TLG 0087 026 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ παρωνύμων Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Περὶ παρωνύμων Citation: Part+volume — page — (line) | ||
16t | ΠΕΡΙ ΠΑΡΩΝΥΜΩΝ. | |
---|---|---|
18 | Il. Pros. Ν 102 φυζακινῇς: ὁμοίως ἀναγνωστέον τῷ ἐαρινῇς. πῶς δ’ ἐσχημάτισται, δεδήλωται ἐν τῷ περὶ παρωνύμων. | |
21 | Schol. ad Dionys., Bekk. An. 850, 28: τὰ εἰς δης ἀποβάλλοντα τὴν δη ποιεῖ θηλυκόν, Τανταλίδης Τανταλίς, Πηληϊάδης Πηληϊάς, Αἰνειά‐ δης Αἰνειάς—καὶ τὸ μὲν Χρυσηΐς καὶ Νηρηΐς ἀπὸ τοῦ Χρυσεύς Νηρεύς· τὸ δὲ Εὐξαντιάς ἀπὸ τοῦ Εὐξάντιος. τὸ δὲ Εὐξαντίδος παρὰ Καλλιμάχῳ | |
25 | ὕφεσιν ἔχει τοῦ α. τὸ Ἑλικωνιάς πλεονάζει. οὕτως ἀπὸ τῶν εἰς δης ἀρσενικῶν σχηματίζουσι τὰ θηλυκὰ πατρωνυμικὰ οἱ περὶ Ἀπολλώνιον. Ἡρωδιανῷ δὲ τοῦτο οὐ δοκεῖ φάσκοντι μὴ δύνασθαι τοιοῦτον παρα‐ σχηματισμὸν εἶναι διὰ τὴν κατάληξιν, διὰ τὸν χρόνον, διὰ τὴν γένεσιν. τὰ γὰρ παρεσχηματισμένα ἀρσενικοῖς ἀπὸ τῆς γενικῆς κανονίζεται. ἐκ | |
30 | μὲν μακροκαταλήκτου γίνεται μακροκατάληκτα οἷον φίλου φίλη καὶ | 849 |
3,2850 | βραχυκαταλήκτου ὁμοίως μέλανος μέλαινα. εἰ οὖν Πριαμίδου, πῶς μὴ εἰς η τὸ θηλυκόν; οὐ γὰρ καθαρὸν ἢ τὸ ρ ἔχει ὡς τὸ ῥοδιά φοβερά. πῶς καὶ εἰς ις καὶ βραχύ; πῶς δὲ καὶ τὸ νοητὸν ἔχει; Πριαμίς γὰρ οὐχ ἡ Πριαμίδου. οὐκοῦν ἀπὸ γενικῆς τοῦ πρωτοτύπου καὶ τὸ Πρια‐ | |
5 | μίδης καὶ τὸ Πριαμίς καὶ τὸ Θησηΐς ἡ Θησέως θυγάτηρ. | |
7 | Steph. Byz. 3, 12, Mein.: δοκεῖ ἀπὸ τοῦ Ἀβάντιος εἶναι τὸ Ἀβαν‐ τιάς ὡς ἀπὸ τοῦ Ἑλικώνιος Ἑλικωνιάς, Ὀλύμπιος Ὀλυμπιάς, Δήλιος Δηλιάς. τὸ δὲ Ἀβαντίς ἀπὸ τῆς Ἄβαντος γενικῆς ὡς Ἑλικωνίς τῆς | |
10 | Ἑλικῶνος, Βίστονος Βιστονίς, Αὔσονος Αὐσονίς. ἴσως δὲ καὶ τὸ Ἀβαν‐ τιάς ἀπὸ τοῦ Ἀβαντίς παρήχθη ὡς ἀπὸ τοῦ Λέσβος Λεσβίς Λεσβιάς, Ἀχαιΐς Ἀχαιιάς «Ἀχαιιάδων εὐπέπλων» (Ε 424. φ 160). μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ ἀπὸ τοῦ Ἀβάντιος Ἀβαντιάς τὸ Ἀβαντία θηλυκόν, ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰς μ Ἀμαντία ἐλέχθη παρὰ Ἀν‐ | |
15 | τιγόνῳ ἐν Μακεδονικῇ περιηγήσει. | |
17 | E. M. 175, 30: Ἀφαρεύς: ὁ ἥρως «Ἀφαρῆά τε Δηΐπυρόν τε (Ι 83). ὁ δὲ Ἀπολλώνιος (I 151) καὶ Πίνδαρος (Nem. 10, 65) Ἀφάρης ὑποτι‐ θέασι τὴν εὐθεῖαν. εἴρηται οὖν παρὰ τὸ φάρος τὸ παρὰ τοῖς Ἀττικοῖς | |
20 | συστελλόμενον καὶ ἐν παραγωγῇ Ἀφαρεύς. ὁ δὲ Ἡρωδιανός φησι τὰ τοιαῦτα τῶν ὀνομάτων παρὰ τῆς Ἄρης συγκεῖσθαι, Τυνδάρης Ἀμ‐ φιάρης καὶ Ἀμφιάραος. γέγονεν οὖν καὶ τὸ Ἀφάρης οὕτως. εἶτα παρώ‐ νυμον Ἀφαρεύς. ὁ δὲ Κράτης παρὰ τὸ ἄφαρ ἐπίρρημα. | |
25 | E. M. 387, 44 ἐτώσιον: ἐκ τοῦ ἔω τὸ ὑπάρχω ἐτός ὁ ἀληθής. μετὰ τοῦ στερητικοῦ α ἄετος, τὸ πληθυντικὸν ἄετοι ἀέτων ἀετώσιος καὶ ἀφαιρέσει ἐτώσιος. κανὼν γάρ ἐστιν ὁ λέγων, αἱ διὰ τοῦ ιος γινό‐ μεναι παραγωγαὶ ἀπὸ γενικῆς τῶν πληθυντικῶν διχῶς σχηματίζονται καὶ διὰ τοῦ ς καὶ διὰ τοῦ ν· ἡ μὲν τῶν Ῥηγίνων διάλεκτος διὰ τοῦ | |
30 | ς ὡς ἐτώσιος. ἡ δὲ τῶν Αἰολέων διὰ τοῦ ν ὡς Ἑλικώνιος. | |
31t | Περὶ τῶν εἰς ν παρωνύμων. | |
32 | Arcad. 10, 24: τὰ ἀπὸ συνθέτων εἰς ος παραχθέντα κατὰ τοῦ | |
αὐτοῦ σημαινομένου βαρύνεται ἄπειρος ἀπείρων, ἀγκύλος ἀγκύλων. | 850 | |
3,2851 | Theogn. 28, 16: τὰ εἰς ων παραγωγὰ ὑπὲρ δύο συλλαβὰς ἐκ πρω‐ τοτύπου φωνῆς ἔχοντα τὴν ει δίφθογγον ταύτην φυλάττει καὶ ἐπὶ τοῦ παραγωγοῦ, Καδμεῖος Καδμείων, Βακχεῖος Βακχείων, Ἀργεῖος Ἀργείων. Theogn. 29, 22: τὰ εἰς ων παρώνυμα μὴ κοινωνοῦντα θηλυκῷ | |
5 | γένει κατὰ τὴν φωνὴν διὰ τοῦ ω κλίνεται, Φίλων, Ἀγάθων, Μελίτων, Νίκων. πρόσκειται «μὴ κοινωνοῦντα κτλ.» διὰ τὸ ἄπειρος ἀπείρων, ἀσχήμων, εὐσχήμων, λευχείμων, μελανείμων, χαιρήμων, p. 31, 21 κατά‐ πυγος καταπύγων, ἔγκυμος ἐγκύμων. Theogn. 30, 22: Ἅβρων Ἅβρωνος παρώνυμον. | |
10 | Theogn. 32, 30: Κελάδων παρώνυμον ἀπὸ τοῦ κέλαδος; 33, 1 κό‐ ρυδος Κορύδων, κίναδος Κινάδων; 33, 18 καύσων καύσωνος παρώνυ‐ μον (sc. ἀπὸ τοῦ καῦσος); 35, 4 Τίμων Σίμων παρώνυμα. | |
13t | Περὶ τῶν εἰς ρ. | |
14 | An. Ox. IV 329, 19: τὸ ἐτήρ παρὰ τὸ ἔτος· Σοφοκλῆς | |
15 | ἐτῆρας ἀμνοὺς θεοῖς ἔρεξ’ ἐπακτίοις. γράφεται καὶ εὔειρας. | |
17t | Περὶ τῶν εἰς ης. | |
18 | Choer. 47, 14: τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ης γινόμενα βαρύ‐ τονα μὴ ἔχοντα οὐδέτερον εἰς ες εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν | |
20 | οἷον λέσχη Λέσχης, ἀράχνη ἀράχνης, κόμη ἀκειροκόμης, δίκη ἑλλανοδί‐ κης, γυνή ὁ μισογύνης, χαίτη κυανοχαίτης, τέχνη κλυτοτέχνης, κόμη Κόμης, γύη γύης. τὸ δὲ Εὐτυχής Εὐτυχοῦς παρὰ τὸ τύχη ἐστὶν ὀξύ‐ τονον, τὸ δὲ τανυήκης τανυήκους παρὰ τὸ ἄκη ἔχει οὐδέτερον εἰς ες. Choer. 51, 9: τὰ ἀπὸ τῶν εἰς ος εἰς ης γινόμενα βαρύτονα εἴτε | |
25 | ἁπλᾶ εἴτε παρασύνθετα εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Ἄραξος Ἀράξης Ἀράξου, Λάπιθος Λαπίθης, εἴσπνηλος εἰσπνήλης, ἑπτά‐ πους ἑπτάποδος ἑπταπόδης, εὔπατρις εὐπάτριδος εὐπατρίδης, Οἰδίπους Οἰδίποδος Οἰδιπόδης. Arcad. 27, 1: τὰ εἰς της ἀρσενικὰ παρώνυμα ὑπὲρ δύο συλλαβὰς | |
30 | βραχείᾳ παραληγόμενα βαρύνεται ἀγρότης, δημότης καὶ τὰ δὲ φύσει μακρᾷ παραληγόμενα κομήτης, πεδήτης, πλανήτης, ἀλήτης, ὑπηνήτης, κορυνήτης, νικήτης κτλ., πολίτης, τεμενίτης, εὐρρείτης, βαθυρρείτης, πρεσβύτης, Ἀρχύτης. Arc. 27, 17: τὰ εἰς ης κύρια ἀπὸ τῶν εἰς ος οὐδετέρων σύνθετα | |
35 | βαρύνεται, Δημοσθένης, Διογένης καὶ τὰ ἔχοντα η ἐν τῇ παραληγούσῃ ἀπὸ δισυλλάβου συνήθης, κακοήθης. τὰ δὲ μὴ τοιαῦτα ἐπίθετα ὀξύνε‐ | |
ται, εὐγενής, ἀγενής, εὐμενής, εὐτυχής. | 851 | |
3,2852 | Arc. 27, 22: τὰ εἰς ης παρὰ τὸ ἔτος καὶ ἔργον ὀξύνεται διετής, τριετής, λεπτουργής, Ναξιουργής. Arc. 27, 24: τὰ εἰς ης ἀπὸ τῶν εἰς υς ὀξυτόνων μὲν ὀξύνεται, βριθύς ἐμβριθής, βαρύς ἀβαρής, βαρυτόνων δὲ βαρύνεται πῆχος τριπή‐ | |
5 | χης, τετραπήχης. E. M. 435, 43: τὰ διὰ τοῦ ηθης σύνθετα παρώνυμα βαρύνεται οἷον ἦθος εὐήθης, συνήθης, κακοήθης, ἀληθής φιλαλήθης, παναλήθης. | |
8t | Περὶ τῶν εἰς ις. | |
9 | Epim. Cr. I 224, 31: τὰ εἰς ις παρώνυμα ὀξύνεται, δρυμός Δρυ‐ | |
10 | μίς, λόγος Λογίς, φορμός φορμίς, Κάδμος Καδμίς· τὸ ἄσις ἀντιπίπτει, ὑπόκειται γὰρ ἑτέρῳ κανόνι· τὰ ἐπὶ τοῦ αὐτοῦ γένους παραλαμβανό‐ μενα καὶ ταὐτὰ σημαίνοντα ὁμοτονεῖ φήμη φῆμις, ἄση ἄσις. Arc. 28, 24: τὰ εἰς ις πατρωνυμικὰ ἢ τύπον ἔχοντα πατρωνυμι‐ κῶν ὀξύνεται Πριαμίς, Τανταλίς, Τυνδαρίς. | |
15 | Arc. 29, 13: τὰ εἰς βις ὑπερδισύλλαβα παρώνυμα ὀξύνεται Νιοβίς, Λυκαμβίς, Περραιβίς. σεσημείωται τὸ κάνναβις. Arc. 31, 19: τὸ κάβαλλις ἐπιθετικὸν παρώνυμον ἀπὸ τῶν εἰς ης βαρύνεται τῶν ἄλλων εἰς αλλις ὑπὲρ δύο συλλαβὰς ὀξυνομένων. Arc. 31, 24: τὰ εἰς λις παρώνυμα τῷ ω ἢ διφθόγγῳ παραληγό‐ | |
20 | μενα ὀξύνεται, Πακτωλίς, Αἰτωλίς, Ἰουλίς. Arc. 32, 27: τὰ παρώνυμα εἰς ξις ὀξύνεται ἅμαξα ἁμαξίς, πύξος πυξίς, ὄξος ὀξίς. Arc. 33, 16: τὰ εἰς ις δισύλλαβα ὑποκοριστικὰ ἢ πατρωνυμικῆς ἐννοίας ἐχόμενα ὀξύνεται, Τευκρίς, χειρίς. —Dichr. 299, 12: καρίς | |
25 | παρὰ τὸ κάρη. E. M. 476, 46: τὸ θοῦρις παρὰ τὸ θοῦρος γίνεται. Arc. 34, 5: τὰ εἰς ρις ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ α, εἰ εἴη ὡς ὑποκοριστικὰ ἢ πατρωνυμικά, ὀξύνεται, Μεγαρίς, βλεφαρίς, θεαρίς ἡ θεωρίς. | |
30 | Arc. 34, 22: τὰ εἰς σις παρώνυμα χαίρει τῇ ὀξείᾳ Χρύσης Χρυ‐ σίς, νῆσος νησίς. σεσημείωται τὸ ἄσις ὁ ῥύπος ἀπὸ τοῦ ἄση γεγονός. Arc. 35, 24: τὰ εἰς ις θηλυκὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γινόμενα πρὸ μιᾶς ἔχει τὸν τόνον ὁ κυνηγέτης ἡ κυνηγέτις, ὁ δεσπότης ἡ δεσ‐ πότις, ὁ πολίτης ἡ πολῖτις χωρὶς τῶν ἀπὸ τῆς κοίτης καὶ πωλῶ. ταῦτα | |
35 | γὰρ προπαροξύνεται ἄκοιτις, παράκοιτις, ἀρτόπωλις, λαχανόπωλις. τὸ Σκυθίς δὲ δισυλλαβοῦν ὀξύνεται ὡς τὸ Περσίς. | |
37t | Περὶ τῶν εἰς ος. | |
38 | Arc. 38, 14: τὸ γόαος ἐκ τοῦ γόης γέγονε. E. M. 75, 23: πολὺς ὁ τοιοῦτος χαρακτὴρ sc. in διος: παυρίδιος, | |
40 | νυμφίδιος Arc. 39, 19. | 852 |
3,2853 | Arc. 40, 5: ὅσα ἀπὸ τῶν εἰς ξ ἢ ρ γίνεται διὰ τοῦ ι βραχέος, προπαροξύνεται, Θρηΐκιος, Κιλίκιος, Φαιάκιος, μακάριος, σωτήριος. Arc. 40, 11: τὰ διὰ τοῦ ιος ἐθνικὰ ἢ τοπικὰ προπαροξύνεται θαλάσσιος, ἐντόπιος, ἐνδάπιος. τὸ δὲ χλωριός ὀξύνεται καὶ θαλαμιός ὁ κωπηλάτης. | |
5 | Arc. 40, 14: τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιος προπαροξύνεται συνε‐ σταλμένου τοῦ ι, πολέμιος, ποτάμιος, μίσθιος, ῥύθμιος, δέσμιος. Φρυ‐ γίος δὲ τὸ κύριον παροξύνεται. Arc. 42, 28: πᾶν εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῇ αι διφθόγγῳ παραληγόμενον, εἰ ἀπὸ ὀξυτόνου θηλυκοῦ γένοιτο, προπερισπᾶται, ἀρχή | |
10 | ἀρχαῖος, ἀλκή ἀλκαῖος, κορυφή κορυφαῖος. Il. Pr. Λ 301: τὰ ἀπὸ τῶν εἰς α ληγόντων μακρᾷ παραληγομένων παραγόμενα διὰ τοῦ αιος προπερισπᾶσθαι θέλει, μοῦσα Μουσαῖος, γεν‐ ναῖος, Πισαῖος, ἑρσαῖος, Ἀσαῖος. παρὰ γὰρ τὸ αἶσα γέγονεν καὶ ἐξέστη πρότερον τὸ ι· οὐ μάχεται τὸ Ἥραιος προπαροξύτονον. πρὸς γὰρ | |
15 | ἀντιδιαστολὴν τοῦ προπερισπωμένου ἐπιθετικοῦ ἐγένετο. Theogn. 52, 22, E. M. 7, 42 et 198, 54: τὰ ἀπὸ τῶν εἰς α ἢ η ἢ εἰς ος παραγόμενα προπερισπᾶται ὥρα ὡραῖος, θύρα θυραῖος, Πέλλα Πελλαῖος, ὕλη ὑλαῖος, πύλη πυλαῖος, ἀγέλη ἀγελαῖος· τὸ δὲ Ἀγέλαιος κύριον προπαροξύνεται· δρόμος δρομαῖος. τὸ δὲ φύλαιος καὶ δείλαιος | |
20 | προπαροξύνονται καὶ τὸ δίκαιος δὲ καὶ βίαιος προπαροξύνονται, ἐπειδὴ τὰ ἀπὸ θηλυκῶν παραγόμενα καὶ τὸ ι ἐν τῇ ἀρχῇ ἔχοντα προπαροξύ‐ νεσθαι θέλει. Arc. 44, 3: τὰ παρώνυμα παρ’ οὐδετέρων γινόμενα ὀξύνεται, γῆρας γηραιός, κράτος κραταιός, (E. M. 539, 18) εἰ μὴ ἔχοι κτητικὴν | |
25 | σημασίαν ὡς τὸ κνέφας κνεφαῖος, οὖδας οὐδαῖος. Choer. Orth. 174, 27, Arc. 44, 15, Steph. Byz.: τὰ διὰ τοῦ ειος κτητικὰ προπαροξύνεται, θήρειος, μήλειος, χήνειος, κήλειος ὁ καυστικός, ἄρνειος, ἀνθρώπειος· τὰ δὲ τοπικὴν ἔννοιαν ἔχοντα προ‐ περισπᾶται οἰκεῖος, ἀστεῖος, ἀγρεῖος. | |
30 | Il. Pr. Β 269, Choer. Orth. 173, 26: τὰ εἰς ειος ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μὴ σημαίνοντα μέρος σωματικὸν προπερισπᾶται, ἀνδρεῖος, Ἀργεῖος, Καδμεῖος, Βακχεῖος. Il. Pr. Φ 471: τὰ ἀπὸ τῶν εἰς ος οὐδετέρων παραγόμενα διὰ τῆς ει γράφεται καὶ προπαροξύνεται, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰς ος | |
35 | λήγοντι οὐδετέρῳ ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώ‐ της συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας οἷον ἕλος ἕλειος διὰ τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐ‐ δετέρῳ τὸ α. τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος ὀνείδειος. παρεφυ‐ λαξάμην δὲ τὰ δύο σύμφωνα διὰ τὸ Ἀργεῖος καὶ ἑρκεῖος, καὶ τὸ α, | |
40 | ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεσθαι ἡ παραγωγὴ πελάγιος, ἅγιος, Θάλπιος. | |
Steph. Byz. 325, 1 coll. Arc. 51, 8; 71, 9; 67, 15; 65, 1 et | 853 | |
3,2854 | Il. Pr. Β 847 et 672: ἀπὸ τῆς Ἴβηρος γενικῆς Ἴβηρος εὐθεῖα ὡς τῆς φύλακος ὁ Φύλακος «αὐτὸς Ἴβηρος τραγοπώγων» (Com. ed. Mein. II 78) ἐν Μαλθακοῖς Κρατίνου. καὶ Ἀπολλώνιος μὲν ἐν τοῖς παρωνύμοις φησίν· «ἀπὸ γενικῶν εὐθεῖαι παράγονται, τῶν μὲν ὑπὲρ δύο συλλαβὰς | |
5 | ὁμοίως τῇ εὐθείᾳ κατὰ τὸν τόνον προπαροξυνόμεναι καὶ ἢ ἐν ἁπλῷ σχήματι ἢ ἐν συνθέτῳ· ἁπλοῦν μὲν οὖν μάρτυρ μάρτυρος ὁ μάρτυρος, Χάροψ Χάροπος ὁ Χάροπος «Χαρόποιό τ’ ἄνακτος» (Β 672), Τροίζην Τροίζηνος ὁ Τροίζηνος «υἱὸς Τροιζήνοιο» (Β 847), Ἴβηρ Ἴβηρος ὁ Ἴβηρος». τὸ αὐτὸ καὶ Ἅβρων ἐν παρωνύμοις φησίν· ἀλλὰ τὰ παρὰ | |
10 | γενικῆς ἀναπεμφθέντα κατὰ τὸν τόνον συνομοιοῦται τῷ χαρακτῆρι τῆς εὐθείας. τὸ γὰρ φυλακός προσηγορικὸν ὀξύνεται τῷ χαρακτῆρι τῶν εἰς ακος ὑπερδισυλλάβων προσηγορικῶν, τὸ δὲ μάρτυρος ἠκολούθησε τῷ ἄρ‐ γυρος, τὸ δὲ Ἴβηρος τῷ Ὅμηρος, σίδηρος, τὸ Χάροπος τῷ Ἄροπος, Ἀστέροπος. τὸ δὲ Τροίζηνος ἀπὸ Τροιζήν ὀξυτόνου εἰς ἰδιότητα βαρύ‐ | |
15 | νεται ὡς καὶ τὸ Φύλακος κύριον. Il. Pr. Ο 705 ὠκυάλου: ἐψίλωσαν τὸ α παραγωγὴν δεξάμενοι καὶ οὐ σύνθεσιν· καὶ οὕτως ἡ παράδοσις ἐπείσθη. καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆς λέξεως σημαίνεται. ἡ δὲ ἁλός γενικὴ ἐν τῇ συνθέσει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, Εὐρύαλος, Ἀμ‐ | |
20 | φίαλος, Ἀστύαλος· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα, ἀμφίἁλος, ἀγχίἁλος, ὕφαλος, ὥστε καὶ κατὰ τοῦτο ἐλέγχεται ψιλούμενον. Arc. 57, 21: τὸ ἕωλος ὁ χθεσινὸς προπαροξύνεται ὡς παρώνυμον καὶ τὴν τρίτην βραχεῖαν ἔχει. Il. Pr. Ω 228: τὸ φωριαμός τὸ κιβώτιον ἢ παρὰ τὸ τοὺς φῶρας | |
25 | ἀπείργειν ἢ ἀπὸ τοῦ τὸ φάρη φυλάσσειν παρῆκται. ἔστι φωραμός καὶ πλεονασμῷ τοῦ ι φωριαμός. E. M. 261, 40: δεῖμος ὁ φόβος· ὥσπερ ἀπὸ τοῦ ἄνθος γίνεται ἄν‐ θιμος καὶ ἀπὸ τοῦ κῦδος κύδιμος, οὕτω καὶ ἀπὸ τοῦ δέος δέϊμος καὶ δεῖμος ὁ δέος ἐμποιῶν, ὄνομα πρέπον Ἄρεος παιδί. Ὅμηρος «Δεῖμός | |
30 | τε Φόβος τε» (Λ 37). E. Orion. 89, 4: ὄρχαμος παρὰ τὴν ἀρχὴν ἄρχαμος καὶ ὄρχαμος. Arcad. 65, 2, Theogn. 67, Il. Pr. Β 847 et St. B. Γερηνία et p. 203, 22 et 325, 6: τὰ εἰς ηνος παρώνυμα κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς ος κατάληξιν γενόμενα προπαροξύνεται, Ὑπήνη | |
35 | Ὕπηνος, Μυκήνη Μύκηνος, Κυλλήνη Κύλληνος καὶ τὰ παρὰ γενικῆς ἀναπεμφθέντα, Τροίζηνος «υἱὸς Τροιζήνοιο». ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ. οὕτω καὶ ὁ Γέρην τοῦ Γέρη‐ νος ὁ Γέρηνος. Ἡσίοδος ἐν αʹ καταλόγων «κτεῖνε δὲ Νηλῆος ταλασί‐ φρονος υἱέας ἐσθλοὺς ἕνδεκα, δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ | |
40 | ξεῖνος ἐὼν ἐτύχησε παρ’ ἱπποδάμοισι Γερήνοις». καὶ αὖθις «Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνῳ». τὰ δὲ παρὰ Συρακουσίοις παρα‐ γόμενα καθ’ ὁμοιωματικὴν σημασίαν προπερισπᾶται τοσσῆνος, τοιῆνος. | |
E. M. 793, 45: τὰ εἰς ινος κύρια ἢ ἐθνικὰ ἢ προσηγορικὰ εἰ ἀπὸ | 854 | |
3,2855 | ὀνόματος παραχθῶσιν, ἢ ἀπὸ εὐθείας ἢ γενικῆς παράγονται, φίλος Φιλῖνος, ἀγαθός Ἀγαθῖνος, πάλλακος Παλλακῖνος. Arc. 65, 24: τὰ διὰ τοῦ εινος ὑπερδισύλλαβα ἁπλᾶ παρώνυμα ὀξύνεται, φαεινός, σκοτεινός, ἀλγεινός, βορεινός, ταπεινός. | |
