TLG 0087 033 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ μονήρους λέξεως Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Περὶ μονήρους λέξεως Citation: Part+volume — page — (line) | ||
3,2908(1t) | ΑΙΛΙΟΥ ΗΡΩΔΙΑΝΟΥ | |
2t | ΠΕΡΙ ΜΟΝΗΡΟΥΣ ΛΕΞΕΩΣ. | |
---|---|---|
3 | Τῶν λέξεων αἱ μὲν πλήθουσι καθ’ ὁμοιότητα, αἱ δὲ οὔ. καὶ τῶν μὲν πληθουσῶν ἤτοι τὸ τέλος μόνον παραφυλάττομεν τὸ αὐτὸ ὄν, ἢ | |
5 | καὶ ποσότητα συλλαβῶν καὶ τόνον· ἔσθ’ ὅτε δὲ καὶ τὴν πρὸ τέλους συλ‐ λαβήν, ἔστι δὲ καὶ τὴν τρίτην ἀπὸ τέλους, ἐφ’ ὧν οὐδὲ δύναταί ποτε λέξις μονοσυλλαβῆσαι ἢ δισυλλαβῆσαι. εἰ γὰρ τρεῖς εἰσιν αἱ παραφυ‐ λασσόμεναι συλλαβαί, πῶς ἂν ἐκ τούτων μείωσις γένοιτο; ἐκστήσεται γὰρ τῆς ποσότητος τοῦ ἀριθμοῦ καὶ τῆς ὁμοιότητος. ὥσπερ ἐπὶ τῶν | |
10 | διὰ τοῦ αλεος παραγομένων, νηφαλέος, δειμαλέος, ἀργαλέος. πάντα γὰρ ταῦτα ἔχει τὰς ἐν τῷ τέλει τρεῖς συλλαβὰς τύπον μόνον ἐμφαι‐ νούσας, τοῦ δηλουμένου αὐτοῦ ὑπάρχοντος ἐν τῇ ἀρχῇ. οἷον τὸ δει‐ μαλέος τετύπωται μὲν ἀρσενικῷ χαρακτῆρι καὶ ἔστιν εὐθείας πτώσεως ἑνικόν· τὸ μέντοι δηλούμενον ἔχει ἐν τῇ ἀρχούσῃ συλλαβῇ καὶ ἐν τῷ | |
15 | μ συμφώνῳ. ὁμοίως καὶ τὸ νηφαλέος, οὐ παρ’ ὄνομα παραχθέν, ὡς τὸ προκείμενον, παρὰ μέντοι τὸ νήφω ῥῆμα ὁμοίως παροξυνθέν, ἔχον τὰς ἐπὶ τέλει τρεῖς συλλαβὰς τῆς παραγωγῆς, τοῦ σημαινομένου αὐτοῦ ὑπάρχοντος ἐν τῇ ἀρχούσῃ συλλαβῇ καὶ ἐν τῷ φ. καὶ τὸ αὐτὸ εὑρή‐ σεις ἐπὶ πάντων τῶν τοιούτων. ἐφ’ ὧν οὐκ ἔστιν ἐλέγξαι τινὰ περὶ | |
20 | ποσότητα συλλαβῶν πεπλανημένην λέξιν. δύναιτο δ’ ἄν τις ἐπιζητῆσαι τόνον πιθανευόμενος, ὡς τὰ τοιαῦτα πάντα τὰ διὰ τοῦ αλεος ὑπάρχοντα παραγωγὰ καθεστῶτα ὑπὲρ τρεῖς συλλαβὰς παροξύνεσθαι θέλει, ὡς ἔχει | |
πάντα τὰ τοιαῦτα, νηφαλέος, σκωπαλέος, δειμαλέος, σμερδαλέος, κερ‐ | 908 | |
3,2909 | δαλέος, φρικαλέος, θαρσαλέος, ἀργαλέος, αὐαλέος, φοιταλέος, γηραλέος, λευγαλέος, ὀπταλέος, ἰκμαλέος, ῥωμαλέος, ῥωγαλέος· τὸ μέντοι δαιδάλεος τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν· ἔνθεν αἰτιατικὴ «δαιδάλεον θώ‐ ρηκα» παρὰ τῷ ποιητῇ (Θ 195). καὶ παρὰ Ἀντιμάχῳ κονισάλεος | |
5 | τὼ δ’ αὖτ’ ἀμφὶ κονισάλεον πεπονήατο δίφρον. καὶ δῆλον ὅτι ἡ ἀναλογία ἀνιωμένη τῷ τοιούτῳ διαφόρου κινήσεως παρίστησι τὰς λέξεις, ὡς ὅτι τὸ δαιδάλεος καὶ κονισάλεος κτητικῇ Ἰω‐ νικῇ ἐστιν ἐνδείᾳ τοῦ ι ὁμοίως καὶ Ἑκτόρεος καὶ Νεστόρεος. ὡρισάμην διὰ τοῦ αλεος ὑπὲρ τρεῖς συλλαβὰς ὄντα, ἐπεί ἐστί τινα τρισύλλαβα | |
10 | οὐχ ὁμοίως παρηγμένα, ἅπερ διαλλάξαντα καὶ τῷ μὴ ὁμοίως παρῆχθαι καὶ ποσότητι συλλαβῶν καὶ νοητῷ διήλλασσε καὶ τόνῳ. ἐπὶ γὰρ τοῦ τέλους λαμβάνει τὴν ὀξεῖαν, ὡς ἔχει τὸ γαλεός, ἀλεός, παλεός. Τῶν μέντοι μὴ πληθουσῶν λέξεων, ἀλλὰ σπανίως ὁρωμένων ἤτοι κατὰ τὴν λήγουσαν συλλαβὴν ἢ τὴν πρὸ αὐτῆς, ἢ κατὰ ποσότητα μεμειωμένων | |
15 | ἐν στοιχείοις τε καὶ συλλαβαῖς, ἢ διαφόρῳ τόνῳ κεχρημένων καὶ οὐχ ὁμοίως τοῖς ὁμοιοκαταλήκτοις ἔλεγχον ἀπεργάζεται ἡ ἀναλογία, οὐκ ἀποδοκιμάζουσα χρῆσθαι, ἀλλὰ σημειουμένη τὸ σπάνιον· εἴ γε εἴσεται τὰς παρὰ τοῖς Ἕλλησι λέξεις πῇ μὲν καθ’ ὁμοιότητα ἐν πλήθει ἐκφε‐ ρομένας ποικίλας καθεστώσας ἢ σπανίους ἡ πάσης λέξεως Ἑλληνικῆς | |
20 | πρόνοιαν ποιοῦσα ἀναλογία καὶ ὥσπερ εἰ ἐν δικτύῳ συνέχουσα τὸ πο‐ λυσχιδὲς τῆς τῶν ἀνθρώπων γλώσσης φθέγμα τῇ τέχνῃ, κατορθοῦν ἐπιχειροῦσα τὰς τῶν ληγόντων στοιχείων φύσεις καὶ τῶν παραληγόντων ἢ ἀρχομένων τά τε σπάνια καὶ δαψιλῆ ἐν συντόμῳ παραδιδοῦσα. οὐδὲ οὖν πρόκειται ἡμῖν περὶ πάσης λέξεως λέγειν, ἀλλὰ περὶ τῆς ἐκφυγού‐ | |
25 | σης τὸ πλῆθος, καὶ οὐδὲ ταύτης καθολικῶς, ἀλλ’ ἐπὶ ποσόν· οὐδὲ | |
κατηγορεῖν τῆς λέξεως εἰ σπάνιοι εἶεν· ἐπεί τοί γε εἰ τὸ μὴ πληθύον | 909 | |
3,2910 | πανταχοῦ ὡς ἡμαρτημένον ἐλέγχειν ἐπιχειρήσαιμεν, οὐκ ἂν ἐξαρκέσαι‐ μεν μυρίον ἀριθμὸν εὐδοκιμωτάτων λέξεων ὡς παρὰ τοὺς τῆς φύσεως νόμους ἐξενεχθεισῶν κακίζοντες· ἀλλ’ ἅσπερ ἐγεννήσατο ἡ φύσις ἡμῖν ταύτας παρ’ αὐτῆς εὐμενῶς προσδέχεσθαι, ἀλλαχοῦ μὲν μίαν εἰσηγη‐ | |
5 | σαμένης, ἑτέροθι δὲ δύο, καὶ νὴ Δία ἀλλαχοῦ τρεῖς, ἔπειτα τέσσαρας, μέχρις εἰς ἄπειρον χωρήσει πλῆθος. κρίσις δὲ ἔστω τῆς προκειμένης λέξεως μονήρους ἡ πολλὴ χρῆσις παρὰ τοῖς παλαιοῖς καὶ ἡ συνήθεια ἔσθ’ ὅτε ὁμοίως τοῖς παλαιοῖς Ἕλλησιν ἐπισταμένη χρῆσιν. ὁποῖόν ἐστι τὸ πῦρ· τούτῳ γὰρ οὐδὲν πέφυκεν ὁμοίως λεγόμενον οὐδέτερον, | |
10 | ἀλλ’ οὖν γε πάντες ἐχρήσαντο τῇ φωνῇ. περὶ δὴ τοῦ τοιούτου εἴδους ἔσται ἡμῖν ὁ λόγος. οὐ μὴν ὅτι καὶ Σῦρ τί ἐστιν· οὕτω γὰρ ἐλέγετο πρότερον ἡ Φοινίκη. τοῦτο γὰρ ἀπεξενωμένον ἐστὶ καὶ ἐν ἱστορίᾳ κεί‐ μενον ἀγνοούμενόν τε καὶ τῇ τῶν παλαιῶν Ἑλλήνων χρήσει καὶ τῇ συνηθείᾳ. διὸ καὶ τὰ οὕτω λεγόμενα καθ’ ἱστορίαν οὐκ ἀνασκευάσει τὸ | |
15 | ὑπὸ πολλῶν λεγόμενον μονῆρες. παραλαμβανέσθω δέ μοι μονήρης λέξις εἴτε ἐν ὀνόμασιν εἴτε ἐν ῥήμασιν εἴτε ἐν ἐπιρρήμασιν, ἐπεὶ ταῦτα τὰ μέρη λόγου ἔσθ’ ὅτε πλήθει ἐν ὁμοιώμασιν, ὅπως διὰ τοῦ πληθύοντος τὸ παρηλλαγμένον καὶ σπάνιον ἐλέγχωμεν. τὰ γὰρ ἄλλα μέρη τοῦ λό‐ γου σχεδὸν ὡς ἐπὶ τὸ πλεῖστον προτίθεται, αἱ δὲ μετοχαὶ ἀεὶ δεύτεραι | |
20 | τῶν ῥημάτων τὴν κίνησιν ἔχουσιν, ὡς δείκνυται ἐν τῷ περὶ μετοχῶν. τὸ μὲν οὖν πρότερον βιβλίον περιέξει τὰς μονήρεις λέξεις τὰς γινωσκομένας ὑπό τε τῆς συνηθείας καὶ τῶν παλαιῶν, τὸ δὲ δεύτερον καὶ τὰς ἐν ἀγνοίᾳ τῇ συνηθείᾳ. ἀρκτέον δὲ τῶν κανόνων ἐντεῦθεν, καὶ πρῶτος ἡμῖν θεὸς παρέστω. δίκαιον γὰρ τὴν ἀρχὴν ἀπ’ αὐτοῦ ποιήσασθαι, ὡς | |
25 | καὶ ὁ Σολεὺς ἀρχόμενος ἔφη «ἐκ Διὸς ἀρχώμεσθα». | |
26t | ΒΙΒΛΙΟΝ Α. | |
27 | Ζεύς. τὰ εἰς ευς λήγοντα ἀρσενικὰ ἐπ’ εὐθείας ἀεὶ ὑπὲρ μίαν ἐστὶ συλλαβήν, ἀριστεύς, βασιλεύς, Περσεύς, Πορθεύς, Πρωτεύς, ἁλιεύς, Οἰνεύς, Λυγκεύς, Ἀχιλλεύς, Τηρεύς, Θησεύς, Ὀδυσσεύς, Πηλεύς, Βρι‐ | |
30 | σεύς, Ἀτρεύς. δικαίως ἄρα ὁ Ζεὺς μονοσυλλαβήσας καὶ ἐκφεύγων τὴν | 910 |
3,2911 | ποσότητα τῶν συλλαβῶν τοῦ ευς χαρακτῆρος μονῆρες. τὸ γὰρ Νεὺς ἐπὶ ποταμοῦ κείμενον, ὥς φησι Φιλέας, ἀπεξενωμένον ἐστί· τὸ δὲ θεὺς ἐκ συναλοιφῆς ἐστι ποιητικόν· τὸ δὲ σεὺς ἀπὸ ἀναλογίας πλασσόμενον· τὸ δὲ Φλεὺς ἐπὶ τοῦ Διονύσου κείμενον, ὡς ἐν ταῖς ἐπικλήσεσιν εὕρο‐ | |
5 | μεν, καθ’ ἱστορίαν ἐστὶν εἰρημένον. τὸ δὲ «μὴ Δνεὺς χίμαιραν, ἄγριον ὀφλήσεις» ἐθνικόν. τὸ αἴτιον τοῦ μονοσυλλαβῆσαι τὸ Ζεὺς ἐν τῷ περὶ ῥηματικῶν ὀνομάτων λέγομεν. Ὅτι δὲ ποικίλως εἴρηται ὑπὸ παλαιῶν ὁ θεὸς οὐκ ἀγνοῶ. καὶ γὰρ Δὶς καὶ Ζὴν καὶ Δὴν καὶ Ζάς, καὶ Ζὴς παρὰ Φερεκύδει κατὰ κίνησιν ἰδίαν, καὶ ὑπὸ Βοιωτῶν καὶ Δεὺς καὶ Δάν. | |
10 | Γῆ. τὰ εἰς η λήγοντα θηλυκὰ ὀνόματα ἐπ’ εὐθείας περισπώμενα κατὰ τὴν συνήθειαν καὶ τὴν τῶν παλαιῶν χρῆσιν ἀεὶ θέλει ὑπὲρ μίαν συλλαβὴν εἶναι ἔχειν τε καὶ ἐντελέστερα προυποκείμενα. συκέα συκῆ, λεοντέα λεοντῆ, φακέα φακῆ Ἐπίχαρμος χύτρα δὲ φακέας ἥψετο, | |
15 | παγῆ, γαλῆ, μυγαλῆ, ἀμυγδαλῆ Εὔπολις Βάπταις ἀλλ’ ἐξολεῖς με ναὶ μὰ τὴν ἀμυγδαλῆν, κωλῆ Ἀμειψίας Κόννῳ ἐντευθενὶ δίδοται μάλισθ’ ἱερώσυνα, κωλῆ, τὸ πλευρόν, ἡμίκραιρ’ ἀριστερά. | |
20 | σησαμῆ Ἀριστοφάνης (Pac. 857) πλακοῦς πέπεπται, σησαμῆ συμπλάττεται. χαιρέτω ἄρα ἡ γῆ μονοσύλλαβος οὖσα καὶ συνήθης τῇ νῦν χρήσει καὶ τῇ τῶν παλαιῶν πάντων. εἰ δέ τις λέγει, καὶ ἡ Ῥέα Ῥῆ κέκληται | |
ὑπὸ τοῦ Συρίου, ἴστω ὅτι αὐτοῦ ἴδιος ἡ χρῆσις καὶ οὐ πᾶσιν ἴσως ἢ | 911 | |
3,2912 | καὶ Ἀττικοῖς ἡ γνῶσις ἐστί. τὸ δὲ πλῆ εἰρημένον παρὰ Διογένει τῷ Ἀπολλωνιάτῃ ἀντὶ τοῦ πλέη θηλυκοῦ ἐπιθετικῶς ἄγνωστον τοῖς ἄλλοις. ἀλλὰ καὶ ἡ νέα νῆ εἰρημένον ἐν Σαμίων ὥροις· «τῇ δὲ νῇ τῶν Πυθιο‐ γειτόνων τις συγκυρέων ἐλάμβανε». καὶ παρὰ Ἀριστοφάνει ἐν Αἰο‐ | |
5 | λοσίκωνι καί κ’ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο. ἡ δὲ γῆ κοινὴ συνήθης. ἔτρεψάν τε τὸ η εἰς α Δωριεῖς καὶ Αἰολεῖς καὶ Βοιωτοὶ γᾶ λέγοντες, ὡς ἀσυναλείπτου αὐτοῦ ὑπάρχοντος. οὐκ ἀγνοῶ δὲ ὅτι κατὰ ποιητὰς εἴρηται καὶ γέα καὶ γαῖα καὶ αἶα. | |
10 | Οὐρανός. τὰ εἰς νος λήγοντα ὀνόματα τρισύλλαβα ὀξυνόμενα καὶ ἔχοντα τὸ α συνεσταλμένον πρὸ τέλους μὴ καθαρεῦον οὐδέποτε τὴν ἄρχουσαν ἔχει φύσει μακράν, οἷον ἱκανός, καίτοιγε τὸ ῥῆμα ἐξέ‐ τεινε τὸ ι, πείθω πιθανός, εἴδεται ἰδανός, σὰς ἰδανὰς χάριτας. | |
15 | ἀγανός, τραγανός, σφεδανός, ἑδανός, ὀρφανός, πεδανός, ῥοδανός. σημειῶδες ἄρα τὸ οὐρανός, ὅτι ἤρξατο ἀπὸ φύσει μακρᾶς. Ἀλκαῖος δὲ καὶ εἰς ω ἀποφαίνεται τὸ ὄνομα, ὠρανὸς λέγων κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς τὸ ω, καὶ ἄνευ τοῦ υ ὀρανός, ὥστε τὸ ἐπιζητούμενον παρ’ αὐτῷ λελύσθαι. καὶ Σαπφώ· | |
20 | ψαύην δ’ οὐ δοκίμωμ’ ὀράνω δυσαπάχεα. προσέθηκα μὴ καθαρεῦον, ἵνα μὴ ζητῶμεν περὶ τοῦ «εἱανοῦ ἁπτομένη» (Π 9) καὶ «ἑανοῦ κασσιτέροιο» (Σ 613). Ἀθηνᾶ. οὐδὲν εἰς να λῆγον ὑπὲρ μίαν συλλαβὴν θηλυκὸν περι‐ σπᾶται, ἀλλὰ μόνον τὸ Ἀθηνᾶ οὕτως ἔσθ’ ὅτε ὑπὸ τῶν Ἀττικῶν λε‐ | |
25 | γόμενον καὶ ὑπὸ τῆς συνήθους λέξεως. εἰ δέ τις λέγοι καὶ ἡ Δανᾶ οὕτως εἴρηται παρ’ Ἑκαταίῳ, «τῇ Δανᾷ μίσγεται Ζεύς», ἴστω ὅτι τοῦτο παρ’ Ἑκαταίῳ ἐστὶ καὶ ἐν τῇ χρήσει τῶν Φοινίκων, ὡς αὐτός φησι, οὐκ ἔτι μέντοι Ἀττικοῖς καὶ τῇ συνηθείᾳ γνωστόν. οὐκ ἀγνοῶ δὲ τὴν θεὸν ποικίλως λεγομένην κατὰ τὴν εὐθεῖαν. προσέθηκα δὲ ὑπὲρ | |
30 | μίαν συλλαβήν, ἵνα ἐκφύγωμεν τὸ σύνηθες τὸ μνᾶ Ἀττικοῖς τε καὶ τῇ | 912 |
3,2913 | νῦν χρήσει καὶ ἀπεξενωμένον τὸ Χνᾶ· οὕτω γὰρ πρότερον ἡ Φοινίκη ἐκαλεῖτο. Μοῖρα. οὐδὲν εἰς ρα λῆγον συνεσταλμένον θηλυκὸν δισύλλαβον τῇ οι διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ μοῖρα ἀπηνέγκατο τῆνδε | |
5 | τὴν παράληξιν. τὸ γὰρ Χοίρα ἐκτείνεται κατὰ τὸ ἐπώνυμον, ὥσπερ καὶ παρὰ Δεινίᾳ· «λέγεται δὲ τοὺς Λακεδαιμονίους καθ’ ὃν ἐν Τεγέᾳ χρόνον ἦσαν αἰχμάλωτοι δεδεμένους ἐργάζεσθαι διὰ τοῦ πεδίου τὸν Λαχᾶν ποταμόν, Περιμήδας ἐν Τεγέᾳ δυναστευούσης, ἣν οἱ πλεῖστοι καλοῦσι Χοίραν». | |
