TLG 0087 035 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: De figuris (= Περὶ σχημάτων) [Sp.]

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

De figuris (= Περὶ σχημάτων) [Sp.]

Source: Spengel, L. (ed.), Rhetores Graeci, vol. 3. Leipzig: Teubner, 1856 (repr. Frankfurt am Main: Minerva, 1966): 83–104.

Citation: Page — (line)

85

(1t)

ΗΡΩΔΙΑΝΟΥ
2tΠΕΡΙ
3tΣΧΗΜΑΤΩΝ.
4Σχῆμά ἐστιν ἐξάλλαξις φράσεως ἀπὸ τοῦ καταλλή‐
5λου ἐπὶ τὸ κρεῖττον μετά τινος ἀναλογίας. διαφέρει δὲ τοῦ σολοικισμοῦ, ὅτι τὸ μέν ἐστι κατόρθωμα καὶ τὴν ἐξάλλαξιν εὔλογον ἔχει, ὁ δὲ σολοικισμὸς ἁμάρτημα, μηδεμίαν αἰτίαν τῆς ἀκαταλληλίας ποιούμενος. γίνε‐ ται δὲ τὸ σχῆμα κατὰ τοσούτους τρόπους καθ’ ὅσους
10καὶ ὁ σολοικισμός· καὶ γὰρ εἴδη διαλλασσόμενα καὶ γένη καὶ πτώσεις καὶ ἀριθμοὶ καὶ ἐγκλίσεις, ἔτι τε πρό‐ σωπα καὶ χρόνοι καὶ διαθέσεις, καὶ πάντα ἁπλῶς ἃ τὴν τοῦ καταλλήλου συνάφειαν ἀπαιτεῖ, παρατραπέντα ποιεῖ τὸ σχῆμα.
15 Ἐν μὲν οὖν εἴδεσιν ὀνομάτων ὧδέ πως συνίσταται τὸ σχῆμα·
ἑβδομάτῃ δ’ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον, καὶ
μελάντερον ἠΰτε πίσσα.
20τὸ μὲν γὰρ πρότερον ὑπερθετικὸν ἀντὶ ἀπολύτου κεί‐ μενον κακίαν οὐκ ἐργάζεται, ὅτι γεγένηται ἐν ἀριθμη‐ τικῷ ὀνόματι, ἐν ᾧ, τῆς σημασίας μηδεμίαν διαφορὰν λαμβανούσης κατὰ τὴν τῆς φωνῆς ἐνάλλαξιν, ἡ μετά‐ θεσις τῶν εἰδῶν ἀναμάρτητος, ἅμα δὲ σὺν τῷ τὸν
25ἀριθμὸν ὁρίζειν καὶ τὴν τελευταίαν δεδήλωκεν ἡμέραν.

86

τὸ δὲ δεύτερον συγκριτικὸν ἀντὶ ἀπολύτου κείμενον λε‐ ληθυῖαν ἔχει τὴν σύγκρισιν, τὴν ἀναφορὰν ἤτοι πρὸς ἕτερον νέφος ποιούμενον ἢ πρὸς φυσικὴν τοῦ νέφους μελανότητα.
5 Ἐν δὲ γένεσι θεωρεῖται σχῆμα τόνδε τὸν τρόπον,
παρθενικαί τε καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες. ὁμοίως δὲ ἔχει κἀκεῖνο,
ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
ὠρχεῦντ’ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
10ἰσχυρότερον γὰρ ὂν τὸ ἀρσενικὸν γένος τοῦ θηλυκοῦ ἐπεκράτησε κατὰ τὴν ἐπιφοράν. ὁμοίως δὲ καὶ τὸ θη‐ λυκὸν γένος ἰσχυρότερον ὂν τοῦ οὐδετέρου ἐπεκράτησε κατὰ τὴν ἐπιφοράν, οἷον
αἱ δέ που ἡμέτεραί τ’ ἄλοχοι καὶ νήπια τέκνα
15
εἵατ’ ἐνὶ μεγάροις ποτιδέγμεναι υἷας Ἀχαιῶν. Παρὰ δὲ πτώσεις ἀντιτιθεμένας ἡ τοῦ σχήματος σύ‐ στασις ἔχει πρῶτον αἴτημα τὴν τῶν πτώσεων οἰκειότητα τῶν τε πλαγίων πρὸς ἀλλήλας καὶ τῆς ὀρθῆς πρὸς τὴν κλητικήν, εἶτα τὴν τῶν πραγμάτων διάστασιν, ἵνα τὴν
20προτέραν περιγραφὴν τοῦ λόγου καταλιπὼν ἀπηρτισμέ‐ νην μετὰ διαστάσεως ἐφ’ ἑτέραν ἀρχὴν τραπεὶς τῇ τῶν πτώσεων συμπλοκῇ σχηματίσῃ. τὴν μὲν οὖν τῶν πτώ‐ σεων συγγένειαν τὰ σχήματα ποιεῖν συμβέβηκεν οὕτως,
Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσε·
25εἴρηται γὰρ δοτικὴ ἀντὶ γενικῆς Ἕκτορος, καὶ
νεφεληγερέτα Ζεύς· κλητικὴ γὰρ ἀντὶ ὀρθῆς κεῖται τῆς νεφεληγερέτης. τὴν δὲ διάστασιν τῆς φράσεως οὕτως,
οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει·
30ὡς ἀφ’ ἑτέρας γὰρ ἀρχῆς ἐπὶ τετελεσμένῳ τῷ προτέρῳ ποιησάμενος τὸν λόγον ἀπὸ ὀρθῆς ἤρξατο. τοιοῦτο δέ
τι κἀκεῖνο,