5 | Arc. 66, 4: τὸ μόσυνος ἀπὸ γενικῆς μετήχθη. E. Orion. 167, 15: παρὰ τὸ ψύχος ψυχρός. —E. Or. 57, 29: παρὰ τὸ ἔχθος ἐχθηρός καὶ συγκοπῇ ἐχθρός ἢ ὡς κῦδος κυδρός. Arc. 76, 14: τὸ γλωσσός ὁ λάλος παρὰ τὸ γλῶσσα γέγονε παρωνύμως. Arc. 77, 5: τὸ Μάρπησσος βαρύνεται ὡς παρώνυμον ἀπὸ τοῦ | |
10 | Μάρπησσα. Arc. 77, 14: τὰ εἰς σος ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ι ἐκτεταμένον λήγουσαν ὀξύνεται· εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ. Ἄρνισος Ἄρνισα, Λάρισος Λάρισα. Arc. 80, 20: τὸ πλατάνιστος ἀπὸ τοῦ πλάτανος βαρύνεται. | |
15 | Arc. 81, 17: τὰ διὰ τοῦ ετος τρισύλλαβα προσηγορικὰ ἢ ἐπιθετικὰ παρωνύμως τετυπωμένα προπαροξύνεται ἄσχετος, ἄσπετος, γνύπετος ὁ χαῦνος. E. M. 37, 31: ὡς εὐρύς Εὔρυτος, οὕτως αἰπύς Αἴπυτος coll. St. B. s. Ἐρέτρια et Arc. 82, 19. | |
20t | Περὶ τῶν εἰς ευς. | |
21 | Il. Pr. Ν 246: ὅτι δεῖ κατὰ διάλυσιν ἀναγινώσκειν «θεράπων ἐΰς» καὶ οὐχ ὑφ’ ἓν ὡς Ἐτεωνεύς παρωνύμῳ τύπῳ, διδαχθησόμεθα ἐξ αὐτῆς τῆς φωνῆς. ἐγίνετο γὰρ ἂν θεραποντεύς. ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος τύπος παράγεσθαι, εἴγε καὶ παρὰ τὴν λέοντος ὁ λεοντεύς, | |
25 | οὐχὶ λεωνεύς, παρά τε τὴν Αἰθίοπος Αἰθιοπεύς. Steph. Byz. 23, 5: ἔστιν τὸ ἀγυιεύς ἀπὸ τοῦ ἀγυιά, ὡς Τρύφων φησὶν ἐν παρωνύμοις «πᾶν εἰς α θηλυκὸν ἰσοσύλλαβον ἔχει τῇ εὐθείᾳ καὶ τῇ γενικῇ τὸ παρώνυμον, Μοψοπιά Μοψοπιεύς, Ἐρετριεύς, Φω‐ καιεύς, Θεσπιεύς». | |
30t | Περὶ τῶν εἰς ους. | |
31 | St. B. s. Σχοινοῦς Ἀγνοῦς Τρεμιθοῦς: Σχοινοῦς Ἀρκαδίας χωρίον· ἑλώδης ὢν ὁ τόπος ἀπὸ τῶν ἐν αὐτῷ σχοίνων τὴν προσηγορίαν εἴλη‐ φεν. ἐπιπολάζει τοῦτο τὸ εἶδος παρ’ Ἕλλησιν ἀπὸ τῶν ἐν τόποις πλεοναζόντων φυτῶν οἷον Σκιλλοῦς πόλις Τριφυλιακή, Τρεμιθοῦς κώμη | |
35 | Κύπρου ἀπὸ τῶν περὶ τὸν τόπον πεφυκυιῶν τερεβίνθων, ἃς Κύπριοι τρεμίθους καλοῦσι, Δαφνοῦς, Σελινοῦς, Φοινικοῦς, Θριοῦς, Μυρικοῦς, Οἰνοῦς, Πυξοῦς, Ῥιζοῦς, Ἀνθεμοῦς. ὁμοίως καὶ τὸ Πιτυώδης, Ἐρικώδης, Κυπάρισσος, Θρύον, Ἐλαία. καὶ τῶν Ἀθηναίων δήμων τινὲς ἀπὸ τῶν | |
ἐν αὐτοῖς φυομένων Ῥαμνοῦς, Φηγοῦς, Μυρρινοῦς, Μαραθοῦς, Ἀγνοῦς. | 855 | |
3,2856(1t) | Περὶ τῶν εἰς α. | |
2 | Arc. 95, 18: τὰ εἰς εια ἀπὸ τῶν εἰς ευς προπαροξύνεται, βασι‐ λεύς βασίλεια, ἱερεύς ἱέρεια. Περὶ ποσότητος Cr. II 300, 8 coll. Theogn. 99: τὰ διὰ τοῦ εια | |
5 | παρώνυμα κατὰ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα θηλυκὰ προπαρ‐ οξύνεται, Πηνελόπη Πηνελόπεια, χαλκοβαρής χαλκοβάρεια, ἠριγενής ἠριγένεια, Τριτογένεια, ἱπποδάσεια, ἀμφιδάσεια. Arc. 95, 25: τὰ εἰς να συνεσταλμένον ἔχοντα τὸ α ἀπὸ τῆς γενι‐ κῆς τοῦ ἀρσενικοῦ σχηματιζόμενα προπαροξύνεται, μέλανος μέλαινα, | |
10 | τάλανος τάλαινα, Λάκων Λάκαινα, δράκων δράκαινα. Arc. 96, 1: ἔτι τὰ εἰς ρα βραχὺ παρεσχηματισμένα, σωτήρ σώτειρα, μάκαρ μάκαιρα. Arc. 96, 3: τὰ εἰς σα ὑπερδισύλλαβα παρεσχηματισμένα προπαρ‐ οξύνεται, εἰ μὴ κατὰ συναλοιφὴν εἴη ἀπὸ ὀξυτόνων εἰς ης δαφνήεσσα, | |
15 | φωνήεσσα, τὸ δὲ τεχνῆσσα ἀπὸ τοῦ τεχνήεσσα. καὶ τὰ ἀπὸ ὀξυτόνων εἰς ησσα χερνής χερνῆσσα. Theogn. 103, 14, Arc. 98, 6: τὰ διὰ τοῦ αια παρώνυμα προπαρ‐ οξύνεται, σεληναία, ἁμαξαία, θυραία, εὐναία, γαληναία κτλ. Theogn. 109, 28: σοφός σοφία, κακός κακία, μωρός μωρία—περὶ | |
20 | ποσότητος p. 304 φιλόσοφος φιλοσοφία, κακουργός κακουργία κτλ., βοηθός βοήθεια, εὔερος εὐέρεια. Choer. Orth. 269, 23: ἄλουτος ἀλουσία, ἀθάνατος ἀθανασία. Choer. Orth. 182, 10: αὐθάδης αὐθαδία αὐθάδεια. —179, 9: ἀλη‐ θής ἀλήθεια, εὐγένεια, εὐπάθεια, ἀμαθία. | |
25 | St. B.: Καυκώνεια χώρα ἀπὸ τῆς Καύκωνος γενικῆς ὡς Μαρώνεια. Arcad. 100, 8: τὰ εἰς ια παραγόμενα ἀπὸ τῶν εἰς ξ ληγόντων βαρύνεται, Φρυγία, Βεβρυκία. σεσημείωται τὸ ἀνθρακιά ὀξυνόμενον. | |
28t | Περὶ τῶν εἰς η. | |
29 | E. M. 87, 35: Ἀμυμώνη ἡ θυγάτηρ Δαναοῦ ἀπὸ τῆς ἀμύμονος | |
30 | γενικῆς. πολλὰ γὰρ τῶν θηλυκῶν ὀνομάτων εἰς η λήγοντα γίνεται ἀπὸ τῶν εἰς ος γενικῶν τῶν ἑνικῶν οἷον πέρατος περάτη, κάλυκος Καλύκη, ἅρπαγος ἁρπάγη (βαρύνεται ἐπὶ τοῦ ἐργαλείου, τὸ δὲ ἁρπαγή ὀξύνεται ἀπὸ τοῦ ἁρπάζω Arcad. 102, 7), σώφρονος Σωφρόνη, χιόνος Χιόνη ὄνομα ἡρωΐδος. οὕτω καὶ ἀμύμονος Ἀμυμόνη καὶ κατὰ ἔκτασιν | |
35 | Ἀμυμώνη. Arc. 102, 9: τὰ εἰς η παρώνυμα βαρύνεται ἀμφίρυτος ἀμφιρύτη, | |
δορύκτητος δορυκτήτη, ἀμφίλυκος ἀμφιλύκη. | 856 | |
3,2857 | Arc. 104, 11: τὰ εἰς βη ἰαμβικὰ παρώνυμα βαρύνεται βλάβη (sc. a βλάβος). Arc. 104, 23: τὰ εἰς γη ἰαμβικὰ παρώνυμα ὄντα βαρύνεται, πάγη, τρύγη, στέγη. | |
5 | Eustath. ad Dionys. 566: τὸ παταγή κοινότερον μὲν ὀξύνεται ὡς τὸ ἀλαλαγή, ὁ δὲ Ἡρωδιανὸς βαρύνει αὐτό, λέγων ὅτι οὐκ ἐκ τοῦ πατάσσω γίνεται, ὠξύνετο γὰρ ἂν ὡς τὸ ἀλαλαγή, ἀλλ’ ἐκ τοῦ πάτα‐ γος, οὗ τὸ θηλυκὸν πατάγη. E. M. 678, 39: τὰ εἰς ος δισύλλαβα τῷ ο παραληγόμενα ποιοῦντα | |
10 | θηλυκὰ ὀξύτονα αὐτὰ ποιοῦσιν οἷον στρόφος στροφή, νόμος νομή, ῥόος ῥοή, χόλος χολή, πόθος ποθή. Arc. 106, 17: κρόκη βαρύνεται ἀπὸ τοῦ κροκός. Arc. 110, 11: τὸ κόμη παρώνυμον παρὰ τὸ κόσμος κόσμη καὶ ἀπο‐ βολῇ τοῦ ς κόμη βαρύνεται. | |
15 | Theogn. 112, 13: γέγονε τὸ εὐνή ἀπὸ τοῦ εἷς ἑνός ἑνή καὶ εὐνή ψιλουμένης τῆς ευ διφθόγγου, ἐπεὶ τὸ υ πλεονάζον ψιλοῖ τὰ πρὸ ἑαυ‐ τοῦ φωνήεντα, ἕκηλος εὔκηλος, ἕαδε εὔαδε. Arcad. 112, 10: τὰ εἰς ονη ὑπερδισύλλαβα παρώνυμα κύρια βαρύ‐ νεται, Ἀντιγόνη, Ἠριγόνη. St. B. Ἡγεμόνη ἀπὸ τῆς ἡγεμόνος γενικῆς. | |
20 | Il. Pr. Ν 29: τὰ διὰ τοῦ συνη θηλυκὰ εὑρέθη οὐκ ἐπιθετικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος. οὐ γὰρ ἀγαθοφροσύνη γυνή. Ep. Hom. 291, 14 coll. Arc. 115, 6: σκάφη τὸ πλοῖον βαρύνεται παρώνυμον ὂν ἀπὸ τοῦ σκάφος ὡς κάρφη ἀπὸ τοῦ κάρφος. St. B.: παρὰ τὸ Κρής Κρητός Κρήτη ὡς Θρᾴκη καὶ Χιτώνη καὶ | |
25 | εὐφρόνη. | |
26t | Περὶ τῶν εἰς ον. | |
27 | E. M. 451, 45: τὰ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειον γινόμενα μονο‐ γενῆ προπερισπᾶται βαλανεῖον, βαφεῖον πλὴν τοῦ Θησεύς Θήσειον καὶ τὸ Φύτειον πόλις ἀπὸ Φυτέως τοῦ κτίσαντος αὐτήν. | |
30 | E. M. 230, 25: τὰ ἀπὸ τῶν εἰς ος δισυλλάβων οὐδετέρων διὰ τοῦ ειον γινόμενα οὐδέτερα μόνα διὰ τῆς ει διφθόγγου γράφεται οἷον δά‐ νος δάνειον, γένος γένειον, βρένθος βρένθειον. | |
33t | Περὶ πατρωνυμικῶν. | |
34 | Τὰ εἰς δης πατρωνυμικὰ ἢ τῷ ι παραλήγεται μόνῳ ἢ καὶ ἐν | |
35 | διφθόγγῳ ἢ τῷ α. εἰ μὲν οὖν ἀπὸ τῶν εἰς ος γενικῶν γένηται ἡ πα‐ | 857 |
3,2858 | τρωνυμία, τῷ ι μόνῳ παραλήγει ἐν βραχείᾳ, ὁποίας ἂν εἴη καταλήξεως, χωρὶς τῶν ἀπὸ τῶν εἰς ευς καὶ ἀπὸ τῶν εἰς ης οἷον Ἀγαμέμνονος Ἀγαμεμνονίδης, Νέστορος Νεστορίδης, Βίαντος Βιαντίδης. τὸ γὰρ Βιαν‐ τιάδης πλεονασμῷ τοῦ α. καὶ παρὰ τὴν Δευκαλίωνος γενικὴν καὶ Ἀν‐ | |
5 | θεμίωνος, ὤφειλε Δευκαλιωνίδης καὶ Ἀνθεμιωνίδης. ἀλλὰ συγκοπὴν πέπονθε ἐν τῷ Δευκαλίδης καὶ Ἀνθεμίδης. ἢ ἀπὸ τοῦ Δεύκαλος Δευ‐ καλίδης καὶ ἀπὸ τοῦ Ἄνθεμος Ἀνθεμίδης ὡς Κρόνος Κρονίδης Ὕλλος Ὑλλίδης. καὶ τὸ Χαλκωδοντιάδης καὶ Τελαμωνιάδης πλεονασμὸν ἔχει τοῦ α. | |
10 | Ὁμοίως δὲ καὶ ἀπὸ τῆς εἰς ους γενικῆς διὰ τοῦ ειδης γίνεται ἡ παραγωγὴ οἷον Ἡρακλῆς Ἡρακλεΐδης Ἡρακλείδης καὶ ἀπὸ τῶν εἰς ευς εὐθειῶν διὰ τοῦ ειδης οἷον Πηλεύς Πηλεΐδης Πηλείδης. ἐν τούτοις γὰρ γίνεται ἡ συναίρεσις εἰς τὴν ει δίφθογγον, ἐπείπερ ἀνεφάνη τὸ ε ἐν τῇ γενικῇ τῶν πρωτοτύπων. | |
15 | Εἰ δὲ ἀπὸ τῶν εἰς ος εὐθειῶν ἐστιν, εἰ μὲν καθαρῶν ὄντων, διὰ τοῦ α ἐκφέρεται, Ἥλιος Ἡλιάδης, Θέσπιος Θεσπιάδης. τὸ Πάνθοος Πανθοΐδης καὶ Πανθοίδης ἡμάρτηται. εἰ δὲ μὴ καθαρῶν, διὰ τοῦ ι, Ὕλλος Ὑλλίδης, Κόδρος Κοδρίδης. Εἰ δὲ ἀπὸ τῶν εἰς ας ἢ εἰς ης, ὧν ἡ γενικὴ εἰς ου, διὰ τοῦ αδης | |
20 | ποιεῖ τὸ πατρωνυμικόν, Βορέας Βορέου Βορεάδης, Ἱππότης Ἱππότου Ἱπποτάδης. τὸ δὲ Δημάδης ἐκ τοῦ Δημεάδης ἐστίν. Τὰ εἰς ων πατρωνυμικὰ τὴν παραλήγουσαν τὴν αὐτὴν ἔχει τοῖς εἰς δης πατρωνυμικοῖς οἷον Πριαμίδης Πριαμίων, Κρονίδης Κρονίων, Ἀτρείδης Ἀτρείων, Πηλείδης Πηλείων, Ἡρακλείδης Ἡρακλείων, Χαρι‐ | |
25 | κλείδης Χαρικλείων. οὗτος δὲ ὁ εἰς ων τύπος Ἰωνικός. Τὰ διὰ τοῦ αδιος Αἰολικά. εὔθετος δὲ ὁ διὰ τοῦ αδιος τύπος Αἰο‐ λεῦσι καὶ πρὸς τόνον καὶ πρὸς χρόνον· καὶ γὰρ πρὸς τῷ συστέλλεσθαι καὶ προπαροξύνεσθαι, ὅπερ ἐκεῖνοι φιλοῦσιν. Ὑρράδιος δέ ἐστιν ὁ τοῦ Ὕρρα παῖς. Ὕρρας δὲ Μιτυληναίων τύραννος, οὗ υἱὸς Πιττακὸς εἷς | |
30 | τῶν ἑπτὰ φιλοσόφων. Περιστεριδεύς ὁ υἱὸς τῆς περιστερᾶς. | |
32t | Περὶ ὑποκοριστικῶν. | |
33 | Νενόηται τὸ ὑποκοριστικὸν ἢ διὰ παιδιὰν ἢ διὰ κολακείαν ἢ διὰ | |
τὸ πρέπον ὡς παρ’ Ἀλκμᾶνι εὕρομεν τὰς παρθένους ὑποκοριστικοῖς | 858 | |
3,2859 | χρωμένας. πρέπον γὰρ τοῦτο παρθένοις. εἴρηται δὲ ὑποκοριστικὸν παρὰ τοὺς κόρους ἤγουν τοὺς μικροὺς νέους ἢ τὰς κόρας. τούτους γὰρ ὑποθωπεύοντες τοιούτοις κεχρήμεθα ὀνόμασι ὡς παρὰ Μενάνδρῳ νηττάριον ἢ ὅταν τὸν Πρίαμον Πριαμύλλιον εἴπωμεν καὶ τὸ μικρὸν | |
5 | παιδίον παιδάριον. Τύπους δὲ ἔχει ἡ φωνὴ τῶν ὑποκοριστικῶν διαφόρους. Ἔστι γὰρ ὑποκοριστικὰ εἰς ων οἷον Βακχυλίδης Βάκχων, Σιμωνίδης Σίμων, Σικελίδης Σίκων, Λακεδαιμόνιος Λάκων, Μιτυληναῖος Μίτων, πίθηκος πίθων, δραπέτης δράπων, Κάλλων. | |
10 | Καὶ εἰς εων ὀξύτονα λυμεών, ἀπατεών. Καὶ εἰς ιων βαρύτονα Ἡφαιστίων, Ξενίων, Μοσχίων, Ἠμαθίων, Μελανίων, Πορφυρίων, Τυραννίων. οὕτω καὶ Ἠετίων ὁ ἥρως ὁ πα‐ τὴρ Ἀνδρομάχης· παρὰ τὸ ἀετός Ἀετίων καὶ Ἰωνικῶς Ἠετίων, Ἁρπα‐ λίων ὄνομα κύριον παρ’ Ὁμήρῳ· παρὰ τὸ ἁρπάζω ἅρπαλος ὡς ἵξω | |
15 | ἴξαλος καὶ ὡς Ἥφαιστος Ἡφαιστίων, οὕτως Ἅρπαλος Ἁρπαλίων. Γορ‐ γυθίων παρὰ τὸ γοργός Γόργυθος καὶ Γοργυθίων. Ἔστι δὲ καὶ εἰς ας ὑποκοριστικὰ περισπώμενα, Θευδᾶς ὁ Θεόδω‐ ρος, Μητρᾶς ὁ Μητρόδωρος, Ζηνᾶς, Πυθᾶς. Καὶ εἰς ις βαρύτονα ὡς Παρθένιος Πάρθις, Χαλδαῖος Χάλδις, λά‐ | |
20 | σταυρος λάστρις, Ἀμφιάραος Ἄμφις, ἀστράγαλος ἄστρις καὶ Ἰφιάνασσα Ἶφις. Ἔτι καὶ εἰς ισκος παροξύτονα ὡς γραμματίσκος ὁ γραμματεύς καὶ πυργίσκος ὁ πύργος, σατυρίσκος, νεανίσκος, παιδίσκος. Καὶ εἰς υλλος Ἡρακλῆς Ἥρυλλος, Θρασυκλῆς Θράσυλλος, Βαθυκλῆς | |
25 | Βάθυλλος ὄνομα κύριον ὁ ἐρώμενος Ἀνακρέοντος, Ἀριστοκλῆς Ἀρί‐ στυλλος. Καὶ εἰς ινος προπερισπώμενα οἷον Φιλῖνος. Ἔστι καὶ εἰς υς περισπώμενα, ἃ ἔχει ὑποκοριστικὴν ἔννοιαν οἷον ἀπφῦς, ὅπερ δοκεῖ παρὰ τὸ ἀπφάς παρωνομάσθαι. ἔστι δὲ καὶ Διονῦς | |
30 | παρὰ τοῖς κωμικοῖς ἐπὶ τοῦ ἐκλύτου τασσόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύσου. Τῶν δὲ θηλυκῶν τύποι τρεῖς ὁ εἰς ω Ὑψιπύλη Ὑψώ, Εἰδοθέα Εἰδώ, κερδαλέα κερδώ ἡ ἀλώπηξ, Τιτανίς Τιτώ. Καὶ ὁ εἰς ις θεραπαινίς, ἑταιρίς, λυρίς, φωνίς, βλεφαρίς, κιστίς, | |
35 | φυλλίς παρὰ τὸ φύλλον· ὀξύνεται δέ. τὸ δὲ Ἶφις ἡ Ἰφιάνασσα καὶ | |
ὄλπις ἡ ὄλπη βαρύνεται. | 859 | |
3,2860 | Καὶ ὁ εἰς ισκη λεκανίσκη ἡ λεκάνη, παιδίσκη ἡ παῖς. Τὰ διὰ τοῦ ιον τριβράχεα ὑποκοριστικὰ προπαροξύνεται κτένιον, πτύχιον, πόδιον, θρόνιον. εἰ μέντοι ἡ πρώτη τούτων μακρὰ ὑπάρχοι, ὑπεσταλμένων τῶν διὰ τοῦ διον παρηγμένων, παροξύνεται κλειδίον, | |
5 | παιδίον, δᾳδίον. οὐ γὰρ διὰ τοῦ διον, ἀλλὰ διὰ τοῦ ιον. τὸ γὰρ δ τοῦ πρωτοτύπου ἐστίν. ἔτι σφηκίον, χαρτίον, ὠτίον. τὰ δὲ διὰ τοῦ διον ἀπὸ παραγωγῆς ἔχοντα τὸ δ προπαροξύνεται μύδιον, κῴδιον, βοΐδιον, βιβλίδιον. | |
9t | Περὶ περιεκτικῶν. | |
10 | Τῶν περιεκτικῶν εἰς ων ὀξύτονος ἡ κατάληξις, κροκών, πευκών, χαλκών, χαρακών, ἀνθρακών, φαρμακών, γυναικών, Ἑλικών, Μαρα‐ θών, αὐλών, μυλών, ἀμπελών, καμηλών, καλαμών, πλαταμών, κερα‐ μών, δαφνών, πλατανών, ξενών, ἱππών, πεπών, ἀντρών, λουτρών, ἀνδρών, οἰρών, σφαιρών, προθυρών, ἀχυρών, κισσών, κοιτών, ἱστών, | |
15 | προβατών, ἀγών. Τὸ πτερύξ Ἀρίσταρχος ὀξύνει διὰ τὸ περιεκτικῆς ἐννοίας εἶναι. Τὸ θησαυρός ὡς περιεκτικὸν ὀξύνεται. Τὸ ἀχυρός ὁ ἀχυρών παρὰ Ἀττικοῖς ὀξύνεται ὡς περιεκτικόν. Τὸ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ | |
20 | Χελιδονιαί ὡς πυρκαϊαί. | |
21t | Περὶ κτητικῶν ὀνομάτων. | |
22 | Τύποι τῶν κτητικῶν εἰσι δύο ὅ τε εἰς κος καὶ ὁ εἰς ος ὡς ἀνθρώ‐ πειος, ἄρνειος, Ἀριστάρχειος, Πλατωνικός, Δημοσθενικός. παραλήξεις δὲ τῶν εἰς κος αὗταί εἰσι· ἢ γὰρ τῷ ι παραλήγεται ὡς τὸ Ἑλληνικός, | |
25 | Ῥωμαικός, Γαλατικός, Ἰταλικός, Πυθαγορικός, Αἰγινητικός ὁ τοῦ Αἰγι‐ νήτου φόρτος καὶ δοῦλος, ἢ τῷ α ὡς τὸ Ῥοδιακός, Δηλιακός, Φρυ‐ γιακός, Ἰλιακός, ἢ τῷ υ ὡς τὸ Λιβυκός, ἁλυκός, θηλυκός, ἢ τῇ ει διφθόγγῳ, Κεραμεικός, βοεικός, δαρεικός καὶ Δεκελεικός. τῶν δὲ εἰς ος καθαρὸν αὗται· ἢ τῇ ει διφθόγγῳ παραλήγεται ὡς τὸ Ὁμήρειος, | |
30 | Ἑκτόρειος, λεόντειος, δρακόντειος, Ἀνακρεόντειος, Λαομεδόντειος, Ξε‐ νοφώντειος, Δημοφώντειος, Θεώνειος, Τρυφώνειος, ἢ τῷ ι ὡς Παφλα‐ | |
γόνιος, Καλυδώνιος, ἢ τῇ αι διφθόγγῳ ὡς Αἰγιναῖος ὁ ἔποικος ἢ κέ‐ | 860 | |
3,2861 | ραμος ἢ ὀβολὸς ἢ ἄλλο τι σκεῦος ἀπὸ Αἰγίνης καὶ τὸ θηλυκὸν Αἰγιναία· λέγεται καὶ γυνὴ Αἰγιναία ὡς Δείναρχος ἐν τῷ κατὰ Πυθέου ξενίας· κηπαῖος, Νειλαῖος, ἢ τῇ ῳ διφθόγγῳ ὡς πατρῷος, ἡρῷος. τὰ δὲ εἰς εος κτητικὰ Ἰωνικῶς ἐνδείᾳ τοῦ ι γίνεται, τέλεος, κήλεος, δαιδάλεος, | |
5 | κονισάλεος, Ἀγαμεμνόνεος, Ἑκτόρεος, Νεστόρεος, χάλκεος, χρύσεος. Ἰστέον μέντοι ὅτι τὸ κτητικὸν ἐπὶ τῶν σωματικῶν λαμβανόμενον καὶ ἐπὶ τεθνηκότων θέλει λαμβάνεσθαι οἷον βοεία κεφαλή ἡ τοῦ τεθνη‐ κότος βοός, οὐ γὰρ ἂν ἐπὶ ζῶντος εἴποι τις τοῦτο· διὸ καὶ μέμφονται τὸν Ζηνόδοτον, ἐπειδὴ τὸ «ἀρνέων ἐκ κεφαλέων» (Γ 273) κτητικὸν | |
10 | ἔλεγε, καὶ τὸν Καλλίμαχον «χεὶρ ἡ Πολυδευκείη» καὶ «σφυρὸν Ἰφί‐ κλειον» ὅτι ἐπὶ ζώντων ἐχρήσατο κτητικῷ ἐπὶ σωματικοῦ μέρους. περὶ οὗ φαμεν ὅτι περιφράσει ἐχρήσατο ὥσπερ τὸ «βίη Ἡρακληείη». | |
13t | Περὶ ἐθνικῶν. | |
14 | Steph. Byzant. s. Αἱμονία: Ἡρωδιανός φησιν, ὅτι τοῖς συνοικισταῖς | |
15 | συνεχῶς ὁμοφωνεῖ τὰ ἐθνικὰ δηλονότι καὶ γραφῇ καὶ τόνῳ. τὸ Τευκρός ὡς τριγενὲς ὠξύνθη. Αἵμων κύριον καὶ ἐθνικὸν ὡς Αὔσων καὶ Ἀρκάς καὶ Μαίων καὶ Ἴων. Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Φρύξ, Ἀχαιός καὶ τὰ ὅμοια (Βερεκύντης, Βισάλτης, Θυνός, Θετταλός, Ἰταλός, Ἴθακος, Μάγνης, Μακεδών, Μῆδος, Πανοπεύς, Πελασγός, Σικελός, Σουματεύς, | |
