ, η· δίκω δὲ, τὸ τιτρώσκω· νικῶ, τὸ τροπαιουχῶ, ἰῶτα· νεικῶ δὲ, τὸ φιλονεικῶ, δίφθογγον. Τὰ διὰ τοῦ ισκω ῥήματα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· εὑρίσκω· κυΐσκω· ἁλίσκω· ἐνδειδίσκω· ἐΐσκω, τὸ ὁμοιῶ· | |
10 | καὶ τὰ ὅμοια. Πλὴν τοῦ μιμνήσκω· κικλήσκω, τὸ καλῶ· ἀλδήσκω, τὸ ποτίζω· καὶ θνήσκω. Τὰ διὰ τοῦ ησσω καὶ ηττω ῥήματα διὰ τοῦ η γρά‐ φονται· οἷον· πλήσσω, πλήττω· ῥήσσω, ῥήττω· πήσσω, | |
15 | τὸ πηγνύω· θωρήσσω, τὸ καθοπλίζω· καὶ τὰ ὅμοια. Πλὴν τοῦ πτίσσω, τὸ τύπτω· φρίσσω· αἰνίσσω· φοινίσσω· ἑλίσσω· δεδίσσω· καὶ κυρίσσω, τὸ κερατίζω. Τὰ διὰ τοῦ ειρω ῥήματα διὰ τῆς ει διφθόγγου γρά‐ | |
φονται· οἷον· σπείρω· φθείρω· ἀγείρω, τὸ συναθροίζω· | 247 | |
248 | οἰκτείρω· ἱμείρω· κείρω, τὸ κόπτω· πείρω, τὸ σουβλίζω· εἴρω, τὸ πλέκω· τείρω, τὸ δαμάζω· καὶ τὰ λοιπά. Τὰ δὲ περισπώμενα πάντα διὰ τοῦ ἦτα γράφονται· οἷον· τηρῶ, τὸ φυλάσσω· καὶ πηρῶ, τὸ τυφλῶ. | |
5 | Πειρῶ δὲ τὸ ἀπόπειραν ποιοῦμαι, οὗ τὸ παθητικὸν πει‐ ρῶμαι, διὰ διφθόγγου γράφεται. Τὰ διὰ τοῦ ιπτω ῥήματα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ῥίπτω· νίπτω· ἴπτω, τὸ βλάπτω· λίπτω, τὸ ἐπιθυμῶ· καὶ τὰ λοιπὰ ὡσαύτως. | |
10 | Σκήπτω δὲ καὶ σκήπτομαι, τὸ προφασίζομαι, διὰ τοῦ η γράφονται. Φιλαλειπτῶ δὲ, καὶ ἀνερείπτω, διὰ διφθόγγου. Τὰ διὰ τοῦ ηχω ῥήματα διὰ τοῦ η γράφονται· οἷον· σμήχω· λήχω, τὸ λαγχάνω· ψήχω, τὸ ὁμαλίζω· νήχω, | |
15 | τὸ πλέω· βλήχω, βληχῶμαι, τὸ παθητικόν· ὑπερηχῶ· ἐξηχῶ· καὶ τὰ λοιπά. | |
Εἴχω δὲ, καὶ στείχω, τὸ πορεύομαι, δίφθογγα. | 248 | |
249 | Γλίχω δὲ, τὸ γλίχομαι, καὶ ὁμιχῶ, τὸ οὐρῶ, περισπω‐ μένως, ι. Τὰ διὰ τοῦ ιω βαρύτονα ῥήματα διὰ τοῦ ι γράφονται· οἷον· κυλίω· μηνίω, τὸ ὀργίζομαι· κονίω, τὸ μάχομαι· | |
5 | τίω, τὸ τιμῶ, καὶ τὸ τιμωρῶ, καὶ ἀνταποδίδωμι· καὶ τὰ λοιπά. Πλὴν τοῦ σείω, τὸ ταράσσω· κλείω, τὸ σφαλίζω· καὶ ὅσα Ἀττικοί εἰσι μέλλοντες· τύψω, τυψείω· πλέξω, πλεξείω· βρώσω, βρωσείω· θύσω, θυσείω· ποιήσω, | |
10 | ποιησείω· καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ιω περισπώμενα ῥήματα διὰ τοῦ ι γρά‐ φονται· οἷον· κοστιῶ· ἐρυθριῶ· ἀνιῶ· παινιῶ· αἱμωδιῶ· ἰλιγγιῶ· βουλιμιῶ· μαθητιῶ· τυραννιῶ· καὶ τὰ λοιπά. Χωρὶς εἰ μὴ ἀπὸ πρωτοτύπου ἔχει τὸ δίφθογγον· οἷον· | |
15 | τέλειον, τελειῶ· γένειον, γενειῶ· σημεῖον, σημειῶ· βα‐ | |
σίλειον, βασιλειῶ· καὶ μεῖον, μειῶ, τὸ ἐλαττῶ. | 249 | |
250 | Τίθημι, ἵστημι, καὶ τὰ ὅμοια, τῷ η παραλήγονται. Ἄνειμι καὶ κάτειμι, ἔξειμι, πρόειμι, καὶ τὰ ὅμοια, δίφθογγα. Ἀνίημι, καὶ κατίημι, καὶ τὰ ὅμοια, ἰῶτα καὶ ἦτα. | |
5 | Ἄνιμεν δὲ καὶ κάτιμεν καὶ τὰ ὅμοια, διὰ τοῦ ἰῶτα γρά‐ φονται. Τὰ διὰ τοῦ οω ἐκφερόμενα ῥήματα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· χρυσόω· στεφανόω· δηλόω· τυπόω, γανόω· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ ζώω, ἱδρώω, πλώω, ἡβώω, τὸ ἀκμάζω, καὶ μαιμώω. Τὰ διὰ τοῦ οω περισπώμενα ῥήματα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· βοῶ· νοῶ· γνοῶ· ἀγνοῶ· ἀλοῶ· μακοῶ· καὶ τὰ λοιπά. | |
15 | Πλὴν τοῦ ζωῶ, καὶ τὰ ἐξ αὐτοῦ. Τὰ διὰ τοῦ ωδω περισπώμενα ῥήματα διὰ τοῦ ω με‐ γάλου γράφονται· οἷον· ὀῤῥωδῶ· κωμῳδῶ· ψαλμῳδῶ· | |
θεσπιῳδῶ· εὐωδῶ, τὸ εὐπλοῶ· καὶ τὰ λοιπὰ ὡσαύτως. | 250 | |
251 | Πλὴν τοῦ εὐοδῶ, τὸ κατευοδῶ. Τὰ διὰ τοῦ ωζω ῥήματα διὰ τοῦ ω μεγάλου γρά‐ φονται· οἷον· πατρώζω· μητρώζω· οἰμώζω· κρώζω· καὶ τὰ λοιπά. | |
5 | Πλὴν τοῦ ἁρμόζω· δεσπόζω· ὡς τό· “οὐχ ἁρμόζει σοι δεσπόζειν ὅτι ὄζεις.” Τὰ διὰ τοῦ ωθω ῥήματα ἅπαντα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· κλώθω· πρώθω· βρώθω· ὤθω, τὸ ἀπο‐ διώκω· καὶ ὠθῶ, περισπωμένως, ὅθεν καὶ ἀπωθῶ καὶ | |
10 | διωθῶ. Ὄθω δὲ, τὸ ἐπιστρέφομαι, ὄθομαι τὸ παθητικὸν, μικρόν. Τὰ διὰ τοῦ ωρω περισπώμενα ῥήματα διὰ τοῦ ω με‐ γάλου γράφονται· οἷον· θεωρῶ· σκαιωρῶ· πολυωρῶ· εὐ‐ | |
