TLG 0087 025 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: De figuris (= Περὶ σχημάτων) Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. De figuris (= Περὶ σχημάτων) Citation: Part+volume — page — (line) | ||
3,2847(1t) | ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ. | |
3 | Il. Pros. Ι 502 παραβλῶπες: προπερισπαστέον ὁμοίως τῷ τυφλῶ‐ πες· ἀπὸ γὰρ ὀξυνομένης εὐθείας ἐγένετο τῆς παραβλώψ. τὰ δὲ τοι‐ | |
---|---|---|
5 | αῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥσπερ τὸ ἑλικῶπες καὶ κύκλωπες, περὶ ὧν ἐντελέστερον λέγεται ἐν τοῖς περὶ σχημάτων. | |
8 | Schol. BL ad Il. Γ 391 δῖνος: ὁ τόρνος, ὃ καὶ διὰ τοῦ ι φησὶν Ἡρωδιανὸς ἐν τῷ περὶ σχημάτων. | |
11 | E. M. 137, 32: ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ σχημάτων λέγει, ὅτι γίνονταί τινες συνθέσεις καὶ ἀπὸ μονοσυλλάβου ῥήματος οἷον ἀπὸ τοῦ βῶ κάραβος καὶ ἀπὸ τοῦ θῶ τὸ θηλάζω Αἴγισθος· καὶ ἀπὸ τοῦ φῶ οὖν τοῦ σημαίνοντος τὸ φαίνω ἄργυφος καὶ πλεονασμῷ τοῦ ε ἀργύφεος | |
15 | «αὐτὴ δ’ ἀργύφεον φᾶρος μέγα ἔννυτο» (κ 543), «τῶν δὲ καὶ ἀργύ‐ φεον πλῆτο σπέος» (Σ 50), «ἀργυφέῃ ἐσθῆτι» Ἡσίοδος (Theog. 574). | |
18 | Ep. Cr. I 59: τινὲς οὐχ ὡς τὸ πρόθυμος καὶ εὔθυμος ἀπὸ τοῦ θυμός, οὕτως ἀπόθυμος, ἀφ’ οὗ ἀποθύμιος, ἀλλ’ ὥσπερ πολλαχοῦ οἱ | |
20 | παλαιοὶ παρὰ δύο λέξεις διεζευγμένας μίαν παραγωγὴν πεποίηνται οἷον Νέα πόλις Νεαπολίτης, Ἄρειος πάγος Ἀρειοπαγίτης, πρὸ ἔργου προὐρ‐ γιαίτερον, Λεὼ κόραι Λεωκόριον, Διὸς πόλις Διοσπολίτης, παρὰ ποτα‐ μὸν Παραποτάμιος, ἐπὶ Ταινάρῳ Ἐπιταινάριος, ἐπὶ γῆς ἐπίγειος, ἐπ’ οὐρανοῦ ἐπουράνιος· οὕτως «ἀλλ’ ἀπὸ θυμοῦ μᾶλλον ἐμοί» (Α 562) | |
25 | παράγεται ἀποθύμιος· οὕτως ἔχει καὶ τὸ σκορακίζειν· ἐς κόρακας, ἐσκο‐ ρακίζειν καὶ ἀποβολῇ τῆς ἀρχῆς σκορακίζειν. | |
28 | E. M. 278, 25: τὸ Διόσκορος οἱ μὲν ἐν παραθέσει λέγουσιν, ὅτι ἡ Διός γενικὴ ἐν τῇ συνθέσει ἀποβάλλει τὸ ς· εἰ οὖν τὸ Διόσκο‐ | |
30 | ρος ἐφύλαξε τὸ ς, δηλονότι ἐν παραθέσει ἐστί. δεῖ σημειώσασθαι διόσθυος παρὰ Καλλιμάχῳ. ἐν συνθέσει γὰρ ὂν ἐφύλαξε τὸ ς· ἔστι δὲ ὄνομα μηνός. οἱ δὲ ἐν συνθέσει λέγουσιν, ὅτι ἀπὸ δύο λέξεων εἴτε ἐν | |
συνθέσει εἴτε ἐν παραθέσει οὐσῶν γίνονται αἱ παραγωγαί, οἷον Ἱερά‐ | 847 | |
3,2848 | πολις Ἱεραπολίτης, Νεάπολις Νεαπολίτης, Ἄρειος πάγος Ἀρειοπαγίτης, οὐδέποτε δὲ ἀπὸ δύο λέξεων ἐν παραθέσει οὐσῶν γίνεται παραγωγὴ τεμενικοῦ οἷον Θέτιδος Θετίδειον, Ἡρακλῆς Ἡράκλειον, Αἰακός Αἰα‐ κεῖον. εἰ οὖν ἐστι Διοσκορεῖον τεμενικόν, δῆλον ὅτι οὐ παρήχθη | |