20 | Τρώς, Δαναός, Φοῖνιξ). —εὑρίσκεται καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, ὁμοίως Τροι‐ ζήν, Κολοφών, Κόρινθος, Κῶς, Σικυών, Κύρνος, Λέσβος. ἔσθ’ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίσκεται ἓν ὄνομα, κτιστοῦ, πόλεως καὶ ἔθνους ὡς τὸ Δάρδανος (cf. Φανοτεύς· πόλις Φωκίδος, οἱ πολῖται Φανοτεῖς, ὡς | |
25 | Δελφοί καὶ Θούριοι τῷ οἰκιστῇ παραπλησίως, —Ἀμφίδολοι πόλις τῆς Τρι‐ φυλίας καὶ οἱ πολῖται ὁμοίως ὡς Θαύμακοι καὶ Λεοντῖνοι, Γελωνός πόλις Σαρματίας ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέους· ὁ οἰκήτωρ ὁμοφώνως, Γόμφοι, Δενθάλιοι, Δίφροι, Ἐπιλευκάδιοι, Ἐρευάτης, Ἐρινιάτης κώμη Μεγαρί‐ δος· ὁ οἰκήτωρ Ἐρινιάτης διὰ τὸ προκατειληφός, Ἐρυθῖνοι, Ἐταιεῖς, | |
30 | Καφηρεύς, Κύρτωνες, Λαμητῖνοι, Λοκροί, Ὀδυσσεῖς, Πατριαργάδαι, Πε‐ διεῖς, Περραιβός, Πολήσιοι, Σαγγάριος ποταμὸς τῆς κάτω Φρυγίας· τὸ ἐθνικὸν Σαγγάριος· προὔφθη γὰρ ὁ τύπος τοῦ πρωτοτύπου καταληφθείς, Σηκοανός πόλις Μασσαλιωτῶν· ἀφ’ οὗ τὸ ἐθνικὸν Σηκοανοί ὡς Ἀρτε‐ μίδωρος ἐν πρώτῃ, Σκάροι, Τάβιοι πόλις Ἰταλίας· τὸ ἐθνικὸν ὁμοίως | |
35 | Τάβιοι διὰ τὴν πρόληψιν τοῦ ἐν τῷ πρωτοτύπῳ ἐθνικοῦ χαρακτῆρος, Τιταρήσιος, Φωρμανοί, Ψυκτήριος τόπος ἐν Θρᾴκῃ· τὸ ἐθνικὸν ὁμω‐ νύμως διὰ τὸ προκατειλῆφθαι τὸ πρωτότυπον ἔχον αὐτοῦ τὸν τύπον). | |
Steph. Byz. s. Σικελία: τὸ ἐθνικὸν Σικελοί καὶ Σικελιῶται. καὶ οἱ | 861 | |
3,2862 | μὲν ἀπὸ τοῦ οἰκιστοῦ καὶ ἀρχηγέτου τῆς χώρας, ἀφ’ οὗ καὶ ἡ χώρα, ὡς Κίλικες τοῦ Κίλικος, οὗ καὶ ἡ Κιλικία, ὡς Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγες Φρυγός, οὗ ἡ Φρυγία· οἱ δ’ ἐπιγενόμενοι καὶ τὴν χώραν εὑρόντες προκεκλημένην ἐπωνομάσθησαν ὡς ἀπὸ τῆς | |
5 | Φθίας Φθιῶται, οὕτω Ἰταλίας καὶ Σικελίας Ἰταλιῶται καὶ Σικελιῶται. Steph. Byz. 160, 22: Βατή· δῆμος τῆς Αἰγηΐδος φυλῆς. τὸ ἐθνι‐ κὸν ἐπιρρηματικῶς Βατῆθεν. οὐ δεῖ γὰρ ἐν πᾶσι τὸ ἐθνικὸν ζητεῖν, ἀλλ’ ἢ τῷ ἐπιρρήματι χρῆσθαι ὡς ἐπὶ τῶν δήμων ἢ τῇ γενικῇ μετὰ προθέ‐ σεως ἢ τῷ ἀναλόγῳ ἢ τῷ συνήθει τῆς χώρας. | |
10 | St. B. 345, 4 Καβησσός: ἐθνικῶς ἀρκεῖ τὸ Ὁμηρικὸν Καβησσόθεν. πολλὰ γὰρ τοιαῦτα, ὡς τὸ Καμειρόθεν, τὰ τοπικὰ ἐθνικῶς. | |
12t | Περὶ τῶν εἰς αν. | |
13 | St. B. 51, 2: Αἰνία πόλις Περραιβῶν καὶ Αἰνιᾶνες οἱ οἰκοῦντες καὶ Αἴνιος ὁ ποταμὸς αὐτῆς. —τὸ ἐθνικὸν Αἰνιάν. καὶ εἰ μὲν ἀπὸ | |
15 | τοῦ κυρίου Αἰνιᾶνος γέγονεν, εὔλογος ἡ ὁμοφωνία αὐτοῦ ὡς τὸ Τρώς καὶ Ἀχαιός, μὴ ὁμοφωνοῦντος τοῦ Τευκρός καὶ Γραικός. εἰ δὲ παρὰ τὴν πόλιν, εὑρεθήσεται πρότερον Αἴνιος, ὡς τῆς Λυκίας Λύκιος, εἶτα διὰ τὴν ὁμονυμίαν τοῦ ποταμοῦ πρὸς διάκρισιν Αἰνιάν γενέσθαι ὡς μέγιστος μεγιστάν. | |
20t | Περὶ τῶν εἰς ην. | |
21 | E. M. 586, 40, Eustath. ad Dionys. 431 et ad Hom. 1396, 7: Κεφαλλήν γίνεται παρὰ Κέφαλος ὡς κῶλος κωλήν, μέγιστος μεγιστήν καὶ μεγιστάν. | |
24t | Περὶ τῶν εἰς ων. | |
25 | Steph. Byz. 113, 11. Theogn. 29, 11: Ἀργείωνες λέγονται οἱ Ἀρ‐ γεῖοι ὡς Καδμείωνες παρὰ τὸ Ἀργεῖος. | |
27t | Περὶ τῶν εἰς ας. | |
28 | St. B. 113, 6: ὁ Ἀργεῖος λέγεται καὶ Ἀργόλας κτλ. St. B. 211, 2: Γόννοι πόλις Περραιβίας. τὸ ἐθνικὸν Γονατᾶς, ὃ | |
30 | καὶ παράλογον διὰ τὸν τόνον. | |
31t | Περὶ τῶν εἰς ης. | |
32 | St. B. 113, 14: λέγονται καὶ πατρωνυμικῶς οἱ Ἀργεῖοι ὡς οἱ πολ‐ | |
λοὶ καὶ Ἡρόδωρος· ἐν μὲν τῷ νῦν χρόνῳ Ἡρακλεῖδαι, πρὸ δ’ Ἡρα‐ | 862 | |
3,2863 | κλέους Περσεῖδαι, πρὸ Περσέως δὲ Λυγκεῖδαι καὶ Δαναΐδαι, πρὸ δὲ Δαναοῦ Ἀργειάδαι καὶ Φορωνεῖδαι, ἃς Ἅβρων ποιηταῖς ἀνατίθησιν. | |
3t | Περὶ τῶν εἰς ατης. | |
4 | Ἀγκαρία πόλις Ἰταλίας ὡς Ἀντία Ἀδρία. τὸ ἐθνικὸν Ἀγκαριάτης | |
5 | ὡς Πολύβιος ὀγδόῃ. Αἴπεια πόλις Λακωνικῆς. τὸ ἐθνικὸν Αἰπεάτης ὡς Κορσεάτης Ὑδρεάτης· ἐπὶ δὲ τῶν τοιούτων ἐνίοτε μένοντος τοῦ ι ὑφαιρεῖται τὸ α ὡς Δικαιαρχείτης Σαμαρείτης Ζελείτης, ἔσθ’ ὅτε μένοντος τοῦ ε ὑφαιρουμένου τοῦ ι τὸ α εἰς ω ἀμείβεται ὡς Ἡρακλεώτης, Μαρεώτης | |
10 | καὶ Ῥαφεώτης. Ἀλλαρία πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῃ, τὸ ἐθνικὸν Ἀλ‐ λαριάτης ὡς αὐτός φησιν. Ἀμφιγένεια πόλις Μεσσηνιακή. τὸ ἐθνικὸν Ἀμφιγενειάτης διὰ τὸν Πελοποννήσιον χαρακτῆρα ἢ καὶ Ἀμφιγενεύς. | |
15 | Βοιαί Κρήτης πόλις. ὁ πολίτης Βοιάτης ὡς Καρύαι Καρυάτης, Πιτάναι Πιτανάτης, Θαλάμαι Θαλαμάτης. λέγεται καὶ Βοιαῖος ὡς Ἔφο‐ ρος. Ἡρωδιανὸς δὲ Βοιίτης φησίν, ἴσως παρὰ τὸ Βοιόν ὡς λίκνον λικνίτης. Βρέα πόλις Θρᾴκης. τὸ ἐθνικὸν ἔδει Βρεάτης. ἔστι δὲ Βρεαῖος | |
20 | παρὰ τῷ Θεοπόμπῳ εἰκοστῷ τρίτῳ. Γαθεαί πόλις Ἀρκαδίας, ἧς οἱ πολῖται Γαθεᾶται. Παυσανίας ὀγδόῳ (34, 6) «Γαθεάτᾳ τῆς Κρωμίτιδος χώρας» Γεράνθραι πόλις Λακωνικῆς. ὁ πολίτης Γερανθράτης, ὡς Παυ‐ σανίας. | |
25 | Ζέλεια· τὸ ἐθνικὸν Ζελείτης. Ἡρωδιανὸς δὲ Ζελειατῶν φησιν. ἔστι γὰρ Ζελειάτης καὶ Ζελείτης. Ἰάμνια πολίχνιον Φοινίκης. τὸ ἐθνικὸν ἔδει Ἰαμνιάτης. ἔστι δὲ καὶ Ἰαμνίτης καθ’ ὕφεσιν τοῦ α. τὰ γοῦν καθ’ ὕφεσιν τοῦ α διὰ διφθόγγου ἐστὶ πλὴν τοῦ Ἰαμνίτης καὶ τοῦ Δαυνίτης. | |
30 | Ἱππώνιον πόλις Βρεττίων. τὸ ἐθνικὸν Ἱππωνιάτης. τοῦτο δὲ τὸ ἐθνικὸν ὡς ἀπὸ τοῦ Ἱππωνία. ἀπὸ γὰρ τοῦ Ἱππώνιον ἔδει Ἱππώ‐ νιος ἢ Ἱππωνιεύς. Κραναή νῆσος Λακωνική. οὕτως ἐκαλεῖτο καὶ ἡ Ἀττική. τὸ ἐθνικόν, εἰ μὲν τῆς Λακωνικῆς, Κραναάτης ὡς Καρυάτης, εἰ δὲ τῆς Ἀττικῆς | |
35 | Κραναῖος ὡς Ἀθηναῖος. Κράνεια χωρίον Ἀμβρακιωτῶν. τὸ ἐθνικὸν Κρανειάτης ὡς Μαλειά‐ της, ὥς φησι Σοφοκλῆς Λαρισαίοις. Μαῖα πόλις Ἑλλησποντία. τὸ ἐθνικὸν Μαιάτης κατὰ πρόσθεσιν | |
τοῦ της. | 863 | |
3,2864 | Μόψου ἑστία πόλις Κιλικίας. ὁ πολίτης Μοψεάτης κατὰ παρα‐ γωγὴν μιᾶς τῶν λέξεων. Οἴνα πόλις Τυρρηνίας. τὸ ἐθνικὸν Οἰνάτης. οὐκ ἀλλότριος γὰρ ὁ τύπος. | |
5 | Ῥάβεννα πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ῥαβεννάτης, παρὰ τοῖς Ἰτα‐ λοῖς Ῥαβεννήσιος. Ῥέσινα πόλις περὶ τὸν Ἄβορον ποταμόν. καὶ εἰ μὲν ὡς τὸ Αἴ‐ γινα τονωθείη, τὸ ἐθνικὸν Ῥεσινάτης, εἰ δὲ ὡς Τερῖνα, Ῥεσιναῖος. Ῥε‐ σινάτης δὲ ἄμεινον. | |
10 | Ῥόβεια Πιερίης. τὸ ἐθνικὸν Ῥοβειάτης καὶ Ῥοβείτης καὶ κατὰ διά‐ λυσιν Ῥοβεΐτης. Τύρας πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ. καὶ ἔδει παρὰ τὸν Τύραν Τυράτην εἶναι τὸ ἐθνικόν. ἔστι καὶ Τυρίτης ἀπὸ τοῦ Τύ‐ ρις. ὁ δὲ πολυίστωρ τὸν ποταμὸν καὶ τὴν πόλιν Τύραν, τοὺς δὲ πο‐ | |
15 | λίτας Τυρανούς. Ὕλη πόλις Κύπρου, ἐν ᾗ Ἀπόλλων τιμᾶται Ὑλάτης. Λυκόφρων (448) «καὶ Σέτραχον βλώξαντες Ὑλάτου τε γῆν». Φύτειον πόλις Ἤλιδος. τὸ ἐθνικὸν Φυτεάτης ὡς Γυθεάτης. ὁ γὰρ τύπος Ἀρκάσι συνήθης. | |
20 | Χάλκεια πόλις Καρίας, ἧς τὸ ἐθνικὸν Χαλκεάτης, ὡς Κρατερῷ δοκεῖ. | |
21t | Περὶ τῶν εἰς ετης. | |
22 | St. B. s.: Αὐλαί. τὰ ἀπὸ τῶν εἰς η δισυλλάβων θηλυκῶν ὀξυνο‐ μένων μὲν διὰ τοῦ ε ὡς τὸ φυλέτης, βαρυνομένων δὲ διὰ τοῦ η ὡς κωμήτης Σιδήτης. ἐπιστατέον τὸ Καρνίτης ἀπὸ τῆς Κάρνης. | |
25t | Περὶ τῶν εἰς ητης. | |
26 | Αἴγινα. ὁ πολίτης Αἰγινήτης. σπάνια δὲ τὰ εἰς της ἐθνικὰ τῷ η παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς βαρύτονα. ἔστι δὲ ταῦτα Αἰγινή‐ της «Μαλειήτης τρύπανον αἰπολικόν». Κεραμιήτης. τὸ δὲ πολιήτης πλεονασμὸν ἔχει τοῦ η ὡς τὸ μυθιήτης, ὅπερ οὐδ’ ἐθνικόν, καὶ τὸ | |
30 | Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης, τὸ δὲ Βαργυλιήτης καὶ Μασσαλιήτης τέτρα‐ πται. τὸ δὲ κωμήτης Σιδήτης λιμνήτης τρισύλλαβα. Δεκίητον πόλις Ἰταλίας. τὸ ἐθνικὸν Δεκιῆται, ὡς Ἀρτεμίδωρος ἐν αʹ γεωγραφουμένων. Διοσκούρων κώμη Λιβύης. ὁ κωμήτης Διοσκουροκωμήτης ὡς Με‐ | |
35 | γαλοκωμήτης, ἐκ δύο ἓν παραγωγόν. Μαλέα ἄκρα πρὸς τῇ Πελοποννήσῳ καὶ Μάλεια. Μαλειήτης ὡς Αἰγινήτης λέγεται καὶ Μαλεάτης. Νινόη ἡ ἐν Καρίᾳ Ἀφροδισιάς. τὸ ἐθνικὸν Νινοήτης ὡς τὸ πύλη πυλήτης, ὅθεν «Πυλάτιδες ἀγοραί» (Sophocl. Trach. 639) καὶ λίμνη | |
40 | λιμνήτης. | 864 |
3,2865 | Σίδη πόλις Παμφυλίας. ὁ πολίτης Σιδήτης. τὴν δευτέραν συλ‐ λαβὴν ἔχει διὰ τοῦ η διὰ τὸν βαρὺν τοῦ πρωτοτύπου τόνον. τὰ γὰρ εἰς η λήγοντα δισύλλαβα πρωτότυπα ὀξυνόμενα μὲν διὰ τοῦ ε τὸ παρα‐ γωγὸν ἐκφέρει, φυλή φυλέτης, βαρυνόμενα δὲ διὰ τοῦ η, κώμη κωμή‐ | |
5 | της, Πύλη Πυλήτης καὶ Πυλάτης. | |
6t | Περὶ τῶν εἰς ιτης. | |
7 | Ἄβαρνος: τὰ εἰς ις φιληδεῖ τῷ εἰς ιτης τύπῳ ὡς Μέμφις Μεμ‐ φίτης. τὸ δὲ Μακριεύς καὶ Χαλκιεύς καὶ Χαλκιδεύς ἀπὸ γενικῆς προῆλθον. | |
10 | Ἄβδηρα. ὁ πολίτης Ἀβδηρίτης. καὶ γὰρ τοῦ Δίολκος Διολκίτης καὶ τοῦ Ὀξύρυγχος Ὀξυρυγχίτης. Ἔφορος καὶ τὴν πόλιν Ἄβδηρόν φη‐ σιν. καὶ ἀπὸ τῶν εἰς α οὐδετέρων εὑρίσκεται ὡς Γάβαλα Γαβαλίτης. τοῦ Ἀβδηρίτης μέμνηται Εὔδοξος ἐν τετάρτῃ περιόδων καὶ Παυσανίας ἕκτῃ περιηγήσεως (c. 5, 4) καὶ Ἡρόδοτος ἑβδόμῃ (c. 120) καὶ πολλαχοῦ | |
15 | Ἑκαταῖός τε καὶ πολλοί. Ἄβοτις πόλις Αἰγυπτία. ὁ πολίτης κατὰ μὲν τὸ ἐπιχώριον Ἀβο‐ τίτης ὡς Ναύκρατις Ναυκρατίτης, κατὰ δὲ Ἑκαταῖον Ἀβοτιεύς ὡς Μάκρις Μάκριος Μακριεύς, Χάλκις Χάλκιος Χαλκιεύς, Ἄβοτις Ἀβότιος Ἀβοτιεύς. | |
20 | Ἀγκυρῶν πόλις Αἰγύπτου. τὸ ἐθνικὸν ἡ τέχνη ἐκ τοῦ Αἰγυπτίων ἔθους. ὡς γὰρ Κυνῶν πόλις Κυνοπολίτης, Λεόντων πόλις Λεοντοπο‐ λίτης, Λύκων πόλις Λυκοπολίτης, Λάτων πόλις Λατοπολίτης, οὕτως Ἀγκυρῶν πόλις Ἀγκυροπολίτης. Ἀδράνη πόλις Θρᾴκης. Πολύβιος δὲ Ἀδρήνη. τὸ ἐθνικὸν Ἀδρη‐ | |
25 | νίτης ὡς Συήνη Συηνίτης, Σελήνη Σεληνίτης. δύναται δὲ καὶ Ἀδρη‐ ναῖος ὡς Κυρηναῖος Πελληναῖος Μιτυληναῖος. δίδωσιν ἡ τέχνη καὶ τὸ Ἀδρηνεύς ὡς Πελληνεύς. Ἄζιλις πόλις Λιβύης. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁ πολίτης Ἀζιλίτης, ὅτι πρωτότυπον εἰς ις, τῷ Λιβυκῷ χαρακτῆρι καὶ Αἰγυ‐ | |
30 | πτίῳ, καὶ ὡς Κάνωβος Κανωβίτης. εἰ δὲ οὐδετέρως Ἄζιρον, τὸ ἐθνι‐ κὸν Ἀζιρεύς ὡς Σουνιεύς. Αἰγίμορος νῆσος Λιβύης. τὸ ἐθνικὸν Αἰγιμορίτης. δι’ ἔθους γὰρ Λίβυσιν ὁ χαρακτήρ. Ἀκμονία πόλις Φρυγίας. τὸ ἐθνικὸν Ἀκμονίτης λέγεται ἀπὸ τῆς | |
35 | Ἄκμονος γενικῆς. Ἀκμόνεια, ἀφ’ ἧς Ἀκμονειάτης. τοῦτο δέ μοι εἴρηται, ἐπειδὴ τὰ εἰς ευς ἀπὸ τῆς ου γενικῆς γίνεται, Ἀλεξάνδρου Ἀλεξανδρεύς, ἢ ἀπὸ ἰσοσυλλάβου γενικῆς Ἀπάμας Ἀπαμεύς, Ὑρίας Ὑριεύς. Ἄμβασον μητρόπολις τῶν Φρυγῶν. ὁ πολίτης Ἀμβασίτης, ὡς | |
40 | ὁ πολυίστωρ Ἀλέξανδρος. Ἀμφάξιον. δύο μέρη λόγου. τὸ ἐξ αὐτοῦ Ἀμφαξίτης Στρά‐ | |
βων ἑβδόμῃ (p. 330). | 865 | |
3,2866 | ἄντρον. τὸ τοπικὸν ἔδει ἀντρίτης ὡς λίκνον λικνίτης. εὕρηται δὲ ἀντραῖος, ὡς Εὐριπίδης ἐν Αἰγεῖ. Ἄργιλα πόλις Καρίας. τὸ ἐθνικὸν Ἀργιλίτης, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας βʹ. | |
5 | Ἀρσινόη. τὸ ἐθνικὸν Ἀρσινοΐτης καὶ Ἀρσινοεύς ἐπὶ τῆς Αἰτω‐ λικῆς, ὡς Πολύβιος ἐνάτῳ. ἀλλὰ καὶ τῆς ἐν Λιβύῃ Ἀρσινοεύς, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ. Ἀσκάλων πόλις Συρίας. τὸ ἐθνικὸν Ἀσκαλωνίτης καὶ Ἀσκα‐ λώνιος παρὰ τὸ Ἀσκαλώνιον, ὡς Ξάνθος ὁ Λυδός, καὶ Ἀσκαλωνίς | |
10 | θηλυκόν. παρὰ δ’ Εὐδόξῳ διὰ τῆς αι ἐν τῷ αʹ. καὶ κατὰ τὴν Ἀλε‐ ξανδρέων συνήθειαν Ἀσκαλωναῖα κεράμια. Ἄσκλος πόλις Ἰταλίας. ἔστι καὶ οὐδέτερον. τὸ ἐθνικὸν Ἀσκλί‐ της ὡς λίκνον λικνίτης καὶ ὁπλίτης. Ἀσπίς πόλις Λιβύης. τὸ ἐθνικὸν δύναται Ἀσπιδίτης τῷ ἔθει | |
15 | τῶν Αἰθιοπικῶν πόλεων καὶ Λιβυσσῶν. ἄστυ. ὁ πολίτης ἀστός καὶ ἀστή καὶ ἀστόν. ἀπὸ τοῦ ἀστός ὁ ἀστίτης. Σοφοκλῆς Ἀλεξάνδρῳ «οὐ γάρ τι θεσμὰ τοῖσιν ἀστίταις πρέ‐ πει». καὶ «βοτῆρα νικᾶν ἄνδρας ἀστίτας. τί γάρ;» ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ προαστίτης. οὐ γὰρ παρὰ τὸ προάστιον. ἦν γὰρ προα‐ | |
20 | στιεύς ὡς Δουλιχιεύς, ἢ προάστιος ὡς Βυζάντιος. οὕτω γὰρ καὶ τὸ θηλυκὸν εὑρίσκεται προαστία γῆ ἐν Φρίξῳ Σοφοκλέους «ὅρια κελεύθου τῆσδε γῆς προαστίας». Αὔγιλα οὐδετέρως πόλις Λιβύης. τὸ ἐθνικὸν Αὐγιλίτης διὰ τὸ ἐπιχώριον ὡς Γάβαλα Γαβαλίτης. | |
25 | Ἀφάκη πόλις Λιβύης. τὸ ἐθνικὸν Ἀφακίτης διὰ τὸ ἴδιον τῆς χώρας. Βέμβινα κώμη τῆς Νεμέας. ὁ πολίτης Βεμβινίτης ὡς Σταγειρίτης. παρὰ δὲ Ῥιανῷ Βεμβινάτης. ἔοικεν οὖν ὡς Αἰγινάτης καὶ Αἰγινήτης κατὰ τροπήν, ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ «δέρμα τε θήρειον Βεμ‐ βινήταο λέοντος». καὶ ἄλλως «καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος». | |
30 | Βιθυόπολις. τὸ ἐθνικὸν ὤφειλε Βιθυοπολίτης. εὗρον δὲ Βιθυ‐ νιαπολίτης παρὰ Ἀρριανῷ ἐν πέμπτῳ Βιθυνιακῶν. δεῖ δὲ τοῦ Βι‐ θυνόπολις Βιθυνοπολίτης. Βορυσθένης. ὁ πολίτης Βορυσθενίτης καὶ τὸ θηλυκὸν Βορυσθε‐ νῖτις, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλ’ ἀπὸ τοῦ ποταμοῦ. βούλεται δὲ τὴν | |
35 | ει δίφθογγον ἔχειν ἐν τῇ παραληγούσῃ. ἀπὸ γὰρ τῆς εἰς ος εὐθείας ἡ διὰ τοῦ ιτης παραγωγὴ πλεονάζει μιᾷ συλλαβῇ, ὡς τόπος τοπίτης, Κανωπίτης ὁ Ἄδωνις παρὰ Παρθενίῳ. τὸ δὲ Ἰήτης ἀπὸ τῆς Ἴου διὰ τὸ ι ἐξηνέχθη διὰ τοῦ η. καὶ ἀπὸ γενικῆς Ἀσκάλωνος Ἀσκαλωνίτης, Ἕλεος Ἑλεΐτης καὶ Ἑλείτης ὁ τὸ Ἕλος οἰκῶν, Ὠρεός Ὠρεΐτης καὶ | |
40 | Ὠρείτης. ἔδει οὖν καὶ Βορυσθενείτης διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον τῷ τεμενίτης οὐδὲ τῷ ἑρκίτης. οὐ γὰρ ἀπὸ τῆς γενικῆς ἀλλ’ ἀπὸ τῆς εἰς ος εὐθείας ταῦτα καὶ εἰκότως ἔχει τὸ ι· τὸ δὲ Βορυσθένης οὐκ εἰς | |
ος λήγει. τί οὖν ἐροῦμεν; ὅτι ἠκολούθησε τῷ πλείονι χαρακτῆρι διὰ | 866 | |
3,2867 | τοῦ ι. τὰ γὰρ διὰ διφθόγγου ὀλίγα, Ζελείτης, Σαμαρείτης, Δικαιαρ‐ χείτης, Μαρωνείτης. Βούβαστος πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Βουβαστίτης. λέγεται καὶ Βουβάστιος παρὰ Θεοπόμπῳ. | |
5 | Βυζακίς χώρα περὶ τὰς Σύρτεις. τὸ ἐθνικὸν τῷ τύπῳ Βυζακίτης ἂν εἴη, νῦν δὲ Βυζακηνοί λέγονται τῷ δυτικῷ χαρακτῆρι καὶ ἱμάτια δ’ ἐκεῖθεν Βυζακηνά. Γάβαλα πόλις Φοινίκης. ὁ οἰκήτωρ Γαβαλίτης, ἀλλὰ καὶ Γαβα‐ λεύς ὡς Μεγαρεύς. | |
10 | Γάβιοι πόλις Λατίνων. τὸ ἐθνικὸν Γαβῖται. δυνατὸν καὶ Γα‐ βίους, ὡς Διονύσιος ἐν τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας ἀμφότερα καὶ τὴν πόλιν καὶ τοὺς οἰκήτορος καλεῖ. Διὸς ἱερόν πολίχνιον Ἰωνίας. τὸ ἐθνικὸν Διοσιερίτης ὡς Φλέ‐ γων ἐν πρώτῃ Ὀλυμπιάδων. | |
15 | Ἔλβονθις πόλις μεταξὺ Αἰγύπτου καὶ Κυρήνης. τὸ ἐθνικὸν Ἐλ‐ βονθίτης ὡς Φλέγων. Ἑλληνικόν καὶ Καρικόν τόποι ἐν Μεμφίδι, ἀφ’ ὧν Ἑλληνομεμ‐ φῖται καὶ Καρομεμφῖται, ὡς Ἀρισταγόρας. Ἔλωρος πόλις Σικελίας. ὁ πολίτης Ἐλωρίτης. Θουκυδίδης δὲ | |
