TLG 0087 034 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ παθῶν (supplementum)

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

Περὶ παθῶν (supplementum)

Source: Lentz, A. (ed.), Grammatici Graeci, vol. 3.2. Leipzig: Teubner, 1870 (repr. Hildesheim: Olms, 1965): 167–170, 172, 174–181, 183–190, 192–196, 200–202, 205, 208–211, 214–218, 222–223, 226, 228–230, 232–237, 240–243, 245–247, 249–250, 253–259, 262–272, 274–279, 281–282, 286, 288–293, 298–299, 301–302, 304, 307–313, 315–320, 324–325, 327, 330–338, 340–350, 352–362, 364–366, 369–371, 373–374, 378, 382–383, 386–388.

Cf. et 0087 009

Citation: Part+volume — page — (line)

3,2

167

(24)

ἀλαλητός ἀπὸ τοῦ λαλητός προσθέσει τοῦ α. Arcad. 82, 1.167

3,2

168

(21)

ἁραιός: παρὰ τὸ ῥαίω τὸ φθείρω γίνεται ῥαιός καὶ πλεονασμῷ τοῦ α ἁραιός μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α ὡς καὶ ἐπὶ τοῦ ῥέζω
ἕρδω. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου. E. M. 134, 17.168

3,2

169

(15)

ἀφλοισμός: ἔνιοι αὐτὸ παρὰ τὸ ἀφρισμός μεταβολῆς γενομένης τοῦ ρ εἰς λ καὶ πλεονάσαντος τοῦ ο. οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω φλοι‐ σμός καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ α. διὸ οὐ δεόντως ὁ Τυραννίων προπαροξύνει. Il. Pr. Ο 607.
20 Choer. Dict. 305, 30, E. M. 161, 7: ἀσφάλαξ: ἀπὸ τοῦ σπῶ γέ‐ γονε σπάλαξ καὶ κατὰ πλεονασμὸν τοῦ α ἀσπάλαξ καὶ κατὰ μετάθεσιν τοῦ π εἰς φ ἀσφάλαξ. τὸ γὰρ ζῷον τοῦτο ἀποσπᾷ τὴν γῆν καὶ ποιεῖ βάθος καὶ οὕτως εἰσέρχεται.
25ἐῳνοχόει: ἔθος ἐστὶ τῷ ποιητῇ ἀποβάλλειν τὸ κατ’ ἀρχὴν ε
ἐπὶ τῶν παρῳχημένων, ἔσθ’ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ169

3,2

170

(4)

χρήσεις «στῆσε δ’ ἐν Ἀμνισῷ» (Od. τ 188)· «σκῆπτρον μέν τοι δῶκε»
5(Il. Ι 38)· τὸ γὰρ ἐντελὲς «τῷ δ’ ἕτερον μὲν ἔδωκεν» (Il. Π 250). οὕτως οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐστι κίνημα ἀπὸ τοῦ οἴγω ᾦγεν κατὰ παρατατικόν· «τὴν δ’ οὐ θεὸς ἄλλος ἀνῷ‐ γεν» (Il. Ξ 168), ἀλλὰ τὸ κατὰ πλεονασμὸν τοῦ ε «χηλοῦ δ’ ἄπο πῶμ’ ἀνέῳγεν» (Il. Π 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανεν «ἀλλ’ οὐκ
10Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε» (Il. Α 24)· τὸ δὲ κατὰ πλεονασμὸν «οὐδ’ Ἀγαμέμνονι πάμπαν ἑήνδανε» (Od. γ 143). καὶ πάλιν «ἕσσατο δ’ ἔκ‐ τοσθεν» (Il. Κ 334)· εἶτα ἐν ἑτέροις «ἑέσσατο δέρμα» (Il. Κ 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ «ὦσα παρέξ» (Od. ι 488) καὶ ὦσε τὸ τρί‐ τον. ὃ ἐν πλεονασμῷ φησι «κὰδ δ’ ἄρ’ ἐπὶ στόμ’ ἔωσεν» (Il. Π 410).
15οὕτως οὖν ἐπὶ τούτου. ἐν ἑτέροις γάρ φησιν «ᾠνοχόει δ’ υἱὸς Μενε‐ λάου» (Od. ο 141), ὅπερ κατὰ πλεονασμὸν τοῦ ε ἀκολούθως πάλιν ἀπεφήνατο «νέκταρ ἐῳνοχόει» (Δ 3). Il. Pr. Δ 3.
19οὐδέποτε, ὥς φησιν ὁ Ἡρωδιανός, εὐθεῖα διαλέλυται, τὸ γὰρ
20εἷς ἕεις κατὰ πλεονασμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη. Choerob. p. 246
Gaisf.170

3,2

172

(26)

οἶος ὁ μόνος. τὸ ο πλεονάζει ἐν τῇ ἀρχῇ. Arcad. 37, 10.172

3,2

174

(20)

τὸ ὀστέον παροξύνεται ὡς δισύλλαβον· ἀπὸ γὰρ τοῦ ἵστημι στέον καὶ ὀστέον. Arcad. 119, 1.
23 ἴς ὄνομα ἡ δύναμις καὶ ἴν ὡς δικατάληκτον ἴα καὶ πλεονασμῷ τοῦ β βία. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου. Theogn. 105, 13.
26 E. Or. 41, 7: γρυπός: ῥυβόν ἐστι παρὰ τοῖς Αἰολεῦσι τὸ ἐπι‐ καμπὲς ἤτοι ῥαιβόν καὶ τροπῇ τοῦ β εἰς π ῥυπός καὶ πλεονασμῷ τοῦ γ γρυπός. οὕτως Ἡρωδιανὸς ἐν τοῖς ἐλέγχοις.
30E. M. 226, 9: γέντο: «γέντο δ’ ἱμάσθλην» (Θ 43 et saepius)·174

3,2

175

(12)

ἕλω τὸ λαμβάνω. ὁ δεύτερος ἀόριστος ἕλον ἑλόμην ἕλου ἕλετο καὶ κατὰ συγκοπὴν ἕλτο καὶ τροπῇ τοῦ λ εἰς ν Δωρικῶς ὡς ἦλθεν ἦνθεν γίνεται ἕντο καὶ πλεονασμῷ τοῦ γ γέντο.
16 μόρφνος ἢ μορόφονός ἐστιν ἢ παρὰ τὴν ὄρφνην ἐσχημάτισται πλεονάσαντος τοῦ μ κατ’ ἀρχήν, ἵνα σημαίνηται ὁ μέλας, ἢ παρὰ τὸ μάρπτω μάρφνος καὶ μόρφνος ὁ συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ τα‐
χύς. Il. Pros. Ω 316.175

3,2

176

(17)

E. M. 749, 23: ταί γε (Γ 5) ἄρθρον εὐθείας τῶν πληθυντικῶν Δωρικῶς. λέγουσι γάρ, ὅτι τὰ σύμφωνα, ἅπερ ἔχει ἡ εὐθεῖα τῶν δυϊκῶν, θέλει ἔχειν καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, Λάχητε Λάχητες,
20ὁμοίως καὶ ἐπὶ ἄρθρων τὼ ξύλω, τὰ ξύλα. οὕτω καὶ τὰ Μούσα ταὶ Μοῦσαι καὶ τὰ ταί. τὸ δὲ «τοί κεν» (Β 346) ἐστὶ προτακτικὸν ἀντὶ
ὑποτακτικοῦ. καὶ λέγουσι πῶς ἐστιν; ἡ εὐθεῖα ὁ καὶ τὸ πληθυντικὸν176

3,2

177

(21)

οἵ ὤφειλεν. ἀλλ’ ἐπειδὴ οἱ Δωριεῖς τὴν ἀναλογίαν φυλάττουσι τῆς εὐθείας τῶν δυϊκῶν, πλεονάζουσι τὸ τ καὶ ποιοῦσιν αὐτὸ τοί ὁμοίως τῷ «τώ μοι μία ἐγείνατο μήτηρ» (Γ 238).
25φημὶ ἀπὸ τοῦ ἠμί Arcad. 148, 20.
27E. M. 520, 38: «κέκλυτέ μευ» (Γ 86) τὸ κλυ βραχύ· τὰ γὰρ
προστακτικὰ τοῦ ἐνεστῶτος βραχείᾳ θέλει παραλήγεσθαι. ἔστι τῶν εἰς177

3,2

178

(17)

μι προστακτικῶν χρόνου ἐνεστῶτος. ἀπὸ τοῦ κλύω κλῦμι κλῦθι, τὸ δεύτερον τῶν πληθυντικῶν κλύτε καὶ κατ’ ἀναδιπλασιασμὸν κέκλυτε. ἀλλ’ ἴσως τις ἐρεῖ, ὅτι ταῦτα συστέλλει, τὸ δὲ κλῦθι μακρὸν ἔχει τὸ υ.
20ἰστέον ὅτι πολλὰ παρατίθησιν ἡμῖν ὁ Ἀπολλώνιος μακροπαράληκτα ὡς τὸ δίδωθι «δίδωθι δέ μοι κλέος ἐσθλόν» (Od. γ 380) ἀπὸ τοῦ δίδοθι.
οὐδὲν οὖν ἄτοπον, εἰ καὶ τὸ κλῦθι μακρὸν ἔχει τὸ υ.178

3,2

179

(14)

Choer. 850, 20: Τὰ εἰς μι ἀναδιπλασιαζόμενα κατὰ τὸν ἐνεστῶτα
15τούτῳ τῷ τρόπῳ ἀναδιπλασιάζονται· εἰ μὲν τὸ πρωτότυπον ἀπὸ φω‐ νήεντος ἄρχεται, διὰ τοῦ ι γίνεται μόνου ὁ ἀναδιπλασιασμός ὧ ἱῶ ἵημι τὸ πέμπω· εἰ δὲ τὸ πρωτότυπον ἀπὸ συμφώνου ἄρχεται ἑνός, τότε δι’ αὐτοῦ τοῦ συμφώνου καὶ τοῦ ι γίνεται ὁ ἀναδιπλασιασμός οἷον δῶ διδῶ δίδωμι, βῶ βιβῶ βίβημι, θῶ τιθῶ τίθημι, τοῦ δασέος θ διὰ τὴν
20κακοφωνίαν τραπέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ εἰς τὸ τ· εἰ δὲ τὸ πρωτότυπον διὰ συμφώνων ἄρχεται, εἰ μὲν μή ἐστιν ἄφωνον
πρὸ ἀμεταβόλου, διὰ τοῦ ι μόνου γίνεται ὁ ἀναδιπλασιασμὸς οἷον στῶ179

3,2

180

(5)

ἱστῶ ἵστημι, εἰ δέ ἐστιν ἄφωνον πρὸ ἀμεταβόλου, τότε δι’ αὐτοῦ τοῦ συμφώνου, φημὶ δὴ τοῦ ἀφώνου γίνεται ὁ ἀναδιπλασιασμὸς τοῦ ι οἷον πρῶ πιπρῶ πίπρημι καὶ πίμπρημι κατὰ πλεονασμὸν τοῦ μ, πλῶ πιπλῶ πίπλημι καὶ κατὰ πλεονασμὸν τοῦ μ πίμπλημι, χρῶ κιχρῶ κίχρημι, τοῦ δασέος χ διὰ τὴν κακοφωνίαν τραπέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν,
10φημὶ δὴ εἰς τὸ κ. Τούτων οὕτως ἐχόντων, ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν, ὥσπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ ἀναδιπλασιασμὸν τιθῶ τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ φῶ γίνεται μετὰ ἀναδιπλασιασμοῦ πιφῶ καὶ πίφημι, ἀλλὰ φημί γίνεται ἄνευ διπλασιασμοῦ; ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ
15φημὶ ἀναδιπλασιασθῆναι, ἐπειδὴ ἐγκλιτικόν ἐστιν, οἷον «αἰδεῖσθαί φημι»· κανὼν δέ ἐστιν ὁ λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλουσιν ὑπερβαίνειν τὴν δισυλλαβίαν οἷον εἰμί τις, πῶς ἐστε, ἡμῖν ἐστι· εἰ οὖν ἀνεδιπλασιάσθη τὸ φημί, ἤμελλε τρισυλλαβεῖν ἐγκλιτικὸν ὄν, ὅπερ ἀδύνατον.
20 Τὰ εἰς ρος ὑπερδισύλλαβα δεδιπλασιασμένα κατ’ ἀρχὴν καὶ τὴν πρώτην συλλαβὴν εἰς ρ καταλήγοντα προπαροξύνεται, βάρβαρος, τάρ‐ ταρος, Κέρβερος, πέρπερος, βόρβορος. Arcad. 70, 10.
24Τὰ διὰ τοῦ οινη ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ ν τὴν οι
25δίφθογγον οὐκ εἰσὶν γνήσια· τὸ μὲν γὰρ ἀγκοίνη βαρυνόμενον παρὰ τὴν ἀγκῶνος γενικὴν πεποιημένον τροπὴν ἔσχε τοῦ ω εἰς τὴν οι δίφθογ‐ γον· τὸ δὲ μενοινή ὀξυνόμενον καὶ αὐτὸ τροπὴν ἔσχε τοῦ ω εἰς τὴν οι δίφθογγον. ὤφειλε γὰρ εἶναι μενωνή. τὰ γὰρ εἰς η λήγοντα θη‐ λυκὰ ἀπὸ ῥημάτων γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐ‐
30τῆς τὸ αὐτὸ σύμφωνον ἢ ἀντίστοιχον, τῷ ω μεγάλῳ παραλήγεται· ὁ δὲ λόγος ἐπὶ τρισυλλάβων οἷον ἀγωγή ἔδει εἶναι ἀγή καὶ γέγονεν ἀγωγή, ὁμοίως ἔδω ἐδή ἐδωδή, ὄζω ὀδή ὀδωδή, ὄπτω ὀπή ὀπωπή, ἔχω ὀχή ὀκωχή, ἄκω ἀκή ἀκωκή. οὕτω μένω τὸ προθυμοῦμαι μενή
μενωνή, εἰ καὶ μὴ τὸ αὐτὸ σύμφωνον ἢ καὶ ἀντίστοιχον ἔχει ἐν τῇ180

3,2

181

(9)

τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς συλλαβῇ, καὶ ἴσως ὡς κατὰ τοῦτο γέγονε
10τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον μενοινή. παρατηρήσεις γὰρ τοῦτο, ὅτι τὰ οὕτω διπλασιασθέντα ἀπὸ φωνήεντος ἤρχετο οἷον ἀγωγή ἀκωκή ἐδωδή. τὸ δὲ μενοινή μόνον ἀπὸ συμφώνου καὶ ἐπεὶ παρήλλαξεν κατὰ τὴν ἄρχουσαν πρὸς τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν παραλήγουσαν. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου. Theogn. 114,
1512, E. M. 596, 38.
17 E. Or. 40, 20: γρῖπος παρὰ τὸ ἀγρεῖν, ὅ ἐστι παρακολουθεῖν τῇ ἄγρᾳ. οὕτως Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφίᾳ.
20Arcad. 69, 22: τὸ μαυρός ἀπὸ τοῦ ἀμαυρός γέγονε.
22 Io. Al. 18, 29: πάντων οὐκ ἐκ τοῦ ἁπάντων, ὥς τινες φασίν, ἀφαιρέσει τοῦ α γέγονεν, ἐπεὶ ἔδει καὶ τὸ παντός καὶ τὸ παντί βαρύ‐ νεσθαι ἐκ τοῦ ἅπαντος ἅπαντι ἀφῃρημένα.
26 Schol. ad Od. λ 539: κατ’ ἀσφοδελὸν λειμῶνα: ἄδηλον πότε‐ ρον σφοδελόν ἢ ἀσφοδελόν. λέγεται καὶ χωρὶς τοῦ α. τινὲς δὲ γρά‐ φουσι σποδελόν διὰ τὴν σποδὸν τῶν καιομένων νεκρῶν. ἄμεινον δὲ ἀσφοδελὸν τὸν τόπον τὸν ἔχοντα ἀσφόδελον, ἥτις ἐστὶ βοτάνη ὁμοία
30σκίλλῃ.
32Herod. in Bekk. Anecd. 1148: τὸ ἄρα ἀπέβαλε τὸ α καὶ ἐγένετο
ῥά καὶ ἐνεκλίθη.181

3,2

183

(25)

ἐμέ αἰτιατική, ὅτε φυλάσσει τὸ ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι,
ἐγκλιτική ἐστιν. Il. Pr. Ζ 355, Arcad. 142, 24.183

3,2

184

(9)

ἴσκοντες: ὁ Ἀσκαλωνίτης κατὰ ἀφαίρεσίν φησιν εἶναι τοῦ ε τὸ
10ἴσκοντες. Ἀρίσταρχος δὲ ἐκτεταμένως ἀναγινώσκει παρὰ εἴσκω ἐκδεξά‐ μενος· ἄμεινον δὲ ἡ τοῦ Πτολεμαίου ἀνάγνωσις· πρὸ γὰρ τῆς διὰ τοῦ σκω παραγωγῆς σπάνιόν ἐστι δίφθογγον εὑρεθῆναι, ὅτι, μὴ τὴν αυ· ταύτῃ οὖν μοι δοκεῖ ἀπὸ τοῦ εἴδω εἶναι ὁ μέλλων εἴσω· καὶ ἅμα τῇ ἐπενθέσει τοῦ κ ἐΐσκω γεγενῆσθαι κατὰ τὴν διαίρεσιν, ἵνα μὴ δίφθογγος
15γένηται, καὶ ἀποβολῇ τοῦ ε ἴσκω. οὕτως οὖν καὶ τὸ ἴσκοντες ὀφεί‐ λομεν κατὰ ἀποβολὴν τοῦ ε ἀναγινώσκειν. οὐ γὰρ μέτρον κωλύει. Il. Pr. Π 41 cf. Λ 709.
19ἕστασαν: δασυντέον τὸ ἕστασαν. ὑπερσυντέλικος γάρ ἐστι συγκε‐
20κομμένος, ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυντέλικος· οἱ δὲ ἀόριστοι ψιλόν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέγονται· «στὰν δὲ μεταστοιχεί» (Il. Ψ 358). καὶ ὁ πρότερος «στῆσαν ἀείραντες» (Od. β
425)· οὐκέτι δὲ ὁ ἕστασαν στάσαν. Il. Pr. Β 777.184

3,2

185

(18)

Ἐξάδιος: παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα ἤρξατο, παρὰ δὲ τοῖς νεωτέροις καὶ χωρὶς τοῦ ε εὑρέθη, ὡς καὶ Ὀϊλεύς μὲν παρὰ τῷ
20ποιητῇ καὶ παρ’ Ἡσιόδῳ. Il. Pr. Α 264.
22 ἀάπτους: ἐμοὶ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ διαφθείρω καὶ βλάπτω ἔνθεν τὸ «πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν» καὶ μέσον αὐτοῦ κατ’ ἔλλειψιν τοῦ α «μέγα δ’ ἴψαο λαὸν
25Ἀχαιῶν» (454). ἔνθεν καὶ τὸ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν καὶ κατ’ ἔλλειψιν τοῦ ι ἀάπτους ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ’
ἐπίτασιν τὰς ἄγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι. Il. Pr. Α 567.185

3,2

186

(17)

κρατὶ δ’ ἐπὶ κτιδέην κυνέην: ἀπὸ τοῦ κ ἡ ἀρχή, ἐπεὶ ἐν ἑτέροις «τοῦ δ’ ἀπὸ μὲν κτιδέην» (Κ 458). τοῦτο δὲ κατὰ ἀφαίρεσιν τοῦ ι λέ‐ γεται παρὰ τῷ ποιητῇ· ἴκτις γάρ ἐστιν, ὡς Νίκανδρος «ἴκτιδος ἥ τ’
20ὄρνισιν» (Ther. 196). τὸ γὰρ μονοσύλλαβον οὐ δύναται κατ’ ἔκτασιν οὔτε κατὰ συστολὴν λέγεσθαι. οὔτε γὰρ ἐκτείνεται ὡς κρηπῖδος ψηφῖ‐ δος· ταῦτα γὰρ ὑπὲρ μίαν συλλαβήν· οὔτε συστέλλεται· ἀρκεῖ γὰρ τὸ τίς. Schol. AD ad Il. Κ 335.
25Οἴτυλον ὡς δάκτυλον· ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγ‐
γου. κακῶς δὲ Τυραννίων οἰόμενος ἄρθρον εἶναι τὸ οι καὶ παρὰ τὴν186

3,2

187

(20)

συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴγε οὕτως φησὶ καὶ Φερεκύδης· «τοῦ δὲ γίνεται Ἀμφάναξ, τοῦ δ’ Οἴτυλος» ἀφ’ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται. Il. Pr. Β 585.
24E. M. 135, 31: Ἀργαφίης οἷον «νιψάμεναι κρήνης ἔδραμον
25Ἀργαφίης». τινὲς δὲ διὰ τοῦ ε ἀπὸ Γεργάφου τοῦ Ποσειδῶνος· τὸ δὲ ἐντελὲς ἐν τῷ Ἑρμῇ «κρήνης Γαργαφίης». ὁ δὲ Παρμενίσκος ἄνευ
τοῦ γ. ἡ ἔλλειψις ἀπὸ ἱστορίας.187

3,2

188

(17)

Ep. Hom. 173, 5: εἴβεις «τέρεν δάκρυον εἴβεις» (Π 11). λείβω τὸ στάζω καὶ κατὰ πάθος γίνεται εἴβω, ὥσπερ ἀπὸ τοῦ γαῖα κατὰ ἀφαίρεσιν τοῦ γ αἶα· πρῶτον ἄρα τὸ λείβω τοῦ εἴβω. ἰστέον δὲ ὅτι
20οὐδέποτε εἴβειν τέθειται ἐπὶ τοῦ σπένδειν. τὰ δὲ ἄλλα ὁμοίως «δά‐ κρυα λεῖβον» (Ν 88) «καταλείβεται ὕδωρ» καὶ τὸ «κατειβόμενον Στυγὸς ὕδωρ» (Ο 37). ὥσπερ δὲ παρὰ τὸ γαῖα μὲν ἐγένετο σύνθετον γαιήοχος καὶ παραγωγὸν γαιάτης οὐδὲ δὲ παρὰ τὸ αἶα, οὕτως καὶ ἐπὶ τούτων οὐδὲν μὲν κίνημα παρὰ τὸ εἴβω, παρὰ δὲ τὸ λείβω, λιβάς, λοιβή,
25λέβης, λίβανος καὶ λιβανωτός· καὶ ὃν τρόπον τὸ αἶα οὐδέποτε κατ’ ἀρχὴν ἔχεις στίχου παρὰ τῷ ποιητῇ, τὸ δὲ γαῖα, οὕτως οὐδέποτε τὸ εἴβω ἔχεις ἐν ἀρχῇ στίχου, ἀλλὰ τὸ λείβω.
29ἄχρι ἀπὸ τοῦ μέχρι ἀποβολῇ τοῦ μ καὶ μεταθέσει τοῦ ε εἰς α.
30οὕτως Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφίᾳ. E. Or. 100, 48 cf. Il. Pr. Π 324.188

3,2

189

(11)

