TLG 0087 022 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ τῶν εἰς μι Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Περὶ τῶν εἰς μι Citation: Part+volume — page — (line) | ||
3,2825(1t) | ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ | |
2t | ΠΕΡΙ ΤΩΝ ΕΙΣ μι. | |
---|---|---|
3 | Choer. 842, 24: τὰ εἰς μι ὑπέλαβον τινὲς Αἰολικὰ εἶναι, ἐπειδὴ πολλὰ παρ’ αὐτῶν εὑρίσκεται εἰς μι, τὸ γὰρ γελῶ γέλαιμι λέγουσι καὶ τὸ δοκιμῶ δοκίμωμι· | |
5 | ἐπειδὴ γὰρ οἱ Αἰολεῖς βαρυντικοί εἰσι (τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσι), τὰ δὲ εἰς μι ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν, εἶμι ὃ σημαίνει τὸ πορεύομαι, χωρὶς τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω καὶ τοῦ φημί καὶ τοῦ ἠμί τοῦ σημαίνοντος τὸ λέγω, ὅπερ ἀπὸ τοῦ φημί γέγονε κατὰ ἀποβολὴν τοῦ φ, τούτου χάριν οἱ Αἰολεῖς τὰ εἰς ω περισπώμενα μεταποιοῦσιν εἰς μι, ἵνα μεταδιώξωσι χαρακτῆρα ἀποστρεφό‐ | |
10 | μενον τὴν ὀξεῖαν τάσιν. ἰστέον δὲ ὅτι ἐλέγχεται ἀπὸ πλείστων μὴ ὄντα Αἰολικά· καὶ γὰρ ἀπὸ τόνου καὶ ἀπὸ κλίσεως καὶ ἀπὸ γραφῆς καὶ ἀπὸ πνεύματος καὶ ἀπὸ ποσότητος συλλαβῶν καὶ ἀπὸ τῶν πρωτοτύπων. καὶ ἀπὸ μὲν τοῦ τόνου, ὅτι πᾶσαν λέξιν ὑπὲρ μίαν συλλαβὴν παρ’ ἡμῖν ὀξύτονον βαρύνουσι, χωρὶς τῶν προ‐ θέσεων καὶ τῶν συνδέσμων οἷον Ἀχιλλεύς, σοφός, Ἀχίλλευς, σόφος· τὸ δὲ ἠμί | |
15 | καὶ τὸ φημί ὀξύνεται, δῆλον οὖν ὅτι οὐκ ἔστι Αἰολικά. πρόσκειται «χωρὶς τῶν προθέσεων καὶ τῶν συνδέσμων», ἐπειδὴ ἐπὶ τούτων οἱ Αἰολεῖς φυλάττουσι τὴν ὀξεῖαν τάσιν οἷον ἀνά, κατά, ἀτάρ, αὐτάρ. ἀπὸ δὲ κλίσεως δείκνυται μὴ ὄντα Αἰολικὰ τὰ εἰς μι, ὅτι τὰ εἰς μι ἐν τῷ δευτέρῳ προσώπῳ παρ’ ἡμῖν προσλαμβά‐ νοντα τὸ ι τὸ τρίτον ποιεῖ οἷον τίθημι τίθης τίθησι· τὰ δὲ Αἰολικὰ ἀποβολῇ τοῦ | |
20 | ς ποιεῖ τὰ τρίτα οἷον γέλαιμι γέλαις γέλαι· δῆλον οὖν ὅτι οὐκ ἔστιν Αἰολικά. ἀπὸ γραφῆς δέ, ὅτι τὰ εἰς μι οὐ θέλει παρ’ ἡμῖν διφθόγγῳ παραλήγεσθαι οἷον τίθημι, δίδωμι· σεσημειωμένου τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω καὶ τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι· παρὰ δὲ τοῖς Αἰολεῦσι πολλὰ εὑρίσκεται διφθόγγῳ παραληγόμενα οἷον ἵσταιμι, κίχραιμι, γέλαιμι διὰ τῆς αι διφθόγγου· δῆλον οὖν ὅτι | |