15 | θυωρῶ· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ὀρῶ, τὸ βλέπω, καὶ θορῶ, τὸ πηδῶ. Τὰ διὰ τοῦ ωσκω ῥήματα διὰ τοῦ ω μεγάλου γρά‐ | |
φονται· οἷον· τιτρώσκω, βιβρώσκω. | 251 | |
252 | Πλὴν τοῦ βόσκω. Τὰ διὰ τοῦ ωττω καὶ ωσσω ῥήματα ἅπαντα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· λιμώττω, λιμώσσω· ὀνειρώττω, ὀνειρώσσω· κνώττω, κνώσσω, τὸ κοιμῶμαι· καὶ τὰ λοιπά. | |
5 | Πλὴν τοῦ ὄσσω, τὸ μαντεύομαι, καὶ τὰ ἐξ αὐτοῦ. Τὰ διὰ τοῦ υζω ῥήματα ἅπαντα διὰ τοῦ υ ψιλοῦ γρά‐ φονται· οἷον· γογγύζω· ὀλολύζω· ἑρπύζω· θωΰζω, τὸ θη‐ ριωδῶς βοῶ· τρύζω· κλύζω· σφύζω· σκύζω· καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ ἀθροίζω· καὶ ῥοιζῶ, τὸ ἠχῶ, περισπωμένως· ὅθεν καὶ ἄθροισις, καὶ ἄθροισμα, καὶ ῥοίζημα, καὶ εὔροιζον χρυσίον. Τὰ διὰ τοῦ υνω ἐκφερόμενα ῥήματα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον· ἀλγύνω· βραδύνω· δηθύνω, τὸ αὐτό· | |
15 | μολύνω· φορύνω, τὸ αὐτό· ἀμύνω, τὸ βοηθῶ· ἀμύνομαι, παθητικὸν, τὸ κολάζω· καὶ τὰ λοιπά. | |
Πλὴν τοῦ θοινῶ, καὶ οἰνῶ, περισπωμένως. | 252 | |
253 | Τὰ διὰ τοῦ υχω ῥήματα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον· ψύχω· τρύχω· σμύχω, τὸ καίω· καὶ τὰ λοιπά. Πλὴν τοῦ οἰχῶ, οἴχομαι, παθητικὸν, ὃ δηλοῖ τὸ φθεί‐ ρομαι, καὶ πορεύομαι. | |
5 | Τὰ διὰ τοῦ υω ῥήματα διὰ τοῦ υ γράφονται· οἷον· θύω, λύω, ῥύω, ἀνύω, ζωννύω, ῥωννύω, χωννύω, ζευ‐ γνύω, σκεδαννύω· ὕω, τὸ βρέχω· καὶ τὰ λοιπά. Πλὴν τοῦ ἀλοίω, τὸ τύπτω, ἐξ οὗ καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων· οἴω, τὸ κομίζω· καὶ οἴομαι, τὸ | |
10 | ὑπολαμβάνω, παθητικόν· καὶ οἰῶ, τὸ μονῶ, περισπω‐ μένως· καὶ ἀλλοιῶ, ὅθεν καὶ ἀλλοίωσις, καὶ ἀλλοιωτικὸν | |
φάρμακον. | 253 | |
254(1t) | ἈΡΧΗ ΤΩΝ ἘΠΙΡΡΗΜΑΤΩΝ. | |
2 | Τὰ εἰς αι λήγοντα ἐπιῤῥήματα διὰ τῆς αι διφθόγγου γράφονται· οἷον· βαβαὶ, παπαὶ, οὐαὶ, ἀταταὶ, καὶ ἁπλῶς ὅσα θρηνητικά. | |
5 | Πλὴν τοῦ ἀβάλε, ἀντὶ τοῦ φεῦ. Σὺν τούτῳ καὶ εἴθε, ἀντὶ τοῦ ἀείποτε, καὶ αἴθε, τὸ αὐτό· καὶ ὅσα εἰς ζε· θύ‐ ραζε, Ἀθήναζε, χαμάζε· καὶ ὅσα χρονικά· τότε, ποτὲ, ὁτὲ, ἄλλοτε, ἑκάστοτε, ἐνίοτε, πάντοτε, ὀψὲ, καὶ τὰ λοιπά. | |
10 | Τὰ εἰς βι λήγοντα ἐπιῤῥήματα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ἀτριβὶ, ἀβλαβὶ, καὶ τὰ λοιπά. Τὰ εἰς γι· οἷον· ἀμιγὶ, καὶ ὅσα ἐξ αὐτοῦ. Τὰ εἰς δει διφθογγογραφοῦνται· οἷον· ἀσπουδεὶ, ἀσπον‐ δεί· κομιδῆ δὲ, ἦτα· πανσυδὶ δὲ, ἰῶτα. | |
15 | Τὰ καθαριεύοντα, δίφθογγα· ἀθεεὶ, αὐτοβοεὶ, ἀεὶ καὶ αἰεί. | |
Πλὴν τοῦ πρωῒ, καὶ τὰ ἐξ αὐτοῦ. | 254 | |
255 | Τὰ εἰς ζη διὰ τοῦ η γράφονται· οἷον· πεζῆ. Τὰ εἰς θει διὰ διφθόγγου γράφονται· οἷον· ἀμαθεῖ, παμ‐ πληθεὶ, ἀμοχθεί. Πλὴν τοῦ ἀμισθί· αὐτόθι, βαρυτόνως. | |
5 | Τὰ εἰς κι διὰ τοῦ ἰῶτα γράφονται· πανοικὶ, ἐνοικί. Πλὴν τοῦ ἐκεῖ. Εἰκῆ, ἀντὶ τοῦ μάτην, ἦτα. Τὰ εἰς λει διὰ διφθόγγου· ἀμελεὶ, ἀνομιλεὶ, ἀβουλεί· καὶ ἀμέλει, βαρυτόνως. Τὰ εἰς μει διὰ διφθόγγου· πανδημεὶ, ἀτερμεὶ, ἠρεμεί. | |
10 | Πλὴν τοῦ μηδαμῆ, οὐδαμῆ. Τὰ εἰς νι διὰ τοῦ ἰῶτα· προταινὶ, ἀθρηνὶ, νηποινί. Πλὴν τοῦ ἀφανεί· τηνεὶ, ἀντὶ τοῦ ἐκεῖσε· καὶ πανθοινεί. Παγγενῆ δὲ, πανσθενῆ, ἀχανῆ, καὶ πρινὴ, διὰ τοῦ ἦτα. Τὰ εἰς ξει διὰ διφθόγγου γράφονται· οἷον· αὐτολεξεί. | |
15 | Τὰ εἰς ιξ διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ἀπρίξ. | 255 |
256 | Τὰ εἰς πι διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ἀῤῥεπὶ, ἀτρεπί· Πλὴν τοῦ ἀμηγέπη, καὶ ὅσα ἐξ αὐτοῦ. Τὰ εἰς πτι διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ἀτρεπτὶ, ἀμετατρεπτὶ, καὶ ὅσα ἐξ αὐτῶν. | |
5 | Τὰ εἰς ρει διὰ διφθόγγου γράφονται· οἷον· ἐν ἀκαρεὶ, ἀμετρεί. Πλὴν τοῦ αὐτοχειρὶ, ἀωρὶ, αὐτανδρί. Ἀκαρῆ δὲ, διὰ τοῦ η γράφεται. Τὰ εἰς τι ἐπιῤῥήματα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· | |