87

ἐλθόντες δὴ βαιὸν ἀπὸ σπείους τε καὶ ὕλης,
πρῶτος ὑπ’ ἀρνειοῦ λυόμην. καὶ τὸ παρ’ Ἱπποκράτει, ἡ γυνὴ τοῦ κηπωροῦ πυ‐ ρετὸς εἶχεν αὐτήν· διεσπαρμένας γὰρ ἐπιδημίας
5ὑπομνήματος δίκην γράφων, εἰπὼν τὸ ἡ γυνὴ τοῦ κηπωρο, ὡς ἀφ’ ἑτέρας ἀρχῆς τὸ πυρετὸς εἶχεν αὐτὴν ἐπήνεγκεν. ὅτι γὰρ οὕτως πως ὁ ἰατρὸς εἰς τὸ τοιοῦτον σχῆμα κατῆλθε, δῆλον ἐκ τοῦ μηδέποτε λόγου τελείου ἀπὸ τοῦ δὲ συνδέσμου ἀρχομένου. ἐκεῖνος ἐν
10τῷ περὶ ἄρθρων ἔφη εἰσβάλλων οὕτως, ὦμον δ’ ἔναρ‐ θρον, ἕνα τρόπον οἶδα· καὶ γὰρ ἐνταῦθα ὡς ἐν ὑπομνηματισμῷ, πεπονημένων αὐτῷ καὶ ἑτέρων ἔμπρο‐ σθεν καὶ εἰς τοῦτο τὸ εἶδος, οὕτως ἤρξατο. Ἐν δὲ ἀριθμοῖς ἡ τῶν σχημάτων κατόρθωσις, ἤτοι
15ὁπόταν λέξει τὸν μὲν τύπον ἑνικὸν ἐχούσῃ, τὴν δὲ ση‐ μασίαν πληθυντικήν, μὴ πρὸς τὸν χαρακτῆρα, πρὸς δὲ τὴν δύναμιν ἁρμοζόμενός τις πληθυντικὸν ἐπενέγκῃ μέρος λόγου, οἷον
ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
20καὶ παρὰ Δημοσθένει, ὑμεῖς γὰρ ὦ βουλ· τῇ γὰρ ὑμεῖς ἀντωνυμίᾳ πληθυντικῇ ἑνικὸν ὁ ῥήτωρ ἐπή‐ νεγκεν ὄνομα βουλὴ διὰ τὸ πολλῶν ἐξ αὐτοῦ νοεῖσθαι σύστημα, περιληπτικοῦ ὑπάρχοντος. ἢ ὁπόταν ἐπιφέ‐ ρηται τοῖς οὐδετέροις τῶν γενῶν ἑνικὰ ῥήματα, οἷον
25γράφει τὰ παιδία, [τὰ δώματα στάξει]. οἷς διαφό‐ ρους πληθυντικὰς συντάξεις ἐπάγουσιν οἱ Ἀττικοί, ὡς Εὔπολις
καὶ λέγουσί γε
τὰ μειράκια προϊστάμενα τοῖς ἀνδράσι.
30καὶ ἐν τοῖς ὑπερσυντελικοῖς τῶν ῥημάτων χρόνοις ἑνικὰ πολλάκις εἰς πληθυντικῶν παραλαμβάνεται χώραν διὰ
τὴν ἐμφέρειαν τῆς φωνῆς, λέγω δὴ τὸ πεποίητο πολλά‐

88

κις ἀντὶ τοῦ πεποίηντο παραλαμβάνεται· ἔσθ’ ὅτε δὲ πληθυντικοῖς ἀριθμοῖς ἑνικὸν ἐπάγουσιν, ὡς παρὰ τῷ ποιητῇ ὁ Μηριόνης πρὸς Ἰδομενέα φησίν,
ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται,
5
οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν, ὃ πρὶν ἔχεσκον. καὶ παρ’ Εὐριπίδῃ ἐν Ἴωνι,
κωλυόμεθα μαθεῖν ἃ βούλομαι. Παρὰ δὲ ἐγκλίσεις ἄριστον σχῆμα δείκνυται κατὰ τὴν τῶν ἀπαρεμφάτων ἀντὶ προστακτικῶν παράληψιν, οἷον
10
μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλ’ ἔμ’ ἐᾶσαι. τὸ γὰρ τῆς προστάξεως σκληρὸν μετριώτερον ἐμφαίνε‐ ται διὰ τῶν ἀπαρεμφάτων ἀντὶ τῶν προστακτικῶν πα‐ ραληφθέντων. τίθεται δὲ καὶ ὁριστικὰ ἀνθ’ ὑποτακτι‐ κῶν πολλάκις, ὁπόταν τὸ πρᾶγμα περὶ οὗ ὁ λόγος μη‐
15δέπω τετελεσμένον, τελεσθῆναι δὲ αὐτὸ πάντως δέῃ. προηγήσεται δὲ μόρια τὰ καὶ τῶν ὑποτακτικῶν προτι‐ θέμενα, ἵνα ἡ μὲν τοῦ μορίου πρόταξις τὸ μηδέπω τούτων τετελεσμένον διὰ τοῦ δισταγμοῦ σημαίνῃ, ἡ δὲ τοῦ ὁριστικοῦ σύνταξις τὸ πάντως δεῖν γενέσθαι τὸ λε‐
20γόμενον, οἷον
ὅπως ἔσται τάδε ἔργα. ταῦτα ἀμφότερα σχήματα ἡ ἀστειοτάτη τῶν διαλέκτων Ἀτθὶς εἰς αὐτὴν ἀναδίδωσι. τὰ μὲν γὰρ εὐκτικὰ τοῖς ὑποτακτικοῖς διαπλεκόμενα οὐδὲ ξενίζουσαν ποιεῖ τὴν
25φράσιν, ἐπειδήπερ ἀμφοτέρων ὡς ἐπὶ τὸ πλεῖστον τὰ αὐτὰ προτάσσεται μόρια, ὡς τὸ ἵνα καὶ τὸ ὄφρα καὶ τὸ ὅπως. Ἡ δὲ τῶν προσώπων μετάβασις ποιεῖ τὴν καλου‐ μένην ἀποστροφήν, οἷον
30
τὸν δ’ ἀπαμειβόμενος προσέφης Πατρόκλεις ἱππεῦ· καί,
ἔνθα κέ τοι Μενέλαε φάνη βιοτοῖο τελευτή.

89

τὸν γὰρ περὶ αὐτοῦ λόγον ἀφεὶς εἰς τὸν πρὸς αὐτὸν ἐτράπη, τουτέστιν ἀπὸ τοῦ τρίτου προσώπου τὴν μετά‐ βασιν ἐπὶ τὸ δεύτερον ἐποιήσατο. τέχνη δὲ αὐτοῦ τὸ μὴ συνεχῶς ὄντος τοῦ περί τινος τὴν ἀναστροφὴν αἰ‐
5φνιδίαν ποιήσασθαι· διὰ γὰρ τὴν ἀκολουθίαν ἐλέγχε‐ ται ταχύτερον τὸ λεγόμενον· ἀλλ’ ὁπόταν μεσασθῇ, ἤτοι ἡρωϊκῷ λόγῳ ἢ πράγματος ἑτέρου παραθέσει, κἄ‐ πειτα διάστασιν λαβούσης τῆς διηγήσεως, λεληθότως μετάβασις γίνεται. ἐσχημάτισε δὲ καὶ Ἡσίοδος ἐν προ‐
10σώποις κατ’ ἐκεῖνο,
δεῦτε δή, ἐννέπετε σφέτερον πατέρ’ ὑμνείουσαι· εἴ γε γνήσιον Ἡσιόδου τὸ προοίμιον τίθεμεν. ἀντὶ γὰρ τοῦ ὑμέτερον δευτέρου τρίτον ἐπήνεγκε τὸ σφέτε‐ ρον, οὐ πρὸς τὴν ἀκολουθίαν τῶν προσώπων ἀπιδών,
15ἀλλὰ πρὸς τὴν τῆς λέξεως σημασίαν· σημαίνει γὰρ τὸ σφέτερον ἔσθ’ ὅτε καὶ τὸ ἴδιον. Παρὰ δὲ χρόνους σχηματίζουσι πρῶτον μὲν οἱ τοὺς παρεληλυθότας ἀντὶ ἐνεστώτων παραλαμβάνοντες, ἔπει‐ τα οἱ ἐνεστῶσι χρώμενοι ἀντὶ μελλόντων, οἷον
20
ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον. λέγοι γὰρ ἂν οὕτως τὸ βεβαίως ἐσόμενον παραστῆσαι θέλων, ὡς εἴ τις εἴποι, αὔριον διαλέγομαι, οἷον πάν‐ τως διαλέξομαι. Παρὰ δὲ διαθέσεις οἱ τοῖς μέσοις ἀορίστοις καὶ μέλ‐
25λουσιν ἀντὶ ἐνεργητικῶν τὴν σύνταξιν ἁρμόζοντες, εὐ‐ πρεπεστέρας τῆς περικοπῆς γινομένης, ἐπεὶ καὶ ἡ τῶν Ἀττικῶν διάλεκτος χαίρει τούτοις. λαμβάνεται δὲ καὶ ὁλόκληρα παθητικὰ ἀντὶ ἐνεργητικῶν πολλάκις, ὅταν μὴ δύσφημος ἢ δυστράπελος ἡ ἐναλλαγὴ μέλλῃ γενή‐
30σεσθαι πρὸς τὸ τοῦ λέγοντος πρόσωπον· τὸ γοῦν γρά‐ φομαι λέγεται πολλάκις ἀντὶ τοῦ γράφω, οἷον γρά‐
φομαι τόνδε παραπρεσβείας· ὅλαι δὲ λέξεις ἀντὶ ἄλλων