10 | Ἄρτεμις. οὐδὲν εἰς μις λῆγον θηλυκὸν ὑπὲρ δύο συλλαβὰς βα‐ ρυνόμενον τῷ ε θέλει παραλήγεσθαι. μονάζει ἄρα τὸ Ἄρτεμις κατὰ τὴν πρὸ τέλους συλλαβήν. εἰ δέ τις λέγοι, ὅτι τὸ Χρυσόθεμις πρὸ τέλους ἔχει τὸ ε, εἴσεται ὡς ἐξ ἁπλοῦ τοῦ θέμις συντεθειμένον ἐστί, τὸ δὲ Ἄρτεμις οὐχ οὕτως ἔχει. μήποτε οὖν Δωριεῖς διὰ τοῦ α προ‐ | |
15 | φερόμενοι αὐτὸ κατά τι κατορθοῦσιν. Ἄρταμις γὰρ λέγουσιν, ὡς τὸ δύναμις καὶ Σεμίραμις. Παρθένος. τὰ εἰς νος λήγοντα ὀνόματα ἐπ’ εὐθείας πτώσεως τῷ ε παραληγόμενα ὑπὲρ δύο συλλαβὰς ἤτοι τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν ἢ ἐπὶ τέλους. καὶ τῶν μὲν ἐχόντων τρίτην ἀπὸ τέλους τὴν | |
20 | ὀξεῖαν παράδειγμά ἐστι ταῦτα· Ὄρμενος, ἔβενος, Ἕλενος, Τήμενος, Ὤλενος, Ἰάλμενος· τῶν δὲ ἐπὶ τέλους ταῦτα· Τισαμενός, Δεξαμενός, Ἀκεσαμενός, Κλαυσαμενός· καταλέγεται δὲ ἐν μαλακοῖς. Ἀγχομενός, γενναία, | |
Βοιωτὶς δ’ ἦν, ἐξ Ἀγχομενοῦ, | 913 | |
3,2914 | Ἀριστοφάνης Ταγηνισταῖς. Φαμενός, Σοφοκλῆς Μάντεσι ξυνετὸς Φαμενὸς Τειρεσίου παῖς. τὸ τοίνυν παρθένος ἀκοινώνητον καθέστηκε τῷ τοιούτῳ χαρακτῆρι, μό‐ | |
5 | νον παροξυνόμενον ἐπ’ εὐθείας καὶ ὄνομα ὑπάρχον. Ποσειδῶν. οὐδὲν εἰς δων λῆγον ὀξυνόμενον ὑπὲρ δύο συλλαβὰς φυλάττει τὸ ω κατὰ τὴν γενικήν, χωρὶς εἰ μὴ παραλήγοιτο τῷ υ, ὡς τὸ Καλυδών, Ἀμυδών· τὰ δὲ ἄλλα τρέπει τὸ ω εἰς ο, οἷον χελιδών χελιδόνος, εἴτε τὸ ὄρνεον, εἴτε ὁ περὶ τελετῶν γράψας, Σαρπηδών | |
10 | Σαρπηδόνος, εἴτε ὁ ἥρως, εἴτε ἡ πέτρα, εἴτε ἡ ἀκτή, εἴτε ἡ νῆσος· ὡς παρὰ Σοφοκλεῖ ἐν Αἰχμαλωτίσιν εἴρηται Σαρπηδὼν ἀκτή· ἐν Τυμπανισταῖς ἡμεῖς δ’ ἐν ἄντροις, ἔνθα Σαρπηδὼν πέτρα· | |
15 | καὶ ἡ νῆσος ἰδίως ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖσα, ὡς ὁ τὰ Κύπρια φησί· τῷ δ’ ὑποκυσαμένη τέκε Γοργόνας, αἰνὰ πέλωρα, αἳ Σαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ, νῆσον πετρήεσσαν· | |
20 | Τενθρηδών, Πρόθου πατήρ, Φαρκηδών, Ἀπιδών, Μυρμιδών, Ἰσσηδών, Ἀσπληδών, Μακεδών, καὶ καθόλου τὰ διὰ τοῦ ηδων καὶ εδων εἴτε ἀρσε‐ νικὰ εἴτε θηλυκὰ διὰ τοῦ ο τὴν κλίσιν ἔχει· τὸ γὰρ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα λεσχαίνεις— | |
25 | ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν. εἴ πως οὖν τὸ Ποσειδών ὀξύνεται, | |
ὀφείλει διὰ τοῦ ο κλίνεσθαι. | 914 | |
3,2915 | Οὐδέν τε τῶν εἰς δων ὀξυτόνων διὰ τοῦ εων καὶ αων λέγεται· τὸ μέντοι προκείμενον εἴρηται καὶ Ποσειδέων καὶ Ποσειδάων. Ἴσως περισπᾶται. ἀλλ’ οὐδὲν εἰς ων λῆγον περισπώμενον ὑπὲρ δύο συλλαβὰς φύσει μακρὰν παραλήγεται. Ἀντιφῶν, Ξενοφῶν, Εὐρυ‐ | |
5 | φῶν, Ὁμήρου υἱός, Νικοφῶν ὁ κωμικός, Ἀριστοφῶν, Ἀγλαοφῶν, ὁ Βελλεροφόντης κατά τινας Βελλεροφῶν, καὶ ἄλλα πολλὰ τοιαῦτα· Χαρ‐ ναβῶν, Σοφοκλῆς Τριπτολέμῳ καὶ Χαρναβῶντος, ὃς Γετῶν ἄρχει τὰ νῦν, Εὐρυπῶν· Λακεδαιμονίοις Εὐρυπωντίδαι· Συλοσῶν, Δεξικρῶν Σιμωνί‐ | |
10 | δης (?), Ἑρμοκρῶν παιδοτρίβης τις ἱστορεῖται, Καλλικῶν, Δηικῶν ὁ Ἡρακλέους, Ἡρακλῶν ὁ περὶ Ἰλιάδος γράψας καὶ Ὀδυσσείας, Ἀθηνα‐ κῶν ὁ τὰ Σαμοθρᾴκια γράψας, Λαοκῶν, ἄλλο πλῆθός ἐστι τοιοῦτον ὀνομάτων περισπωμένων μὴ ἐχόντων πρὸ τέλους φύσει μακράν. Πάντα τε τὰ προειρημένα διὰ τοῦ ντ κλίνεται· τὸ δὲ Ποσειδῶν | |
15 | οὐχ οὕτως ἐκλίθη. Τὰ περισπώμενα, εἰ λέγοιτο ἐν πλείοσι συλλαβαῖς, διὰ τοῦ ο λέ‐ γεται. Δημοφόων, Καλλίμαχος νυμφίε Δημοφόων, ἄδικε ξένε, Καλλικόων, Εὐφορίων | |
20 | κακώτερε Καλλικόωντος, Ἱπποθόων, Εὔμολπος Δόλιχός τε καὶ Ἱπποθόων μεγάθυμος. τὸ μέντοι Ποσειδῶν ἢ Ποσειδέων ἢ Ποσειδάων. | |
Οὐδὲν περισπώμενον ὑπὲρ δύο συλλαβὰς τρέπει τὸ ω εἰς α παρ’ | 915 | |
3,2916 | Αἰολεῦσιν ἢ Δωριεῦσι· τὸ δέ γε Ποσειδῶν ἐτράπη. Ποσειδάν γὰρ λέ‐ γεται. Οὐδὲν περισπώμενον ἐπὶ κλητικῆς εἰς ον περατοῦται. πῶς οὖν Πόσειδον λέγεται ἡ κλητική; | |
5 | Οὐδὲν περισπώμενον ἀποκόπτεται κατὰ γενικὴν πτῶσιν· ἐξεκόπη παρὰ Ἀριστίᾳ ἐν Ἀνταίῳ, ἔνθα φησίν —Αἰγαίου Ποσειδῶ παῖς, πατὴρ δ’ ἐμὸς— Οὐδὲν περισπώμενον εἰς δων λήγει· τὸ δὲ Ποσειδῶν ἔχει δ πρὸ τοῦ ω. | |
10 | Δῆλον οὖν ὅτι κατὰ ταῦτα πάντα μονῆρές ἐστι τὸ ὄνομα, οὔτε τοῖς ὀξυνομένοις τὴν αὐτὴν ἀκολουθίαν σῶζον οὔτε τοῖς περισπωμένοις. τὴν δὲ τούτων λύσιν ἐν τῇ κλίσει τῶν ὀνομάτων δηλοῦμεν. εἴρηται δὲ ὁ δαίμων παρ’ Ἀλκαίῳ διὰ τοῦ α μένοντος τοῦ ς Ποσείδαν οὐδέπω Ποσείδαν | |
15 | ἅλμυρον ἐστιφέλιξε πόντον, παρὰ δὲ Δωριεῦσι τρεπομένου τοῦ ς εἰς τ Ποτειδάν κατ’ ὀξεῖαν τάσιν, ἔνθεν γενικὴ παρ’ Ἐπιχάρμῳ ..... δευτέρῳ | |
τοῦ Ποτειδᾶνος δὲ χρηστὸν υἱὸν Ἱπποκάμπιον. | 916 | |
3,2917 | εἴρηται δὲ καὶ Ποτιδᾶς ὡς Κερκιδᾶς· ἔνθεν αἰτιατικὴ ἐν Κύκλωπι ναὶ τὸν Ποτιδᾶν, κοιλότερος ὁλμοῦ πολύ. Σώφρων τε τὴν κλητικὴν ἔφη «Ποτιδᾶ δροσοχαῖτα». ὁ δὲ τοὺς Εἵλωτας τὴν γενικήν φησι | |
5 | τέμενος Ποτιδᾶ ποντίω. ἴσως δέ ἐστί τι καὶ Ποσιδέης, ἔνθεν ὡς τὸ Ἡράκλειον παρὰ τὸ Ἡρα‐ κλέης οὕτω Ποσίδειον καὶ Ποσιδήιον, ἀγλαὸν ἄλσος. ὁμοίως δὲ καὶ ἀρσενικῶς κτητικῶς Ποσίδειος, ὡς Ἡράκλειος ἆθλος. | |
10 | Σοφοκλῆς ποιμέσι τειχέων καὶ δὴ τοὺς Ποσιδείους ἀποσεισαμένη θριγκοὺς— Ποσειδέων δὲ παροξυτόνως παρ’ Ἴωσι λέγεται ὁ θεός. ὀξυτονηθὲν τὸ ὄνομα μῆνα δηλοῖ. παρὰ δὲ τῷ ποιητῇ διηνεκῶς μένοντος τοῦ ς καὶ | |
15 | πρὸ τοῦ τέλους τοῦ α ὑπάρχοντος. παρὰ μέντοι Βοιωτοῖς Ποτειδάων τραπέντος τοῦ ς εἰς τ. Κόριννα Βοιωτῷ τοὺ δέ, μάκαρ Κρονίδα, τοὺ Ποτειδάωνος, ἄναξ Βοιωτέ. Ὅτι πολλοὺς ἐποίησε σχηματισμοὺς καὶ ἐν ἑτέροις εἴρηται. | |
20 | Νῆσος. τὰ εἰς σος λήγοντα δισύλλαβα τῷ η παραληγόμενα φιλεῖ ἀρσενικὰ εἶναι, Κτῆσος, Θῆσος, Δρῆσος, Ῥῆσος, Μνῆσος. πεπλάνηται | |
ἄρα ἡ νῆσος παρὰ τὸ γένος. | 917 | |
3,2918 | Κάλλος. τὰ εἰς ος λήγοντα δισύλλαβα βαρύτονα ἔχοντα δισσὸν τὸ λ οὐ θέλει εἶναι οὐδέτερα. Ὕλλος, Κύλλος τὸ κύριον, οὗ μέμνηται καὶ Ἀριστοφάνης καὶ Κρατῖνος ἐν Μαλθακοῖς, Σκύλλος ὁ κολυμβητής, Ψύλλος, Ἀγροίτας αʹ Λιβυκῶν· «ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πλη‐ | |
5 | σιάσαι ταῖς νύμφαις καὶ γεννῆσαι παῖδας Ἀδυρμαχίδαν, Ἀραραύκηλα, Ἀσβύταν, Βάκαλα, Μάκαν, Ψύλλον»· ἀφ’ οὗ Ψύλλοι τὸ ἔθνος. Τέλλος ὁ Ἀθηναῖος, Ἡρόδοτος αʹ (30), Φέλλος τὸ κύριον, Ἡσίοδος Φέλλον ἐϋμμελίην τηλεκλειτὴ Μελίβοια, Φίλλος (†), παρὰ Ἀνακρέοντι τὸ ὄνομα, σίλλος, Γρύλλος καθάρας τοὺς | |
10 | Διοσκούρους ὡς Φιλοστέφανος, Κόλλος Δημόγνητος ἐν τῷ περὶ Κνί‐ δου· «καὶ Κόκκυγα τὸν Τελέστορος καὶ Κόλλον τὸν Σκίρου καὶ Λώγασον τὸν Αὐτονόμου καὶ Κτῆσιν τὸν Μνησιθέου». Γάλλος, ὁ ποταμὸς καὶ τὸ ἔθνος, ἴλλος, Γίλλος, Ἡρόδοτος γʹ (138). ἔστι δὲ καὶ ἄλλα πολλὰ τούτοις ἐμφερῆ, ἅπερ παραιτεῖται τὸ οὐδέτερον γένος. δῆλον οὖν ὡς | |
15 | τὸ κάλλος πεπλάνηται ἢ περὶ ποσότητα τοῦ λ ἢ περὶ τὸ γένος. ὅσα γὰρ οὐδέτερά ἐστιν εἰς ος λήγοντα ταῦτα παραιτεῖται ἔχειν ἕτερον λ, ὡς τὸ ἕλος, μέλος, βέλος, θάλος, φάλος (†). Ἀπόλλων. τὰ εἰς λων λήγοντα ἀρσενικὰ ὀνόματα, εἰ διπλασία‐ ζοι τὸ λ, οὐ θέλει ὑπὲρ δύο συλλαβὰς εἶναι, ὡς ἔχει τὸ Χέλλων, | |
20 | Καλλίμαχος | 918 |
3,2919 | δημεχθέα Χέλλωνα, Τρέλλων, παρὰ Σώφρονι τὸ ὄνομα, Θάλλων ὄνομα κύριον κυνὸς παρὰ Ξενοφῶντι (de venat. 7, 5), Σίλλων· Ἐπίχαρμος Χορευταῖς, Κάλλων ὁ ἀθλητὴς καθ’ ὑποκορισμόν· σημειῶδες δὲ τὸ Ἀπόλλων ὡς περισσο‐ | |
5 | τέραν ἔχον τὴν ποσότητα τῶν συλλαβῶν. οὐ μάχεται δὲ τὸ Ἀτιτάλλων, κατὰ τὴν συνήθειαν ἐν ἀγνοίᾳ ὂν καὶ τῇ χρήσει τῶν παλαιῶν. ἄλλως τε καὶ τῶν μετοχῶν ἐφύλαξε τὴν κλίσιν, ὡς Ἀτιτάλλοντος. ὁ γὰρ τοιοῦτος χαρακτὴρ μετοχῶν ἐστιν, ἰάλλων, ἰνδάλλων, ἀτασθάλλων, ἀγάλλων. ἐχρῆν οὖν καὶ τὸ Ἀπόλλων, εἰ μὲν ὄνομά ἐστι, δισυλλα‐ | |
10 | βεῖν, εἰ δὲ ὑπὲρ δύο συλλαβάς ἐστι, μετοχὴν εἶναι καὶ τὰ παρεπόμενα τῇ μετοχῇ ἔχειν κατὰ τὴν κίνησιν. Πῦρ. οὐδὲν εἰς υρ λῆγον οὐδέτερον μονοσύλλαβον, ἀλλὰ μόνον τὸ πῦρ· ὅπερ Σιμωνίδης καὶ ἕνεκα μέτρου δισυλλάβως ἀπεφήνατο· τοῦτο γὰρ μάλιστα φῆρες ἔστυγον πύϊρ. | |
15 | Τὸ δὲ Σῦρ οὐ σύνηθες παρὰ Ἕλλησιν, ἀλλ’ ἱστορίας ἐχόμενον, ἄλλως τε οὐδ’ ἄντικρυς οὐδέτερον. οὕτω γὰρ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη. Μοῦσα. τὰ εἰς σα λήγοντα θηλυκὰ ὀνόματα τῇ ου διφθόγγῳ παραληγόμενα ὑπὲρ δύο συλλαβὰς ὁρᾶται· σχηματίζεται δὲ κατὰ τὸ πλεῖστον ἢ μετατίθεται ἀπὸ μετοχῶν, αἴθουσα, ὅπερ ἔχει δισσὸν μὲν τὸ | |
20 | ς ἐπὶ τοῦ προσηγορικοῦ, ἐπὶ δὲ τοῦ κυρίου κατά τινας ἕν, λέγω δὲ ὅτε σημαίνει θυγατέρα Ποσειδῶνος γενομένην καὶ Ἀλκυόνης. Φέρουσα, καὶ τοῦτο ἐπὶ μιᾶς τῶν Νηρηΐδων, Φέρουσά τε Δυναμένη τε (Σ 43). θυγάτηρ τε Ἡλίου ὀνομάζεται Φαέθουσα. Ἴωνος δὲ τοῦ Ξούθου ἀνα‐ | |
25 | γράφεται μήτηρ Κρέουσα, ὁμωνύμως δὲ ταύτῃ καὶ Αἰνείου γυνή. Μέ‐ δουσα μία τῶν Γοργόνων, Σθεινώ τ’ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα (Hes. theog. 276). Ἀρέθουσα κρήνη κυρίως· ἀλλὰ καὶ πᾶσαι κρῆναι κατ’ ἐπιθετικὴν ἔν‐ νοιαν οὕτω καλοῦνται, ἀπὸ τοῦ ἄρδειν ἴσως σχηματισθεῖσαι. ὅ γ’ οὖν | |
30 | Χοιρίλος ἐν αʹ Περσικῶν παρὰ δὲ κρήνας ἀρεθούσας μυρία φῦλ’ ἐδονεῖτο πολυσμήνοισι μελίσσαις—. | |
οὐδὲν δ’ ὅτι οὖν ὤφθη δισύλλαβον εἰς α λῆγον τῇ ου διφθόγγῳ παρα‐ | 919 | |
3,2920 | ληγόμενον ὁμοίως ἐν χρήσει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ συνηθείᾳ, εἰ μὴ μόνον τὸ μοῦσα. Τὸ γὰρ Δοῦσα κύριον καθ’ ἱστορίαν ἐστὶ λε‐ γόμενον ἥ τε Χοῦσα πόλις Αἰγυπτίων. Ἄρουρα. οὐδὲν εἰς ρα λῆγον θηλυκὸν συνεσταλμένον ἁπλοῦν | |
5 | προσηγορικὸν ὑπὲρ δύο συλλαβὰς τῇ ου διφθόγγῳ παραληγόμενον, ἀλλὰ μόνως ἄρουρα. πρόσκειται δὲ προσηγορικόν, ἵνα ἐκφύγωμεν τὰ κύρια, ὡς ἔχει τὸ Κόλουρα, ἔστι δὲ πόλεως ὄνομα, ὡς Ἑκαταίῳ· «δοκέω δὲ μάλιστα παρὰ Κόλουραν, ἵνα Πριηνέες ἕζοντο». Ἄργουρα πόλις Εὐ‐ βοίας, μέμνηται Δημοσθένης λέγων· «ἐξ Ἀργούρας τῆς Εὐβοίας». Ἴουρα, | |
10 | μέμνηται Μνασέας. Ὄλουρα, μέμνηται Ἐρατοσθένης. τό τε Κυνόσουρα ἐπὶ τῇ Λακωνικῇ φυλακῇ, ἀλλὰ καὶ ἄκρα Μαραθῶνος οὕτως καλεῖται, καὶ κύριον καὶ σύνθετόν ἐστιν· ἀλλὰ καὶ ἐπὶ τῆς ἄρκτου οἳ τὴν μὲν κυνόσουραν ἐπίκλησιν καλέουσιν (Arat. Phaen. 36). ἐφυλάξατο δὲ ταῦτα πάντα ὁ κανών. | |