10 | ἀνιδιτὶ, ἀπονητὶ, ἀμογητὶ, ἀναιμωτὶ, ἀκοντὶ, ἀκροπο‐ διτί, ἀκονιτὶ, ἔτι, καὶ ἄρτι. Ἁμαρτῆ καὶ ὁμαρτῆ, διὰ τοῦ ἦτα. Ἀφετεὶ δὲ, καὶ ἀνατεὶ, ἀντὶ τοῦ ἄνευ βλάβης, δί‐ φθογγα. | |
15 | Τὰ εἰς στι ἅπαντα διὰ τοῦ ἰῶτα γράφονται· οἷον· νεωστὶ, ἑλληνιστὶ, ῥωμαϊστὶ, μελιστὶ, ἀπταιστὶ, αἰολιστὶ, | |
ἰαστὶ, μεγαλωστὶ, ἀνωϊστὶ, καὶ τὰ ὅμοια. | 256 | |
257 | Πλὴν τοῦ ἀγελαστεὶ, καὶ ἀπληστεί. Τὰ εἰς κτι διὰ τοῦ ἰῶτα· οἷον· ἀστακτὶ, ἀσκαρδα‐ μυκτὶ, ἀστενακτὶ, ἀμυκτί· ἀνοικτὶ, ἀντὶ τοῦ ἀνιλεῶς· καὶ τὰ ὅμοια. | |
5 | Πλὴν τοῦ ἀκηρυκτεὶ, καὶ δακτυλοδεικτεί. Τὰ εἰς φει διὰ τῆς ει διφθόγγου γράφονται· οἷον· ἀξιφεὶ, παμψηφεί. Πλὴν τοῦ ἶφι τοῦ ἰσχυρῶς· διὰ τοῦ ἰῶτα γράφεται. Κρυφῆ δὲ, ἀντὶ τοῦ κρυφίως, ἦτα. | |
10 | Τὰ εἰς χει διὰ διφθόγγου γράφονται· οἷον· ἀμυχεὶ, ἀψυχεί. Πλὴν τοῦ μονονουχὶ, οὐχί· καὶ ᾗχι, ἀντὶ τοῦ ὅπου. Τὸ δὲ ἡσυχῆ, διχῆ, τριχῆ, τετραχῆ, πενταχῆ, πολ‐ | |
λαχῆ, ἑκασταχῆ, διὰ τοῦ ητα γράφονται· ὡς ἀπὸ τῶν εἰς | 257 | |
258 | ως μακροκαταλήκτων ἐπιῤῥημάτων γινόμενα, ἡσύχως, διχῶς, τριχῶς, καὶ τὰ ἑξῆς. Τὰ εἰς χθει διὰ διφθόγγου· ἀμοχθεὶ, καὶ τὰ λοιπά. Τὰ εἰς χρι διὰ τοῦ ἰῶτα· οἷον· μέχρι, ἄχρι. | |
5 | Πλὴν τοῦ χρὴ καὶ ἀπόχρη, ἀντὶ τοῦ ἀρκεῖ. Τὰ εἰς ψει διὰ τῆς ει διφθόγγου γράφονται· οἷον· αὐτοψεί. Πλὴν τοῦ ὕψι, ἀντὶ τοῦ ἐφ’ ὕψους, διὰ τοῦ ἰῶτα. Ἰστέον καὶ τοῦτο· αἱ εἰς ι ἐπεκτάσεις διὰ τοῦ ἰῶτα· | |
10 | οἷον· δευρὶ, ἐνθαδὶ, νυνὶ, ὡδὶ, οὑτωσὶ, καὶ τὰ ὅμοια. Πλὴν τοῦ ὡσεὶ, ὡσανεὶ, ὡσπερεὶ, καὶ οἱονεὶ, καὶ ἀεὶ, ὃ καὶ αἰεὶ γράφεται. Τὰ εἰς ην ἐπιῤῥήματα διὰ τοῦ η γράφονται· οἷον· μάτην, χύδην, πρώην, φύρδην· ἄρδην, ἀντὶ τοῦ ἀναι‐ | |
15 | σχύντως· φοράδην, διαῤῥήδην, συλλήβδην, ἀριστίνδην, | |
πλουτίνδην· ἀκὴν ἀντὶ τοῦ ἡσύχως· καὶ τὰ ὅμοια. | 258 | |
259 | Πλὴν τοῦ πρὶν, πάλιν, ἀνόπιν, καὶ κατόπιν. Τὰ εἰς ις ἐπιῤῥήματα διὰ τοῦ ι γράφονται· οἷον· πολλάκις, πλεονάκις, ὀλιγάκις, ἑκατοντάκις, χιλιάκις, τετράκις, πεντάκις, μυριάκις, δὶς, τρὶς, καὶ ἁπλῶς ὅσα | |
5 | ἐπὶ ἀριθμοῦ. Σὺν τούτοις μόλις, αὖθις, μόγις· χωρὶς, ἀντὶ τοῦ ἄνευ· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ἑξῆς, καθεξῆς, ἐφεξῆς· ἐξείης, τὸ αὐτό· ἔμπης, ἀντὶ τοῦ ὅμως· ἐπίσης, ἀντὶ τοῦ ὁμοίως· καὶ διακενῆς, ἀντὶ τοῦ μάτην. | |
10 | Τὰ διὰ τοῦ ηθεν ἅπαντα διὰ τοῦ η γράφονται· οἷον· γῆθεν, Ἀθήνηθεν, Κρήτηθεν, Κυθήρηθεν, καὶ τὰ ὅμοια. Τὰ διὰ τοῦ ηδον ἐκφερόμενα ἐπιῤῥήματα ἅπαντα διὰ τοῦ ἦτα γράφονται· οἷον· ποταμηδὸν, κρουνηδὸν, σωρηδὸν, σμηνηδὸν, καὶ τὰ λοιπά. | |
15 | Πλὴν τοῦ διακριδὸν, καὶ ἀποκριδόν. | 259 |
260 | Περὶ δέ γε τοῦ ἐν τούτοις δον γραφήσεται ἔμπροσθεν ἐν τοῖς διὰ τοῦ ω μεγάλου. Τὰ εἰς ω ἐπιῤῥήματα, διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· ἄνω, κάτω, ἔσω, ἔξω, πρόσω, ὀπίσω, πόῤῥω, προ‐ | |
5 | σωτέρω, καὶ τὰ ὅμοια. Πλὴν τοῦ δεῦρο, καὶ ἄπο. Τὰ εἰς ον λήγοντα ἐπιῤῥήματα διὰ τοῦ ο μικροῦ γρά‐ φονται· οἷον· ἔνδον, μᾶλλον, θᾶττον, βοτρυδὸν, σωρηδὸν, καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ χρεὼν, ἐκποδὼν, ἐκδεξιὼν, ἐξαριστερὼν, | |
ἐξευωνύμων, καὶ τελευτών. | 260 | |
261 | Τὰ εἰς ως λήγοντα ἐπιῤῥήματα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· ἀληθῶς, ψευδῶς, δικαίως, ἀδίκως, ἀσθενῶς, καὶ τὰ ὅμοια. Πλὴν τοῦ πάρος, ἦμος, τῆμος, τημοῦτος, ἔναγχος, | |
5 | ἐτὸς, ἐντὸς, ἐκτὸς, κῆχος, ἀνακράτος, κατακράτος, δια‐ βραχέος, διαταχέος, καὶ διαπαντός. Τὰ διὰ τοῦ οθεν καὶ οσε ἐπιῤῥήματα διὰ τοῦ ο μικροῦ γράφονται· οἷον· οὐρανὸς, οὐρανόσε, οὐρανόθεν· ὕψος, ὑψόσε, ὑψόθεν· θεὸς, θεόθεν· οἶκος, οἴκοθεν· πατρόθεν· μητρόθεν· | |
10 | καὶ ἁπλῶς ὅσα ἀπὸ ὀνομάτων γίνονται. Σὺν τούτοις καὶ οὐδαμόθεν, πάντοθεν, ἄποθεν. Ἀποτέρωθεν δὲ διὰ τοῦ ω | |
μεγάλου γράφεται. | 261 | |
262 | Πλὴν τοῦ ἑκάτερος, ἑκατέρωθεν καὶ ἑκατέρωσε· καὶ ὁποτέρωθεν· καὶ ὅσα ἐξ ἐπιῤῥημάτων εἰς ω μέγα ληγόν‐ των· ἄνω, ἄνωθεν· κάτω, κάτωθεν· ἔξω, ἔξωθεν· πόῤῥω, πόῤῥωθεν· καὶ τὰ λοίπα. | |