τὸ ε πρὸ τοῦ θ οὐ δασύνεται, εἰ μὴ ἀντωνυμικὸν εἴη ἐξ ἀποβολῆς τοῦ ς σέθεν ἕθεν. Il. Pr. Ι 540.
14τὸ ἔρρω οὐ παρὰ τὸ φθείρω, ὡς οἴονταί τινες. Mon. 43, 10.
16λυτο (Il. Ω 1): εἰ μὲν μέσος δεύτερος ἀόριστός ἐστιν ἀπὸ τῶν
εἰς μι, ὥσπερ ἤδη ἐπίσταται λέγων «νῦν δὲ λύμην τρὶς τόσσα πορών»189

3,2

190

(14)

(Il. Φ 80) καὶ «τῆς δ’ ἄρα κλαιούσης λύτο γούνατα», ἔκτασις ἐγένετο
15διὰ τὸ μέτρον· εἰ δὲ παρατατικόν τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι ὥσπερ ἀπὸ τοῦ ἰχθύες ἰχθῦς, μύες μῦς, ῥύεσθαι ῥῦσθαι «πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε» (Ο 141). ἢ ἀπὸ τοῦ λέλυτο λύτο ὡς βέβλητο βλῆτο. Il. Pr. Ω 1.
20 Io. Al. 22, 19: αἱ τοῦ παρακειμένου παθητικοῦ μετοχαί, εἰ πάθωσί τι, προπαροξύνονται ὡς ἀπὸ τοῦ βεβλημένος βλήμενος, ἐληλασμέ‐ νος ἐληλάμενος, καὶ ὁ ἄσμενος δὲ καὶ ὄρμενος καὶ ἄρχμενος καὶ δέγμενος καὶ ἄλμενος καὶ ἐμπλήμενος καὶ οὐτάμενος εἴτε παρακειμέ‐ νου εἶεν παθητικοῦ εἴτε ἄλλου χρόνου, εἰκότως προπαροξύνονται.
26Io. Alex. 38, 27: τὸ ὠμαδίς ὀξύνεται καὶ ἴσως ἐκ τοῦ κατωμαδίς
ἀφῃρέθη.190

3,2

192

(23)

Choer. Dict. 531, 10: Ἰστέον ὅτι τὸ ἔτυπτε γίνεται καὶ μετὰ τοῦ ν ἔτυπτεν· τὸ γὰρ ε ἐφελκυστικόν ἐστι τοῦ ν ἐν τοῖς τρίτοις προσώ‐
25ποις τοῖς ἑνικοῖς τῶν ῥημάτων οἷον ἔλεγε ἔλεγεν, ἔμαθε ἔμαθεν· ὥσ‐ περ καὶ τὸ ι ἔχομεν, ὅτι γίνεται ἐφελκυστικὸν τοῦ ν, ὅταν ἔχῃ προη‐ γούμενον τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μὲν οἷον τύπτουσι τύπτουσιν, Αἴασι Αἴασιν, δυνάμει δὲ οἷον Φοίνιξι Φοίνιξιν, Πέλοψι Πέλοψιν· δυνάμει γὰρ ἐνταῦθά ἐστι τὸ ς· τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ ς
30δοκεῖ συγκεῖσθαι καὶ τὸ ψ ἐκ τοῦ π καὶ ς· καὶ πάλιν ἔστι ἔστιν· τὸ192

3,2

193

(17)

γὰρ τ ἐνταῦθα δυνάμει ς ἐστίν, ἀπὸ γὰρ τοῦ ἔσσι γέγονε κατὰ τρο‐ πὴν τοῦ ς εἰς τ· πολλάκις δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ι ἐφελκυστικὸν τοῦ ν οἷον ναῦφι ναῦφιν «ναῦφιν ἀμυνόμενοι μετὰ Βοιω‐
20τῶν ἐμάχοντο» (Ν 700). Choer. 560, 4: Γέγονε τὸ ἐτετύφειν τοῦτον τὸν τρόπον· ἔστιν ἐτετύφει τρίτον πρόσωπον· τοῦτο κατὰ τὴν διάλυσιν τῆς ει διφθόγγου εἰς δύο εε λέγουσιν οἱ Ἴωνες ἐτετύφεε, ἐπειδὴ τὸ ε ἐφελκυστικόν ἐστι τοῦ ν οἷον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν, ἐτετύφεε ἐτετύφεεν καὶ κατὰ
25κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον ἐτετύφειν ἐκεῖνος· τοιοῦτόν ἐστι καὶ τὸ «ἥ οἱ Λακεδαίμονι ναιεταούσῃ—ἤσκειν εἴρια καλά» (Γ 387) ἀντὶ τοῦ ἤσκει· καὶ τὸ «οὐδ’ ἄρα δὴν—εἱστήκειν, αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα» (Ψ 690) ἀντὶ γὰρ τοῦ εἱστήκει. Choer. 560, 33: τὸ ἦν ἐκεῖνος δευτέρου ἀορίστου ἐστὶν ἀπὸ
30τῶν εἰς ω. ἀπὸ γὰρ τοῦ ἔω τοῦ σημαίνοντος τὸ ὑπάρχω γέγονεν ὁ δεύτερος ἀόριστος ἦον ἦες ἦε καὶ κατὰ προσθήκην τοῦ ν ἦεν (τὸ γὰρ ε ἐφελκυστικόν ἐστι τοῦ ν οἷον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν) καὶ κατὰ κρᾶσιν τοῦ η καὶ ε εἰς η γέγονεν ἦν· ὅτι γὰρ δεύτερος ἀόριστός ἐστι, δηλοῖ ἡ μετοχὴ ἐών οὖσα ὀξύτονος· αἱ γὰρ εἰς ων ὀξύτονοι μετοχαὶ
35δευτέρου ἀορίστου εἰσὶν οἷον τυπών δραμών λαθών δακών πιών.193

3,2

194

(10)

Theogn. 161, 32: τὰ εἰς ιν ἐπιρρήματα ἐκ πλεονασμοῦ ἔχοντα τὸ
ν διὰ τοῦ ι γράφονται οἷον αὖθι αὖθιν· οὕτω γάρ φησιν (sc. ὁ τεχνι‐194

3,2

195

(11)

κὸς i. e. Ἡρωδιανός) παρὰ Ῥηγίνοις· πάλι πάλιν, πέρυσι πέρυσιν, ὃ καὶ πέρυτις λέγεται Δωρικῶς· αἶιν, ὅπερ ἀπὸ τοῦ αἰεί γέγονεν· νυνίν, οὑτωσίν.
15 Il. Pr. Σ 547: τέλσον ἐγένετο παρὰ τὸ τέλος ἐν ὑπερθέσει τοῦ ς καὶ προσόδῳ τοῦ ν.
18 Ep. Cr. I 150, 11, E. M. 314, 37: ἐγών Δωριέων διάλεκτός ἐστι· προσλαμβάνει τὸ ν· ἢ καὶ ὁ ποιητὴς ἐκκλίνων τὴν χασμῳδίαν τῶν
20φωνηέντων εἶπε τὸ ἐγών μετὰ τοῦ ν ὡς τὸ «καὶ ἐγὼν ἐπίκουρος ἐών» (Γ 188).
23 Choer. 592, 21: τὸ οἶσθα «οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι» (Η 358) εὕρηται καὶ μετὰ τοῦ ς οἶσθας ὡς παρὰ Κρα‐
25τίνῳ ἐν Μαλθακοῖς.195

3,2

196

(33)

Io. Al. 41, 1: ὁ ἤ ὀξυνόμενος, εἰ καὶ πλεονάζει τὸ ε, ἐπὶ τέλους ἔχει τὴν ὀξεῖαν; l. 23: ὁ ἦ περισπώμενος, ἐὰν προσλάβῃ τὸ ε, φυλάττει
35τὴν περισπωμένην.196

3,2

200

(30)

Io. Alex. 33, 33: τὸ εἴθε καὶ αἴθε βαρύνεται μέν, οὐ προπερι‐200

3,2

201

(9)

σπᾶται δὲ ὡς τὸ τῆλε καὶ ὧδε, ἀλλὰ παροξύνεται, ὅτι περιττή ἐστιν ἡ
10θε συλλαβή. cf. Io. Al. 5, 18, Mon. 27, 6.
12 Ep. Hom. 142, 22: ἐμέθεν, σέθεν, ἕθεν ὁ Ἡρωδιανὸς ἐκ τοῦ ἐμέ, σέ, ἕ καὶ κατ’ ἐπέκτασιν τῆς θεν. cf. Arcad. 179, 18, Priscian. XIII 2 p. 561 Krehl.
16 Mon. 44, 27: οἶσθα: ὅσα εἰς θα λήγει δεύτερα πρόσωπα ἐπεκτε‐ ταμένα, ταῦτα ἀποβολῇ τῆς θα συλλαβῆς καταλείπει ῥητὸν τὸ ῥῆμα οἷον λέγῃσθα λέγῃς, βάλῃσθα βάλῃς, ἦσθα ἦς· μόνον δὲ τὸ οἶσθα τοι‐ οῦτον οὐκ ἀνεδέξατο. αἴτιον δὲ τὸ πάθος. cf. Il. Pr. Τ 270, Φ 186,
20Choer. 868, 4.
22 Il. Pr. Α 129: δῷσι: Ζωΐλος ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρη‐ σάμενον ῥήματι· τὸ γὰρ δῶσί φασι πληθυντικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ
25τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι· τοιοῦ‐ τόν ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ (α 168) τὸ «φῇσιν ἐλεύσεσθαι» καὶ τὸ «εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἕεδνα» (θ 318). cf. Ο 359.
29Io. Alex. 24, 20: βαρύνεται ἡ σφίν ἐν τῇ σφίσιν καὶ δισυλλαβή‐
30σασα ἐπεκτείνεται. cf. Arcad. 143, 16, Apoll. de pron. 125.201

3,2

202

(23)

Io. Alex. 5, 18: πᾶσα φύσει μακρὰ πρὸ βραχείας ληκτικῆς ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται—χωρὶς τῶν διὰ τοῦ χιθε
25ἐπεκτεταμένων. ταῦτα γὰρ φυλάττει τὸν τόνον ἅτε δὴ περιττῆς οὔσης τῆς συλλαβῆς. παροξύνεται γοῦν τὸ ναίχι καὶ εἴθε καὶ αἴθε. ἔνθεν σημειούμεθα τὸ οὐχί ὀξυνόμενον. τὸ δὲ ᾗχι προπερισπᾶται «ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος» (Ε 774). cf. Il. Pr. Κ 292,
Μ 260, Arcad. 197, 1.202

3,2

205

(27)

Il. Pr. Α 576: ἦδος: ψιλωτέον ὡς τροχαϊκὸν τῶν εἰς ος ληγόν‐ των. κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος τοῦ ἡδονή· δασυνόμενον γὰρ μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον ὡς τὸ ἡμέρα μετασχηματίζεται
30εἰς τὸ ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰς τὸ ἄμυδις.205

3,2

208

(8)

Io. Al. 36, 14: τὸ ἐκεῖ ἀποκέκοπται.208

3,2

209

(22)

Il. Pr. 656: τὸ ἁμαρτῇ δασέως. περισπᾷ δὲ καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους. ὀξύνει δὲ ὁ Ἀρίσταρχος βουλόμενος αὐτὸ τοῦ ἁμαρ‐ τήδην ἀποκεκόφθαι· διὸ καὶ κατ’ αὐτὸν χωρὶς τοῦ ι γεγράψεται. ἐπι‐
25κρατεῖ μέντοι τὸ περισπώμενον, γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ.
27Il. Pr. Ο 4: ὑπα: παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν
ὑπαί καὶ ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθος τὸ τῆς ἀποκοπῆς.209

3,2

210

(7)

Io. Al. 21, 4: φησί, ὅπερ πάλιν ἀποκοπὲν ὀξύνεται. τὸ γὰρ φή ἀντὶ τοῦ φησί.
10 Il. Pr. Ε 256: α: συστέλλεται τὸ α καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲς τοῦ ἐνεστῶτός ἐστιν ἐῶ ἐᾷς ἐᾷ σὺν τῷ ι γραφόμενον ὡς τιμῶ τιμᾷς τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴας εἴα οὐ προσγραφομένου τοῦ ι «οὐ μ’ εἴας μακάρεσσι» (819). καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῇ «τὸν δ’ οὔτι πατὴρ εἴασκε μάχεσθαι» (Il. Υ 408), καὶ «τόνδ’ εἴασκεν»
15(Il. Ω 17), καὶ προστακτικὸν «ἀλλ’ ἔα ὥς οἱ πρῶτα» (Il. Α 270). εἰ τοίνυν ἐστὶ τοιοῦτο «τρεῖν μ’ οὐκ ἔα», μόνον συνεστάλη τὸ ἄλφα, καὶ ὁ παρατατικός ἐστι ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ὁ ἐνεστὼς ἀεί ἐστι περισπώμενος καὶ σὺν τῷ ι γραφόμενος, δῆλον ὅτι πολλὰ πάθη· συστολὴ γὰρ τοῦ α καὶ ἐκβολὴ τοῦ ι καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλως ἐκ‐
20δεξαίμεθα, ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τὸ τρίτον πρόσωπον πολλάκις διαλύειν εἰς δύο αα, ὧν τὸ μὲν πρότερον συνεσταλμένον ἐστί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ σὺν τῷ ι γραφόμενον, ὁρᾷς «οὐχ ὁράᾳς οἷος κἀγώ» (Il. Φ 108), καὶ ἐπὶ τοῦ τρίτου «ἰσχανάᾳ δοκέειν» (Il. Ρ 572), καὶ «ἐκπεράᾳ μέγα
25λαῖτμα» (Od. ι 323), «οὐκ ἐάᾳ Κρονίδης (Il. Θ 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆσθαι «τρεῖν μ’ οὐκ ἔα». ἔνθεν καὶ συνέσταλται τὸ α καὶ βεβάρυνται. οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀποκό‐ πτεσθαι καὶ ἄλλους χρόνους, ὡς ἔχει τὸ «οὖτα κατὰ λαπάρην» (Il. Ζ 64). εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περισπωμένων ἢ βαρυ‐
30τόνων ἐνεστῶτος ἐπὶ τρίτου ἀποκοπήν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παρα‐
δέξαιτο, ἑαυτὸν λήσει. περὶ γὰρ πάθους διαλαμβάνομεν.210

3,2

211

(10)

Il. Pr. Β 662: κατέκτα: Πτολεμαῖός φησιν ὁ Ἀσκαλωνίτης Ἀρί‐ σταρχον ἀνεγνωκέναι ὁμοίως τῷ «ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ» (Od. λ 410) κατὰ συστολήν. Τυραννίων δὲ κατ’ ἔκτασιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομιζομένῃ ὑπ’ Ἀριστάρχου «ὥς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν» (Il. Δ 319). ἡ μέντοι κοινὴ ἀνά‐
15γνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε τὴν τῆς ἀποκοπῆς, ὁμοίως τῷ «οὖτα κατὰ λαπάρην» (Il. Ζ 64).
18 Schol. ad Od. λ 221: δαμνᾷ, ἐπεί κεν πρῶτα λίπῃ: δαμνᾷ ὡς κιρνᾷ. οἱ δὲ «δάμναται ὥς κεν πρῶτα λίπῃ» ὡς Κράτης· ὁ δὲ Ἀσκα‐
20λωνίτης βαρύνει δάμνα, ἵν’ ᾖ τοῦ δάμναται ἀποκοπή. ἔξεστι δὲ ἀνα‐ γινώσκειν περισπωμένως ἀπὸ τοῦ δαμνῶμαι ὡς πειρῶμαι «πειρᾷ ἐμεῖο γεραιέ» (Ω 390) μὴ ἐκφωνουμένου τοῦ ι ὡς τὸ δύνᾳ παρ’ Ἀττικοῖς.
24Il. Pr. Π 99: ἐκδύμεν: παροξυτονητέον· τὸ γὰρ πλῆρές ἐστιν
25ἐκδύμεναι ὁμοίως τῷ «θοῶς ζευγνύμεν ἄνωγεν» (145) καὶ δῆλον, ὅτι λείπει γένοιτο.
28 Il. Pr. Ι 393: σόωσι: Τυραννίων προπερισπᾷ ὡς νοῶσιν, ὡς ἀπὸ τοῦ σοῶ περισπωμένου, ἐπεί, φησί, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν
30εἶπεν «ἥ κέν σφιν νῆάς τε σοῷ καὶ λαὸν Ἀχαιῶν» (424).211

3,2

214

(13)

Mon. 16, 12: τὸ παρὰ Ἑρμησιάνακτι ἐν Λεοντίου αʹ «μόνη δέ οἱ
ἐφλέγετο γλήν» οὐκ ἐντελές, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη.214

3,2

215

(7)

Dichr. 283, 6: τὸ «ἐξ ὀρέων ἐπὶ κάρ» (Il. Π 392) κατὰ πάθος. ἀπὸ γὰρ τοῦ κάρη κατ’ ἀποκοπὴν τοῦ η γέγονεν.
10 Herod. in Cathol. ap. Choer. Dictat, 515, 19, Theogn. 120, 26: τὸ κάρη ἀπὸ τοῦ κάρηνον ἀποκέκοπται.
13 Dichr. 289, 16: τὸ κάρα τὸ ἐκτεινόμενον ἐξ ἀποκοπῆς τοῦ κάρανον.
16 Arcad. 124, 17: τὸ δῶ ἀπὸ τοῦ δῶμα καὶ τὸ φᾶρ τὸ ἱμάτιον ἀπὸ τοῦ φᾶρος καὶ κρῖ.
19Theogn. 116, 4: τὸ αὔξη οἱ μὲν βαρυτονοῦσι λέγοντες ἀποκεκό‐
20φθαι, Ἡρωδιανὸς δὲ συνηγορεῖ τοῖς ὀξυτονοῦσι.
22 Mon. 10, 17: οὐδὲν περισπώμενον ἀποκέκοπται κατὰ γενικὴν πτῶ‐ σιν, ἐξεκόπη παρ’ Ἀριστίᾳ ἐν Ἀνταίῳ, ἔνθα φησίν «Αἰγαίου Ποσειδῶ παῖς, πατὴρ δ’ ἐμός».
26 Io. Alex. 11, 31: τὸ διχόμηνι μεταπέπλασται ἐκ τοῦ διχομήνῳ. δύναται δὲ καὶ ἀπὸ τοῦ διχόμηνις «πρὸς γάρ οἱ διχόμηνις ἀπ’ αἰθέρος
αἰγάζουσα» Ἀπολλώνιος (Α 1231) καὶ δοτικῆς διχομήνιδι ἀποκεκόφθαι215

3,2

216

(5)

«οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ» (Arat. Phaen. 470) καὶ ἀναδρομὴν ποιήσασθαι τοῦ τόνου.
8 Il. Pr. Ξ 387: ἡ δαΐ εἴτε ἀποκέκοπται εἴτε συγκέκοπται, ὀξυτονη‐ θήσεται.
11 Il. Pr. Δ 27: ἱδρῶ θ’, ὃν ἵδρωσα: αἰτιατική ἐστι κατ’ ἔκθλιψιν· δύναται μέντοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρες, ἐπειδὴ σύνηθες αὐτῷ οὕτως τὴν αἰτιατικὴν προφέρεσθαι.
15 Il. Pr. Ο 339: Μηκιστῆ: ὁμοίως τῷ «ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί» (Il. Δ 384). καὶ ἤτοι ἀπεκόπη ἡ Μηκιστῆα αἰτιατική, ἢ Δωρικῶς κέκλιται, ὅπερ μοι δοκεῖ καὶ ἄμεινον.
19Io. Alex. 12, 19: αἱ εἰς ω αἰτιατικαὶ ἀπὸ ἐντελῶν εἰς α πᾶσαι
20πεπόνθασι· ἡ μὲν γὰρ Ἀπόλλω καὶ Ποσειδῶ καὶ κυκεῶ καὶ αἱ παρα‐ πλήσιαι ἀποκοπεῖσαι οὐκ ἤμειψαν τῶν ὁλοκλήρων τὸν τόνον.
23 Io. Alex. 12, 16: οὐδεμία εἰς α λήγουσα αἰτιατικὴ ὀξύνεται· ἔν‐ θεν ἡ νιφάδα ἀποκοπεῖσα ἀνεβιβάσθη «ἀλευόμενοι νίφα λευκήν» (Hes.
25Op. 533).216

3,2

217

(6)

Choer. 95, 24: ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν τὴν Θόαν καὶ τὴν Αἴαν αἰτιατικὴν μὴ λέγομεν ἀπὸ τῶν Θόαντα καὶ Αἴαντα αἰτιατικῶν γεγενῆσθαι κατὰ ἀποκοπὴν τῆς τα συλλαβῆς καὶ μὴ ἀπὸ ἰσοσυλλάβου κλίσεως; καὶ ἔστιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ διὰ τοῦ
10ντ κλινομένη πάσχει ἀποκοπὴν κατὰ τὴν αἰτιατικὴν οἷον Ξενοφῶν Ξενοφῶντος Ξενοφῶντα, Κτησιφῶν Κτησιφῶντος Κτησιφῶντα. ἀμέλει τὸ Ποσειδῶν Ποσειδῶνος μὴ κλινόμενον διὰ τοῦ ντ πάσχει ἀποκοπὴν κατὰ τὴν αἰτιατικὴν οἷον τὸν Ποσειδῶνα τὸν Ποσειδῶ «νὴ τὸν Ποσειδῶ τοῦτον ἵππιον» (Arist. Nub. 83)· ὥστε οὖν ἀπὸ ἰσοσυλλάβου κλίσεως
15ταῦτα.
17 Choer. 422, 2: πᾶσα αἰτιατικὴ ἑνικῶν μονοσύλλαβος ἀρσενικὴ ἢ θηλυκὴ αὐτὴ καθ’ ἑαυτὴν οὖσα εἰς ν λήγει· τὸ δὲ νὴ Δί οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐχ εὑρίσκεται αὐτὴ καθ’ ἑαυτήν, ἀλλ’ ἐν συντάξει.
21 Il. Pr. Ο 128: τὸ ἠλέ ὡς καλέ ἐπιθετικῶς. εἴτε δὲ ἀπεκόπη εἴτε συνεκόπη ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου.
24Il. Pr. Ρ 201: ἆ δείλ’: τὸ πλῆρές ἐστιν ἆ δειλέ· οὐ γάρ, ὡς οἱ ἐξη‐
25γησάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροις γὰρ αὐτὸς λέγει «ἆ δειλώ, τί νυ δάκρυ κατείβετον» (Od. φ 86).
28 Dichr. 282, 4: τὰ δίχρονα τὰ ἐκ συναλοιφῆς ἐκτείνεσθαι θέλει κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξεται τῆς τα συλ‐
30λαβῆς τοῦ κέρατα κέρα καὶ κρέατα κρέα, συνεσταλμένον ἐστὶ τὸ δίχρονον.217

3,2

218

(28)

Choer. Dictat. 377, 11: τὰ γόνυα καὶ δόρυα γίνεται καθ’ ὑπερ‐ βιβασμὸν τοῦ υ γοῦνα καὶ δοῦρα. δύναται δὲ καὶ ἀπὸ τοῦ γούνατα
30καὶ δούρατα γενέσθαι κατὰ ἀποκοπὴν τῆς τα συλλαβῆς γοῦνα καὶ δοῦρα.218