15 | Κάνωβος. οὐδὲν εἰς βος λῆγον ὑπὲρ δύο συλλαβὰς τῷ ω παρα‐ λήγεται, ἀλλὰ μόνον ὁ Κάνωβος. τὸ γὰρ παρὰ τῷ Ἰόβᾳ κείμενον βαρ‐ βαρικὸν ὄνομα Νάβωμος διὰ τοῦ μ γράφεται. Δίκη. τὰ εἰς κη λήγοντα θηλυκὰ δισύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλους τὸ ι, ἤτοι συνεσταλμένον ἔχει αὐτό, ἢ ἐκτεταμέ‐ | |
20 | νον. καὶ τότε μὲν συνεσταλμένον ὁπότε σύμφωνον ὁρᾶται πρὸ τοῦ κ καταλῆγον, τότε δὲ ἐκτεταμένον ὁπότε οὐχ οὕτως ἔχει. οἷον Κίρκη, Δίρκη, Τρίκκη· συνέσταλται δὲ τούτων τὸ ι, ἐπεὶ σύμφωνον ἦν πρὸ τοῦ κ· τοῦ δὲ ἑτέρου νίκη, φρίκη. ἡ τοίνυν δίκη σημειῶδες. λείπει γὰρ ἢ χρόνῳ ἢ συμφώνῳ. | |
25 | Νεῖλος. οὐδὲν εἰς ος λῆγον δισύλλαβον βαρύτονον τῇ ει διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ Νεῖλος. Νῆλος γὰρ λέγεται κατὰ διάλε‐ κτον. τὸ δὲ πῖλος, σπῖλος, Ἶλος, ἔτι φορτικὸν τὸ ἀπὸ τοῦ τ ἀρχό‐ μενον διὰ τοῦ ι γράφεται. Χαρίεις. οὐδὲν εἰς εις λῆγον ὄνομα ὑπὲρ μίαν συλλαβὴν ἀρσε‐ | |
30 | νικὸν τῷ ι παραλήγεται, ἀλλ’ ἢ τῷ α, ὡς ἔχει τὸ ἀντάεις, αὐλάεις, | |
ἢ τῷ η, ὡς φωνήεις, αὐδήεις, παχνήεις, ἢ κατὰ συστολὴν ποιητικὴν | 920 | |
3,2921 | τὸ ε, ἠχέεις, βρωμέεις, ἢ τὸ ο, ὡς ἀστερόεις, ἁρματόεις, ἢ τὸ ω, ὡς εὐρώεις, κητώεις. τὸ τοίνυν χαρίεις σημειῶδες τῷ ι χρησάμενον πρὸ τέλους. ὁ μέντοι Ἀνακρέων καὶ χαριτόεις εἶπεν, ἀποδοὺς τὸ ἐντελὲς τῇ λέξει. | |
5 | Οὖς. τὰ εἰς ους λήγοντα ὀνόματα μονοσύλλαβα ἀρσενικὰ πέφυ‐ κεν εἶναι, ἔσθ’ ὅτε δὲ καὶ κοινωνεῖ θηλυκῷ γένει. φλοῦς [φησὶ], χλοῦς, Γλοῦς ὁ λῃστής, χνοῦς παρὰ Σοφοκλεῖ, βοῦς, ῥοῦς, θροῦς, νοῦς, σοῦς, πολὺ παρὰ τοῖς Ἴωσι χροῦς. δῆλον ὅτι πεπλάνηται περὶ τὸ γένος τὸ οὖς οὐδέτερον ὑπάρχον, | |
10 | Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει (Λ 109). οὐκ ἀγνοῶ δὲ τὸ πάθος τῆς λέξεως καθότι ποικίλως λέγεται. οὖας γὰρ καὶ ἡ γενικὴ οὔατος· καὶ ὄας, ἔνθεν ὄατος· καὶ ὦας, ἔνθεν ὤατος· καὶ ὦς, ἔνθεν ὠτός· καὶ ὦος οὐκ εἰρημένον, συνεσχηματισμένον δὲ παρὰ Θεοκρίτῳ (I 28) ἀμφωές. τοῦ μέντοι οὖς οὐ ζητητέον τὴν κλίσιν. | |
15 | Πούς. τὰ εἰς ους λήγοντα ὀνόματα μονοσύλλαβα περισπᾶται, χνοῦς, κνοῦς, χροῦς, Γλοῦς, θροῦς, φλοῦς, πλοῦς, ῥοῦς· σημειωτέον τὸ πούς ὀξυνόμενον· μετοχῆς γὰρ ἐδέξατο τόνον. Ποδός. τὰ εἰς δος λήγοντα δισύλλαβα τῷ ο παραληγόμενα εὐ‐ θεῖαν ὑπισχνεῖται πτῶσιν, ὁδός, σποδός· οὐ δόκιμος ἄρα οὐδὲ ἡ γενικὴ | |
20 | ποδός. Φρήν. οὐδὲν εἰς ην λῆγον ὄνομα μονοσύλλαβον μόνως θηλυκόν. ἀλλ’ εἰ ἐπιδέχοιτο καὶ τὸ θηλυκὸν γένος, ἐν κοινότητι ἐπιδέχεται. Ὁποῖόν ἐστι τὸ χήν. θηλυκὸν γὰρ αὐτὸ οἶδεν ὁ ποιητής, ὡς ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ (ο 174), | |
25 | καὶ αἰετὸς ἀργὴν χῆνα φέρων (ο 161), ἀρσενικὸν δὲ οὕτως, χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσι ἐξ ὕδατος (τ 535), | |
30 | εἶτα ἐπιφέρει ἐλθὼν δ’ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης | |
πᾶσι κατ’ αὐχένας ἦξε καὶ ἔκτανεν, οἱ δὲ κέχυντο. | 921 | |
3,2922 | καὶ τοῦτο μὲν ἐν κοινότητι. ᾧ ὅμοιον δύναιτο ἂν εἶναι καὶ τὸ ῥήν, εἴ τις βούλοιτο. ἐπὶ δὲ τῆς αἰτιατικῆς Νίκανδρος (Ther. 453) αὐτὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν. ἐν συνθέσει πολύρρην παρὰ τῷ τὰ Ναυπακτικὰ ποιήσαντι· | |
5 | ἀλλ’ ὃ μὲν οὖν ἀπάνευθε θαλάσσης εὐρυπόροιο οἰκία ναιετάασκε πολύρρην, πουλυβοώτης. τούτου καὶ πληθυντικὸν παρὰ τῷ ποιητῇ (Ι 154) ἐν δ’ ἄνδρες ναίουσι πολύρρηνες, πολυβοῦται. ὁπότε δὲ λέγει ὁ ποιητής (Κ 216) | |
10 | θῆλυν, ὑπόρρηνον, ἀπ’ εὐθείας τῆς ὑπόρρηνος κλίνει, ἥτις ἀπὸ γενικῆς ἀπεδέξατο τὴν σύν‐ θεσιν. ὡς παρὰ τὴν μηνός τὸ δίμηνος ἢ τρίμηνος, οὕτως ῥηνός ὑπόρ‐ ρηνος. ἀναδράμωμεν ἐπὶ τὰ παραδείγματα, Ζήν, μήν, σπλήν, σφήν, ψήν. Ἀριστοφάνης (Av. 593) | |
15 | εἶθ’ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται. εἴπερ οὖν ἀληθές ἐστι τὸ μηδὲν εἰς ην λῆγον μονοσύλλαβον θηλυκὸν γένος σημαίνειν, δῆλον ὅτι πεπλάνηται τὸ φρήν περὶ τὸ γένος. διὸ καὶ ἐξηλλάγη αὐτοῦ ἡ κλίσις ὡς πρὸς τὰ ἄλλα μονοσύλλαβα. φρενὸς γάρ, τῶν ἄλλων φυλασσόντων τὸ η. οὐκ ἀντιθήσει τις ἡμῖν τὸ παρὰ | |
20 | τῷ Ἑρμησιάνακτι ἐν Λεοντίου αʹ δερκόμενος πρὸς κῦμα, μόνη δὲ οἱ ἐφλέγετο γλήν. οὐ γὰρ ἐντελές, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη. Σειρήν. οὐδὲν εἰς ην λῆγον ὑπὲρ μίαν συλλαβὴν ὀξυνόμενον θη‐ λυκόν, μόνον δὲ τὸ Σειρήν. ὁπότε δὲ καὶ μελίσσης εἶδος σημαίνει, ἀρ‐ | |
25 | σενικῶς ἁπλῶς λεγόμενον οὐ κεκοινώνηκε. διὸ καὶ οἱ ἁδένες ἀρσενι‐ κῶς λεγόμενοι παρ’ Ἱπποκράτει ἀναλόγως λέγονται. Γαστήρ. τὰ εἰς τηρ λήγοντα ὑπὲρ μίαν συλλαβὴν θηλυκὰ ὄντα βαρύνεσθαι θέλει, μήτηρ, θυγάτηρ, εἰνάτηρ, Δημήτηρ, οὐδὲν δὲ θέλει ὀξύνεσθαι. σημειώδης ἡ γαστὴρ ὀξυνομένη. καὶ γὰρ ἄλλως τὰ εἰς τηρ | |
30 | ὀξυνόμενα ἀρσενικά, ὁπότε μὴ κατὰ μεταβολὴν γένους εἴη, ἀστήρ, πρη‐ στήρ, καυστήρ, πληκτήρ, ἀλκτήρ. προσέθηκα δὲ ὁπότε μὴ κατὰ μετα‐ βολὴν γένους διὰ τὸ ῥαιστῆρα κρατερήν (Σ 477), ὕλην στεγαστῆρα. | |
35 | τοιαῦτα γάρ ἐστιν ὁποῖον ἡ αἰθήρ, ἡ ἀήρ. | 922 |
3,2923 | Σκηνή. τὰ εἰς νη λήγοντα δισύλλαβα μονογενῆ τῷ η παραληγό‐ μενα βαρύνεται, Ῥήνη, κρήνη, φήνη, φήνῃ ἐειδομένη (γ 372), γλήνη, μήνη. σημειώδης ἄρα ἡ σκηνή. | |
5 | Δοθιήν. οὐδὲν εἰς ην λῆγον ὄνομα ὀξυνόμενον καθαρεύει κατὰ χρῆσιν Ἑλλήνων, ἀλλ’ ἀεὶ πρὸ τοῦ η σύμφωνον ἔχει ἢ σύμφωνα· οἷον σωλήν, λειχήν, κηφήν, αὐχήν, Πειρήν καθ’ Ἡσίοδον πατὴρ Ἰοῦς, Αἰζήν Ταντάλου παῖς. στελήν (?), σειρήν, βαλλήν, οὕτως ὁ βασιλεύς, ἐσσήν ὁ οἰκιστής, | |
10 | Μυρμιδόνων ἐσσῆνα Καλλίμαχος, πυθμήν, λιμήν, ἀτμήν, καμασήν ἰχθῦς τις λέγεται, Ἀρα‐ φήν εἷς τῶν ἑκατὸν ἡρώων, ἠλακατήν, καὶ τοῦτο ὄνομα ἰχθύος κητώ‐ δους, ἀλλὰ καὶ τὸ κύριον. δῆλον ὅτι σημειώδης ὁ δοθιὴν παρ’ Ἀττι‐ κοῖς λεγόμενος καὶ μὴ ἔχων πρὸ τοῦ η σύμφωνον. Τηλεκλείδης | |
15 | ὅδ’ ἀπ’ Αἰγίνης νήσου χωρεῖ δοθιῆνος ἔχων τὸ πρόσωπον, καὶ Ἕρμιππος ἐν Θεοῖς φήμης ἱερᾶς ἐξοιγνυμένης ὥσπερ πέπονος δοθιῆνος. εἰ δέ τις λέγοι, ὅτι καὶ τὸ ζαήν καθαρεύει, οὗ καὶ αἰτιατικὴ παρὰ τῷ ποιητῇ κατ’ ἔκθλιψιν τοῦ α, | |
20 | ὦρσε δ’ ἐπὶ ζαῆν’ ἄνεμον (μ 313), πρῶτον μὲν εἴσεται, ὡς οὐχ ὑγιῶς τὸ τοιοῦτο παραλήψεται, οὗ πίστιν ὀφείλει ἐξ ἄλλων πτώσεων παραθέσθαι. προείπομεν δέ, ὅτι κατὰ χρῆ‐ σιν τῶν Ἑλλήνων, οὐχὶ καθ’ ὑπόστασιν λέγομεν ἅπαντα. ἀλλ’ οὐδὲ ὁμολογούμενον τὸ ζαῆνα. φυλακτέον δὲ ὡς πολλοὶ ἐν τῇ συνηθείᾳ διὰ | |
25 | τοῦ ω λέγουσι τὸ δοθιών, συναποφερόμενοι τῷ Κνακιών καὶ Ἀσιών καὶ ἀνθεστηριών καὶ τοῖς τοιούτοις. Πυρά. τὰ εἰς ρα λήγοντα θηλυκὰ μονογενῆ τῷ υ παραληγόμενα ἢ τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ὡς τὸ ἄγκυρα, ὄλυρα, Κέρκυρα, γόργυρα, ἢ παροξύνεται, ὡς τὸ Ἐφύρα, πορφύρα, κολλύρα, Ζεφύρα, | |
30 | λύρα, θύρα, ἢ προπερισπᾶται, ὡς τὸ σφῦρα, οὐδ’ ὅτι οὖν ἐστιν ὀξυ‐ | |
νόμενον. σημειῶδες ἄρα τὸ πυρά. τὸ δὲ | 923 | |
3,2924 | Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσε, πέτρῃσι μεγάλῃσι (δ 500) εἰ καὶ ἰδίως λέγεται, ἀλλ’ ὅμως ἔχει τάξιν ἐπιθετικήν. λέγεται δὲ καὶ περὶ τούτων μοι πάντων ἐν τοῖς περὶ καθολικῆς προσῳδίας. | |
5 | Ἐρῳδιός. τὰ διὰ τοῦ διος ὀνόματα πάντα προπαροξύνονται, χω‐ ρὶς εἰ μὴ τριβράχεα εἴη ἐπὶ κυρίων, ὥσπερ ἔχει τὸ Σχεδίος, Σχεδίον δ’ ἕλε Λήϊτος ἥρως, καὶ Κάρησός τε Ῥοδίος τε (Μ 20). | |
10 | προπαροξύνονται οὖν ταῦτα· ἀΐδιος, μαψίδιος, φωρίδιος, ἐπιμαστίδιος, ῥηΐδιος, θνητάδιος, κρυπτάδιος, παυρίδιος, Μυσάδιος, διχθάδιος, ὑρρά‐ διος, Μολπάδιος, Ὑσσάδιος, μινυνθάδιος, καὶ ἄλλο μυρίον πλῆθος. διὸ σημειωτέον ἐρῳδιός ὀξυνόμενον, ὅπερ ἔχει πρὸς τὸ ω καὶ τὸ ι γρα‐ φόμενον. λέγεται δὲ ἔσθ’ ὅτε καὶ τρισυλλάβως, ὥσπερ καὶ τὸ παρ’ | |
15 | Ἱππώνακτι (fr. 63 Bergk) ἐγὼ δὲ δεξιῷ παρ’ Ἀρήτην κνεφαῖος ἐλθὼν ῥῳδιῷ κατηυλίσθην. τὴν δὲ λύσιν τούτων ἐν τῷ πέμπτῳ περὶ καθολικῆς προσῳδίας ἐποιη‐ σάμην. | |
20 | Μηχανή. τὰ διὰ τοῦ ανη ἐκφερόμενα θηλυκὰ μονογενῆ ὑπὲρ δύο συλλαβὰς πάντα βαρύνεται, πτισάνη, δρεπάνη, σαργάνη, βρυκάνη, τρυ‐ πάνη· ἀλλὰ μόνον τὸ μηχανή σημειοῦται ὀξυνόμενον. προσέθηκα ὑπὲρ δύο συλλαβὰς διὰ τὸ φανή παρ’ Ἡσιόδῳ ἐν δευτέρῳ εἰρημένον· οἳ πρόσθε φανὴν ἔντοσθεν ἔκευθον. | |
25 | τὸ γὰρ παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰς νη λῆγον, ἀλλὰ ἴδιον θέμα Βοιωτῶν τασσόμενον ἀντὶ τοῦ γυνή. Εἷς. οὐδὲν ἀρσενικὸν εἰς εις λῆγον περισπᾶται, ἀλλὰ μόνον τὸ εἷς. ἀναλογώτερον ἄρα ἕνεκα τόνου τὸ ἕεις βαρυνόμενον, | |
ὀφθαλμὸς δὲ ἕεις μέσσῳ ἐνέκειτο μετώπῳ. | 924 | |
3,2925 | προσέθηκα δὲ ἕνεκα τόνου, ἐπεὶ οὐχ ὑγιαίνει ἐν τῇ πρὸ τέλους συλ‐ λαβῇ. οὐδὲν γάρ ἐστιν ὅμοιον τῷ ἠχέεις καὶ βρωμέεις. Τίς. οὐδὲν εἰς ις λῆγον συνεσταλμένον μονοσυλλαβεῖ, πάντα δὲ ἐκτείνεται, ὡς τὸ λίς, κίς, ῥίς, ἴς, ἔνθεν καὶ ἡ ἰνός γενική. σημειῶδες | |
5 | ἄρα τὸ τίς συστέλλον τὸ ι. τὸ Ἴς ἐπὶ ποταμοῦ κείμενον παρ’ Ἡρο‐ δότῳ (I 179) ἐκτεινόμενον ἔχει τὸ ι. οὕτω καὶ Σκύμνος ἐν τῷ ιʹ τῆς Ἀσίας περίπλῳ παρέθετο «Ἔχεται Κελένδερις πόλις Σαμίων, καὶ ἱερὸν παρὰ τῇ πόλει Ἥρης καὶ ἄλσος· Ἲς ποταμὸς παρὰ θάλασσαν ἔξεισιν». ἔστιν Ἲς τῆς Ἰταλίας, ὡς Πάρθαξ ἐν τῷ βʹ τῶν Ἰταλικῶν· «ἐπεὶ δὲ | |
10 | ἀφίκετο εἰς τὴν Ποσειδωνίαν ὁ Ἡρακλῆς. ἔστι δὲ ποταμὸς Ἲς καλού‐ μενος μέγας». εἰ δέ τινες συστέλλουσι τὸ ι εἰς ἀποφυγὴν τούτου οὐ γὰρ ἐμοὶ ἲς ἔσθ’ οἵη πάρος ἔσκεν (Λ 668)— πταίουσι καὶ περὶ τὸν λόγον καὶ περὶ τὴν ἱστορίαν. | |
15 | Τὰ πύσματα ὀνοματικὰ ὄντα εἰς ος θέλει καταλήγειν, ποῖος, πό‐ σος, πηλίκος, ποδαπός, πόστος· τὸ δὲ τίς οὐ παρεδέξατο τὴν εἰς ος κατάληξιν. Ἀπαιτεῖ τὰ πύσματα κατὰ τὴν εὐθεῖαν πτῶσιν τὸ π, ἀλλὰ καὶ ἐν τοῖς ἐπιρρήμασιν ἡ αὐτὴ ἀρχή, πόσως, ποίως, ποδαπῶς, ποῦ, πῶς, | |