20 | ἐν ἑβδόμῃ (c. 80) καὶ Ἐλωρίνην ὁδόν φησιν. Ἑσπερίς πόλις Λιβύης. ὁ πολίτης Ἑσπερίτης. Καλλίμαχος ἐν τοῖς ἐπιγράμμασιν. Εὔτρησις κώμη Βοιωτίας. ὁ κωμήτης Εὐτρησίτης. τὸ γὰρ Εὐτρή‐ σιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. | |
25 | Ἠλεκτρίδες νῆσοι. τὸ ἐθνικὸν Ἠλεκτρίτης πρὸς τὸν τόπον τῶν εἰς ις, Ἠλεκτρῖνοι δὲ διὰ τὸ ἐπιχώριον. Θίς πόλις Αἰγυπτία. ὁ πολίτης Θινίτης. Ἀλέξανδρος Αἰγυπτιακῶν πρώτῳ. Ἰαγξούατις πόλις Λιβύων. ὁ πολίτης Ἰαγξουατίτης. Αἰγυπτίων | |
30 | γὰρ καὶ Αἰθιόπων ὁ χαρακτήρ. Ἴδυρος πόλις Παμφυλίας, ἣ καὶ Ἰδυρίς. τὸ ἐθνικὸν Ἰδυρίτης τῷ τύπῳ τῶν εἰς ις. Ἰώνη ἡ Ἀντιόχεια ἡ παρὰ Δάφνην. τὸ ἐθνικὸν Ἰωνίτης ἢ Ἰω‐ ναῖος ὡς Κλεωναῖος «Κλεωναίοιο χάρωνος». | |
35 | Καλὴ ἀκτή πόλις Σικελῶν. ἔστι δὲ ὡς Μεγάλη κώμη. ἐκ τῶν δύο δὲ ἡ παραγωγή, Μεγαλοκωμήτης, Καλακτίτης ἢ Καλοακτίτης διὰ τοῦ ι, ἐπεὶ καὶ παρὰ τὸ Ἀκτή Ἀκτίτης, ἢ Καλοακταῖος ἢ Καλοά‐ κτιος ὡς Πανάκτιος καὶ ἐπάκτιος. Κάμαρα πόλις Κρήτης. ὁ πολίτης Καμαρίτης ὡς Ξενίων ἐν Κρη‐ | |
40 | τικοῖς φησιν. | 867 |
3,2868 | Κάρνη πόλις Φοινίκης. ὁ πολίτης Καρνίτης. Λυκόφρων (1291) «ὄλοιντο ναῦται πρῶτα Καρνῖται κύνες». Ἀρτεμίδωρος δ’ ἐν τῷ δε‐ κάτῳ βιβλίῳ φησίν «ἔστι Κάρνος καὶ συνεχῶς Πάλτος, εἶτα Γάβαλα πόλις». καὶ ἀναλογεῖ τὸ Καρνίτης. | |
5 | Καρὸς κῆποι χωρίον Θρᾴκης. τὸ ἐθνικὸν Καροκηπίτης ὡς Θεό‐ πομπος. Κατακεκαυμένη χώρα τῆς Ἐφεσίας. τὸ ἐθνικὸν Κατακεκαυμενί‐ της «ἄδενδρος ἅπασα πλὴν τῆς ἀμπέλου τῆς τὸν Κατακεκαυμενίτην φερούσης οἶνον. εἰκάζουσι δέ τινες ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων | |
10 | συμβῆναι» (Strab. p. 628). Κορησσός πόλις τῆς Ἐφεσίας. τὸ ἐθνικὸν Κορησσίτης. καὶ ἴσως ἀπὸ τοῦ Κόρησσις. λέγεται καὶ Κορησσεύς. Κύρου πόλις ἣ καὶ Κυρέσχατα καλεῖται. ὁ πολίτης καθ’ ἡμᾶς Κυροπολίτης, κατὰ δὲ Πέρσας Κυρεσχατηνοί ὡς Ἀραξηνοί καὶ | |
15 | Καμβυσηνοί. Κῶπαι πόλις Βοιωτική. ὁ πολίτης Κωπαΐτης, ὡς Ἐπαφρόδιτος· ἔστι δὲ ἀπὸ τοῦ Κωπαῖος ὡς Ἀθηναῖος Ἀθηναΐτης· καὶ Κωπαιεύς. Λάεια πόλις Καρίας. ὁ πολίτης Λαΐτης ὡς Παυσανίας φησὶ πέμ‐ πτῳ (24, 6). | |
20 | Λίηβρις πόλις Φοινίκων. τὸ ἐθνικὸν Λιηβρίτης ὡς Συβαρίτης. Ἑκαταῖος περιηγήσει Αἰγύπτου. Μαριαμμία πόλις Φοινίκης. οἱ πολῖται Μαριαμμῖται, ὡς Παυ‐ σανίας ἐν κτίσει αὐτῆς. Μαχαιροῦς φρούριον τῆς Ἰουδαίας. τὸ ἐθνικὸν ὤφειλεν ὡς Ἱερι‐ | |
25 | χούντιος. Ἰώσηπος δὲ Μαχαιρίτας αὐτούς φησι (B. I. II 36). Μέσσωγις ὄρος Λυδίας. τὸ τοπικὸν Μεσσωγίτης. Στράβων τεσ‐ σαρεσκαιδεκάτῃ (p. 648) «ὅθεν ἄριστος Μεσσωγίτης οἶνος ὁ Ἀρομεύς». Μιλητούπολις πόλις περὶ τὸν Ῥύνδακα. ὁ πολίτης Μιλητοπο‐ λίτης. Στράβων δωδεκάτῃ (p. 575). | |
30 | Μυλαί πόλις Σικελίας· ὁ πολίτης Μιλαΐτης ὡς τῶν Θηβῶν Θη‐ βαΐτης, Ἀθῆναι Ἀθηναΐτης. εἰσὶ γὰρ οἳ οὕτω λέγονται. Νάρβων πόλις Κελτική. τὸ ἐθνικὸν Ναρβωνίτης ὡς Ἀσκαλωνί‐ της. Ἑκαταῖος καὶ Ναρβαίους αὐτούς φησι. Νέον τεῖχος πόλις τῆς Αἰολίδος ὡς Χωλὸν τεῖχος. τὸ ἐθνικὸν | |
35 | Νεοτειχίτης ὡς Χωλοτειχίτης. Νικόπολις πόλις Ἠπείρου. ὁ πολίτης Νικοπολίτης, ὡς Παυσα‐ νίας δεκάτῳ (c. 8, 3). Σεθρόη πόλις Αἰγύπτου. ὁ πολίτης Σεθροΐτης ὡς Ἀρσινοΐτης. Ἀλέξανδρος τρίτῳ Αἰγυπτιακῶν. | |
40 | Σελευκόβηλος πόλις Συρίας. τὸ ἐθνικὸν Σελευκοβηλίτης καὶ | 868 |
3,2869 | Σελευκοβηλαῖος. λέγεται καὶ Σελευκεὺς πρὸς τῷ Βήλῳ. οὕτω γὰρ Παυσανίας ἐν τῷ περὶ Ἀντιοχείας φησί. σπήλαιον τὸ ἄντρον. οἱ οἰκοῦντες σπηλαῗται. εἰσὶν οὖν «ἀγάλματα Ἡρακλέους Ἑρμοῦ καὶ Ἀπόλλωνος σπηλαῗται καλούμενοι» (Pausan. | |
5 | X 32, 5). Τομεύς πόλις πρὸς τῇ Ὀδησσῷ. ὁ πολίτης Τομίτης. ὤφειλε δὲ ὡς Ἀταρνείτης διὰ διφθόγγου γράφεσθαι. Φᾶρις πόλις τῆς Λακωνικῆς. οἱ πολῖται Φαρῖται ὡς Παυσανίας (III 2, 6) καὶ Φαριάτης ὡς Σπαρτιάτης. | |
10 | Φασαηλίς πόλις τῆς Ἰουδαίας. τὸ ἐθνικὸν Φασαηλίτης ὡς Ἰώση‐ πος ἐν αʹ τοῦ πρὸς Ῥωμαίους πολέμου (c. 16). Φελλός καὶ Ἀντίφελλος πόλεις Λυκίας. ὁ πολίτης Φελλίτης καὶ Ἀντιφελλίτης, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Λυκίας καὶ Πολύχαρμος. Χυτρόπολις Θρᾴκης χωρίον. τὸ ἐθνικὸν Χυτροπολίτης. Θεόπομ‐ | |
15 | πος Φιλιππικῶν εἰκοστῷ δευτέρῳ «εἰσδεξαμένων δὲ τῶν Χυτροπολιτῶν αὐτόν». χώρα. ἀπὸ τοῦ χῶρος χωρίτης ὡς τοῦ μέσος μεσίτης τόπος τοπί‐ της ἢ ἀπὸ τοῦ χώρα χωρίτης ὡς ἀπὸ τοῦ ἕδρα ἑδρίτης ἑσπέρα ἑσπε‐ ρίτης. Σοφοκλῆς Αἰγεῖ «κλύω μὲν οὐκ ἔγωγε, χωρίτην δ’ ὁρῶ». καὶ | |
20 | ἐν Ἡρακλεῖ «τρέφουσι κρήνης φύλακα, χωρίτην ὄφιν». καὶ Αἰσχύλος ἐν Λέοντι σατυρικῷ «ὁδοιπόρων δήλημα, χωρίτης δράκων». καὶ Ἀπολ‐ λώνιος ἐν τῷ Κανώβῳ τέρψει δὲ νηῶν ὁ γλυκύς σε χωρίτης πλόος κομίζων δῶρα πλουσίου Νείλου. | |
25 | καὶ χώριος μὲν οὐ λέγεται, ἀλλὰ τὸ σύνθετον τὸ ἐγχώριος καὶ ἐπι‐ χώριος σύνηθες ἐκ τοῦ ἐν χώρᾳ καὶ ἐπὶ χώρας, ὡς τοῦ ἐν τόπῳ ἐν‐ τόπιος καὶ τοῦ ἐκ τόπου ἐκτόπιος. τὸ ἐγχώριος καὶ παρὰ Σοφοκλεῖ κεῖται. τὸ δὲ ἐπιχώριος καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆς (c. 1) φησι Πλάτων. | |
30 | Ψίλιον ποταμὸς μεταξὺ Θυνίας καὶ Βιθυνίας. καὶ ἄλλος Ψίλις πο‐ ταμὸς τῆς Βιθυνίας. τὸ τοπικὸν Ψιλίτης. ἐν δὲ τῇ συνηθείᾳ ἐπε‐ κράτησεν ἀμφοτέρων τῶν ποταμῶν τοὺς οἰκήτορας Ψιλιανοὺς καλεῖν. | |
33t | Περὶ τῶν εἰς ειτης. | |
34 | Ἁγνώνεια πόλις Θρᾴκης. τὸ ἐθνικὸν Ἁγνωνείτης ὡς Μαρω‐ | |
35 | νείτης τοῦ Μαρώνεια καὶ Καυκωνείτης τοῦ Καυκώνεια κατ’ ἔλλειψιν τοῦ α. Αἰθάλη νῆσος. λέγεται καὶ Αἰθάλεια. τὸ ἐθνικὸν ἐκ τοῦ Αἰθάλεια Αἰθαλείτης ὡς Ζελείτης, ἐκ δὲ τοῦ Αἰθάλη Αἰθαλίτης ὡς Σινωπίτης Ἰοπίτης. δύναται τὸ Αἰθαλίτης ἀντὶ τοῦ Χῖος. οὕτω γὰρ ἡ Χίος ἐλέ‐ γετο. καὶ οἱ πολῖται Αἰθαλεῖς. | |
40 | ἀκρώρεια ἄκρον ὄρους, ἐν ᾧ οἱ οἰκοῦντες ἀκρωρεῖται. οὕτω δὲ | 869 |
3,2870 | παρὰ Σικυωνίοις ἐτιμᾶτο ὁ Διόνυσος «ἐκαλεῖτο δὲ παρὰ μὲν Σικυωνίοις Ἀκρωρείτης, παρὰ δὲ Μεταποντίνοις Ἐρίφιος», Ἀπολλόδωρός φησιν. Καυκώνεια. τὸ ἐθνικὸν Καυκωνείτης ὡς Ζελείτης. ὤφειλε δὲ Καυκώνιος ἀπὸ τῆς Καύκωνος γενικῆς ὡς Ἀντρώνιος. | |
5 | Ὠρεός πόλις Εὐβοίας. τούτου τὸ ἐθνικὸν διὰ τῆς ει γράφεται Ὠρείτης ὡς Ζελείτης Σαμαρείτης Μαρωνείτης. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϛʹ «Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέ‐ κτειναν καὶ Ὠρείτας ἠλευθέρωσαν». Ἀπολλόδωρος δὲ τετρασυλλάβως | |
10 | φησίν, οὐ διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ε καὶ διὰ τοῦ ι Ὠρεΐ‐ τας «οὕτω δὲ τὴν τῶν Ὠρεϊτῶν νυκτὸς αἱροῦσιν πόλιν». καὶ δοκεῖ ἀναλογώτερον εἶναι. τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιτης παραγόμενα μιᾷ συλλαβῇ πλεονάζει τῆς τοῦ πρωτοτύπου γενικῆς, Στάγειρος Στα‐ γείρου Σταγειρίτης, Ἄβδηρος Ἀβδήρου Ἀβδηρίτης, Πεντάσχοινος Πεν‐ | |
15 | τασχοίνου Πεντασχοινίτης, Δίολκος Διόλκου Διολκίτης· οὕτως Ὠρεός Ὠρεοῦ Ὠρεΐτης καὶ κατὰ σύνοδον τοῦ ε καὶ τοῦ ι Ὠρείτης. οὐχ ὅμοιον δὲ τούτῳ τὸ Ζελείτης καὶ Σαμαρείτης· ταῦτα γὰρ ἀπὸ τῶν εἰς α καθα‐ ρὸν ληγόντων παρῆκται. | |
19t | Περὶ τῶν εἰς οιτης. | |
20 | Κύβος ἢ Κυβώ πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων. ὁ πολίτης Κυ‐ βοίτης ὡς Σαβοίτης τῆς Σαβοῦς. ἢ Κυβίτης ὡς τῆς Βούτου Βουτίτης. | |
22t | Περὶ τῶν εἰς ουτης | |
23 | Μαντύη καὶ Μάντυα πόλις Ῥωμαίων. γράφεται καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. Μαντούτης. ἔστι δὲ κατὰ συγκοπὴν ὡς Ζελείτης. | |
25t | Περὶ τῶν εἰς υτης. | |
26 | Αἶγυς πόλις Λακωνικῆς. οἱ πολῖται Αἰγῦται, ὡς Παυσανίας (III 2, 5). Λυκόφρων δὲ τὸ ἐθνικὸν Αἴγυος τὸ θηλυκὸν λέγων οὕτως (v. 903) «καὶ πάντα τλήσεσθ’ οὕνεκ’ Αἰγύας κυνός, τῆς θηλύπαιδος καὶ τριάνο‐ ρος κόρης». Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησιν. | |
30 | Κῶβρυς πόλις Θρᾴκης. τὸ ἐθνικὸν Κωβρύτης ὡς Αἶγυς Αἰγύτης. Μῶλυς, Λίβυσσα πόλις. τὸ ἐθνικὸν Μωλύτης τῷ τύπῳ τῶν Λι‐ βυσσῶν πόλεων καὶ Μωλυάτης. | |
33t | Περὶ τῶν εἰς ωτης. | |
34 | Ἀργέου νῆσος, νῆσος Αἰγύπτου. οἱ οἰκήτορες Ἀργεῶται ὡς τῆς | |
35 | Νικίου Νικιῶται καὶ τῆς Χαιρέου Χαιρεῶται. καὶ αὗται γὰρ Αἰγύπτου πόλεις. Αὐλαί ἐπίνειον Κιλίκων. οἱ οἰκοῦντες Αὐλεῶται πρὸς τῶν ἐπι‐ | |
χωρίων ὀνομάζονται. τῶν δὲ εἰς αι οὐκ ἔστιν ὁ διὰ τοῦ ωτης τύπος, | 870 | |
3,2871 | ἀλλ’ ἔοικεν ὡς ἀπὸ τοῦ Ῥάφεια Ῥαφειώτης Ῥαφεῶται. εἰ δὲ ἑνικῶς ἐλέγετο, ὤφειλεν Αὐλέτης ἢ Αὐλίτης. τὰ γὰρ κτλ. Ζεφύριον. τὸ ἐθνικὸν Ζεφυριώτης. τὸ οὖν Ζεφυρίτης ἀπὸ τοῦ Ζεφυριώτης συγκοπῇ τοῦ ω ὡς τὸ Θρονίτης. | |
5 | Καρπασία πόλις Κύπρου. λέγεται καὶ Καρπάσεια. ὁ πολίτης Καρ‐ πασεώτης ὡς Μαρεώτης. Θεόπομπος ἐν δεκάτῳ Καρπασεῖς αὐτούς φησιν, ἴσως ἀπὸ τοῦ Κάρπασος ὡς Ἀντίοχος Ἀντιοχεύς, ἀφ’ οὗ Καρ‐ πάσεια. Κασταλία πόλις Κιλικίας. τὸ ἐθνικὸν Κασταλιώτης. ὁ τύπος τοῖς | |
10 | Κίλιξι συνήθης. πατρίς. τὸ ἐθνικὸν ὤφειλε πατρίτης. ἄμεινον δὲ πατριώτης. Ῥαφάνεια πολίχνιον Συρίας. ὁ πολίτης Ῥαφανεώτης. τῶν δὲ εἰς ωτης ἐθνικῶν τὰ πολλὰ τὸ ι πρὸ τοῦ ω ἔχει, Πηλιώτης, Φθιώτης. σπάνια δὲ τὸ ε καὶ σχεδὸν ἀπὸ τῆς ει συσταλέντα, Ἡρακλεώτης. οὕτω | |
15 | καὶ Ῥαφανεώτης. | |
16t | Περὶ τῶν εἰς αιος. | |
17 | Ἀγάθυρνα πόλις Σικελίας. τὸ ἐθνικὸν Ἀγαθυρναῖος. οὐ γὰρ ἀήθης ὁ τύπος τοῖς τὴν Σικελίαν οἰκοῦσιν· Ἱμεραῖος γὰρ καὶ Ἐνναῖος καὶ Καταναῖός φασιν. | |
20 | Ἄγυλλα πόλις Τυρρηνίας. ὁ πολίτης Ἀγυλλαῖος. Ῥιανὸς δὲ Ἀγύλλιον εἶπε χαλκόν. Ἀθῆναι. ὁ πολίτης Ἀθηναῖος. ἐλέγοντο δὲ καὶ πατρωνυμικῷ τύπῳ, ὡς Ἅβρων ἐν τῷ περὶ παρωνύμων, ὅτι εἰσὶ διτταὶ προσηγορίαι παρὰ ποιηταῖς, ἀπό τε τῆς πατρίδος καὶ τοῦ συνοικιστοῦ. Ἁλικαρνασ‐ | |
25 | σεῖς γὰρ Ἀνθεάδαι καὶ Φαλαντιάδαι οἱ Ταραντῖνοι ἐλέγοντο ἀπὸ τῶν διασημοτάτων παρ’ αὐτοῖς, Ἀθηναῖοι δὲ Κοδρίδαι καὶ Κεκροπίδαι Θησεῖ‐ δαι Ἐρεχθεῖδαι. καὶ ταύτας γε κλήσεις τῶν ἀπὸ τῆς πατρίδος ἐντιμο‐ τέρας ἐνόμιζον. Ἀθύρας ἐπίνειον καὶ ποταμὸς περὶ τὸ Βυζάντιον. τὸ ἐθνικὸν διὰ | |
30 | τῆς αι διφθόγγου Ἀθυραῖος ὡς Ῥήβας Ῥηβαῖος. Αἴβουρα πόλις Ἰβηρίας. ὁ πολίτης Αἰβουραῖος ὡς ἀρουραῖος, Κόλουρα Κολουραῖος, Ἄργουρα Ἀργουραῖος, Ἴουρα Ἰουραῖος, καὶ σχε‐ δὸν πάντα τὰ εἰς ρα. δύναται καὶ Αἰβουράτης ὡς Αἴγειρα Αἰγειρά‐ της, Κίβυρα Κιβυράτης. | |
35 | Ἀκάνναι ἐμπόριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. τὸ ἐθνικὸν Ἀκαν‐ ναῖος ὡς Σαβαῖος καὶ Γερραῖος καὶ Ἐρυθραῖος παρ’ αὐτοῖς. Ἀκραιφία πόλις Βοιωτίας. τὸ ἐθνικὸν Ἀκραιφιαῖος καὶ Ἀκραί‐ φιος (οὕτω γὰρ Ἀπόλλων τιμᾶται) καὶ Ἀκραιφιεύς καὶ Ἀκραιφιάς ὡς Σουνιεύς Σουνιάς καὶ Ἀκραιφίς λίμνη. Ἔφορος δὲ Ἀκραιφνίους | |
40 | καὶ Ἀκραιφνιώτας. Θεόπομπος δὲ τὰ Ἀκραίφνια φησὶ καὶ τὸ ἐθνι‐ | |
κὸν Ἀκραιφνιεύς. | 871 | |
3,2872 | Ἀκτή ἡ Ἀττική. τὸ ἐθνικὸν Ἀκταῖος καὶ Ἀκταία καὶ Ἀκταιίς καὶ Ἀτθίς καὶ Ἀκτίτης, ἐξ οὗ τὸ Ἀκτίτου πέτρα ἐν τῇ τραγῳδίᾳ ἀντὶ τοῦ Ἀττικοῦ, ὡς αὐλή αὐλίτης. ἔστι καὶ «Ἄκτιος Αἰγεύς», ὡς Εὐφο‐ ρίων Διονύσῳ. ἔστι καὶ Ἀκτιάς καὶ τὸ Ἄκτιον, ἀφ’ οὗ τὸ Ἀκτιώ‐ | |
5 | της, ὡς Πηλιώτης Ζεφυριώτης. ἄμεινον δὲ τοῦτο εἶναι ἀπὸ τοῦ Ἀκτία τοῦ δηλοῦντος τήν τε χώραν καὶ τὴν γυναῖκα, ὡς Πελασγία Πελασγιώτης. ἔστι καὶ Ἀττικός καὶ Ἀττική κατὰ τροπὴν διὰ τὴν εὐφωνίαν. Ἀλθαία πόλις Ὀλκάδων. τὸ ἐθνικὸν Ἀλθαῖος ὡς Αἰαῖος ἢ Ἀλ‐ | |
10 | θαιάτης ἢ Ἀλθαιανός. εὕρομεν δὲ ἐν ταῖς συγγραφαῖς Δημητρίου Ἀλθαιέα. Ἀμύκλαι πόλις Λακωνική. τὸ ἐθνικὸν τοῦ Ἀμύκλαι Ἀμυκλαῖος καὶ Ἀμυκλαιεύς ἐξ αὐτοῦ ὡς Κρηταῖος Κρηταιεύς. λέγεται καὶ Ἀμυ‐ κλαΐτης ὡς Θηβαΐτης. | |
15 | Ἀναία πόλις Καρίας. τὸ ἐθνικὸν Ἀναῖος. Θουκυδίδης ἐν τρίτῃ (c. 19) Ἀναΐτας φησὶ τοὺς πολίτας. Ἄναυα πόλις Φρυγίας. τὸ ἐθνικὸν Ἀναυαῖος ἢ Ἀναυεύς, ἐπειδὴ χαίρουσι τοῖς εἰς ευς Φρύγες. Ἀνητοῦσσα πόλις Λιβύης. ὁ πολίτης Ἀνητουσσαῖος ὡς Σκοτουσ‐ | |
20 | σαῖος, ὡς ὁ πολυίστωρ φησίν. Ἄνθυλλα πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Ἀνθυλλαῖος ὡς Ἄβολλα Ἀβολλαῖος. καὶ Ἀνθυλλίτης διὰ τὸν τύπον. Ἀργάντη πόλις Ἰνδίας. τὸ ἐθνικὸν ἔδει Ἀργανταῖος, ἀλλὰ ὁ τύπος τῶν Ἰνδῶν ἢ Ἀργαντηνός ἢ Ἀργαντίτης. | |
25 | Ἄρρα πόλις Ἰλλυρική. τὸ ἐθνικὸν Ἀρραῖος. καὶ γὰρ ὁ τύπος συνήθης, ὡς Πελλαῖος καὶ Βεροιαῖος. Ἀρταία Περσικὴ χώρα. οἱ οἰκοῦντες Ἀρταῖοι. ἀρταίους δὲ Πέρ‐ σαι, ὥσπερ οἱ Ἕλληνες τοὺς παλαιοὺς ἀνθρώπους, ἥρωας καλοῦσι. τάχα δὲ καὶ ἐντεῦθέν μοι δοκεῖ Ἀρταξέρξαι καὶ Ἀρτάβαζοι, ὥσπερ ἐν | |
30 | Αἰγυπτίοις καὶ Νειλάμμωνες καὶ Παναπόλλωνες. Ἡρόδοτος Ἀρτεάτας αὐτοὺς καλεῖ διὰ τοῦ ε ψιλοῦ. Ἀσίνη. τὸ ἐθνικὸν Ἀσιναῖος καὶ Ἀσινεύς, καθὼς Εὔδοξος ἐν ἕκτῃ γῆς περιόδου. Βάρκη πόλις Λιβύης. τὸ ἐθνικὸν Βαρκαῖος καὶ Βαρκαῖον τὸν | |
35 | Λίβυν φασί. «Βαρκαῖον αἶπος»· οἳ τὰς ἱπποτροφίας παρὰ Ποσειδῶνος, ἡνιοχεῖν δὲ παρὰ Ἀθηνᾶς ἔμαθον. Βάτναι πόλις τῆς Ὀσροηνῆς. τὸ ἐθνικὸν Βατναῖος καὶ διὰ τὸν χαρακτῆρα Βατνηνός ὡς Ἐδεσσαῖος Ἐδεσσηνός καὶ Καρραῖος Καρρηνός. Βέννα μία φυλὴ τῶν ἐν Ἐφέσῳ πέντε, ἧς οἱ φυλέται Βενναῖοι, | |
40 | ὡς Ἔφορος. | 872 |
3,2873 | Βοῦρα πόλις Ἀχαΐας. τὸ ἐθνικὸν Βουραῖος. Λυκόφρων (v. 591) «Δύμη τε Βουραίοισιν ἡγεμὼν στόλου». Γάζα. ὁ πολίτης Γαζαῖος. λέγονται καὶ Γαζηνοί παραλόγως ὡς Παυσανίας. λέγονται καὶ Γαζῖται παρὰ τοῖς ἐγχωρίοις. καὶ οἱ | |
5 | κέραμοι λέγονται Γαζῖται. καί ἐστιν ὅμοιον τῷ Αἰγινῆται καὶ Αἰγιναῖοι κατὰ τὴν διαφοράν, ἐναντίον δὲ τὸ τῶν τύπων· οἱ μὲν γὰρ πολῖται Αἰγινῆται καὶ Γαζαῖοι, οἱ δὲ κέραμοι Γαζῖται καὶ Αἰγιναῖοι. εἰσὶ καὶ διὰ τοῦ η ἔθνος Γαλατῶν χρυσοφοροῦν, ὡς Εὐφορίων. λέγονται καὶ διὰ τοῦ α Γαζᾶται, ὡς πολυίστωρ. | |
10 | Γαλάδραι πόλις Μακεδονίας. ὁ πολίτης Γαλαδραῖος. Λυκόφρων «καὶ Γαλαδραῖον πέδον» (v. 1342). Γενέση πόλις Λακωνικῆς. τὸ ἐθνικὸν Γενεσαῖος ὡς Τεμεσαῖος. ἄμεινον δὲ διὰ τὴν χώραν Γενεσάτης. Δεξαμεναί μέρος τῆς Ἀμβρακίας. τὸ ἐθνικὸν Δεξαμεναῖος, ὡς | |
15 | Ἀριστοτέλης φησὶν ἐν τῇ Ἀμβρακιωτῶν πολιτείᾳ. Δίνδυμα ὄρη τῆς Τρωάδος. τὸ ἐθνικὸν Δινδυμαῖος καὶ Δινδυ‐ μναῖος. εἴη δ’ ἂν καὶ Δινδυμηνός, ὅτι καὶ τὴν θεὸν Δινδυμήνην λέγουσι. Δολίχη νῆσος πρὸς τῇ Λυκίᾳ καὶ πόλις τῆς Κομμαγηνῆς. τὸ ἐθνι‐ | |
20 | κὸν Δολιχαῖος Ζεύς. οἱ δ’ ἐπιχώριοι Δολιχηνοί λέγουσι· τῆς δὲ Λυκιακῆς Δολίχης Δολιχεύς. ὁ γὰρ τύπος συνήθης τοῖς Λυκίοις, τῆς δὲ Δολιχίστης Δολιχιστεύς. Δύμη πόλις Ἀχαΐας. ὁ πολίτης Δυμαῖος. Ἔφορος κδʹ «παρα‐ γινομένης δὲ τῆς στρατιᾶς εἰς τὴν Δύμην, πρῶτον μὲν οἱ Δυμαῖοι | |