25 | οὐκ ἔστιν Αἰολικά. ἀπὸ πνεύματος δέ, ὅτι οἱ Αἰολεῖς ψιλωτικοί ἐστιν οἷον ὔμμες, ἄμμιν· τὸ δὲ ἵημι καὶ ἵστημι δασύνεται· ἄρα οὐκ ἔστι τὰ εἰς μι Αἰολικά. ἀπὸ ποσότητος δὲ συλλαβῶν, ὅτι οὐδέποτε παρ’ ἡμῖν τὰ εἰς μι ἁπλᾶ ὄντα ὑπερβαίνει τὰς τρεῖς συλλαβὰς οἷον τίθημι, δίδωμι, ὄμνυμι, χωρὶς τοῦ ὀρέγνυμι καὶ κορέν‐ νυμι καὶ πετάννυμι καὶ ὀμόργνυμι καὶ ὀνίνημι ὃ σημαίνει τὸ ὠφελῶ· παρὰ δὲ | |
30 | τοῖς Αἰολεῦσι πολλάκις εὑρίσκεται εἰς μι ὑπερβαίνοντα τὰς τρεῖς συλλαβὰς οἷον ἐλευθέρωμι, δοκίμωμι· δῆλον οὖν οὐκ ἔστιν Αἰολικὰ τὰ εἰς μι. πρόσκειται «ἁπλᾶ ὄντα» διὰ τὸ ἀποδίδωμι καὶ συνίστημι καὶ ἀποτίθημι· ταῦτα γὰρ ὑπερβαίνει τὰς τρεῖς συλλαβὰς ἀλλ’ οὐκ ἔστιν ἁπλᾶ. ἀπὸ τῶν πρωτοτύπων δείκνυται, ὅτι οὐδέ‐ ποτε παρὰ τοῖς Αἰολεῦσιν ἀπὸ βαρυτόνων γίνεται τὰ εἰς μι, ἀλλ’ ἀπὸ τῶν περι‐ | |
35 | σπωμένων οἷον ἐλευθερῶ ἐλευθέρωμι, δοκιμῶ δοκίμωμι, γελῶ γέλαιμι· καὶ ἡ αἰτία δήλη ἐστίν· ἐπειδὴ γάρ, ὡς προείρηται, οἱ Αἰολεῖς βαρυντικοί εἰσι, τὰ δὲ εἰς μι ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν, χωρὶς τοῦ φημί καὶ ἠμί καὶ εἰμί τὸ ὑπάρχω, | |
τούτου χάριν τὰ εἰς ω περισπώμενα μεταποιοῦσιν εἰς μι, ἵνα μεταδιώξωσι χαρα‐ | 825 | |
3,2826 | κτῆρα ἀποστρεφόμενον τὴν ὀξεῖαν τάσιν· ἐπὶ γὰρ τῶν βαρυτόνων οὐδὲν τοιοῦτον ποιοῦσιν, ἐπειδὴ καὶ χωρὶς τοῦ ποιῆσαι ταῦτα εἰς μι τὸ σπουδαζόμενον ἔχουσι, φημὶ δὴ τὴν βαρεῖαν τάσιν· παρ’ ἡμῖν δὲ καὶ ἀπὸ βαρυτόνων γίνεται τὰ εἰς μι ὡς τὸ ἀπὸ τῆς ἕκτης συζυγίας οἷον ζευγνύω ζεύγνυμι· ἄρα οὖν οὐκ ἔστιν Αἰο‐ | |
5 | λικά. δέδεικται οὖν διὰ πάντων, ὅτι τὰ εἰς μι οὐκ ἔστιν Αἰολικά. Ἰστέον δὲ ὅτι τὰ εἰς μι παραγωγά ἐστι. δεῖ δὲ γινώσκειν, ὅτι τὸ δίδωμι ἐπὶ τοῦ παρέχω τρίτης ἐστὶ συζυγίας τῶν εἰς μι· ἐπὶ γὰρ τοῦ δεσμεύω πρώτης ἐστὶ συζυγίας οἷον διδῶ διδεῖς δίδημι, ἀντὶ τοῦ δεσμεύω, ὅθεν δήσω ὁ μέλλων, ὡς θήσω, καὶ ἔδησα ἀόριστος, καὶ δέδεκα ὁ ἐνεργητικὸς παρακείμενος, καὶ δέδεμαι ὁ | |
10 | παθητικὸς καὶ ἐδέθην ὁ πρῶτος ἀόριστος. ἰστέον ὅτι τῆς τρίτης ἐστὶ συζυγίας οὐδαμοῦ ὁ ἐνεστώς, πλὴν τοῦ δίδωμι. πρόσκειται «ἐνεστῶτος» διὰ τὸ ἐβίων καὶ ἥλων δευτέρου ἀορίστου· ταῦτα τρίτης συζυγίας ἐστὶ τῶν εἰς μι, ὡς ἀπὸ τοῦ βίωμι καὶ ἅλωμι, ἀλλ’ οἱ ἐνεστῶτες οὗτοι, φημὶ δὴ ὁ βίωμι καὶ ἅλωμι, οὐχ εὑρίσκονται ἐν χρήσει· ὡσαύτως δὲ καὶ τοῦ ἔγνων δευτέρου ἀορίστου οὐχ | |
