TLG 0087 030 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Συμπόσιον

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

Συμπόσιον

Source: Lentz, A. (ed.), Grammatici Graeci, vol. 3.2. Leipzig: Teubner, 1870 (repr. Hildesheim: Olms, 1965): 904–906.

Citation: Part+volume — page — (line)

17tΣΥΜΠΟΣΙΟΝ.
19E. Gud. 111, 15: βολβός ἐπὶ τοῦ ἐσθιομένου παρὰ τὸ βίᾳ ἀνα‐
20βάλλεσθαι. οὕτως Ἡρωδιανὸς ἐν Συμποσίῳ.
22 An. Ox. III 399 (E. M. 420, 35, Anecd. Par. III 277, Eustath. 154, 38): Ἡρωδιανὸς ἐν τῷ αὐτοῦ Συμποσίῳ δασύνεσθαι τὸ ἦδος λέγει πρὸς τινῶν ὡς ἀπὸ τοῦ ἥδω καὶ τῆς ἡδονῆς. ἐκρίναμεν δέ, φησί,
25μᾶλλον δὲ ψιλοῦσθαι αὐτό. φέρεται δὲ καὶ κανὼν τοιοῦτος· τὰ εἰς ος οὐδέτερα δισύλλαβα ἀρχόμενα ἀπὸ φύσει μακρᾶς ψιλοῦται τὸ κατ’ ἀρ‐ χὰς φωνῆεν οἷον εὖχος, ἦδος. ὅλως δὲ πάντα τὰ τροχαϊκὰ ψιλοῦται ὡς καὶ τὸ ἦχος ἦμος ἀντὶ τοῦ ἡνίκα· οὕτω δὲ καὶ τὸ ἦμαρ μετασχη‐ ματισθὲν ἀπὸ τοῦ ἡμέρα ὡς καὶ τὸ ἦδος Αἰολικῶς ἀπὸ τῆς ἡδονῆς·
30ὥσπερ καὶ ἀπὸ τῆς μηχανῆς μετεσχηματίσθη τὸ μῆχος, ὅπερ καὶ μῆχαρ λέγεται ὡς ἦμαρ καὶ ὡς μῶμαρ ὁ μῶμος παρὰ Λυκόφρονι, προσφυέ‐
στερον δὲ εἰπεῖν ὡς ἀλκή ἄλκαρ. σεσημείωται ἐν τῷ ῥηθέντι κανόνι904

3,2

905

τῶν τροχαϊκῶν τὸ ἧλος δασυνθὲν καὶ τὸ ᾗχι, ἐφ’ ὧν ἐστι καὶ ἀπολο‐ γία εὔλογος τοῦ δασύνεσθαι αὐτά.
4E. Orion. 68, 3: ἧπαρ: ὁ Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ παρὰ τὸ
5ἐπαίρεσθαί φησιν ἔπαρ τι ὂν καὶ ἧπαρ τροπῇ τοῦ ε εἰς η ἢ παρὰ τὸ ἥδω ἧδαρ καὶ ἧπαρ. ἐν τούτῳ γὰρ τὸ τῆς ἡδονῆς καὶ τὸ τῆς ἐπιθυμίας.
8 E. Orion. 89, 2: κάραβος παρὰ τὸ κάρᾳ βαίνειν τῆς κεφαλῆς προηκούσης ἐπὶ τῷ ἐδάφει. Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ.
11E. Orion. 85, 17: καρκίνος παρὰ τὸ κάρη κινεῖν συνεχῶς.
13E. Orion. 85, 18: καρίς παρὰ τὸ σκαίρειν σκαρίς τις οὖσα.
15 E. Orion. 124, 12 ὀθόνη: παρὰ τὸ ὄθω τὸ δηλοῦν τὴν κίνησιν. ἔνθεν «οὐδ’ ὄθομαι κοτέοντος» (Α 181) καὶ «ψεδνὴ δ’ ἐπενήνοθε λά‐ χνη» (Β 219) ἐνόθω ἤνοθεν ἐνήνοθεν ἀντὶ τοῦ ἐκινεῖτο. ὀθόνη οὖν εὐκίνητος διὰ λεπτότητα. Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ.
20 E. Or. 118, 11 ὄξος: ἐπεὶ τέμνει καὶ κεντρίζει ὡς εἰπεῖν τὴν γεῦ‐ σιν. καὶ ὀξεῖαν σταφυλὴν λέγομεν τὴν κεντρίζουσαν ἡμῶν τὴν γεῦσιν. Κυρηναῖοι δὲ τὸ ὄξος ἧδος λέγουσι κατ’ ἀντίφρασιν. δύναται δὲ παρὰ τὸ ὀξύ ὄξος ὁ εἰς ὀξὺ μεταβεβληκὼς οἶνος εἰρῆσθαι ὀξύς ὄξος ὡς τα‐ χύς τάχος, εὐρύς εὖρος. οὕτω Φιλόξενος.
26 E. Orion. 124, 12 πελωρίς: παρὰ τὸ πέλωρον. μεῖζον γάρ ἐστι τῆς χήμης καὶ τῶν ἄλλων ὁμοίων ὀστρέων. οὕτως Ἡρωδιανὸς ἐν Συμποσίῳ.
30E. Orion. 138, 3 πηλός: ὁ οἶνος. παρὰ τὸ πάλλειν καὶ σείειν
ἡμᾶς πίνοντας. Ἐν Συμποσίῳ οὕτως Ἡρωδιανός.905