5 | Ἰστέον δὲ καὶ τοῦτο· κύκλωσε, καὶ κύκλωθεν, μέγα· κυκλόσε δὲ καὶ κυκλόθεν, μικρόν. Τὰ εἰς υ λήγοντα ἐπιῤῥήματα διὰ τοῦ υ ψιλοῦ γράφον‐ ται· οἷον· πάνυ, μεταξύ· μεσσηγὺ, ἀντὶ τοῦ μέσον· πα‐ ρευθὺ, ἐπιπολὺ, ταχὺ, καὶ τὰ λοιπά. | |
10 | Πλὴν τοῦ ὀττοτοῖ, αἰβοῖ, ἀντὶ τοῦ φεῦ· καὶ τὰ τοπικά· ἐνταυθοῖ, Μεγαροῖ, Πειραιοῖ, Σφηττοῖ, καὶ τὰ τοιαῦτα. | |
12t | ΤΕΛΟΣ ΤΩΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ | |
13t | ΕΠΙΡΡΗΜΑΤΩΝ. | 262 |
263(1t) | ἙΤΕΡΟΙ ΕΠΙΜΕΡΙΣΜΟΙ ΤΟΥ ΑΥΤΟΥ. | |
2 | Ἲξ ἰκὸς, καὶ ἲψ ἰπὸς, διὰ τοῦ ἰῶτα· σὴς δὲ σητὸς, καὶ σὴψ σηπὸς, καὶ σὴρ σηρὸς, διὰ τοῦ η. Ταῦτα δὲ πάντα τὸν σκώληκα σημαίνουσιν. | |
5 | Ἴλλος ὁ ὀφθαλμὸς, ἰῶτα· ἦλος, τὸ καρφίον η· εἵλως δὲ, ὁ δοῦλος, δίφθογγον. Ἁλίτης, ὁ θαλάσσιος, ι· ἀλήτης, ὁ πλανήτης, η· ἀλείτης, δὲ, ὁ ἁμαρτωλὸς, δίφθογγον. Νιρεὺς, ὁ εὔμορφος, ι· Νηρεὺς, ὁ θαλάσσιος, η· νειρεὺς | |
10 | δὲ, ὁ κόχλος, δίφθογγον. Νυμφίος, ὁ γαμβρὸς, ἰῶτα· νυμφεῖος δὲ, ὁ παστὸς, δίφθογγον. Σίδηρος, καὶ πίθηκος, ι, η· Ξιφιλῖνος, ἰῶτα τὰ τρία· κηλήτης, ἦτα πάντα. | |
15 | Λιπόσαρκος καὶ λιπόκρεως, ὁ ἔχων σάρκας καὶ κρέα, ι· | 263 |
264 | λειπόσαρκος καὶ λειπόκρεως, ὁ λειπόμενος σαρκῶν καὶ κρεῶν, δίφθογγα. Φημισμὸς δὲ ἦτα καὶ ἰῶτα. Εὐφημησμὸς δὲ, δύο η· χρησμὸς, η· τεμμαχισμὸς δὲ, ἰῶτα. | |
5 | Λογισμὸς ι· ἀπολογησμὸς δὲ, ἡ ἀπολογία, ἦτα. Ἀνειμένος, ὁ ῥάθυμος, δίφθογγον· ἀνημένος δὲ, ὁ διε‐ γηγερμένος καὶ ἀνεπτοημένος, η. Ἀλογήσας, ὁ καταφρονήσας, η. Μελησμὸς, ἡ φροντὶς, η· μελισμὸς δὲ, ἡ κατακοπὴ τῶν | |
10 | κρεῶν, καὶ τὸ ᾆσμα, ι. Πλεῖστος καὶ πάμπλειστος, καὶ πλειστάκις, ἐπίῤῥημα, δίφθογγον. Ἄπληστος δὲ, καὶ ἀπληστία, καὶ πλήσμιον, | |
καὶ πλησμονὴ, καὶ πλῆρες, διὰ τοῦ ἦτα. | 264 | |
265 | Δυσειδὴς, εὐειδὴς, καὶ ὅσα ἀπὸ τοῦ εἶδος, δίφθογγα· ἀηδὴς δὲ καὶ μελιηδὴς, καὶ ὅσα ἀπὸ τοῦ ἥδω, τὸ εὐφραίνω, ἦτα. Δημήτριος, ὄνομα κύριον, ἦτα δύο καὶ ἰῶτα· διμή‐ τριος, ὁ Διόνυσος, ι, η καὶ ι, ἀπὸ τοῦ δὶς μήτραν διελθεῖν· | |
5 | διμίτριος, ὁ δύω ζώνας ἔχων πολεμικὰς, ἰῶτα τὰ τρία· δημήτρειος δὲ, ὁ καρπὸς ὁ τῆς Δημήτερος, ἤτοι τῆς γῆς, ἦτα δύο καὶ δίφθογγον. Θαμινὸς, ἰῶτα· θαμειὸς, δίφθογγον. Τὰ ἀπὸ τῶν θηλυκῶν ἅμα καὶ ἀρσενικῶν συγκείμενα | |
10 | διὰ τοῦ ἰῶτα γράφονται· οἷον· ἐκ τοῦ δόσις καὶ τοῦ θεὸς, Δοσίθεος· ἐκ τοῦ στάσις καὶ τοῦ χορὸς, Στησίχορος. Σὺν τούτοις καὶ ἀλεξίκακος· κλεψίγαμος, ῥηξίφωνος, δεισι‐ δαίμων, σεισίχθων. Ἀλεξητήριος, η, τὸ ξῆ· ἐξιτήριος δὲ, ἰῶτα. | |
15 | Νεανείας, ἀλαζονείας, τραυματείας, γοητείας, φυγα‐ δείας, καὶ τὰ ὅμοια. Ἐπὶ μὲν ἀρσενικοῦ ἰῶτα, καὶ ἔστιν ἡ εὐθεῖα, ὁ νεανίας· ἐπὶ δὲ θηλυκοῦ δίφθογγον, καὶ ἔστιν ἡ εὐθεῖα, ἡ νεανεία, τῆς νεανείας, τῆς ἀλαζονείας, καὶ τὰ λοιπά. | |
20 | Παρειὰ, δίφθογγον· τὰ δὲ παρ’ αὐτοῦ η, καλλιπάρηος, | |
φοινικοπάρηος, μιλτοπάρηος, καὶ τὰ ὅμοια. | 265 | |
266 | Σφίσιν, ἀντὶ τοῦ αὐτοῖς ι· σφῆσι δὲ, ἀντὶ τοῦ αὐταῖς η. Χειμὼν χειμῶνος, καὶ λειμὼν λειμῶνος, δίφθογγον καὶ ω. Χιτὼν χιτῶνος, ἰῶτα καὶ ω μέγα· χιὼν δὲ, χιόνος, ι καὶ μικρόν. | |
5 | Κώδιξ, καὶ μώδιξ, ἡ ὕφαιμος πληγὴ, μέγα καὶ ἰῶτα. Σκώληξ, καὶ ἀλώπηξ, μέγα καὶ η· σκόλιξ δὲ, μικρὸν, καὶ ι. Κλυδωνισμὸς, υ ψιλὸν, καὶ ω μέγα, καὶ ἰῶτα· λοιδο‐ ρησμὸς δὲ, δίφθογγον, μικρὸν καὶ ἦτα. | |
10 | Εὐήκοος, η· εὔεικτος, δίφθογγον. Μωσέως, μέγα· Μωϋσέος, μικρόν. Μώλωψ, καὶ κώνωψ, καὶ μώλωπος καὶ κώνωπος, μέγα· Δόλοψ καὶ σκόλοψ, καὶ Δόλοπος καὶ σκόλοπος, μικρόν. | |
15 | Στόμα, μικρὸν, στώμυλος δὲ, μέγα· στοαιμύλος ἦν, | |
καὶ συγκοπῇ τοῦ μ, καὶ κράσει τοῦ ο καὶ αι εἰς ω μέγα, | 266 | |
267 | στώμυλος· στώμυλος δὲ, καὶ στωμυλεύω, καὶ στωμυλία, μέγα. Στοὰ, μικρόν· ἐκ τοῦ στοὰ, στοαϊκὸς, καὶ κράσει τοῦ ο α εἰς ω μέγα, στωϊκός· στωϊκὸν δὲ, καὶ ἐζώστωον, καὶ | |