15 | εὕρηται ἐν χρήσει ὁ ἐνεστὼς ὁ γνῶμι. ἡ δὲ τετάρτη συζυγία τῶν εἰς μι μὴ ἔχουσα τετάρτην συζυγίαν τῶν περισπωμένων, ἐξ ἧς ὤφειλε παραχθῆναι, ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων παράγεται, οἷον ἀπὸ τοῦ πηγνύω πήγνυμι· καὶ εὐ‐ λόγως ἀπὸ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων ἡ τετάρτη συζυγία τῶν εἰς μι, ἐπειδὴ καὶ αἱ τρεῖς συζυγίαι τῶν περισπωμένων ὅσον κατὰ τὴν ἐντέλειαν τῆς | |
20 | ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσί. τὸ γὰρ τιθῶ ἀπὸ τοῦ τιθέω ἐστὶ καὶ τὸ ἱστῶ ἀπὸ τοῦ ἱστάω καὶ τὸ διδῶ ἀπὸ τοῦ διδόω· τὸ δὲ τιθέω καὶ ἱστάω καὶ διδόω ἕκτης συζυγίας τῶν βαρυτόνων ἐστί. παράγεται δὲ ἐκ τῶν τριῶν συζυ‐ γιῶν τῶν περισπωμένων τὰ εἰς μι καὶ τούτου χάριν καὶ ἀπὸ τῆς ἕκτης συζυ‐ γίας τῶν βαρυτόνων ἡ τετάρτη συζυγία τῶν εἰς μι· ἐπειδὴ γὰρ τὰ εἰς μι οὐ θέλει | |
25 | συμφώνῳ παραλήγεσθαι οἷον τίθημι, πλὴν τοῦ ἐσμί τοῦ σημαίνοντος τὸ ὑπάρχω, ὅπερ οὐδὲ εὑρίσκεται ἐν χρήσει, ἀλλ’ ὑπόμνησιν αὐτοῦ ἔχομεν τὸ ἐσσί. ἐπειδὴ οὖν ἡ μὲν ἕκτη συζυγία τῶν βαρυτόνων διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, αἱ δὲ ἄλλαι συζυγίαι τῶν βαρυτόνων διὰ συμφώνων, εἰκότως ἀπὸ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων παράγεται τὰ εἰς μι οἷον ὀλλύω, ὄλλυμι καὶ οὐκ ἀπὸ τῶν λοιπῶν | |
30 | συζυγιῶν τῶν βαρυτόνων, οἷον ἀπὸ τοῦ λέγω καὶ φέρω τροπῇ τοῦ ω εἰς μι λέγμι καὶ φέρμι· ἤμελλε γὰρ συμφώνῳ παραλήγεσθαι, ὅπερ ἐστὶν ἀδύνατον. Εἰ δέ τις εἴποι, διὰ τί γὰρ μὴ ὡς ἐκ τοῦ τιθῶ καὶ διδῶ καὶ ἱστῶ γέγονε τίθημι καὶ δίδωμι καὶ ἵστημι, οὕτως καὶ ἀπὸ τοῦ λέγω λέγημι, φέρω φέρημι, οὕτω γὰρ ἐὰν γένηται, οὐκέτι εὑρίσκηται συμφώνῳ παραληγόμενα; λέγομεν, ὅτι οὐ δύναται | |
35 | οὕτω γενέσθαι, ἐπειδὴ τὰ εἰς μι, ἐὰν μὲν ἀπὸ βαρυτόνων παραχθῇ, ἰσοσυλλαβεῖν θέλει τοῖς ἰδίοις πρωτοτύποις οἷον ζευγνύω ζεύγνυμι· εἰ δὲ ἀπὸ περισπωμένων, μιᾷ συλλαβῇ περιττεύει τῶν ἰδίων πρωτοτύπων οἷον τιθῶ τίθημι, ἱστῶ ἵστημι· ἐὰν οὖν ταῦτα γένηται λέγημι καὶ φέρημι, μέλλει περιττοσυλλαβεῖν τῶν ἰδίων πρω‐ τοτύπων τοῦ λέγω καὶ φέρω, ἀπὸ βαρυτόνων παραχθέντα. | |
40 | Choer. 846, 27: θέλει δὲ τὰ εἰς μι φύσει μακρᾷ παραλήγεσθαι. καὶ παραλή‐ γονται ἡ μὲν αʹ καὶ βʹ συζυγία τῶν εἰς μι τῷ η οἷον τιθῶ τιθεῖς τίθημι, ἱστῶ ἱστᾷς ἵστημι, ἀλλ’ ἐν τῇ συστολῇ διαφέρουσιν· ἡ μὲν γὰρ πρώτη συζυγία τῶν εἰς μι διὰ τοῦ ε συστέλλεται ἐν τοῖς πληθυντικοῖς οἷον τίθεμεν, ἀφίεμεν· ἡ δὲ δευ‐ τέρα διὰ τοῦ α συνεσταλμένου, ἵσταμεν, κίχραμεν· ἡ δὲ γʹ παραλήγεται τῷ ω | |