90

τιθέμεναι τὴν μὲν σύνταξιν οὐ ξενίζουσιν, ἤτοι δὲ λεί‐ πειν τὴν φράσιν ποιοῦσιν ὑπονοεῖν λανθάνουσαι ἢ τὸ διανόημα ἐξαλλάσσουσι. τὸ μὲν οὖν πρότερον οὕτως,
μήκων δ’ ὡς ἑτέρωσε κάρη βάλεν, ἥτ’ ἐνὶ κήπῳ
5
καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσι· τὴν γὰρ βριθομένη μετοχὴν ἐὰν μεταβάλλωμεν εἰς τὸ βρίθεται ῥῆμα, ὁ λόγος ἀπηρτισμένος ἔσται. τὸ δὲ δεύτερον οὕτως,
ἔνθ’ οἵγ’ εἰσέλασαν, πρὶν εἰδότες·
10σημαίνει γάρ, ὡς καὶ τὸ πρότερον εἰδότων Φαιάκων τὴν χώραν, ὅπερ οὐκ ἀληθές, ἀλλὰ δεῖ τὸ πρὶν εἰδότες εἰς τὸ εἰδέναι μεταστῆσαι, ἵνα ᾖ πρὸ τοῦ εἰ‐ δέναι. Περὶ μὲν οὖν τῶν ἐν λέξει σχημάτων ἱκανὰ ταῦτα·
15τὰ γὰρ παρά τι τῶν εἰρημένων ἐκφωνούμενα ποιητῶν ἢ διαλέκτων ἐστὶν ἰδιώματα, ἤπερ ἐμπειρίας σχημα‐ τισμοῦ. ῥητέον δὲ ἑξῆς περὶ τῶν ἐν διανοίᾳ τε καὶ λόγῳ σχημάτων.
19tΠΕΡΙ ΣΧΗΜΑΤΩΝ ΔΙΑΝΟΙΑΣ.
20 Τὰ περὶ διάνοιαν σχήματα τὰ πρωτοστατοῦντα ἐν ἑαυτοῖς ἔχει τὴν συγγυμνασίαν καὶ τὴν ποιὰν θέσιν αὐτῆς τῆς διανοίας μετὰ τῆς τοῦ λόγου μορφῆς. ἔστι δὲ σχῆμα διανοίας τὸ μὴ κατὰ φύσιν ἐκφέρον τὸν νοῦν μηδὲ ἐπ’ εὐθείας, ἀλλ’ ἐκτρέπον καὶ ἐξαλλάσσον τὴν τῆς δια‐
25νοίας φράσιν, ὥσπερ ὅταν ὁ Δημοσθένης λέγῃ, σὺ δὲ ὁ σεμνὸς καὶ τοὺς ἄλλους διαπτύων· μακαρί‐ ζειν γὰρ προσποιούμενος ἐκ τῶν ἐναντίων ἄσεμνόν τε καὶ δυστυχέστατον ἐκφαίνειν ἀξιοῖ. καὶ πάλιν ὁπόταν ὁ Αἰσχίνης λέγῃ ἐν τῷ κατὰ Τιμάρχου, οὐδὲν γοῦν
30θαυμαστόν· ἀναβήσεται γὰρ ἀνὴρ καλός τε

91

κἀγαθός, καὶ μισοπόνηρος καὶ πιστεύων τῷ ἑαυτοῦ βί, καὶ τὸν Λεωδάμαντα ὅστις ἐστὶν ἀγνοῶν. ταῦτα γὰρ τῇ ἐξαλλαγῇ ἔχει τινὰ δείνωσιν, καὶ ἔστι δυνατώτερος ὁ λόγος τοῦ κατὰ φύ‐
5σιν· ἀγοραῖος γὰρ ἂν καὶ ἀπρεπὴς ἐγίνετο ἡ λοιδορία, εἰ οὕτως ἔλεγεν· οὐδὲν γοῦν θαυμαστόν· ἀναβήσεται γάρ, ὡς οἶμαι, ἄνθρωπος ἀσελγὴς τὸν βίον καὶ οὕτως ὡς αὐτὸς πόρνος καὶ παρὰ Λεωδάμαντι ἡταιρηκὼς κα‐ ταφανῶς. τὸ δέ, καλός τε κἀγαθός, καὶ μισοπόνηρος
10καὶ πιστεύων τῷ ἑαυτοῦ βίῳ, καὶ τὸν Λεωδάμαντα ὅστις ἐστὶν ἀγνοῶν, ἄγει μᾶλλον ἐπὶ τὴν ἔμφασιν τῆς ἀλη‐ θείας, ἐκ τῶν ἐναντίων προειδότας παντὸς τοῦ λόγου τὴν ὑπόθεσιν. τούτου γὰρ δεῖ τοῖς εἰρωνευομένοις, ἐπεὶ πρὸς ἀγνοοῦντας κἂν ἀληθὲς ἐγκώμιον δόξειεν ἡ
15μεταβολή. Εἰσὶ δὲ τῶν τῆς διανοίας σχημάτων ὡς ἀνωτάτω ὀνομασίαι δύο, ἐπίτασις καὶ ἔκλυσις· τούτων τῇ μὲν ἐπιτάσει ὑποτάσσεται ἡ εἰρωνεία, τῇ δὲ ἐκλύσει ἡ κα‐ ταβολή.
20 Ἔστι δὲ εἰρωνεία λόγος διὰ τῶν ἐναντίων κατ’ ἐπί‐ τασιν τὸ ὑποκείμενον πρᾶγμα σημαίνων, ὡς παρὰ Εὐ‐ ριπίδῃ προειποῦσα ἡ Μήδεια ὅσων προϋπῆρξεν εἰς τὸν ἄνδρα εὐεργεσιῶν, ἐπιφέρει παθητικώτατα,
τοιγάρ με πολλαῖς μακαρίαν ἀν’ Ἑλλάδα
25 ἔθηκας ἀντὶ τῶνδε. θαυμαστὸν δέ σε ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ, εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη δόμων, ἔρημος σὺν τέκνοις μόνη μόνοις. Ἔκλυσις δέ ἐστι πραγμάτων μεγάλων δεινότης διὰ
30σμικροπρεπείας τοῦ λόγου μαραινομένη ἐν ταῖς τῶν ἀκουόντων διανοίαις, ὡς ὁπόταν ὁ Αἰσχίνης λέγῃ, οὐ
μέμνησθε αὐτοῦ τὰ μιαρὰ καὶ ἀπίθανα ῥή‐