5 | ἀπὸ δύο λέξεων ἐν παραθέσει οὐσῶν. ἄρα οὖν τὸ Διόσκορος ἐν συν‐ θέσει ἐστίν. | |
8 | Steph. Byz. s. Παρθένου ἱερόν: ὁ σχηματισμὸς τοῦ ἐθνικοῦ ἀπὸ δύο ἓν παραγωγόν· ὥσπερ γὰρ ἀπὸ τοῦ «Μόψου» καὶ «ἑστία» παρήχθη | |
10 | τὸ Μοψεάτης, ἀπὸ μόνου τοῦ Μόψου, οὕτως καὶ ἀπὸ τῆς «παρθένου» καὶ «ἱερόν» ἢ «ἄκρα» ἢ «ξόανον» ὁ οἰκήτωρ παρήχθη μόνον τὸ Παρ‐ θένιος ἀπὸ τοῦ παρθένου μόνου ὀνόματος. | |
14 | E. M. 245, 7: τὰ ἐκ δύο τελείων συγκείμενα ὀνόματα ἢ ἀπὸ εὐ‐ | |
15 | θείας συντίθεται οἷον ἕως ἑωσφόρος, ἢ ἀπὸ γενικῆς ὡς τὸ οὐδείς οὐδε‐ νός καὶ τὸ ὤρα ἡ φροντίς οὐδενόσωρα καὶ Ἕλλη Ἑλλήσποντος. ἢ ἀπὸ δοτικῆς ὡς Ἄρηϊ Ἀρηΐφιλος καὶ δουρί δουρικλυτός ἢ ἀπὸ αἰτιατικῆς ὡς τὸ νοῦν νουνεχής καὶ πόδα Ποδαλείριος· ἀπὸ δὲ κλητικῆς μόνον οὐ συντίθεται. | |
21 | E. M. 810, 53 χηναλώπηξ: ἰστέον, ὅτι τὰ εἰς ἀμετάβολον λή‐ γοντα σύνθετα κατὰ τὴν ἀρχὴν οὐδέποτε ἀπὸ εὐθείας συντίθεται, ἀλλ’ ἢ ἀπὸ γενικῆς ἢ ἀπὸ δοτικῆς ὡς ἐπὶ τοῦ πυρίβλητος· καὶ εἰ μὲν ἡ ἐπιφερομένη λέξις ἄρχεται ἀπὸ συμφώνου, ἀποβάλλει ἡ γενικὴ τὸ ς | |
25 | οἷον φρήν φρενός φρενοβλαβής, χήν χηνός χηνοτρόφος· ἐὰν δὲ ἀπὸ φωνήεντος ἄρχηται, ἀποβάλλεται καὶ τὸ ο καὶ τὸ ς οἷον φρήν φρενός φρεναπάτης, χήν χηνός χηναλώπηξ. δεῖ προσθεῖναι «εἰ μὴ ἄρχηται ἀπὸ τοῦ η ἢ τοῦ ε». τότε γὰρ τὸ ς μόνον ἀποβάλλεται οἷον χείρ χειρός χειροήθης, χειροεργός καὶ χειρουργός, λιμήν λιμένος λιμενοει‐ | |
30 | δής. δεῖ προσθεῖναι, καὶ χωρὶς τοῦ «χειροάναξ». τοῦτο δὲ γίνεται κατὰ κρᾶσιν χειρῶναξ ὡς Ἱππῶναξ. διὰ γὰρ τὴν κρᾶσιν ἠμαυρώθη τὸ παράλογον. | |
34 | An. Ox. IV 329, 31: σύνθετον πολλάκις καὶ ἀπὸ πλειόνων λέξεων | 848 |
3,2849 | γίνεται, ὡς τὸ χρυσεολευκόλιθος, εὐσυνήγορος. καὶ τὸ σαρκασμοπιτυο‐ κάμπτης (Arist. Ran. 966) καὶ ὅσα ἄλλα παρὰ τοῖς κωμικοῖς πέπαικται. | |
4 | E. M. 131, 48 (Choer. Epim. in Psalm. 11, 4, Aneed. Paris. | |
5 | III 298, 26): ἡνίκα ἰσοσυλλαβεῖ τὰ ῥήματα τοῖς ὀνόμασιν, ὀξύνεται δὲ ἢ βαρύνεται τὰ ὀνόματα, τὰ δὲ ῥήματα περισπᾶται, τότε ἐκ τῶν ὀνομάτων παράγεται τὰ ῥήματα οἷον μόνος μονῶ, χρυσός χρυσῶ, ἄπορος ἀπορῶ. ἡνίκα δὲ πάλιν ἰσοσυλλαβεῖ τὰ ῥήματα τοῖς ὀνόμασιν, ὀξύνεται δὲ ἢ βαρύνεται τὰ ὀνόματα, βαρύνεται δὲ καὶ τὰ ῥήματα, | |
10 | τότε ἐκ τῶν ῥημάτων παράγεται τὰ ὀνόματα οἷον λέγω λόγος, φέρω φόρος· εἰ δὲ περιττοσυλλαβεῖ τὰ ῥήματα τοῖς ὀνόμασι καὶ συνάρχε‐ ται, τότε ἐκ τῶν ὀνομάτων παράγεται τὰ ῥήματα οἷον ἵππος ἱππεύω, δίφρος διφρεύω. εἰ δὲ περιττοσυλλαβεῖ τὰ ὀνόματα τοῖς ῥήμασι, τότε ἐκ ῥημάτων παράγεται τὰ ὀνόματα οἷον μαρτυρῶ μαρτυρία, εὐδοξῶ | |
15 | εὐδοξία. | 849 |