45 | οἷον δίδωμι, ὅπερ συστελλόμενον διὰ τοῦ ο συστέλλεται ἐν τοῖς πληθυντικοῖς οἷον δίδομεν· ἡ δὲ δʹ διχρόνῳ ἐκτεταμένῳ παραλήγεται οἷον ζευγνύω ζεύγνυμι, ὄλ‐ λυμι· συστελλομένη δὲ τὸ δίχρονον μόνον συστέλλει οἷον ζεύγνυμεν, πήγνυμεν, | |
διὰ συνεσταλμένου τοῦ υ. εὐλόγως δὲ ἡ μὲν αʹ συζυγία τῶν εἰς μι τῷ η παρα‐ | 826 | |
3,2827 | λήγεται οἷον τίθημι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ε ἔχει οἷον τιθέω τιθῶ· τὸ δὲ ε μεγεθυνόμενον ἐν τοῖς ῥήμασι διχῶς μεγεθύνεται· ἢ γὰρ διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται οἷον ἔχω εἶχον, ἢ διὰ τοῦ τρέπεσθαι εἰς τὸ η, ἐλέγχω ἤλεγχον· καὶ ἐπειδὴ ἐπὶ τῶν εἰς μι οὐ δύναται τὸ ε διὰ τῆς προσθήκης τοῦ ι μεγε‐ | |
5 | θύνεσθαι, ὡς γὰρ μετ’ ὀλίγον μαθησόμεθα, οὐ θέλει τὰ εἰς μι ὁριστικὰ διφθόγγῳ παραλήγεσθαι, εὐλόγως διὰ τοῦ τρέπεσθαι εἰς η μεγεθύνεται· ὡσαύτως δὲ καὶ ἡ βʹ συζυγία τῶν εἰς μι εὐλόγως τῷ η παραλήγεται οἷον ἵστημι, ἐπειδὴ τὸ ἐντελὲς τοῦ πρωτοτύπου τὸ α ἔχει οἷον ἱστάω ἱστῶ, τὸ δὲ α μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς η τρέπεται οἷον ἀκούω, ἤκουον· ἡ δὲ γʹ τῷ ω παραλήγεται οἷον | |
10 | δίδωμι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ο ἔχει οἷον διδόω, διδῶ, τὸ δὲ ο μεγεθυνόμενον εἰς ω τρέπεται οἷον ὀμνύω ὤμνυον· ἡ δὲ δʹ συζυγία τῶν εἰς μι διχρόνῳ ἐκτεταμένῳ παραλήγεται οἷον ζεύγνυμι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ υ ἔχει οἷον ζευγνύω, τὸ δὲ υ μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς ἑαυτὸ μεγεθύ‐ νεται, τουτέστι φύσει μακρὸν γίνεται, καὶ οὐ τρέπεται εἰς ἄλλο φωνῆεν οἷον | |
15 | ὑδρεύω ὕδρευον, ὑφαίνω ὕφαινον. | |
17 | Choer. 847, 24: ἄξιον δέ ἐστι ζητῆσαι, διὰ τί τὰ εἰς μι ἀεὶ φύσει μακρᾷ παραλήγεται οἷον τίθημι. λέγει δὲ ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν· ἐπειδὴ ἡ τελευταία συλλαβὴ τὸν μακρὸν χρόνον ἔτρεψεν | |
20 | εἰς βραχύν (τροπῇ γὰρ τοῦ ω εἰς μι γίνεται) τούτου χάριν ὑπερβιβα‐ σμὸν ἀνεδέξατο τοῦ χρόνου, καὶ ἐποίησαν τὴν παραλήγουσαν φύσει μα‐ κράν, ἵνα τὸν μακρὸν χρόνον τὸν κεχρεωστημένον τῇ ληγούσῃ ἀναδέ‐ ξηται ἡ παραλήγουσα. Choer. 847, 32: ἰστέον δὲ ὅτι οὐ θέλει τὰ εἰς μι ὁριστικὰ διφθόγγῳ παραλή‐ | |