25 | καταπλαγέντες». καὶ Παυσανίας ζʹ (17, 6) «Οἰβώτᾳ ἀνδρὶ Δυμαίῳ σταδίου μὲν ἀνελομένῳ νίκην» καὶ πάλιν (17, 9) «Δυμαίοις μέν ἐστιν Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα». καὶ ἐν τῷ ηʹ (1, 2) «τὰ δὲ πρὸς Ἀχαΐαν Δυμαίων εἰσὶν ὅμοροι». καὶ Ἀπολλόδωρος ἢ ὁ τὰ τούτου ἐπιτεμνό‐ μενος «τὴν δὲ χώραν ἔχουσι Δυμαῖοι». καὶ Φίλιστος Σικελικῶν αʹ «ἐπὶ | |
30 | τῆς ὀλυμπιάδος ἣν Οἰβώτας ὁ Δυμαῖος ἐνίκα στάδιον». καὶ Ἀπολλό‐ δωρος ἐν χρονικῶν αʹ «πόλεμος ἐνέστη τοῖς τε Δυμαίοις ὅθεν ...» καὶ Θεόπομπος μʹ «προστάται δὲ τῆς πόλεως ἦσαν τῶν μὲν Συρακοσίων Ἄθηνις καὶ Ἡρακλείδης, τῶν δὲ μισθοφόρων Ἀρχέλαος ὁ Δυμαῖος». τὸ θηλυκὸν Δυμαία. Εὐφορίων «ἥ τις ἔχεις κληῖδας ἐπιζεφύροιο Δυ‐ | |
35 | μαίης» διὰ τὸ πρὸς δύσιν ἐπιζέφυρον κεῖσθαι λέγων. λέγεται καὶ Δύ‐ μιος ὡς Βοίβη Βοίβιος. Ἀντίμαχος ἐν εʹ Θηβαΐδος ἐν δέ νυ τοῖσι μάλα πρόφρων ἐπίκουρος ἀμορβέων ὡμίλης’, εἵως διεπέρσατε Δύμιον ἄστυ. Δωδώνη. τῆς Δωδώνης τὸ ἐθνικὸν Δωδωναῖος. Ἑκαταῖος Εὐ‐ | |
40 | ρώπῃ «Μολοσσῶν πρὸς μεσημβρίης οἰκέουσι Δωδωναῖοι». καὶ Ὅμηρος | |
«Ζεῦ ἄνα Δωδωναῖε» (Π 233) καὶ Κρατῖνος Ἀρχιλόχοις (Com. ed. Mein. | 873 | |
3,2874 | II 20) «Δωδωναίῳ κυνὶ βωλοκόπῳ, τίτθη, γεράνῳ προσέοικας». Ἀπολ‐ λόδωρος δὲ ἐν αʹ περὶ θεῶν τὸν Δωδωναῖον οὗτος ἐτυμολογεῖ «καθά‐ περ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσιν ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν». | |
5 | Ἑλένη νῆσος τῆς Ἀττικῆς. τὸ ἐθνικὸν Ἑλεναῖος ὡς Κασμεναῖος ἢ Ἑλενίτης ἢ Ἑλένειος. Ἐπιπολαί χωρίον προσεχὲς Συρακούσαις. τὸ ἐθνικὸν Ἐπιπολαῖος τῷ κοινῷ τύπῳ. Ἐρυσίχη πόλις Ἀκαρνανίας. τὸ ἐθνικὸν Ἐρυσιχαῖος, περὶ οὗ | |
10 | Ἡρωδιανός φησιν ὅτι σεσημαίωται τὸ Ἐρυσίχαιος προπαροξυνόμενον ἐν τοῖς ἐθνικοῖς. μήποτε οὖν τὸ χαῖον ἐγκεῖσθαι, ὅ ἐστιν ἡ βουκολικὴ ῥάβδος καὶ τὸν ἐρύσω μέλλοντα. διχῶς οὖν ἔσται, ὥς ἐστι δῆλον παρ’ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενείων ᾀσμάτων· φησὶ γάρ οὐκ ἦς ἀνὴρ ἄγροικος οὐδέ | |
15 | σκαιὸς οὐδὲ παρὰ συφοῖσιν, οὐδὲ Θεσσαλὸς γένος, οὐδ’ Ἐρυσιχαῖος οὐδὲ ποιμήν. εἰ γὰρ τῷ «Θεσσαλὸς γένος» συναπτέον, ἐθνικόν ἐστι καὶ προπερισπάσθω. Εὐθηναί πόλις Καρίας. τὸ ἐθνικὸν καθ’ ἡμᾶς Εὐθηναῖος, κατ’ ἐκείνους δὲ Εὐθηνεύς. Πολέμων δὲ καὶ Εὐθηνίτας φησίν. | |
20 | Ἐχῖναι νῆσοι περὶ τὴν Αἰτωλίαν. λέγονται καὶ Ἐχινάδες. τὸ ἐθνι‐ κὸν τοῦ Ἐχῖναι Ἐχιναῖος, τοῦ δ’ Ἐχινάδες Ἐχιναδεύς ὡς Ἀρκα‐ δεύς ἢ Ἐχινάδιος. Ἐχῖνος πόλις Ἀκαρνανίας. ὁ πολίτης Ἐχιναῖος ὡς χέρσος χερ‐ σαῖος, Ἄπρος Ἀπραῖος, Κύφος Κυφαῖος. καὶ ἀπὸ τοῦ Ἐχιναῖος Ἐχι‐ | |
25 | ναιεύς ὡς Κρηταῖος Κρηταιεύς. Θύμβρα πόλις Τρῳάδος. Ἀπόλλων Θυμβραῖος. λέγεται καὶ διὰ τοῦ ζ Ζυμβραῖος. λέγεται καὶ Θύμβριος. Ἑλλάνικος δὲ Δύμβριός φησι διὰ τοῦ δ καὶ Δυμβριεύς. Ἰθώμη πόλις Μεσσήνης. τὸ ἐθνικὸν Ἰθωμαῖος καὶ Ἰθωμήτης | |
30 | διὰ τοῦ η καὶ Δωρικῇ τροπῇ Ἰθωμάτας, ἀφ’ οὗ ὁ πολίτης Ἰθωμάτας καὶ Ζεὺς Ἰθωμάτας. Ἰτέα δῆμος. ὁ δημότης Ἰτεαῖος. Ἀνδροτίων δὲ τρισυλλάβως ἔφη. Κάλυδνα νῆσος. ὁ πολίτης Καλυδναῖος καὶ Καλυδνεὺς ὁ Ἀπόλ‐ λων καὶ Καλύδνιος, ὡς Ἀνδροτίων ἕκτῃ Ἀτθίδος. | |
35 | Καρήνη πόλις Μυσίας. τὸ ἐθνικὸν Καρηναῖος, ὡς Κρατερὸς γʹ περὶ ψηφισμάτων «Γρυνεῖς Πιταναῖοι Καρηναῖοι». Κορόπη πόλις Θεσσαλίας. ὁ πολίτης Κοροπαῖος. Νίκανδρος ἐν Θηριακοῖς (613) «ᾗ ἐν Ἀπόλλων μαντείας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν». λέγεται δὲ κατ’ ἔλλειψιν τοῦ κ Ὀροπαῖος. | |
40 | Κρῆσσα πόλις Παφλαγονίας. Δημοσθένης γράφει .... τὸ ἐθνικὸν | |
Κρησσαῖος. | 874 | |
3,2875 | Κρηστώνη πόλις Θρᾴκης. ὁ πολίτης Κρηστωναῖος παρὰ Πιν‐ δάρῳ. Ῥιανὸς δὲ Κρηστωνίους αὐτούς φησιν. Ἑκαταῖος δὲ Κρη‐ στῶνας αὐτοὺς ἐν Εὐρώπῃ. Κύφος πόλις Περραιβίας. ὁ πολίτης Κυφαῖος. Λυκόφρων (n. 897) | |
5 | «ἐν ᾧ Κυφαίων δύσμορον στρατηλάτην». Λάμπη πόλις Κρήτης. τὸ ἐθνικὸν Λαμπαῖος. Κλαύδιος δὲ Ἰού‐ λιος Λαμπέας αὐτούς φησι. Λῆνος χωρίον τῶν Πισατῶν. ὁ πολίτης Ληναῖος. Φλέγων μηʹ ὀλυμπιάδι. | |
10 | Λίγγος φρούριον Κασσανδρέων. τὸ ἐθνικὸν Λιγγαῖος. Ἀπολλό‐ δωρος ἐν χρονικῶν τρίτῳ. ἔστι δὲ καὶ Λίγγιος καὶ Λίγγιος κόλπος. Λίμναι πόλις ἐν Ἑλλησπόντῳ, ἔνθα ὁ Διόνυσος ἐτιμᾶτο· Καλλί‐ μαχος «Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς». Λογγώνη Σικελίας πόλις. ὁ πολίτης Λογγωναῖος. Φίλιστος δεκάτῳ. | |
15 | Νακόνη πόλις Σικελίας. τὸ ἐθνικὸν Νακοναῖος. Φίλιστος ἕκτῳ Σικελικῶν. Νεῖλος πόλις Αἰγύπτου. τὸ ἐθνικὸν τῆς πόλεως Νειλοπολίτης. εἰ δὲ ἡ πόλις μόνη κέκληται, ὀφείλει ἕπεσθαι τῷ κτητικῷ τοῦ ποταμοῦ Νειλαῖος, ὡς Ἀπολλώνιός φησιν «ὅσα γὰρ τῶν κτητικῶν παράγεται | |
20 | διὰ τοῦ ι ἢ παρὰ τὴν γενικὴν τοῦ πρωτοτύπου ἢ τὴν εὐθεῖαν, ταῦτα μόνον διὰ τοῦ ι ἐκφέρεται, Ποσειδώνιος, Ἑλικώνιος, Σάκιος. τὰ δὲ φύσει μακρᾷ ἢ διφθόγγῳ παραληγόμενα οὐδέποτε τὸ προκείμενον σχῆμα ἀποτελεῖ. οὐδὲ γὰρ τὸ κηπαῖος καὶ Νηλαῖος ἐθνικὸν αὐτὸ ἀναλόγως παραλαμβάνει». | |
25 | Νίψα πόλις Θρᾴκης. ὁ πολίτης Νιψαῖος. Ἡρόδοτος τετάρτῃ (c. 93). Νόαι πόλις Σικελίας. τὸ ἐθνικὸν Νοαῖος. ὁ τύπος γὰρ οὐκ ἀή‐ θης αὐτοῖς. Ἀπολλόδωρος δευτέρῳ χρονικῶν. Νώνυμνα πόλις Σικελίας. ὁ πολίτης Νωνυμναῖος ὡς Φίλιστος. Ξιφήνη χώρα Παλαιστίνης. Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἱστορίας (c. 13) | |
30 | τὸ ἐθνικὸν Ξιφηναῖός φησι. Οἰνώνη νῆσος τῶν Αἰακιδῶν. οἱ οἰκήτορες Οἰνωναῖοι, ὡς Παρ‐ θένιος Ἡρακλεῖ. Οἴτη ὄρος περὶ Τραχῖνα. οἱ οἰκοῦντες Οἰταῖοι. Σοφοκλῆς (Phi‐ loct. 453) «ἐγὼ μὲν ὦ γένεθλον Οἰταίου πατρός». | |
35 | Σκέμψα πόλις Θρᾴκης. τὸ ἐθνικὸν Σκεμψαῖος καὶ «Σκέμψιοι, Δαυνιοτειχῖται». Σκίθαι πόλις Θρᾴκης. ὁ πολίτης Σκιθαῖος, ὥς φησι Θεόπομπος. Στῆλαι πόλις Κρήτης. τὸ ἐθνικὸν Στηλαῖος ὡς Λάμπη Λαμπαῖος. ἀλλὰ καὶ Στηλίτης ὡς παρὰ τὸ ἄγαλμα ἢ τὸν λίθον, ἀφ’ οὗ τὸ στη‐ | |
40 | λιτεύω. | |
Στράμβαι πόλις Θρᾴκης. τὸ ἐθνικὸν «Σταγειρῖται, Στραμβαῖοι». | 875 | |
3,2876 | Συκαί. ὁ πολίτης ὤφειλε Συκαῖος. ἔστι δὲ νῦν Συκαΐτης, ὅπερ ἐστὶν ἀπὸ τῆς Συκαῖος ὡς Θηβαῖος Θηβαΐτης. Τραγασαί χωρίον ἐν ἠπείρῳ. ὁ οἰκήτωρ Τραγασαῖος. Ἀριστο‐ φάνης Ἀχαρνεῦσι (v. 853). | |
5 | Τυρόδιζα πόλις Θρᾴκης. τὸ ἐθνικὸν ἔδει Τυροδιζαῖος ὡς Γα‐ ζαῖος. νῦν δὲ Τυροδιζηνοί λέγονται ὡς Κρατερὸς ἐν θʹ περὶ ψηφισ‐ μάτων. Φαλάκραι ἄκρα τῆς Ἴδης. ὁ ἐκ τόπου Φαλακραῖος. Λυκόφρων (1170) «στερρὰν κύβηλιν ἢ Φαλακραῖον κλάδον» καὶ θηλυκῶς «Φαλα‐ | |
10 | κραῖοι κόραι» (Lycophr. 24) καὶ οὐδέτερον. Φιδήνη πόλις Ἀλβανῶν. τὸ ἐθνικὸν Φιδηναῖος. ἔοικε καὶ Φί‐ δηνα λέγεσθαι ὡς Ῥάβεννα καὶ Φιδηνάτης ὡς Ῥαβεννάτης· οὕτω γὰρ Χάραξ ιβʹ κέχρηται Φιδηνάτης. Χάλαστρα πόλις Θρᾴκης. ὁ πολίτης Χαλαστραῖος. Λυκόφρων | |
15 | (1441) «Θεσπρωτὸς ἄμφω καὶ Χαλαστραῖος λέων». Χάραδρα πόλις Φωκίδος. τὸ ἐθνικὸν Χαραδραῖος. ἐπάγει γὰρ Χαραδραίοις (Pausan. X 33, 3). | |
18t | Περὶ τῶν εἰς ιος. | |
19 | Ἀγησσός πόλις Θρᾴκης. τὸ ἐθνικὸν Ἀγήσσιος ὡς [Ἀσσήσιος] Ταρ‐ | |
20 | τήσσιος. ἢ Ἀγασσίτης ὡς Ὀδησσίτης διὰ τὸ ὁμοεθνές. Ἀγκύριον πόλις Ἰταλίας. δύναται ὁ πολίτης Ἀγκύριος ὡς Βυ‐ ζάντιος ἢ Ἀγκυριεύς ὡς Κιτιεύς, Δουλιχιεύς, Σιγριεύς, σουνιεύς. ἀλλ’ ἄμεινον διὰ τὸ τῆς χώρας ἔθος Ἀγκυριανός ὡς Ἀδριανός, εἰ μὴ ὡς παρὰ τὸ Ῥήγιον Ῥηγῖνος, Μεταπόντιον Μεταποντῖνος. Ἰταλοὶ | |
25 | γὰρ μάλιστα τούτῳ φιληδοῦσι τῷ τύπῳ. Ἀγκών πόλις Πικεντίνων. τὸ ἐθνικὸν Ἀγκώνιος ὡς Ἀντρώνιος ὄνος ἡ παροιμία, Καλυδώνιος. λέγεται δὲ καὶ Ἀγκωνίτης ὡς Ἀρτε‐ μίδωρος. Ἀγνοῦς δῆμος. ὁ δημότης Ἀγνούσιος ὡς Ῥαμνούσιος. ἀπὸ | |
30 | γενικῆς προσόδῳ τοῦ ι τοῦ τ φυλασσομένου, ὡς ἐν τῷ Σελινούντιος, Ὀπούντιος, Ἱεριχούντιος, τρεπομένου δὲ εἰς ς καὶ τοῦ πρὸ αὐτοῦ ν ὑφαιρουμένου, Ἁλιμούσιος, Φηγούσιος. διακρίνεται ἡ τροπὴ τῷ ἀδιαι‐ ρέτῳ τοῦ πρωτοτύπου, ὅπερ Ἀττικοὶ φιλοῦσι. παρ’ αὐτοῖς γὰρ οὐ λέγεται Ἀγνόεις ἢ Φηγόεις ἢ Μυρρινόεις. ὅθεν οὐδὲ διὰ τοῦ τ λέγε‐ | |
35 | ται Σιμούντιος, ἀλλὰ διὰ τοῦ ς μετὰ τῆς ὑφέσεως τοῦ ν. τὸ δὲ Σιμοῦς Σιμόεις διαιρεῖται καὶ Ὀποῦς Ὀπόεις. τάχα δὲ καὶ τὰ δοκοῦντα διαι‐ ρεῖσθαι κυριώτερα καθέστηκεν, ὅθεν μετὰ τοῦ τ λέγεται Σιμούντιος. οὐ γὰρ Ἀττικὰ ταῦτα. Ἀδρανόν πόλις Σικελίας. λέγεται καὶ ἀρσενικῶς. ὁ πολίτης Ἀδρά‐ | |
40 | νιος. Ἀπολλόδωρος δὲ Ἀδρανίτας φησὶ τὸ ἐθνικόν. | 876 |
3,2877 | Αἰγίλιψ. τὸ ἐθνικὸν Αἰγιλίπιος ὡς Κίνυφος Κινύφιος, Ἄραβος Ἀράβιος, Φρυγός Φρύγιος καὶ τῶν ὁμοίων. Αἴγυπτος. τὸ ἐθνικὸν Αἰγύπτιος. ὡς ἔχει τὸ ἰαμβεῖον «δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι». | |
5 | Ἀκέλης, Ἀκέλητος πόλις Λυδίας. οἱ πολῖται Ἀκέλητες. Ἡρω‐ διανὸς δ’ Ἀκελήσιός φησιν ὡς Μενδήσιος. Ἀκυληΐα πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ἀκυλήϊος ὡς Μεσσαπία Μεσ‐ σάπιος, Λευτερνία Λευτέρνιος καὶ Λυκία Λύκιος. λέγεται καὶ Ἀκυ‐ λεήσιος Ἰταλικῷ τύπῳ. | |
10 | Ἀμάρυνθος νῆσος Εὐβοίας. τὸ ἐθνικὸν Ἀμαρύνθιος καὶ Ἀμα‐ ρύσιος ὡς Τρικορύσιος. οὕτω γὰρ Παυσανίας ἐν πρώτῃ (31, 5). ἀνα‐ λογώτερον δέ μοι δοκεῖ τὸ διὰ τοῦ ς. Ἄμφρυσος πόλις Φωκίδος. τὸ ἐθνικὸν Ἀμφρύσιος, ὡς Λυκό‐ φρων (v. 900) «Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων». ἔστι καὶ Ἀμ‐ | |
15 | φρυσεύς. Ἀναγυροῦς δῆμος. ὁ δημότης Ἀναγυρουντόθεν· λέγεται καὶ Ἀνα‐ γυράσιος. ἐζήτηται δὲ πῶς ἔχει τὸ α, ἔδει γὰρ ὡς Ῥαμνούσιος. ἀλλ’ ἔοικε τὸ ρ αἴτιον εἶναι, φιληδοῦν τῇ συντάξει τοῦ α. Ἀπαισός. Παῖσος πόλις τῆς Δαυνίας, ἧς τὸ ἐθνικὸν Παίσιος ὡς | |
20 | Ῥωσοῦ Ῥώσιος ἢ ὅπερ ἄμεινον Παισῖνος, διὰ τοῦ ι καὶ προπερι‐ σπωμένως τῷ ἔθει τῆς χώρας. τῆς δὲ Ἀπαισός πόλεως κατὰ τὴν Τρωάδα Ἀπαισηνός. Ἀρία Περσικὴ χώρα ὡς Ἑλλάνικος. τὸ ἐθνικὸν Ἄριοι, ὡς αὐτός φησι, καὶ Ἀριεύς. | |
25 | Ἀρμενία χώρα. οἱ οἰκήτορες Ἀρμένιοι ὡς Εὔδοξος πρώτῃ γῆς περιόδου «Ἀρμένιοι δὲ τὸ μὲν γένος ἐκ Φρυγίας καὶ τῇ φωνῇ πολλὰ φρυγίζουσι. παρέχονται δὲ λίθον τὴν γλύφουσαν καὶ τρυπῶσαν τὰς σφραγῖδας». καὶ Ἀρμενία τὸ θηλυκὸν παρὰ Ξενοφῶντι. Ἄσβωτος πόλις Θεσσαλίας. τὸ ἐθνικὸν Ἀσβώτιος. Εὐφορίων Θρᾳκί | |
30 | τὸν μὲν ἄρ’ ἐκ φλοίσβου Ἀσβώτιοι ὦκα φέροντες ὑστάτιον ῥώσαντο κονισαλέῃσιν ἐθείραις ἵπποι καλὰ νάουσαν ἐπορνύμενοι Φυσάδειαν. περὶ τῶν ἵππων Ἀμφιαράου. Ἄσπενδος. ὁ πολίτης Ἀσπένδιος. Θεόπομπος τετάρτῃ Ἑλλη‐ | |
35 | νικῶν «ἀποτυχὼν δὲ τῶν Ἀσπενδίων». Ἀσσησός πόλις Μιλησίας γῆς. ὁ οἰκήτωρ Ἀσσήσιος. καὶ Ἀσσησία Ἀθηνᾶ παρ’ Ἡροδότῳ (I 19). Αὐενιών πόλις Μασσαλίας. τὸ ἐθνικὸν Αὐενιωνήσιος τῷ ἐπι‐ χωρίῳ καὶ Αὐενιωνίτης τῷ Ἕλληνι τύπῳ. | |
40 | Αὐσών ὁ Ἰταλός—καὶ Αὐσόνιος καὶ Αὐσονία ἡ χώρα, ἀφ’ οὗ | |
Αὐσονιεύς. καὶ Αὐσόνειος, Λυκόφρων (1047) «ὁ δ’ Αὐσονείων | 877 | |
3,2878 | ἄγχι Κάλχαντος τόπων». καὶ Αὐσονίτης, ὁ αὐτός (593) «παρ’ Αὐσο‐ νίτην Φύλαμον δομήσεται». καὶ Αὐσονῖτις θηλυκὸν καὶ Αὐσόνιος κτητικόν. Ἀχραδοῦς δῆμος. ὁ δημότης Ἀχραδούσιος. Ἀριστοφάνης Ἐκκλη‐ σιαζούσαις (361) «νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν, ὅστις πότ’ | |
5 | ἐστ’ ἄνθρωπος Ἁχραδούσιος», ἀντὶ τοῦ Ἀχερδούσιος. Βηρυτός πόλις Φοινίκης. ὁ πολίτης Βηρύτιος ὡς Αἰζώτιος Αἰγύ‐ πτιος. σεσημείωται τὸ Μιλήσιος ἐν τοῖς τοπικοῖς, ὅτι ἐτράπη ὡς τὸ Θεοδόσιος Ἀθανάσιος Ἀμβρόσιος. τὸ γὰρ θεόδοτος καὶ ἀθάνατος καὶ ἄμβροτος σύνθετα. τὸ δὲ χαρίσιος οὐ τοπικόν. | |
10 | Βίεννος πόλις Κρήτης. ὁ πολίτης Βιέννιος «οἱ δὲ τιμὰς ἀπο‐ πέμπειν τῷ τε μιλίῳ Διῒ καὶ Βιεννίῳ». ἔστι καὶ ἑτέρα πόλις ἐν Γαλλίᾳ τὸ ἐθνικὸν ὁμοίως Βιέννιος, εἰ μὴ κατὰ τὸν ἐγχώριον τύπον Βιεννή‐ σιος ὡς Λουγδουνήσιος. τῆς δὲ Βιέννης Βιενναῖος. Βολισσός. τὸ ἐθνικὸν τῇ τέχνῃ Βολίσσιος ὡς Λυρνήσσιος, Βο‐ | |
15 | λισσεύς ὡς Ἁλικαρνασσεύς καὶ Βολισσίτης ὡς Ὀδησσίτης. χρηστέον δὲ τῷ προτέρῳ διὰ τὸ σύνηθες. Βουβών πόλις Λυκίας. ὁ πολίτης ὤφειλε Βουβώνιος, εἴρηται δὲ Βουβωνεύς. χαίρουσι γὰρ οἱ Λύκιοι τῷ τύπῳ. Βοῦννος πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Βούννιος, ὡς Ἀρτεμίδωρος | |
20 | ἐν πρώτῃ γεωγραφουμένων. Βρέττος πόλις Τυρρηνῶν. οἱ οἰκοῦντες Βρέττιοι καὶ ἡ χώρα Βρετ‐ τία καὶ ἡ γλῶσσα. Ἀριστοφάνης «μέλαινα δεινὴ γλῶσσα Βρεττία παρῆν». Βυβασσός πόλις Καρίας. τὸ ἐθνικὸν Βυβάσσιος. Ἔφορος δὲ Βύ‐ βαστόν φησι καὶ Βυβάστιον. | |
25 | Βύβλος πόλις Φοινίκης. τὸ ἐθνικὸν Βύβλιος ἢ Βυβλίτης τῷ τύπῳ τῷ Αἰγυπτιακῷ. Βυζάντιον. τὸ ἐθνικὸν ἀπὸ τοῦ Βύζας Βυζάντιος διὰ τοῦ ι, τὸ δὲ κτητικὸν διὰ διφθόγγου. τὸ δὲ Βυζάντιος ἐθνικὸν τριγενές. ἀπὸ δὲ τοῦ Βυζάντιος Βυζαντία Βυζαντιανός καὶ Βυζαντειανός δεῖ | |
30 | διφθόγγου ὡς Ἡρακλειανός. ἔστι γὰρ καὶ Βυζάντεια διὰ διφθόγγου ἐπὶ τῆς χώρας. Βόσπορος. τὸ ἐθνικὸν Βοσπόριος καὶ Βοσποριανός καὶ Βο‐ σπορανός καὶ Βοσπορηνός. διχῶς γὰρ καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η ὡς Τιβαρανός καὶ Τιβαρηνός. Ἔφορος ἐν πέμπτῳ «Τιβαρηνοὶ καὶ τὸ | |
35 | παίζειν καὶ τὸ γελᾶν εἰσιν ἐζηλωκότες καὶ μεγίστην εὐδαιμονίαν τοῦτο νομίζουσιν. ὅμοροι δὲ τούτοις Χάλυβες καὶ τὸ τῶν Λευκοσύρων ἔθνος». Γέα πόλις ἐν Ἀραβίᾳ. τὸ ἐθνικὸν Γέϊος. κατὰ ἀναλογίαν δ’ ἔδει Γεάτης ὡς Τεγεάτης. Γέργις Γέργιθος πόλις Τροίας. λέγεται καὶ ἡ Γέργιθος. ὁ πολίτης | |
40 | Γεργίθιος. ἔστι καὶ ἄλλο Γεργίτης. ἔστι καὶ Γεργιθεύς. | 878 |
3,2879 | Γρησῖνος πόλις Χερρονήσου. τὸ ἐθνικὸν Γρησίνιος, ὡς Ἀνδρο‐ τίων ἕκτῳ Ἀτθίδος. Δαύνιον πόλις Ἰταλίας. τὸ ἐθνικὸν Δαύνιοι καὶ Δαυνῖται κατὰ συγκοπὴν ἀπὸ τοῦ Δαυνιᾶται. | |
5 | Δῆλος. Δήλιος. καὶ Δηλίτης ὁ εἰς Δῆλον ἐρχόμενος χορός, Καλλίμαχος τρίτῳ. Δριλώνιος πόλις Κελτική. τὸ ἐθνικὸν Δριλώνιος ὡς Θεόπομπος μγʹ. Δρυμία πόλις Φωκίδος. Παυσανίας ιʹ (c. 33, 12) «Δήμητρος δὲ θεσμοφόρου Δρυμίοις ἱερόν ἐστιν ἀρχαῖον». τὸ ἐθνικὸν Δρυμιεύς | |
10 | ἐκ τοῦ θηλυκοῦ καὶ τοῦ οὐδετέρου. Δυρράχιον πόλις Ἰλλυρική. λέγεται καὶ ἡ χώρα τῆς Ἰλλυρίας Δυρραχία. Εὐφορίων «ἄστεα Δυρραχίης τε καὶ ἔθνεα Ταυλαντίνων». καὶ δῆλον ὅτι Δυρράχιος τὸ τούτου ἀρσενικόν, ὡς τοῦ Ἀνακτόριον τὸ Ἀνακτόριος, Βυζάντιον Βυζάντιος, Θούριον Θούριος, Κούριον Κούριος. | |
15 | ὅμως δὲ νῦν Δυρραχηνοί λέγονται. οὕτω γὰρ καὶ Βάλακρος ἐν Μακεδονικοῖς φησι «καὶ τούτων αἱ πόλεις Δυρραχηνοῖς τε καὶ Ἀπολ‐ λωνιάταις ἐπιδιῄρηνται». καὶ Ἑρέννιος Φίλων ἐν τοῖς Ἰατρικοῖς «Ἀσκλη‐ πιάδης ἀκουστὰς ἔσχε Τίτον Αὐφίδιον Σικελὸν καὶ Φιλωνίδην Δυρρα‐ χηνὸν καὶ Νίκωνα Ἀκραγαντῖνον». καὶ πάλιν «Φιλωνίδης δὲ ὁ Δυρ‐ | |