20 | πηλίκως, πῇ, πόθεν, πόσε, πόθι, πῆμος· μόνον δὲ τὸ τίς ἀπὸ τοῦ τ ἤρξατο. πρόσκειται δὲ κατ’ εὐθεῖαν πτῶσιν ἵν’ ἐκφύγωμεν τὸ κατὰ γενικὴν τοῦ λεγόμενον ἢ τέο ἢ τεῦ. Ὀλίγος. οὐδὲν εἰς γος ὑπὲρ δύο συλλαβὰς τῷ ι παραλήγεται καὶ παροξύνεται, ἀλλὰ μόνον τὸ ὀλίγος. μή τι οὖν Ταραντῖνοι χωρὶς τοῦ | |
25 | γ προφερόμενοι τὴν λέξιν ἀναλογώτερον ἀποφαίνονται, ὥσπερ Ῥίνθων ἐν δούλῳ Μελεάγρῳ ὀλίοισιν ὑμῶν ἐμπέφυκ’ εὐψυχία, καὶ ἐν Ἰοβάτῃ χρῄζω γὰρ ὀλίον μισθὸν αὐτὸς λαμβάνειν. | |
30 | πολλὰ γάρ ἐστιν εἰς ος λήγοντα καθαρῷ τῷ ι παραληγόμενα καὶ παρ‐ | |
οξυνόμενα, ὡς τὸ πλησίος, ἀντίος, νυμφίος ἐπὶ διαφόρου σημαινομέ‐ | 925 | |
3,2926 | νου, μυρίος, καὶ τοῦτο ὁμοίως· οὔ γε μήν ἐστί τι εἰς γος λῆγον παρα‐ ληγόμενον τῷ ι ὑπὲρ δύο συλλαβὰς ὑπάρχον καὶ προπαροξυνόμενον. Πλάτων μέντοι ἐν Ὑπερβόλῳ διέπαιξε τὴν ἄνευ τοῦ γ χρῆσιν ὡς βάρ‐ βαρον, λέγων οὕτως· | |
5 | ὁ δ’ οὐ γὰρ ἠττίκιζεν, ὦ Μοῖραι φίλαι, ἀλλ’ ὁπότε μὲν χρείη διῃτώμην λέγειν, ἔφασκε δητώμην, ὁπότε δ’ εἰπεῖν δέοι ὀλίγον ὀλίον. Καρκίνος. οὐδὲν εἰς νος λῆγον ὑπὲρ δύο συλλαβὰς τῷ ι συνε‐ | |
10 | σταλμένῳ παραληγόμενον παροξύνεται, ἀλλ’ ἤτοι προπαροξύνεται ὡς τὸ δρύϊνος, λίθινος, φήγινος καὶ ὅσα ἐστὶ τούτοις ἐμφερῆ, ἢ ὀξύνεται, ὡς τὸ ἐαρινός, θερινός, πυκινός, οὐδὲν δέ ἐστι παροξυνόμενον. διὸ ἐπιστατέον τὸ καρκίνος. καὶ μόνον γὰρ παροξύνεται καὶ ὁ αὐτὸς τόνος καὶ ἐπὶ τοῦ ζῳδίου τοῦ ἐν οὐρανῷ ὁμοίως καὶ τοῦ θαλασσίου ἢ ἐπι‐ | |
15 | γείου καὶ τοῦ κυρίου καὶ τοῦ ἐργαλείου· οὐ γὰρ ὑγιῶς τινες τοῦτο προπαροξύνουσι. περὶ δὲ τούτου ἐντελῶς εἴρηται ἐν τοῖς περὶ καθο‐ λικῆς προσῳδίας. Πηλίκος. τὰ εἰς κος λήγοντα καθαρὰ ὑπὲρ δύο συλλαβάς, ὁπότε τῷ ι παραλήγει συνεσταλμένῳ, ἤτοι προπαροξύνεται, ἀνθέρικος, Κύζι‐ | |
20 | κος, Ὤρικος, Ἀσφόδικος, ἢ ὀξύνεται, ὡς τὸ κλωπικός, Τρωϊκός, οὐδὲν δὲ ὁτιοῦν παροξυνόμενόν ἐστιν. ἐπιστατέον τῷ πηλίκος παροξυνομένῳ. τούτῳ δὲ ἀκόλουθον καὶ τὸ ἡλίκος, τηλίκος παρὰ ποιηταῖς, καὶ ὁπηλί‐ κος· μία γὰρ αὐτῶν ἡ συζυγία ἐστὶ καὶ ὁ αὐτὸς τόνος τοῖς πυσματικοῖς καὶ τοῖς ἀνταποδοτικοῖς τοῖς ὑπὲρ μίαν συλλαβήν. τὰ εἰς κος λήγοντα | |
25 | ὑπὲρ δύο συλλαβάς, εἰ παραλήγοιτο τῷ ι καὶ παροξύνοιτο, πρὸ τοῦ | |
κ τὸ ς ἔχει, ἀστερίσκος, ὀβελίσκος, πανίσκος, Κωραλίσκος. ἐχρῆν οὖν | 926 | |
3,2927 | τὸ πηλίκος, εἰ παροξύνοιτο, πρὸ τοῦ κ τὸ ς ἔχειν, ὡς τὸ ἀστερίσκος, ἢ μὴ παροξύνεσθαι. πάντων δὲ λύσεις δίδωμι ἐν τῷ περὶ καθολικῆς προσῳδίας. Κοῖλος. οὐδὲν εἰς λος λῆγον δισύλλαβον βαρύτονον τῇ οι διφθόγγῳ | |
5 | παραληγόμενον, ὅτι μὴ μόνον τὸ κοῖλος. ἀνάλογον οὖν ἐστι τρισυλ‐ λαβοῦν καὶ λεγόμενον κόϊλος. μεμίμηται γὰρ τὸ αἴγιλος, μύτιλος, πύ‐ τιλος, νύκτιλος (?). Ἑταῖρος. οὐδὲν εἰς ρος λῆγον ὑπὲρ δύο συλλαβὰς ἁπλοῦν προ‐ περισπᾶται, ἀλλὰ μόνον τὸ ἑταῖρος. ἴσως οὖν ἀναλογώτερον τὸ «ἑτά‐ | |
10 | ρους τε» χωρὶς τοῦ ι λεγόμενον. πολλὰ γάρ ἐστι τοιαῦτα, μάρμαρος, βάρβαρος, τάλαρος, κύλλαρος, φλύαρος· τούτου δέ τινες ἐκτείνουσι τὸ α, καὶ μάλιστα παρ’ Ἀττικοῖς. ἔστι μέντοι τινὰ προπαροξυνόμενα ἔχοντα τὴν αι δίφθογγον, ἅπερ σύνθετά ἐστιν ἢ κύρια, ἄκαιρος, εὔκαιρος, Πά‐ λαιρος· ἔστι δὲ χωρίον τῆς Ἀκαρνανίας· μέμνηται καὶ Ἐπίχαρμος ἐν | |
15 | Ἐλπίδι ἢ Πλούτῳ οὔτ’ ὦν Πάλαιρος οὔτε βοιαυτοῦ (†). Ὕστερος· τὰ εἰς τερος συγκριτικά, εἰ ἔχει πρὸ τῆς τερος παρα‐ γωγῆς τὸ υ, οὔτε τρισυλλαβεῖν θέλει οὔτε ἔχειν προηγούμενον τοῦ τ τὸ ς. ἀπὸ γὰρ τῶν εἰς υς ὀνομάτων θέλει παράγεσθαι, ταχύτερος, πλατύ‐ | |
20 | τερος, βραχύτερος, ἡδύτερος. σημειῶδες ἄρα τὸ ὕστερος, μήτε ἀπὸ τῶν εἰς υς ληγόντων παραχθὲν τρισύλλαβόν τε ὑπάρχον καὶ ἔχον τὸ ς προη‐ γούμενον τοῦ τερος. ἀλλ’ ἴσως αἴτιον τὸ πάθος, ὡς δείκνυται ἐν ἑτέ‐ ροις, ἔνθα καὶ περὶ τοῦ «κύντερον ἄλλο γυναικός» (λ 427), εἰ καὶ ἔστι συγκριτικόν· τό τε ἰθύντερος ὑπὲρ τρεῖς ἐστι συλλαβάς, ῥήματι παρα‐ | |
25 | κείμενον τῷ ἰθύνω. τὸ δὲ ἐπασσύτερον | 927 |
3,2928 | ὣς τότ’ ἐπασσύτεραι Δαναῶν (Δ 427) οὐκ ἔχει φυσικὸν τὸ υ, ἐκ δὲ τοῦ ἀσσοτέρου ἐτράπη, ἀσσοτέρω καθίσασα παραὶ πυρί (ρ 572). Ἀνήρ. οὐδὲν εἰς ηρ λῆγον ὀξυνόμενον ἔχει τὸ ν πρὸ τοῦ η, | |
5 | ἀλλὰ μόνον τὸ ἀνήρ. τὸ δ’ αἴτιον πρόδηλον. προσέθηκα δὲ ὀξυνόμε‐ νον διὰ τὸ σύνηθες (†) βαρυνόμενον κύριον καὶ δηλοῦν ποταμὸν ἐν Σικελίᾳ. Ὀδούς. τὰ εἰς δους λήγοντα ὀνόματα ἁπλᾶ περισπᾶται, ὑϊδοῦς, θυγατριδοῦς, τηθαλλαδοῦς· ἀλλὰ μόνον τὸ ὀδούς ὀξυνόμενον ὁμοίως | |
10 | ταῖς μετοχαῖς καὶ κλίσιν μετοχῶν ἀνεδέξατο· ὀδόντος γὰρ ὡς διδόντος. λέγεται δὲ καὶ ὀδὼν πρὸς Ἰώνων. Ὕψος. οὐδεμία λέξις ἀρχομένη ἀπὸ τοῦ υ ἔχει ἐπιφερόμενον διπλοῦν, ἀλλὰ μόνον τὸ ὕψος καὶ τὰ παρ’ αὐτοῦ γεγονότα. αἴτιον δὲ τὸ πάθος. Αἰολεῖς δ’ ἴψος λέγουσιν αὐτὸ οἰκειότερον. ἔστι γὰρ εὑρέ‐ | |
15 | σθαι τὸ ι πρὸ διπλοῦ, ἵζω, ἰξός, μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν (Α 454). | |
17t | Περὶ μονήρους λέξεως τῆς ἐν ῥήμασι καὶ | |
18t | ἐπιρρήμασι. | |
19 | Ἄγω. οὐδὲν εἰς γω ὁριστικὸν καθαρὸν δισύλλαβον βαρύνεται καὶ | |
20 | πρὸ τέλους ἔχει δίχρονον συνεσταλμένον κατὰ χρῆσιν Ἑλλήνων, τὰ δὲ ὄντα περισπᾶται, τραγῶ, στυγῶ, σφριγῶ. σημειῶδες ἄρα τὸ ἄγω βα‐ ρυνόμενον οὐχ ὑγιῶς. ἔστι γὰρ καὶ περισπώμενον ἐπὶ δευτέρας συζυγίας, εὖτ’ ἂν τόδ’ ἀγᾷ χρέος ἀνδρός. πρόσκειται καθαρὸν διὰ τὸ μίσγω, συστελλόμενον δίχρονον διὰ τὸ πνίγω, | |
25 | κατὰ χρῆσιν δὲ λεγόμενον Ἑλλήνων διὰ τὸ θίγω. τοῦ γὰρ θίξω ἔσται τὸ θέμα τοῦτο, ἀλλ’ οὐ λέγεται, λέγεται δὲ ὑποτακτικῶς κατὰ τὸν ἀό‐ ριστον χρόνον ἐὰν θίγω· διὸ προσεθήκαμεν ὁριστικόν. Μίσγω. οὐδὲν ῥῆμα δισύλλαβον βαρύτονον, ἔχον πρὸ τοῦ ω ἕν | |
τι τῶν μέσων, κατ’ ἐπιπλοκὴν ἔχει τὸ ς· ὁ δὲ λόγος ἐπὶ τῆς ἡμετέρας | 928 | |
3,2929 | διαλέκτου· φέρβω, τρίβω, λείβω, ἥδω, ἔδω, τέγγω, στέργω. μονῆρες ἄρα τὸ μίσγω κατ’ ἐπιπλοκὴν ἔχον τὸ ς. Ἐλαύνω. οὐδὲν εἰς νω λῆγον ῥῆμα ὁριστικὸν βαρύτονον τῇ αυ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἐλαύνω παρὰ τὸ ἔλω βαρύτο‐ | |
5 | νον παρ’ ἐνίοις, ὃ καὶ παρ’ ἄλλοις περισπᾶται. Παίζω. οὐδὲν εἰς ζω λῆγον ῥῆμα ἔχει πρὸ τέλους τὴν αι δί‐ φθογγον ἐκφωνουμένην, ἀλλὰ μόνον τὸ παίζω. Κράζω. τὰ εἰς ζω λήγοντα ῥήματα ὁριστικά, εἰ ἔχοι πρὸ τέλους μόνον τὸ α, ἔχει αὐτὸ συνεσταλμένον, ὑπεσταλμένης τῆς Αἰολίδος δια‐ | |
10 | λέκτου· οἷον σφάζω, στάζω, λάζω, χάζω, εὐάζω, ἐκκλησιάζω, σκεπάζω, ἀνιάζω, ἀγοράζω· τοῦτο ἐπὶ ἑτέρου σημαινομένου θέλουσιν ἐπιτείνειν, ὥσπερ καὶ τοπάζω (?). ἀλλ’ οὖν γε ταῦτα Ἀττικά ἐστι. σημειῶδες οὖν τὸ σύνηθες πᾶσι τὸ κράζω ἔχον ἐκτεινόμενον τὸ α, εἰ μὴ ἄρα τῷ κρώζω ἰσοχρονῆσαι ἠθέλησαν αὐτό. πρόσκειται μόνον τὸ α διὰ τὸ σφα‐ | |
15 | δᾴζω, τερᾴζω, ματᾴζω, πρὸς τὸ α τὸ ι γραφόμενον ἔχοντα. παρῃ‐ τησάμεθα δὲ Αἰολίδα διάλεκτον διὰ τὸ πτάζω, ἔπταζον ὥστ’ ὄρνιθες ὦκυν αἴετον ἐξαπίνας φάνεντα. ἐκ δὲ τοῦ κοινοῦ ἦν τοῦ ἔπτησσον. τὸ δὲ αὐτὸ ἐπὶ τοῦ πλάζω· | |
20 | τὸν δ’ ἐπιπλάζοντ’ ἄνεμοι φέροιεν καὶ μελέδωνα, ἀντὶ τοῦ ἐπιπλήσσοντα. Δίδωμι. οὐδὲν τῶν εἰς μι ληγόντων ῥημάτων τῆς τρίτης συζυ‐ γίας κατὰ χρῆσίν ἐστιν Ἑλλήνων ἐπὶ ἐνεστῶτος χρόνου, ἀλλὰ μόνον τὸ | |
25 | δίδωμι. νῦν γὰρ τοὺς Αἰολεῖς παραιτούμεθα. Εἰμί. οὐδὲν εἰς μι λῆγον ὁριστικὸν ῥῆμα κατὰ τὴν ἡμετέραν διά‐ | |
λεκτον διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ εἰμί, ὃ σημαίνει τὸ | 929 | |
3,2930 | ὑπάρχω. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ τὸ βαρυνόμενον ἡ παράδοσις διὰ τῆς ει διφθόγγου γράφει· οὐχ ὑγιῶς μέντοι οὔτε κατὰ τὸ κίνημα αὐτοῦ οὔτε κατὰ τὴν Αἰολίδα διάλεκτον, ὡς δέδεικταί μοι ἐν τοῖς περὶ ὀρθο‐ γραφίας. πρόσκειται δὲ κατὰ τὴν ἡμετέραν διάλεκτον, ἐπεὶ Αἰολεῖς | |
5 | πάλαιμι καὶ γέλαιμί φασι καὶ πλάναιμι, Βοιωτοὶ δὲ τάρβειμι καὶ ποίειμι καὶ φίλειμι. Ἐστί. οὐδέποτε ῥῆμα γʹ προσώπῳ εἰς τι λήγει, λέγω δὲ πρὸ τοῦ τ ἔχον τὸ ς, οὔτε κατὰ τὰς ἄλλας διαλέκτους, οὔτε κατὰ τὴν συνή‐ θειαν, ἀλλὰ μόνον τὸ ἐστί. | |
10 | Ἐσμέν. τὰ εἰς μεν λήγοντα πληθυντικὰ ἀεὶ θέλει καθαρὸν ἔχειν τὸ μ, δίδομεν, τίθεμεν, λέγομεν, νοοῦμεν· εἰ μέντοι σύμφωνον εὑρε‐ θείη, συγκοπὴ πρὸ αὐτοῦ ὁρᾶται γινομένη, ἴσαμεν ἴσμεν, ἴδομεν ἴδμεν, ἐοίκαμεν ἔοιγμεν, δέδοιγμεν, ἐπέπιθμεν· τὸ μέντοι ἐσμέν οὐχ οὕτως ἔχει. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ ἐμέν λέγεται, | |
15 | γρῆές ἐμεν, καὶ εἰμέν, ἡμεῖς δ’ εἰμὲν τοῖοι (Η 231). Οἶδα. οὐδεὶς παρακείμενος δισύλλαβος κατὰ τὴν συνήθειαν καὶ τὴν παλαιὰν χρῆσιν ἀπὸ τῆς οι διφθόγγου ἄρχεται, ἀλλὰ μόνος ὁ οἶδα. | |
20 | οἱ γὰρ περὶ Ἀλκαῖον ὄϊδα λέγουσι τρισυλλάβως. προσέθηκα δὲ «κατὰ τὴν παλαιὰν χρῆσιν», ἐπεὶ οὐ παρ’ Ἀττικοῖς ἐστιν ἔσθ’ ὅτε οἶκα λεγό‐ μενον δισυλλάβως. Ἔπεσον. οὐδεὶς δεύτερος ἀόριστος εἰς ον λήγων πρὸ τοῦ ο ἔχει τὸ ς, ἀλλὰ μόνον τὸ ἔπεσον. ὁ γὰρ κατέχεσον παρ’ Ἀλκαίῳ τῷ κω‐ | |
25 | μικῷ ἐν Γανυμήδει εἰρημένος οὔτε τῆς τῶν ἄλλων Ἑλλήνων χρήσεώς ἐστιν οὔτε κατά τινα ἀναλογίαν ἐξενηνεγμένος ἢ μόνον κωμικῶς πε‐ ποιημένος. Αἰνῶ. τὰ διὰ τοῦ αινω δισύλλαβα βαρύτονά ἐστι, βαίνω, δραίνω, ῥαίνω, καίνω, κραίνω (?), σαίνω, χραίνω, αἵνω τὸ δασυνόμενον καὶ | |
30 | βαρυνόμενον τὸ παρὰ τοῖς Ἀττικοῖς· Φερεκράτης | |
αἵνειν, πτίσσειν. | 930 | |
3,2931 | σεσημείωται τὸ αἰνῶ περισπώμενον. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ ὄνομα αὐτοῦ προκατῆρξε· διὸ περιεσπάσθη. Δός. τὰ εἰς ς λήγοντα προστακτικὰ μονοσύλλαβά τέ ἐστι καὶ τὸ ε ἔχει, ἕς, ἔνθεν τὸ ἄφες, πρόες, θές, σπές, φρές, | |
5 | ἐνθάδ’ εἴσφρες μ’ ὡς τὸ μειρακύλλιον. σημειῶδες τὸ δός μόνον τὸ ος ἔχον. αἰτία δὲ ἡ συζυγία. Δοῦναι. οὐδὲν εἰς ναι λῆγον ἀπαρέμφατον τῇ ου διφθόγγῳ πα‐ ραλήγεται, ἀλλ’ εἰ παραλήγεται διφθόγγῳ, τῇ ει παραλήγεται, εἶναι, εἴτε δασυνόμενον ἀορίστου χρόνου. σημειῶδες ἄρα τὸ δοῦναι. ὅτι γὰρ | |