3,2

222

(23)

E. M. 644, 8: ὡς παρὰ τὸ φύσις γίνεται φυσικός, μάντις μαντι‐ κός, οὕτως ὄφις ὀφικός καὶ ὀφιακός κατὰ πλεονασμὸν τοῦ α. συνη‐
25κολούθησε γὰρ τῷ θηριακός.
27 Il. Pr. Χ 28: ἄστρασιν: ὃν τρόπον ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο ἥ τε προβάτοις πρόβασιν ἥ τε πετάλοις πέταλσιν, οὕτως ἄστροις ἄστρα‐
σιν, ἐπεισελθόντος τοῦ α, ἵνα συστῇ ἡ λέξις.222

3,2

223

(21)

Io. Alex. 11, 27: αἱ πλεονάσασαι τὸ α κατὰ τὴν παραλήγουσαν παροξύνονται πατράσι, θυγατράσι μητράσι.
24Choer. 463, 17: αἱ πλεονάσασαι δοτικαὶ πληθυντικαὶ τῷ α παρ‐
25οξύνονται οἷον πατρί πατράσιν, θυγατρί θυγατράσιν, ἀνδρί ἀνδράσιν, υἷι υἱάσιν. ἔστι γὰρ ὗϊς ὕϊος ὕϊι καὶ κατὰ συναίρεσιν τοῦ υ καὶ ι εἰς τὴν υι δίφθογγον υἷι· καὶ ἐπειδὴ τοῦ ς προσερχομένου ἀσυνταξία ἤμελλε γενέσθαι (οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον οἷον μυῖα ἅρπυια, υἱός) τούτου χάριν ἐπλεόνασε τὸ α καὶ
30γέγονεν υἱάσιν.223

3,2

226

(15)

Schol. ad Od. μ 417: θεείου: εἴγε ἀπὸ τοῦ θείου διαίρεσις, διὰ τί τὸ θεείου διὰ διφθόγγου; φαμὲν οὖν ὅτι πλεονασμός ἐστι τοῦ ε ὡς εἷς ἕεις.
19Ep. Hom. 412, 8: τεόν: τὸ κοινὸν σόν, Δωρικὸν τεόν· πέπονθε
20γὰρ πλεονασμὸν τοῦ ε καὶ τροπὴν τοῦ ς εἰς τ, ἀλλ’ ἐπὶ τῶν πρωτο‐ τύπων τροπὴ μόνη γίνεται σύ τύ· ἐπὶ δὲ τῶν κτητικῶν οὔτε ἡ τροπὴ χωρὶς πλεονασμοῦ οὔτε ὁ πλεονασμὸς ἄνευ τῆς τροπῆς παρὰ Δωριεῦσι
σόν τεόν, σῇ τεῇ «ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμή» (Ξ 249).226

3,2

228

(22)

Il. Pr. Ε 163: ἀἕκοντας: στέρησίς ἐστι τοῦ ἑκόντα τὸ ἀέκοντα· διὸ δασυντέον τὸ ε· πταίει οὖν Νικίας ψιλῶν τὸ ε. οἴεται γὰρ τῷ ἄκοντα ἐπεντίθεσθαι τὸ ε. ὅπερ οὐκ ἔστι· τὸ γὰρ ἄκοντα συναλοιφή
25ἐστι τοῦ ἀέκοντος.
27 Il. Pr. Α 508: μητίετα: ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε καὶ συστολῇ τοῦ ι ἀπὸ εὐθείας τῆς μητίτης κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν. cf. Α 175.
31 Il. Pr. Σ 538: δαφοινεόν: ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰς ος ὀνομά‐ των ὁ πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν κενός κενεός,
ἀδελφός ἀδελφεός.228

3,2

229

(25)

Il. Pr. Ψ 160: τὰ εἰς ος λήγοντα ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεσθαι θέλει, φωλεύω φωλεός, ὀχεύω ὀχεός καὶ ἐν πλεονασμῷ τοῦ ς ὀσχεός, καὶ παρὰ τὸ σωρεύω δὲ ὁ σωρεός· τὸ δὲ σωρός κατὰ συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λο‐ χεύω δὲ ὁ λοχεός ἔσται κατ’ ὀξεῖαν τάσιν «ὁ δ’ ἐκ λοχεοῖο πάϊς»
30(Hes. Theogn. 178). ἀλλ’ οὖν γε βαρυτόνως οἱ πλείους ἀνέγνωσαν, πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε, ὥστε παρὰ τὴν λόχου γενικὴν «ἐκ
λόχου ἀμπήδησε» (Il. Λ 379) λόχοιο γενέσθαι καὶ λοχέοιο.229

3,2

230

(11)

Il. Pr. Ψ 361: προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ σὺν τῷ ι τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀσκαλωνίτης, ἐκ τοῦ μεμνέοιτο ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐστὶν ὁ σχηματισμὸς καὶ προπερισπᾶται, ἐν Κύρου παιδείας πρώτῳ (6, 3) «ἀλλ’
15ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο». τὸ δὲ ἀνά‐ λογον διὰ τοῦ η προσκειμένου τοῦ ι παρ’ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου» καὶ πάλιν προπερισπαστέον.
20 Schol. A ad Il. Ξ 241: ἐπίσχοιες: οὕτως τὴν γραφὴν παρατί‐ θεται ὁ Ἡρωδιανὸς ἐν τῷ ιζʹ τῆς καθόλου καὶ λέγει ἀπὸ τοῦ ἐπί‐ σχοις πλεονασμὸν εἶναι τοῦ ε ἢ συστολὴν τοῦ ἐπισχοίης.
24E. M. 146, 19: ὁ Ἡρωδιανός φησιν ἐν τῇ καθόλου πλεονά‐
25ζειν τὴν ει δίφθογγον καὶ γίνεται ἀρνός ἀρνειός ὡς ἀμνός ἀμνειός.
27 Arcad. 45, 1: τὰ εἰς ειος ὑπερδισύλλαβα μὴ πλεοναζούσης τῆς ει διφθόγγου προπαροξύνεται Αἰάντειος Ὁμήρειος γαλήνειος Ἱππάρχειος·
τὸ δὲ ἀδελφειός ἀπὸ τοῦ ἀδελφός πλεονάζει τὸ ει.230

3,2

232

(25)

Mon. 46, 6: βοτρυδόν: τὰ εἰς δον λήγοντα ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰς υς ληγόντων ὀνομάτων παράγεσθαι καὶ πρὸ τέ‐ λους ἔχειν τὸ υ. μονῆρες ἄρα τὸ βοτρυδόν. —ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰς υς παραγωγὸν ποιήσας ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλους τὸ υ, ἀλλὰ τὸ η,
30πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόσωπα.232

3,2

233

(18)

Il. Pr. Ω 228 et περὶ Ἀττικῶν προσῳδιῶν E. M. 804, 11: φω‐ ριαμός: εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυ‐
20λάσσειν ἡ προκειμένη λέξις παρῆκται, ἔσται κατ’ ὀξεῖαν τάσιν φωραμός καὶ πλεονασμῷ τοῦ ι φωριαμός.
23 Theogn. 57, 14: αἰζήϊος πλεονάσαν τὸ ι, οὐ τὸ η, ἀνεβίβασε τὸν τόνον, ὥς φησιν Ἡρωδιανὸς ἐν τῇ καθόλου.
26 Mon. 43, 31: ἐσθίω: τὰ εἰς ω λήγοντα ῥήματα ὁριστικὰ ἐνεστῶ‐ τος χρόνου, εἰ λάβοι ἐπέκτασιν τοῦ ι, περισπᾶσθαι θέλει χαίρω χαριῶ, ἐρεύθω ἐρευθιῶ, φλέγω φλεγιῶ, κνήθω κνηθιῶ, κνίφω κνιφιῶ· ἀλλὰ
μόνον τὸ ἐσθίω βαρύνεται· τὸ γὰρ δείδιε οὐχ, ὥς τινες οἴονται, ἀπαι‐233

3,2

234

(17)

τεῖ θέμα τὸ δειδίω. εἰ δὲ καὶ ἀπαιτήσῃ, ἐκ παρακειμένου ἂν εἴη γι‐ νόμενον.
20 St. B. 379, 3: Κοτιάειον: —τινές φασι Κοσιάειον ὀφείλει· δοκεῖ δὲ ἀπὸ τοῦ Κόσα Κοσάειον ὡς τοῦ Μίδα Μιδάειον καὶ προσθέσει τοῦ ι Κοσιάειον καὶ τροπῇ Κοτιάειον.
24St. B. 62, 1: Ἀκουιτανο: ἔοικε τὸ ι κατὰ πλεονασμὸν ἔχειν.
26 St. B. 608, 9: Ταῦρος: τὸ ἐθνικὸν Ταυριανός πλεονασμῷ τοῦ ι ὡς Ζυγιανός.
29Io. Al. 37, 31: τὸ δοάν ὀξυνόμενον πλεονασμὸν ἔχει τοῦ ο δήν
30δάν δοάν.234

3,2

235

(20)

Il. Pr. O 365: τὸ ἥτε ξείνων θέμις ἐστί (Od. ι 268) δασύνεται, τὸ δὲ ἠΰτε ψιλοῦται.
23 Ep. Cr. I 313, 5: τὰ εἰς ω λήγοντα ῥήματα εἴτε βαρυτονεῖται εἴτε περισπᾶται, διὰ τοῦ υ βραχυνομένου ἐπεκτείνεται παρὰ τοῖς Ἴωσιν
25οἷον κινῶ κινύω, φορῶ φορύω, ἐξ οὗ κατὰ παρένθεσιν Δωρικὴν τοῦ
ν φορύνω.235

3,2

236

(20)

Schol. A ad Il. Γ 272: ἄωρτο. —τοῦ ἄρω ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὑπερσυντέλικος ἤρμην, τὸ τρίτον ἦρτο, συ‐ στολῇ ἄρτο, ἐπενθέσει τοῦ ω ἄωρτο ὥσπερ εἶθα εἴωθα. οὕτως Ἡρω‐ διανὸς ἐν τῷ βʹ τμήματι τῷ περὶ παθῶν Διδύμου.
25E. Or. 57, 10: ἐτήτυμον: ἐτεόν ἔτυμον καὶ πλεονασμῷ τῆς τη
συλλαβῆς ἐτήτυμον.236

3,2

237

(15)

Eustath. 890, 9: φασὶν Ἀπίων καὶ Ἡρόδωρος, ὅτι ἔοικεν ὁ Ῥοδίος ποταμὸς παρὰ τὸν ῥόον ὠνομάσθαι πλεονάσαντος τοῦ δι ὡς καὶ ἐν τῷ πῖδαξ. πίαξ γὰρ παρὰ τὸ πιεῖν. καὶ ἐν τῷ πόρδαλις
καὶ πάρδαλις· παρὰ τὸ προάλλεσθαι γὰρ καὶ παράλλεσθαι.237

3,2

240

(19)

Arcad. 161, 10: σεσημείωται τὸ δάκνω βαρύτονον, ὅπερ ἀπὸ τοῦ
20δαγκάνω καὶ κατὰ συγκοπήν.
22 Il. Pr. Μ 148: τὰ εἰς μος μετ’ ἐπιπλοκῆς τοῦ χ ὀξύνεσθαι θέλει, αὐχμός, ἰωχμός. ταύτῃ καὶ πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ ἐντελές ἐστιν, ὀξυτονηθήσεται.
26E. Or. 57, 2, E. M. 316, 40: ἕδνα τὰ πρὸ τοῦ γάμου ὑπὸ τοῦ240

3,2

241

(24)

νυμφίου διδόμενα δῶρα τῇ νύμφῃ. παρὰ τὸ ἥδω τὸ εὐφραίνω ἥδανον
25καὶ συγκοπῇ καὶ συστολῇ ἕδνον. ἥδονται γὰρ τούτοις οἱ γαμούμενοι.241

3,2

242

(19)

Choer. Dict. 380, 27: κάρηαρ καρήατος καὶ κατὰ συγκοπὴν κάρη‐
20τος ὡς παρὰ τῷ ποιητῇ (Od. ψ 157)
κὰδ δὲ κάρητος
οὔλας ἧκε κόμας.
24Mon. 23, 25: τὰ εἰς μεν λήγοντα πληθυντικὰ ἀεὶ θέλει καθαρὸν
25ἔχειν τὸ μ, δίδομεν, τίθεμεν, λέγομεν, νοοῦμεν. εἰ μέντοι σύμφωνον εὑρεθείη, συγκοπὴ πρὸ αὐτοῦ ὁρᾶται γινομένη ἴσαμεν ἴσμεν, ἴδομεν ἴδμεν, ἐοίκαμεν ἔοιγμεν, δέδοιγμεν, ἐπέπιθμεν.
29E. M. 428, 29: «ἤλσατο βοῦς» Ἴβυκος παρὰ τὸ ἠλάσατο.242

3,2

243

(14)

Theogn. 123, 15: πλαίσιον: γέγονε παρὰ τὸ πέλας καὶ συγκοπῇ
15πλάσιος καὶ πλεονασμῷ τοῦ ι πλαίσιος. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.
18 Ep. Cr. I 338, 22: τὰ εἰς ος δισύλλαβα τοῖς αὐτοῖς συμφώνοις κεχορηγημένα, παραληγόμενα τῷ ο βαρύνεται οἷον κόττος, ὄσσος, ὄρρος,
20Κόλλος, σπόγγος· τὸ νοσσός ἐκ τοῦ νεοσσός.
22 E. M. 319, 27: ἔθρισε: παρὰ τὸ θερίζω κατὰ συγκοπὴν θρίζω καὶ ἀποθρίζω καὶ ἀπέθρισεν.
25 E. Or. 55, 6, E. M. 386, 7: ἐτάζω: ὥσπερ παρὰ τὸ μάταιον γίνεται ματαιάζω, οὕτω καὶ παρὰ τὸ ἐτεόν τὸ ἀληθές γίνεται ἐτεάζω τὸ τὴν ἀλήθειαν ἐρευνῶ καὶ ἀποβολῇ τοῦ ε ἐτάζω καὶ ἐξετάζω.
29Arcad. 62, 18: τὸ ἀμνός ὀξύνεται· ἀπὸ γὰρ τοῦ α καὶ ἐπιθετικώ‐
30τερον. ἄμενος γὰρ παρὰ τὸ μὴ ἔχειν μένος.
32 Schol. BDLV ad Il. Β 461: Ἀσίω ἐν λειμῶνι (Β 461) ἐν γε‐ νικῇ ἐκληπτέον καὶ χωρὶς τοῦ ι ὡς τὸ «ἐϋμμελίω Πριάμοιο». οὕτως
Ἡρωδιανὸς ἐν τῇ καθόλου.243

3,2

245

(13)

Eust. 1446, 24: τοῦ ὄσσος ὤφειλε τὸ δυϊκὸν γεγενῆσθαι τὼ ὄσσεε, παθὸν δὲ ἀποκοπὴν ἢ συγκοπήν, ἄδηλον γάρ φησι (sc. Herodianus, ut
15videtur, in Catholica) τὸ πάθος, ἐποίησε τὸ ὄσσε.
17 Choer. Dict. 463, 4: τὸ σπέεσσι συγκοπὲν καὶ γενόμενον σπέσσι διὰ μὲν τὴν δισυλλαβίαν ὤφειλεν ὀξύνεσθαι, διὰ δὲ τὸν διπλασιασμὸν τοῦ ς, ὅστις ἀεὶ ἐν βαρυνομέναις δοτικαῖς θεωρεῖται, κατὰ τοῦτο
20ἐβαρύνθη. Ἡρωδιανὸς ἐν τῇ Α ῥαψῳδίᾳ τῆς Ὀδυσσειακῆς προσῳδίας.
22 Io. Alex. 29, 2: ὠκέα ὦκα, σαφέα σάφα καὶ τούτων ἀνεβιβάσθη ὁ τόνος καὶ μετὰ τὴν ὑπεξαίρεσιν τοῦ ε.
25Il. Pr. Ω 202: ἔκλε’: τὴν κλε συλλαβὴν ὀξυτονεῖ ὁ Ἀσκαλωνίτης,
ἡγούμενος τὸ πλῆρες εἶναι ἐκλέου. οὐκ ἔστι δέ, ἀλλ’ ἐκλέεο τετρα‐245

3,2

246

(10)

συλλάβως. καὶ δῆλον ὅτι εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ μετὰ τὴν ὀξεῖαν, ὀφείλει πάλιν τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα φυλάττεσθαι· οὐδὲ γὰρ χαρακτὴρ κωλύει. τὸ μέντοι «σὺ δ’ αἴδεο καί μ’ ἐλέησον» (Il. Φ 74) καὶ τὰ τοιαῦτα, πρώτης ὄντα συζυγίας τῶν περισπωμένων, ἄλλης ἀναλογίας ἔχεται, ὡς ἐν ἑτέροις εἴρηται.
16 Il. Pr. Κ 67: ἐγρήγορθαι: τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύ‐ νοντες· οὐκ ἐχρῆν δέ. εἴτε γὰρ συγκοπή ἐστι τοῦ ἐγρηγορέναι, εἴτε παθητικός, ὀφείλει παροξύνεσθαι, καθότι τὰ εἰς θαι λήγοντα ἀπαρέμ‐ φατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι, τετίλθαι,
20ἐσπάρθαι· μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύνασθαι προπαροξύνεσθαι τὸ ἐγρήγορθαι τὸ τὰ εἰς θαι λήγοντα, τῇ ορ συλλαβῇ παραληγόμενα, μὴ παρ’ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶσθαι ἢ τῇ Αἰολίδι, τέτορθαι, μέμορθαι, ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνος ὁμοίως τοῖς προκειμένοις.
26Ep. Cr. I 136, 11: ἔσεται καὶ κατὰ συγκοπὴν ἔσται.246

3,2

247

(22)

Theogn. 26, 27: τὸ Ἀλκμάν, εἰ παρὰ τὴν ἀκμήν ἐγένετο, πε‐ πλεόνακε τὸ λ, εἰ δὲ παρὰ τὴν ἀλκήν, πεπλεόνακε τὸ μ, εἰ δὲ παρὰ τὸ ἄλκιμος, ἐν συγκοπῇ γέγονε. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.
26 Il. Pr. Α 464: τὸ μηρίον ἐντελέστερον τοῦ μήρου· ἐκ γὰρ συγκο‐ πῆς αὐτοῦ γέγονε.
29Il. Pr. Ο 320: κατένωπα: Ἀρίσταρχος ὡς δῶμα ἀπ’ εὐθείας τῆς
30ὤψ, ἥτις αἰτιατικὴν ἔχει τὴν ὦπα. ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείους ὡς κατέναντα, οἷς καὶ βέλτιον πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια κατὰ συγκοπὴν κατένωπα ὡς μηρία μῆρα, σιτία σῖτα.
34Arcad. 88, 14: τὸ ἐπεσβόλος παροξύνεται ἀπὸ τοῦ ἔπεσι βάλλειν.247

3,2

249

(21)

E. Gud. 330, 59, E. M. 523, 7: τὸ κνύζα, ὡς λέγει Ἡρῳδια‐ νὸς ἐν τῇ καθόλου, εἰ μὲν ἐπὶ τοῦ φυτοῦ, συγκοπή ἐστιν οἷον «χαμαιζήλοιο κονύζης» (Nicand. Ther. 70), εἰ δὲ ἐπὶ τοῦ παρεφθαρ‐ μένου καὶ ἐρρυπωμένου, οὐ συγκοπή ἐστιν, ἀλλ’ ἀπὸ τοῦ κνύω, ἀφ’
25οὗ κνύος ἡ φθορά.
27Arcad. 149, 26: γνυπῶ τὸ γονυπετῶ.
29Il. Pr. Ξ 351: τὸ λάγνος ἔννοιαν ἔχει συνθέσεως. Eust. 1412,249

3,2

250

(25)

29: ἐκ τοῦ γόνος ἤτοι γονή οὐ μόνον ὁ λάγνος ἀλλὰ καὶ ὁ κατὰ τοὺς παλαιοὺς λάγνης ὡς οἱονεὶ λαγόνης ἤγουν πολύγονος. καὶ μέν τινες
παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ γυνή τὰ τοιαῦτα παρήγαγον.250

3,2

253

(12)

St. B. 200, 5: Γέα πλησίον Πετρῶν ἐν Ἀραβίᾳ. τὸ ἐθνικὸν Γέϊος· ἐν Πέτραις δ’ ἐπιχωριάζειν κύριον ὄνομα τὸ Γέσιος. κατὰ ἀναλογίαν δ’ ἔδει Γεάτης ὡς Τεγεάτης. ἔοικε δὲ Γεήσιος προϋπάρχειν ὡς τὸ Ἰθα‐
15κήσιος καὶ κατὰ συγκοπὴν Γέσιος.
17 E. Or. 57, 29: ἐχθρός: παρὰ τὸ ἔχθος ἐχθηρός καὶ συγκοπῇ ἐχθρός ἢ ὡς κῦδος κυδρός. Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ.
20 Choer. Dict. 773: τὸ τρέφοιν ὡς παρ’ Εὐριπίδῃ «ἄφρων ἂν εἴην εἰ τρέφοιν τὰ τῶν πέλας» (fr. 152 Dind.) τρεφοίην ὡς περιπα‐ τοίην καὶ ἀπὸ τοῦ τρεφοίην κατὰ συγκοπὴν τοῦ η γέγονε τρέφοιν.
24Il. Pr. Γ 102: διακρινθεῖτε: οὕτως προπερισπᾶται διακρινθεῖτε.
25ἔστι γὰρ εὐκτικόν, κατὰ πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε ὁμοίως τῷ
«καὶ εἴ ποθεν ἄλλ’ ἐπιθεῖτε» (Od. χ 62) ὧν πάλιν πρῶτα διακρινθείη‐253

3,2

254

(25)

μεν καὶ διακρινθεῖμεν, ὥσπερ καὶ τὸ «ἡμεῖς δ’ ἐς δεκάδας διακοσμη‐
θεῖμεν Ἀχαιοί» (Il. Β 126).254

3,2

255

(20)

Mon. 41, 1: χείρων: οὐδὲν εἰς ων λῆγον συγκριτικὸν πρὸ τοῦ ω τὸ ρ ἔχει, ἀλλὰ μόνον τὸ χείρων· αἴτιον δὲ τὸ πάθος.
23Schol. ad Od. π 175, Choer. Dict. 174, 9, E. M. 576, 15: με‐
λαγχροιής: ὀξυτόνως· τοῦτο δὲ κατὰ συγκοπὴν Ἀττικοὶ μελαγχρής.255

3,2

256

(23)

E. Or. 117, 26, E. M. 618, 8: «οἶμα λέοντος ἔχει» Ἰλιάδος Π (752) ἀπὸ τοῦ οἰμῶ οἰμήσω «οἴμησε δὲ ἀλεὶς ὥστ’ αἰετός» (Χ 308)
25οἴμημα καὶ κατὰ συγκοπὴν οἶμα.
27 Arcad. 79, 24: τὰ εἰς τος ὀξύνεται, εἰ μὴ ἐκ πλειόνων συλλαβῶν εἰς δισυλλαβίαν μεταστῇ ὡς δύστος ὁ δύστηνος, καὶ πόστος ἐκ τοῦ
πόσατος γέγονεν.256