5 | πολύστωον, καὶ πρόστωον, μέγα. Ὠρυόμενος λέων, μέγα καὶ ο μικρόν· ὀρυωμένη δὲ θά‐ λασσα, μικρὸν καὶ μέγα. Κατοικία, ἀποικία, συνοικία, παροικία· οἰκία, τὸ ὀσπί‐ τιον· ἀγροικία, παροιμία, παροινία, δίφθογγον καὶ ι· | |
10 | οἰκεία, ἡ πατρὶς, καὶ οἰκεία, ἡ ἰδία, δίφθογγον· καρυ‐ κεία δὲ, ψιλὸν καὶ δίφθογγον. Πλήθεια, βοήθεια, συνήθεια, σαφήνεια, προμήθεια, ἀπήνεια, η καὶ δίφθογγον· ἀληθινὸς δὲ, η καὶ ἰῶτα· θυμη‐ δία, ἀηδία, ἀκηδία, η καὶ ι· κηδεία δὲ, ἡ κήδευσις, ἦτα | |
15 | καὶ δίφθογγον. Ἐπήρεια, η καὶ δίφθογγον. Ἐμπειρία, δίφθογγον καὶ ι. Περιφάνεια, ἡ λαμπρότης, ἰῶτα καὶ δίφθογγον· ὑπερηφανία, ἡ κενοδοξία, η καὶ ἰῶτα. | |
Στρατεία, ἡ στράτευσις, δίφθογγον· στρατιὰ δὲ, ὀξυ‐ | 267 | |
268 | τόνως, τὸ τάγμα, ἰῶτα. Νωθεία καὶ νωθρεία, μέγα καὶ δίφθογγον. Νωχελία δὲ, μέγα καὶ ἰῶτα. Ἀπώλεια, ὠφέλεια, ἀκρώρεια, πρυμνώρεια, μέγα καὶ | |
5 | δίφθογγον· ὑπερορία δὲ, ἐξορία, ἀπορία, καὶ ἐνορία, μικρὸν καὶ ἰῶτα· εὐθυωρία, καὶ διωρία, καὶ ἁπλῶς ὅσα ἐκ τοῦ ὧρος ὁ καιρὸς, μέγα καὶ ι. Ῥοὴ αἱμάτων, ῥοὴ ὑδάτων, καὶ ῥοὴ δακρύων, η· ῥοῒ δὲ ποταμῶν, καὶ ῥοῒ θαλάσσης, ἰῶτα. | |
10 | Ἱρεῖον, τὸ θῦμα, ἰῶτα καὶ δίφθογγον· εἰρίον, τὸ μαλίον, δίφθογγον καὶ ι· ἠρίον, τὸ μνημεῖον, η καὶ ι. Γίνεται μὲν οὖν τὸ πρῶτον ἀπὸ τοῦ ἱερεύς· τὸ δεύτερον, ἀπὸ τοῦ εἴρω, τὸ πλέκω· τὸ τρίτον, ἀπὸ τοῦ ἔρα, ἡ γῆ. Διδασκάλιον, τὸ μάθημα, ι· διδασκαλεῖον δὲ, τὸ σχο‐ | |
15 | λεῖον, δίφθογγον· λόγιον, ὁ λόγος, ι· λογεῖον δὲ, τὸ μαντεῖον καὶ τὸ σχολεῖον, δίφθογγον. Εἰδώλιον, τὸ εἴδωλον, ι· εἰδω‐ λεῖον δὲ, ὁ τῶν εἰδώλων ναὸς, δίφθογγον. Γραμμάτιον, ι· γραμματεῖον δὲ, δίφθογγον. | |
Αἰσχρὸς, αἰσχρότης, αἶσχος, αἴσχιστος, αἰσχύνη, | 268 | |
269 | αἰσχύνομαι, καὶ αἰσχυντηλὸς, δίφθογγον· ἐσχάρα δὲ, ἔσχατος, καὶ ἐσχατιὰ, ψιλά. Ἄνθην, αὔξην, βλάστην, καὶ ἄρδην, ἐπίῤῥημα· η· αὔξειν δὲ, ῥῆμα, καὶ ἄρδειν, τὸ ποτίζειν, δίφθογγα· ἄρδιν | |
5 | δὲ, τὸ κοντάριον, ἰῶτα. Ἄληπτος, ἀκατάληπτος, ἀπερίληπτος, ἀπροσωπόλη‐ πτος, ἀκαταληψία, καὶ ἐπιληψία, η, καὶ γίνεται ἐκ τοῦ λήβω· ἀνεξάλειπτος, καὶ ἀδιάλειπτος, καὶ ἀνεξαλεί‐ πτως, καὶ ἀδιαλείπτως, δίφθογγα, καὶ γίνεται ἐκ τοῦ | |
10 | λείπω, τὸ καταλιμπάνω· ἀνελλιπῶς δὲ καὶ ἐπιλλιπῶς, ι. | |
Ἤδη, ἀντὶ τοῦ ἀπάρτι, η τὰ δύο· ἴδη, ἡ βοτάνη καὶ | 269 | |
270 | Ἴδη, τὸ ὄρος, ἴδη, κορυφὴ, καὶ ἴδη, τοὺς κόπους, ἰῶτα καὶ η. Ἴδει, τὸ κόπτει, καὶ ἴδει, ἀντὶ τοῦ μόλις, ι καὶ δί‐ φθογγον· εἴδει, τῇ θεωρίᾳ, δίφθογγα τὰ δύο· εἴδη, τὰς θεω‐ ρίας, καὶ εἴδῃ, ἀντὶ τοῦ φαίνῃ, δίφθογγον καὶ η· ἥδει, ἀντὶ | |
5 | τοῦ, εὐφραίνει ἄλλος ἄλλον, καὶ ᾔδει, ἀντὶ τοῦ ἠπίστατο, η, ει. Δὴν, ἀντὶ τοῦ ἀργὸν, καὶ ἀντὶ τοῦ ἐπιπολὺ, η· δεῖν, ἀντὶ τοῦ ἁρμόδιον, καὶ δεῖν, ἀντὶ τοῦ δεσμεῖν, δίφθογγον· ὡσαύτως καὶ μικροῦ δεῖν, καὶ ὀλίγου δεῖν. | |
10 | Αἴφνης, ἐξαίφνης, αἰφνηδὸν, καὶ λαθρηδὸν, η· αἰφνι‐ δίως δὲ καὶ λαθριδίως, ι. Ὄφελον, μικρόν· ὡς μὴ ὤφελον, μέγα· καὶ ὅτε μὲν ἀπαρέμφατον ἐπιφέρεται, διὰ τοῦ ω μεγάλου γράφεται· “Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτᾶσθαι σκάφος!” | |
15 | ὅτε δὲ εὐκτικὸν ἐπάγεται, σμικρογραφεῖται· οἷον· | |
“Ὄφελον κατευθυνθείησαν αἱ ὁδοὶ μοῦ!” | 270 | |
271 | Συνδιάζω καὶ συνδιασμὸς, ἰῶτα· ἐνδοιάζω δὲ καὶ ἐνδοιασμὸς, δίφθογγον. Προτερεύει τὸ ὄνομα τοῦ ῥήματος καὶ τοῦ ἐπιῤῥήματος· οἷον· ἄλλος, ἄλλως· οὗτος, οὕτως· ὁδὶ, ὡδί· λαμπρὸς, λαμ‐ | |
5 | πρῶς· εἰκότως· καὶ τὰ ὅμοια. Πλὴν τοῦ ὄντως, ὄντος· καὶ γεγονώς· καὶ ὤφειν, ὄφιν. Ἔνεγκε, ψιλόν· ἀνένεγκαι δὲ, προσένεγκαι, καὶ κατέ‐ νεγκαι, διφθογγογραφοῦνται. | |
10 | Ἔγειραι, ἀντὶ τοῦ ἐγέρθητι, δίφθογγον· ἔγειρε δὲ ἄλλος ἄλλον, ε. Καίη, σταίη, πλαίη, τεθναίη, δίφθογγον καὶ η· θέει | |
δὲ, ἀντὶ τοῦ τρέχει, ψιλὸν καὶ δίφθογγον. | 271 | |
272 | Τοῦ ἥκω τὰ μὲν ἐνεργητικὰ διὰ τοῦ η, τὰ δὲ παθητικὰ διὰ τοῦ ἰῶτα. Εἶναι, δίφθογγον· τεθῆναι, η· τέθεικα, δίφθογγον· ἔθηκα, η· Τοῦ τίθημι γὰρ ἅπαντες οἱ χρόνοι διὰ τοῦ η γρά‐ | |