10 | οὐδέν ἐστι τὸ λέγειν δῶναι ὡς γνῶναι, βιῶναι, δῆλον μὲν ἐκ τῆς χρή‐ σεως τῆς Ὁμηρικῆς (Α 134), κέλεαι δέ με τῆνδ’ ἀποδοῦναι, δῆλον δὲ ἔσται ἐκ τοῦ κατ’ ἀναλογίαν κινήματος ἐν ἑτέροις. Τὰ τῇ ου διφθόγγῳ παραληγόμενα ἀπαρέμφατα πρὸ τῆς αι διφθόγ‐ | |
15 | γου τὸ ς ἔχει, ἀκοῦσαι, ὀροῦσαι, λοῦσαι. πῶς οὖν τὸ δοῦναι ἔχει τὸ ν; τοῦτο γὰρ ὦ τέκος ἦρ’ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι (Ω 425) ποιητικόν· τινὲς δὲ αὐτὸ καὶ διὰ τοῦ ω ἔγραφον. | |
19t | Περὶ ἐπιρρημάτων. | |
20 | Ἅπαξ. τὰ εἰς αξ λήγοντα ἐπιρρήματα ὀξύνεσθαι θέλει, ὀκλάξ, ὀδάξ, ἐναλλάξ, εὐράξ, αὐτοδάξ, ἐπιτάξ· ἀλλὰ μόνον τὸ ἅπαξ βαρύνε‐ ται. ὅπερ ἐν συντάξει τοῦ ἅπαντες ἢ τοῦ ἁπλῶς ἐκκλίνει τὸν τόνον ὡσεὶ ὀξύνοιτο τὸ ἅπαξ. ἁπαξἅπαντας γὰρ λέγομεν καὶ ἁπαξἁπλῶς ἐν τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ. | |
25 | Ὧδε. οὐδὲν εἰς δε λῆγον ἐπίρρημα δισύλλαβόν ἐστι τῷ ω παρα‐ ληγόμενον, ἀλλὰ μόνον τὸ ὧδε. Ἔνδον. οὐδὲν εἰς δον λῆγον ἐπίρρημα βαρύνεσθαι θέλει, πάντα δὲ ὀξύνεται, ὡς ἔχει τὸ σχεδόν, ταυρηδόν, ἑλκηδόν, παρασταδόν, πα‐ ρακλιδόν, «ῥυδὸν ἀφνειοῖο» (ο 426), ἀμφαδόν, ἄφθονος ἡ ἐν ἀκολου‐ | |
30 | θίᾳ παράθεσίς ἐστι τῶν ὀξυνομένων. ἀλλὰ μόνον τὸ ἔνδον βαρύνεται. τῆς διαλλαγῆς ἐν ἑτέροις δίδοται ἡ αἰτία. | |
Πάρεξ. οὐδὲν εἰς εξ ἐπίρρημα βαρυνόμενον ἐκ δύο προθέσεων | 931 | |
3,2932 | συνεστηκός, ὅπερ καὶ γενικῇ θέλει συντάττεσθαι, ἀλλὰ μόνον τὸ πάρεξ. καὶ γὰρ ἡ συνήθεια οὕτως ἔσθ’ ὅτε φησὶ «πάρεξ Ἀπολλωνίου». ὃν τρόπον καὶ Ἡρόδοτος ἐν τῇ τετάρτῃ (c. 46) ἔφη «πάρεξ τοῦ Σκυθικοῦ ἔθνεος». παρὰ μέντοι τῷ ποιητῇ ἕτερόν ἐστι τὸ ὀξυνόμενον | |
5 | ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε (μ 276), παρὲξ περιμήκεα δοῦρα (μ 443). εἴρηται δὲ περὶ αὐτοῦ ἐν τῇ Ὁμηρικῇ προσῳδίᾳ (Ι 7). Ὥς, τώς. οὐδὲν εἰς ως λῆγον ἐπίρρημα ὀξυνόμενον, ὑπεσταλ‐ μένης Δωρίδος διαλέκτου, ἀλλὰ μόνον τὸ ὥς, καὶ τώς ἀνταποδοτικὸν | |
10 | αὐτοῦ ὑπάρχον. οὐκ ἀγνοῶ μέντοι ὅτι ἐν διαφόρῳ σημαινομένῳ καὶ διαφόρῳ συντάξει ἔσθ’ ὅτε περισπᾶται. Ὀψέ. οὐδὲν εἰς ψε λῆγον ἐπίρρημα, ἀλλὰ μόνον τὸ ὀψέ, ὅπερ ἐν συνθέσει φιλεῖ τρέπειν τὸ ε εἰς τὸ ι, ὥσπερ ἐπὶ τοῦ ὀψιμαθής, ὀψί‐ τυχος, ὀψιτέλεστον, «ἔκ τε καὶ ὀψὲ τελεῖ» (Δ 161), ὀψίγονος. διὸ | |
15 | καὶ τὸ δείελος ὀψὲ δύων παρὰ τῷ ποιητῇ (Φ 233) τό τε ὀψὲ δύοντα Βοώτην παρὰ τῷ ποιητῇ (ε 272) καὶ Ἀράτῳ οὐ σύνθετον· ἐπεὶ κἂν ἔτρεπε τὸ ε εἰς | |
20 | ι. ἤδη μέντοι Αἰολεῖς καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ ι αὐτὸ ἀποφαίνονται, ὄψι γὰρ ἄρξατο, ἴσως ἀναλογώτερον, ὡς δείκνυται ἐν τῷ περὶ ἐπιρρημάτων. Μᾶλλον. οὐδὲν ὅμοιον τῷ μᾶλλον κατὰ χρόνον. τὸ γὰρ α, εἰ ἔχοι ἐν ἐπιφορᾷ διπλασιαζόμενον τὸ λλ ἐν μιᾷ λέξει, συστέλλεσθαι φι‐ | |
25 | λεῖ, χωρὶς εἰ μὴ τροπή τις εἴη τοῦ η εἰς α παρὰ διαλέκτῳ. τὸ παρά‐ δειγμα πῶς ἔχει; ἄλλος, γάλλος, θαλλός, θάλλω, πάλλω, ἅλλομαι, ἀγάλλομαι, καὶ ἄλλο πλῆθος λέξεων τοιούτων ἀδιάπτωτον. σημειωτέον ἄρα περὶ χρόνον τὸ μᾶλλον. τὸ γὰρ ὀτράλλις (†) συνεσταλμένον ἔχει τὸ α. ἐφυλαξάμην δὲ διαλέκτους διὰ τὸ | |
30 | ἄλλα, μὴ μεγαλύνεο δακτυλίω πέρι καὶ ἄλλαν, μή τι κατ’ ἀμμετέραν φρένα καὶ ἄβρα δηὖτε πάχῃ σπόλᾳ ἀλλόμαν | |
35 | ἀντὶ τοῦ ἡλλόμην. | 932 |
3,2933 | † Ἀθροῦν. οὐδὲν εἰς ουν λήγει ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἀθροῦν. ὅπερ καὶ ἐπεκτάσεσι ποιητικαῖς κέχρηται καὶ παραθέσει ἄρθρου ἑνικοῦ καὶ πληθυντικοῦ. παραιτοῦμαι δὲ τὸ αἰσχοῦν, ὃ εἴρηται παρὰ τῷ τοὺς Εἵλωτας· —ἀλλὰ μισχοῦν καθήμενοι. ἐπεὶ ὀνοματικά ἐστι. | |
5 | Δεῦρο. οὐδὲν εἰς ο λήγει ἐπίρρημα ὑπὲρ μίαν συλλαβήν, ἀλλὰ μόνον τὸ δεῦρο. ὅπερ εἴρηται παρὰ τῷ ποιητῇ ἅπαξ κατ’ ἐπέκτασιν εἰς ω ἐν τῷ (Γ 243) ἦ δεύρω μὲν ἕποντο. παραιτοῦμαι γὰρ τὴν διάφορον ἀνάγνωσιν. παρὰ δὲ τοῖς Αἰολεῦσι καὶ | |
10 | δεῦρυ διὰ τοῦ υ· παρὰ δὲ Ἀττικοῖς ἔσθ’ ὅτε καὶ δευρί λέγεται διὰ τοῦ ι. τετόλμηται δὲ αὐτοῦ καὶ θεματισθῆναι πληθυντικὸν τὸ δεῦτε· ὅτι δέ ἐστιν ἐπίρρημα ἐν τῷ περὶ ἐπιρρημάτων λέγεται. Ἐκεῖθεν. οὐδὲν εἰς θεν λῆγον ἐπίρρημα τοπικὸν τῇ ει διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἐκεῖθεν. αἴτιον δὲ τὸ πάθος· ὁ γοῦν | |
15 | Ἀλκαῖος κεινόθεν ἐστὶν ὅπου ἀπεφήνατο αὐτό. αἲ γάρ κ’ ἄλλοθεν ἔλθῃ, τί δὲ φὴ κήνοθεν ἔμμεναι; τὸ δὲ εἴθε ἐπέκτασις καὶ οὐ τοπικόν. Χαμαί. οὐδὲν εἰς αι λῆγον ἐπίρρημα ὑπὲρ μίαν συλλαβὴν ὀξύνε‐ ται, λέγω δὲ μὴ σχετλιαστικόν. τὰ δὲ τοιαῦτα καὶ ὀξύνεται, εὐαί, βα‐ | |
20 | βαί, καὶ περισπᾶται, ἀταταῖ, αἰαῖ, παπαῖ. τὸ δὲ πάλαι βαρύνεται. λέγε‐ ται τὸ αἴτιον ἐν τῷ περὶ ἐπιρρημάτων. Αὐτάρκης ἡ παράθεσις τῆς μονήρους λέξεως ἐν τούτῳ τῷ βιβλίῳ, | |
ὅπως καὶ ἐν τῷ δευτέρῳ σχεδὸν ἴσην παράθεσιν ποιησώμεθα. εἰ δέ τις | 933 | |
3,2934 | ἐπιζητοίη, διὰ τί ἐξ ὀνομάτων καὶ ῥημάτων καὶ ἐπιρρημάτων τὴν πα‐ ράθεσιν ἐποιησάμεθα, εἴσεται μὲν ἐκ τοῦ προοιμίου· ἀλλὰ καὶ νῦν δη‐ λώσω, ὡς ἀντωνυμιῶν μὲν οὐκ ἐμνήσθην, ἐπεὶ σχεδὸν μονήρεις εἰσὶ πᾶσαι, καὶ μάλιστα αἱ πρωτότυποι· ἀλλ’ οὐδὲ μετοχῶν, ἐπεὶ ἀεὶ δεύ‐ | |
5 | τεραί εἰσι καὶ ἐπιζητοῦσι τὸ κινοῦν αὐτὰς ῥῆμα. εἰ δὲ καὶ περὶ μίαν καὶ δευτέραν ἐγένετό τις ζήτησις, τοῦτο οὐ μονήρους ἐστὶ λέξεως ἰδίωμα. οὔτε μὴν ἄρθρων οὔτε προθέσεων ἐμνήσθην, ἀλλ’ οὐδὲ συνδέσμων. ἐπεὶ τούτων τῶν μερῶν τοῦ λόγου ἐξηριθμέναι πώς εἰσιν αἱ φωναί, τῶν δὲ προειρημένων μερῶν λόγου, λέγω δὲ ὀνόματός τε καὶ ῥήματος καὶ | |
10 | ἐπιρρήματος, πολλὴ μὲν χρῆσις φωνῶν, παραγωγή τε αὐτοῖς ποικίλη πρόσεστι καὶ σχεδὸν ἴση. ὄνομα μὲν γὰρ εἰς ὄνομα παράγεται, ὡς λεπτὸς Λεπτίνης, ἄριστος ἀριστεύς. παράγεται δὲ καὶ εἰς ῥῆμα, ὡς παρὰ τὴν μάστιγος γενικὴν τὸ μαστιγῶ καὶ παρὰ τὴν εὐδαίμονος εὐδαι‐ μονῶ. παράγεται δὲ καὶ εἰς ἐπίρρημα, ὡς παρὰ τὸ ἀκόνιτος ἀκονιτί, | |
15 | ἀθεώρητος ἀθεωρητί, Λεσβόθεν τε καὶ οὐρανόθεν. τὸ αὐτὸ ἀποτελεῖ καὶ τὸ ῥῆμα. ἤτοι γὰρ αὐτὸ καὶ εἰς ἑαυτὸ παράγεται, ὡς παρὰ τὸ ἀθλῶ τὸ ἀθλεύω, ἵζω ἱζάνω, ἢ εἰς ὄνομα, ὡς παρὰ τὸ ποιῶ ποιητής, ποίημα, ἢ εἰς ἐπίρρημα, ὡς ἀπὸ τοῦ ὄπτω ὄβδην, ὃ καὶ Καλλίμα‐ χός φησιν | |
20 | ἦλθον ἐσόβδην, πλέκω πλέγδην, μέσφα περιπλέγδην, ἄρδω ἄρδην. ὁμοίως δὲ καὶ τὸ ἐπίρρημα τὴν αὐτὴν ποσότητα ἔχει τῆς παραγωγῆς. ἢ γὰρ πάλιν εἰς ἑαυτὸ παράγεται, ὡς παρὰ τὸ ἐγγὺς ἐγ‐ | |
25 | γύθεν, ἢ εἰς ὄνομα, ὡς τὸ ἐγγύτερον, ἀνώτερον, ἢ εἰς ῥῆμα, ὡς παρὰ τὸ ὀψὲ ὀψίζω. σχεδὸν οὖν ταῦτα τὰ μέρη τοῦ λόγου ἀλλήλοις προσ‐ πέπονθε. διὸ καὶ ἐξ αὐτῶν πεποίημαι τοὺς κανόνας. εἰ δέ τις λέγοι ὡς καὶ ἡ ἀντωνυμία ποικίλην παραγωγὴν ἔχει· εἴς τε γὰρ ἑαυτὴν παρῆ‐ κται καὶ εἰς ἐπίρρημα· ἴστω ὅτι ἐνέλειψαν τοῖς κυριωτάτοις, λέγω δὲ | |
30 | ῥήματι καὶ ὀνόματι· τὸ γὰρ ἡμετέρειος καὶ τὸ σφετεριζόμενος τῶν παρα‐ λόγων. ἡ μέντοι πρόθεσις παρῆκται μὲν εἰς ὄνομα καὶ ἐπίρρημα, οὔτε γε μὴν εἰς αὑτὴν οὐδὲ εἰς ῥῆμα. τά τε προκείμενα μόρια, λέγω δὲ ὄνομα καὶ ῥῆμα, οὐκ ἀπέδωκεν ἀφ’ ἑαυτῶν παραγωγήν, οὔτε εἰς ἀντ‐ ωνυμίαν, οὔτε εἰς πρόθεσιν, ἐπειδή περ θεματικώτερα ὑπῆρχεν. ἡ | |
35 | μέντοι μετοχή, εἰ καὶ μέρος λόγου ἐστίν, ἐκεῖνό γε ἔχει ἐξαίρετον τὸ | |
μήποτε πρωτότυπον εἶναι. διὸ δὴ οὐδὲ αὐτῇ τὰ αἴτια ἀνατίθεμεν, ὅτι | 934 | |
3,2935 | μὴ σπανίως, ἐφ’ ὧν καὶ ζητοῦμεν εἰ καὶ μετοχαὶ ὑπάρχουσιν, ὥσπερ καὶ ἐπὶ τῆς ἄσμενος, καὶ τὸ κρέων καὶ τὸ ἀκέων καὶ κτίμενος. τοσαῦτα ἔχομεν εἰπεῖν ἐν τῷ πρώτῳ βιβλίῳ περὶ μονήρους λέξεως. | |
4t | ΒΙΒΛΙΟΝ Β. | |
5 | Ἐν μὲν οὖν τῷ πρὸ τούτου βιβλίῳ, ἄριστε φιλολόγε, περὶ μονή‐ ρους λέξεως ἥτις ἐστὶν ἐν τῇ χρήσει τῶν παλαιῶν ἑωρᾶτο καὶ τῇ νυνὶ συνηθείᾳ· νυνὶ δὲ στρέψομαι καὶ ἐπὶ τὰς γνωριζομένας μὲν ὁμοίως καὶ τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ καὶ τῇ παλαιῶν χρήσει, πειράσομαι δὲ καὶ ἄλλας παραθέσθαι λέξεις, αἵτινες οὔκ εἰσιν ἐν τῇ νυνὶ συνηθείᾳ, παρὰ μέντοι | |
10 | τοῖς παλαιοῖς. ἔστω δέ μοι ἡ παράθεσις ὁμοίως ἐξ ὀνομάτων καὶ ῥη‐ μάτων καὶ ἐπιρρημάτων. ἐπεὶ δέ τινες ἐπεζήτησαν, εἰ δύναται τὸ τοι‐ οῦτο εἶδος καὶ ἐν προθέσεσιν ὀφθῆναι, κατὰ τοῦτο ἐπειράθην ὀλίγας προθέσεις ἐλέγξαι ἐν εἴδει τινὶ μονήρεις ὑπαρχούσας. Ὄνομα. οὐδὲν εἰς μα λῆγον οὐδέτερον ἁπλοῦν ἐν τοῖς πρὸ τέ‐ | |
15 | λους δύο συλλαβαῖς δισσὸν ἔχει ο, ὡς δῆλον ἐκ τῶν τοιούτων· ποίημα, νόημα, δόνημα, φίλημα, ἀνάθημα, φώνημα, στεφάνωμα, χρύσωμα, κώ‐ λυμα, ἔλυμα, ἔρυμα, καὶ ἄλλο μυρίον πλῆθος τοιούτων ὀνομάτων ἀδιά‐ πτωτον ποιεῖ τὸν κανόνα. δῆλον ὡς τὸ ὄνομα μονῆρές ἐστι· καὶ γὰρ ἥ τε τρίτη ἀπὸ τέλους τὸ ο ἔχει καὶ ἡ πρὸ τέλους. Αἰολεῖς δὲ ὄνυμα | |
20 | λέγοντες αὐτὸ ἀπολύουσι τοῦ προκειμένου ἐλέγχου. πρόσκειται τῷ κανόνι «ἁπλοῦν», ἵνα μή τις ταῦτα σύνθετα ὄντα ὡς ἀντιπίπτοντα παρα‐ τάξῃ συνεχῶς ἐν τῇ συνηθείᾳ λεγόμενα, λέγω δὲ τὸ πρόδομα ἢ πρό‐ πομα, ὅπερ καὶ πρόπωμα λέγεται. Δέμας. τὰ εἰς μα λήγοντα οὐδέτερα ἐναντία ἐστὶ τοῖς εἰς ας | |
25 | λήγουσι. τὰ μὲν γὰρ εἰς ας λήγοντα παραιτεῖται τὸ μ ἔχειν πρὸ τοῦ α, ὡς ἔχει τὸ σέβας, οὖδας, κνέφας, ψέφας, κέρας, τέρας, γῆρας, γέ‐ ρας, βρέτας, δέπας, σκέπας, καὶ ἄλλα μυρία ἐστὶ τοιαῦτα μὴ ἔχοντα τὸ μ πρὸ τοῦ α· τὰ δὲ ἔχοντα τὸ μ πρὸ τοῦ α παραιτεῖται τὴν εἰς ς κατάληξιν, ὡς ἔχει τὸ δόμα, θέμα, στόμα, χύμα, λύμα, δῶμα, πτῶμα. | |
30 | πῶς οὖν τὸ δέμας καὶ τὸ μ ἔχει πρὸ τοῦ α καὶ τὴν εἰς ς κατάληξιν; ὥστ’ ἐστὶν οὕτως ὁρίσασθαι· οὐδὲν εἰς μας λῆγον οὐδέτερον, μονῆρες ἄρα τὸ δέμας, | |
στήτην ἐγγὺς ἰόντε, δέμας δ’ ἄνδρεσσιν ἐΐκτην (Φ 285). | 935 | |
3,2936 | Πεῖραρ. οὐδὲν εἰς αρ λῆγον οὐδέτερον πρὸ τοῦ α ἔχει ρ, ἀλλ’ ἤτοι καθαρεύει ἢ ἄλλο τι σύμφωνον ἔχει, ὡς δῆλον ἐκ τῶν τοιούτων· ἔαρ, κέαρ, οὖθαρ, εἶδαρ, μῶμαρ, ἧπαρ, νέκταρ. μονῆρες ἄρα τὸ «πεῖ‐ ραρ ἐπαλλάξαντες» (Ν 359). οὐδέτερον δὲ προσέθηκα ἐπεὶ Ἄραρ τῖς λέ‐ | |
5 | γεται ποταμός, ὡς παρ’ Ἐρατοσθένει (?). καὶ ἐπίγραμμα ἔχον οὕτως· μισγόμεθ’ ἀλλήλων ὡς Ἄραρος Ῥοδανός. Κρέας. οὐδὲν οὐδέτερον εἰς ας λῆγον καθαρὸν τῷ ε παραλήγει κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήσει Ἑλλήνων, ἀλλὰ μόνον τὸ κρέας. τὰ δ’ ἔχοντα καθαρὸν τὸ α καὶ ἔχοντα πρὸ αὐτοῦ ε εἰς ρ θέλει κατα‐ | |