3,2

257

(18)

Mon. 14, 15: χαρίεις: οὐδὲν εἰς εις λῆγον ὄνομα ὑπὲρ μίαν συλ‐ λαβὴν ἀρσενικὸν τῷ ι παραλήγεται. —τὸ τοίνυν χαρίεις σημειῶδες τῷ
20ι χρησάμενον πρὸ τέλους. ὁ μέντοι Ἀνακρέων καὶ χαριτόεις εἶπεν, ἀποδοὺς τὸ ἐντελὲς τῇ λέξει.
23 Mon. 27, 5: ἐκεῖθεν: οὐδὲν εἰς θεν λῆγον ἐπίρρημα τοπικὸν τῇ ει διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἐκεῖθεν. αἴτιον δὲ τὸ πάθος·
25ὁ γοῦν Ἀλκαῖος κεινόθεν ἐστὶν ὅπου ἀπεφήνατο αὐτό.
αἲ γάρ κ’ ἄλλοθεν ἔλθῃ, τί δὲ φὴ κήνοθεν ἔμμεναι.
28 Il. Pr. Ζ 239: ἔτας: ὁ Ἀσκαλωνίτης τὸ ἔτης ψιλωτέον φησίν, εἰ καὶ ἐπὶ τῶν ἑταίρων τάσσεται, ἐπεὶ συγκοπὴ ἐγένετο ὡς ἀπὸ τοῦ
30ἥλατο ἆλτο.257

3,2

258

(18)

Il. Pr. Ω 213: ἄντιτα: παραφυλακτέον, ὅτι συλλαβὴ λείπει ἡ τι τοῦ ἐντελοῦς ὄντος ἀντίτιτα.
21 Arcad. 62, 8: τὸ λίχνος βαρύτονον ὡς σύνθετον παρὰ τὸ λίαν χαίνειν.
24Il. Pr. Λ 257: ὄπατρον: ψιλωτέον οὐχ ὡς οἴονται διὰ τὴν συγκο‐
25πήν· πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι· ἀπεδείξαμεν δὲ ἡμεῖς ἐν ἑτέροις, ὡς καὶ δασύνεται· ἑστήκαμεν γοῦν καὶ ἕσταμεν, Ἡράκλεες Ἥρακλες· τί οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν, τὸ κατὰ συγκοπὴν πάλιν δασύνεσθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι.
31Arcad. 47, 18: τὸ ὄμαργος σύνθετον ἀπὸ τοῦ ὁμοῦ καὶ ἀργός·
ἔστι δὲ ὄνομα κυνός.258

3,2

259

(24)

Il. Pr. Ο 619: ἠλίβατος· ἀπὸ τοῦ ἀλιτεῖν ἐσχημάτισται· καὶ
25ὤφειλεν ὅμοιον εἶναι τῷ ἠλιτόμηνος· συγκοπὴν δὲ ἔπαθεν.259

3,2

262

(15)

Choer. Dict. 387: Ἰστέον ὅτι τινὲς θέλουσιν ὀξύνειν τὴν Ἀττικὴν γενικὴν τῶν ἑνικῶν οἷον τοῦ κρεώς τοῦ γηρώς τοῦ κερώς ὀξυτόνως λέγοντες, ὅτι ἀπὸ τοῦ κρέατος καὶ γήρατος καὶ κέρατος ἐγένοντο κατὰ συγκοπὴν τοῦ α καὶ τ κρεός καὶ γηρός καὶ κερός διὰ τοῦ ο ὀξυτόνως τῷ λόγῳ τῶν εἰς ος δισυλλάβων γενικῶν οἷον ὥσπερ πατρός μητρός
20φωτός μηνός χηνός παιδός σπληνός συός φρενός γραός καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντες τὸ ο εἰς ω ἐφύλαξαν τὴν ὀξεῖαν τάσιν οἷον κρεώς γηρώς κερώς. τῷ δὲ Ἡρωδιανῷ οὐ δοκεῖ τοῦτο, ἀλλὰ ταῦτα βα‐ ρυτόνως δοξάζει λέγεσθαι οἷον τοῦ κρέως τοῦ γήρως τοῦ κέρως τῷ λόγῳ τῆς συναιρέσεως τῆς γενομένης ἀπὸ ὀξείας καὶ δύο βαρειῶν εἰς
25ὀξεῖαν βαρεῖαν οἷον κρέαος κρέως, γήραος γήρως ὥσπερ Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους. κέχρηται δὲ λόγῳ τοιούτῳ· εἰ δὲ λέγεται συγκοπὴν γεγενῆσθαι ἐν τῇ γενικῇ τῇ κρέως, ὤφειλε συγκοπὴ γενέσθαι καὶ ἐν τῇ δοτικῇ καθόλου γὰρ πᾶσα γενικὴ συγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν συγκοπτομένην οἷον πατέρος πατρός, πατέρι πατρί,
30μητέρος μητρός, μητέρι μητρί, Δημήτερος Δήμητρος, Δημήτερι Δήμητρι, ἀνέρος ἀνδρός, ἀνέρι ἀνδρί, θυγατέρος θυγατρός, θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται συγκοπὴν τοῦ α καὶ τοῦ τ,
ἐπεὶ κρεΐ ἤμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐστίν, οὐκ ἄρα δὲ οὐδὲ ἡ κρέα‐262

3,2

263

(19)

τος γενικὴ δύναται συγκοπὴν ἀναδέξασθαι τοῦ α καὶ τοῦ τ καὶ γενέ‐
20σθαι τοῦ κρεός ὀξυτόνως κἀκεῖθεν τοῦ κρεώς ὁμοίως ὀξυτόνως κατ’ ἐπέκτασιν τοῦ ο εἰς ω, ἀλλ’, ὡς εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶσιν γεγόνασι καὶ βαρύνονται.
24Il. Pr. Α 80: χέρηϊ: ὡς Ἄρηϊ: γέγονε δὲ οὕτως. ἔστι τι χερείο‐
25νος γενικὴ καὶ αἰτιατικὴ «χερείονά περ καταπέφνων» (Il. Ρ 539)· ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν συγκόψας ἔφη «ἀλλὰ τὸν υἱὸν ἐγείνατο εἷο χέρεια» (Il. Δ 382), πληθυντικῶς δὲ τὰ χερείονα χέρεια «χέρεια δὲ χείρονι δόσκεν» (Il. Ξ 400), τοῦτον τὸν τρόπον καὶ χερείονι χέρειϊ καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου εἰς
30τὴν η.
32 Il. Pr. Λ 395: εὑρέθη τὸ πλέες καὶ τὰ ἀπ’ αὐτοῦ κινήματα. τοῦ «πλέονές κεν μνηστῆρες» (Od. ς 247) συγκοπή ἐστιν ἡ πλέες φωνή.
35Il. Pr. Δ 222: κατὰ τεύχε’ ἔδυν: συσταλτέον τὸ ἔδυν. πληθυντι‐263

3,2

264

(5)

κὸν γάρ ἐστι συγκοπὲν ἀπὸ τοῦ ἔδυσαν· τὸ δὲ ἑνικὸν ἐκτατέον ἔδυν «δῦ δέ μιν Ἄρης» (Il. Ρ 210). ὅμοιόν ἐστιν αὐτῷ καὶ τὸ «ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδόν» (Od. ε 481). εἰ δέ τις λέγοι, ὅτι τὰ ἑνικὰ καὶ τὰ πλη‐ θυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐστιν οἷον ἔλεγον ἐγὼ καὶ ἔλεγον ἐκεῖνοι, ἴστω ὅτι ἐκ συγκοπῆς ἐστι τοῦτο τοῦ ἔδυσαν. ἐν δὲ τοῖς τοι‐
10ούτοις τρίτοις ἡ συγκοπὴ ἀναδέχεται λῆξιν τὴν αὐτὴν τῇ παραληγούσῃ τῆς γενικῆς τῆς κατὰ τὴν μετοχήν, ἔστησαν ἔσταν, στάντος γάρ, ἔβη‐ σαν ἔβαν, βάντος γάρ. ἐκοσμήθησαν ἐκόσμηθεν, κοσμηθέντος γάρ· «φά‐ νεν δέ οἱ εὐρέες ὦμοι» (Od. ς 68) φανέντος γάρ· ἔφυμεν ἔφυτε ἔφυ‐ σαν, ἔφυν, ἐπεὶ φύντος· ἔδυμεν ἔδυτε ἔδυν, ἐπεὶ δύντος.
16 Il. Pr. Β 777: ἕστασαν: δασυντέον τὸ ἕστασαν, ὑπερσυντέλικος γάρ ἐστι συγκεκομμένος.
19Mon. 44, 27: οἶσθα: ὅσα εἰς θα λήγει δεύτερα πρόσωπα ἐπεκτε‐
20ταμένα, ταῦτα ἀποβολῇ τῆς θα συλλαβῆς καταλείπει ῥητὸν τὸ ῥῆμα οἷον264

3,2

265

(28)

λέγῃσθα λέγῃς, βάλῃσθα βάλῃς, ἦσθα ἦς. μόνον δὲ οἶσθα τοιοῦτον οὐκ
ἀνεδέξατο. αἴτιον δὲ τὸ πάθος.265

3,2

266

(22)

Mon. 46, 2: τὸ ἀεί παρ’ Ἀττικοῖς αἰέν παρὰ Δωριεῦσιν, αἶιν παρ’ Αἰολεῦσι.
25 Theogn. 12, 26: χαίτη· γέγονε ἀπὸ τοῦ κρατῶ κράτη, ἐκβολῇ τοῦ ρ καὶ τροπῇ τοῦ κ εἰς χ καὶ πλεονασμῷ τοῦ ι χαίτη. οὕτως Ἡρω‐
διανὸς ἐν τῇ ὀρθογραφίᾳ.266

3,2

267

(24)

Il. Pr. Λ 641: τὸ κυκειῶ περισπαστέον· τοῦ γὰρ κυκεῶνά ἐστιν
25ἀποκοπὴ καὶ ἐπλεόνασε τὸ ι.
27 Il. Pr. Λ 551: κρειῶν: περισπαστέον· ἡ γὰρ κρεῶν γενικὴ ἐπλεό‐ νασε τὸ ι, ἥτις περισπᾶται διὰ τὸ ἔχειν ἐντελεστέραν τὴν κρεάων.
30Il. Pr. Κ 281: εὐκλεῖας: προπερισπαστέον· ἐκ γὰρ τοῦ εὐκλέας
ἐγένετο κατ’ ἐπένθεσιν τοῦ ι.267

3,2

268

(18)

Choer. Dict. 596, 5: τὰ Ἀττικὰ παρακείμενα ἐν τῷ ὑπερσυντελίκῳ χρονικῶς μεγεθύνονται οἷον ἀλήλιφα ἠληλίφειν, ὀμώμοκα ὠμωμόκειν,
20ἀγήοχα ἠγηόχειν, ἐνήνοχα ἠνηνόχειν, ὄπωπα ὠπώπειν, ὄλωλα ὠλώ‐ λειν, ὄρωρα ὠρώρειν, ὄδωδα ὠδώδειν πλὴν τοῦ ἐλήλυθα, ἐληλύθειν γὰρ ὁ ὑπερσυντέλικος διὰ τοῦ ε, ὅθεν ἀναλογώτερόν φασι τὸ παρὰ Καλλιμάχῳ «ὅθεν εἰληλούθειν» ὡς τρέψαν κατὰ τὸν ὑπερσυντέλικον
τὴν ἀρχὴν τοῦ παρακειμένου.268

3,2

269

(10)

Choer. Dict. 596, 27: ἕστηκα ὁ μέσος παρακείμενος καὶ ὤφειλεν εἶναι ὁ μέσος ὑπερσυντέλικος ἑστήκειν, ἵνα συνάρξηται τῷ μέσῳ παρα‐ κειμένῳ, ἀλλ’ ἐγένετο εἱστήκειν διὰ τῆς ει διφθόγγου διὰ τὴν τοι‐ αύτην αἰτίαν· ἔστιν ὁ ἐνεστὼς τοῦ ἕστηκα ἑστήκω, ἐξ οὗ τὸ ἑστήξω ἑστήξειν «ἑστήξειν δὲ τὸ τεῖχος ἐπ’ ἀρχαίοισι θεμέθλοις» παρὰ Καλλι‐
15μάχῳ ἐν Ὕμνοις (in Apollin. 15). τούτου, φημὶ δὴ τοῦ ἑστήκω ἐνε‐ στῶτος, δεύτερον καὶ τρίτον πρόσωπον ἑστήκεις ἑστήκει διὰ τοῦ ε ἤμελλε συμπεσεῖν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ προσώπου τοῦ ἑστήκειν ὑπερσυντελίκου· ἵνα μὴ οὖν συνεμπέσῃ ὁ ὑπερσυντέλικος κατὰ τὸ δεύ‐ τερον καὶ τρίτον πρόσωπον τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἐνε‐
20στῶτος, τούτου χάριν προσλαμβάνει τὸ ι καὶ γίνεται εἱστήκειν εἱστήκεις εἱστήκει διὰ τῆς ει διφθόγγου.
23 Il. Pr. Ω 8: πείρων: Πάμφιλος περισπᾷ, λέγων τὴν πρόσθεσιν τοῦ ι μὴ ἐξαλλάσσειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴς τὸ ῥῆμα
25καὶ περόωσι (Od. ζ 272) καὶ «περάᾳ μέγα λαῖτμα» (Od. ε 174) δῆλον ὅτι καὶ πειρῶν. ὁ μέντοι Ἀρίσταρχος βαρύνων ἀναγινώσκει ὡς κείρων. φησὶ γοῦν οὕτω γενόμενος ἐπὶ τοῦ «παννυχίη μέν ῥ’ ἥγε καὶ ἠῶ πεῖρε κέλευθον» (Od. β 434)· τὸ πεῖρε διδάσκει ἡμᾶς καὶ τὴν πείρων μετο‐ χὴν βαρύνειν· ὡς γὰρ ἔκειρε κείρων οὕτως ἔπειρε πείρων· εἰ γὰρ πε‐
30ριεσπᾶτο, ἦν ἂν ὁ παρατατικὸς ἐπείρα». ἔστιν οὖν διττὸν τὸ ῥῆμα καὶ τὸ μὲν σὺν τῷ ι οὐ περισπασθήσεται.
33Arcad. 93, 18: τὸ Εἵλως ἀπὸ τοῦ Ἕλως.
35Arcad, 200, 9: εἵως ἀντὶ τοῦ ἕως.
37Arcad. 44, 28: τὸ φατειός κατὰ πλεονασμὸν ἔσχε τὴν δίφθογγον.269

3,2

270

(30)

Il. Pr. Α 493: τὸ τοῖο προπερισπαστέον· τὸ γὰρ τοῦ Θεσσαλικῶς
παραυξηθὲν ἐγένετο τοῖο ὡς καλοῦ καλοῖο.270

3,2

271

(23)

Arcad. 100, 11: τὰ διὰ τοῦ οα σπάνια καὶ κατὰ πάθος γενόμενα παρ’ Ἀττικοῖς προπαροξύνεται οἴα ὄα, χροία χρόα. τὰ δὲ ἐν ἐπενθέσει
25ὀξύνεται στοιά στοά, ῥοιά ῥοά.271

3,2

272

(30)

Arcad. 111, 5: βαρύνεται τὸ ἔνη, ὀξύνεται τὸ Θενή πόλις καὶ τὸ
εὐνή μετὰ τοῦ υ.272

3,2

274

(26)

Arcad. 40, 2: τὸ μονιός ὀξύνεται ὡς τρισύλλαβον· εἰ δὲ τὸ υ πλεονάσῃ, προπαροξύνεται· μούνιος γάρ.
29Arcad. 158, 6: βόλω καὶ βούλω, ὅθεν βούλομαι, βαρύνεται.
31 Ep. Cr. I 313, 10: ὄρουσε: ἔστι ῥῆμα ὄρω· καὶ ὥσπερ ἀπὸ τοῦ πλήθω πληθύω, οὕτω καὶ ἀπὸ τοῦ ὄρω ὀρύω καὶ πλεονασμῷ τοῦ ο Βοιωτικῶς γίνεται ὀρούω. οἱ γὰρ Βοιωτοὶ τότε πλεονάζουσι τὸ ο τῷ υ στοιχείῳ, ἡνίκα τὸ υ οὐχ ὑποτάσσεται φωνήεντι οἷον κύνες κούνες καὶ
35τὸ κῦμα κοῦμα. οὕτως καὶ τὸ ἤλευθα ἐλήλυθα εἰλήλυθα καὶ πλεονασμῷ τοῦ274

3,2

275

(20)

ο εἰλήλουθα καὶ τὸ πληθυντικὸν εἰληλούθαμεν καὶ ἐν συγκοπῇ εἰλή‐ λουθμεν· ἡνίκα δὲ ὑποτάσσεται τὸ υ φωνήεντι, οὐ πλεονάζουσι τὸ ο οἷον εὐνή αὐλή.
24Il. Pr. Σ 501: ἵστωρ: ἀπὸ τοῦ εἴδω εἴσω ἵστωρ ἐλλείψαντος τοῦ
25ε, ἐπεὶ τῷ ι τὸ στ ἐπεφέρετο, ὡς ἐν τῷ ἱστῶ ἱστίον ἵστημι. ὅθεν καὶ δασύνεται.
28 Il. Pr. Ζ 244: ἔνεσαν· ὡς ἔλεξαν· οὕτως καὶ Ἀρίσταρχος· ἀλη‐ θὲς γάρ ἐστιν ὡς πᾶς παρῳχημένος δισύλλαβος παθὼν κατὰ τὴν ἀρχὴν
30καὶ βραχεῖαν ἀναδεξάμενος ἀναδίδωσι τὸν τόνον, κατεῖχε κάτεχε· οὕτως275

3,2

276

(28)

οὖν ἀνέγνωμεν «ἥμενον εἰσεῖδε» (Il. Ξ 158) προπερισπωμένως, τὸ δὲ ἕτερον «τὰ φρονέων μνηστῆρσι μεθήμενος, εἴσιδ’ Ἀθήνην» (Od. α
30118) προπαροξυτόνως.
32Il. Pr. Λ 301: Ἀσαῖον: παρὰ τὸ αἶσα γέγονεν, καὶ ἐξέστη πρό‐
τερον τὸ ι.276

3,2

277

(34)

Il. Pr. Η 64: μελάνει: ὡς οἰδάνει ὁ Ἀσκαλωνίτης· ἐκ γὰρ τοῦ
35μελαίνει, φησίν, ἐνδείᾳ τοῦ ι ἐγένετο.277

3,2

278

(18)

Io. Alex. 15, 25: αἱ εἰς ες λήγουσαι εὐθεῖαι πληθυντικαὶ οὐδέποτε ὀξύνονται Πάριδες μῆνες Αἴαντες χωρὶς εἰ μὴ ἐκ πάθους εἶεν διὰ τὸ
20βιοπλανές «οἵ τε βιοπλανὲς ἀγρὸν ἐπ’ ἀγροῦ φοιτῶσιν» (Callim.) καὶ τὸ ἐπιτηδές «ἐς δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν» (Α 142).
23 Arcad. 38, 24: τὰ διὰ τοῦ αλεος παραγωγὰ ὑπὲρ τρεῖς συλλαβάς ἐστι καὶ παροξύνεται χωρὶς εἰ μὴ ἔνδειαν ἔχῃ τοῦ ι ἀπὸ κτητικοῦ ὀνό‐
25ματος οἷον νηφαλέος, αὐαλέος, σμερδαλέος, θαρσαλέος· πρόσκειται εἰ μὴ ἔχῃ ἔνδειαν τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματος διὰ τὸ δαιδάλειος δαι‐ δάλεος, κονισάλειος κονισάλεος· ὅσα δὲ ἀπὸ τῶν κτητικῶν ἐγένετο κατ’ ἔνδειαν τοῦ ι, καὶ προπαροξύνονται, Ἀγαμεμνόνεος, Ἑκτόρεος, Νεστό‐
ρεος, τέλεος, χάλκεος, χρύσεος.278

3,2

279

(28)

Arcad. 148, 13: πᾶν ῥῆμα βαρύνεται ἢ περισπᾶται, γράφω, τύπτω, ποιῶ, βοῶ. ὀξύνεται δὲ οὐδέποτε κατὰ τὴν κοινὴν συνήθειαν, εἰ μὴ
30παρὰ Δωριεῦσι τὰ συνῃρημένα ἀπαρέμφατα εἰς ειν ἀφαιρέσει τοῦ ι
ποιέν ἀντὶ τοῦ ποιεῖν, δασμοφορέν ἀντὶ τοῦ δασμοφορεῖν.279

3,2

281

(29)

Theogn. 49, 30: τὰ εἰς υιος λήγοντα δύο ἐστίν, υἱός καὶ γυιός.
30ταῦτα δὲ οἱ Ἀττικοὶ ἄνευ τοῦ ι γράφουσιν.281

3,2

282

(11)

Choer. Dict. 572, 18: ἡ ει δίφθογγος καὶ ἡ ευ δίφθογγος ἀπο‐ βάλλουσιν ἐπὶ τοῦ Ἀττικοῦ παρακειμένου τὸ προτακτικὸν φωνῆεν τοῦτ’ ἔστι τὸ ε καὶ φυλάττει ἡ μὲν ει δίφθογγος τὸ ι, ἡ δὲ ευ τὸ υ οἷον ἀλείφω ἤλειφα καὶ ἀλήλιφα, ἐλεύθω ἤλευθα ἐλήλυθα, ἡ δὲ ου δίφθογ‐
15γος τὸ ὑποτακτικὸν ἀποβάλλει, τοῦτ’ ἔστι τὸ υ καὶ φυλάττει τὸ ο οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα, ἐπειδὴ οἱ Ἀττικοὶ μᾶλλον τὸ ο χαίρουσιν ἤπερ τὸ ε καὶ δῆλον εἴγε ἐν τῷ κέκλεφα καὶ λέλεχα καὶ πέπεμφα τὸ ε εἰς ο τρέπουσι κέκλοφα καὶ λέλοχα καὶ πέπομφα λέγοντες καὶ πάλιν ἐπὶ τοῦ ἀγήοχα τὸ ο ἐπλεόνασε καὶ οὐχὶ τὸ ε καὶ πάλιν ἔστιν ἐδῶ
20ἤδεκα ἐδήδεκα ἐδήδοκα καὶ ἐνέγκω ἤνεχα καὶ ἐνήνεχα καὶ ἐνήνοχα.
22 Mon. 7, 25: τὸ οὐρανός Ἀλκαῖος ἀποφαίνεται λέγων καὶ ἄνευ τοῦ υ ὀρανός. —καὶ Σαπφώ·
ψαύην δ’ οὐ δοκίμωμ’ ὀράνω δυσαπάχεα.282

3,2

286

(33)

Eustath. 1746, E. Gud. 330, 59: ἀρέσκεται (ὁ Ἡρωδιανὸς ἐν τῇ καθόλου) ὥσπερ ἑρπύω ἑρπύζω καὶ μύω μύζω, τρύω τρύζω, οὕτως
35εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ ὁμοίως τῷ δίζω διζῶ.286

3,2

288

(16)