5 | φονται. Πλὴν τῶν παρακειμένων, τοῦ τε ἐνεργητικοῦ καὶ τοῦ παθητικοῦ· τέθεικα, τέθειμαι· τεθεικέναι καὶ τεθεῖσθαι, τὰ ἀπαρέμφατα· τεθεικὼς, τεθειμένος, αἱ μετοχαί. Τοῦ κάθημι τὰ μὲν ἐνεργητικὰ διὰ τοῦ ἰῶτα γράφονται, | |
10 | τὰ δὲ παθητικὰ διὰ τοῦ η· ἐνεργητικὰ μέν· οἷον· καθίσω, ἐκάθισα, καθίσαι, κεκάθικα, κεκαθικώς· παθητικὰ δὲ διὰ τοῦ η· κάθημαι, καθῆσθαι, καθήμενος, καὶ τὰ ὅμοια. Ἤρτησεν, ἀνήρτησεν, ἐξήρτησεν, παρήρτησεν, η· ἀπήρ‐ τισε δὲ, καὶ κατήρτισε, καὶ διήρτισε, ι. Τούτοις ἀκο‐ | |
15 | λουθοῦσι καὶ τὰ οἰκεῖα αὐτῶν ὀνόματα. Ἀνάρτησις, ἦτα, καὶ πάλιν ἀνάρτισις, ι· καὶ τὰ λοιπά. Ἔβη, ἔζη, ἔτλη, ἔστη, ἔφη, καὶ προσεδόκη, η· ἐδόκει | |
δὲ, μόνον, δίφθογγον. | 272 | |
273 | Εἴη, ἀντὶ τοῦ ὑπάρχοι, δίφθογγον, καὶ η· ἴη ἀντὶ τοῦ ἔλθοι, ι καὶ η· ἤει, ἀντὶ τοῦ ἦλθεν, η καὶ δί‐ φθογγον· ἵει δὲ, ἀντὶ τοῦ ἔπεμψεν, ἰῶτα καὶ δίφθογγον. Τὰ εἰς εῖν ἀπαρέμφατα ἅπαντα διὰ διφθόγγου γράφεται, | |
5 | πλὴν τοῦ ζῇν, πεινῇν, διψῇν καὶ ὁρῇν· ζεῖν δὲ, ἀντὶ τοῦ βράζειν, δίφθογγον. Πλουτῶ ἐγὼ, πλουτίζω δὲ ἕτερον· οἰκῶ ἐγὼ, οἰκίζω δὲ ἕτερον· σωφρονῶ ἐγὼ, σωφρονίζω δὲ ἕτερον· καὶ οἱ μέλλοντες ἀκολούθως. | |
10 | Ἄνειμι, κάτειμι, ἔξειμι, πάρειμι, ἄνεισιν, ἔξεισιν, καὶ τὰ ὅμοια τῷ ει διφθόγγῳ παραλήγονται. Ἀνίημι δὲ, καὶ κατίημι, ἐξίημι, καὶ παρίημι. Ἄνιμεν δὲ, καὶ κάτιμεν, ἔξιμεν, καὶ πάριμεν. Ἄνειτε καὶ κάτειτε, ἔξειτε, καὶ τὰ ὅμοια διὰ διφθόγγου. Ἀνῆ δὲ, ἀπῆ, παρῆ, καὶ τὰ ὅμοια | |
15 | διὰ τοῦ η. Ἀνεικὼς δὲ, ἀφεικὼς, παρεικὼς, διὰ διφθόγγου. Παρῆμεν, ἀνῆμεν, καθῆμεν, διὰ τοῦ η. Ἀνεῖμαι δὲ, κα‐ θεῖμαι, παρεῖμαι, ἀφεῖμαι, δίφθογγον. Ὡσαύτως καὶ τὸ ἀνείκασι, καθείκασι, παρείκασι· καὶ οἱ παθητικοὶ ὑπερσυν‐ τέλικοι, ἀνείμην, καθείμην, παρείμην, καὶ ἀνεῖντο, καθεῖντο, | |
20 | παρεῖντο· καὶ οἱ πρῶτοι παθητικοὶ ἀόριστοι, ἀφείμην, ἀφείθην, παρείθην. Τὰ ἀπαρέμφατα δὲ ἀνιέναι, παριέναι, ἀφιέναι, διὰ τοῦ ι· ἀνεικέναι δὲ, ἀφεικέναι, παρεικέναι, | |
καὶ ἀνεῖσθαι, ἀφεῖσθαι, παρεῖσθαι, καὶ καθεῖσθαι, ἀντὶ τοῦ | 273 | |
274 | χαλᾶσθαι, δίφθογγον· καθῆσθαι δὲ, ἀντὶ τοῦ καθέζεσθαι, η· κεκαθίσθαι δὲ, ἰῶτα. Ἄνιθι, κάτιθι, ἔξιθι, ἰῶτα· ἀνήεσαν, ἐξήεσαν, συνήεσαν, ἀντὶ τοῦ συνῆλθον, η· συνίε‐ σαν δὲ, ἀντὶ τοῦ ἐνόησαν, ἰῶτα. Ἀνείσθω, προείσθω, | |
5 | ἀφείσθω, δίφθογγα. Τὰ δεύτερα πρόσωπα τῶν παθητικῶν ἅπαντα εἰς η λήγει· οἷον· τύπτομαι, τύπτῃ· λείβομαι, λείβῃ. Πλὴν τοῦ ὄψομαι, ὄψει· βούλομαι, βούλει· ἔομαι, ἔει, καὶ κράσει, εἶ, ἀντὶ τοῦ ὑπάρχεις· οὐχ ὑποτάσσονται. | |
10 | Ἀπόθου, μικρόν· ἀπωθοῦ, διὰ τοῦ ω μεγάλου. Εὕρομεν ἀντὶ τοῦ ηὕραμεν, μικρόν· εὕρωμεν δὲ, ἀντὶ τοῦ εὑρήσομεν, διὰ τοῦ ω μεγάλου. Φάγωμεν, καὶ πίωμεν, μέγα· φάγομαι δὲ, καὶ πίομαι, διὰ τοῦ ο μικροῦ. | |
15 | Ὄπωπα, ὄλωλα, ὄδωδα, καὶ ὀπωπὼς, καὶ ὀλωλὼς, καὶ ὀδωδὼς, μικρὸν καὶ μέγα· ὠπώπειν δὲ καὶ ὠλώλειν, καὶ ὠδώδειν, μεγάλα. Τοῦ δίδωμι καὶ πῶμι, τὰ μὲν ἐνεργητικὰ διὰ τοῦ ω μεγάλου γράφονται· δέδωκα, πέπωκα, δεδωκὼς, πεπωκώς· | |
20 | τὰ δὲ παθητικὰ διὰ τοῦ ο μικροῦ, δέδομαι, πέπομαι, δεδο‐ | |
μένος, πεπομένος, καὶ τὰ ὅμοια. Ἐκ τῶν παθητικῶν δὲ | 274 | |
275 | γίνονται καὶ τὰ ὀνόματα· πόμα, ἔκπομα, δόμα, τὸ δῶρον· διὸ καὶ μικρογραφεῖται· δῶμα δὲ, τὸ οἴκημα, μέγα. Ἀπόσχωμαι, ἀνάσχωμαι, ἀπόθωμαι, παράθωμαι, ὑπο‐ σχώμεθα, καὶ παραθώμεθα, καὶ τὰ ὅμοια, αὐθυπότακτά | |
5 | εἰσι, καὶ ἀντὶ μέλλοντος λαμβάνονται, καὶ διὰ τοῦ ω μεγάλου γράφονται· ἐπιγνώσῃ δὲ ταῦτα ἀπὸ τοῦ μὴ ἔχειν ἐνεστῶτας ἐνεργητικοὺς, ὑπόσχω, ἢ ἀπόσχω, ἢ κατάθω· ἀποσχόμενος δὲ καὶ ἀνασχόμενος, μικρά· τὸ δὲ ἀπόθωμαι, καὶ κατάθωμαι, καὶ τὰ τοιαῦτα, μετοχὰς οὐκ ἔχουσιν. | |