10 | λήγειν, ἔαρ, στέαρ, κέαρ, φρέαρ. τὸ τοίνυν κρέας ἢ εἰς ρ ὤφειλε κατα‐ λήγειν ἢ εἴπερ εἰς ς καταλήγοι ὀφείλει μεταξὺ τοῦ ε καὶ α σύμφωνον ἔχειν, ὥσπερ τὸ λέπας, σκέπας, κνέφας, βρέτας. προσέθηκα δὲ κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήσει Ἑλλήνων, ἐπεὶ παρὰ Ἑκαταίῳ ἐστὶ «τὰ δέατα περιτεταμένοι». ἀλλ’ οὐ σύνηθές ἐστι λέγειν δέας. ὅ τε Σοφο‐ | |
15 | κλῆς ἐν Κηδαλίωνι σατυρικῷ φησι καὶ δή τι καὶ παρεῖκα τῶν ἀρτυμάτων ὑπὸ τοῦ δέατος ἀντὶ τοῦ δέους. ἀλλ’ οὐ λέγεται ἡ εὐθεῖα δέας. ὅ τε Ξενοφάνης φησὶ ἁγνὸν ἐνὶ σπεάτεσσι τεοῖς καταλείβεται ὕδωρ. | |
20 | ἀλλ’ οὐ γὰρ λέγεται σπέας. ἡ γὰρ ἀναλογία ὡς ἀπὸ τοιούτων εὐθειῶν τὰς κλίσεις λαμβάνει, οὐκ οὐσῶν μέντοι ἐν χρήσει Ἑλλήνων. τὸ δὲ παρὰ τῷ ποιητῇ (α 218) κτεάτεσσιν ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε μεταπλασμοῦ ἔχεται ἐκ τῆς κτεάτοις δοτικῆς. | |
25 | Ἰχθῦς. οὐδὲν εἰς υς λῆγον ἀρσενικὸν ὑπὲρ μίαν συλλαβήν, μὴ ἔχον ὑποκοριστικὴν ἔννοιαν, περισπᾶσθαι θέλει. σημειῶδες ἄρα ὁ ἰχθῦς. προσέθηκα δὲ «μὴ ὑποκοριστικὴν ἔννοιαν» διὰ τὸ ἀπφῦς· δοκεῖ γὰρ παρὰ τὸ ἀπφάς παρωνομάσθαι. ἔστι δὲ καὶ τὸ Διονῦς παρὰ τοῖς κωμικοῖς ἐπὶ τοῦ ἐκλύτου τασσόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύσου. ὧν οὐδὲ | |
30 | αἱ γενικαὶ παρόμοιαι τῷ προκειμένῳ· ἰχθύος γὰρ λέγεται· οὐ μεμελέ‐ | |
τηκε δὲ ἀπφύος λέγεσθαι. μόνον δὲ διὰ δύο δασέων ἐκφέρεται ὁ ἰχθῦς, | 936 | |
3,2937 | τῶν ἄλλων εἰς υς ληγόντων οὐχ οὕτως ἐχόντων. πρόσκειται δὲ τῷ κανόνι «ἀρσενικὸν» διὰ τὸ ὀφρῦς περισπώμενον θηλυκόν, ἔτι δὲ καὶ τὸ ὀσφῦς. ὥστε εἰ περισπᾶται τὸ ἰχθῦς, ἔστω θηλυκόν· εἰ δὲ ἀρσενικόν ἐστιν, ὀφείλει ὅμοιον εἶναι τῷ στάχυς, βότρυς. | |
5 | Μᾶζα. τὰ εἰς ζα λήγοντα θηλυκά, εἰ ἔχοι πρὸ τέλους δίχρονον, συνεσταλμένον αὐτὸ ἔχει, ὡς τὸ ῥίζα, σχίζα, σπίζα· ἔστι δὲ εἶδος ὀρ‐ νέου Σοφοκλῆς ἐν Ναυπλίῳ πυρκαεῖ κάτω κρέμανται, σπίζα τέτατ’ ἐν ἕρκεσι. Δούριζα λίμνη παρὰ τὸν Λίζαν ποταμόν. Ἑκαταῖος περιηγήσει Ἀσίας· | |
10 | «τῇ δὲ λίμνῃ Δούριζα οὔνομα». Βόρυζα πόλις Περσική, ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης· «μετὰ δὲ Βόρυζα πόλις Περσέων, μετὰ δὲ Θυ‐ νιάς». Ἀράβυζα τῆς Καυκωνίδος πόλις. ἄζα, γάζα, χάλαζα. σημειῶδες ἄρα ἡ μᾶζα ἐκτείνουσα τὸ πρὸ τέλους α. Ἀγαυός. οὐδὲν εἰς ος λῆγον καθαρὸν ὑπὲρ δύο συλλαβὰς ὀξυ‐ | |
15 | νόμενον τῇ αυ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἀγαυός. Χθών. τὰ εἰς ων μονοσύλλαβα φιλεῖ ἀρσενικὰ εἶναι καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ, πρών, Χών τὸ ἐθνικόν, κλών, Θων εἴτε Θῶνος εἴτε Θῶντος. ἀλλὰ μόνον τὸ χθών θηλυκόν ἐστι καὶ διήλλαξε κατὰ τὴν κλίσιν. | |
20 | Δαμήν. τὰ εἰς μην λήγοντα ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν ἐπὶ γενικῇ τὸ η εἰς ε τρέπει, ποιμένος, λιμένος, πυθμένος, ἀλλὰ μόνον τὸ Δαμήν ἐφύλαξε τὸ η. Δαμῆνος γὰρ ἐπιγράφεται Ἀργολικά. ἴσως δὲ ἐπεὶ κύριόν ἐστι παραλλαγὴν ἐποιήσατο. τὸ δὲ Ἀλλαμήν παραιτοῦ‐ μαι· οὐ γὰρ γνήσιον ὄνομα ὑπὸ Διοδώρου παραπεποιημένον. | |
25 | Ἰχώρ. οὐδὲν εἰς ωρ λῆγον ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι θέλει, ἀλλὰ πάντα βαρύνεσθαι· ῥήτωρ, κλήτωρ, ἵστωρ, Ἕκτωρ, πέλωρ, κέλωρ, ἄκτωρ, Σπέρχωρ, Ἀννίχωρ, ἄχωρ, ἀναΰζωρ (†). ἡ δὲ ἱστορία τῶν ὀνο‐ μάτων εἴρηταί μοι ἐν δευτέρῳ περὶ καθολικῆς προσῳδίας. σημειῶδες ἄρα τὸ ἰχώρ μόνον ὀξυνόμενον. τὸ δὲ αἴτιον εἴρηται ἐν τῷ περὶ | |
30 | καθολικῆς προσῳδίας. | 937 |
3,2938 | Τέκμωρ. οὐδὲν εἰς ωρ λῆγον οὐδέτερον ὑπὲρ μίαν συλλαβὴν ἔχει συμπλοκὴν δύο συμφώνων πρὸ τοῦ ω· Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς (Ε 684), νίκωρ παρὰ Σώφρονι τῷ μιμογράφῳ, ὕδωρ, ἔλδωρ· οὐ γὰρ συμπλοκὴ | |
5 | ἐνθάδε, ἀλλὰ διάστασις· ὁ δὲ Ἴβυκος ἔσθ’ ὅτε καὶ θηλυκῶς προφέρεται οὔτι κατὰ σφετέραν ἐέλδω καὶ ἐσθλὰν ποτιδεγμένων ἐέλδω. σημειῶδες οὖν τὸ τέκμωρ ἔχον ἐπιπλοκὴν δύο συμφώνων. ἢ ἴσως ἀνα‐ | |
10 | λογώτερον ἐκδεκτέον τὸ τέκμαρ. ἴσον γὰρ ἐγένετο τῷ νέκταρ καὶ ἔχθαρ· οὐ φιλεῖ δὲ τὰ τοιαῦτα προϋπάρχειν τῶν εἰς ωρ. τοῦ δὲ σημειοῦσθαι τὸ τέκμωρ αἴτιον ὁ πλεονασμὸς τοῦ μ. Πολύς. τὰ εἰς λυς λήγοντα καθαρὸν ἔχοντα τὸ υ συνεσταλμένον βαρύνεσθαι θέλει, θῆλυς, φόλυς. | |
15 | φόλυες κύνες παρὰ τῷ Ἀντιμάχῳ, ἔπηλυς, νέηλυς, ὄλολυς τὸ προσηγορικὸν εἴτε τὸ κύριον, Ζῆλυς ὁ ποταμός, ἔγχελυς, μόλυς. σημειῶδες ἄρα τὸ πολύς ὀξυνόμενον. πρόσκειται δὲ καθαρὸν διὰ τὸ ἀμβλύς, συνεσταλμένον δὲ τὸ υ διὰ τὸ ἰλύς. | |
20 | Ἐρῆμος. οὐδὲν εἰς μος λῆγον ὑπὲρ δύο συλλαβὰς προπερισπώ‐ μενον τῷ η παραλήγεται, ἀλλὰ μόνον ἐρῆμος, ὡς ἴδε χῶρον ἐρῆμον (Κ 520). Ἀττικοὶ μέντοι προπαροξύνουσι τὴν λέξιν. Ἑτοῖμος. οὐδὲν εἰς μος λῆγον ὑπὲρ δύο συλλαβὰς τῇ οι διφθόγγῳ | |
25 | παραληγόμενον προπερισπᾶται, ἀλλὰ μόνον τὸ ἑτοῖμος. καὶ τοῦτο δὲ παρ’ Ἀττικοῖς τοῖς νεωτέροις φασὶ προπαροξύνεσθαι. Πλυνός. τὰ εἰς νος λήγοντα δισύλλαβα μὴ ἔχοντα πρὸ τοῦ ν σύμφωνον κατ’ ἐπιπλοκήν, παραληγόμενα δὲ τῷ υ, πάντως ἐκτεταμένῳ παραλήγεσθαι θέλει, φρυνός, θυνός, γρυνός, σημαίνει δέ, ὡς καὶ Ἀπολ‐ | |
30 | λώνιός φησι, τὰς τῶν ξύλων ξηρὰς καὶ παχείας ῥίζας. σημειῶδες ἄρα τὸ πλυνός κατὰ χρόνον· καίτοι γε τὸ πλύνω ἐκτεινόμενον τὸ υ. Ἑνότης. τὰ εἰς της λήγοντα θηλυκὰ οὐδέποτε ἀπὸ τῆς εις κατα‐ | |
λήξεως παρήχθη. σημειῶδες ἄρα τὸ ἑνότης ὄνομα. | 938 | |
3,2939 | Ἀνδροτής. τὰ εἰς της λήγοντα θηλυκὰ οὐδέποτε ἀπὸ τῶν εἰς ρ ληγόντων παράγεται. σημειῶδες ἄρα τὸ ἀνδροτής ὄνομα. ἢ γὰρ ἀπὸ τῶν εἰς ος, ὡς κοῦφος κουφότης, ἢ ἀπὸ τῶν εἰς υς, ὡς ταχύς ταχυτής, ἢ καὶ ἀπὸ ῥημάτων, ὡς παρὰ τὸ ἴεμαι ἰότης, οὐδέποτε μέν‐ | |
5 | τοι ἀπὸ τῶν εἰς ρ ληγόντων. διὸ δὴ καὶ τὸ ἑνότης παράσημον· παρὰ γὰρ τὴν εἰς εις εὐθεῖαν, οὐ τὴν εἰς ος ἢ εἰς υς. Φερνή. τὰ εἰς νη λήγοντα δισύλλαβα μονογενῆ θηλυκὰ ἔχοντα πρὸ τοῦ ν ρ βαρύνεσθαι θέλει, πέρνη, πτέρνη, Τάρνη πόλις, Κέρνη ὁμοίως, Ἄρνη, ἀλλὰ μόνον τὸ φερνή ὀξύνεται. Αἰολεῖς δὲ φέρεναν | |
10 | αὐτὴν λέγουσιν ὁμοίως τῇ Ἔλεναν. Ἀρνός. οὐδεμία γενικὴ εἰς νος λήγοντα πρὸ τοῦ ν ρ ἔχει, ἀλλὰ μόνον τὸ ἀρνός. αἴτιον δὲ τὸ πάθος. τὸ παρὰ Σοφοκλεῖ οὐ σκέπαρνος οὐδὲ πρίονος πληγαί | |
15 | οὐκ ἀντίκειται. ὅτι γὰρ καὶ ὁ τραγικὸς λέγει σκέπαρνος ἐπ’ εὐθείας ἀρ‐ σενικῆς ἐν ἑτέροις ἐδήλωσα. Ἀνδρός. οὐδεμία γενικὴ εἰς ρος λήγουσα πρὸ τοῦ ρ ἔχει τὸ δ, ἀλλὰ μόνον τὸ ἀνδρός. αἴτιον δὲ τὸ πάθος. ἐν τοῖς περὶ καθολικω‐ τέρας προσῳδίας εἴρηται. | |
20 | Ἀνδριάς. τὰ εἰς ας λήγοντα καθαρόν, ἐκτεταμένον ἔχοντα τὸ α, εἰ ἔχοι πρὸ τέλους φωνῆεν ἢ φωνήεντα, βαρύνεσθαι θέλει, δρακοντίας, ὀνοματίας, κοππατίας, Λοξίας, Ἐρυξίας, Βορέας, Ἡρέας, Θαρσέας, Κρα‐ τέας, Μινύας, Φλεγύας, Ἀνδρέας· μυρίον ἐστὶ πλῆθος τοιούτων ὀνο‐ μάτων ἀδιάπτωτον. σημειῶδες ἄρα τὸ ἀνδριάς ὀξυνόμενον. οὐκ ἀγνοῶ | |
25 | δὲ ὅτι Ἡλιόδωρος ἐβούλετο αὐτὸ περισπᾶν· ὁμοίως δὲ καὶ τὸ ἱμάς. τὸ δ’ αὐτὸ ἠξίου καὶ Δράκων ὁ Στρατονικεύς, ἔτι δὲ καὶ Τυραννίων. οὐκ ἔχει δὲ οὕτω τὰ τῆς ἀναγνώσεως, ὡς ἐν ἑτέροις ἐδήλωσα. Γουνός. οὐδεμία γενικὴ εἰς νος λήγουσα τῇ ου διφθόγγῳ παρα‐ λήγεται, ἀλλὰ μόνη ἡ γουνός· | |
30 | γόνυ γουνὸς ἀμείβων (Λ 547). αἴτιον δὲ τὸ πάθος. οὐ γὰρ εὐθεῖά τις προκατάρχει μονοσύλλαβος ἡ | |
γοῦν, ὡς οἴονται οἱ πρὸ ἐμοῦ. τὰ δὲ εἰς νος λήγοντα ὀνόματα δισύλ‐ | 939 | |
3,2940 | λαβα ὀξυνόμενα τῇ ου διφθόγγῳ παραληγόμενα ἐπ’ εὐθείας ὁρᾶται, γουνός, ὅθεν δοτικὴ ἡ γουνῷ ἀλωῆς (Ι 530), βουνός, κρουνός. δῆλον οὖν ὅτι ἡ γουνός γενικὴ οὐχ ὑγιαίνει· εὐθείας | |
5 | γὰρ χαρακτῆρα ἀπεδέξατο. ἔστι δὲ καὶ ἐπὶ πασῶν τῶν ἠλογημένων γενικῶν τὸ τοιοῦτον ἐπιδεῖξαι, ὡς ὅτι παραβαίνουσι καὶ τοὺς χαρακτῆ‐ ρας παθοῦσαι. Δουρός. οὐδεμία γενικὴ εἰς ρος λήγουσα τῇ ου διφθόγγῳ πα‐ ραλήγεται, ἀλλὰ μόνη ἡ δουρός. αἴτιον δὲ πάλιν τὸ πάθος. συγκοπὴ | |
10 | γὰρ ἐκ τοῦ δούρατος· τόφρα δὲ Τυδείδης μετὰ δούρατος ᾤχετ’ ἐρωήν (Λ 357). οὐ γάρ, ὥσπερ οἴεται ὁ Τρύφων, εὐθεῖά τίς ἐστι δούρ, κωλυούσης καὶ τῆς ἀναλογίας καὶ τῆς χρήσεως τῶν Ἑλλήνων. ἄμεινον οὖν ἐκδέχεσθαι τὸ πάθος. ποικίλαι δὲ αἱ φωναί. καὶ γὰρ δορὸς καὶ δουρὸς εἴρηται | |
15 | καὶ δόρατος καὶ δούρατος καὶ δόρεος, ὡς ἐν ἑτέροις ἐδήλωσα. ᾿Ρᾶρος. οὐδέποτε τὸ ρ ἄρχον ψιλοῦται, ἀεὶ δὲ δασύνεται. ση‐ μειῶδες ἄρα τὸ ᾿Ρᾶρος. τὸ γὰρ ᾿Ραρίδος Δῃοῦς | |
20 | παρ’ αὐτὸ γέγονε. Σεσημείωται τὸ ᾿Ρᾶρος κατὰ χρόνον. τὰ γὰρ εἰς ρος δισύλλαβα τῷ α παραληγόμενα ὀξυνόμενα μὲν ἔχει ἐκτεινόμενον τὸ α, ψαρός, να‐ ρός· ἔνθεν θηλυκὸν παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ σατυρικῷ ναράς τε πατρὸς κυμάτων ἐπιρροὰς | |
25 | ἐπώμοσα. λαρός, λαρὸς ἄμης, ἔνθεν τὸ οὐδέτερον λαρὸν τετυκοίμεθα δόρπον (μ 283). | |
30 | βαρυνόμενα δέ, εἰ καὶ ἀρσενικὰ ὑπάρχοι ἢ θηλυκά, συστέλλειν θέλει τὸ α, λάρῳ ὄρνιθι ἐοικώς (ε 51). φάρος, λέγω δὲ τὸ ἀρσενικὸν ἢ καὶ τὸ θηλυκόν, Κλάρος, Νίκανδρος | |
(Ther. 958) | 940 | |
3,2941 | μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρος νιφόεσσα πολίχνη, γάρος, Αἰσχύλος Πρωτεῖ σατυρικῷ καὶ τὸν ἰχθύων γάρον, Πάρος νῆσος, σπάρος, σκάρος. εἰ δέ τι βαρυνόμενον ἀρσενικὸν ἔχει τὸ | |
5 | α ἐκτεινόμενον, πάντως ἔχει κοινὸν διὰ τοῦ η, ὥσπερ τὸ κλᾶρος ἐκ τοῦ κλῆρος. τὸ δὲ ᾿Ρᾶρος, εἰ μή ἐστι Δώριον βαρυνόμενον, συστελλέ‐ σθω κατὰ τὴν παραλήγουσαν· εἰ δὲ ἐκτείνεται ὑγιῶς ἡ παραλήγουσα, ὀξυνέσθω, ἵνα μιμήσηται τὸ ψαρός, ναρός, λαρός. ἢ περὶ τόνον ἄρα σημειῶδες ἢ περὶ χρόνον. ἀλλὰ δῆλον ὅτι περὶ χρόνον. τὰ γὰρ ὀξυ‐ | |
10 | νόμενα ἐπιθετικὰ ὑπῆρχον, τοῦτο δὲ κύριον ὄνομα βαρύτονον. ἀλλ’ οὖν γε ἔχομεν καὶ τὸ βᾶρος ὁμοίως Ἀττικὸν ὑπάρχον καὶ ἐκτεινόμενον τὸ α πρὸς ἀντέμφασιν τοῦ οὐδετέρου. Φᾶρος. τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα, εἰ ἔχοι πρὸ τέ‐ λους τὸ α, συνεσταλμένον πάντως αὐτὸ ἔχει, εἰ μὴ κατὰ διάλεκτον | |