92

ματα; πῶς ποτε ὑμεῖς, ὦ σιδήρεοι, ἐκαρ‐ τερεῖτε ἀκροώμενοι, ὁπότε ἔφη παρελθών· ἀμπελουργοῦσί τινες τὴν πόλιν· τὰ κλή‐ ματα τοῦ δήμου ὑποβέβληται· φορμορρα‐
5φούμεθα. ταῦτα γὰρ οὐκ ἀναλογεῖ τὰ ῥήματα τῇ τότε ὑποκειμένῃ τῶν πραγμάτων ὑποθέσει. Τῆς δὲ εἰρωνείας καθέστηκεν εἴδη τὰ λεπτομερέ‐ στερα τάδε, σαρκασμός, διασυρμός, ἐπικερτόμησις, κα‐ τάγελως, εἰκασμός, χαριεντισμός. σαρκασμὸς μὲν οὖν
10ἐστι λόγος ἠθικὸς μετὰ σεσηρότος τοῦ προσώπου λεγό‐ μενος, οἷον
ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο·
καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ’ αὐτῷ
εὐρεῖαν, μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν.
15διασυρμός ἐστι λόγος εἰρωνικὸς ἐπὶ τῷ διασύρειν τοὺς πέλας λεγόμενος, οἷον
ἄλλος δ’ αὖτέ τις ἀνέστη μαντεύεσθαι. ἐπικερτόμησις δέ ἐστι λόγος ἐρεθιστικὸς ἐπὶ τῷ λυπῆσαι τοὺς ἐχθροὺς συντεθειμένος, οἷον
20
ἐνταυθοῖ νῦν ἧσο κύνας τε σύας τ’ ἀπερύκων,
μὴ δὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι. κατάγελως δέ ἐστιν ὅταν ἐπί τινι πράξει τῶν μὴ δεόντως καταθρασυνομένων καταπαιζώμεθα, οἷον
Ὀθρυονεῦ πέρι δή σε βροτῶν αἰνίζομ’ ἁπάντων,
25
εἰ ἐτεὸν δὴ ταῦτα τελευτήσεις, ὅς’ ὑπέστης
Δαρδανίδῃ Πριάμῳ. εἰκασμὸς δέ ἐστιν ὅταν μετὰ τοῦ παρατιθέναι τὸ ὅμοιον καθαιρῶμεν τοὺς πέλας, οἷον
ὦ πόποι ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει
30
γρηῒ καμινοῖ ἶσος. χαριεντισμὸς δέ ἐστι λόγος ἠθικὸς μετὰ χάριτος παρι‐
στῶν τὴν τοῦ λέγοντος ἐπί τινι διάχυσιν, οἷον

93

ὦ πόποι, ἦ μάλ’ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ. καὶ τὰ μὲν τῆς διανοίας σχήματα τοιαύτην τινὰ τάξιν ἔχοντα παραδεδόσθω, τὰ δὲ τοῦ λόγου ποικίλα ὄντα τοῖς τε ὀνόμασι καὶ τῇ διακοσμήσει, πειρασώμεθα διὰ
5συντόμων ἀποδεῖξαι. Γίνεται δὲ πᾶν σχῆμα λόγου καὶ διανοίας ἐν περιό‐ δῳ, ἥτις ἐστὶ λόγος ἐν εὐπεριγράφῳ συνθέσει κώλων αὐτοτελῆ διάνοιαν ἀποτελῶν, οἷον ἀνὴρ γὰρ ἰδιώ‐ της ἐν πόλει δημοκρατουμένῃ νόμῳ καὶ ψή‐
10φῳ βασιλεύει. περίοδος μὲν οὖν τοῦτο, κῶλα δὲ τῆς περιόδου, πρῶτον μέν, ἀνὴρ γὰρ ἰδιώτης· δεύτε‐ ρον δέ, ἐν πόλει δημοκρατουμένῃ· τρίτον, νόμῳ καὶ ψήφῳ βασιλεύει. γίνονται δὲ δίκωλοι καὶ τρίκωλοι καὶ τετράκωλοι. δίκωλοι μέν, οἷον Ἀθηναῖοι μὲν κατὰ
15θάλατταν ἠρίστευον, Λακεδαιμόνιοι δὲ ἐν τοῖς πεζικοῖς κινδύνοις ἐπρώτευον. τρίκωλοι δέ, ὡς ἔθηκέ τις ἐπὶ τῶν Ἀθηνῶν, ἣ πρὸς ἁπάσας ὁρωμένη καὶ κρινομένη τὰς πόλεις πρόσω‐ πον μὲν ἂν φαίνοιτο τῆς Ἑλλάδος διὰ τὸ
20κάλλος, χεῖρες δὲ διὰ τὴν ἰσχύν, ψυχὴ δὲ διὰ τὴν φρόνησιν. νοείσθω δὲ ἡ τρίκωλος χωρὶς τῆς προεκθέσεως ἀπὸ τοῦ, πρόσωπον μὲν ἂν φαίνοιτο καὶ τὰ ἑξῆς. τετράκωλος δέ, ὡς παρ’ Ἰσοκράτει, τίς γὰρ οὐκ ἂν ἡδέως μετάσχοι στρατείας τῆς
25ὑπὸ Ἀθηναίων μὲν καὶ Λακεδαιμονίων στρα‐ τηγουμένης, ὑπὸ δὲ τῆς Ἑλλάδος ἐκπεμπο‐ μένης, ὑπὲρ δὲ τῆς τῶν συμμάχων ἐλευθε‐ ρίας ἀθροιζομένης, ἐπὶ δὲ τὴν τῶν βαρ‐ βάρων τιμωρίαν πορευομένης. νῦν δὲ ὁριστέον
30τὰ σχήματα.