10 | Τὸ ε εἰς η τρέπεται ἐν τοῖς παρῳχημένοις· οἷον· ἐλεύθω, ἤλευθον· ἐλεῶ, ἠλέουν· ποτὲ δὲ τὸ ι προσ‐ λαμβάνει, καὶ διὰ τῆς ει διφθόγγου γράφεται, ὡς ἐπὶ τῶν δεκατεσσάρων, ἅπερ εἰσὶ ταῦτα· ἔχω, εἶχον· ἔπω, εἶπον, τὸ λέγω καὶ τὸ ἀκολουθῶ· ἕλω, εἷλον, τὸ λαμβάνω | |
15 | καὶ τὸ φονεύω, ὅθεν καὶ τὸ ἀνεῖλον, καὶ τὸ καθεῖλον· ἕλκω, εἷλκον, τὸ σύρω· ἐστίω, εἰστίων, τὸ εὐωχῶ· ἤσθιον δὲ ἀντὶ τοῦ ἔτρωγον, η· ἐῶ, εἴων, τὸ καταλιμπάνω· ἕω, εἷον, τὸ ἐνδύομαι· ἐθίζω, εἴθιζον, ὅθεν καὶ εἴωθα· καὶ ἐργάζομαι, εἰργαζόμην· λίβον, ἐλίβην, λιβὼν, ἡ μετοχὴ | |
20 | διὰ τοῦ ι, κατὰ τὸν κανόνα. Ἔτι δὲ καὶ ἀπὸ βαρυτόνων | |
θεμάτων ἀεὶ βραχείᾳ παραλήγεται ὁ δεύτερος ἀόριστος, | 275 | |
276 | καὶ ὁ δεύτερος μέλλων. Οὕτως οὖν καὶ ἐπὶ τοῦ λείπω, κἂν τὸ θέμα διφθογγοῦται· ἔλιπον γὰρ, ἀντὶ τοῦ κατέ‐ λειψα, λιπὼν, ἡ μετοχὴ, λίπω, ἀντὶ τοῦ καταλείψω, διὰ τοῦ ἰῶτα γράφεται. | |
5 | Μάθε περὶ τούτου καὶ ἄλλως σαφέστερον. Τοῦ λείπω τὰ μὲν δηλοῦντα τὸ πολλάκις διὰ διφθόγγου γράφονται· οἷον· λείπω, τὸ καταλιμπάνω, πολλάκις δηλονότι, ἔλειπον, ἀντὶ τοῦ κατελίμπανον, πολλάκις δηλονότι· λείπων, ὁ καταλιμπάνων, καὶ τὰ ὅμοια. Τὰ δὲ ἐμφαίνοντα τὸ | |
10 | ἅπαξ διὰ τοῦ ἰῶτα γράφονται· λίπω, τὸ καταλείψω ἅπαξ· λιπὼν, ὁ καταλείψας· καὶ τὰ λοιπά. Ὅθεν καὶ λιπέσθαι καὶ λιπεῖν· λείπεσθαι δὲ καὶ λείπειν δίφθογγα. Ἐν οἷς δέ ἐστι τὸ ψ, κἂν τὸ ἅπαξ ἐμφαίνωσι, διὰ διφθόγγου γρά‐ φονται· κατέλειψα, καταλείψεις, καὶ τὰ λοιπά. Τὸ δὲ | |
15 | λιμπάνω, ἐλίμπανον, καὶ τὰ ὅμοια διὰ τοῦ ἰῶτα. Μάθε περὶ τούτου καὶ ἄλλως σαφέστερον. Ἐὰν ἡ | |
ἑρμηνεία διὰ τοῦ ἰῶτα, τὸ κείμενον διὰ διφθόγγου· οἷον· | 276 | |
277 | λείπω, ἀντὶ τοῦ καταλιμπάνω· ἔλειπον, ἀντὶ τοῦ κατε‐ λίμπανον, καὶ τὰ ὅμοια· ἢν δὲ ἡ ἑρμηνεία διὰ διφθόγγου, τὸ κείμενον διὰ τοῦ ἰῶτα· οἷον· λίπω, ἀντὶ τοῦ καταλείψω· ἔλιπον, ἀντὶ τοῦ κατέλειψα, καὶ τὰ ὅμοια. | |
5 | Δοίης, γνοίης, σχοίης, ἁλοίης, ἀντὶ τοῦ κρατηθείης· δίφθογγα καὶ η· ἀλοίεις, ἀντὶ τοῦ τύπτεις, δίφθογγα τὰ δύο. Ἀλύεις δὲ, ἀντὶ τοῦ ἀδημονεῖς, ψιλὸν καὶ δίφθογγον. Τὰ ὑποτακτικὰ μόρια, ὡς ἐμάθομεν, ὑποτάσσουσι, πλὴν τοῦ μὴ, ἀντὶ τοῦ οὐχὶ, καὶ ὅπως, ἀντὶ τοῦ πῶς. | |
10 | Καὶ ὑποτάσσονται μὲν τὰ ῥήματα πάντα· Τὸ δὲ ἕξεις, δώσεις, εὑρήσεις, ἁμαρτήσεις, οἴσεις, ἀντὶ τοῦ κομίσεις, λήσεις ἀντὶ τοῦ λάθῃς, καὶ ἥξεις, ἀντὶ τοῦ ἔλθῃς, οὐχ ὑποτάσσονται, κἂν ὑποτακτικὰ μόρια ἔχωσιν. Οὐχ ὑποτάσσονται δὲ διὰ τὸ μὴ ἔχειν ἀορίστους, μήτε μέσους | |
15 | μέλλοντας παθητικούς. Ἀλλ’ οὐδὲ ἄλλος τις μέσος χρόνος ὑποτάσσεται, μὴ ἔχων ἀόριστον πρῶτον· ἐὰν γνώσομαι, ἐὰν βουλήσομαι, ἐὰν γενήσομαι, ἐὰν μαθήσομαι, ἐὰν ἀπο‐ βήσομαι, ἐὰν προήσομαι· οὐδὲ γάρ ἐστιν ἀόριστος, οἷον ἔγνω‐ σα, ἢ ἐγέννησα· οὐδέ τι τῶν λοιπῶν. Οἱ περισπώμενοι μέλ‐ | |
20 | λοντες οὐχ ὑποτάσσονται, οἱ ἀπὸ βαρυτόνων θεμάτων δηλο‐ νότι· οἷον· λιπαίνω, ὁ μέλλων λιπανῶ, λιπανεῖς, λιπανεῖ· ἡδύνω, ὁ μέλλων ἡδυνῶ, ἡδυνεῖς, ἡδυνεῖ· σπείρω, ὁ μέλλων σπερῶ, σπερεῖς, σπερεῖ· καὶ τὰ τοιαῦτα πάντα, κἂν ὑποτακτικὰ ἔχωσι μόρια, οὐχ ὑποτάσσονται. Ἐπιγνώσῃ | |
25 | δὲ ταῦτα καὶ ἀπὸ τοῦ πρώτου τῶν πληθυντικῶν, τοῦ λιμ‐ | 277 |
278 | πανοῦμεν, ἡδονοῦμεν, σπεροῦμεν· οὐ γάρ ποτε ταῦτα ὑποτακτικῶς ἐκφέρονται, λιμπανῶμεν, ἡδυνῶμεν, σπερῶ‐ μεν, ὥστε τὰ ἑνικά. Οὐδὲ οἱ Ἀττικοὶ μέλλοντες ὑπο‐ τάσσονται· ἐὰν γνωριεῖς, ἐὰν φωτιεῖς, ἐὰν ὑβριεῖς. Οὐχ | |
5 | ὑποτάσσονται δὲ οὐδὲ τὸ, ἐὰν ὀμεῖται, ἐὰν θανεῖται, ἐὰν ἁλεῖται· ὡς ἐπιγνώσῃ καὶ ἀπὸ τοῦ πρώτου προσώπου αὐτῶν μηδέποτε ὑποτασσομένου· ἐὰν ὀμοῦμαι γὰρ, καὶ ἐὰν θανοῦμαι, οὐχὶ, ἐὰν ὀμῶμαι, ἐὰν θανῶμαι. Οὐδὲ οἱ μετ’ ὀλίγον μέλλοντες ὑποτάσσονται, ἐὰν τετύψομαι, ἐὰν κεκρά‐ | |
10 | ξομαι· οὐδὲ οἱ παθητικοὶ μέσοι μέλλοντες πρῶτοι, ἐὰν τυφθήσομαι, ἐὰν ποιηθήσομαι· οὐδὲ τὰ μονοσύλλαβα ῥήματα, ἐὰν πλεῖς, ἐὰν θεῖς· ἐὰν πλέῃς δὲ, καὶ ἐὰν θέῃς, ὑποτάσσονται. Αὐθυπότακτα δέ εἰσιν, ἤγουν αὐτὰ καθ’ αὑτὰ ὑποτάσ‐ | |
15 | σονται, χωρὶς ὑποτακτικοῦ μορίου, ὧν τὸ ῥῆμα βαρύνεται, | 278 |