25 | γεσθαι οἷον τίθημι, ὄλλυμι, ὅθεν σεσημείωται τὸ εἰμί τὸ σημαῖνον τὸ ὑπάρχω καὶ τὸ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι διφθόγγῳ παραληγόμενα. πρόσκειται «ὁριστικὰ» διὰ τὰ εὐκτικὰ οἷον τύπτοιμι, λέγοιμι. καὶ περὶ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω ἀπολογούμεθα οὕτως· ἔστιν ἔω τὸ σημαῖνον τὸ ὑπάρχω· τοῦτο τροπῇ τοῦ ω εἰς μι γέγονεν ἐμί, ὥσπερ ζευγνύω ζεύγνυμι, καὶ ἐπειδὴ τὰ εἰς μι φύσει | |
30 | μακρᾷ παραλήγεσθαι θέλει οἷον τίθημι, ἠναγκάζετο δὲ τοῦτο φύσει μακρᾷ παρα‐ λήγεσθαι, καὶ λοιπὸν ἠναγκάζετο ἢ τρέψαι τὸ ε εἰς η ἢ παραλαβεῖν τὸ ι, καὶ μᾶλ‐ λον ὤφειλε τρέψαι τὸ ε εἰς η ἤπερ προσλαμβάνειν τὸ ι, ἐπειδή, ὡς εἴρηται, τὰ εἰς μι ὁριστικὰ οὐ θέλει διφθόγγῳ παραλήγεσθαι οἷον τίθημι, ἵστημι· ἀλλ’ ἐπειδὴ αἱ παραγωγοὶ λέξεις θέλουσι φυλάττειν λείψανόν τι τῆς φωνῆς τοῦ πρωτοτύπου | |
35 | οἷον τιθῶ τίθημι, ἄρδω ἀρδεύω, τούτου χάριν, ἵνα καὶ αὐτὴ ἡ λέξις ἡ ἐμί φυ‐ λάξῃ λείψανόν τι τῆς φωνῆς τοῦ πρωτοτύπου, προσέλαβε τὸ ι καὶ γέγονεν εἰμί διὰ τῆς ει διφθόγγου, καὶ ἐφύλαξε τὸ ε τοῦ πρωτοτύπου, φημὶ δὲ τοῦ ἔω· εἰ γὰρ ἔτρεψε τὸ ε εἰς η, οὐκ ἐφυλάττετο τῆς φωνῆς τὸ πρωτότυπον. τὸ δὲ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι διὰ τοῦτο τῇ διφθόγγῳ παραλήγεται, ἐπειδὴ ἀπὸ τοῦ | |
40 | εἴω ἐστίν· ἔστι γὰρ εἴω διὰ τῆς ει διφθόγγου, ὃ σημαίνει τὸ πορεύομαι· ἐκ τού‐ του οὖν τοῦ εἴω γέγονε τὸ εἶμι, τροπῇ τοῦ ω εἰς μι, ὥσπερ τὸ ζευγνύω ζεύ‐ γνυμι, καὶ λοιπὸν ἐκ τοῦ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον. | |
44 | Choer. 848, 24: δεῖ δὲ γινώσκειν, ὅτι ὁ Ἀπολλώνιος τὸ εἶμι διὰ | |
45 | μακροῦ τοῦ ι γράφει, ἐκ τοῦ καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ συνε‐ | |
σταλμένου τοῦ ι εἶναι οἷον ἴτον ἴτον ἴμεν ἴτε καὶ ἐν συνθέσει ἔξιτον | 827 | |
3,2828 | καὶ τὸ γʹ τῶν πληθυντικῶν ἴσι καὶ ἴασιν οἷον «καί τ’ ἀγεληδὸν ἴασιν» (Π 160). οὐ συνᾴδει δὲ αὐτῷ ἡ παράδοσις· φησὶ γὰρ ὁ Ἡρωδιανὸς ἀεὶ τὴν παράδοσιν γινώσκειν τὸ εἶμι ἐν τοῖς ἑνικοῖς διὰ τῆς ει διφθόγ‐ γου οἷον «εἶμι μέν, οὐδ’ ἁλίη ὁδὸς ἔσεται» (β 318) καὶ τὸ δεύτερον | |
5 | εἶς οἷον «τῇ δ’ εἶς, ᾗ ς’ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν» (He‐ siod. op. 206) καὶ τὸ τρίτον τῶν ἑνικῶν εἶσιν οἷον μαχησόμενος—εἶσι περὶ πτόλιος (Ρ 147). τὰ μέντοι δυϊκὰ καὶ τὰ πληθυντικά, ὡς εἴρηται, διὰ συνεσταλμένου τοῦ ι ἐστί. καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ εἴω διὰ τῆς ει διφθόγγου τὸ ση‐ | |