94

(1t)

ΠΕΡΙ ΤΩΝ ΕΝ ΛΟΓΩι ΣΧΗΜΑΤΩΝ.
2 Σχῆμά ἐστι λόγου ἢ λέξεως οἰκονομία μετ’ εὐκο‐ σμίας ἐκπεφευγυῖα τὴν ἰδιωτικὴν ἁπλότητα τῆς ἀπαγ‐ γελίας. ἔστι δὲ τὰ τῷ λόγῳ παρακολουθοῦντα σχήματα
5τάδε· ἀπὸ κοινοῦ, μερισμός, ἀπολελυμένον, παρονο‐ μασία, ἀποσιώπησις, διὰ μέσου, διόρθωσις, προδιόρ‐ θωσις, ἐπιδιόρθωσις, ἀποστροφή, διαβεβαίωσις, ἐρώ‐ τησις, ἀντεστραμμένον, ἐπαναφορά, πολύπτωτον, ὁμοιό‐ πτωτον, ὁμοιοκατάληκτον, ὁρισμός, ἀστεϊσμός, ἐπι‐
10τροπή, ἀντίθεσις, διάλυσις, ἐπίζευξις, κλῖμαξ, σύλ‐ ληψις, κατ’ ἐξοχήν, Πινδαρικόν, Ἰβύκειον, Ἀλκμανι‐ κόν, ἐκ παραλλήλου, καταρίθμησις, ἀσύνδετον, ἐξ ἀντιστρόφου. τὰς γὰρ κατασκευὰς τοῦ λόγου οὐ συν‐ αριθμητέον τοῖς σχήμασιν, οἷον τήν τε προοικονομίαν
15καὶ προαναφώνησιν καὶ παραβολὴν καὶ ὁμοίωσιν καὶ ἀνταπόδοσιν καὶ παράδειγμα καὶ εἰκόνα. Ἀπὸ κοινοῦ μέν ἐστι λόγων συνέχεια ἐν διανοίᾳ κοινωνοῦσα ὡς ἐπὶ τὸ πλεῖστον ἑνὸς ῥήματος εἰς συντέ‐ λειαν, οἷον
20
καὶ ἐλίσσετο πάντας Ἀχαιούς,
Ἀτρείδα δὲ μάλιστα δύο κοσμήτορε λαῶν. Μερισμὸς δὲ πράγματος ἑνὸς εἰς πολλὰ διαίρεσις εἰς δήλωσιν τῶν ὑποκειμένων, οἷον
ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τι πῦρ ἀμαθύνει,
25
τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. τούτῳ τῷ σχήματι χρησαμένη ἡ Κλεοπάτρα ὥσπερ ἐδυ‐ σώπησε καὶ διήγειρε τὸν Μελέαγρον· ἡ γὰρ καθ’ ἕκαστον τῶν ὑποκειμένων διήγησις εἰς ὄψιν ἡμῖν τὸν τῆς πόλεως οἶκτον ἤγαγεν.
30Ἀπολελυμένον δέ ἐστι λόγος πολλὰς ἀρχὰς ἔχων ἐκ
διαιρέσεως καὶ διαλείμματος ἐκφέρων τὴν τῆς φωνῆς

95

ὁρμήν, καθάπερ ἀνακαιομένου καὶ ἐκλάμποντος τοῦ θυμοῦ τοῦ λέγοντος, οἷον
Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά. Παρονομασία δέ ἐστιν ὅταν ἔκ τινος τῶν ληφθέντων
5εἰς διάνοιαν ὀνομάτων ἢ ῥημάτων βραχὺ μεταποιήσαντες ἑτέραν κινήσωμεν διάνοιαν, οἷον
τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε. συνώνυμον γὰρ ὄνομα λαβὼν ἐτήρησε τὴν ἀρχήν, δυ‐ νάμενος εἰπεῖν, Πρόθοος ταχύς.
10 Ἀποσιώπησις δὲ ὁπόταν ἀτοπωτέρᾳ τις μέλλων ἐπι‐ φορᾷ χρῆσθαι σιγήσῃ τὸ συμπέρασμα τῆς διανοίας· ἀλλ’ ἐμοὶ μὲν—οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν ἀρχόμενος τοῦ λόγου. Διὰ μέσου δέ ἐστιν ἕνωσις λόγου τὸ ἀκόλουθον
15ἀφαιρουμένη ἑτέρου τινὸς παραθέσει λόγου, οἷον
σφῶϊ μὲν—οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν—οὔτι κελεύω. Διόρθωσις δὲ ὅταν τῷ ῥηθέντι δυσαρεστήσαντες ὡς οὐχ ἱκανῶς εἰρημένῳ μεταφράσωμεν, εἶτα ἐπιδιασα‐ φήσωμεν αὐτὸ μᾶλλον, οἷον ὑμεῖς τοίνυν, ὦ ἄν‐
20δρες Ἀθηναῖοι· τὸ δ’ ὑμεῖς ὅταν εἴπω, τὴν πόλιν λέγω. Προδιόρθωσις δὲ ὅταν μέλλωμεν αἰσχρὰ κατὰ τῶν ἀντιδίκων ἢ μεγάλαυχα περὶ αὐτῶν ἐρεῖν, εἶτα ἐκμα‐ λάσσωμεν τοῖς λόγοις προκαταλαμβάνοντες τοὺς ἀκροα‐
25τάς, οἷον
ἐγγὺς ἀνὴρ—οὐ δηθὰ ματεύσομεν—αἴκ’ ἐθέλητε
πείθεσθαι· καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος,
οὕνεκα δὴ γενεῇφι νεώτατός εἰμι μεθ’ ὑμῖν.
πατρὸς δ’ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι.
30 Ἐπιδιόρθωσις δὲ ὅταν τοῖς δοκοῦσιν ἡμαρτῆσθαι ἐπάγῃ τις ὥσπερ θεράπειαν τὴν μετάνοιαν, οἷον
σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος.