3,2

906

(2)

E. Orion. 151, 16: τάριχος παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἰσχναίνεσθαι ἢ παρὰ τὸ γάρρον ἴσχειν ἢ καὶ γάρρον ἐξιχωρίζεσθαι. οὕτως Ἡρω‐ διανὸς ἐν τῷ Συμποσίῳ. καὶ ἔστι τροπὴ τοῦ γ εἰς τ.
6 E. Orion. 162, 18: φάτνη παρὰ τὸ φάγνη καὶ τροπῇ τοῦ γ εἰς τ φάτνη. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ.
9Eustath. 1300, 9 ad Il. Ψ 270: ὡς φιάλη ἀμφίθετος, ἧς ἔστι
10πάντοθεν πίνειν ἐπιθέντα τὸ στόμα, ὡς Ἡρωδιανὸς λέγει, ὦτα γάρ, φησίν, οὐκ ἔχει ἢ κατ’ ἄμφω τιθεμένη, ἵνα σημαίνῃ, φησίν, ἐκπέταλον.
13 E. Orion. 168, 17 (E. Gud. 573, 35, Choer. Ep. in Psalm. 1, 13): ψάλλειν ἐπὶ τῶν χορδῶν παρὰ τὸ ψῶ, οὗ παραγωγὸν ψαύω καὶ
15ψάλλω. παρὰ τὸ διὰ δακτύλων ἐφάπτεσθαι αὐτῶν. οὕτω Ἡρωδια‐ νὸς ἐν τῷ Συμποσίῳ.
18 E. Orion. 168, 4: ψεδνός παρὰ τὸ ψῶ, οὗ μέλλων ψήσω, ῥη‐ ματικὸν ὄνομα ψεδνός ὁ μαδαρός παρὰ τὸ ἀπεψῆσθαι. οὕτω Φιλόξε‐
20νος. ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ φησίν, ὅτι δηλοῖ τὸ ψῶ τὸ εἰς ἐλάχιστον καὶ μικρὸν ἔκ τινος οὐσίας καθιστάμενον.
23 E. Gud. 573, 35: ψηνός ὁ μαδαρός καὶ φαλακρός παρὰ τὸ ἐψῆ‐ σθαι. ὁ δὲ Ἡρωδιανός φησιν ὅτι δηλοῖ τὸ ψῶ τὸ εἰς ἐλάχιστον καὶ
25μικρὸν ἔκ τινος οὐσίας μέρος καθιστάμενον.
27 E. Orion. 167, 18: ψωμοί παρὰ τὸ ψήχεσθαι ὑπὸ τῶν ὀδόντων καὶ τρίβεσθαι καὶ τὰ ψιχία ὁμοίως. ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Συμ‐ ποσίῳ παρὰ τὸ ψῶ. δηλοῖ καὶ ἐκ τοῦ ἐκτελοῦς ἄρτου τὸ ἐλάχιστον,
30φησί.906