20 | ραχηνὸς ἤκουσε μὲν Ἀσκληπιάδου, ἰατρεύσας δὲ ἐν τῇ πατρίδι ἐνδόξως συνετάξατο βιβλία μεʹ». Δώριον πόλις. τὸ ἐθνικὸν Δώριος καὶ Δωριεύς καὶ Δωριάν. Ἑλίκη πόλις Πελοποννήσου. ὁ πολίτης Ἑλικώνιος ἀπὸ τοῦ κτι‐ στοῦ Ἑλικῶνος. ἴσως δὲ τοῦτο ἀπὸ τοῦ ὄρους γέγονεν. ἔστω οὖν | |
25 | Ἑλικεύς ἢ Ἑλικωνίτης. ἴσως ἀπὸ τοῦ Ἑλικώνιος. ἢ Ἑλικήσιοι. Ἐπίδαμνος πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Ἐπιδάμνιος. εὕρηται παρὰ Παρθενίῳ καὶ διὰ διφθόγγου. Ἐπίδαυρος πόλις πρὸς τῷ Ἄργει. ὁ πολίτης Ἐπιδαύριος. καὶ Ἐπιδαυριώτης φασίν. | |
30 | Εὐρύαμπος πόλις Μαγνησίας. ὁ πολίτης Εὐρυάμπιος. Λυκόφρων (900) «Ἀμφρυσίων σκηπτοῦχον Εὐρυάμπιον». Εὐρυμέδων ποταμὸς Παμφυλίας. τὸ ἐθνικὸν Εὐρυμεδόντιος. ἀπὸ δὲ Εὐρυμηδοῦντος Εὐρυμηδούντιος. Ἔφεσος. τὸ ἐθνικὸν Ἐφέσιος. εὕρηται καὶ Ἐφέσεια διὰ διφθόγγου. | |
35 | οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Σοφοκλῆς. λέγεται καὶ Ἐφεσίτης, ὡς Ἅβρων φησί, καὶ Ἐφεσεύς ὡς Ταρσός Ταρσεύς, Ἁλικαρνασσός Ἁλικαρνασσεύς. Ζάρηξ πόλις Λακωνική. τὸ ἐθνικὸν Ζαρήκιος ἀπὸ τῆς γενικῆς ὡς Θρᾴκιος. Ἠσσός πόλις Λοκρίδος. τὸ ἐθνικὸν Ἤσσιος. Θουκυδίδης τρίτῃ (101). | |
40 | Θράμβος ἀκρωτήριον Μακεδονίας. τὸ τοπικὸν Θραμβούσιος. ὁ | |
γὰρ διὰ τοῦ σιος τύπος δύο συλλαβαῖς, εἰ μή τις βραχεῖα παραγωγὴ γέ‐ | 879 | |
3,2880 | νοιτο, τοῦ πρωτοτύπου περιττεύει. σεσημείωται τὸ Περκώσιος καὶ Κρι‐ θώσιος ἀπὸ τοῦ Περκώτη καὶ Κριθώτη. Θριοῦς πόλις Ἠλείας. τὸ ἐθνικὸν Θριούντιος καὶ Θριάσιος. Ἰθάκη νῆσος. τὸ ἐθνικὸν Ἰθακήσιος καὶ «Ἴθακος Ὀδυσσεύς» | |
5 | ὁμοφώνως τῷ οἰκιστῇ. Ἴκαρος νῆσος. ὁ πολίτης Ἰκάριος «πόντου Ἰκαρίοιο» (Β 145). Ἰξίαι χωρίον τῆς Ῥόδου. Ἴξιος Ἀπόλλων ὡς Ἀρτεμίδωρος δε‐ κάτῳ γεωγραφουμένων. Ἱστός νῆσος Λιβύης. τὸ ἐθνικὸν Ἵστιος τῷ λόγῳ τῶν εἰς ος δι‐ | |
10 | συλλάβων ἐπὶ νήσων Ἴμβριος, Ἄνδριος. Καβελλιών πόλις Μασσαλίας. τὸ ἐθνικὸν κατὰ τὸν ἐπιχώριον τύπον Καβελλιωνήσιος ὡς Ταρρακωνήσιος, κατὰ δὲ τὸν Ἑλληνικὸν Κα‐ βελλιωνίτης ὡς Ταρρακωνίτης. Καοῦς κώμη Ἀρκαδίας. ὁ πολίτης Καούσιος. ἐκεῖ γὰρ οὕτως | |
15 | Ἀσκληπιὸς τιμᾶται Καούσιος, ὡς Παυσανίας ὀγδόῳ (25, 1). Καρία. Κάρ. λέγεται καὶ Κάριος καὶ Καριάτης. Κάρυστος πόλις Εὐβοίας. τὸ ἐθνικὸν Καρύστιος «ἐν ᾧ τὸ λατό‐ μιον τῶν Καρυστίων κιόνων». Κάστνιον ὄρος τῆς Παμφυλίας. τὸ ἐθνικὸν Κάστνιος καὶ Κάστνιον, | |
20 | ἐξ οὗ καὶ Καστνιήτης. ἔδει δὲ Καστνιώτης ὡς Πηλιώτης. Κόριον τόπος ἐν Κρήτῃ ἀπὸ κόρης τινός. ὁ πολίτης Κορήσιος. καὶ Ἀθηνᾶς ἱερὸν Κορησίας. ταῦτα δὲ ἀπὸ τοῦ κόρη γέγονεν. ἀπὸ δὲ τοῦ Κόριον τὸ ἀνάλογον Κοριεύς. Κυτώνιον πόλις μεταξὺ Μυσίας καὶ Λυδίας. τὸ ἐθνικὸν ὅμοιον | |
25 | τῷ ἡγουμένῳ. Λιθήσιος ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προσιδρυμένος ἐκεῖ. Ῥιανὸς Ἠλιακῶν τρίτῳ. ὡς γὰρ ἀπὸ τοῦ Μάραθος Μαραθήσιος, οὕτω καὶ τοῦτο. Λυρνησσός πόλις Τρωϊκή. τὸ ἐθνικὸν Λυρνήσσιος. Αἰσχύλος δὲ | |
30 | Πέρσαις (324) ὡς ἀπὸ τοῦ Λύρνα ἢ Λύρνη Λυρναῖος. Μεσσαπία χώρα Ἰαπυγίας. τὸ ἐθνικὸν Μεσσάπιος. Παυσανίας δεκάτῳ (7, 8). Μίλκωρος Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. ὁ πολίτης Μιλκώριος. Θεό‐ πομπος κεʹ Φιλιππικῶν. | |
35 | Μυκάλη πόλις Καρίας. τὸ ἐθνικὸν Μυκαλήσιος ὡς Ἰθακήσιος. Τρύφων δὲ Μυκαλεύς φησιν ἐν παρωνύμοις. Νίνος πόλις Ἀσσυρίων. οἱ πολῖται Νίνιοι. Στράβων ἑκκαιδεκάτῃ (p. 737). Νοστία κώμη Ἀρκαδίας. Θεόπομπος. Ἔφορος τὸ ἐθνικὸν Νεστά‐ | |
40 | νιος ἔφη, ὥστε κατ’ αὐτὸν Νεστανίαν λέγεσθαι. ἡ αὐτὴ γὰρ τῇ προ‐ | |
τέρᾳ, ὡς δῆλον ἐξ ἄλλων. | 880 | |
3,2881 | Νῶλα πόλις Αὐσόνων. τὸ ἐθνικὸν Νώλιος. Πολύβιος δὲ Νω‐ λανοὺς αὐτούς φησιν. Ξάνθος πόλις Λυκίας καὶ ἐν Λέσβῳ. ὁ πολίτης Ξάνθιος ὡς Εὐριπίδης. | |
5 | Ὀγχηστός ἄλσος. ὁ πολίτης Ὀγχήστιος. Παυσανίας ἐνάτῳ (28, 6). Οἰκοῦς Καρίας πόλις. τὸ ἐθνικὸν Οἰκούσιος «Οἰκούσιον ἄστυ» (Nicaenet. ap. Parthen. Erot. 11). Παρπάρων χωρίον ἐν Ἀσίᾳ Αἰολικόν. ὁ πολίτης Παρπαρώνιος ἀπὸ τῆς Παρπάρωνος γενικῆς. Ἀνδροτίων δ’ ἐν τρίτῳ Ἀτθίδος Παρ‐ | |
10 | παριώτας φησίν. ἔστι δὲ ὡς ἀπὸ Παρπαρία ὡς Θεσσαλία Θεσσαλιώ‐ της, Ἑσπερία Ἑσπεριώτης. Σκίρφαι πόλις Φωκική. τὸ ἐθνικὸν Σκίρφιος καὶ Σκιρφαῖος, ὡς Διευχίδας φησί. Ταίναρος πόλις. Ταινάριος. εἰσὶ δὲ καὶ Ταινάριοι θῆβαι, ὡς Χάραξ | |
15 | ἐν Ἑλληνικῶν δευτέρῳ. Τένεδος νῆσος τῶν Σποράδων ἐν Ἑλλησπόντῳ. Τενέδιος. Ἀπολ‐ λόδωρος δὲ ἐν νεῶν καταλόγῳ φησὶν ὅτι τοὺς μὲν τῆς Παμφυλίας Τενεδεῖς, τοὺς δὲ τῆς νήσου Τενεδίους. Τευθρανία Μυσίας πόλις. τὸ ἐθνικὸν Τευθράνιος ὡς τῆς Παρ‐ | |
20 | ρασίας Παρράσιος. λέγεται καὶ Τευθράντιος Εὐριπίδης Λικυμνίῳ «Τευθράντιον δὲ σχῆμα Μυσίας χθονός» ἀπὸ τῆς Τεύθραντος γενικῆς. Τέως πόλις Ἰωνίας. τὸ ἐθνικὸν Τήϊος. ἔστι γὰρ πρῶτον Τέϊος καὶ Τεῖος καὶ Ἰωνικῶς Τήϊος. Τολοφών πόλις Λοκρῶν τῶν Ὀζολῶν. τὸ ἐθνικὸν Τολοφώνιος. | |
25 | Θουκυδίδης τρίτῃ (c. 101). Τόπαζος νῆσος Ἰνδική. τὸ ἐθνικὸν Τοπάζιος. Ἀλέξανδρος ὁ πο‐ λυΐστωρ φησὶν ὡς εὑρίσκεσθαι καὶ ἐν τῇ τῶν Τοπαζίων νήσῳ λίθον ὁμώ‐ νυμον τῇ νήσῳ καὶ ὅμοιον εἶναι τῇ χροιᾷ τῇ τοῦ νέου ἐλαίου. διὰ τοῦ ξ δ’ ἐγράφετο πρότερον. | |
30 | Τρικόρυνθον. ὁ δημότης Τρικορύσιος καὶ Τρικορυσία. Ἀριστοφά‐ νης ἐν Λυσιστράτῃ (1032) «οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;». Τυλησσός ὄρος Ἰταλίας. τὸ τοπικὸν Τυλήσσιος. Λυκόφρων (993) «ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησσίων». Τύμνος πόλις Καρίας. ὁ πολίτης Τύμνιος. Ἀλέξανδρος ἐν τῷ | |
35 | περὶ Καρίας δευτέρῳ. Τυφρηστός πόλις τῆς Τραχῖνος. τὸ ἐθνικὸν Τυφρήστιος. καὶ τὸ οὐδέτερον Παρθένιος «Τυφρήστιον αἶπος». Ὑπερδέξιον χωρίον Λέσβου, ἐν ᾧ Ζεὺς Ὑπερδέξιος καὶ Ὑπερδεξία Ἀθηνᾶ. ὡς οὖν ἀπὸ τοῦ Βυζαντίου Βυζάντιος, οὕτω παρὰ τὸ Ὑπερ‐ | |
40 | δέξιον Ὑπερδέξιος τὸ ἐθνικόν. Νικόλαος δὲ πληθυντικῶς Ὑπερδε‐ | |
ξίους φησί. | 881 | |
3,2882 | Φαλάσαρνα πόλις Κρήτης. ὁ πολίτης Φαλασάρνιος, ὡς Ξενίων φησίν. Φλιοῦς πόλις Πελοποννήσου. τὸ ἐθνικὸν Φλιούντιος ἢ Φλιού‐ σιος, πλεονασμῷ δὲ τοῦ α Φλιάσιος. | |
5 | Φυλάκη πόλις Θεσσαλίας. τὸ ἐθνικὸν δύναται μὲν διὰ περιφρά‐ σεως ἐκ Φυλάκης, εἴρηται δ’ ὅμως Φυλακήσιος ὡς Ἰθακήσιος. Χαδισία πόλις Λευκοσύρων. οἱ πολῖται Χαδίσιοι καὶ Χαδισία τὸ θηλυκόν. Ἀπολλώνιος βʹ (1002) «νόσφι δ’ ἀκοντο—». Χαλία πόλις Βοιωτίας. τὸ ἐθνικὸν Χάλιος ὡς Θεόπομπος «ὕστε‐ | |
10 | ρον δὲ οἱ Χαλκιδεῖς πολεμήσαντες Αἰολεῦσι τοῖς τὴν ἤπειρον ἔχουσι, Χαλίοις καὶ Βοιωτοῖς καὶ Ὀρχομενίοις καὶ Θηβαίοις». Χαλκηδών πόλις Βιθυνίας. ὁ πολίτης Χαλκηδόνιος. Στράβων (VII p. 320) «Χαλκηδόνιοι ἐπὶ τῆς περαίας ἱδρυμένοι πλησίον οὐ μετέ‐ χουσι τῆς εὐπορίας ταύτης». | |
15 | Χαονία μέση τῆς Ἠπείρου. οἱ οἰκήτορες Χάονες. λέγεται καὶ Χαόνιος. Εὐφορίων χιλιάσι «Ζηνὸς Χαονίοιο προμάντιες ηὐδάξαντο». καὶ Χαονίη τὸ θηλυκόν. Ἀλέξανδρος ὁ Ἐφέσιος ἐν Ἀσίᾳ καὶ Λιβύῃ «οἱ δὲ κάτω Πελασγίδα Χαονίην». καὶ Χαονῖται, Λυκόφρων (1046) «τοῦ Χαονίτου νᾶμα Πολυανθέος δρέπων» ὡς ἀπὸ τοῦ Χάονος, ὡς | |
20 | Αὔσονος Αὐσονίτης ὁ αὐτός (593) «τὸν Αὐσονίτην Πύραμον δομήσεται». λέγεται καὶ Χαονεύς. Χερρόνησος. ὁ πολίτης Χερρονήσιος. Ἑκαταῖος «Ἀψινθίοισι πρὸς μεσημβρίην ὁμουρέουσι Χερσονήσιοι». Ἡρόδοτος δὲ (IX 118) «Χερ‐ σονησῖται ἀπὸ τῶν πύργων ἐσημήναντο τοῖσι Ἀθηναίοισι τὸ γεγονός». | |
25 | ὧν τὸ θηλυκὸν Εὐριπίδης (Hec. 8) «ὃς τὴν ἀρίστην Χερσονησίαν πλάκα». Χίος. τὸ ἐθνικὸν Χῖος. Θουκυδίδης ὀγδόῃ (c. 5) «Χῖοι δὲ καὶ Ἐρυθραῖοι ἀποστῆναι καὶ αὐτοὶ ἕτοιμοι ὄντες» καὶ Ἡρόδοτος πρώτῃ (c. 142) «Χῖοι μὲν καὶ Ἐρυθραῖοι κατὰ τὠυτὸ διαλέγονται». Χορασμίη πόλις Πάρθων. αὐτοὶ δὲ Χοράσμιοι, ὡς Ἑκαταῖός | |
30 | φησι «Πάρθων πρὸς ἥλιον ἀνίσχοντα Χοράσμιοι οἰκέουσι». καὶ Ἡρόδο‐ τος τρίτῃ (c. 93) «Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι». καὶ πάλιν «τοῦτο τὸ πεδίον ἦν ποτε Χορασμίων». Χύτροι Κύπρου πόλις. ὁ πολίτης Χύτριος. Ἀλέξανδρος ἐν τῷ περὶ Κύπρου «τὴν δὲ Γορδίαν ἀποδοῦναι Χυτρίοις». καὶ πάλιν «Εὐρυ‐ | |
35 | νόην τῶν Χυτρίων βασιλεὺς ἔγημεν». ἀναλογεῖ δὲ τὸ ἐθνικὸν πρὸς τὸ Χύτρος ἑνικόν, ὡς Κύπριος πρὸς τὸ Κύπρος. Ψιττάκη πόλις παρὰ τῷ Τίγριδι. ὁ πολίτης Ψιττάκιος ὡς ἀπὸ τοῦ ψιττακίας καρποῦ. τὸ κυριώτερον δὲ ἐθνικὸν Ψιττακηνός διὰ τὸ ἐπιχώριον. | |
40 | Ψωφίς πόλις Ἀρκαδίας. ὁ πολίτης ὤφειλεν εἶναι Ψωφίτης τῷ | 882 |
3,2883 | τύπῳ τῶν εἰς ις ληγόντων. ἀλλὰ γέγονεν ἀπὸ τῆς γενικῆς ὡς τῆς Ἀρκάδος Ἀρκάδιος καὶ τῆς Αὐλίδος Αὐλίδιος, οὕτω Ψωφῖδος Ψωφί‐ διος. Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ «κάπρος ἦν ἐν τῷ ὄρεϊ καὶ Ψω‐ φιδίους κακὰ πολλὰ ἔοργεν». | |
5 | Ὤλερος Κρητικὴ πόλις. ὁ πολίτης Ὠλέριος καὶ Ὠλερία Ἀθηνᾶ, τὸ οὐδέτερον Ὠλέριον. φησὶ γὰρ Ξενίων ἐν Κρητικοῖς «τῇ δὲ θεῷ ταύτῃ ἑορτὴν ἄγουσιν Ἱεραπύτνιοι, τὴν δ’ ἑορτὴν Ὠλέρια προσαγορεύουσιν». Ὠρύχιον τόπος τῆς Ἀττικῆς. τὸ τοπικὸν Ὠρύχιος. Εὐφορίων Διονύσῳ «ἴχνος ἂν Ὠρυχίοισιν ἐν ἕρκεσιν ὀκλάσσαιντο». | |
10t | Περὶ τῶν εἰς ειος. | |
11 | Αἰόλειον τῆς Θρᾴκης χερρονήσου πόλις. τὸ ἐθνικὸν Αἰόλειος ὡς Ῥοίτειος καὶ Αἰολήϊος. δύναται δὲ τοῦτο καὶ ἀπὸ τοῦ Αἰολεύς εἶναι, ὅθεν καὶ τὸ Αἰόλειον, ὥστε γενικὸν εἶναι τοῦ ἔθνους καὶ ἰδικὸν τῆς πόλεως, ὡς ὁ ἠπειρώτης καὶ ὁ πόντιος τῶν γενικῶν καὶ τῶν ἰδικῶν. | |
15 | Ἀντιόχεια. τὸ ἐθνικὸν Ἀντιοχεύς καὶ Ἀντιόχειος. Ἄργος. τὸ ἐθνικὸν Ἀργεῖος. λέγεται καὶ Ἀργόλας. καὶ Ἀρ‐ γείωνες λέγονται ὡς Καδμείωνες καὶ Ἀργειώνη ὡς Ἀντίμαχος, καὶ Ἀργειώτης παρὰ τὸ Ἀργεῖος καὶ Ἀργειῶτις τὸ θηλυκόν. Ἀρεία κρήνη ἐν Θήβαις καὶ τόπος ὃν οἱ κατοικοῦντες Ἄρειοι | |
20 | καλοῦνται. καί ἐστιν ἀπὸ δύο ἓν ἐθνικόν, ὡς τοῦ Μόψου ἑστία Μοψεά‐ της καὶ τῆς μητρὸς τῶν θεῶν τὸ μητρῷον. Ἄρεος νῆσος. τὸ ἐθνικὸν Ἄρειος ἐξ ἑνὸς τῶν δυοῖν παρηγμένον. Ἕρμος δῆμος. ὁ δημότης Ἕρμειος. Ἠετιώνεια ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα. τὸ ἐθνικὸν Ἠετιώνειος. | |
25 | Ἦλις. ὁ πολίτης ἀπὸ τῆς Ἤλιδος γενικῆς ἀναλόγως Ἠλίδειος ὡς Ἀδωνίδειος καὶ Εὐπολίδειος κτητικῷ τύπῳ καὶ καθ’ ὕφεσιν τοῦ δ Ἠλίειος καὶ Ἠλεῖος. ἀφ’ οὗ «Ἀλεῖος ὁ Ζεύς» (Callim. fr. 99). Τρύ‐ φων δέ φησιν ὅτι Ἠλίεος καὶ Ἠλέϊος καὶ Ἠλεῖος. Ὅμηρος δ’ Ἐπειοὺς αὐτούς φησι. | |
30 | Ἦτις δῆμος Λακωνικῆς καὶ τῆς Κρήτης πόλις, ὅθεν ἦν Μύσων εἷς τῶν ἑπτὰ σοφῶν, οὗ μέμνηται Πλάτων ἐν τῷ Πρωταγόρᾳ (p. 343a) Χηνέα τοῦτον εἰπών. Δίδυμος δὲ συμποσιακῶν δεκάτῳ Ἠτεῖον αὐτὸν καλεῖ. Λυκόζεια πόλις Θρᾴκης. τὸ ἐθνικὸν Λυκόζειοι, ὡς Πείσανδρος τεσσαρεσκαιδεκάτῃ. | |
35 | Μηδία. τὸ ἐθνικὸν Μῆδος ὁμοφώνως τῷ πρωτοτύπῳ. καὶ Μή‐ δειοι λέγονται. Μοψοπία ἡ Ἀττική. ὁ πολίτης Μοψόπειος διὰ διφθόγγου καὶ διὰ τοῦ ι. Ἡρακλείδης δ’ ὁ Ποντικὸς ἐν αʹ Λέσχῃ Μοψοπίτης φησί, καὶ ἔδει Μοψοπιώτης. ἴσως δὲ καθ’ ὕφεσιν τοῦ ω. | |
40 | Νεμέα χώρα τῆς Ἀργολίδος. τὸ ἐθνικὸν Νέμεος καὶ Νεμεαῖος. | 883 |
3,2884 | Στράβων ὀγδόῃ (p. 377) καὶ Νεμέα λέγεται καὶ Νεμεήτης ὁ Ζεύς καὶ Νεμεῆται. οἱ πολῖται τῆς Λοκρίδος πόλεως Νέμειοι. Ὄγκειον χωρίον Ἀρκαδίας. ὁ οἰκήτωρ Ὄγκειος. Σίγειον πόλις Τρῳάδος. ὁ πολίτης Σιγειεύς. ἔστι καὶ ἄλλο ἐθνι‐ | |
5 | κὸν Σίγειος. | |
6t | Περὶ τῶν εἰς υος. | |
7 | Δίρφυς ὄρος Εὐβοίας. τὸ ἐθνικὸν Δίρφυος καὶ Διρφύα ἡ Ἥρα τιμᾶται. | |
9t | Περὶ τῶν εἰς ωος. | |
10 | Ἄθως ὄρος. τὸ τοπικὸν Ἄθωος χωρὶς τοῦ ι καὶ Ἀθώους τοὺς ἐνοικοῦντας, τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπερισπᾶται καὶ διὰ τοῦ ι ἐκ τῆς θῳῆς. ἔστι καὶ Ἄθως πόλις ἐπὶ τῷ Ἄθῳ. ὁ πολίτης Ἀθωΐτης. Γέλα πόλις Σικελίας. τὸ ἐθνικὸν Γελῷος, οὐ Γελαῖος, ὡς Ἅβρων καὶ ἡ συνήθεια. καὶ ἴσως ἀπὸ τοῦ γέλως τὸ Γελῶς. | |
15 | Ἐλβώ νῆσος. τὸ ἐθνικὸν Ἐλβῷος ὡς Σαρδῷος. Ἡρώ πόλις Αἰγυπτία. ὁ πολίτης Ἡρῷος ὡς Κῷος. Κῶς. τῆς Κῶ μονοσυλλάβου Κῷος καὶ Κώϊος ὡς Μινῷος. Λῶς νῆσος περὶ Θεσσαλίαν. Λῷος ὁ νησιώτης. Πυθώ ἡ τοῦ Ἀπόλλωνος πόλις. τὸ ἐθνικὸν Πυθῷος ὡς Λητώ | |
20 | Λητῷος καὶ Πύθιος. καὶ παρὰ τὴν Πυθώ Πυθεύς ὡς Ἐνυώ Ἐνυεύς. καὶ Πυθαιεύς καὶ Πυθαεύς ὡς Κρηταεύς. | |
22t | Περὶ τῶν εἰς ανος. | |
23 | Ἄγκυρα. τὸ ἐθνικὸν Ἀγκυρανός. τὰ εἰς νος ἐθνικά, ἐὰν ἀπὸ τῆς γενικῆς τοῦ πρωτοτύπου γένοιτο καθαρευούσης, τῷ α παραλήγει | |
25 | μακρῷ καὶ μιᾷ συλλαβῇ τῆς γενικῆς περιττεύει, οὐκ ἀναστρέφοντος τοῦ λόγου. οὐ γὰρ ὅσα τὸ α κατὰ τὴν παραλήγουσαν ἔχει, ταῦτα ἐκ θη‐ λυκῶν παρῆκται. τοῦ μὲν προτέρου παραδείγματα ταῦτα, Ἀσιανός, Καρ‐ διανός, Ὀλβιανός, Φασιανός ἀπὸ τῆς Φάσιος πόλεως, Τράλλιος Τραλ‐ λιανός, Σάρδιος Σαρδιανός, τοῦ δὲ δευτέρου Πάριον Παρίου Παριανός, | |
30 | Βοσπορίου Βοσποριανός (ἀπὸ τῶν ἐθνικῶν ἐθνικά, ὡς τοῦ Ῥοδίου τὸ Ῥοδιακός κτητικὸν καὶ Σαμίου τὸ Σαμιακός), Κίου πόλεως Μυσίας Κια‐ νός, Τίου Τιανός, Καρίου Καριανός, Σηλυμβρίου Σηλυμβριανός. ἡμάρ‐ τηται τὸ Βοτρυηνός, ἐπεὶ ἀπὸ τοῦ Βότρυος γέγονεν. ἐντεῦθεν δὲ ὁ τύπος μιᾷ περιττεύει, σπανίως δὲ δυσίν, ὡς τὸ Ταυριανός καὶ Σκορ‐ | |
35 | πιανός καὶ Ζυγιανός, ἅπερ ἀπὸ τῶν Σκόρπων καὶ Ταύρων καὶ Ζυγῶν παράγεσθαι δοκοῦσι, δυνάμενα καὶ αὐτὰ ἀπὸ τῶν προτέρων παράγεσθαι τοπικῶν, Ζυγίων, Σκορπίων, Ταυρίων. πρόσκειται «οὐκ ἀντιστρέφον‐ τος τοῦ λόγου» διὰ τὸ Ἱσπανός, Καρμανός, Καμπανός, Γερμανός, Βρετ‐ τανός, Ὠρητανός, Ἀφρικανός, Ἀλβανός, Ὑρκανός. οὐδὲν γὰρ τούτων | |
40 | ἀπὸ γενικῆς καθαρευούσης. | 884 |
3,2885 | Ἄμαστρις πόλις Παφλαγονίας. τὸ ἐθνικὸν Ἀμαστριανός. Στρά‐ βων δωδεκάτῃ (p. 545) «πλείστη δὲ καὶ ἀρίστη φύεται πύξος κατὰ τὴν Ἀμαστριανὴν καὶ μάλιστα περὶ τὸ Κύτωρον». ὡς Κάλλατις Καλλάτιος Καλλατιανός καὶ Φᾶσις πόλις Φασιανός καὶ Σάρδις Σαρδιανός. τὰ γὰρ | |
5 | τοιαῦτα ἢ ἀπὸ τῶν εἰς ος εὐθειῶν ὡς Βάκτριος Βακτριανός ἢ ἀπὸ τῶν εἰς ος γενικῶν. Ἀργύριππα πόλις τῆς Δαυνίας. τὸ ἐθνικὸν Ἀργυριππανός. Στρά‐ βων Ἀργυριππηνός φησιν. Ἄτελλα πόλις Ὀπικῶν Ἰταλίας. τὸ ἐθνικὸν οὐκ Ἀτελλαῖος ὡς | |
10 | Ἀγυλλαῖος, ἀλλὰ Ἀτελλανός, ὡς Πολύβιος ἐνάτῃ «Ἀτελλανοὶ παρέ‐ δοσαν αὑτούς». Ἀτρία πόλις Τυρρηνίας. τὸ ἐθνικὸν Ἀτριανός καὶ Ἀτριεύς καὶ Ἀτριάτης. ἄμεινον δὲ τὸ πρῶτον. συνήθης γὰρ Ἰταλῶν ὁ τύπος ὁ διὰ τοῦ ανος. | |
