TLG 0087 028 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ μονοσυλλάβων

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

Περὶ μονοσυλλάβων

Source: Lentz, A. (ed.), Grammatici Graeci, vol. 3.2. Leipzig: Teubner, 1870 (repr. Hildesheim: Olms, 1965): 903–904.

Citation: Part+volume — page — (line)

20tΠΕΡΙ ΜΟΝΟΣΥΛΛΑΒΩΝ.
22 Choer. 182, 27: πᾶν ὄνομα μονοσύλλαβον μακροκαταληκτεῖν θέλει εἴτε φύσει εἴτε θέσει· φύσει μὲν οἷον Γρᾶς, πᾶς, Κρής, Τρώς, σής ὁ σκώληξ, νοῦς, παῖς, βοῦς, θέσει δὲ οἷον νύξ, στύξ, φλόξ, Φρύξ, ἅλς
25χωρὶς τοῦ τίς· τοῦτο γὰρ συστέλλει τὸ ι, καὶ χωρὶς τοῦ πός, ὅπερ ἀπὸ τοῦ πούς γέγονε κατ’ ἀποβολὴν τοῦ υ «ᾧ πὸς ἄγ’ ἱεμένοισι» καὶ τοῦ ἕν καὶ τοῦ δέν, ὅπερ ἰσοδυναμεῖ τῷ τί, ὅπερ συνεχῶς εὑρίσκεται μετὰ τῆς οὐ ἀποφάσεως καὶ τῆς μή ἀπαγορεύσεως οἷον οὐδέν, μηδέν, καὶ χωρὶς τοῦ ὅς «ὃς ἂν ἐθέλῃ, μεινάτω με» καὶ χωρὶς τοῦ πάν παρ’ Αἰο‐
30λεῦσιν (οἱ γὰρ Αἰολεῖς τοῦ πᾶν τὸ α συστέλλουσι) καὶ χωρὶς τοῦ Δί, ὅπερ ἀπὸ τοῦ Δία γέγονε κατ’ ἀποκοπήν, ὅπερ καὶ μετὰ τοῦ νή ἐπιρ‐ ρήματος γίνεται νὴ Δί.
34Theogn. 134: τὰ εἰς εις μονοσύλλαβα διὰ τῆς ει διφθόγγου γρα‐
35φόμενα σπάνιά ἐστιν, ἔστι γὰρ τὸ δείς ὀξύτονον, ὅπερ ἀεὶ μετὰ τῆς
οὐ ἀποφάσεως ἢ τῆς μή ἀπαγορεύσεως σύνεστιν, οὐδείς καὶ μηδείς.903

3,2

904

ἔστι δὲ καὶ τὸ κλείς θηλυκὸν καὶ τὸ εἷς ἀρσενικὸν ἐπὶ τοῦ ἀριθμοῦ περισπώμενον ὑγιῶς. αἱ γὰρ εἰς εις ὀξυνόμεναι καὶ ἔχουσαι εἰς εν οὐ‐ δέτερον μετοχαί εἰσιν οἷον τιθείς τιθέν, νυγείς νυγέν. βαρυνόμενα δὲ ὀνόματά ἐστιν οἷον τιμήεις, ἐρόεις. ἐπεὶ οὖν τὸ εἷς εἶχεν οὐδέτερον τὸ
5ἕν, ἐχρῆν βαρύνεσθαι· οὐκ ἦν δὲ τοῦτό πως διὰ τὴν μονοσυλλαβίαν. ἀναγκαίως περισπᾶται, ἵνα δυνάμει βαρύνηται· ἀμέλει εἰς δισυλλαβίαν μετελθὸν βαρύνεται ἐν τῷ «ὀφθαλμὸς ἕεις ἐπέκειτο μετώπῳ» (Hes. Theog. 145), ἵνα τὴν ὀνοματικὴν σημασίαν ἀποφήναι. οὕτως Ἡρω‐
διανὸς περὶ μονοσυλλάβων.904