Ep. Cr. I 431, 9: φθισίμβροτος: παρὰ τὸν μέλλοντα φθίσω· οἱ δὲ μέλλοντες διὰ τοῦ ι τὴν σύνθεσιν λαμβάνουσιν, ὅθεν τὸ φθισίμ‐ βροτος, τερψίμβροτος, Πεισίστρατος, ὅθεν καὶ ἑλκεσίπεπλος καὶ ἀλφε‐ σίβοιαι· οὐκ ἐχυρὸν δὲ τοῦτο λέγειν ἐπὶ πάντων· τὸ γὰρ Περσεφόνη
20ἔχει τὸ ε, ἀλλὰ δύναται πλεονασμὸς εἶναι τοῦ ς· καὶ τὸ ὀρσοθύρη ἔχει τὸ ο, ἀλλὰ δύναται παρὰ τὸν ἐνεστῶτα τὸν ὄρσω καὶ τὸ περσέπολις δύναται Δώριον εἶναι παρὰ ἐνεστῶτα περθέπολις. καθόλου δὲ τὰ παρὰ τὸ βροτός προσλαμβάνει τὸ μ ἐν τῇ συνθέσει, τερψίμβροτος, Στησίμ‐ βροτος· ἀφείλετο γὰρ ἐν τῷ βροτός τὸ μ. παρὰ γὰρ τὸ μείρω μορ‐
25τός, ὑπερθέσει μροτός, ἐπενθέσει τοῦ β μβροτός. διὰ δὲ τὸ μὴ δύνα‐ σθαι συστῆναι μβ διὰ τὴν ἀσυνταξίαν, ἐξέστη τὸ μ. ὅτε οὖν συντίθεται, ἀπεδόθη. δύναται γὰρ προηγεῖσθαι τὸ μ τοῦ β ἐν διαστάσει, οὐκέτι δὲ κατὰ σύλληψιν· ἓν παραιτούμεθα τὸ «ἀσπίδος ἀμφιβρότης» (Β 389)
διὰ τὴν κακοφωνίαν.288

3,2

289

(34)

E. M. 146, 3: Ἀρναῖος ὄνομα κύριον—παρὰ τὴν ἀράν ἀραῖος289

3,2

290

(24)

καὶ πλεονασμῷ τοῦ ν ὁ εὐκταῖος τῇ μητρὶ γινόμενος. οὕτως Ἡρω‐
25διανὸς ἐν τῇ ἀνωμάλῳ προσῳδίᾳ.
27 Choer. 584: Ἡρωδιανός φησιν, ὅτι ἐν τῷ τέμνω τέτομα καὶ κάμνω κέκαμα τὸ ν τὸ πλεονάσαν κατὰ τὸν ἐνεστῶτα ἀπεβλήθη κατὰ
τὸν μέσον παρακείμενον.290

3,2

291

(17)

Il. Pr. Μ 125: κεκλήγοντες: ὡς ἀρήγοντες· οὐ γὰρ τὸ κεκλη‐ γότες ἐπλεόνασε τῷ ν οὐδὲ παρὰ τὸ «ὀξέα κεκληγώς» (Il. Β 222) ἐκλίθη, ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ Συρακούσιος ἐνεστὼς κεκλήγω.
20—ἀκόλουθος δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων βαρυνομένη.
22 Il. Pr. Φ 38: ὄρπηξ: παρὰ τὸ ὄρω ἐν πλεονασμῷ φησι (s. Hero‐ dianus) τοῦ π γεγενῆσθαι τὸ ὄνομα.
25 Arcad. 158, 29: τὸ ὄφλω βαρύνεται ἐκ τοῦ ὀφείλω ὥσπερ καὶ τὸ κέλω κέκλω καὶ μέλω μέλπω.
28 Il. Pr. Ε 9: Δάρης: γέγονε τὸ Δάρης ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸς γὰρ ἱερεῖ) καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης·
30ἐτράπη οὖν τὸ ε εἰς α· ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ.291

3,2

292

(27)

Il. Pr. Ψ 160: ὀχεύω ὀχεός καὶ ἐν πλεονασμῷ τοῦ ς ὀσχεός.
29Il. Pr. Ν 809: βιβάσθων: Τυραννίων περισπᾷ, οὐχ ὑγιῶς· ὁ γὰρ
30χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματος, περιπλεονάσαντος τοῦ ς, ὥς φησι Φιλόξενος, εἴτε ἀπὸ ὀνόματος τοῦ βιβαστός ὡς ἀϊστός ἀΐσθων.
34Arcad. 172, 18: ἧσο τὸ καθίζου καὶ ἧτο τὸ τρίτον καὶ πλεονασμῷ
35τοῦ ς ἧστο προπερισπῶνται.292

3,2

293

(34)

Arcad. 35, 3: τὸ πόρτις ἀπὸ τοῦ πόρις.293

3,2

298

(25)

Il. Pr. Λ 454: ἐρύουσι: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνε‐ στὼς χρόνος ἀντὶ μέλλοντος. οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Ἀλεξίων περισπᾷ, οὐκ εὖ, ἐπεί, φησίν, ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρελήφθη περισπώμενος· «αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι Ἀχαιοί». ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ ς Ἀττικὴ οὖσα καὶ περισπῶσα τοὺς
30μέλλοντας διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι συνεσταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ «τόνδε δ’ ἐγὼ κομιῶ» (Od. ο 546). τὸ μέντοι ἐρύω οὐ δύ‐
ναται ἔχεσθαι ταύτης τῆς φύσεως, ἀλλ’ ἔστιν ἐνεστὼς ἀντὶ μέλλοντος.298

3,2

299

(21)

Il. Pr. Λ 659: οὐτάμενοι· παρὰ τὸ οὐτῶ περισπώμενον ἐκπί‐ πτει παραγωγὸν εἰς μι λῆγον τὸ οὔτημι, ἀφ’ οὗ ἀπαρέμφατον τὸ οὐ‐ τάναι καὶ οὐτάμεναι. ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενος καὶ οὐτάμενοι ὡς κιχράμενοι. ἀλλ’ οὔ φαμεν ταύτην εἶναι
25ἐν τῇ νῦν συντάξει, ἀλλ’ ἕτερόν τι αὐτῷ σύνηθες ῥῆμα εἶναι τὸ οὐτάζω, ὅθεν καὶ οὔτασεν ὁ ἀόριστος· οὐ γὰρ δὴ συστολὴ τοῦ οὔτησεν, ὡς πρόδηλον κἄκ τοῦ ἀπαρεμφάτου «οὐτάσαι οὐδὲ βαλεῖν» (Il. Ξ 424) καὶ ἐκ τοῦ «οὔτασται δ’ Ὀδυσσεύς» (661). τούτῳ δὴ τῷ οὔτασται παρέθηκε μετοχὴν τὴν οὐτασμένος «οὔτ’ αὐτοσχεδίην οὐτασμένος» (Od.
30λ 536), ἥτις κατ’ ἔλλειψιν τοῦ ς γίνεται οὐτάμενος. προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριστάρχου διὰ τὸν χαρακτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προ‐ παρωξύνοντο, ἱστάμενος, κιχράμενος· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει. ἄλλως τε καὶ ἡ γινομένη τοῦ ς ὕφεσις καὶ
ἀναδρομὴν ἐργάζεται τόνου.299

3,2

301

(27)

Herod. ap. Theogn. 158, 19: ἐπὶ τῶν βακχευτικῶν ἐπιρρημάτων ἔσθ’ ὅτε τὸ δασὺ πνεῦμα ἀλόγως ἐν τῇ ληγούσῃ συλλαβῇ ὁρᾶται ὡς ἔχει τὸ εὐοἵ εὔἁν εὐαἵ· τὸ γὰρ λέγειν, ὅτι εὖ σοι ἦν καὶ κατ’ ἔλλειψιν
30τοῦ ς γέγονεν εὖ οἵ καὶ κατὰ συναφὴν εὐοἵ ἀμφίβολον, εἰ μὴ ἄρα
παρὰ τὸ εὐοἵ ὁ Εὔϊος παρῆκται.301

3,2

302

(30)

Arcad. 34, 1: τὸ ἄγγρις ἡ ὀδύνη δεδιπλασίασται.
32 Il. Pr. Ε 203: ἄδδην: Νικίας διὰ δύο δ γράφει διὰ τὸ μέτρον ὁμοίως τῷ «κύον ἀδδεές» (Il. Φ 481) καὶ ψιλοῖ. Ἀρίσταρχος δὲ δι’
ἑνὸς δ καὶ βραχέως καὶ δασέως.302

3,2

304

(23)

Arcad. 76, 15: τὸ κάσσος ἀπὸ τοῦ κάσος γίνεται κατὰ πλεο‐
νασμὸν τοῦ ς.304

3,2

307

(36)

Il. Pr. Ε 256: ἔθος Ὁμήρῳ τὰ τῆς δευτέρας συζυγίας κατὰ τὸ307

3,2

308

(4)

δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύειν εἰς δύο αα, ὧν τὸ
5μὲν πρότερον συνεσταλμένον ἐστί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ σὺν τῷ ι γραφόμενον, ὁρᾷς «οὐχ ὁράᾳς οἷος κἀγώ» (Il. Φ 108) καὶ ἐπὶ τοῦ τρίτου «ἰσχανάᾳ δοκέειν» (Il. Ρ 572) καὶ «ἐκπεράᾳ μέγα λαῖτμα» (Od. ι 323) «οὐκ ἐάᾳ Κρονίδης» (Il. Θ 414).
10 Il. Pr. Ζ 268: εὐχετάασθαι: Ἀρίσταρχος τὸ δεύτερον α συστέλ‐ λει, καὶ ὁ Ἀσκαλωνίτης, ἄλλοι δὲ ἐκτείνουσιν, οὐχ ὑγιῶς. ὅσα γὰρ εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατ’ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τέλους βραχύνεσθαι, λέγεσθαι, τίθεσθαι, ἵστασθαι, κίχρασθαι, πίμπρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακρὰν
15προπερισπᾶσθαι θέλει, νικᾶσθαι, φιλεῖσθαι· τὰ γὰρ τοιαῦτα, δίζησθαι, φίλησθαι, ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι, πάντως καὶ προπερισπῶσιν· εἰ δὲ δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγου‐ σαν βραχυνομένην. οὕτως οὖν πάντα τὰ τοιαῦτα ἀναγνωστέον· «ἀλλ’
20ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα» (Od. π 316)· «ἐν μεγάροισι δ’ ἕκητι σέθεν κακὰ μηχανάασθαι» (Od. γ 213), «ἄλλα τε μέν σε καὶ αἰτι‐ άασθαι ἄνωγα» (Il. Κ 210), καὶ ἑδριάασθαι ἄνωγον» (Od. γ 35), «μήτε μνάασθαι ἄκοιτιν» (Od. α 39).
25 Il. Pr. Ε 326: ἰδέειν: οὐκ ἔστιν ἐντελὲς τὸ ἰδέειν, ἀλλὰ τοὐναν‐ τίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ ἀπὸ τοῦ εὐφρανεῖν εὐφρανέειν. οἱ γὰρ δεύτεροι ἀόριστοι καὶ μέλλοντες οὐκ ἔχουσι τὴν περισπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες.
30 Choer. Dict. 754, 27: ἄξιόν ἐστι ζητῆσαι, διὰ τί τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνονται· ἰστέον ὅτι ἀπολογεῖται περὶ αὐτῶν ὁ Ἡρωδιανὸς κατὰ δύο τρόπους· φησὶ γὰρ ὅτι τὰ ἀπαρέμφατα τοῦ βʹ ἀορίστου εἴω‐ θεν ὁ ποιητὴς κατὰ διάλυσιν προφέρειν οἷον φαγεῖν φαγέειν, πεσεῖν πεσέειν, ἰδεῖν ἰδέειν, ταῦτα δὲ οὐ προφέρεται κατὰ διάλυσιν. τὸ γὰρ
35ἐλθεῖν οὐκ εἶπεν ἐλθέειν οὐδὲ τὸ εἰπεῖν εἰπέειν οὐδὲ τὸ εὑρεῖν εὑρέειν.308

3,2

309

(18)

ἐπειδὴ οὖν, φησί, ταῦτα ἡμαρτήθησαν κατὰ τοῦτο, φημὶ τὸ μὴ δια‐ λύεσθαι, τούτου χάριν καὶ ἐν ταῖς προστακτικοῖς κατὰ τὸν τόνον ἡμαρ‐
20τήθησαν καὶ ὠξυτονήθησαν.
22 Il. Pr. Ξ 221: ἄπρηκτόν γε νέεσθαι: τουτέστι πορεύεσθαι. οὕ‐ τως Ἀρίσταρχος. Δημήτριος δὲ γενεέσθαι ἀντὶ τοῦ γενήσεσθαι, βιαίως πάνυ· οὐδὲ γὰρ τὸ πυθέσθαι πυθεέσθαι γίνεται οὐδὲ τὸ λαβέσθαι λαβεέ‐
25σθαι, ἵνα καὶ τὸ γενέσθαι γενεέσθαι γένηται.
27Schol. Od. ε 377: ἀλόω διαίρεσίς ἐστι τοῦ ἀλῶ.
29Il. Pr. Θ 557: πρώονες ὡς σώφρονες. τὸ γὰρ πρῶνες πληθυν‐
30τικὸν διῃρέθη καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη.
32Io. Al. 4, 28: τὸ Μήδεϊα παρὰ Σαπφοῖ τὴν ει δίφθογγον διεῖλεν.
Mon. 14, 11: Νεῖλος: Νέϊλος κατὰ διάλεκτον. ?309

3,2

310

(22)

Il. Pr. Ε 856: ἔγχεϊ: εἴρηται περὶ τῶν τοιούτων δοτικῶν πότε κατὰ διάστασιν, ὡς νῦν, καὶ πότε κατὰ συναλοιφήν, καὶ ὅτι τὸ μέτρον πολλάκις αἴτιον· καὶ τὰ ἀντικείμενα, καίτοιγε μέτρου μὴ ἐμποδίζον‐
25τος, ὡς τὸ «πλήθει πρόσθε βαλόντε» (Il. Ψ 693). Il. Pr. Λ 297: ὑπεραέϊ: ὡς εὐσεβέϊ κατὰ διάστασιν.
28 St. B. 545, 19: Ῥόβεια: τὸ ἐθνικὸν Ῥοβειάτης καὶ Ῥοβείτης καὶ κατὰ διάλυσιν Ῥοβεΐτης.
31Il. Pr. Κ 466: δέελον: ταὐτόν ἐστι τῷ δῆλον.310

3,2

311

(30)

Mon. 10, 7: τὰ εἰς ων περισπώμενα, εἰ λέγοιτο ἐν πλείοσι συλ‐ λαβαῖς, διὰ τοῦ ο λέγεται, Δημοφόων, Καλλίμαχος «νυμφίε Δημοφόων, ἄδικε ξένε», Καλλικόων, Εὐφορίων «κακώτερε Καλλικόωντος», Ἱππο‐ θόων, Εὔμολπος Δόλιχός τε καὶ Ἱπποθόων μεγάθυμος». τὸ μέντοι Ποσειδῶν ἢ Ποσειδέων ἢ Ποσειδάων.
36Il. Pr. Ρ 65: δῃῶν: περισπαστέον, ἐπεὶ καὶ ἐν ἑτέροις λέγει κατὰ
διαίρεσιν σὺν τῷ ο «ἔγχεϊ δηϊόων» (Il. Σ 195).311

3,2

312

(20)

Mon. 12, 19: οὐδὲν εἰς υρ λῆγον οὐδέτερον μονοσύλλαβον, ἀλλὰ μόνον τὸ πῦρ· ὅπερ Σιμωνίδης καὶ ἕνεκα μέτρου δισυλλάβως ἀπεφήνατο «τοῦτο γὰρ μάλιστα φῆρες ἔστυγον πύϊρ».
24Il. Pr. Δ 228: Πειραΐδαο: ἐν τέσσαρσι συλλαβαῖς προφέρεται
25(? Ἡρωδιανός) τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τρισυλλάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλους διεσταλμένον τὸ ι ἀπὸ ἑτέρου φωνήεντος οἷον Παν‐ θοίδης, Βοηθοίδης, Πηλείδης· οὐδ’ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλ‐ λάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡς ὅτι ἐντελές ἐστι τὸ κατὰ
30διάλυσιν τοῦ ι, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ι πρὸ τέλους· παρὰ τὸ Πείραιος οὖν Πειραΐδης ἐγένετο.
34Il. Pr. Γ 198: ὀΐων: Ἀρίσταρχος δισυλλάβως ὡς αἰγῶν καὶ Πτο‐
35λεμαῖος ὁ Ἀσκαλωνίτης· Ἀριστόνικος δὲ τρισυλλάβως «ὅς τ’ ὀΐων μέγα312

3,2

313

(8)

πῶϋ»· ὁ μέντοι Πτολεμαῖος οὐχ ὑγιὲς αἴτιον ἐπιφέρει τῆς δισυλλάβου ἀναγνώσεως· φησὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοσύλλαβός ἐστιν οἶς ὡς αἴξ.
10διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴς μονοσυλλάβως εἶπε τὴν εὐ‐ θεῖαν, δισυλλάβως δὲ «τοῖσι δ’ ὄϊς λάσιος» (Il. Ω 125) καὶ «μῆλ’ ὄϊές τε καὶ αἶγες» (Od. ι 184) καὶ «Τειρεσίῃ δ’ ἀπάνευθεν ὄϊν» (Od. κ 524)· ἕνεκα δὲ μέτρου «οἰὸς ἀωτῷ» (Od. α 443) καὶ «οἰῶν τε βληχήν» (Od. μ 226). ὥστε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν
15παραδέξασθαι τὴν τοῦ Ἀριστονίκου ἀνάγνωσιν. καὶ γὰρ ἄλλως τὸ ὄϊς ἀναλογώτερον ἔσται δισύλλαβον ὂν τοῦ μονοσυλλάβου· πολλὰ γὰρ τὰ εἰς ις λήγοντα ἐπ’ εὐθείας, οὐδὲν δὲ εἰς οις, ὅτι μὴ μόνον τὸ οἶς καὶ παρὰ Ἀττικοῖς τὸ φθοῖς.
20 Arcad. 165, 6: τὸ οἴω οἴομαι κατὰ διάστασιν τοῦ ι ὀΐω γίνεται. Mon. 24, 6: τὸ οἶδα οἱ περὶ Ἀλκαῖον ὄϊδα λέγουσι τρισυλλάβως. St. B. 359, 5: Ἡρωδιανὸς ὑπομνηματίζων τὸ περὶ γενῶν Ἀπολ‐ λωνίου «ἔστιν ὅτε μετὰ τὴν διαίρεσιν ἔκτασις γίνεται ὀΐομαι, ὄϊγον, ὄϊδα παρ’ Αἰολεῦσιν ἀντὶ τοῦ οἶδα».
25Theogn. 61 16: τὸ κοῖλος εὕρηται καὶ ἐν διαλύσει κόϊλος.
27 Arcad. 121, 25: τὸ πλοῖον προπερισπᾶται ὡς πάσχον διαίρεσιν Αἰολικῶς· πλόϊον γὰρ λέγεται.
30 Il. Pr. Α 129: δῷσι πόλιν Τροΐην: ἔστι τὸ τῆς χρήσεως τῆς Ὁμη‐ ρικῆς ἰδίωμα παραφυλάξαι οὕτως, ὡς ὅτι εἴ που λέγει τὸ Τροία δισυλ‐ λάβως, οὐδέποτε ἐπιφέρει τὸ πόλις, οἷον «εἰσόκε περ Τροίην διαπέρ‐ σομεν» (Il. Ι 46) καὶ «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες» (Il. Π 698) καὶ «Τροίῃ ἐν εὐρείῃ» (Il. Ω 256) καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τού‐
35των τῶν δύο ὁμοιοπτώτως ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην «δῷσι πόλιν
Τροΐην» καὶ τὸ «ἤτοι ἀμφὶ πόλιν Τροΐην» (Od. λ 510).313

3,2

315

(16)

Il. Pr. Ε 163: ἀἕκοντας: —τὸ ἄκοντα συναλοιφή ἐστι τοῦ ἀέκοντος.
19Dichr. 297, 17: τὸ ἀργός ἐκτεινόμενον ἐκ τοῦ ἀεργός ἐστι συνα‐
20ληλιμμένον.
22 Ep. Cr. I 5, 10, E. M. 172, 34: αὔτως ἐστὶν ἐπίρρημα μεσό‐ τητος καὶ ψιλοῦται πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου τοῦ οὕτως· ὁμοίως δέ, εἰ τὸ μάτην σημαίνει, ψιλοῦται, τὸ γὰρ στερητικὸν α ψιλοῦται.
25—ἔστιν οὖν ἐτός καὶ σημαίνει τὸ ἀληθές. τὸ γὰρ ἀληθὲς ὑπάρχει, τὸ δὲ ψεῦδος οὐκ ὑπάρχει. καὶ μετὰ τοῦ στερητικοῦ α ἄετος καὶ ἀνεβίβασε τὸν τόνον, τὰ γὰρ εἰς τος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνθέσει καὶ κλίνεται ἀέτου, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἄετοι ἀέτων καὶ ἐξ αὐτοῦ ἐπίρρημα μεσότητος ἀέτως καὶ κράσει τοῦ αε εἰς τὴν αυ
30δίφθογγον αὔτως ὡς ἀέρα αὔρα καὶ γρᾶες γραῦς καὶ νᾶες ναῦς.315

3,2

316

(28)

Io. Al. 18, 27: παῖδες παίδων: βαρύνεται ἴσως ἐπειδὴ ὡς ἀπὸ ἐντελεστέρου τοῦ πάϊς γέγονεν ὡς μὴ εἶναι φύσει δισύλλαβον.
30δᾷδες δᾴδων: δαΐδες δαΐδων γὰρ τρισυλλάβως τὸ ἐντελές.
32Io. Al. 7, 20: τῶν ἀρσενικῶν ἐν μὲν τοῖς εἰς ξ λήγουσι τὸ Θρᾷξ
περισπᾶται, ἐπεὶ καὶ ἐντελέστερον αὐτοῦ τὸ Θράϊξ δισύλλαβον.316

3,2

317

(25)

Io. Al. 7, 31: τὸ σῶς ἀπὸ τοῦ σάος συνῄρηται καὶ περισπᾶται.
27 Il. Pr. Γ 35: ὦχρος: οὕτως ὦχρος ὡς ὦμος εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροός ἐστιν, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος καὶ κατὰ συναλοιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον.
31Schol. V ad Il. Η 238: αἱ Ἀριστάρχου βῶν, ἡ Ἀριστοφάνους
βοῦν, ἡ Ἡρωδιανοῦ βῶ, ὡς Βορέαο «Βορέω ὑπ’ ἰωγῇ» (Od. ξ 533).317

3,2

318

(32)

Arcad. 109, 22: τὸ ἐριώλη ἡ μεγάλη πνοὴ ἀπὸ τοῦ ἐρί καὶ τοῦ ἄω τὸ πνέω βαρύνεται.
35Arcad. 21, 25: τὸ ἱλᾶς περισπᾶται ἀπὸ τοῦ ἱλάεις.
37Arcad. 22, 3: τὸ ἀλλᾶς ἔχει τὸ ἀλλάεις ἐντελέστερον.318