10 | μαῖνον τὸ πορεύομαι καὶ ἴω διὰ τοῦ ι κατὰ μὲν τὰ ἑνικὰ διὰ τῆς ει διφθόγγου ἐστί· τὰ δὲ δυϊκὰ καὶ τὰ πληθυντικὰ ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ι. δεῖ δὲ γινώσκειν, ὅτι τὸ ἶσι τρίτον πληθυντικῶν διὰ τοῦτο ἐκτεταμένον ἔχει τὸ ι, τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν συστελλόντων αὐτό, ἐπειδὴ τὰ εἰς ι λήγοντα ῥήματα μακρᾷ θέλει παραλήγεσθαι οἷον | |
15 | τετύφασιν, ἱστᾶσι, διδοῦσι· ἀμέλει τὸ ἴασι «καί τ’ ἀγεληδὸν ἴασιν» (Π 160), ἐπειδὴ τὸ ι οὐκ ἔστι κατὰ τὴν παραλήγουσαν, συστέλλεται. Choer. 849, 19: ἰστέον δὲ ὅτι τὰ εἰς μι ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν οἷον τίθημι, εἶμι ὃ σημαίνει τὸ πορεύομαι, χωρὶς τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω καὶ τοῦ φημί καὶ τοῦ ἠμί τοῦ σημαίνοντος τὸ λέγω. ἔστι δὲ ἀπολογήσασθαι περὶ | |
20 | τοῦ εἰμί καὶ φημί, ὅτι διὰ τοῦτο ταῦτα ὀξύνεται, ἐπειδὴ ἐγκλιτικά ἐστι οἷον ἄν‐ θρωπός εἰμι, αἰδεῖσθαί φησι· τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ’ ἑαυτὰ ὄντα ἐν τῇ τελευ‐ ταίᾳ συλλαβῇ θέλει ἔχειν τὸν τόνον οἷον ἐστί, τινῶν, πῶς, τέ. πρόσκειται «αὐτὰ καθ’ ἑαυτὰ ὄντα», ἐπειδὴ ἐν τῇ συντάξει ἀναπέμπει τὸν ἴδιον τόνον ἢ τῇ προηγου‐ μένῃ λέξει οἷον ἄνθρωπός ἐστιν, ὑπέρ τινων, καί πως, Ἀρκεσίλαός τε, ἢ τῇ προη‐ | |
25 | γουμένῃ συλλαβῇ οἷον ἤκουσαν ἥμων, δέδωκεν ἥμιν· οὕτως οὖν καὶ τὸ εἰμί καὶ τὸ φημί ἐγκλιτικὰ ὄντα οἷον ἄνθρωπός εἰμι, ἐγώ φημι, εἰκότως ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχει τὸν τόνον αὐτὰ καθ’ ἑαυτὰ ὄντα· ἐν δὲ τῇ τελευταίᾳ ἔχοντα τὸν τόνον εὐλόγως ὀξύνεται καὶ οὐ περισπᾶται, ἐπειδὴ βραχυκαταληκτεῖ· περισπω‐ μένη οὔτε ἐπάνω βραχείας τίθεται, οὔτε ἐπάνω θέσει μακρᾶς· τὸ δὲ εἶμι τὸ | |
30 | σημαῖνον τὸ πορεύομαι οὐκ ἔστιν ἐγκλιτικόν, ὡς δηλοῖ ὁ τόνος· βαρύνεται γάρ. Ἰστέον, ὅτι τὰ εἰς μι οὐ θέλει συμφώνῳ παραλήγεσθαι οἷον τίθημι, ἵστημι, ὅθεν ἡμάρτηται συμφώνῳ παραληγόμενον τὸ ἐσμί, σημαίνει δὲ τὸ ὑπάρχω· τούτου χάριν, ὡς ἀνωτέρω εἴρηται, τὰ παραγόμενα εἰς μι ἀπὸ βαρυτόνων ἀπὸ τῆς ἕκτης συζυγίας παράγεται οἷον ζευγνύω ζεύγνυμι, καὶ οὐκ ἀπὸ τῶν ἄλλων συζυ‐ | |