15 | Αὔγουσται πόλεις ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. οἱ πολῖται Αὐγουστια‐ νοί. Φλέγων ἐν Ὀλυμπιάδων ηʹ. Βέλιτρα πόλις Ἰταλίας. τὸ ἐθνικὸν Βελιτρανός τῷ ἔθει τῆς χώρας. Βρεττία νῆσος ἐν τῷ Ἀδρίᾳ. τὸ ἐθνικὸν ἔδει Βρεττιανός ὡς Πο‐ λύβιος τὸ θηλυκὸν «ἐπὶ Βρεττιανὴν τόπων». νῦν δὲ Βρέττιοι λέγονται. | |
20 | Ἐχέτρα πόλις Ἰταλίας. ὁ πολίτης Ἐχετρανός. Διονύσιος δεκάτῳ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας. Καλησία πόλις Αὐσονική. τὸ ἐθνικὸν Καλησιανός ὡς Διονύσιος. Κάλλατις πολίχνιον ἐν τῇ παραλίᾳ τοῦ Πόντου. ὁ πολίτης Καλ‐ λατιανός ὡς Τραλλιανός Σαρδιανός. ἔοικε δ’ εἶναι ἀπὸ τοῦ Καλλα‐ | |
25 | τία ὡς Ὀλβιανός, εἰ μὴ ἀπὸ τῆς Ἰωνικῆς γενικῆς γέγονε τῆς Καλλάτιος. Κορίολλα πόλις Ἰταλίας. τὸ ἐθνικὸν Κοριολλανός κατὰ πρόσ‐ θεσιν τῆς νος ὡς Μύρλεια Μυρλεανός καθ’ ὕφεσιν τοῦ ι. Μάντυα πόλις Ῥωμαίων. τὸ ἐθνικὸν Μαντυανός. Πολύβιος ἑκ‐ καιδεκάτῳ. | |
30 | Μασσία χώρα παρακειμένη τοῖς Ταρτησσίοις. τὸ ἐθνικὸν Μασσια‐ νός. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ. Μαστία πόλις. Μαστιανός ἔθνος πρὸς ταῖς Ἡρακλείαις στήλαις. Ἑκαταῖος Εὐρώπῃ. Μύρλεια πόλις Βιθυνίας. ὁ πολίτης Μυρλεανός. Στράβων δὲ | |
35 | (XII p. 551) Μυρλεᾶτιν καλεῖ τὴν χώραν, ἴσως ἀπὸ τοῦ Μυρλεάτης. Νωμεντός πόλις οὐ πόρρω Ῥώμης. τὸ ἐθνικὸν Νωμεντανός. Διονύσιος ἐν δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ὀκρίκολα πόλις Τυρρηνῶν. τὸ ἐθνικὸν Ὀκρικολανός, ὡς Διο‐ νύσιος. | |
40 | Σατρία πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σατριανός, ὡς Διονύσιος. Σκίδρος πόλις Ἰταλίας. τὸ ἐθνικὸν Σκιδρανός, ὡς Λύκος ἐν τῷ | |
περὶ Ἀλεξάνδρου. | 885 | |
3,2886 | Ταῦρος ὄρος. τὸ ἐθνικὸν Ταυριανός πλεονασμῷ τοῦ ι ὡς Ζυ‐ γιανός. Τίνδιον πόλις Λιβύης. τὸ ἐθνικὸν Τινδανός. ἐχρῆν δὲ Τινδιεύς ὡς Σουνιεύς. ἀλλὰ μᾶλλον ἀπὸ τοῦ Τίνδα Τινδανός. τοῦ δὲ Τίνδα | |
5 | τὸ Τίνδιον. Φερέντιον πόλις Σαυνιτῶν. τὸ ἐθνικὸν Φερεντανός. λέγεται καὶ Φερέντιοι, ὡς Διονύσιος ιζʹ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας. Φοῦνδα πόλις Ἰταλίας. οἱ πολῖται Φουνδανοί, Διονύσιος πεν‐ τεκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. | |
10 | Φουρνίτα πόλις Λιβύης. οἱ οἰκήτορες Φουρνιτανοί. Φλέγων ιεʹ τῶν Ὀλυμπιάδων. Φρέγελλα πόλις Ἰταλίας. τὸ ἐθνικὸν Φρεγελλανός ὡς Διονύσιος ιϛʹ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας καὶ ἄλλοι πλεῖστοι. Φρεντανόν πόλις Ἰταλίας. τὸ ἐθνικὸν Φρεντανοί. Στράβων πέμ‐ | |
15 | πτῃ (p. 241). Ὠρισία πόλις Ἰβηρίας. τὸ ἐθνικὸν Ὠριτανός. Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων «ἀμφότεροι γὰρ κατοικοῦσι τὴν παραλίαν καί τινα τῆς μεσογείου, πρῶτον μὲν Ὠριτανοί, πόλεις δ’ ἐν αὐτοῖς εἰσι μεγάλαι Ὀρσία καὶ Καστάλων». | |
20 | Ὠστία πόλις Ἰταλίας. τὸ ἐθνικὸν δύναται καὶ Ὠστιανός καὶ Ὠστιάτης. συνήθης γὰρ ὁ τύπος τοῖς Ἰταλοῖς. Φλέγων δ’ Ὠστίους αὐτοὺς καλεῖ λέγων «παρέλαβε δὲ τὴν Ὠστίων πόλιν». | |
23t | Περὶ τῶν εἰς ηνος. | |
24 | Ἀβασηνοί ἔθνος Ἀραβίας. ὁ τύπος ὀξὺς καὶ ἐπιχώριος τοῖς Ἄρα‐ | |
25 | ψιν ὡς Μηδαβηνοί, Ὀβοδηνοί, Ἀδριηνοί, ἀλλὰ καὶ τοῖς Ἀσιανοῖς ἅπα‐ σιν, ὡς Ἀπολλώνιος ὁ τεχνικὸς ἐν τῷ περὶ παρωνύμων φησί «δι’ ἔθους εἰσὶ ταῦτα τοῖς ἐπὶ τῆς Ἀσίας κατοικοῦσιν, ἀλλότρια δὲ τῶν Εὐρωπαίων. οὐ γὰρ ἀπὸ πόλεως ἢ δήμου κατὰ τοῦτον ὠνόμασται τὸν τύπον». Ἀβρεττηνή χώρα Μυσίας. τὸ ἐθνικὸν Ἀβρεττηνός, ὡς Ἀρρια‐ | |
30 | νός φησιν. Ἄβυδος. Τένεδος Τενέδιος καὶ Τενεδεύς καὶ Λέβεδος Λεβέδιος. τοῦ δὲ Ἄβυδος Ἀβυδηνός. ἴσως διὰ τὸ πλησιόχωρον, Κυζικηνός καὶ τὰ ὅμοια. Ἀγβάτανα. Ἀγβατανηνός. τοῖς Πέρσαις γὰρ συνήθης ὁ τύπος. | |
35 | λέγουσι γὰρ Καμβυσηνούς, Παραιτακηνούς, Σωφηνούς· καθ’ Ἕλληνας δὲ Ἀγβατανεύς. Ἀμισός πόλις ἐν Πόντῳ. τὸ ἐθνικὸν Ἀμισηνός. λέγεται καὶ Ἀμίσιος, ὡς Φίλων ἐν τῷ περὶ πόλεων. Ἀρτάκη πόλις Φρυγίας. τὸ ἐθνικὸν Ἀρτακηνός. Σοφοκλῆς δὲ ἀπὸ | |
40 | τοῦ Ἀρτακεύς εἶπε «τί μέλλετ’ Ἀρτακῆς τε καὶ Περκώσιοι;» καὶ Ἀρ‐ | 886 |
3,2887 | τάκιος εἶπε Δημοσθένης ἐν ἐνάτῳ Βιθυνιακῶν «νάσσατο δ’ Ἀρτακίοισιν ἐφέστιος αἰγιαλοῖσιν». Ἀρτεμίτα νῆσος Τυρρηνική. τὸ ἐθνικὸν Ἀρτεμιτηνός. Ἀπολ‐ λόδωρος δ’ Ἀρταμιτηνός φησι διὰ τοῦ α. ἔστι καὶ πλησίον τῶν Ὀξειῶν | |
5 | νήσων νῆσος Ἀρτεμίτα. τὸ ἐθνικὸν τὸ αὐτό, ἢ Ἀρτεμιταῖος διὰ τὸ τὸν τύπον τοῖς Πέρσαις ἀναλογεῖν. Ἀστακός πόλις Βιθυνίας. τὸ ἐθνικὸν Ἀστακηνός ὡς Ῥυνδακηνός Πριαπηνός καὶ Ἀστάκιος καὶ Ἀστακία, ἀφ’ οὗ Ἀστακιεύς ὡς Οἰχα‐ λία Οἰχαλιεύς καὶ Ἀστακιήτης. | |
10 | Βάργασα πόλις Καρίας. τὸ ἐθνικὸν Βαργασηνός, ὡς Ἀπολλώνιος Καρικῶν ἑκκαιδεκάτῳ, ὡς Ἔδεσσα Ἐδεσσηνός, Γερασηνός, Ἐμεσηνός. Βόρσιππα πόλις Χαλδαίων. οἱ πολῖται Βορσιππηνοί. Ἀρριανὸς δὲ Βορσιππεῖς αὐτούς φησιν. Βότρυς πόλις Φοινίκης. ὁ πολίτης Βοτρυηνός, ὡς Παυσανίας, | |
15 | παραλόγως. ἀπὸ γὰρ γενικῆς καθαρευούσης τὸ η ἔχει πρὸ τέλους, ὀφεῖλον τὸ α ὡς Ὀλβιανός Καρδιανός. Γάβα πόλις Γαλιλαίας. τὸ ἐθνικὸν Γαβαηνός ὡς Ἰώσηπος (A. I. V 11). Γάββα πόλις Συρίας. τὸ ἐθνικὸν Γαββηνός, ὡς Παυσανίας φησί. Γάγγρα πόλις Παφλαγονίας. τὸ ἐθνικὸν Γαγγρηνός ὡς Βοστρη‐ | |
20 | νός. ἔστι καὶ Ἀραβίας τῆς εὐδαίμονος Γάγγρα. τὸ ἐθνικὸν δεῖ Γαγ‐ γραῖοι ὡς Σαβαῖοι. δυνατὸν δὲ καὶ ἀμφοτέρων ἀμφότερα, ὡς Ἔδεσσα Ἐδεσσαῖος καὶ Ἐδεσσηνός, τῷ τῆς χώρας καὶ τῆς τέχνης. Δῖον πόλις Εὐβοίας. τὸ ἐθνικὸν Διηνός, ὡς δηλοῖ τὸ ἐπίγραμμα νᾶμα τὸ Διηνὸν γλυκερὸν ποτόν, ἠνιδὲ πίῃς, | |
25 | παύσει μὲν δίψης, εὐθὺ δὲ καὶ βιότου. Δούμαθα πόλις Ἀραβίας. ὁ πολίτης Δουμαθηνός, ὡς Γλαῦκος ἐν βʹ Ἀραβικῆς ἀρχαιολογίας. Ἔδεσσα πόλις Συρίας. τὸ ἐθνικὸν κατὰ μὲν τοὺς ἐγχωρίους Ἐδεσ‐ σηνός, παρὰ δὲ πλείοσιν Ἐδεσσαῖος. | |
30 | Ζεβέκη πόλις τῆς Γαλιλαίας. τὸ ἐθνικὸν Ζεβεκηνός, ὡς Ἰώση‐ πος (A. I. V 2). Ζόαρα φρούριον ἐν Παλαιστίνῃ. οἱ πολῖται τοῦ χωρίου Ζοαρη‐ νοί διὰ τὸν ἐγχώριον τύπον καὶ Ζοαρᾶται. οἱ γὰρ δύο τύποι Ἀράβιοι. Κορομάνη πόλις Περσική. τὸ ἐθνικὸν Κορομανηνός διὰ τὸν τύ‐ | |
35 | πον τῶν Περσῶν. Παραιτακηνοί γὰρ τῆς Παραιτάκης. Κύζικος. τὸ ἐθνικὸν Κυζικηνός. ἡ ποίησις δὲ τοὺς κατοικοῦν‐ τας Κύζικον Δολίονάς φησιν ὡς τοὺς τὴν Ἴσμαρον Κίκονας. κέχρηνται δὲ καὶ τῷ Κυζικηνός ἁπλῷ ἀντὶ κτητικοῦ, ὡς τὸ Τυρσηνοὶ δεσμοὶ ἀντὶ τοῦ Τυρρηνικοί, οἱ χαλεποί, διὰ τὸ λῃστρικοὺς εἶναι τοὺς Τυρρηνούς. | |
40 | Νίσιβις πόλις ἐν τῇ Περαίᾳ τῇ πρὸς τῷ Τίγρητι ποταμῷ. τὸ ἐθνι‐ | |
κὸν Νισιβηνός. ἔδει Νισιβίτης, ἀλλ’ ὁ τύπος Αἰγύπτιος καὶ Λίβυς, | 887 | |
3,2888 | ὁ δὲ διὰ τοῦ ηνος παρὰ τὸν Εὐφράτην καὶ τὴν ἕω, ὡς Σωφηνός Τα‐ βηνός Καμβυσηνός. Χαράκμωβα πόλις Παλαιστίνης. Χαρακμωβηνός, Γλαῦκος ἐν Ἀρα‐ βικῆς ἀρχαιολογίας τετάρτῳ «ἡσύχαζον δ’ ἐν τούτοις Χαρακμωβηνοί». | |
5 | Χαττηνία χώρα τρίτη Γερραίων. οἱ πολῖται Χαττηνοί ὡς Πολύ‐ βιος «τούτοις μὲν γὰρ παρήγγειλε φείδεσθαι τῆς τῶν Χαττηνῶν χώρας». | |
7t | Περὶ τῶν εἰς ινος. | |
8 | Ἀβάκαινον, πόλις Σικελίας. τὸ ἐθνικὸν Ἀβακαινῖνος ὡς Ἀκρα‐ γαντῖνος, ὃ οὐκ ἄηθες Σικελῶν, Μεταποντῖνος, Λεοντῖνος, Βρεντεσῖνος, | |
10 | Τερεντῖνος, Ἀρρητῖνος, Ἀσσωρῖνος, Ἐρυκῖνος. Ἀγάθη πόλις Λιγύων ἢ Κελτῶν. τὸ ἐθνικὸν Ἀγαθῖνος ὡς Ἀκρα‐ γαντῖνος. Ἅβρων γὰρ ἐν τῷ περὶ παρωνύμων τοῖς τοιούτοις καὶ αὐτὸ συνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνος, οὐκ ἀπεικὸς σημαίνειν ἀμφότερα. Σχοινεύς γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικόν, καὶ Λί‐ | |
15 | ξος, ὁμοίως Θεσσαλός καὶ Σικανός καὶ Σικελός καὶ μυρία. εἰ δὲ μὴ ὡς ἐθνικὸν τὸ Ἀγαθῖνος ἐκλήθη, τὸν οἰκήτορα λέξομεν Ἀγαθαῖον τῷ κοινῷ λόγῳ, ἢ Ἀγαθεύς ὡς Θεσσαλονικεύς καὶ Σινταρεύς καὶ Βερε‐ νικεύς, ἐπεὶ καὶ Ἀγάθεια τῆς Ἀγάθης εὑρίσκεται παραγωγή, ὡς Βερε‐ νίκεια καὶ Θεσσαλονίκεια. | |
20 | Ἄδρυξ ὡς Ἔρυξ. τὸ ἐθνικὸν Ἀδρυκῖνος ὡς Ἐρυκῖνος τῆς Ἔρυ‐ κος γενικῆς, καὶ Ἀδρυκίνη ὡς Ἐρυκίνη Ἀφροδίτη. Ἀκράγας. τὸ ἐθνικὸν Ἀκραγαντῖνος ὡς Ἰναχῖνος Ταραντῖνος, ὥς φησιν Ἡρωδιανός. Ἀμοργός νῆσος μία τῶν Κυκλάδων. Ἀμοργῖνος ὡς Ἐρυκῖνος. | |
25 | λέγεται καὶ Ἀμόργιος, ὥς φησι Χάραξ. Νικόλαος δ’ Ἀμοργίτην αὐτὸν καλεῖ. τὸ δ’ ἀμόργινος χιτὼν χρώματος ἴδιον. Ἄμπελος πόλις Ἰταλίας. ὁ πολίτης Ἀμπελῖνος ὡς Ἀσσωρῖνος Ἀβακαινῖνος. τῶν δὲ λοιπῶν (sc. πόλεων) δυνατὸν Ἀμπελῖται εἶναι. Ἀπέννιον ὄρος. τὸ ἐθνικὸν Ἀπεννῖνος ὡς Ῥηγῖνος, ὃ παρὰ | |
30 | Πεισάνδρῳ κεῖται ιγʹ. Ἐρβησσός πόλις Σικελίας. τὸ ἐθνικὸν Ἐρβησσῖνος. Φίλιστος Σι‐ κελικῶν βʹ. Ἴνυκον πόλις Σικελίας. Ἰνυκῖνος οἶνος. ἴδιος γὰρ ὁ τύπος τῶν Σικελῶν. | |
35 | Κανύσιον πόλις Ἰταλίας. τὸ ἐθνικὸν Κανυσῖνος ἢ Κανυσίτης. Καύδιον πόλις Ἰταλίας. τὸ ἐθνικὸν Καυδῖνος, ὡς Διονύσιός φησι. Κυρτώνιος πόλις Ἰταλίας. τὸ ἐθνικὸν τῷ τῆς χώρας ἔθει Κυρτω‐ νῖνος ὡς Σατορνῖνος. Μυτισέρατος φρούριον Σικελίας. τὸ ἐθνικὸν Μυτισερατῖνος ὡς | |
40 | Φίλιστος. Νέπετος πόλις Ἰταλίας. τὸ ἐθνικὸν Νεπεσῖνος. ἡ τροπὴ δὲ τοῦ | |
τ εἰς ς ἰδιάζουσα καὶ σεσημείωται. | 888 | |
3,2889 | Πολλεντός ἢ Πολλέντιον. τὸ ἐθνικὸν Πολλεντῖνος. τὰ γὰρ τούτων ἐθνικὰ τύπον ἕνα διὰ τοῦ ινος ἔχουσιν ὡς Ῥηγῖνος Σωρεντῖνος. Τερβητία πόλις Σικελίας. οἱ πολῖται Τερβητῖνοι ὡς Πλακεντῖ‐ νοι ἀπὸ Πλακεντίας. Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. | |
5 | Τίβυρις πόλις Ἰταλίας. λέγεται καὶ Τίβυρα. τὸ ἐθνικὸν Τιβυρτῖ‐ νος. Νικάνωρ δ’ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ καὶ τὸ ἐθνικὸν Τι‐ βουρῖνον, ὃ καὶ ἀναλογώτερον· «ἐν ᾗ Τιβουρῖνον τέμενος». | |
8t | Περὶ τῶν εἰς υνος. | |
9 | Μαριανδυνία. Μαριάνδυνος βαρυτόνως κατὰ τοὺς Αἰολεῖς. | |
10t | Περὶ τῶν εἰς ευς. | |
11 | Ἀβρότονον. τὸ ἐθνικὸν οὐκ ἔστιν ἐν χρήσει, ἡ τέχνη δ’ ἐπινοεῖ ἐξ ὁμοιότητος. ὡς γὰρ Ἅθμονον Ἁθμονεύς καὶ Γάργαρον Γαργαρεύς καὶ Σούνιον Σουνιεύς καὶ Σιγειεύς καὶ Ἰλιεύς καὶ Λευκωνιεύς καὶ Παν‐ τικαπαιεύς καὶ Δουλιχιεύς, οὕτως Ἀβροτονεύς. ὁ δὲ τῶν οὐδετέρων | |
15 | τύπος ἔσθ’ ὅτε τὸ ἐθνικὸν διὰ τοῦ ηνος ἔχει, ὡς Πέργαμον Περγαμη‐ νός, εἰ μὴ ἀπὸ θηλυκοῦ τοῦ Πέργαμος ὡς Κύζικος Κυζικηνός. δυνα‐ τὸν δὲ καὶ ἐξ Ἀβροτόνου φάναι τὸ ἐθνικόν. πολλὰ γὰρ τοιαῦτα, μά‐ λιστα ἐν τοῖς δήμοις τῶν Ἀθηναίων, ὡς ἐξ Οἴου δημότης καὶ ἐκ Κηδῶν. Ἀγάθη νῆσος Λυκίας. τὸ ἐθνικὸν ὤφειλεν Ἀγαθεύς. ἡ γὰρ χώρα | |
20 | τῷ εἰς ευς τύπῳ χαίρει, ὡς Παταρεύς, Τλωεύς, Τελμισεύς, Κρυεύς. Ἀγάμμεια, λέγεται δὲ καὶ Ἀγάμμη. τὸ ἐθνικὸν Ἀγαμμεύς ὡς τῆς Μαντινείας Μαντινεύς. λέγεται καὶ Μαντίνη κατὰ συναλοιφὴν παρ’ Ἑκαταίῳ. καὶ Ἀγαμμείτης ὡς Ζελείτης. εἴρηται γὰρ ἡ Ζέλεια καὶ Ζέλη. ὥστε εἶναι τοῦ Ἀγάμμεια Ἀγαμμειάτης ὡς τὸ Ζελειάτης. | |
25 | Ἀγορησός πόλις Καρίας. τὸ ἐθνικὸν Ἀγορησεύς ὡς Τελμισεύς, Τυμνησός Τυμνησεύς. δύναται καὶ Ἀγορήσιος ὡς Λυρνήσιος. ἀγυιά. ὁ τοπίτης ἀγυιεύς. λέγονται καὶ ὀβελίσκοι θεοῖς ἀνειμέ‐ νοι, ὡς Εὔπολις. λέγεται δὲ κίων ἀγυιεύς εἰς ὀξὺ ἀπολήγων ὁ πρὸ τῶν θυρῶν ἱστάμενος, Ἀριστοφάνης Θεσμοφοριαζούσαις (v. 489). καὶ ὁ Ἀπόλ‐ | |
30 | λων ἀγυιεύς καὶ ἀγυιάτης. καὶ θηλυκὸν ἀγυιᾶτις, ὡς καὶ τὰ προπύ‐ λαια τοῦ ἀγυιέως ἀγυιάτιδες θεραπεῖαι λέγονται. τὸ τοπικὸν ἀγυιαῖος. Σοφοκλῆς Ἑρμιόνῃ «ἀλλ’ ὦ πατρῴας γῆς ἀγυιαίου πέδον». ἔστιν οὖν τὸ μὲν ἀγυιεύς ἀπὸ τοῦ ἀγυιά, ὡς Τρύφων φησὶν ἐν παρωνύμοις «πᾶν εἰς α θηλυκὸν ἰσοσύλλαβον ἔχει τῇ εὐθείᾳ καὶ τῇ γενικῇ τὸ παρώνυ‐ | |
35 | μον, Μοψοπία Μοψοπιεύς, Ἐρετριεύς Φωκαιεύς Θεσπιεύς». τὸ δὲ ἀγυιάτης ὡς Κορώνεια Κορωνειάτης, Καρυάτης, Καυλωνειάτης. τὸ δὲ ἀγυιαῖος ὡς ἀρουραῖος. Ἄδανα Κίλισσα πόλις, οὐδετέρως. ὁ πολίτης Ἀδανεύς ὡς Γάρ‐ γαρα Γαργαρεύς, Τύανα Τυανεύς. ἔστι καὶ ἑτέρα πόλις Ἀραβίας. ὁ | |
40 | ταύτης πολίτης οὐ δύναται Ἀδανεύς εἶναι. οὐ γὰρ ὁ τύπος Ἀράβων, | 889 |
3,2890 | ἀλλὰ τῶν διὰ τοῦ α οὐδετέρων ὁ διὰ τοῦ ηνος, Ζόαρα Ζοαρηνός, Μή‐ δαβα Μηδαβηνός, Τάρφαρα Ταρφαρηνός, Αὔαρα Αὐαρηνός. οὕτως καὶ Ἀδανηνός. ἢ Ἀδανίτης ὡς Ἀΐλανα Ἀϊλανίτης. Ἀδράστεια μεταξὺ Πριάπου καὶ τοῦ Παρίου. τὸ ἐθνικὸν Ἀδρα‐ | |
5 | στεύς. οἱ δὲ ἐπιχώριοι Ἀδραστηνός ὡς Κυζικηνός φασι. Ἄδροττα οὐδετέρως χωρίον ἐν Λυδίᾳ. οἱ οἰκήτορες Ἀδροττεῖς. τῶν γὰρ εἰς α οὐδετέρων τὰ πολλὰ παρά τε τοῖς Λυδοῖς καὶ τὴν Καρίαν οἰκοῦσι χαίρει τῇ εἰς ευς ἐπὶ τῶν ἐθνικῶν. δύναται καὶ Ἀδροττηνός, καὶ γὰρ ὁ τύπος τῶν Ἀσιανῶν. καὶ οὕτως οἱ ἐπιχώριοι λέγουσιν. | |
10 | Ἄθυμβρα πόλις Καρίας. τὸ ἐθνικὸν Ἀθυμβρεύς τῷ λόγῳ τῶν Καρικῶν. Αἰγείρουσα πόλις τῆς Μεγαρίδος. λέγεται καὶ Αἴγειρος. τὸ ἐθνι‐ κὸν Αἰγειρεύς ὡς τῆς Φιλίππου Φιλιππεύς, Ταρσοῦ Ταρσεύς. τῆς δὲ Αἰγειρούσης Αἰγειρουσαῖος ὡς Σκοτουσαῖος ἢ Αἰγειρούσιος ὡς | |
15 | Πιτυούσιος. Αἴγιον πόλις Ἀχαΐας. ὁ πολίτης Αἰγιεύς, ὡς ὁ χρησμός «ὑμεῖς δ’ Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι». Αἰγόσθενα πόλις Μεγαρίδος, οὐδετέρως. τὸ ἐθνικὸν ὤφειλεν Αἰ‐ γοσθενεύς ὡς Μεγαρεύς. Πολύβιος δὲ Αἰγοσθενίτην φησὶν ὡς | |
20 | Γάβαλα Γαβαλίτης. Αἴθαια πόλις Λακωνικῆς. τὸ ἐθνικὸν Αἰθαιεύς, Θουκυδίδης πρώτῃ (c. 101). Αἰλία. παρὰ μίαν συλλαβὴν εὑρίσκεται τὰ τοιαῦτα, τῆς Ἀντιοχείας τὸ Ἀντιοχεύς. ἀλλ’ οὐδ’ ἀπὸ τούτων γίνεται τὰ εἰς ευς ἀρσενικά, | |
25 | ἀλλὰ ἀπὸ τῶν εἰς ος. ἀπὸ γὰρ τοῦ Ἀντίοχος Ἀντιοχεύς καὶ τοῦ Σέλευ‐ κος Σελευκεύς, ὡς Ἅβρων ἐν τῷ περὶ παρωνύμων. εἰ γὰρ παρὰ τὴν Ἀλεξάνδρειαν ἦν, Ἀλεξανδρειεύς ἂν ἦν. ἀμφοῖν δ’ ὁ Ἀλέξανδρος ἀρχή. Αἴνεια τόπος Θρᾴκης ἀπὸ Αἰνείου. τὸ ἐθνικὸν Αἰνειεύς. ὃ καὶ παράσημόν ἐστιν, ὅτι μὴ ἐνδεῖ μιᾷ συλλαβῇ τοῦ πρωτοτύπου. ἔστι καὶ | |
30 | Αἰνεάτης ὡς Κόρσεια Κορσεάτης, Ὕδρεια Ὑδρεάτης, Ὀρνειαί Ὀρνεά‐ της, Κεγχρεαί Κεγχρεάτης, τοῦ ι σιγηθέντος. ἔστι καὶ πόλις Τυρρηνίας, ἧς οἱ οἰκήτορες Αἰνεῖοι. Αἰραί πόλις Ἰωνίας. τὸ ἐθνικὸν Αἰρεύς. ἔστι καὶ Μακεδονίας. τὸ ἐθνικὸν Αἰραῖος. ἔστι καὶ παρ’ Ἑλλησπόντῳ, ἧς τὸ ἐθνικὸν Αἰ‐ | |
35 | ράτης παρ’ Ἀνδροτίωνι ἐν ἕκτῃ Ἀτθίδος. Ἁλαί Ἀραφηνίδες καὶ Ἁλαὶ Αἰξωνίδες δῆμοι. ἑκατέρου ὁ δημότης ἄνευ τοῦ ι Ἁλαεύς. Τρύφων δ’ ἐν παρωνύμοις Ἁλαῖος τρισυλλάβως καὶ Ἁλαιαῖος τετρασυλλάβως. ἀπὸ δὲ τοῦ Ἁλαῖος λέγεται Ἁλαιεύς ὡς Ληναῖος Ληναιεύς, Κρηταῖος Κρηταιεύς. ἀλλ’ ἐν τοῖς ἑξῆς κατ’ ἔθος | |
40 | Ἀττικὸν ἐνδεῖν φησι τοῦ ι. | |
Ἀλεξάνδρεια. τὸ ἐθνικὸν Ἀλεξανδρεύς ἐκ τῆς Ἀλεξάνδρου γενικῆς. | 890 | |