279 | λάβω, ἡ μετοχὴ ὀξύνεται, ὁ λαβὼν, καὶ τὸ ἀπαρέμ‐ φατον περισπᾶται, λαβεῖν. Τούτων γὰρ τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἑνικῶν διὰ τοῦ η γράφονται, καὶ τὰ πρῶτα τῶν πληθυντικῶν διὰ τοῦ ῶ μεγάλου γράφονται, | |
5 | καὶ τὰ κυρίως ὑποτακτικά· εὕρω, εὑρὼν, εὑρεῖν, εὕρῃς, εὕρῃ, εὕρωμεν· λιπαίνω, λιπανὼν, λιπανεῖν, λιπάνῃς, λιπάνῃ, λιπάνωμεν· ἴδω, ἰδὼν, ἰδεῖν, ἴδῃς, ἴδῃ· μείνῃς· θάνῃς· κάμῃς· καὶ τὰ ὅμοια. Ἐπιγνώσῃ δὲ τὰ τοιαῦτα αὐθυπότακτα καὶ ἀπὸ τοῦ πρώτου προσώπου αὐτῶν· οὐ | |
10 | γάρ ἐστιν αὐτοῖς ποτὲ ἐνεστὼς, ἀλλὰ μέλλων· τὸ γὰρ εὕρω καὶ τὸ λάβω ἐπὶ τοῦ τί ποιήσω μέλλοντος κεῖνται· καὶ οὐ λέγεις, τί ποιῶ εὕρω, ἢ τί ποιῶ λάβω. Ἕτεροι γὰρ τούτων οἱ ἐνεστῶτες. Τὰ γοῦν τοιαῦτα πάντα αὐθυπότακτα γίνωσκε. Ἔτι δὲ τὰ εἰς ἀμετάβολα λήγοντα, καὶ | |
15 | διχρόνῳ παραληγόμενα, τῷ υ ἢ τῷ ι, οἷον, ἀλγύνω, κλίνω, λαμβάνονται αὐθυπότακτα, ὅτε δηλονότι ὡς μέλ‐ λοντες νοοῦνται· οἷον, κλίνω ἀντὶ τοῦ κλινῶ, ἀλγύνω ἀντὶ τοῦ ἀλγυνῶ· ἐν τούτοις οὖν τὸ ἀλγύνῃς, ἀλγύνῃ, ἀλγύ‐ | |
νωμεν, καὶ τὰ ὅμοια, ὡς αὐθυπότακτα, διὰ τοῦ η καὶ ω | 279 | |
280 | μεγάλου γράφονται· ἐὰν δὲ ὡς ἐνεστῶτες λαμβάνονται, τί ποιεῖς ἀλγύνεις, τί ποιεῖς κλίνεις, οὐκ αὐθυπότακτα. Τὸ πίνω, πίνεις, οὐδέποτε αὐθυπότακτον, ὅτι οὐδὲ μέλλων ἐστὶ ποτέ. Τὸ βάλλω, βάλλεις, τίλλω, τίλλεις, | |
5 | μετὰ τῶν δύο λλ, οὐχ ὑποτάσσονται καθ’ αὑτά· μετὰ δὲ ἑνὸς, αὐθυπότακτα· βάλῃς, τίλῃς. Κτείνεις, τείνεις ἐπὶ ἐνεστῶτος, οὐκ αὐθυπότακτα· ἐπὶ μέλλοντος δὲ, κτείνῃς, ἀντὶ τοῦ κτενεῖς, καὶ κτείνωμεν, ἀντὶ τοῦ κτενοῦμεν. Καὶ τὰ συμβουλευτικὰ ἀντὶ ὑποτακτικῶν λαμβάνονται. | |
10 | Οἱ εἰς ειν παρῳχημένοι ἅπαντες ἐπὶ μὲν τῶν ἐνεργη‐ τικῶν διὰ τῆς ει διφθόγγου γράφονται, ἐπὶ δὲ τῶν παθη‐ τικῶν διὰ τοῦ η γράφονται. Γνωριεῖς δὲ τοὺς ἐνεργητικοὺς ἀπὸ τοῦ ἔχειν δυὸ αὐξούσας, ἐτετύφειν, ἐλελείφειν, ἐπε‐ ποιήκειν· ὁ μέντοι παθητικὸς ὑπερσυντέλικος, ἔχων καὶ | |
15 | αὐτὸς δύο αὐξούσας, ὅμως διὰ τοῦ η γράφεται, ὡς παθη‐ τικός· διαστέλλεται δὲ ἀπὸ τῶν ἐνεργητικῶν ἐν τῷ λήγειν πάντοτε εἰς μην, ἐτετύμμην, ἐπεποιήμην, καὶ τὰ ὅμοια. Τοὺς αὐξομένους χρόνους καὶ μὴ ἀπεύθυνε πρὸς τοὺς χρόνους τοῦ τύπτω, ὤρυξα πρὸς τὸ ἔτυψα, ὤφειλον πρὸς | |
20 | τὸ ἔτυπτον, ὀφθῆναι πρὸς τὸ τυφθῆναι, ὀμνύων πρὸς τὸ | |
τύπτων, καὶ τὰ λοιπὰ ἀκολούθως. | 280 | |
281 | Σημείωσαι δὲ ὅτι τὰ ἀπὸ τῶν προθέσεων ἀρχόμενα οὐ τρέπουσι τὴν πρόθεσιν ἐν τοῖς παρῳχημένοις, ἐντὸς δὲ αὐξάνουσιν· ἐπιορκῶ, ἐπιώρκουν· ἐνεργῶ, ἐνήργουν. Σὺν τούτοις καὶ διαιτῶ, διῄτουν· προσαιτῶ, προσῄτουν. Σημεί‐ | |
5 | ωσαι δὲ ἀνορθῶ, ἠνώρθουν· ἐνοχλῶ, ἠνώχλουν· ἀνέχομαι ἠνειχόμην. Ταῦτα γὰρ καὶ ἐντὸς καὶ ἐκτὸς αὐξάνονται. Διπλῶς αὔξει καὶ τὸ ἑώρων, ἑώρακα. Τὸ δὲ ἑορτάζω, ἑώρταζον, ἔσω αὔξει· ἀλλὰ καὶ τὰ ἀπὸ τοῦ εὖ ἀρχόμενα· εὐορκῶ, εὐώρκουν· εὐαγγελίζομαι, ηὐηγγελιζόμην· εὐδοκῶ, | |
10 | ηὐδόκουν ἢ εὐδόκουν· εὐλογῶ, ηὐλόγουν ἢ εὐλόγουν, ὡς ἄρα καὶ θέλεις, ὅτε δηλονότι σύμφωνον κεῖται ἔμπροσθεν τοῦ εὖ. Τὰ δὲ ἀπὸ τοῦ δυς ἀρχόμενα ἔσω αὔξει, ἐὰν φωνῆεν κεῖται ἔμπροσθεν τοῦ δυς· δυσανασχετῶ, δυσηνη‐ σχέτουν· δυσαρεστῶ, δυσηρέστουν. Ἐὰν δὲ σύμφωνον | |
15 | ἐπάγεται, ἔξω αὔξει· δυσπιστῶ· ἐδυσπίστουν· δυσχε‐ ραίνω, ἐδυσχέραινον. Τὸ φωτίσαι, ὑβρίσαι, καὶ τὰ τοιαῦτα, ἔχοις ἂν ἐπι‐ γινώσκειν ὅτι ἀπὸ τῶν διὰ τοῦ ιζω εἰσὶ, ἐκ τοῦ παθη‐ τικοῦ πρώτου ἀορίστου, ἐὰν ἔχῃ τὸ ς ἐφωτίσθην, | |
20 | ὑβρίσθην· καὶ τὸ ἁγνίσαι ἀπὸ τοῦ ἠγνίσθην· ὥσπερ καὶ τὸ ῥαπίσαι, ἀπὸ τοῦ ἐραπίσθην· καὶ τὰ λοιπά. Ἐὰν δὲ ὁ παθητικὸς πρῶτος ἀόριστος οὐκ ἔχῃ τὸ ς, ὡς τὸ | |
ἐποιήθην, ἐλοιδορήθην, τότε γνώσῃ ὅτι ταῦτα ἀπὸ τῶν | 281 | |
282 | περισπωμένων εἰσί· καὶ δὴ τοῦ ποιῆσαι, εὐφημῆσαι, λοιδορῆσαι. Ἐπὶ τοῦ μέλλοντος ὡσαύτως. | |
3t | ΤΕΛΟΣ ΤΩΝ ΕΠΙΜΕΡΙΣΜΩΝ | |
4t | ΤΟΥ ΗΡΩΔΙΑΝΟΥ. | 282 |