35 | γιῶν τῶν βαρυτόνων· εἰ γὰρ ἐγένετο ἀπὸ τῶν ἄλλων συζυγιῶν τῶν βαρυτόνων, ἔμελλε παραλήγεσθαι συμφώνῳ, ἅτε δὴ τῶν ἄλλων συζυγιῶν τῶν βαρυτόνων διὰ συμφώνου ἐκφερομένων, ὅπερ ἐστὶν ἀδύνατον. ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ τοῦτο ἡμάρτηται τὸ ἐσμί, ἀλλὰ καὶ ὅτι θέσει μακρᾷ παραλήγεται, τῶν εἰς μι, ὥσπερ εἴρηται, φύσει μακρᾷ παραλήγεσθαι θελόντων οἷον τίθημι, δίδωμι, ζεύγνυμι· τοῦτο | |
40 | δὲ τὸ ἐσμί οὔτε ἔστιν ἐν χρήσει, ἀλλ’ ἐν ὑπομνήσει. ἔχομεν ἐξ αὐτοῦ τὸ ἐσσί καὶ τὸ ἐστί. Ἰστέον δὲ ὅτι τὰ εἰς μι ἀναδιπλασιαζόμενα κατὰ τὸν ἐνεστῶτα τούτῳ τῷ | |
τρόπῳ ἀναδιπλασιάζεται· εἰ μὲν τὸ πρωτότυπον ἀπὸ φωνήεντος ἄρχεται, διὰ τοῦ | 828 | |
3,2829 | ι γίνεται μόνου ὁ ἀναδιπλασιασμὸς ὧ, ἱῶ, ἵημι τὸ πέμπω· εἰ δὲ τὸ πρωτότυπον ἀπὸ συμφώνου ἄρχεται ἑνός, τότε δι’ αὐτοῦ τοῦ συμφώνου καὶ τοῦ ι γίνεται ὁ ἀναδιπλασιασμὸς οἷον δῶ διδῶ δίδωμι, βῶ βιβῶ βίβημι, θῶ τιθῶ τίθημι, τοῦ δα‐ σέως θ διὰ τὴν κακοφωνίαν τραπέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ εἰς | |
5 | τὸ τ· εἰ δὲ τὸ πρωτότυπον διὰ συμφώνων ἄρχεται, εἰ μὲν μή ἐστιν ἄφωνον πρὸ ἀμεταβόλου, διὰ τοῦ ι μόνου γίνεται ὁ ἀναδιπλασιασμὸς οἷον στῶ ἱστῶ ἵστημι, εἰ δέ ἐστιν ἄφωνον πρὸ ἀμεταβόλου, τότε δι’ αὐτοῦ τοῦ συμφώνου, φημὶ δὴ τοῦ ἀφώνου, γίνεται ὁ ἀναδιπλασιασμὸς τοῦ ι οἷον πρῶ πιπρῶ πίπρημι, καὶ πίμπρημι κατὰ πλεονασμὸν τοῦ μ, πλῶ πιπλῶ πίπλημι καὶ κατὰ πλεονασμὸν τοῦ μ πίμ‐ | |
10 | πλημι, χρῶ κιχρῶ κίχρημι, τοῦ δασέως χ διὰ τὴν κακοφωνίαν τραπέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ εἰς τὸ κ. τούτων οὕτως ἐχόντων, ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν, ὥσπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ πλεονασμὸν τιθῶ τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ φῶ γίνεται μετὰ ἀναδιπλασιασμοῦ πιφῶ καὶ πίφημι, ἀλλὰ φημί γίνεται ἄνευ διπλα‐ | |
15 | σιασμοῦ. ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ φημί ἀναδιπλασιασθῆναι, ἐπειδὴ ἐγκλιτικόν ἐστιν οἷον αἰδεῖσθαί φημι· κανὼν δέ ἐστιν ὁ λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλει ὑπερβαίνειν τὴν δισυλλαβίαν οἷον εἰμί τις, πῶς ἐστε, ἡμῖν ἐστι· εἰ οὖν ἀνεδιπλασιάσθη τὸ φημί, ἤμελλε τρισυλλαβεῖν ἐγκλιτικὸν ὄν, ὅπερ ἀδύνατον. | |
20 | Anecd. Ox. IV 338, 29: | |