3,2891 | τὸ θηλυκὸν ὡς ἀπὸ τοῦ Σινωπεύς Σινωπίς οὕτως ἀπὸ τοῦ Ἀλεξανδρεύς Ἀλεξανδρίς. Δίδυμος δὲ παρατίθεται χρῆσιν ἐξ Ἐρατοσθένους τοῦ Ἀλεξανδρίτης. Φαβωρῖνος δὲ ἐν τῷ περὶ Κυρηναϊκῆς πόλεως Ἀλε‐ ξανδρειώτην φησὶ παρὰ τὴν .... Ἀλεξανδρειανός ὡς Μύρλεια | |
5 | Μυρλειανός, Ἡράκλεια Ἡρακλειανός. λέγεται καὶ Ἀλεξάνδρειος κτητι‐ κόν. Νικάνωρ δὲ ὁ Ἑρμείου ἐν τῇ περὶ Ἀλεξανδρείας πρώτῃ ταῦτα πάντα κυροῖ, καὶ τὸ Ἀλεξανδρῖνος καὶ τὸ Ἀλεξανδρίνης, οὐ μέν‐ τοι τὸ Ἀλεξανδρεώτης. Ἁλικαρνασσός. ὁ πολίτης Ἁλικαρνασσεύς ὡς Ἀψυρτεύς, Ἀν‐ | |
10 | δροτίων δ’ ἐν τρίτῃ Ἀτθίδος Ἁλικαρνάσσιός φησι. Ἄλος πόλις Ἀχαΐας, τὸ ἐθνικὸν Ἀλεύς, Σοφοκλῆς δὲ Ἀλού‐ σιος, τινὲς δὲ τῶν γλωσσογράφων Ἀλίους. Ἀμαξιτός πολίχνιον τῆς Τρωάδος. τὸ ἐθνικὸν Ἀμαξιτεύς. Ἀπολ‐ λόδωρος δὲ ἐν χρονικῶν τρίτῃ Ἀμαξιτηνούς φησιν. | |
15 | Ἀμβρακία πόλις Θεσπρωτίας. τὸ ἐθνικὸν Ἀμβρακιεύς καὶ Ἀμ‐ βρακιώτης. Φίλιστος δὲ Ἀμβρακῖνός φησι Σικελικῷ τύπῳ. εὕρηται καὶ διὰ τοῦ π ἀντὶ τοῦ β, ὅθεν καὶ τὸ Ἀμπρακιώτης. τὰ γὰρ εἰς ια θηλυκὰ καὶ εἰς ιον οὐδέτερα διὰ τοῦ ωτης ποιεῖ τὰ ἐθνικά, Σικελιώτης, Πηλιώτης. λέγεται καὶ Ἀμβράκιος καὶ Ἀμβρακία γυνή. | |
20 | Ἄμυρος πόλις Θεσσαλίας. τὸ ἐθνικὸν Ἀμυρεύς ὡς Κάμειρος Κα‐ μειρεύς. Εὔπολις δὲ Ἀμυρίους αὐτοὺς λέγει. ἐκ τούτου καὶ Ἀμυ‐ ραῖοι λέγονται. Ἄμφεια πόλις Μεσσήνης. τὸ ἐθνικὸν Ἀμφεύς. καὶ ὁ τύπος γὰρ Ἀρκάς, ὡς τὸ Ἡραιεύς. | |
25 | Ἀμφιτροπή δῆμος. ὁ δημότης Ἀμφιτροπαιεύς. δοκεῖ δὲ τὸ Ἀμφιτροπαιεύς ἐξ ἄλλου εἶναι, τοῦ Ἀμφιτροπαῖος. τὰ γὰρ εἰς ευς ἀπὸ τῶν εἰς η θηλυκῶν ἰσοσυλλαβεῖ τοῖς πρωτοτύποις, Σινώπη Σινωπεύς. Ἀνδανία πόλις Μεσσήνης. τὸ ἐθνικὸν Ἀνδανιεύς ὡς Φίλων ἐν τῇ περὶ πόλεων. λέγεται δὲ καὶ Ἀνδάνιος, ὡς Ῥιανός. | |
30 | Ἀξία πόλις Λοκρῶν τῶν Ὀζολῶν καὶ Ἰταλίας. τὸ ἐθνικὸν τῆς Λο‐ κρίδος Ἀξιεύς, τῆς δ’ Ἰταλικῆς Ἀξιάτης διὰ τὸν δυτικὸν χαρακτῆρα. Ἀπολλωνία. τὸ ἐθνικὸν Ἀπολλωνιάτης. Τρύφων ἐν τῷ περὶ παρωνύμων τὸ ἐθνικὸν εἶπεν Ἀπολλωνιεύς. ἀλλ’ οὐκ ἔστιν ἐκ τῆς πόλεως, ἀλλ’ ἐκ τοῦ Ἀπολλώνιον ὡς Δουλίχιον Δουλιχιεύς. | |
35 | Ἄρειον πεδίον ἐν Ῥώμῃ. τὸ ἐθνικὸν ἔδει Ἀρειοπεδιεύς, ἀλλ’ οὐχ ἁρμόζει Ῥωμαίοις ὁ τύπος. ἔσται οὖν τοῦ πεδίον πεδῖνος ἢ πεδια‐ νός καὶ Ἀρειοπεδῖνος ἢ Ἀρειοπεδιανός. Ἀρκεσίνη μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμοργῷ τῇ νήσῳ. τὸ ἐθνι‐ κὸν Ἀρκεσινεύς. Ἀνδροτίων ἕκτῃ Ἀτθίδος «Ἀμοργίοις Μινωίταις καὶ | |
40 | Ἀρκεσινεῦσιν». | 891 |
3,2892 | Ἅρμα πόλις Βοιωτίας. τὸ ἐθνικὸν Ἁρματεύς. ἔστι καὶ Ἅρματα πόλις πληθυντικῶς Ἰνδικῆς. ἐθνικὸν τὸ αὐτὸ ἢ διὰ τὸ τῆς χώρας ἔθος Ἁρματηνός ἢ Ἁρματίτης. Ἄρωμα πόλις Αἰθιόπων. ὁ πολίτης Ἀρωμεύς. ἔστι καὶ Ἀρόματα | |
5 | κατοικία Λυδίας. Στράβων (XIV p. 650) «ἄριστος Μεσσωγίτης οἶνος ὁ Ἀροματεύς». Βοίβη πόλις Θεσσαλίας. τὸ ἐθνικὸν Βοιβεύς. εἰ δὲ καὶ Βοι‐ βαῖος, οὐ κωλύει. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ. τὸ ἐθνικὸν ὤφειλε Βολο‐ | |
10 | γεσσιεύς ὡς Ἀφροδισιεύς, ἀλλ’ ἀνοίκειος ὁ τύπος τῇ χώρᾳ. λεκτέον οὖν Βολογεσσιηνός. Βολογεσίφορα πόλις Περσική. τὸ ἐθνικὸν τύπῳ Περσῶν Βολο‐ γεσιφορηνός. λεκτέον δὲ Βολογεσιφορεύς. Βοὸς Κεφαλαί. οἱ κατοικοῦντες Βουκεφαλεῖς, ἐπειδὴ ὁ δημότης | |
15 | Κεφαλεύς τοῦ Κεφαλή. Βουπράσιον πόλις Ἤλιδος. τὸ ἐθνικὸν Βουπρασιεύς καὶ Βου‐ πράσιος ἀπὸ Βουπρασίου τοῦ ἄρξαντος αὐτῶν καὶ Βουπρασίωνες ὡς Καδμείωνες. Βωμοί λόφοι Αἰτωλίας. οἱ κατοικοῦντες Βωμιῆς. Θουκυδίδης | |
20 | τρίτῃ (c. 96) «Βωμιῆς καὶ Καλλιῆς ἐπεβοήθησαν». ἀλλ’ ἔστιν ἀπὸ τοῦ Βώμιος ὡς ἀπὸ τοῦ Χήσιος Χησιεύς. Γάδειρα καὶ ἡ Γάδειρος. ὁ πολίτης Γαδειρεύς. λέγεται καὶ Γα‐ δειρίτης, ὡς Ἀλέξανδρος ὁ πολυΐστωρ. λέγεται καὶ Γαδειραῖος ὡς ἀπὸ τῆς ἡ Γάδειρα εὐθείας καὶ Γαδειρανοί. | |
25 | Γάμαλα κατοικία Συρίας. ὁ οἰκήτωρ Γαμαλεύς. Ἰώσηπος ἐν τε‐ τάρτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας. Γάμβρειον πόλις Ἰωνίας. τὸ ἐθνικὸν Γαμβρειεύς ὡς Σιγειεύς. γράφεται δὲ διὰ διφθόγγου, ὡς δηλοῖ τὸ Γαμβρήϊον. Γεράνεια πόλις Φρυγίας. τὸ ἐθνικὸν Γερανεύς ἢ Γερανειάτης | |
30 | τῷ τύπῳ τῆς χώρας. Γερηνία πόλις Μεσσηνίας. ἐκ τῆς εὐθείας τῆς ἡ Γέρηνος τὸ Γερη‐ νεύς ὡς Ἄλος Ἀλεύς καὶ ἐξ αὐτοῦ Γερήνιος. Γλαυκία πολίχνιον Ἰωνίας. τὸ ἐθνικὸν Γλαυκιεύς καὶ Γλαυκιώ‐ της. βέλτιον δὲ Γλαύκιος ὡς τῆς Πλακίας Πλάκιος. | |
35 | Γορδίειον πόλις Φρυγίας. τὸ ἐθνικὸν Γορδιεύς ὡς Κοτιάειον Κο‐ τιαεύς, Δορυλάειον Δορυλαεύς. ἐχρῆν δ’ ἰσοσύλλαβον. ἀλλὰ τὰ παρὰ τοῖς Φρυξὶ σημειώδη. Γρῦνοι πολίχνιον Μυριναίων. τὸ ἐθνικὸν Γρυνεύς. λέγεται καὶ «Γρύνειος Ἀπόλλων» ὡς Παρθένιος Δήλῳ, καὶ Γρυνήϊος. | |
40 | Δαρίειον πόλις τῆς Φρυγίας. τὸ ἐθνικὸν τῷ λόγῳ τῶν Φρυγίων παρὰ μίαν συλλαβὴν (sc. ἐνδεῖ τοῦ πρωτοτύπου) Δαριεύς ὡς Κοτιάειον | |
Κοτιαεύς, ἢ τῷ λόγῳ τοῦ Ῥοίτειον καὶ Σίγειον Δαριειεύς. | 892 | |
3,2893 | Δέραια πόλις Ἀρκαδίας. τὸ ἐθνικὸν Δεραιεύς ὡς Ἡραιεύς ἢ Δεραιάτης. Ἀρκαδίας γὰρ ἀμφότερα. Διοβούλιον, πολίχνιον πλησίον τοῦ Πόντου. τὸ ἐθνικὸν Διοβου‐ λιεύς, ὡς τὰ τῶν Φρυγίων πόλεων ἐθνικά. | |
5 | Δοκίμειον πόλις Φρυγίων. τὸ ἐθνικὸν Δοκιμεύς κατὰ τέχνην, κατὰ δὲ τὴν συνήθειαν Δοκιμηνός. Δουλίχιον μία τῶν Ἐχινάδων νήσων. ὁ πολίτης Δουλιχιεύς καὶ Δουλιχιώτης ἀπὸ τοῦ Δουλιχίη κατὰ τροπὴν καὶ Δουλιχιήτης. Δυσπόντιον πόλις Πισαίας. μέμνηται δ’ αὐτῆς καὶ Τρύφων ἐν | |
10 | παρωνύμοις γράφων οὕτως τὸ ἐθνικὸν «οἱ δὲ Δυσποντεῖς οὐ παρὰ τὴν πόλιν Δυσπόντιον καλοῦνται (ἐλέγοντο γὰρ Δυσποντιεῖς), παρὰ δὲ τὸν Πέλοπος υἱὸν Δύσποντον». Δώτιον πόλις Θεσσαλίας. ὁ πολίτης Δωτιεῦς. Σοφοκλῆς Λαρι‐ σαίοις «καί μοι τρίτον ῥίπτοντι Δωτιεὺς ἀνὴρ ἀγχοῦ προσῆψεν Ἔλατος | |
15 | ἐν δισκήματι». καὶ ἐν Λημνίαις προτέραις «Φερητίδης τ’ Ἄδμητος ἠδ’ ὁ Δωτιεὺς Λαπίθης Κόρωνος». Ἐλευθεραί πόλις Βοιωτίας. ὁ πολίτης Ἐλευθερεύς ἢ Ἐλευθε‐ ραῖος, ὡς Ἡρακλείδης. Ἐρύθεια νῆσος. ὁ νησιώτης Ἐρυθεύς ὡς Μαντινεύς ἢ Ἐρυθεί‐ | |
20 | της ἢ κατὰ περίφρασιν ὁ κατοικῶν τὴν Ἐρύθειαν. Ἑστίαια πόλις Εὐβοίας. τὸ ἐθνικὸν Ἑστιαιεύς. λέγεται καὶ τρισυλ‐ λάβως. ἔστι καὶ ἄλλη Ἀκαρνανίας. ὁ πολίτης Ἑστιαιεύς καὶ Ἑστιαιώτης. Εὔβοια. τὸ ἐθνικὸν Εὐβοιεύς καὶ Εὐβοεύς χωρὶς τοῦ ι, καίτοι τὰ ἀπὸ τῶν εἰς α παραγόμενα εἰς ευς φυλάττει τὴν παραλήγουσαν· διὸ καὶ | |
25 | τὸ Ἀλεξάνδρεια οὐ προϋπάρχει τοῦ Ἀλεξανδρεύς, ἔδει γὰρ Ἀλεξαν‐ δρειεύς, ἀλλ’ ἀπὸ τοῦ Ἀλέξανδρος, ὡς Ταρσός Ταρσεύς. Εὐκάρπεια δῆμος τῆς μικρᾶς Φρυγίας. ἔστι καὶ Εὐκαρπία φρούριον Σικελίας. τὸ ἐθνικὸν Εὐκαρπεύς. δυνατὸν δὲ τὸ τῆς Σικελίας Εὐ‐ καρπιανός καὶ Εὐκαρπιάτης καὶ Εὐκαρπίτης. | |
30 | Εὐπατρία πόλις Λυδῶν. οἱ πολῖται Εὐπατρίδαι, μᾶλλον δὲ Εὐπα‐ τρεῖς. Ξάνθος ἐν γʹ Λυδιακῶν. Εὔρωμος πόλις Καρίας. τὸ ἐθνικὸν Εὐρωμεύς. Ἀπολλώνιος ἑπτα‐ καιδεκάτῳ Καρικῶν. Ζοίτειον πόλις Ἀρκαδίας. τὸ ἐθνικὸν παρὰ τὸ Ζοίτειον Ζοιτει‐ | |
35 | εύς, παρὰ δὲ τὴν Ζοίτειαν Ζοιτεύς. Ἠλακαταῖον ὄρος Θεσσαλίας. τὸ ἐθνικὸν Ἠλακαταιεὺς Ζεύς. καὶ Ἠλακατεύς. Θύμβραρα πόλις Ἀσίας. τὸ ἐθνικὸν Θυμβραρεύς ἔδει. Ξενοφῶν δὲ (Cyrop. VI 2, 11) Θυμβραραῖός φησι. | |
40 | Θύριον Ἀκαρνανίας. τὸ ἐθνικὸν Θυριεύς ὡς Σουνιεύς. Ἀνδρο‐ | |
τίων δὲ Θύριός φησι. | 893 | |
3,2894 | Ἴλιον πόλις Τρῳάδος. τὸ ἐθνικὸν Ἰλιεύς «Ἰλιεὺς ὁ Ἀπόλλων ἐν Τροίᾳ». Ἰστίαια πόλις Εὐβοίας. ὁ πολίτης Ἰστιαιεύς. Ἔφορος δὲ τὸ ἐθνι‐ κὸν Ἑστιαῖός φησι. καὶ Ἱστιώτης ὁ τῆς Θεσσαλικῆς. | |
5 | Καλλίαι πόλις Ἀρκαδίας. ὁ πολίτης Καλλιεύς, ὡς Παυσανίας. Κάλυνδα πόλις Καρίας. τὸ ἐθνικὸν Καλυνδεύς. Ἡρόδοτος ὀγδόῃ (c. 87). Καρίς καὶ Καρίδες πόλις Φρυγίας. τὸ ἐθνικὸν Καριδεύς ὡς Ἀρ‐ καδεύς, τὸ ἀπὸ τῆς τέχνης Καρίτης. | |
10 | Κρουσίς μοῖρα τῆς Μυγδονίας, τὸ τοπικὸν ἔδει Κρουσιδεύς ὡς Χαλκιδεύς. ἔστι δὲ Κρουσιεύς. Κρύα πόλις Λυκίας. Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Κρυεύς «εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι Κρυέων, Κάρυσις καὶ Ἄλινα». Κυδαθήναιον δῆμος. ὁ δημότης Κυδαθηναιεύς. καὶ «κύων Κυ‐ | |
15 | δαθηναιεύς» (Arist. Vesp. 890). Κυνέτεια πόλις Ἄργους. οἱ πολῖται Κυνετεῖς καὶ Κυνετειᾶται. οἱ τύποι γὰρ οὐκ ἀήθεις τῶν Ἀργείων. Κυνόσσημα τόπος Λιβύης. τὸ ἐθνικὸν ἀπὸ γενικῆς Κυνοσσηματεύς. Λάρανδα πόλις Λυκαονίας. ὁ πολίτης Λαρανδεύς. Χάραξ τρίτῳ | |
20 | χρονικῶν. Ληψίμανδος πολίχνιον Καρίας. τὸ ἐθνικὸν Κρατερὸς ἐνάτῳ περὶ ψηφισμάτων Ληψιμανδεύς. Μελίβοια πόλις Θετταλίας. τὸ ἐθνικὸν Μελιβοεύς ὡς Θεόπομπος. Μεσσαπέαι χωρίον Λακωνικῆς. τὸ ἐθνικὸν Μεσσαπεεύς. οὕτω | |
25 | γὰρ ὁ Ζεὺς ἐκεῖ τιμᾶται. Θεόπομπος πεντηκοστῷ ἑβδόμῳ. Μύλασα πόλις Καρίας. τὸ ἐθνικὸν Μυλασεύς—ὡς Μένανδρος Καταψευδομένῳ. Νάρμαλις πόλις Πισιδίας. οἱ πολῖται Ναρμαλεῖς ὡς Καβαλεῖς, ὡς Ἔφορός φησι. | |
30 | Ναυπλία πόλις Ἄργους. οἱ οἰκοῦντες Ναυπλιεῖς ὡς Στράβων (VIII p. 373). Νεάνδρεια πόλις Τρῳάδος. ὁ πολίτης Νεανδρεύς ὡς Στράβων (XIII p. 606). Νῦσα. Νυσεύς. λέγεται καὶ Νυσαῖος καὶ ἐξ αὐτοῦ Νυσαιεύς | |
35 | τρισυλλάβως καὶ Νυσαεύς ἄνευ τοῦ ι. πόλις. ὁ οἰκήτωρ πολίτης καὶ πολιεύς. Πολιεύς γὰρ ὁ Ζεὺς | |
τιμᾶται ἀπὸ τῆς πόλιος γενικῆς καὶ κατὰ τροπὴν τοῦ ος εἰς ευς. | 894 | |
3,2895 | Πύρινδος πόλις Καρίας. τὰ εἰς ος καὶ εἰς α εἰς ευς ἔχει τὸ ἐθνικόν. Σαμάρεια πόλις τῆς Ἰουδαίας. καὶ Ἐπαφρόδιτος μὲν τὸ ἐθνικὸν αὐτῆς Σαμαρεύς εἶπε καὶ τὴν πρώτην συλλαβὴν ἐμήκυνεν, ὁ δ’ Ἀν‐ τίοχος Σαμαρείτης. | |
5 | Σέστιον πόλις ἐν μεσογείᾳ Οἰνωτρῶν. τὸ ἐθνικὸν Σεστιεύς, ὡς τὰ εἰς ον οὐδέτερα. Σκόλις Ἀχαΐας πόλις. ὁ πολίτης Σκολιεύς ὡς Ῥιανὸς ἐν τε‐ τάρτῳ Ἀχαϊκῶν. Σύμαιθα πόλις Θετταλίας. ὁ πολίτης Συμαιθεύς, ὡς Θεόπομπος | |
10 | Φιλιππικῶν εἰκοστῷ δευτέρῳ. Σχοῖνος χώρα τῆς Θηβαϊκῆς, καὶ Σχοινεύς ποταμὸς ἀπὸ Σχοινέως τοῦ Ἀθάμαντος. Τρύφων ἐν τῷ περὶ παρωνύμων ὧδέ φησι «τὰ εἰς ευς λήγοντα παρώνυμα οὐδέποτε τῆς γενικῆς τοῦ πρωτοτύπου μιᾷ πλεο‐ νάζει. ὁ γοῦν Φωκαεύς οὐ παρὰ τὸν Φῶκον γέγονε, παρὰ μέντοι τὴν | |
15 | Φώκαιαν, καὶ ὁ παρὰ Καλλιμάχῳ Ἐλλοπιεύς παρὰ τὴν Ἐλλοπίαν, οὐ παρὰ τὸν Ἔλλοπα. ὁ δὲ παραρρέων τὸν Σχοῖνον ποταμὸς Σχοινεύς καλεῖται ἤτοι παρὰ τοὺς σχοίνους ἢ παρὰ τὸν Σχοινέα τὸν τῆς Ἀτα‐ λάντης πατέρα». ὁ πολίτης μέντοι Σχοινεύς (ὁ γὰρ ποταμὸς καὶ ὁ οἰκιστὴς Σχοινεύς) ὡς Ταρσοῦ Ταρσεύς. | |
20 | Τάμυνα πόλις Ἐρετρίας. τὸ ἐθνικὸν Ταμυνεύς. λέγεται καὶ Τα‐ μυναῖος. οὕτω γὰρ ὁ Ζεὺς ἐν αὐτῇ τιμᾶται. Ταξίανα νῆσος τῆς Σουσιανῆς. τὸ ἐθνικὸν Ταξιανεύς ὡς Ἀδα‐ νεύς· .... ὀγδόῳ. τῷ τύπῳ τῆς χώρας Ταξιανηνός. Τελμισσός πόλις Καρίας. ὁ πολίτης Τελμισσεύς. καὶ δρᾶμα Ἀρι‐ | |
25 | στοφάνους Τελμισσεῖς. λέγεται καὶ τετρασυλλάβως Τελεμισσεῖς ὡς αὐ‐ τός «πῶς ἄν τις ἂν οὖν, ἢ τί ποιήσας ... ὦ Τελεμισσῆς;» καὶ πάλιν «φέρε δὴ τοίνυν, ταῦθ’ ὅταν ἔλθῃ, τί ποιεῖν χρή μ’, ὦ Τελεμισσῆς;». καὶ Τελμίσσιος ὡς Λυρνήσσιος. Τέρμερα πόλις Λυκίας. ὁ πολίτης Τερμερεύς. Ἡρόδοτος δὲ Τερ‐ | |
30 | μίλας αὐτοὺς καλεῖ ἐν τῷ πρώτῳ (c. 173). ὁ δὲ χρησμὸς ὁ περὶ αὐτῶν Τερμιλέας αὐτούς φησι. Τετράπολις τῆς Ἀττικῆς. οἱ οἰκήτορες Τετραπολεῖς καὶ Τετρα‐ πολῖται, ὡς Φαβωρῖνος ἐν πρώτῳ παντοδαπῆς ὕλης ἱστορικῆς. Τρεμίλη. ἡ Λυκία ἐκαλεῖτο οὕτως. οἱ κατοικοῦντες Τρεμιλεῖς. | |
35 | Ἀλέξανδρος «τελευτήσας τὰς δὲ τοὺς Τρεμιλέας Λυκίοις Βελλεροφόντης μετωνόμασεν». Ἑκαταῖος Τρεμίλας αὐτοὺς καλεῖ ἐν τετάρτῳ τῶν γε‐ νεαλογιῶν. Τρινακρία ἡ Σικελία. τὸ ἐθνικὸν Τρινακριεύς. Καλλίμαχος δ’ Αἰτίων αʹ Τρινάκριον πόντον φησίν. | |
40 | Τρῳάς ἡ χώρα τοῦ Ἰλίου. τὸ ἐθνικὸν Τρῳαδεύς. «Ἠγησίαναξ | 895 |
3,2896 | γραμματικός, γράψας περὶ τῆς Δημοκρίτου λέξεως βιβλίον ἓν καὶ περὶ ποιητικῶν λέξεων. ἦν δὲ Τρῳαδεύς». Τυμνησσός πόλις Καρίας. ὁ πολίτης Τυμνησσεύς, ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λυκιακῶν. | |
5 | Ὑδισσός πόλις Καρίας. ὁ πολίτης Ὑδισσεύς, ὡς Ἀπολλώνιός φησιν. Ὑλλεῖς ἔθνος Ἰλλυρικὸν ἀπὸ Ὕλλου τοῦ Ἡρακλέους. ἔστι δ’ ὡς Φῶκος Φωκεύς, Αἴολος Αἰολεύς, οὕτως Ὕλλος Ὑλλεύς. ἔστιν Ὑλλίς φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. ὁ φυλέτης Ὑλλεύς. Χάραξ | |
10 | θʹ «καὶ Παμφύλιοι καὶ Ὑλλεῖς». Ὑπερασία πόλις Ἀχαΐας, ἧς τὸ ἐθνικὸν Ὑπερασιεύς. Φλέγων κγʹ ὀλυμπιάδι καὶ Θεόπομπος. Φαναγόρεια πόλις. τὸ ἐθνικὸν ἐχρῆν Φαναγορεύς ὡς Ἀλεξαν‐ δρεύς τῷ πλείονι λόγῳ. ἐκράτησε δ’ ὅμως Φαναγορείτης. | |
15 | Φιλαδέλφεια πόλις Λυδίας. ὁ πολίτης Φιλαδελφεύς. τὸ δὲ Φιλαδελφηνός ἐπιχώριον. οὕτω γὰρ Ἰώσηπος κʹ τῆς Ἰουδαϊκῆς ἀρ‐ χαιολογίας (c. 1). Φίλιπποι πόλις Μακεδονίας. ὁ πολίτης Φιλιππεύς, Φιλιππη‐ νός δὲ παρὰ Πολυβίῳ. | |
20 | Φοιτίαι πόλις Ἀκαρνανίας. τὸ ἐθνικὸν Φοιτιεύς καὶ Φοίτιοι, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωϊκοῖς. Φορίεια κώμη Ἀρκαδίας. τὸ ἐθνικὸν Φοριεύς, ὡς Ἔφορος ἐν τῇ ϛʹ τῶν ἱστοριῶν. Χαλκητόριον πόλις Κρήτης. ὁ πολίτης Χαλκητορεύς. Ἀπολλό‐ | |
25 | δωρος τετάρτῳ χρονικῶν «μεθ’ οὗ Χαρίδημος ἦν φυγὰς Χαλκητορεύς». Κρατερὸς δ’ ἐν τῷ περὶ ψηφισμάτων Χαλκήτορας αὐτούς φησι. Χήν πόλις τῆς Λακωνικῆς. ὁ πολίτης Χηνιεύς, ἀλλὰ καὶ Χηνεύς, ὡς Πλάτων ἐν Πρωταγόρᾳ (p. 343)· «τούτων τῶν ἀνδρῶν ἦν Θαλῆς καὶ Πιττακὸς καὶ Βίας καὶ Κλεόβουλος καὶ Σόλων ὁ ἡμέτερος καὶ Μύ‐ | |
30 | σων ὁ Χηνεὺς καὶ ἕβδομος ἐξ αὐτῆς τῆς Λακεδαίμονος Χίλων». Χρυσαορίς πόλις Καρίας. τὸ ἐθνικὸν Χρυσαορεύς, ὡς Ἀπολλώνιος ἐν Καρικοῖς «Ταυροπολῖται μὲν συνεμάχουν καὶ Χρυσαορεῖς καὶ Πλα‐ ρασεῖς». Ὠρωπός πόλις Βοιωτίας. τὸ ἐθνικὸν Ὠρωπεύς ὡς Ἀπολλόδωρος | |
35 | ἐν νεῶν καταλόγου πρώτῃ «ἔστι δ’ ἡ Γραῖα τόπος, τῶν Ὠρωπέων πό‐ λις». Στράβων δ’ ἐν τῇ ἐνάτῃ (p. 391) φησίν «ἀπὸ τῆς Ὠρωπίας ἐπὶ τὴν δύσιν» ὡς ἀπὸ τοῦ Ὠρώπιος· εἰ γὰρ ἦν ἀπὸ τοῦ Ὠρωπιεύς, Ὠρωπιάς ἂν εἶπε. Παυσανίας δὲ ἐν τῷ ἑβδόμῳ (c. 11, 4) φησὶν τὸ | |
ἐθνικὸν οὕτως «καταφεύγουσιν ἐπὶ τὴν Ῥωμαίων βουλὴν οἱ Ὠρώπιοι». | 896 | |
3,2897 | καὶ Θουκυδίδης δευτέρᾳ (c. 23) «παριόντες Ὠρωπὸν τὴν γῆν Γραϊκὴν καλουμένην, ἣν νέμονται Ὠρώπιοι Ἀθηναίων ὑπήκοοι, ἐδῄωσαν». καὶ Θεόπομπος ἐν ϛʹ Ἑλληνικῶν «ἀνακοινοῦνται τῶν Ὠρωπίων Τηλέφῳ καὶ τοῖς μετ’ ἐκείνου βουλομένοις καὶ τὸν Ὠρωπὸν ὑπάρχειν αὐτοῖς». | |
5t | Περὶ τῶν εἰς ως. | |
6 | Ἕλος πόλις Λακωνική. οἱ πολῖται Εἵλωτες. τῇ ἐκτάσει καὶ τῷ γένει καὶ τῇ προσθέσει τοῦ ι διαφέρει. λέγονται καὶ Εἱλῶται καὶ | |
Ἕλειοι καὶ Ἑλεῖται. | 897 |