3,2

319

(19)

Arcad. 86, 24: τὸ ὑμνάοιδος, ἐπάοιδος, λυράοιδος προπαροξύνε‐
20ται· τὰ δὲ ἐξ αὐτῶν ὀξύνεται, ὑμνῳδός, ἐπῳδός, λυρῳδός.
22 Il. Pr. Υ 72: σῶκος: εἰσὶν οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύ‐ νεσθαι αὐτό. ἐκ γὰρ τοῦ σάοικος γεγενῆσθαι τὴν κρᾶσιν· οὕτω δὲ δώσουσι καὶ προσκείμενον τῷ ω τὸ ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης.
26 Io. Al. 8, 5: τὰ εἰς η θηλυκὰ μονοσύλλαβα ἐκ συναιρέσεως περι‐ σπᾶται, γέα γῆ, νέα νῆ, πλέα πλῆ.
29Io. Al. 9, 5: τὰ θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν περισπασθέντα ἐκ
30συναιρέσεως ἔσχε τὴν περισπωμένην ὡς τὸ ἀργυρέα ἀργυρᾶ, Ἀθηνᾶ τε καὶ μνᾶ, καὶ χαλκέα τε καὶ χαλκῆ, φωκέα φωκῆ. τοιοῦτόν ἐστι καὶ σησαμῆ καὶ ἀμυγδαλῆ ἐπὶ τοῦ δένδρου, γαλῆ, κωλῆ, συκῆ, παρδαλῆ, μυγαλῆ, κυνῆ
καὶ εἴ τι ὅμοιον.319

3,2

320

(22)

Arcad. 126, 9: τὸ κρῆς ἀπὸ τοῦ κρέας καὶ οὐδέτερον ὂν περι‐ σπᾶται.
25 Io. Al. 10, 5 et 11, 1: τὸ κῆρος καὶ ἦρος ἐκ τοῦ κέαρος καὶ ἔαρος συναλήλιπται, ὁμοίως καὶ αἱ δοτικαὶ κῆρι καὶ ἦρι.
28 Io. Al. 19, 33: τὸ φρεάτων συναιρεθὲν ἐν τῇ παραληγούσῃ ὀφείλει βαρύνεσθαι· εἴπομεν γὰρ ὡς ἡ βαρεῖα καὶ ὀξεῖα εἰς ὀξεῖαν συναιροῦνται· νῦν
30δὲ παραλόγως περισπᾶται συνεξελθὸν τῷ Κρητῶν θητῶν καὶ τοῖς ὁμοίοις.
32 Choer. 861: ὁ μὲν Ἡρωδιανός φησιν, ὅτι κυρίως διαίρεσίς ἐστιν αὕτη ἡ ἐν τῷ τιθεῖσι τιθέασι καὶ διδοῦσι διδόασι καὶ ζευγνῦσι ζευγνύασι καὶ πιστοῦται τοῦτο ἐκ τῶν πληθυντικῶν αἰτιατικῶν· ἰδοὺ γάρ, φησίν,
35ἐν τῷ Δημοσθένεας Δημοσθένεις τὸ εα εἰς τὴν ει δίφθογγον συναιρεῖ‐ ται καὶ πάλιν ἐν τῷ ἰχθύας ἰχθῦς τὸ υ καὶ τὸ α εἰς τὸ υ συναιρεῖται
καὶ πάλιν ἐν τῷ βόας βοῦς τὸ καὶ α εἰς τὴν ου δίφθογγον συναιρεῖται.320

3,2

324

(33)

Il. Pr. Θ 240: ὁ Ἀσκαλωνίτης λέγει τὸ δῆμος τὸ ἐπὶ τοῦ πλήθους παρὰ τὸ δέμας γεγενῆσθαι οἱονεὶ σῶμά τι τυγχάνον ἢ παρὰ τὸν δασμόν.
35δύναιτο δ’ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέεμος καὶ ἐν συναλοιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος. τὸ γὰρ ἐναν‐
τίον λύη ἀπὸ τῆς διαλύσεως.324

3,2

325

(33)

Il. Pr. Τ 26: τὸ δείλη βαρυνόμενον ἔχει ἔννοιαν συνθέσεως· ἐτυ‐
μολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ ἕλη δεέλη.325

3,2

327

(31)

Il. Pr. Σ 100: τὸ δῆσεν δισύλλαβον ἐκδεκτέον ποιητικόν.327

3,2

330

(25)

Mon. 6, 9: τὸ θεύς ἐκ συναλοιφῆς ἐστι ποιητικόν.
27 Io. Al. 23, 18: ἡ ἐμεῦ συνῃρημένη παρ’ Ἴωσι περισπᾶται «ἐμεῦ δ’ ἕλετο μέγαν ὅρκον» (δ 746).
30 Arcad. 200, 1: εὗ ἀντὶ τοῦ ἑαυτοῦ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον Δωρικῶς.
33 E. M. 398, 45: εὖτε: ὁ μὲν Ἀπολλώνιος λέγει, ὅτι ἐκ τοῦ ὅτε γίνεται πλεονασμῷ τοῦ υ οὗτε καὶ μεταθέσει τοῦ ο εἰς ε εὖτε· ὁ δὲ
35Ἡρωδιανός, ὅτι ἐκ τοῦ ὅτε πλεονασμῷ τοῦ ε καὶ κράσει Δωρικῇ τοῦ
εο εἰς τὴν ευ γίνεται εὖτε.330

3,2

331

(27)

Mon. 9, 23: οὐδὲν τῶν εἰς ων ὀξυτόνων διὰ τοῦ εων καὶ αων λέγεται, τὸ δὲ Ποσειδῶν εἴρηται καὶ Ποσειδέων καὶ Ποσειδάων.
30 Theogn. 65, 18, Choer. Orth. 208, 28: ἀπὸ τοῦ δέος παρωνύ‐ μως γέγονε δεεινός ὡς κλέος κλεεινός καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει δεινός.
34Io. Al. 15, 16: αἱ γενικαὶ τῶν δυϊκῶν εἰς οιν λήγουσαι ἀπὸ τῶν
35ὑπὲρ δύο συλλαβὰς εὐθειῶν πρὸ μιᾶς ἔχουσι τὸν τόνον Αἴαντε Αἰάντοιν, Πάριδε Παρίδοιν. εἰ δὲ συναλοιφὴ παρακολουθήσῃ, καὶ αὗται περισπῶν‐
ται, σκελέοιν σκελοῖν, Δημοσθενέοιν Δημοσθενοῖν.331

3,2

332

(10)

Arcad. 96, 3: τὰ εἰς σα ὑπερδισύλλαβα παρεσχηματισμένα προ‐ παροξύνεται, εἰ μὴ κατὰ συναλοιφὴν εἴη ἢ ἀπὸ ὀξυτόνων εἰς ης, δα‐ φνήεσσα, φωνήεσσα. τὸ δὲ τεχνῆσσα ἀπὸ τοῦ τεχνήεσσα. καὶ τὰ ἀπὸ ὀξυτόνων εἰς ης· χερνής χερνῆσσα, Κρής Κρητός Κρῆσσα, θής θῆσσα.
15 Dichr. 285, 15: τὸ Θρήϊκος συστέλλει τὸ ι, ἔχον διαλλαγήν· λέ‐ γεται γὰρ κατὰ συναλοιφὴν Θρῃκός.
18 Mon. 40, 17: τὸ λῃστής ἀπὸ τοῦ ληιστής τρισυλλάβου ἐστί· διὸ ἔχει προσκείμενον τὸ ι.
21 Io. Al. 8, 30: τιμῆς τιμῆντος, φθογγῆς φθογγῆντος συνῄρηται ἐκ τοῦ τιμήεις, φθογγήεις.
24Il. Pr. Μ 202: ὑψιπέτης: Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ «ὠκυ‐
25πέτα χρυσέῃσιν ἐθείρῃσιν» (Il. Η 42) οὕτως κεκλιμένον. ὡσεὶ καὶ ἀπὸ τοῦ παντοπώλης παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· ὑψι‐ πέτας γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς τὸ α, ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις· τινὲς μέντοι ἐτόλμησαν ὡς τὸ «τιμῆς ἔσεται» (Il. Ι 605), οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλ’ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν
30αἰτιατικὴν «καὶ χρυσὸν τιμῆντα» (Il. Σ 475), ἥτις ἐδίδασκε τὸ τῆς εὐ‐ θείας πάθος· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ.
34Io. Al. 40, 26: ὁ μῶν παρ’ Ἀθηναίοις διαπορητικὸς ὢν περισπᾶται·
35ἀπὸ γὰρ τοῦ μὴ καὶ οὖν σύγκειται δωρικώτερον τραπείσης τῆς ου
διφθόγγου εἰς τὸ ω.332

3,2

333

(14)

Il. Pr. Κ 292: ἦνιν ὡς μῆνιν. —τάχα οὖν καὶ ἦνιν ἐκτείνει ὁ
15Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικὸν «ἤνις ἠκέστας» (Il. Ζ 99) καὶ γὰρ πόλῑς λέγουσι καὶ πόλῐν καὶ μάντῑς καὶ μάντῐν.
18 Choer. Orth. 266, 27: τρεῖς τὸ περισπώμενον διὰ τῆς ει διφθόγ‐ γου· καὶ ὤφειλε διὰ τοῦ ι γράφεσθαι, ἐπειδὴ τριῶν ἐστιν ἡ γενικὴ τῶν
20πληθυντικῶν καὶ τρισίν ἡ δοτική. τὰ δὲ ἔχοντα κατὰ τὴν γενικὴν καὶ δοτικὴν τῶν πληθυντικῶν ἐν τῇ παραληγούσῃ τὸ ι καὶ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἔχουσι τὸ ι κατὰ τὴν παραλήγουσαν οἷον πόλις πο‐ λίων πόλιες· ὄφις ὀφίων ὄφιες εἰ οὖν τριῶν καὶ τρισίν, δῆλον ὅτι καὶ τρίες διὰ τοῦ ι· καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ι καὶ τοῦ ε εἰς ι δη‐
25λονότι μακρὸν τρῖς διὰ τοῦ ι ὥσπερ πόλιες πόλις, μάντιες μάντις. ἀλλὰ λέγει ὁ τεχνικός, ὅτι, ἵνα μὴ συνεμπέσῃ τῷ τρίς ἐπιρρήματι,
τούτου χάριν οὐκ ἐγράφετο διὰ τοῦ ι, ἀλλὰ διὰ τῆς ει διφθόγγου.333

3,2

334

(27)

St. B. 355, 21: Καπετώλιον: Ἡρωδιανὸς Καπετωλίειον καὶ ἐν
συναιρέσει Καπετώλειον.334

3,2

335

(17)

Il. Pr. Β 262: ἐχρῆν μὲν τὸ Πυθώ περισπᾶσθαι, ἐπειδή περ Πυ‐ θόα ἐστί, καὶ τοῦτο ἀπῄτει ἡ συναλοιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέστραπται τὸν περισπώμενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν
20καὶ τοῦ χρυσοῦς περισπωμένου τὸ δυϊκὸν ὀξύνομεν· —δεύτερος δὲ λόγος ἀληθής ἐστιν, ὅτι εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνος οὖσα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται οἱ ταχεῖς—τοὺς ταχεῖς. εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται πάντως καὶ ἡ αἰτια‐ τική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ μὴ κρατούμεναι ὑπὸ
25τῆς συνεμπτώσεως κατὰ τὴν εὐθεῖαν περισπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆς συναλοιφῆς, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆρος· ἡ δὲ Λητώ καὶ Πυθώ καθάπερ κατεχόμεναι ὑπὸ τῆς συνεμπτώσεως τῆς φωνῆς κατέχον‐ ται καὶ τῷ τόνῳ.
30Io. Al. 9, 4: τὸ Τηλεβῶς ἐκ τοῦ Τηλεβόας συνῄρηται.335

3,2

336

(33)

Mon. 37, 21: τὸ λουτρόν καὶ τρισυλλάβως λέγεται λοετρόν «εἰς ὅ κε θερμὰ λοετρά» (Ξ 6), ἐπεὶ καὶ τὸ ῥῆμα δισσὸν λοέω καὶ λούω
35«ἀλλ’ ὅτε δή μιν ἐγὼ λόεον» (δ 252).336

3,2

337

(32)

Il. Pr. Δ 452: χείμαρροι: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης παροξύ‐ νει, ἐπεὶ τὸ ἑνικόν ἐστι χειμάρρους, Νικίας δὲ ὡς εὔζωνοι, καὶ μήποτε
πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροος ᾖ γεγονός, εἴγε μᾶλλον ἐντελέ‐337

3,2

338

(21)

στερον οἶδε τὸ ἑνικὸν ἐν τῇ συνθέσει ἤπερ τὸ συναληλιμμένον «ὅσσους Ἑλλήσποντος ἀγάρροος» (Il. Β 845), «στήῃ ἐπ’ ὠκυρόῳ ποταμῷ» (Il. Ε 598), «ἐς ποταμὸν εἰλεῦντο βαθύρροον» (Il. Φ 8), «ἀψορρόου Ὠκεα‐ νοῖο» (Il. Σ 399). σπανίως δὲ τὸ ἕτερον «χειμάρρους κατ’ ὄρεσφιν
25ὄπαζεν» (Il. Λ 493), «ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ» (Il. Ε 87). τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶς ἀποφαίνεται ῥόος· «ὤθει δ’ ἐν σακέϊ πίπτων ῥόος» (Il. Φ 240).
29Il. Pr. Κ 373: ἐΰξου: Πτολεμαῖος περισπᾷ, λέγων ἐκ τοῦ ἐϋξόου
30συνηλεῖφθαι· οὐκ ἀναγκαῖον δέ· εἰ γὰρ ἤδη τέτριπται εὔξου ὡς ἡσύχου, δῆλον ὅτι τὸ ἐΰξοος πολὺ πρότερον ἐΰξους ἐγένετο ὡς εὔνους· καὶ οὕτως τὸ εὔξου ὡς εὔνου.
34Arcad. 47, 26: τὸ φροῦδος ἀπὸ τοῦ πρόοδος σύνθετον.
36Arcad. 51, 21: μόνοικος τὸ κατὰ συναλοιφήν (sc. ἐκ τοῦ μονό‐
οικος).338

3,2

340

(13)

Il. Pr. Π 390: ἐχρῆν μὲν διὰ τὸ κλιτύας οὐρῆας (οὐρείας?) περι‐ σπᾶσθαι τὸ κλιτῦς, ἀνεγνώσθη δὲ κατ’ ὀξεῖαν τάσιν ἐν ἐγκλίσει, ὁμοίως
15τῷ «κνημῖδας ῥαπτὰς δέδετο, γραπτὺς ἀλεείνων» (Od. ω 229). σχό‐ λιον· ἐν μέντοι τῇ Ὀδυσσειακῇ προσῳδίᾳ φανερῶς τὸ γραπτῦς περισπᾷ καί φησιν ὅτι εἴη εἰρηκὼς ὡς καὶ τὸ κλιτῦς δεῖ περισπᾶσθαι. ἀμφίβολος οὖν ἐφ’ ἑκατέρων ὁ τόνος· εἰ γὰρ τοῖς ἐνταῦθα εἰρημένοις πεισθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκείνοις, τοῦτο πάλιν ἀντίκειται.
21 Il. Pr. Ω 665: τῇ δεκάτῃ τέ κε θάπτοιμεν δαινῦτό τε λαός: προ‐ περισπαστέον, ὡς καὶ Φιλοξένῳ δοκεῖ, ἵν’ ᾖ ἐκ τοῦ δαινύατο (ς 248) συναλοιφή, ὡς πυθοίατο (Α 257). ὡς οὖν τοὺς νέκυας νέκυς ἔφη, καὶ τὸ δαινύατο δαινῦτο, οὕτως ἔχει καὶ τὸ «λελῦτο δὲ γυῖα ἑκάστου»
25(Od. ς 237)· οὐδὲν δὲ θαυμαστὸν εἰ πληθυντικόν ἐστι τὸ δαινῦτο καὶ τὸ λαός ἑνικόν. τῷ γὰρ σημαινομένῳ ἡ σύνταξις ἐγένετο ὁμοίως τῷ «ἀγρόμενοι πᾶς δῆμος» (Il. Υ 166)· Φιλοξένῳ δὲ ἀρέσκει ἐν τοῖς εἰς μι λήγουσι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθως κεκλιμένον.
30 Arcad. 196, 17: πᾶν δίχρονον ἐκ κράσεως ὂν ἐκτείνεται, οἱ νέ‐ κυς, οἱ βότρυς, ῥῦσθαι.
33 Il. Pr. Μ 286: εἴλυται: προπερισπῶσιν, ἵνα ἐκ τοῦ εἰλύαται συνα‐ λοιφὴ ὑπάρχῃ ἢ ἐκ τοῦ εἰλύεται· δύναται γὰρ καὶ ἑνικῶς συντάσσεσθαι
35καὶ πληθυντικῶς. οὐκ ἀήθης δὲ ἡ τοιαύτη συναλοιφή, εἴγε καὶ τὸ
ἐρύεσθαι ῥῦσθαι ἔφη «πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε»340

3,2

341

(3)

(Il. Ο 141). καὶ τὸ «ἄρχετε νῦν νέκυας φορέειν» (Od. χ 437), ἐν τοῖς ἑξῆς ἔφη «ἐκ δὲ νέκυς οἴκων φόρεον» (Od. ω 417). τινὲς δὲ προ‐
5παροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμι.
7 Il. Pr. Δ 138: τὸ ἔρυτο ψιλοῦται καὶ προπαροξύνεται· οὕτως Ἀρίσταρχος καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. δύναται δὲ καὶ προπερι‐ σπᾶσθαι. ἔστι γάρ τι ῥῆμα ἐρύω. τούτου ὁ παρατατικὸς παθητικὸς
10γίνεται εἰρυόμην, τὸ τρίτον εἰρύετο, ὃ ἐν συναλοιφῇ ἔρυτο.
12 Il. Pr. Π 542: εἴρυτο: Ἀρίσταρχος τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶς πάνυ· ὁ δὲ Τυραννίων προπερισπᾷ, ἐκ τοῦ εἰρύετο φά‐ σκων αὐτὸ συνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰς μι
15ὁμοίως τῷ ἐζεύγνυτο, ἤνυτο «θοῶς δέ οἱ ἤνυτο ἔργον» (Od. ε 243) ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (Μ 286) καὶ εἴρυτο (Δ 138).
19Il. Pr. Ω 1: λυτο: εἰ μὲν μέσος δεύτερος ἀόριστός ἐστιν ἀπὸ τῶν
20εἰς μι, ὥσπερ ἤδη ἐπίσταται λέγων «νῦν δὲ λύμην τρὶς τόσσα πορών» (Il. Φ 80) καὶ «τῆς δ’ ἄρα κλαιούσης λύτο γούνατα» (δ 703 et υ 92), ἔκτασις ἐγένετο διὰ τὸ μέτρον. εἰ δὲ παρατατικόν τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι ὥσπερ ἐκ τοῦ ἰχθύες ἰχθῦς, μύες μῦς, ῥύεσθαι ῥῦσθαι «πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε»
25(Ο 141). ἢ ἀπὸ τοῦ λέλυτο λύτο ὡς βέβλητο βλῆτο.
27 Choer. 258, 34: ἰστέον ὅτι φησὶν ὁ Ἡρωδιανὸς ἐν τῇ Καθόλου, ἐν τῇ περὶ τῆς εὐθείας τῶν πληθυντικῶν διδασκαλίᾳ, ὡς οἱ ἥρωες εὐ‐ θεῖα τῶν πληθυντικῶν εὕρηται κατὰ κρᾶσιν παρὰ Ἀριστοφάνει ἐν Ἥρω‐
30σιν (Mein. ed. m. p. 285) «οἱ γὰρ ἥρως ἐγγύς εἰσιν».
32 Io. Al. 32, 6: τὸ πρῴ μονοσύλλαβον παρ’ Ἀττικοῖς ὀξύνεται, ἐπεὶ ἐκ τοῦ πρωΐ δισυλλάβου ὀξυνομένου κατὰ συναίρεσιν γέγονε.
35Io. Al. 23, 30: αἱ δυϊκαὶ γενικαὶ πρώτου καὶ δευτέρου νῶϊν, σφῶϊν
προπερισπῶνται. ταύτας δὲ κατὰ συναίρεσιν Ἀττικοὶ προφέρονται μο‐341

3,2

342

(16)

νοσυλλάβως τοῦ ι γραφομένου μὴ συνεκφωνουμένου, ὧν καὶ ἡ περι‐ σπωμένη μένει μετὰ τὴν συναίρεσιν οἷον νῷν σφῷν.
19Arcad. 134, 17: τὸ φῴδων ἀπὸ τοῦ φωΐδων.
21 Il. Pr. Ε 887: τὸ ζώς ἐξ ὀξυνομένου τοῦ ζωός γενόμενον δεῖ ὀξύνειν.
24Eustath. 117, 41: τὸ «ᾥτε χερνῆτις γυνή» (Μ 433) γίνεται κατὰ
25Ἡρωδιανὸν οὕτως· ὡσείτε καὶ ὡσείπερ καὶ ἀποβολῇ τοῦ ς καὶ κράσει τοῦ ω καὶ ε εἰς τὴν δίφθογγον διὰ τὴν τοῦ ι συναίρεσιν ᾥτε καὶ ᾥπερ.
28 Il. Pr. Α 278: Πηλείδη θέλ’: Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν Ὁμηρικὴν συνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεστῶτα ἀπὸ τοῦ ε ἄρχε‐
30ται. ἀλλὰ μὴν καὶ ἡ κίνησις ἡ τοῦ παρατατικοῦ· «ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέ‐342

3,2

343

(4)