15 | εἴη, ὥσπερ τὸ πᾶρος· ἐπὶ γὰρ πᾶρος ὀνιαρὸν ἱκνεῖται Ἀλκαῖός φησι. τοιοῦτο δέ ἐστι καὶ τὸ μᾶκος, δᾶνος. τὸ δὲ πρᾶγος ἤδη καὶ τὸ ῥῆμα δοκεῖ ἔχειν μεταβολήν. ἔστω οὖν τῶν συστελλόντων τὸ α παραδείγματα πάθος, τάφος. ὅπερ καὶ ἀρσενικόν ἐστι, | |
20 | ὣς οἵγ’ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο (Ω 804), καὶ θηλυκὸν ἐπὶ τῆς νήσου. ὁπότε δὲ ἐπὶ τῆς ἐκπλήξεως παραλαμβά‐ νεται γένος ἐπιδέχεται τὸ οὐδέτερον· ἣ δ’ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανε (ψ 93). ἀλλ’ ἴσως τοῦτο ἀμφίβολον. ὁ μέντοι Ἴβυκος διέστειλε τὸ γένος ἐν | |
25 | τῷ πρώτῳ, σχεδὸν τὸν Ὁμηρικὸν μεταλαβών· φησὶ γὰρ δαρὸν χρόνον ἧστο τάφει πεπηγώς· οὕτω γὰρ ἔκλινεν ὡς βέλει. ἀναδράμωμεν δὴ ἐπὶ τὰ παραδείγματα· θάλος, δάος, φάος, πάθος, μάθος, Ἀλκαῖος ἀππατέρων μάθος, | |
30 | νάπος, γάνος, σάκος, δάκος, βάρος. σημειῶδες ἄρα τὸ φᾶρος ἐκτει‐ | |
νόμενον τὸ α· | 941 | |
3,2942 | φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα (π 173). οἱ μέντοι τραγικοὶ ἐπίσης ἐκτείνουσι τοῦ προκειμένου ὀνόματος τὸ α καὶ συστέλλουσι, ὡς παρὰ Αἰσχύλῳ ἐν Σαλαμινίαις· εἴ μοι γένοιτο φᾶρος ἴσον ἐν οὐρανῷ· | |
5 | ἀλλὰ κατὰ συστολὴν παρὰ Σοφοκλεῖ ἐν Τηρεῖ· σπεύδουσαν αὐτήν, ἐν δὲ ποικίλῳ φάρει, καὶ ἐν Κρίσει σατυρικῇ καὶ δὴ φάρει τῷδ’ ὡς ἐμῷ καλύπτομαι. παραφυλακτέον ὅτι τὸ φάρος τυχὸν συστελλομένου τοῦ α ἀναδέχεται | |
10 | πάλιν ἐν διαφόρῳ σημαινομένῳ τὰ τρία γένη ὥσπερ καὶ τὸ τάφος. ἔστι γὰρ ἀρσενικόν· οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύς. ἀλλὰ καὶ τὸ θηλυκὸν ἐπὶ τῆς νήσου ἀπ’ αὐτοῦ τὸ ὄνομα λαβούσης, ὥς φη‐ σιν Ἑκαταῖος. καὶ οὐδέτερον, ὁπότε σημαντικὸν τοῦ ἱματίου ἢ καὶ τοῦ ἀρότρου, ὡς καὶ παρ’ Ἀλκμᾶνι· ἀλλὰ καὶ παρ’ Ἀντιμάχῳ | |
15 | ἀεὶ φάρεος χατέουσιν ἑκόντες. οὕτως ἐν τοῖς ἀντιγράφοις εὕρηται. Θάσσων. τὰ εἰς σων λήγοντα συγκριτικὰ δισύλλαβα, εἰ ἔχοι πρὸ τέλους τὸ α, συνεσταλμένον αὐτὸ ἔχει. βράσσων ἀλλά τέ οἱ βράσσων τε νόος (Κ 226), | |
20 | πάσσων τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα μείζονά τ’ εἰσιδέειν καὶ πάσσονα (ζ 229—230). τοσσοῦτον ὀΐομαι ἢ ἔτι μάσσον (θ 203). ἔνθεν παρ’ Ἐπιχάρμῳ τὸ βάσσον. σημειῶδες ἄρα τὸ θάσσων ἐκτεινό‐ | |
25 | μενον τὸ α, θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους (Ν 819)· πρόσκειται δὲ «δισύλλαβα» διὰ τὸ ἐλάσσων. Λουτρόν. τὰ εἰς ρον λήγοντα οὐδέτερα μονογενῆ, ἔχοντα πρὸ τοῦ τέλους ἢ σύμφωνον ἢ σύμφωνα, βαρύνεσθαι θέλει, σεῖστρον, δέν‐ | |
30 | δρον, δέρτρον, δέρτρον ἔσω δύνοντες (λ 578), φέρτρον, | |
κείμενον ἐν φέρτρῳ (Σ 236), | 942 | |
3,2943 | πλῆκτρον, καὶ ἄλλο πλῆθος τῶν τοιούτων ὀνομάτων ἀδιάπτωτον. ἀλλὰ μόνον τὸ λουτρὸν ὀξύνεται· ὅπερ καὶ τρισύλλαβον λέγεται λοετρόν, εἰς ὅ κε θερμὰ λοετρά (Ξ 6)· ἐπεὶ καὶ τὸ ῥῆμα δισσόν, λοέω καὶ λούω, | |
5 | ἀλλ’ ὅτε δή μιν ἐγὼ λόεον (δ 252). Οἶμα. οὐδὲν εἰς μα λῆγον καθαρὸν δισύλλαβον οὐδέτερον πρὸ τέλους ἔχει τὴν οι δίφθογγον, ἀλλὰ μόνον τὸ οἶμα· τὸ γὰρ οἶδμα οὐ καθαρεῦον. δύναται γὰρ καὶ ἀπὸ συμφώνου ἄρχεσθαί τινα ἢ ἀπὸ συμ‐ φώνων, ἵνα μή τις λέγῃ ὅτι ἄλλο οἶμα ἐπιζητῶ· διὸ ἔθηκα πρὸ τέλους. | |
10 | Ὀστέον. οὐδὲν εἰς ον λῆγον καθαρὸν οὐδέτερον μονογενὲς ὑπὲρ δύο συλλαβὰς τῷ ε παρεδρευόμενον παροξύνεται, ἀλλὰ μόνον τὸ ὀστέον. αἴτιος δὲ ὁ πλεονασμός. τὰ δὲ τοιαῦτα ἤτοι ὀξύνεται, ὡς ἔχει τὸ κο‐ λεόν, στελεόν, ἐλεόν βάλλον δ’ εἰν ἐλεοῖσιν (ξ 432), | |
15 | αἰτία δὲ τῆς ὀξείας ἡ πρὸ τέλους συλλαβὴ ἔχουσα πρὸ τοῦ ο τὸ ε· ἢ προπαροξύνεται, ὁπότε μὴ τὸ λ πρὸ τοῦ ε ἐστίν, ὄρνεον, κάνεον, ὄστρεον. δῆλον οὖν ὡς καὶ τὸ ὄστεον ἐχρῆν λέγειν. διὸ μονῆρες κατὰ τὸν τόνον φαμὲν εἶναι αὐτό. οὐκ ἀγνοῶ δὲ ὡς καὶ ὀστοῦν λέγεται, ὡς καὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ | |
20 | ἀλλ’ οὐδὲ λάχανον οὐδὲν οὐδ’ ὀστοῦν ἔτι ὁρῶ. τοῦτον τὸν τρόπον καὶ τὸ κάνεον κανοῦν. Φηρά. τὰ εἰς ρα λήγοντα δισύλλαβα μονογενῆ θηλυκά, εἰ παρα‐ λήγοιτο τῷ η, βαρύνεσθαι θέλει, πήρα, χήρα, θήρα. σημειῶδες ἄρα τὸ | |
25 | Φηρά ὀξυνόμενον. Λιβυαφιγενής. ἡ διὰ τοῦ φι ἐπέκτασις οὐδέποτε θέλει κατ’ ἀρ‐ χὴν συντίθεσθαι, μόνῳ δὲ παρηκολούθησεν ἐν ἐπιρρήματι τῷ ἶφι τὸ τοιοῦτο, Ἰφιγένεια, Ἰφικλῆς, Ἰφιάνασσα καὶ ὅσα ἄλλα ἐστὶ τοιαῦτα. πεπλάνηται οὖν Ἴβυκος εἰπὼν Λιβυαφιγενής. | |
30 | Πρῶτος. τὰ εἰς τος λήγοντα καθαρὰ δισύλλαβα παραληγόμενα τῷ ω τριγενῆ ὑπάρχοντα ὀξύνεσθαι θέλει, γνωτός, τρωτός, πλωτός, πτωτός, ἀλλὰ καὶ ὁ πρωτός· τὸ δὲ πρῶτος τοῦ ἀριθμοῦ τὸ ὄνομα βαρύνεται. οὐκ ἀγνοῶ δὲ ὅτι κανόνες κατέσχον τέσσαρες τὴν βαρεῖαν ταύτην. | |
35 | Χρυσός. τὰ εἰς σος λήγοντα δισύλλαβα ὀξυνόμενα φύσει μακρά, | |
εἰ παραλήγοιτο τῷ υ, ἢ κύρια θέλει εἶναι ἢ ἐπίθετα, οὐ μὴν προση‐ | 943 | |
3,2944 | γορικά. κύρια μὲν οὖν ἐστι τοιαῦτα· Βρυσός, .... πολὺς γὰρ ὁ σος χαρακτὴρ ἐπὶ πόλεων, ὡς καὶ τὰ τοιαῦτα· Λισός πολίχνιον Κρήτης, Παισός, ὅς ῥ’ ἐνὶ Παισῷ (Ε 612), | |
5 | οἳ Γνωσόν τ’ εἶχον (Β 644), Ῥωσός, καὶ ταῦτα ἐπὶ πόλεων. ἐπίθετα δὲ τοιαῦτα· τρυσός, ῥυσός, Μυσός. τὸ τοίνυν χρυσός ὀξυνόμενον μονῆρές ἐστιν· οὔτε γὰρ κύριον οὔτε ἐπιθετικόν ἐστι. Μύρον. τὰ εἰς ρον λήγοντα δισύλλαβα καθαρὰ προσηγορικά, εἰ | |
10 | παραλήγοιτο τῷ υ, ὀξύνεσθαι θέλει, ξυρόν, σφυρόν, πυρόν. σημειῶδες ἄρα τὸ μύρον βαρυνόμενον. τὸ γὰρ Ψύρον ἢ Στύρον ἢ Μύρον, κύρια ὄντα, ὑγιῶς βαρύνεται. Κεφαλή. τὰ διὰ τοῦ αλη ὑπὲρ δύο συλλαβὰς μονογενῆ βαρύνε‐ σθαι θέλει, χωρὶς εἰ μὴ συναληλιμμένα εἴη, Μυκάλη, φιάλη, ξυάλη, | |
15 | Μυρτάλη, Πετάλη, ἀγκάλη, δαμάλη. σημειῶδες ἄρα τὸ κεφαλή ὀξυνό‐ μενον ἐπὶ τοῦ μερικοῦ εἴτε ἐπὶ τοῦ κυρίου. τὸ γὰρ ἀλαλή οὐ φύσει τρισύλλαβον, κλῦθ’ ἀλαλά, πολέμου θυγάτηρ. τὸ δὲ μυγαλῆ περισπᾶται, ἐπεὶ παρὰ τὸ γαλῆ συντέθειται συναληλιμμέ‐ | |
20 | νον καὶ περισπώμενον. κέχρηται δὲ τῷ ὀνόματι Κηφισόδωρος ἐν Ὑΐ ὦ καὶ λέων καὶ μυγαλῆ καὶ σκορπίος. Φυλή. τὰ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ τῷ υ παραληγόμενα βαρύνεσθαι θέλει· τύλη, ὅπερ σύνηθες Ἀττικοῖς κνέφαλλον καλεῖν, ὁμω‐ νύμως τῷ περιεχομένῳ τὴν περιέχουσαν. Ἀριστοφάνης Ἀμφιάρεῳ | |
25 | καὶ νὴ Δί’ ἐκ τοῦ δωματίου γε νῷν φέρε κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν. ὠνομάσθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτις σημαίνει ἀκανθώδη ὕλην, ᾗ περι‐ | |
πεταννύντες τὰς ἐσθῆτας ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰς ἐσθῆτας | 944 | |
3,2945 | χνοῦ, ᾧ καὶ πρὸς τὰς τύλας ἐχρῶντο, ὥσπερ καὶ νῦν. μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸς ἐν Πεισάνδρῳ ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος. ὥστε καὶ ἀντίθεσις ἐγένετο τοῦ α εἰς ε· ἐπεὶ παρὰ τὸ κνάφος ἐγένετο. | |
5 | εἰσί μέντοι οἳ καὶ διὰ τοῦ γ γράφουσιν. ἔν τισιν ἐν Μαλθακοῖς Κρα‐ τίνου παρεφύλαξε Σύμμαχος. Ἀναδράμωμεν ἐπὶ τὸ προκείμενον, παραθέμενοι τὸ τύλη, ὅπερ οὐκ ἦν παρ’ Ἀττικοῖς· ἀλλὰ μέμνηται Σαπφὼ ἐν δευτέρῳ ἔγω δ’ ἐπὶ μαλθάκαν | |
10 | τύλαν κασπολέω μέλεα καὶ ἀσάμενον τύλᾳ κασπολέω· οὐ γὰρ ὁ τέ σύνδεσμος. μύλη, πύλη, σύλη ἐν Σαμίων ὥροις· «καὶ οὐ‐ | |
15 | δένα κατέδησεν ὦν τῆς σύλης μετασχεῖν». μονῆρες ἄρα τὸ φυλή ὀξυ‐ νόμενον. Σίνος. τὰ εἰς νος λήγοντα ἐπ’ εὐθείας τῷ ι παραληγόμενα συνε‐ σταλμένῳ οὐ θέλει οὐδέτερα εἶναι, οἷον πίνος, λίνος, σπίνος, καὶ σπίνος ἠῷα σπίζων καὶ ὄρνεα πάντα | |
20 | παρ’ Ἀράτῳ (Dios. 292). πῶς οὖν τὸ σίνος οὐδετέρου γένους ἔχεται; τὸ γὰρ κρίνος ἐκ τοῦ κρίνον μεταπεποίηται. Ἰότης. τῶν εἰς της ληγόντων θηλυκῶν ὀνομάτων ὑπὲρ δύο συλ‐ λαβὰς ὄντων γένεσις προκατάρχει ὀνοματική, ταχυτής, βραδυτής, ἰσό‐ της, κουφότης, κακότης, δηϊοτής· σημειῶδες τὸ ἰότης | |
25 | μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων (Ο 41). οὐ γὰρ πρόδηλον ἔχει ὄνομα, παρ’ ὃ γέγονεν, ἀλλὰ ῥῆμα. τὸ μέντοι παρὰ Σοφοκλεῖ ἐν Λακαίναις δανότης εἰρημένον ἐν ᾇ παύσεθ’ ἁμερίων μόχθων τε καὶ | |
δανότητος | 945 | |
3,2946 | ὑγιῶς ἂν ἔχοι εἰ παρ’ ὄνομα σχηματισθείη. τὸ δὲ παρὰ Κριτίᾳ ἐν ταῖς Ὁμιλίαις ὀρσότης ἀντὶ τοῦ ὁρμή παράσημον. Κριτής. οὐδὲν εἰς της λῆγον δισύλλαβον ἀρσενικὸν ὀξύνεσθαι θέλει, ἀλλὰ μόνον τὸ κριτής. τὸ γὰρ λῃστής ἀπὸ τοῦ ληϊστής τρισυλ‐ | |
5 | λάβου ἐστί· διὸ ἔχει προσκείμενον τὸ ι. τὸ δὲ ψαλτής Ἀττικόν ἐστιν ὀξυνόμενον, ὡς ἱστορεῖ Ἀπολλόδωρος. Κρείσσων. τὰ εἰς σσων λήγοντα συγκριτικὰ οὐδέποτε πρὸ τέλους ἔχει τὴν ει δίφθογγον, ἀλλὰ μόνον τὸ κρείσσων. λέγεται δὲ καὶ κρέσ‐ σων μὴ πλεονάζοντος τοῦ ι, | |
10 | κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος (Pind. Pyth. I 85), καὶ ἦν θεὸς ἢ κρέσσον· τί ὀνησόμεθα; [ὁ κανών· οὐδέποτε δὲ πρὸ τῶν δύο σς εὑρίσκεται δίφθογγος, πλὴν τοῦ κρείσσων, καὶ λεύσσω, καὶ γλαύσσω τὸ φωτίζω.] | |
15 | Ἥσσων. τὰ εἰς ων λήγοντα συγκριτικὰ οὐδέποτε πρὸ τέλους ἔχει τὸ η, ἀλλὰ μόνον τὸ ἥσσων. Ἀμείνων. οὐδὲν εἰς ων λῆγον συγκριτικὸν πρὸ τοῦ ω τὸ ν ἔχει, ἀλλὰ μόνον τὸ ἀμείνων. Χείρων. οὐδὲν εἰς ων λῆγον συγκριτικὸν πρὸ τοῦ ω τὸ ρ ἔχει, | |
20 | ἀλλὰ μόνον τὸ χείρων. αἴτιον δὲ τὸ πάθος καὶ ἐπὶ τοῦ προκειμένου. Γλύσσων. οὐδὲν τῶν εἰς ων ληγόντων συγκριτικῶν ἔχει πρὸ τέ‐ λους τὸ υ. σημειῶδες ἄρα τὸ παρὰ Ξενοφάνει γλύσσων· εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον γλύσσονα σῦκα πέλεσθαι. | |
25 | Μείζων. οὐδὲν εἰς ζων λῆγον δισύλλαβον συγκριτικόν, ἀλλὰ μό‐ νον τὸ μείζων. δισύλλαβον δὲ προσέθηκα διὰ τὸ ὀλίζων. Στρυφνός. τὰ εἰς νος λήγοντα δισύλλαβα ὀξύτονα, ἔχοντα πρὸ τοῦ ν ἐπιπλοκῇ σύμφωνον, εἰ ἔχει πρὸ τέλους τὸ υ, συνεσταλμένον | |
αὐτὸ ἔχει, γυμνός, πρυμνός, συχνός, πυκνός, στυγνός· σημειῶδες οὖν | 946 | |