96

ἐπεὶ γὰρ ὡς περὶ ἑτέρων εἶπε τὸ πείθονται, συμπε‐ ριέλαβεν ἐν τῷ δευτέρῳ καὶ ἑαυτόν. Ἀποστροφὴ δὲ γίνεται ὅταν δέον εἰπεῖν πρὸς ἁμαρ‐ τάνοντας, πρὸς μὲν αὐτοὺς ἐκείνους οὐδὲν εἴπωμεν,
5πρὸς δὲ τὸν τὴν ὅλην ἀποδεχόμενον βλάβην. Ὀδυσ‐ σεὺς οὖν βουλόμενος εἰπεῖν τὴν βλάβην τοῖς Ἕλλησιν, ὅτι ἀδικοῦσι παραβαίνοντες τὰς ὑποσχέσεις ἃς ὑπέ‐ σχοντο τῷ βασιλεῖ, πρὶν ἑλεῖν τὴν Ἴλιον ἀνακάμπτειν ζητοῦντες οἴκαδε, ἐπεὶ τοῦτο ἑώρα σκληρότερον πρὸς
10κεκινημένην τὴν ἐκκλησίαν, οὐδὲν μὲν παροξύνων εἶπεν, ἀλλὰ γὰρ ἀπέστρεψε τὸν λόγον πρὸς τὸν βασιλέα,
Ἀτρείδη, νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν. ἐπεὶ γὰρ τὸ ἐκείνους ψεύστας τε καὶ ἀδίκους ἀποφαί‐
15νειν κίνδυνον ἐδόκει φέρειν, τὴν μὲν δύναμιν ἐφύλαξε τοῦ νοῦ, ἔδοξε δὲ πολλοῖς ἐλεεινὸν λέγειν τὸν ἐγκατα‐ λειπόμενον, καὶ οὐ πονηροὺς τοὺς ἐγκαταλείποντας τὸν βασιλέα. Διαβεβαίωσις δέ ἐστι λόγου παρρησία μετὰ τοῦ δύ‐
20νασθαι πράττειν ἀπαρεμποδίστως ταῦτα ἅπερ ἐν τοῖς λόγοις διασημαίνεται, οἷον
ἀλλ’ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. Ἐρώτησις δέ ἐστι λόγος ἐν ὑποκρίσει λεγόμενος ἐπὶ
25τῷ σαφέστερον γνῶναί τι τῶν ἐπιζητουμένων, ὡς παρὰ Ὑπερίδῃ, δοκεῖς γὰρ αὐτὸν εἰπεῖν; Ἀντεστραμμένον δέ ἐστι λόγος ἀντικείμενος τῇ κατὰ φράσιν προφορᾷ τῶν σημαινομένων, οἷον
πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
30 πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο. Ἐπαναφορὰ δέ ἐστι πλάσις ἐκ τοῦ διπλασιάζεσθαι
ἐπίτασιν δηλοῦσα, οἷον

97

τοῦδ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ’ αἴθωνι σιδήρῳ. καὶ
ἅτε παρθένος ἠΐθεός τε,
5
παρθένος ἠΐθεός τ’ ὀαρίζετον ἀλλήλοιϊν. καὶ Θῆβαι δ, Θῆβαι, πόλις ἀστυγείτων, μεθ’ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται. Πολύπτωτον δὲ ὅταν ἤτοι τὰς ὀνομασίας ἢ τὰ ὀνό‐ ματα εἰς πάσας τὰς πτώσεις μεταβάλλοντες διατιθώμεθα
10τὸν λόγον, ὡς παρὰ Κλεοχάρει· Δημοσθένης ὑπέ‐ στη Φιλίππ· Δημοσθένους πένης μὲν ὁ βίος, μεγάλη δ’ ἡ παρρησία· Δημοσθένει πολλῶν διδομένων οὐδὲν οὔτε πλῆθος οὔτε κάλλος ἄξιον ἐφάνη προδοσίας· Δημοσθέ‐
15νην Ἀλέξανδρος ἐξῄτει· τὸ διὰ τί παρ’ αὑ‐ τοῖς λογίζεσθε· ἀδίκως τε ἀπέθανες, ὦ Δη‐ μόσθενες. ἔστι δὲ τὸ τοιοῦτον σχῆμα καὶ παρά τισι τῶν ποιητῶν, ὡς παρ’ Ἀρχιλόχῳ καὶ Ἀνακρέοντι· καὶ παρὰ μὲν οὖν Ἀρχιλόχῳ·
20
νῦν δὲ Λεώφιλος μὲν ἄρχει, Λεώφιλος δ’ ἐπικρατεῖ,
Λεωφίλῳ δὲ πάντα κεῖται, Λεώφιλος δ’ ἄκουε. παρὰ δὲ Ἀνακρέοντι ἐπὶ τριῶν,
Κλευβούλου μὲν ἔγωγ’ ἐρῶ,
Κλευβούλῳ δ’ ἐπιμαίνομαι,
25
Κλεύβουλον δ’ ἰδέειν ποθέω. Ὁμοιόπτωτον δέ ἐστι φράσις ἐκ τῶν παραπλησίων καὶ τῶν ὁμοίων κλίσεων εἰς ἓν ἐξενηνεγμένη, οἷον ἐπὶ μὲν εὐθείας,
λυσόμενός τε θύγατρα, φέρων τ’ ἀπερείσι’ ἄποινα,
30
στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος. ἐπὶ δὲ αἰτιατικῆς,
Ἄλκανδρόν θ’ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.

98

καὶ ἐπὶ τοῦ αὐτοῦ χρόνου,
τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα. Ὁμοιοκατάληκτον δέ ἐστι φράσις εἰς μίαν καὶ τὴν ὁμοίαν κατακλειομένη κατάληξιν, οἷον
5 Οὔλυμπον δ’, ὅθι φασὶ θεῶν ἕδος ἔμμεναι ἐσθλόν. οὔτ’ ἀνέμοισι τινάσσεται οὔτε ποτ’ ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπικίδναται, ἀλλὰ μάλ’ αἴθρη πέπταται ἀννέφελος. Ὁρισμὸς δέ ἐστιν ὅταν προθέντες ὄνομά τι ἢ ῥῆμα,
10οἷόν ἐστιν, ὁριζώμεθα· παραπέμπει γὰρ ἡμᾶς ἡ ἐλπίς, αὕτη δὲ ἀτυχούντων ἐστὶν ἐφόδιον. Ἀστεϊσμὸς δέ ἐστι προσποίησις πιθανὴ τοῦ μὴ λέ‐ γειν ἢ μνημονεύειν ἡμᾶς ἃ λέγομεν, ὡς παρὰ Σοφοκλεῖ εἰσῆκται λέγων ὁ Ὀδυσσεὺς τῷ Διομήδει,
15ἐγὼ δ’ ἐρῶ σοι δεινὸν οὐδέν, οὔθ’ ὅπως φυγὰς πατρῴας ἐξελήλασαι χθονός, οὔθ’ ὡς ὁ Τυδεὺς ἀνδρὸς αἷμα συγγενὲς κτείνας ἐν Ἄργει ξεῖνος ὢν οἰκίζεται, οὔθ’ ὡς πρὸ Θηβῶν ὠμοβρῶτ’ ἐδαίσατο
20
τὸν Ἀστάκειον παῖδα διακαρατομῶν. Ἐπιτροπὴ δὲ ὅταν τοῖς ἀκούουσιν ἐπιτρέψωμεν τὴν τῶν πραγμάτων ἢ ὀνομάτων ἐξουσίαν, ὡς παρὰ τῷ Εὐ‐ ριπίδῃ παρεισάγεται ἡ Ἀνδρομέδα λέγουσα τῷ Περσεῖ,
ἄγου δέ μ’ ὦ ξέν’, εἴτε πρόσπολον θέλεις,
25
εἴτ’ ἄλοχον, εἴτε δμωΐδα. Ἀντίθεσις δὲ γίνεται κατὰ τρόπους πλείους· εἷς μὲν ὅταν ἀντικείμενα ὀνόματα λαμβάνηται· τιμωρία γὰρ ἐπιτίμιον κακίας, οὐκ ἀρετῆς. καὶ πο‐ λέμῳ δὲ ἰσχὺν χορηγεῖ πλοῦτος, οὐ πενία.
30καὶ κατὰ διέξοδον, προτιμῶσιν αἱ πόλεις τῶν ἀδίκως πλουτούντων τοὺς δικαίως πενο‐
μένους, καὶ τῶν παρανόμως νικώντων τοὺς