λει» (287)· «ἤθελε Μηριόνης» (Il. Κ 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ
5συνηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπὶ τὴν δη συλλαβὴν ὀξεῖαν παρα‐ λαμβάνειν, ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλάβου γενομένου, ὡς καὶ σύνηθές ἐστι τῷ ποιητῇ. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐστὶ τρισύλλαβον ὄν, ὡς δείκνυται ἐν τοῖς περὶ ῥημάτων.
10 Il. Pr. Θ 229: ὅτε δὴ φάμεν: οὐκ ἀναγκαῖον ὀξύνειν τὸν δή, ἵνα κρᾶσις γένηται ὁμοίως τῷ «μήτε σὺ Πηλείδήθελε». ἐπὶ μὲν γὰρ τοῦ ἐθέλω πᾶσα ἀνάγκη τὸ ε μένειν κατὰ τὸν ποιητὴν ὡς εἴρηται· ἐπὶ δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶς ἀποβεβλῆσθαι τὸ ε, ὥστε ἐπὶ τὴν φα συλλαβὴν θετέον τὴν προσῳδίαν, καί ἐστιν ὅμοιον τῷ ἐν
15Ὀδυσσείᾳ «Τηλεμάχῳ ὁδὸς ἧδε· φάμεν δέ οἱ οὐ τελέεσθαι» (Od. π 347).
17 Il. Pr. Ι 614: ἵνα μημοι ἀπέχθηαι φιλέοντι: ὁ Ἀσκαλωνίτης ἀνα‐ γινώσκει ἵνα μημοι τὰ δύο βαρυτόνως, οἷον ἵνα μὴ ἐμοὶ κατ’ ὀρθὴν τάσιν· συγκριτικὴ γάρ ἐστι, φησίν, ὡς πρὸς τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶς
20φησιν. ἡ μέντοι παράδοσις ἐγκλιτικῶς ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖσα, ὁμοίως τῷ «μή μοι οἶνον ἄειρε» (Il. Ζ 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλ’ ἀποβεβλῆσθαι. καὶ ὁμοία ἐστὶν ἡ πλάνη τῷ «ἤ μ’ ἀνάειρε ἢ ἐγώ σε» (Il. Ψ 724), καὶ τῷ «τάχα δή με διαρραίσουσι καὶ αὐτόν» (Od. α 251), εἴγε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι. ἀλλὰ
25τῷ μὴ ὁρᾶσθαι κατ’ ἀρχὴν τὸ ε οὕτως ἀνέγνωσαν· τοῦτο γὰρ ἐπακο‐ λουθεῖ τοῖς πρωτοτύποις. ἐχρῆν δὲ αὐτοὺς ἐπιγνῶναι ὅτι κρᾶσις δύ‐ ναται ἐπακολουθεῖν, καὶ οὕτως ῥῶσαι τὴν ὑγιῆ ἀνάγνωσιν.
29Il. Pr. Ζ 260: δέ κ’ αὐτός: τοῦτο διχῶς ἀναγινώσκεται. ὅσοι
30γὰρ ἡγοῦνται ἐγκεῖσθαι τὸν κέ ἐγκλιτικόν, ῥωννύουσι τοῦ δέ τὴν ὀξεῖαν, ὡς καὶ ὁ Ἀσκαλωνίτης. οὕτω γὰρ καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (γ 255) ἀναγινώσκει «ἤτοι μὲν τόδε κ’ αὐτὸς ὀΐεαι». ὅσοι δὲ τὸν καί κατὰ κρᾶσιν καὶ ἔκθλιψιν, καὶ αὐτός—καὐτός, ἐγκλίνουσι τὸν δέ.
35Il. Pr. Ν 377: τὸ ταῦτα περισπαστέον κατὰ τὴν πρὸ τέλους συλ‐343

3,2

344

(10)

λαβήν, ἵνα ᾖ ἡ φράσις δεικτική. τινὲς μὲν ὤξυναν, ἵνα τοῦ τὰ αὐτὰ ὑπάρχῃ συναλοιφή· ὅπερ οὐ πιθανόν.
13 Il. Pr. Λ 636: ἄλλος: —τινὲς βούλονται δασύνειν τὸ α καὶ ἐκτεί‐ νειν, ἵν’ ᾖ ὁ ἄλλος μὲν μογέων, τουτέστιν ὁ Μαχάων. ἡμεῖς δὲ ἐκεῖνο
15παραφυλάξαι ἔχομεν, ὡς ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶσις εἶναι· εἰ γὰρ καὶ κρᾶσιν ἠβούλοντο παραλαμβάνειν, ἐχρῆν εἰς τὸ ω, ὁμοίως τῷ «οἴχετ’ ἀνὴρ ὤριστος» (288).
19Il. Pr. Α 464: μίστυλλον τ’ ἄρα τἆλλα: τὸ τἆλλα κατὰ συναλοι‐
20φήν ἐστιν ὡς τἆργα. ὁ δὲ Ἡρωδιανὸς τὸν τέ πληρωματικὸν ἀποδέ‐ χεται· καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει.
23Il. Pr. Ν 510: ἔτ’ ἄλλα: οἱ μὲν τὸ πλῆρες ἐκδέχονται τὰ ἄλλα,
ἐν συναλοιφῇ δὲ γενέσθαι τἆλλα ὡς τὰ ἆθλα τἆθλα. προείρηται δὲ περὶ344

3,2

345

(3)

τῆς τοιαύτης παρ’ αὐτῷ συναλοιφῆς καὶ συντάξεως τῶν ἄρθρων· ἄμει‐ νον οὖν ἐκδέχεσθαι ἔτι καὶ ἄλλα.
6 Il. Pr. Α 464: μῆρ’ ἐκάη: Πτολεμαῖος τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα ἰακώτερον ἐκδέξηται τὸ κάη. καὶ Ἀρίσταρχος δὲ οὕτως· δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες, ἐκθλίψεως γενομένης τοῦ α, ὥσπερ καὶ ἐπὶ τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν «ἢ εἰ δή ποτέ τοι κατὰ
10πίονα μηρί’ ἔκηα» (40)· τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι.
14Mon. 17, 15: εἴ τις λέγοι, ὅτι τὸ ζαήν καθαρεύει, οὗ καὶ αἰτιατικὴ
15παρὰ τῷ ποιητῇ κατ’ ἔκθλιψιν τοῦ α «ὦρσε δ’ ἐπὶ ζαῆν’ ἄνεμον» (μ 313), πρῶτον μὲν εἴσεται, ὡς οὐχ ὑγιῶς τοῦτο παραλήψεται, οὗ πίστιν ὀφείλει ἐξ ἄλλων πτώσεων παραθέσθαι. προείπομεν δέ, ὅτι κατὰ χρῆσιν τῶν Ἑλλήνων, οὐχὶ καθ’ ὑπόστασιν λέγομεν ἅπαντα. ἀλλ’ οὐδὲ ὁμολογούμενον τὸ ζαῆνα.
21 Il. Pr. Δ 27: ἱδρῶθ’: αἰτιατική ἐστι κατ’ ἔκθλιψιν εἰλημμένη, ἔν‐ θεν προπερισπῶμεν. ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίως τῷ εὐρώς. —δύ‐ ναται μέντοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρες, ἐπεὶ σύνηθες αὐτῷ οὕτως τὴν αἰτιατικὴν προφέρεσθαι «ἱδρῶ ἀπεψύχοντο» (Il. Λ 621).
26 Il. Pr. Θ 233: Τρώων ἀνθ’ ἑκατόν: ἐπὶ τὴν ἀνθ’ συλλαβὴν ἡ ὀξεῖα, ἵνα τὸ πλῆρες ᾖ ἄντα. οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ γονύπε‐ σος· καὶ ἐμοὶ δὲ οὕτως ἀρέσκει τὸ τῆς διανοίας· ἄντικρυς γὰρ Τρώων ἑκατὸν καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαί φησιν. οὐ γὰρ κωλύεται ἡ
30τοῦ ἄντα σύνταξις, εἴγε ἐπὶ γενικὴν φέρεται.
32 Il. Pr. Α 519: ὅταν: τὸ τέλειον ὅτε ἄν ἐστι, καὶ κατὰ συναλοι‐ φὴν ὅτ’ ἄν. ἐν δὲ τῇ συντάξει κεκοίμισται ἡ ὀξεῖα τοῦ ἄν, ὡς τὸ «οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων» (Il Θ 455), «οὐκ ἂν δὴ μείνειαν»
35(Il. Γ 52). ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπὶ τὴν ἄρχουσαν ὀξεῖαν ποιοῦντες: «ὡς δ’ ὅταν ὠδίνουσαν» (Il. Λ 209).
38Il. Pr. Κ 546: ἦ τίς σφωε πόρεν: τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται
καὶ ἡ σφωέ τρίτου προσώπου ἐγκλιτική ἐστι, σημαίνουσα τὸ αὐτούς345

3,2

346

(3)

«τίς τ’ ἄρ σφωε θεῶν» (Il. Α 8)· «ἀλλά σφωε δόλος καὶ δεσμός» (Od. θ 317)· ὥστε οὐκ οἶδεν ὁ ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφώ,
5εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστὶ καὶ σημαίνει ὑμεῖς ἢ ὑμᾶς· «σφὼ δὲ μάλ’ ἠθέλετον» (Il. Λ 782)· ἔνθεν οὖν οἱ ἀκριβέστε‐ ρον αὐτὰ παραφυλάξαντες ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ «εἰ μή σφω Αἴαντε διέκρινον» (Il. Ρ 531), ἵνα τὸ διηνεκὲς φυλαχθῇ.
10 Il. Pr. Ζ 465: πρίν γ’ ἔτι: Διονύσιος ὁ Σιδώνιος τόν γέ ἐκ πλήρους ποιεῖ. οὕτως καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖσθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον συνέβη ταῦτα τῇ Ἀνδρομάχῃ. ἔστιν οὖν τὸ τί καθ’ ὕπαρξίν τινα λεγόμενον ἢ καὶ παρ‐ ελκόμενον ὁμοίως τῷ «ἤ νύ τοι οὔτι μέλει Τρώων πόνος» (Il. Χ 11),
15καὶ «μήτι φόβον δ’ ἀγόρευε» (Il. Ε 252), καὶ «μή τί μευ ἠΰτε παι‐ δός» (Il. Η 235). οὐχ ὑγιῶς οὖν ὁ Πτολεμαῖος οἴεται συναλοιφὴν εἶναι.
18 Il. Pr. Ω 318: ἐϋκλήις ἀραρυῖα: Ἀρίσταρχος ἐϋκλήις ὡς ἐϋκνή‐ μις, σύνθετον ποιῶν τὴν λέξιν, οὕτως καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ δὲ οἳ
20διεῖλον «ἐῢ κληῖς’ ἀραρυῖα», οἷς συγκατατίθεται καὶ ὁ Τρύφων, οὐκ εὖ· ἄμεινον γὰρ ἐπιθετικῶς ἀκούειν καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δέ φημι, τοιοῦτόν ἐστιν, ὡς ὅτι ἐκθλίβεται μὲν τὸ ι τῆς δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρ‐ χούσης καὶ πληθυντικῆς «κέρκιδ’ ὕφαινε» (Od. ε 62), «χέρς’ ἐρέται»
25(Od. ν 115), καὶ «νήεσς’ ἡγήσατ’ Ἀχαιῶν» (Il. Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ις ἐκτεταμένων θηλυκῶν.
28 Il. Pr. Ξ 21: διχθάδι’: τὸ πλῆρές ἐστι διχθάδια, ὥσπερ καὶ Ἀρί‐ σταρχος βούλεται. διὸ τὴν χθα συλλαβὴν ὀξυτονητέον. παραιτητέον δὲ
30τοὺς βουλομένους εἶναι «διχθαδίῃ μεθ’ ὅμιλον» καὶ τὴν δι συλλαβὴν ὀξύνοντας.
33 Il. Pr. Φ 279: ὃς ἐνθάδε γ’ ἐτραφ’ ἄριστος: παροξυτονητέον· τὸ γὰρ τέλειόν ἐστιν ἐτράφη. καὶ μέμνηται αὐτοῦ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ
35τῆς Ξ (21), ὅπου διαλαμβάνει περὶ τοῦ «διχθάδι’ ἢ μεθ’ ὅμιλον». καὶ λέγει, ὅτι συναλοιφὴν πέπονθε διὰ τοῦ η· δεῖ οὖν διὰ τοῦ γ γρά‐ φειν, ὃς ἐνθάδε, εἶτα ἐτράφη ἄριστος, οὐχ ὡς οἱ πολλοὶ τέτραφ’ ἄρι‐
στος, ἀπὸ τοῦ τ ποιοῦντες τὴν ἀρχὴν τοῦ ῥήματος καὶ προπαροξύνοντες.346

3,2

347

(4)

Schol. Od. λ 134: θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ: τὸ ἔξαλος ὡς
5ἔκβιος οἷον ἠπειρωτικὸς καὶ οὐ θαλάσσιος. ἔνιοι δὲ κατὰ παράθεσιν ἐξ ἁλός οἷον ἀπὸ θαλάσσης ὡς τὸ «ἐπισσεύῃ μέγα δαίμων ἐξ ἁλός» (Od. ε 421). ἀλλ’ εἴγε καὶ ἐν παραθέσει, ἡ ἐξ δύναται τὸ ἔξω δηλοῦν ὡς τὸ «ἔκ τ’ ἀνδροκτασίης» (Λ 164). ὁ μέντοι Ἀσκαλωνίτης τὸ πλῆρες ἔξω ἡγεῖται, ἵν’ ᾖ ἔκθλιψις τοῦ ω ὡς ἐν τῷ «βαθέης ἐξάλλεται αὐλῆς»
10(Ε 142). οὐκ ἀναγκαῖον δὲ τῆς ἐξ ἤδη τὸ ἔξω σημαινούσης.
12 Il. Pr. Σ 458: ἔξω τοῦ ι τὸ ἐμωκυμόρῳ: συνεκτέθλιπται γὰρ τῷ ω τὸ ι.
15 Il. Pr. Φ 323: τυμβοχοῆς’: τὸ πλῆρες τυμβοχοῆσαί ἐστιν. οὕτως καὶ Ἀρίσταρχος καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους. Κράτης μέντοι γε‐ νικὴν πτῶσιν ἐξεδέξατο. καὶ δῆλον ὅτι ἐβάρυνεν ὁμοίως τῷ οἰνοχόης. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν τῷ ὀνόματι.
20 Schol. BL. ad Ν 541: Αἰνέας: ὥσπερ Ἑρμέας, οὕτως Αἰνέας, καθὼς Ἡρωδιανῷ δοκεῖ.
23 Choer. Dict. 123, 7: οὐδέποτε ἡ υι δίφθογγος ἐν τέλει λέξεως εὑρίσκεται οἷον μυῖα, ἅρπυια, υἱός. ἐν γὰρ τῷ «σύμβαλον ἀμφὶ νέκυϊ
25κατατεθνειῶτι μάχεσθαι» (Π 565) οὐκ ἔστιν ἐν διφθόγγῳ τὸ υ καὶ τὸ ι, ἀλλ’ ἐν τῷ μέτρῳ κατὰ συνίζησιν μετροῦνται, τουτέστιν αἱ δύο συλ‐ λαβαὶ εἰς μίαν συλλαβὴν ἤγουν τὸ υ καὶ τὸ ι ὥσπερ ἐν τῷ «χρυσέῳ ἀνὰ σκήπτρῳ» (Α 15) τὸ ε καὶ ἡ δίφθογγος εἰς μίαν συλλαβὴν με‐ τροῦνται οἷον χρυσῷ.
31 Choer. Dict. 134, 21: τὸ παρὰ τῷ Καλλιμάχῳ «δημεχθέα Χείλωνα κακόκνημόν τε Κόμητα» μετρεῖται κατὰ συνίζησιν τουτέστι τοῦ ε καὶ α
εἰς μίαν συλλαβήν.347

3,2

348

(10)

Mon. 39, 12: κνέφαλλον σύνηθες Ἀττικοῖς τὴν τύλην καλεῖν ὁμω‐ νύμως τῷ περιεχομένῳ τὴν περιέχουσαν. Ἀριστοφάνης Ἀμφιάρεῳ
καὶ νὴ Δί’ ἐκ τοῦ δωματίου γε νῷν φέρε
κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν. ὠνομάσθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτις σημαίνει ἀκανθώδη ὕλην, ᾗ περι‐
15πεταννύντες τὰς ἐσθῆτας ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰς ἐσθῆτας χνοῦ, ᾧ καὶ πρὸς τὰς τύλας ἐχρῶντο, ὥσπερ καὶ νῦν. μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸς ἐν Πεισάνδρῳ
ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος. ὥστε καὶ ἀντίθεσις ἐγένετο τοῦ α εἰς ε· ἐπεὶ παρὰ τὸ κνάφος ἐγένετο.
21 E. M. 48, 5: ἀκηχέδαται «παρὰ νηυσὶν ἀκηχέδαται» (Ρ 637) λυποῦνται. παρὰ τὸ ἄχω ἀχάζω ὡς ἀνιῶ ἀνιάζω. ὁ παρακείμενος ἤχακα, ὁ μέσος ἤχαδα, ὁ παθητικὸς ἤχασμαι ἤχασται, Ἰωνικῶς ἠχάδαται καὶ μετὰ ἀναδιπλασιασμοῦ Ἀττικοῦ καὶ τροπῇ τοῦ α εἰς ε ἀκηχέδαται.
26Arcad. 113, 18: τὰ εἰς ρη Ἰωνικώτερα κατὰ τροπὴν τοῦ α εἰς η.
βαρύνεται κόρη Ἄσκρη Ὀλύκρη, Ἀντισάρη, δέρη.348

3,2

349

(13)

Arcad. 114, 14: τὸ κάρη οὐδέτερον ἀπὸ τοῦ κάρα γέγονεν.
15 Il. Pr. Δ 243: ἕστητε: Πτολεμαῖος ψιλοῖ, ἐπεὶ γίνεται στῆτε, τὸ δὲ ἀποπῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔστιν, ἀλλ’ ἐκ τοῦ ἕστατε ἔκτασις ἐγένετο τοῦ α εἰς η. στάτε δὲ οὐ γίνεται. ἔνθεν δύναται δασύνεσθαι· τὸ γὰρ αὐτό ἐστι τῷ ἑστήκαμεν τὸ ἕστατε.
20 Il. Pr. Ξ 351: ὁ Ἀσκαλωνίτης ἀξιοῖ παροξύνειν τὸ ἑερσαι ὁμοίως τῷ Εὐτέρπαι. καὶ γὰρ τὸ ἑνικὸν ἑέρση ἐστί «μή μ’ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἑέρση» (Od. ε 467), τὰ δὲ εἰς η λήγοντα θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικά, Ἑλένη Ἑλέναι· οὕτως εἰ ἑέρση, καὶ ἑέρσαι· ἠλιθίως πάνυ. οὐ γὰρ ἐνόησεν ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ
25α εἰς η πρὸ τέλους ἔσχε τὸν τόνον, ὁμοίως τῷ ἄελλα ἀέλλη, οὕτως ἕερσα καὶ ἑέρση. εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέσεως ἔχεται, ἀπο‐
λήψεται τοῦ ἕερσα προπαροξυνομένου τὸν τόνον.349

3,2

350

(27)

Il. Pr. Κ 67: τὰ εἰς θαι λήγοντα ἀπαρέμφατα τῇ ορ συλλαβῇ παρα‐ ληγόμενα οὐ παρ’ ἄλλῃ τινὶ διαλέκτῳ ὁρῶνται ἢ τῇ Αἰολίδι, τέτορθαι,
μέμορθαι, ἔφθορθαι.350

3,2

352

(19)

Mon. 43, 25: δήω: οὐδὲν εἰς ω λῆγον ῥῆμα βαρύτονον καθαρὸν
20δισύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω. —ἡ δὲ τοιαύτη παράληξις ἢ περισπωμένη ἐστίν, ὥσπερ τὸ θηῶ, νηῶ, ἢ εἴπερ βαρυνό‐ μενα εἴη, πάντως κατὰ διάλεκτον, ὡς τὸ παίω πήω λεγόμενον παρὰ Βοιωτοῖς, τὸ παλαίω παλήω, καὶ παρ’ Αἰολεῦσιν ἐπὶ τῶν ὑπὲρ δύο συλλαβὰς ἀδικήω, ποθήω τό τε κλήω ἐκ τοῦ κλείω γενόμενον.
26Theogn. 51, 18: τὸ παληός, ἀρχῆος, Ἀχηός Βοιώτιά ἐστιν κατὰ
τροπὴν τῆς αι διφθόγγου εἰς η.352

3,2

353

(25)

E. M. 149, 41: ἄρσην: παρὰ ἄρδω τὸ ποτίζω ἄρσην ὁ ἄρδων τὴν θήλειαν—ἢ παρὰ τὸ ἔρδω τὸ πράττω. ὁ μέλλων ἔρσω καὶ ἄρσην ἐξ αὐτοῦ, ὁ πρακτικός. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ γάμου καὶ συμ‐ βιώσεως.
30 E. Or. 68, 3: ἧπαρ ὁ Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ παρὰ τὸ ἐπαί‐ ρεσθαί φησιν ἔπαρ τι ὂν καὶ ἧπαρ τροπῇ τοῦ ε εἰς η ἢ παρὰ τὸ ἥδω
ἧδαρ καὶ ἧπαρ. ἐν τούτῳ γὰρ τὸ τῆς ἡδονῆς καὶ τὸ τῆς ἐπιθυμίας.353

3,2

354

(14)

Choer. 513, 4: τὸ βούλομαι ἠβουλόμην, δύναμαι ἠδυνάμην Ἀττικά·
15κατ’ ἔκτασιν γὰρ Ἀττικὴν τοῦ ε εἰς τὸ η γέγονε· τὸ δὲ ἤθελον οὐ γέγονε κατ’ ἔκτασιν, ἀλλὰ βʹ ἐνεστῶτές εἰσιν, ὁ θέλω καὶ ὁ ἐθέλω. γίνεται τὸ ἔθελον διὰ τοῦ ε ὥσπερ τύπτω ἔτυπτον, ἀπὸ δὲ τοῦ ἐθέλω
διὰ τοῦ η ὥσπερ ἐλέγχω ἤλεγχον.354

3,2

355

(14)

E. M. 342, 48: ἐνίπτω· παρὰ τὸ ἐνέπω τὸ λέγω κατ’ ἐπένθεσιν
15τοῦ τ καὶ τροπῇ τοῦ ε εἰς ι· τὸ γὰρ ε, ἡνίκα πλεονάσῃ σύμφωνον, τρέπεται εἰς ι, ἐνέπω ἐνίπτω· «μή με, γύναι, χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε» (Γ 438). —«εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπεν» ἀντὶ τοῦ εἶπεν ἢ ἔλεγεν Ἰλιάδος Β (80) ἀπὸ τοῦ ἐνέπω καὶ πλεονασμῷ καὶ τροπῇ, ἐξ οὗ καὶ ῥῆμα περισπώμενον ἐνισπῶ ἐνισπήσω, ὁ δεύτερος
20ἀόριστος ἤνισπον καὶ κατὰ συστολὴν ἔνισπον.
22 Mon. 26, 3: ὀψέ. οὐδὲν εἰς ψε λῆγον ἐπίρρημα, ἀλλὰ μόνον τὸ ὀψέ, ὅπερ ἐν συνθέσει φιλεῖ τρέπειν τὸ ε εἰς τὸ ι ὥσπερ ἐπὶ τοῦ ὀψι‐ μαθής, ὀψίτυχος, ὀψιτέλεστον, ὀψίγονος. —ἤδη μέντοι Αἰολεῖς καὶ ἐν
25ἁπλῇ προφορᾷ διὰ τοῦ ι ἀποφαίνονται «ὄψι γὰρ ἄρξατο» ἴσως ἀναλο‐ γώτερον, ὡς δείκνυται ἐν τῷ περὶ ἐπιρρημάτων.
28 Choer. 593: λέγει ὁ Ἡρωδιανὸς ὅτι δύναται ἔολπα εἶναι ὡς ἀπὸ τρισυλλάβου τοῦ ἐέλπω, τούτου γὰρ ὁ μέσος παρακείμενος ἤελπα καὶ
30κατὰ τροπὴν τοῦ ε εἰς ο καὶ συστολῇ τοῦ η εἰς ε ἔολπα.
32 Choer. 548: παραλήγουσαν τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ παρα‐ κείμενος χωρὶς τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων
τῶν παραληγομένων τὸ ε· ἐπὶ τούτων γὰρ τρέπεται τὸ ε εἰς α κατὰ355

3,2

356

(15)