3,2947 | τὸ στρυφνός ἐκτεῖνον τὸ υ. οὕτω γὰρ ἀνέγνωμεν παρ’ Ἀριστοφάνει ἐν Σφηξί (877)· παῦσόν τ’ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνόν. Προίξ. οὐδὲν εἰς οιξ λήγει ὄνομα, ἀλλὰ μόνη ἡ προίξ. | |
5 | Γλαῦξ. οὐδὲν ὄνομα εἰς αυξ λῆγον θηλυκόν, ἀλλὰ μόνον τὸ γλαῦξ. προσέθηκα δὲ θηλυκόν, ἵνα μή τις τὸ Ταῦξ ἀντιθῇ. ἱστορεῖται γὰρ οὗτος ποταμὸς περὶ Σικελίαν. Ἀσκός. οὐδένα τῶν εἰς κος ληγόντων δισύλλαβα ὀξύνεσθαι θέλει, Κέσκος, Φύσκος, Ἑκαταῖος «ἐὼν δὲ πρεσβύτερος Λοκρὸς ἦν Φύσκου παῖς». | |
10 | Ζύσκος ποταμὸς Μακεδονίας, ὡς Ἀντιγένης φησί. δίσκος. ἀλλὰ μόνον τὸ ἀσκός δισύλλαβον ὑπάρχον. Θοός. τὰ εἰς ος καθαρὰ δισύλλαβα τῷ ο παραληγόμενα φιλεῖ βαρύνεσθαι, κόος, σόος, νόος, χνόος, γόος, πλόος, ῥόος, θρόος. διὸ καὶ τὸ ζόος παρ’ Ἐπιχάρμῳ οἱ πλείους ἐβάρυναν | |
15 | τρὶς ἀπεδόθη ζόος ὁμοίως καὶ τὸ σόος. τὸ μέντοι θοός ἄντικρυς ὀξυνόμενον μονῆρες. τὰ δὲ αἴτια τούτων ἐν ἑτέροις δηλοῦμεν. Βασιλεύτερος. οὐδὲν εἰς τερος λῆγον ὑπὲρ δύο συλλαβὰς τῇ ευ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ «βασιλεύτερός εἰμι» (Ι 160). | |
20 | Στρουθός. τὰ εἰς θος λήγοντα καθαρὰ μονογενῆ δισύλλαβα πα‐ ραληγόμενα φύσει μακρᾷ βαρύνεσθαι θέλει, κῶθος, οὕτως ὁ κωβίος [κωμικός], μῦθος, Ζῆθος, Σῆθος ποταμὸς Σκυθίας ὡς Φιλοστέφανος, Ξοῦθος τὸ κύριον, Δῶρός τε Ξοῦθός τε, | |
25 | Βοῦθος Πύθια νικήσας· παροιμία «Βοῦθος περιφοιτᾷ», Κρατῖνος Χείρωσι· τάττεται δὲ ἐπὶ τῶν εὐήθων καὶ παχυρίνων· Νοῦθος κύριον, καὶ ψό‐ φος, ἣν οἶδεν Ἡσίοδος ἐν τρίτῳ νοῦθος δὲ ποδῶν ὑπόδουπος ὀρώρει. | |
σημειῶδες ἄρα τὸ στρουθός ὀξυνόμενον. Χαῖρις δέ φησιν Ἀττικοὺς βα‐ | 947 | |
3,2948 | ρύνειν τὸ ὄνομα, ὡς καὶ Τρύφων μέμνηται ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδίας. ἴσως μέντοι παρήλλαξε τῶν προκειμένων ἐπεὶ καὶ ἀρσενι‐ κῶς λέγεται καλοὶ δέ ς’ ἆγον | |
5 | ὠκέες στρουθοί καὶ θηλυκῶς αὐτὰρ ἐπεὶ κατὰ τέκν’ ἔφαγε στρουθοῖο καὶ αὐτήν (Β 326). Ἄτη. τὰ εἰς τη λήγοντα δισύλλαβα μονογενῆ καθαρά, εἰ ἔχοι πρὸ τέλους τὸ α, συνεσταλμένον αὐτὸ ἔχει, πλάτη, μάτη, ἔνθεν καὶ γενικὴ | |
10 | παρὰ Σοφοκλεῖ οὔτι τοι μέτρον μάτας, Βατή δῆμος Ἀττικοῖς. ἀδιάφορα γὰρ τὰ τοῦ τόνου. σημειῶδες ἄρα τὸ ἄτη ἐκτεῖνον τὸ α. λέγεται δὲ καὶ τρισυλλάβως ἐν συστολῇ τοῦ α, ὡς παρὰ τῷ Κυρηναίῳ | |
15 | εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην. τὸ δὲ αἴτιον τῆς ἐκτάσεως ἐν τῇ δισυλλάβῳ προφορᾷ ἐν ἑτέροις εἴπομεν. Βλαύτη. τὰ εἰς τη λήγοντα δισύλλαβα μονογενῆ, εἰ παραλήγοιτο διφθόγγῳ, πάντως τῇ διὰ τοῦ ι, βαίτη, δαίτη, λοίτη, δροίτη, κοίτη. σημειῶδες οὖν τὸ βλαύτη τῇ αυ διφθόγγῳ παραληγόμενον. | |
20 | Ἀμῶ. οὐδέποτε τὸ α πρὸ τοῦ μ κατὰ τὴν κοινὴν διάλεκτον ἐκτε‐ ταμένον ἐστὶν ἐν ἀρχῇ, οἷον ἅμα, ἄμυστις, ἀμύσσω, ἄμεινον, ἅμιλλα, ἀμίς, ἀμύνω, ἄμαθος. τὸ τοίνυν ἀμῶ ῥῆμα σημειῶδες, εἰς ὥρας ἀμῷεν (ι 135), ᾧ ἀκόλουθα ῥηματικά, | |
25 | οἱ δ’ ὥστ’ ἀμητῆρες (Λ 67) καὶ ὀλίγος δ’ ἀμητὸς ἔην. ὅσα γὰρ εἶχεν οὕτω τὸ α ἐκτεταμένον πρὸ τοῦ μ ἐν ἀρχῇ, ἐκ τροπῆς τοῦ η εἰς α ἦν, ὡς ἔχει τὸ ἁμέρα, ἆμος, ἆμαρ. | |
30 | Ἔρρω. οὐδὲν ῥῆμα λῆγον εἰς ρ δισύλλαβον κατὰ τὴν τῶν ποιη‐ τῶν χρῆσιν καὶ τῶν πεζῶν ἔχει τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ κατα‐ λήγουσαν, ἀλλὰ μόνον τὸ ἔρρω, ὅτε τ’ ἤλυθεν ἐνθάδε ἔρρων, καὶ | |
35 | ἔρρ’ ἐκ νήσου θᾶσσον ἐλέγχιστε ζωόντων (κ 72). | 948 |
3,2949 | τὰ δὲ τοιαῦτα Αἰολικὰ ἦν ἔχοντα κοινά, ἱμέρρω, ἀγέρρω, οἰκτίρρω, ὀλοφύρρω. εἴπερ οὖν Αἰολικόν, ζητητέον τί αὐτοῦ ἦν κοινόν. οὐ γὰρ αὐτὸ τὸ φθείρω, ὡς οἴονταί τινες. Δήω. οὐδὲν εἰς ω λῆγον ῥῆμα βαρύτονον καθαρὸν δισύλλαβον | |
5 | τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω, δήεις δήεις τόν γε σύεσσι παρήμενον (ν 407). τὸ γὰρ ἔκηα οὐ πάντως ἐνεστῶτα τὸν κήω αἰτήσει, ὡς ἀπαιτεῖ Φιλό‐ ξενος. ἡ δὲ τοιαύτη παράληξις ἢ περισπωμένη ἐστίν, ὥσπερ τὸ θηῶ, νηῶ, ἢ εἴπερ βαρυνόμενα εἴη, πάντως κατὰ διάλεκτον, ὡς τὸ παίω | |
10 | πήω λεγόμενον παρὰ Βοιωτοῖς, τὸ παλαίω παλήω, καὶ παρ’ Αἰολεῦσιν ἐπὶ τῶν ὑπὲρ δύο συλλαβὰς ἀδικήω, ποθήω, τό τε κλήω ἐκ τοῦ κλείω γενόμενον. Ἐσθίω. τὰ εἰς ω λήγοντα ῥήματα ὁριστικὰ ἐνεστῶτος χρόνου, εἰ λάβοι ἐπέκτασιν τοῦ ι, περισπᾶσθαι θέλει, χαίρω χαιριῶ, ἐρεύθω ἐρευ‐ | |
15 | θιῶ, φλέγω φλεγιῶ, κνήθω κνηθιῶ, κνίφω κνιφιῶ· ἀλλὰ μόνον τὸ ἐσθίω βαρύνεται, τὸ γὰρ δείδιε οὐχ’ ὥς τινες οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω· εἰ δὲ καὶ ἀπαιτήσῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον. Πιέζω. τὰ εἰς ζω λήγοντα ῥήματα ὑπὲρ δύο συλλαβὰς βαρύτονα οὐδέποτε τῷ ε παραλήγεσθαι θέλει, εὐάζω, σκεδάζω, σκεπάζω, ἁρπάζω, | |
20 | λυρίζω, σαλπίζω, βαΰζω, χαιτίζω, κιθαρίζω, ἑρπύζω. σημειῶδες ἄρα παρ’ Ἀττικοῖς καὶ τοῖς Ἴωσι λεγόμενον διὰ τοῦ ε τὸ πιέζω, ὥσπερ καὶ παρὰ τῷ ποιητῇ. προσέθηκα δὲ καὶ τὰς διαλέκτους, ἐπεὶ παρ’ Ἀλ‐ καίῳ διχῶς λέγεται, παρὰ δὲ Ἀλκμᾶνι διὰ τοῦ α, τῷ δέσποινα θεὰ κατὰν κάραν | |
25 | ἀμβᾶς’ ἐπίαζε. καὶ δῆλον ὅτι πρὸς τὸν χαρακτῆρα ἀναλογωτέρα ἡ χρῆσις ἡ διὰ τοῦ α. πρόσκειται ὑπὲρ δύο συλλαβὰς τῷ κανόνι, ἐπεὶ δισύλλαβά ἐστι πα‐ ραληγόμενα τῷ ε, ὡς τὸ ἕζω, χέζω, ῥέζω· βαρύτονα δὲ διὰ τὸ τρα‐ πεζῶ περισπώμενον παρ’ Ἀττικοῖς. | |
30 | Ἐσσί. οὐδὲν εἰς σι λῆγον ῥῆμα δεύτερον πρόσωπον, ἀλλὰ μόνον | |
τὸ ἐσσί· | 949 | |
3,2950 | ἔχθιστος δέ μοί ἐσσι (Α 176). ἡ δὲ χρῆσις παρὰ τοῖς ποιηταῖς καὶ Συρακουσίοις· διὸ καὶ Σώφρων φησί· ὁδαῖός γέ ἐσσι. Εἴς. οὐδὲν εἰς εις λῆγον δεύτερον πρόσωπον ὀξύνεται, ἀλλὰ μό‐ | |
5 | νον τὸ εἴς· αἵματός εἰς ἀγαθοῖο (δ 611). τὸ δὲ αἴτιον ἐν τοῖς περὶ ῥημάτων ἐρῶ. Ὑφήφασται. οὐδεὶς Ἀττικὸς παρακείμενος ἀπὸ τοῦ υ ἄρχεται, ἀλλὰ μόνος ὁ ὑφήφασται. | |
10 | Οἶσθα. ὅσα εἰς θα λήγει δεύτερα πρόσωπα ἐπεκτεταμένα, ταῦτα ἀποβολῇ τῆς θα συλλαβῆς καταλείπει ῥητὸν τὸ ῥῆμα, οἷον λέγῃσθα λέ‐ γῃς, βάλῃσθα βάλῃς, ἦσθα ἦς. μόνον δὲ τὸ οἶσθα τοιοῦτον οὐκ ἀνε‐ δέξατο. αἴτιον δὲ τὸ πάθος. Ἦν. οὐδὲν ῥῆμα ὁριστικὸν ἑνικὸν πρῶτον πρόσωπον κατὰ τὸν | |
15 | αὐτὸν χρόνον ὁρᾶται πρῶτον πρόσωπον ἑνικοῦ καὶ τρίτον ἑνικοῦ καὶ πρῶτον καὶ τρίτον πληθυντικοῦ, ὅτι μὴ μόνον τὸ ἦν. ἦν γὰρ ἐγὼ Ἀττικοὶ λέγουσι καὶ ἦν ἐκεῖνος· καὶ πληθυντικῶς Σιμωνίδης ἐπὶ πρώ‐ του προσώπου, ὡς καὶ ἐν ἐπιγράμμασιν· ἦν ἑκατὸν φιάλαι, δίχα δέ σφισιν | |
20 | ἀντὶ γὰρ τοῦ ἦμεν ἦν. τῆς δ’ ἦν τρεῖς κεφαλαί (Hes. Theog. 321). καὶ κωφοὶ δ’ ἦν προπάροιθεν. οὐκ ἀγνοῶ δὲ ὅτι ἄλλως ποικίλως λέγεται τὸ ῥῆμα. | |
25 | Ἐδάμην. οὐδὲν εἰς μην λῆγον ῥῆμα τρέψαν τὸ ν εἰς ς δεύτε‐ ρον πρόσωπον ἀποτελεῖ· ἀλλὰ μόνον τὸ ἐδάμην ἐποίησε τὸ ἐδάμης καὶ ἀποβολῇ τοῦ ς τρίτον ἐδάμη. τὸ δὲ αἴτιον λέγεται ἐν τοῖς περὶ ῥη‐ μάτων. Εἴξασι. οὐδεὶς παρακείμενος τρίτον πρόσωπον εἰς σι ἔχει τὴν | |
30 | πρὸ τοῦ τέλους συλλαβὴν διὰ τοῦ ξα, ἀλλὰ μόνον τὸ εἴξασι· τοῖς βιβλίοις εἴξασι. Ἡγῶ. τὰ εἰς γω λήγοντα ῥήματα ὁριστικὰ δισύλλαβα, εἰ παρα‐ λήγοιτο τῷ η, θέλει βαρύνεσθαι, θήγω, λήγω, τμήγω· τὸ δὲ ἡγῶ περι‐ σπᾶται· ἔνθεν τὸ ἡγοῦμαι. τὸ δὲ αἴτιον πρόδηλον. | |
35 | Ἀμφί. οὐδεμία πρόθεσις διὰ δασέος συμφώνου ἐκφέρεται, ἀλλὰ μόνον τὸ ἀμφί· λέγεται δ’ ἔσθ’ ὅτε καὶ ἀμπί ἐν συνθέσει διὰ τοῦ π, | |
καὶ ἴσως ἀναλογώτερον. | 950 | |
3,2951 | Διά. αἱ εἰς α λήγουσαι προθέσεις σύμφωνον ἔχουσι πρὸ τοῦ α· ἀλλὰ μόνη ἡ διὰ τὸ α καθαρεύει. Ὑπέρ. οὐδεμία πρόθεσις δισύλλαβος εἰς σύμφωνον καταλήγει, ἀλλὰ μόνη ἡ ὑπέρ· τὸ γὰρ | |
5 | οἵπερ νέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες (Ο 225) οὐ γνήσιον ἔχει τὸ τέλος, ἢ ἴσως ἐνήλλακται μέρος λόγου. Πρό. οὐδεμία πρόθεσις μονοσύλλαβος εἰς φωνῆεν λήγει, ἀλλὰ μόνον ἡ πρό. Ἐξ. οὐδεμία πρόθεσις εἰς διπλοῦν λήγει, ἀλλὰ μόνη ἡ ἐξ. | |
10 | Πρίν. οὐδὲν εἰς ιν μονοσύλλαβον ἐπίρρημα, ἀλλὰ μόνον τὸ πρίν· τὰ δὲ εὑρεθέντα ὑπὲρ μίαν συλλαβὴν εὑρέθη, ὡς τὸ πάλιν, πέρυσιν, τὸ ἀεὶ παρ’ Ἀττικοῖς αἰὲν παρὰ Δωριεῦσιν, αἶιν παρ’ Αἰολεῦσι· λέγε‐ ται ταῦτα καὶ ἄνευ τοῦ ν. Πέριξ. τὰ εἰς ιξ λήγοντα ἐπιρρήματα φιλεῖ πως ὀξύνεσθαι, κου‐ | |
15 | ρίξ, ἀπρίξ, ἀναμίξ. ἀλλὰ τὸ πέριξ μόνον βαρύνεται. Βοτρυδόν. τὰ εἰς δον λήγοντα ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰς υς ληγόντων ὀνομάτων παράγεσθαι καὶ πρὸ τέλους ἔχειν τὸ υ· μονῆρες ἄρα τὸ βοτρυδόν· βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσι (Β 89). | |
20 | ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰς υς παραγωγὸν ποιήσας ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλους τὸ υ, ἀλλὰ τὸ η, πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόσωπα. Ἀμφουδίς. οὐδὲν εἰς δις λῆγον ἐπίρρημα τῇ ου διφθόγγῳ πα‐ ραλήγει, ἀλλὰ μόνον τὸ ἀμφουδίς. | |
25 | Ψό. οὐδὲν ἐπίρρημα μονοσύλλαβον εἰς ο λήγει, ἀλλὰ παρὰ Σο‐ φοκλεῖ ἐν Ποιμέσι εἴρηται τὸ ψό. Χαμᾶζε. οὐδὲν εἰς ζε λῆγον ἐπίρρημα τῷ α παραληγόμενον προ‐ περισπᾶται, ἀλλὰ μόνον τὸ χαμᾶζε· παραιτοῦμαι δὲ τοὺς προπερισπῶν‐ τας τὸ θύραζε. | |
30 | Μέταζε. οὐδὲν ἐπίρρημα διὰ τοῦ αζε ἐκφερόμενον ἐπὶ χρόνου τέθειται, ἀλλὰ μόνον τὸ μέταζε χατίζων (Hes. op. 396). Ἐγγύθεν. οὐδὲν εἰς θεν λῆγον ἐπίρρημα τῷ υ παραλήγει, ἀλλὰ μόνον τὸ ἐγγύθεν. | |
35 | Πάροιθεν. οὐδὲν εἰς θεν ἐπίρρημα λῆγον τῇ οι διφθόγγῳ παρα‐ | |
λήγειν θέλει, ἀλλὰ μόνον τὸ πάροιθεν. | 951 | |
3,2952 | Νύκτωρ. οὐδὲν εἰς ωρ ἐπίρρημα, ἀλλὰ μόνον τὸ νύκτωρ. δεί‐ κνυται γὰρ ἐπίρρημα. Ἄτερ. οὐδὲν εἰς τερ ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἄτερ. τὸ γὰρ Δάματερ κλητική, ὡς τὸ Ἥρακλες. | |
5 | Ἐχθές καὶ χθές. οὐδὲν εἰς ες λῆγον ἐπίρρημα κοινόν, ἀλλὰ μό‐ νον τὸ ἐχθές καὶ χθές. τὸ γὰρ ἄληθες καὶ ἐπίτηδες καὶ ὅσα τοιαῦτα ἀπὸ ὀνομάτων μετατεθειμένα. πρόσκειται δὲ «κοινὸν» διὰ τὸ ἀές Δώριον. Τοσαῦτα περὶ μονήρων λέξεων ὡς ἐπὶ τὸ πλεῖστον. ἐπειράθημεν δὲ ἐν τῷδε τῷ βιβλίῳ καὶ προθέσεων παράθεσιν ποιήσασθαι, ἐπεὶ καὶ | |
10 | αὐταὶ ὀλίγαι οὖσαι ὁμοιότητα ἔσχον. | 952 |