99

ἐννόμως ἡττωμένους, καὶ τῶν κακῶς ζών‐ των τοὺς καλῶς ἀποθνήσκοντας. ἑτέρα δὲ ἀν‐ τίθεσις ὅταν ἀντιστέλληται κατάφασις ἀποφάσει· σὺ μὲν γὰρ ἔλαβες, Δημάδη, δῶρα παρὰ Φιλίπ‐
5που, ἐγὼ δὲ οὐκ ἔλαβον· καὶ σὺ μὲν συνέ‐ πινες αὐτῷ κατὰ τῆς πόλεως εὐωχουμέν, ἐγὼ δὲ οὐ συνέπινον· καὶ σὺ μὲν συνηνέχθης τοῖς ἐκείνου πρέσβεσι συνομνύμενος, ἐγὼ δὲ οὐ συνηνέχθην.
10 Διάλυσις δὲ ὁπόταν τοὺς συνδέσμους αἴροντες ἑκά‐ στου τῶν κώλων ἰδίαν ἀρχὴν ποιώμεθα, οἷον νομί‐ σατε ὁρᾶν ἁλισκομένην πόλιν, τειχῶν κατα‐ σκαφάς, ἐμπρήσεις οἰκιῶν, ἀγομένας γυναῖ‐ κας, παῖδας ἐπὶ δουλείαν, πρεσβύτας ἄνδρας,
15πρεσβύτιδας γυναῖκας, ὀψὲ μεταμανθάνον‐ τας τὴν ἐλευθερίαν, κλαίοντας, ἱκετεύον‐ τας ἡμᾶς, ὀργιζομένους οὐ τοῖς τιμωρου‐ μένοις, ἀλλὰ τοῖς τούτων αἰτίοις. νῦν γὰρ οὐκ εἶπεν ἁλισκομένην πόλιν καὶ ἐμπιπραμένας οἰκίας καὶ
20κατασκαπτόμενα τείχη, ἀλλὰ χωρὶς τῶν συνδέσμων ἐξέ‐ φρασε τὸν λόγον. Ἐπίζευξις δὲ ὅταν τὰ προκείμενα ὀνόματα διαλαμ‐ βάνοντες τὴν ἐπιφορὰν ἐκφαντικωτέραν ποιησώμεθα, οἷον Θῆβαι δ, Θῆβαι, πόλις ἀστυγείτων, μεθ
25ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνηρπάσθη. Κλῖμαξ δὲ ὅταν ἕκαστον τῶν ἐν τοῖς κώλοις ὀνομά‐ των ἀναλαμβάνοντες διατιθώμεθα τὸν λόγον, ὡς οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δ, οὐδ’ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δ, οὐδ’ ἐπρέσβευσα
30μέν, οὐκ ἔπεισα δὲ Θηβαίους. καὶ τὸ παρ’ Ὁμήρῳ δέ τινες τούτῳ τῷ σχήματι συναριθμοῦσιν,
Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι·

100

αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργειφόντῃ Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ· αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ’ Ἀτρέϊ, ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ·
5
αὐτὰρ ὁ αὖτε Θύεστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι. Σύλληψις δὲ ὅταν τὸ τῷ ἑτέρῳ συμβεβηκὸς κἀπὶ θατέρου λαμβάνηται, οἷον
τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε,
Τυδείδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεύς.
10πιθανὸν γὰρ ἦν αὐτῶν τὸν ἕτερον σκάζειν, τὸν κατὰ τοῦ ταρσοῦ τετρωμένον. καὶ
Βορέης καὶ Ζέφυρος, τώτε Θρῄκηθεν ἄητον. μόνος γὰρ ὁ Βορέας ἀπὸ τῆς Θρᾴκης ἐκπνεῖ. καὶ τὸ παρὰ Πινδάρῳ ἐπί τε τοῦ Πειρίθου καὶ τοῦ Θησέως λεγόμε‐
15νον, φὰν δ’ ἔμμεναι Ζηνὸς υἱοὶ καὶ κλυτο‐ πώλου Ποσειδάωνος. Κατ’ ἐξοχὴν δὲ γίνεται ὅταν τῶν ἐν τῷ κοινῷ ῥη‐ θέντων ἰδίᾳ καθ’ ὑπεροχὴν μνησθῶμεν τινῶν·
Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσεν.
20εἷς γὰρ ἦν τῶν Τρώων καὶ ὁ Ἕκτωρ, ἰδίᾳ δὲ εἴρηται, ὅτι ἄριστος· καὶ
οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος. ὅπερ οὐ νοήσαντες οἱ νεώτεροι τὸν Μελέαγρον, Ἄρεως
25ὄντα, κεχωρίσθαι τῶν Οἰνειδῶν ἔδοξαν. Πινδαρικὸν δὲ τὰ τοῖς πληθυντικοῖς ὀνόμασιν ἑνικὰ ῥήματα ἔχοντα ἐπιφοράν, οἷον ἄνδρες ἐπὶ πόλεως. καὶ ἰαχεῖ βαρυφθεγκτᾶν ἀγέλαι λεόντων. καὶ παρ’ Ἡσιόδῳ,
30
τῆς δ’ ἦν τρεῖς κεφαλαί. ἀπὸ δὲ τούτου τοῦ ἔθους καὶ τοῖς οὐδετέροις πληθυντι‐
κοῖς ἑνικὰ ῥήματα ἐπιφέρειν ἀεὶ παρεδεξάμεθα, ὅπερ οὐ

101

τηροῦσι παντάπασιν οἱ λυρικοί, ἀλλ’ οὐδὲ ὁ ποιητής· λέγει γοῦν
γυῖα λέλυνται· καὶ ἐκ παραλλήλου,
5
καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται. Τὸ δὲ Ἰβύκειον καὶ λέξεως καὶ συντάξεώς ἐστι, γί‐ νεται δὲ ἐν τοῖς ὑποτακτικοῖς τρίτοις προσώποις τῶν ῥημάτων κατὰ πρόσθεσιν τῆς σι συλλαβῆς,
λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο.
10καὶ
εἴπερ τις ἐπιχθονίων ἀνθρώπων
φησὶν ἐλεύσεσθαι. καλεῖται δὲ Ἰβύκειον, οὐχ ὅτι πρῶτος Ἰβυκὸς αὐτῷ ἐχρήσατο, (δέδεικται γὰρ καὶ παρ’ Ὁμήρῳ πρότερον)
15ἀλλ’ ἐπεὶ πολὺ καὶ κατακορὲς παρ’ αὐτῷ. καὶ γὰρ γλαυ‐ κώπιδα Κασάνδραν, ἐρασιπλόκαμον κόραν Πριάμοιο, φᾶμις ἔχησι βροτῶν. καὶ δι’ ἑτέρων, τᾶμος ἄϋπνος κλυτὸς ὄρθρος ἐγείρησιν ἀηδόνας, ἀντὶ τοῦ ἐγείρῃ. Ἀλκμανικὸν δὲ τὸ μεσάζον τὴν ἐπαλλήλων ὀνομά‐
20των ἢ ῥημάτων θέσιν πληθυντικοῖς ἢ δυϊκοῖς ὀνόμασιν ἢ ῥήμασι. τέσσαρα δὲ παρὰ τῷ ποιητῇ τοιαῦτα,
ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος. καὶ
ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι
25
Κωκυτός τε. καὶ
εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων. καὶ
εἰ μὲν δὴ θάρσος μοι Ἄρης τ’ ἔδοσαν καὶ Ἀθήνη.
30πλεονάζει δὲ τοῦτο τὸ σχῆμα παρ’ Ἀλκμᾶνι τῷ λυρικῷ, ὅθεν καὶ Ἀλκμανικὸν ὠνόμασται. εὐθὺς γοῦν ἐν τῇ
δευτέρᾳ ᾠδῇ παρείληπται,