τὸν ἐνεργητικὸν παρακείμενον οἷον κερῶ κέκαρκα, δερῶ δέδαρκα, σπερῶ ἔσπαρκα, κτενῶ ἔκταγκα, στέλλω ἔσταλκα· πρόσκειται. «δισύλλαβα» διὰ τὸ ἐγερῶ ἤγερκα. ἔτι δεῖ προσθεῖναι καὶ χωρὶς τῶν δισυλλάβων τῆς πρώτης καὶ δευτέρας συζυγίας βαρυτόνων τῶν παραληγομένων τῷ ε· ταῦτα γὰρ τρέπουσι τὸ ε εἰς ο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον παρὰ
20τοῖς Ἀθηναίοις οἷον λέγω λέξω λέλεχα κοινῶς καὶ λέλοχα Ἀττικῶς, πλέκω πλέξω πέπλεχα κοινῶς καὶ πέπλοχα Ἀττικῶς, στέφω στέψω ἔστεφα κοινῶς καὶ ἔστοφα Ἀττικῶς, πέμπω πέμψω πέπεμφα κοινῶς καὶ πέπομφα Ἀττικῶς, στρέφω στρέψω ἔστρεφα κοινῶς καὶ ἔστροφα Ἀττικῶς, βρέχω βρέξω βέβρεχα κοινῶς καὶ βέβροχα Ἀττικῶς. πρόσκειται
25δισύλλαβα διὰ τὸ ἐλέγχω ἐλέγξω ἤλεγχα.
27 Theogn. 45, 20: τὸ τραπεζείτης ἐπὶ τοῦ κυνός, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύς παρῆκται, διὰ τῆς ει γράφεται· τοῦτο δὲ παρ’ Ἰβύκῳ εὕρη‐ ται κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η, ὥς φησιν Ἡρωδιανὸς ἐν
30τῇ καθόλου.
32 E. Or. 160, 6: φειδωλός οἷον φευγωλός τίς ἐστιν, ὁ φεύγων τὸ δοῦναι. Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφίᾳ.
35Eustath. 287, 20: σημείωσαι, ὅτι τινὰ τῶν παλαιῶν ἀντιγράφων356

3,2

357

(12)

Τροιζῆνα προπαροξυτόνως ἔγραψαν, οἷς καὶ Ἡρωδιανὸς συνηγορεῖ ἐν τοῖς περὶ ταχυτῆτος καὶ δηϊοτῆτος εἰπών, ὅτι ἡ Δωρὶς καὶ Αἰολὶς διά‐ λεκτος οὐδέποτε κατὰ γενικὴν περιττοσύλλαβον τὸ η μετατιθέασιν εἰς
15α, εἰ μὴ βαρύνοιτο, Ἕλλην Ἕλλαν, Τροίζην Τροίζαν. ποιμήν δὲ καὶ λιμήν οὐκ ἂν ἐροῦσι διὰ τοῦ α, ἐπεὶ ὀξυτονεῖται. ἐπὶ μέντοι μονο‐ συλλάβων μετατιθέασι τὸ σφήξ καὶ μήν σφάξ λέγοντες καὶ μάν. σεση‐ μείωται, φησίν, τὸ ἐσθάς ὀξυνόμενον καὶ διὰ τοῦ α λεγόμενον παρὰ Πινδάρῳ ἐν Πυθιονίκαις.
21 Dichr. 296, 25: τὸ α πρὸ τοῦ β θέλει συστέλλεσθαι, εἰ μὴ κατὰ διάλεκτον εἴη γενομένη τροπὴ ἐκ τοῦ η εἰς α ὡς ἔχει τὸ ἡβήσομεν ἁβάσομεν.
25 Dichr. 297, 5: τὸ α ἐπιφερομένου τοῦ μ συστέλλεσθαι θέλει κατ’ ἀρχήν, εἰ μὴ διαλέκτῳ εἴη κατὰ τροπὴν γενόμενον ὡς ἐπὶ τοῦ ἡμέρα ἁμέρα.
29Mon. 26, 13: τὸ α, εἰ ἔχοι ἐν ἐπιφορᾷ διπλασιαζόμενον τὸ λλ
30ἐν μιᾷ λέξει, συστέλλεσθαι φιλεῖ χωρὶς εἰ μὴ τροπή τις εἴη τοῦ η εἰς α παρὰ διαλέκτῳ ἁλλόμην ἐκ τοῦ ἡλλόμην.
33Arcad. 22, 5: Ἑρμᾶς καὶ Ἀρτεμᾶς Δωρικόν.
35Dichr. 296, 20: τὸ νομιζόμενον Ἴωσιν ἀνιηρός πρότερόν ἐστι καὶ
λοιπὸν τὸ ἀνιαρός ὡς ἐδέξατο τροπὴν τὴν ἐκ τοῦ η ἔμεινεν ἐκτεινόμενον.357

3,2

358

(30)

E. Or. 108, 26: λαγών εἴρηται παρὰ τὸ λήγειν. Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφίᾳ.
33Il. Pr. Ξ 172: δασυντέον τὸ ἑδανῷ. τὸ γὰρ ἡδύ βούλεται σημᾶ‐358

3,2

359

(12)

ναι. γίνεται τέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ανος παραγόμενα ὀξύτονα, ἅπερ τὴν τρίτην ἀπὸ τέλους ἔχει βραχεῖαν, ἢ αὐτόθεν ἀπὸ τῶν ῥημά‐ των μετειληφότα, ὡς ἀπὸ τοῦ ἄγω ἀγανός, στέγω στεγανός, ἢ ἐκ τῆς
15μακρᾶς τῆς κατὰ τὰ ῥήματα εἰς βραχεῖαν μεθιστάμενα, ὡς παρὰ τὸ ἵκω ἱκανός καὶ παρὰ τὸ πείθω πιθανός, τρώγω τραγανός, εἴδω ἰδανός· «σὰς ἰδανὰς χάριτας» ὁ Καλλίμαχος. οὕτως οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανός γένοιτ’ ἂν τοῦ η εἰς ε τραπέντος· διὸ δασυντέον τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωσαν πόθεν τὸ ε ἐγένετο. ὁ γὰρ χαρακτήρ, ὡς ἔφαμεν,
20τὴν βραχεῖαν ἀσπάζεται.
22 Arcad. 61, 3: τὰ εἰς μος ὑπερδισύλλαβα παραληγόμενα τὸ ε προ‐ παροξύνεται Τήλεμος Ἔχεμος ἄνεμος. τὸ δὲ θελεμός ἀπὸ τοῦ θελημός ὀξύνεται.
26 Il. Pr. Α 77: ἠμέν: κεῖται ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐστὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴς ἀεὶ διὰ τοῦ ε προφέρεται «ἠμὲν τοὺς ἵππους τε καὶ ἅρματα» (Κ 322) «ἠμὲν ἐμοὶ δώσειν» (Il. Ξ 275).
30 Mon. 14, 18: ἠχέεις, βρομέεις κατὰ ποιητικὴν συστολὴν τὸ ε παρα‐ λήγεται.
33Il. Pr. Λ 192: ἄλεται: συστολὴ ἐγένετο ἢ μεταβολὴ ἐγκλίσεως.359

3,2

360

(13)

Choer. 624, 17: πονῶ πονήσω καὶ πονέσω πρὸς διάφορον σημαι‐ νόμενον. ὁ γὰρ πονῶν ἢ σωματικῶς πονεῖ ἢ ψυχικῶς· καὶ εἰ μὲν σω‐
15ματικῶς, πονέσω διὰ τοῦ ε, εἰ δὲ ψυχικῶς, πονήσω διὰ τοῦ η. διὰ τοῦτο σημειούμεθα παρὰ Ἀριστοφάνει (Pac. 820) «ἐγὼ δέ τοι πεπό‐ νηκα κομιδῇ τὼ σκέλη», ἐπεὶ σωματικῶς λεχθὲν διὰ τοῦ η προηνέχθη.
19E. M. 69, 18: ἁλμυρόν: ὥσπερ παρὰ τὸ τόλμη τολμηρός καὶ
20ἄτη ἀτηρός, οὕτω καὶ παρὰ τὸ ἅλμη ἁλμηρός καὶ τροπῇ τοῦ η εἰς υ ἁλμυρός ὡς τηρός τυρός. ἢ κυρίως τίθεται ἡ λέξις ἐπὶ τῶν εἰς ἅλα μυρομένων ποταμῶν, ὅ ἐστιν ἐκχεομένων. ὥστε οὐ τροπὴ κατὰ Ἀπολ‐
λώνιον. Μεθόδιος.360

3,2

361

(25)

Arcad. 71, 22: τὸ καυστειρός ἀπὸ τοῦ η ἐτράπη εἰς ει.
27 Arcad. 92, 24: οἱ Βοιωτοὶ τὸ η τῶν εἰς ης εἰς ει τραπέντες ὀξύνουσιν αὐτά, εὐγενείς ἀντὶ εὐγενής, ἀγενείς ἀντὶ ἀγενής.
30 Theogn. 41, 27: οἱ Βοιωτοὶ πολλὴν ἴσασι τὴν εις κατάληξιν, καθὸ παρ’ αὐτοῖς εἴωθε τὸ η εἰς τὴν ει δίφθογγον τρέπεσθαι· τὸ γὰρ πένης πένεις γράφουσι διὰ τῆς ει διφθόγγου καὶ τὸ πατήρ καὶ μήτηρ παρ’
αὐτοῖς διὰ τῆς ει διφθόγγου.361

3,2

362

(23)

E. M. 452, 33: ἀπὸ τοῦ μνῶ μνήσω καὶ θνῶ θνήσω γίνεται θνή‐ σκω καὶ μνήσκω· καὶ οὐκ ἔχει τὸ ι. οἱ δὲ λέγουσι σὺν τῷ ι, ὅτι οἱ
25Αἰολεῖς θναίσκω καὶ μναίσκω λέγουσι διὰ τῆς αι διφθόγγου. ἀλλ’ ἰδοὺ τὸ Ἡσίοδος καὶ ἡμίονος Αἰσίοδος καὶ αἰμίονος λέγουσιν, ἀλλ’ ὅμως οὐκ ἔχει τὸ ι. ἡ μέντοι παράδοσις ἔχει τὸ ι ἴσως ἐκ τοῦ λέγειν τοὺς Αἰο‐
λεῖς θναίσκω καὶ μναίσκω.362

3,2

364

(29)

Mon. 26, 31: δεῦρο: οὐδὲν εἰς ο λήγει ἐπίρρημα ὑπὲρ μίαν συλ‐
30λαβήν, ἀλλὰ μόνον τὸ δεῦρο. ὅπερ εὕρηται παρὰ τῷ ποιητῇ ἅπαξ κατ’ ἐπέκτασιν εἰς ω ἐν τῷ «ἦ δεύρω μὲν ἕποντο» (Γ 240). παραιτοῦμαι γὰρ
τὴν διάφορον ἀνάγνωσιν. παρὰ δὲ τοῖς Αἰολεῦσι καὶ δεῦρυ διὰ τοῦ υ.364

3,2

365

(5)

Choer. 300, 26: τὸ ταὧς οὐκ ἠδύνατο ἀπὸ τοῦ ταός τοῦ διὰ τοῦ ο εἶναι, ἐπειδή, ὥς φησιν Ἡρωδιανὸς ἐν τῇ καθόλου, τὸ ταός τὸ διὰ τοῦ ος οὐκ ἔστι σύνηθες τοῖς Ἕλλησιν.
9Io. Al. 5, 14: τοῦ Μενέλαος προπαροξυνομένου τὸ Μενέλεως καὶ
10αἱ λοιπαὶ πτώσεις καὶ οἷ ἀριθμοὶ προπαροξύνονται, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκτασις, ὡς ἐπὶ τοῦ πόλεως καὶ μάντεως.
13 Mon. 9, 18: καθόλου τὰ διὰ τοῦ ηδων καὶ εδων εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ διὰ τοῦ ο τὴν κλίσιν ἔχει· τὸ γὰρ παρὰ τῷ Κυρηναίῳ
15
τὰ δὲ νῦν πολλὴν τυφεδῶνα
λεσχαίνεις ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν.
19Schol. Od. δ 1: κητώεσσαν: ὥσπερ τὸ ἡβώωσα ἐκτείνει διὰ τὸ
20εἶναι πρὸ αὐτῆς μακρὸν τὸ η καὶ τηλεθόωσα σμικρύνει διὰ τὸ εἶναι τὴν πρὸ αὐτῆς συλλαβὴν βραχεῖαν ἤτοι τὸ λε, οὕτω κητώεις καὶ ὠτώεις καὶ κηώεις καὶ ὅσα τοιαῦτα ἐκτείνει, συστέλλει δὲ τὸ ἐρόεις, κερόεις
ἐρόεσσα κερόεσσα καὶ ὅσα τοιαῦτα.365

3,2

366

(15)

Choer. 897, 28: ὥσπερ ἀπὸ τοῦ τυφθείς τυφθέντος γέγονε τυ‐ φθείην, οὕτως καὶ ἀπὸ τοῦ θείς θέντος γέγονε θείην καὶ ἀπὸ τοῦ στάς στάντος γέγονε σταίην καὶ ἀπὸ τοῦ δούς δόντος γίνεται δοίην καὶ κατ’ ἔκτασιν τοῦ ο δῴην προσγραφομένου τοῦ ι «δῴη κῦδος ἀρέσθαι» (Π 88).
21 Arcad. 126, 23: τὸ κατὰ διάλεκτον τροπῇ γινόμενον βῶς ἀπὸ τοῦ βοῦς βοός περισπᾶται.
24Mon. 7, 26: Ἀλκαῖος εἰς ω ἀποφαίνεται τὸ ὄνομα (sc. οὐρανός)
25ὠρανός λέγων κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς τὸ ω.366

3,2

369

(15)

Arcad. 135, 15: ὅτε κατὰ διάλεκτον ἡ γενικὴ τροπὴν ὑπομένει τοῦ ων εἰς αν, περισπᾶται κυανεᾶν ἀμφοτερᾶν.
18 Mon. 10, 17: οὐδὲν περισπώμενον ὑπὲρ δύο συλλαβὰς τρέπει τὸ ω εἰς α παρ’ Αἰολεῦσιν ἢ Δωριεῦσι· τὸ δέ γε Ποσειδῶν ἐτράπη· Ποσει‐
20δάν γὰρ λέγεται.
22 Il. Pr. Ι 393: σόωσι: Τυραννίων προπερισπᾷ ὡς νοῶσιν—Ἀπίων δὲ διὰ τοῦ α γράφει· —ἡ δὲ πλείων χρῆσις, ὧν ἐστι καὶ ὁ Ἀσκαλω‐ νίτης, ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ
25παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς «τὼ δ’ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους» (Od. ι 430).
28 Il. Pr. Α 363: εἴδομεν: προπαροξύνεται τὸ εἴδομεν ἀπὸ βαρυτό‐ νου τοῦ εἴδω. οὐ θαῦμα δέ, εἰ τὸ αὐτὸ καὶ ὡς βαρύτονον καὶ ὡς
30περισπώμενον κλίνει. ἢ ὅτι ἀνθ’ ὑποτακτικοῦ ἐστι καὶ ἡ συστολὴ ἀνέ‐ δωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.
33Arcad. 10, 5: τὰ εἰς υν λήγοντα βαρύνεται ἐξαιρέτως παρὰ τοῖς
Αἰολεῦσι, Φόρκυν, Πόλτυν, Γόρτυν, τέκτυν ὁ τέκτων.369

3,2

370

(26)

Choer. 333: λέγει ὁ Ἡρωδιανός, ὅτι ἐστὶ τὴν Σαπφών καὶ τὴν Λητών ἡ αἰτιατικὴ καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ ω εἰς οι δίφθογγον γίνεται τὴν Σαπφοῖν καὶ τὴν Λητοῖν.
30Io. Al. 36, 7: τὸ ἁρμοῖ συμπερισπᾶται τῷ ἁρμῷ· τὰ δὲ ἀπὸ βαρυ‐
τόνων βαρύνεται ἔξω ἔξοι.370

3,2

371

(20)

E. Orion. 46, 18: Δημήτηρ· τροπῇ τοῦ γ εἰς δ οἷον γημήτηρ τὶς οὖσα· ἢ παρὰ τὸ δῃόω γῆν καὶ τέμνειν ἐν τῇ ἀρόσει.
23 E. Or. 151, 16: τάριχος: παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἰσχναίνεσθαι ἢ παρὰ τὸ γάρρον ἴσχειν ἢ καὶ γάρρον ἐξιχωρίζεσθαι. οὕτως Ἡρωδιανὸς
25ἐν τῷ συμποσίῳ. καὶ ἔστι τροπῇ τοῦ γ εἰς τ.
27E. Or. 162, 18: φάτνη παρὰ τὸ φάγνη καὶ τροπῇ τοῦ γ εἰς τ
φάτνη· οὕτως Ἡρωδιανὸς ἐν τῷ συμποσίῳ.371

3,2

373

(23)

Choer. 589, Cram. An. Ox. III 398: κατὰ τὸν Ἡρωδιανὸν ἔδει ἀπὸ τοῦ δείδω εἶναι δέδοιδα τὸν μέσον παρακείμενον· ἀλλὰ διὰ τὸ μὴ
25χρῆναι τρία παράλληλα δ παραλαμβάνεσθαι (τὸ γὰρ τοιοῦτο ψελλισμῷ, φησίν, ὑποπίπτει) ἀντεισῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρα‐ κειμένου τοῦ δείδω δείσω δέδεικα, ὃς ἐσιγήθη διὰ τὸ τοῦ μέσου παρα‐
κειμένου πολύχρηστον.373

3,2

374

(21)

Choer. 611, 35: οἱ Βοιωτοὶ τὸ ἤνεγκα ἤνειγξα λέγουσι, διὰ τῆς ει διφθόγγου τὴν παραλήγουσαν ποιοῦντες· περὶ δὲ τοῦ τὴν λήγουσαν διὰ τοῦ ξ εἶναι λέγομεν ὅτι ἢ πρὸς ἀναλογίαν τοῦ μέλλοντος τοῦτο πεποιήκασιν, ἐνέγξω γάρ ἐστιν ὁ μέλλων διὰ τοῦ ξ ἢ ἀπὸ τοῦ ἤνεγκα
25γίνεται κατὰ τροπὴν Βοιωτικὴν τοῦ κ εἰς ξ· ἔθος γὰρ ἔχουσιν οἱ Βοιω‐ τοὶ τρέπειν τὸ κ εἰς ξ ὡς Ἀριστοφάνης δηλοῖ ἐν Νεφέλαις (343) λέ‐ γων «εἴξασι γοῦν ἐρίοισι πεπταμένοισιν»· τοῦτο γὰρ τὸ εἴξασι κατὰ Βοιωτοὺς γέγονε τροπῇ τοῦ κ εἰς ξ, εἴκασι γάρ ἐστιν ἀντὶ τοῦ ἐοίκασιν
ἀπὸ τοῦ εἴκω θέματος τοῦ σημαίνοντος τὸ ὁμοιῶ.374

3,2

378

(14)

Arcad. 9, 6: τὸ ἄρρην Ἀττικῶς ἀπὸ τοῦ ἄρσην γέγονεν.
16 Mon. 10, 25: εἴρηται ὁ δαίμων παρ’ Ἀλκαίῳ διὰ τοῦ α μένοντος τοῦ ς Ποσείδαν, παρὰ δὲ Δωριεῦσι τρεπομένου τοῦ ς εἰς τ Ποτειδάν κατ’ ὀξεῖαν τάσιν, εἴρηται δὲ καὶ Ποτιδᾶς ὡς Κερκιδᾶς.
20 Il. Pr. Σ 519: ὀλίζων ἐσχημάτισται συγκριτικῶς κατὰ πάθος. παρὰ γὰρ τὸ ὀλιγώτερος κατὰ δεύτερον τύπον τὸ ὀλιγίων μὴ εἰρημένον συγκριτικῶς, ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος ἐξέπιπτε· τρίτος τύπος ὁ διὰ δύο σς ὀλίσσων. τὰ δὲ δύο σς μετέπεσεν εἰς ζ καὶ ἀπετελέσθη τὸ ὄλιζον. οὕτως οὖν ἐσχηματίσαμεν καὶ τὸ μεῖζον, λέγω δὲ κατὰ τὴν
25αὐτὴν τροπὴν τῶν στοιχείων.378

3,2

382

(19)

Choer. Orth. 213, 30: ἀπὸ τοῦ ἐννέα γέγονεν ἐννεάκοντα καὶ
20καθ’ ὑπερβιβασμὸν ἐνενάκοντα, καὶ ἐπειδὴ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τὸ η παραλήγονται οἷον ἑξήκοντα καὶ ἑβδομήκοντα καὶ ὀγδοήκοντα, τούτου χάριν ἐκείνων τρεψάντων τὸ α εἰς η, ἔτρεψε καὶ τοῦτο καὶ γέγονεν ἐνενήκοντα.
25 E. Or. 117, 30: ὀθνεῖον: ὑπέρθεσις στοιχείου. ὡς ἄριστος ἀρι‐ στεῖον, νόθος νοθεῖον, μεταθέσει τοῦ ν ὀθνεῖον.
25Ep. Cr. I 383, 27 (E. M. 134, 8): ὁ ἄρ σύνδεσμος οὐκ ἔστιν ἐκ382

3,2

383

(28)

τοῦ ῥά· ὁ γὰρ ῥά ἐγκλιτικός ἐστι καὶ ὑποτακτικός, ὁ δὲ ἄρ οὐκ ἔστιν
ἐγκλιτικός.383

3,2

386

(27)

Cram. An. Ox. III 263, 24: ἔμμορε Ζηνόβιος καὶ Ἡρωδιανὸς οὕτω κανονίζουσι· μείρω μερῶ, ὁ μὲν παρακείμενος μέμορα καὶ ἐν
ὑπερθέσει τοῦ μ ἔμμορα.386

3,2

387

(22)

Mon. 20, 30: ἀνήρ: οὐδὲν εἰς ηρ λῆγον ὀξυνόμενον ἔχει τὸ ν πρὸ τοῦ η, ἀλλὰ μόνον τὸ ἀνήρ. τὸ δ’ αἴτιον πρόδηλον.
25Schol. Od. ξ 485: ἐμμαπέως: ταχέως, ἅμα τῷ λόγῳ. οὕτω δὲ387

3,2

388

(23)

Φιλόξενος σχηματίζει τὴν λέξιν ἐν δευτέρῳ περὶ μονοσυλλάβων ῥημάτων· παρὰ τὸ ἔπος παράγουσι σύνθετον τὸ ἀμεπής ὡς ψεῦδος ἀψευδής·
25εἶτα ἐξ αὐτοῦ παράγουσι μεσότητος ἐπίρρημα ἀμεπῶς ὡς ἀψευδῶς καὶ ἐν Ἰωνικῇ διαλύσει ἀμεπέως ὡς ἀψευδέως. καὶ ἐπεὶ τρεῖς βραχεῖαι ἀλλεπάλληλοι οὐ συνίστανται, τῷ διπλασιασμῷ τοῦ μ καὶ ἀντιπαραχω‐ ρήσει (ὑπερθέσει B) τοῦ α καὶ ε γίνεται ἐμμαπέως. BHQ Vind. 133.
30Arcad. 76, 21: βαύνασος καὶ βάναυσος.388