102

Κάστωρ τε πώλων ὠκέων δαμάντορες ἱππότα σοφὼ
καὶ Πολυδεύκης κυδρός. Ἐκ παραλλήλου δὲ ὅταν δύο λέξεις ἐπάλληλοι τεθῶσι τὸ αὐτὸ σημαίνουσαι, ὡς
5
δηθά τε καὶ δολιχόν, ταὐτὸ σημαίνουσι. γίνεται δὲ ἤτοι ἐκ δύο λέξεων, ὡς ἔχει τὸ προειρημένον, ἐκ κοινοῦ καὶ ξένου,
πυκνοὶ καὶ θαμέες· ἢ ἐκ δύο κοινῶν,
10
δεῦτ’ ἄγετ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ. καὶ ὡς παρὰ τῷ Ἡσιόδῳ,
νόσφιν ἄτερ πόνου καὶ ὀϊζύος. Καταρίθμησις δὲ ὅταν ἐπαλλήλων ὀνομάτων σύν‐ θεσις γίνηται,
15
Καρδαμύην Ἐνόπην τε καὶ Ἰρὴν ποιήεσσαν. καὶ παρὰ Δημοσθένει, πρῶτον Ἐρέτριαν εἷλεν, εἶτα Πύδναν πόλιν, Ποτίδαιαν, Μεθώνην αὖθις. Ἀσύνδετον δὲ τὸ τὸν μὲν λόγον ἠρτημένον ἔχον τοῦ
20προτέρου διανοήματος, τὴν δὲ φράσιν κεχωρισμένην,
ἴομεν ὡς ἐκέλευες ἀνὰ δρυμὰ φαίδιμ’ Ὀδυσσεῦ·
εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά. καὶ
ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος,
25
χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον. Ἐξ ἀντιστρόφου δέ ἐστι φράσις ἡ τὰ συνέχοντα τὴν ἑρμηνείαν ἐνηλλαγμένα ἔχουσα,
ταὶ δὲ μεγάλα κτυπέουσαι
πίπτον,
30ἀντὶ τοῦ πίπτουσαι ἐκτύπουν. καὶ κάμε τεύχων·
καμὼν γὰρ ἔτευξεν. τοιοῦτο λέγουσιν εἶναι καὶ τὸ

103

παρῴχηκε δὲ πλέον νὺξ
τῶν δύο μοιράων. νοείσθω δὲ τὸ πλέον τῆς νυκτός, ὅ εἰσι δύο μοῖραι. Ῥητέον δ’ ἑξῆς καὶ περὶ τῶν τοῦ λόγου κατασκευῶν.
5 Προοικονομία τοίνυν ἐστὶν ἡ τὰ μέλλοντα διατίθε‐ σθαι προπαρασκευάζουσα λέξις. ἐπειδὴ τῷ Σκαμάνδρῳ διωνυμίαν ἤμελλε περιάπτειν ὁ ποιητής, ἄλλας προϋπε‐ στήσατο διωνυμίας,
τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
10
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης. καὶ
χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν· ἵνα τῷ μέτρῳ τὸ ξάνθου ὄνομα παραλειφθὲν ἁρμόσῃ. Προαναφώνησις δὲ ἡ τὰ μέλλοντα αὖθις διὰ πλειό‐
15νων ῥηθήσεσθαι προσυνιστῶσα φράσις, οἷον
ἦ γὰρ ἔμελλε
οἷ τ’ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι. καὶ
ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι’ Ἀχιλλεύς,
20καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν· αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δὲ λίποντο, πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ.
25ἡ δὲ προαναφώνησις ἐξ ἡρωϊκοῦ προσώπου γίνεται ὡς πρός τινα μὴ παρόντα,
ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον·
ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. καὶ
30ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι,
θνητῷ, ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε.

104

Παραβολὴ δὲ πράγματος ὁμοίου παράθεσις ἢ γινο‐ μένου ἢ οἵου τε ὄντος γενέσθαι,
ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθών. Ὁμοίωσις δὲ πράγματος ὁμοίου παράθεσις, οἷον
5
ὄρνιθες ὥς. διαφέρει δὲ τῆς παραβολῆς, ὅτι διὰ συντόμων ὡς ἐπι‐ τοπλεῖστον λέγεται καὶ χωρὶς ἀνταποδόσεως φράζεται. Ἀνταπόδοσις δὲ φράσις ἀνταποδιδομένη τῇ παρα‐ βολῇ καὶ συναπλοῦσα τοῖς πραττομένοις αὐτήν,
10
ὡς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱός. Παράδειγμα δὲ πράξεων ἔκθεσις πρὸς ὁμοιότητα τῶν ἐνεστηκυιῶν προτροπῆς χάριν ἢ ἀποτροπῆς ἢ δη‐ λώσεως ἁπλῆς,
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔτι νέον γε·
15
ὡς ἦν, ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι·
Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι. ἀποτροπῆς γὰρ ἕνεκα παρείληπται. προτροπῆς δὲ χά‐ ριν, οἷον
ἢ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
20
πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
Αἴγισθον δολόμητιν. δηλώσεως δὲ ἁπλῆς,
τῷ ἴκελον οἷόν ποτ’ ἐνὶ Κνωσσῷ εὐρείῃ
Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
25 Εἰκὼν δέ ἐστι διαγραφὴ σωμάτων κατὰ μέρος ἤτοι μετὰ παραθέσεως ἢ διὰ ψιλῆς ἀποτυπώσεως· μετὰ μὲν παραθέσεως, οἷον
ὄμματα καὶ κεφαλὴν ἴκελος Διῒ τερπικεραύνῳ,
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
30διὰ ψιλῆς ἀποτυπώσεως δέ,
γυρὸς ἐν ὤμοισιν, μελανόχροος οὐλοκάρηνος.