21t | περὶ τῶν εἰς μι. | |
22 | Τῶν εἰς μι ληγόντων ἡ πρώτη συζυγία ῥήματα οὐκ ἔχει πολλά. τό τε γὰρ τίθημι ἐστὶ καὶ τὸ ἵημι κτλ. Ἔστι δέ τινα δυνάμενα κατὰ συζυγίαν εἰς δευτέραν χωρεῖν ὡς τὸ | |
25 | πίπλημι καὶ πίπρημι. καὶ τὸ γηράς δὲ γηράντος καὶ τὸ γηράναι τὸ ἀπαρέμφατον ἀπὸ δευτέρας τῶν εἰς μι. τὸ δὲ γήρησε (an γήρησι?) καὶ ἀνδρὸς γηρέντος ἀπὸ πρώτης. καὶ ἄλλα πολλὰ τοιαῦτα ἐνδείκνυται σχήματα τὴν ἀπὸ τῶν εἰς μι κίνησιν ὥσπερ καὶ τὸ κεῖμαι καὶ τὸ ἧμαι. ἀλλὰ καὶ ἀπὸ δευτέρας συζυγίας· τὸ γὰρ ἔραμαι καὶ ἄγαμαι καὶ δύνα‐ | |
30 | μαι καὶ τὸ παρὰ Δωριεῦσι πέταμαι. Τοιαύτη δὲ καὶ ἡ τρίτη τῶν εἰς μι. καὶ γὰρ τὸ ἔγνων καὶ ἐβίων ἐξ αὐτῆς εἰσι κινήματα, ἀλλ’ οὐ καὶ τὰ θέματα. * Ep. Cr. I 101, 27: γνώτην (φ 36) ῥήματος βʹ ἀόριστος· τὸ θέμα ἄδηλον. οὐ γὰρ εὑρέθη ἐπὶ τρίτης συζυγίας εἰ μὴ τὸ δίδωμι, τὰ | |
35 | δ’ ἄλλα καθ’ ὑπόστασιν λαμβάνομεν· ἅλωμι, βίωμι, τίτρωμί τε καὶ | 829 |
3,2830 | γίγνωμι. οὕτω Φιλόξενος καὶ Τρύφων. ἡμεῖς δὲ τὰ θέματα αὐτῶν καθ’ ὑπόστασιν λαμβάνομεν. οἱ μέντοι δεύτεροι ἀόριστοι αὐτῶν εἰσιν ἐν χρήσει κατὰ πᾶσαν ἔγκλισιν, ἔγνων γνῶναι γνῶθι καὶ γνῴην καὶ ἂν γνῶ καὶ γνούς. | |
5 | Ἡ δὲ τετάρτη ὑπομνήσεις ἔσχεν ὥσπερ ἔχει ἔφυν ἔφυς ἔφυ κτλ. καὶ τὸ ἔδυν ἔδυς ἔδυ. τοιοῦτον δέ ἐστι καὶ τὸ χύντο ἐκχύμενοι καὶ ὅσα ἄλλα τοιαῦτα ὑπόμνησιν ποιούμενα οὐ κλίσεις δὲ διηνεκεῖς. —καὶ ὑπερσυντελικοὶ εὑρέθησάν τινες ὡς τὸ πέπεισθι καὶ κέκραχθι καὶ ἄλλα πολλά. ἀπὸ μέντοι παρακειμένων οὐχ εὕρομεν χρῆσιν αὐτῶν εἰς ε. | |
10 | αὐταῖς δὲ φωναῖς μετατιθέντες τὸ νοηθὲν εἰώθασιν οἱ παρακείμενοι τρέπειν τὸ α εἰς ω καὶ ποιεῖν ἐνεστῶτα. πολὺ δὲ τοιοῦτον ἔθος παρὰ Συρακουσίοις· ὄλωλα ὀλώλω, δέδοικα δεδοίκω καὶ τὸ κέκλυκε δὲ παρ’ Ἐπιχάρμῳ ἀπὸ θέματος τοῦ κεκλύκω καὶ εὕρηκε ἀπὸ τοῦ εὑρήκω. | |
15 | Cram. III 269, 28: σημείωσαι ὅτι τὸ ἐσσί σχηματίζεται ὁ Τρύφων καὶ ὁ τούτου μαθητὴς Ἀπολλώνιος καὶ ὁ τοῦ Ἀπολλωνίου υἱὸς ὁ Ἡρω‐ διανὸς ἀπὸ τοῦ ἐσμί. | |
19 | Choer. 851, 14: ἰστέον ὅτι τὰ εἰς μι λήγοντα τροπῇ τῆς μι εἰς ς | |
20 | τὰ δεύτερα πρόσωπα ποιεῖ οἷον τίθημι τίθης, ἵημι ἵης, κίχρημι κίχρης, δίδωμι δίδως, ζεύγνυμι ζεύγνυς, ὄμνυμι ὄμνυς, δείκνυμι δείκνυς, εἰμί εἴς ὀξυτόνως οἷον αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος (δ 611), εἶμι εἶς περισπωμένως, ὡς παρ’ Ἡσιόδῳ (Op. 206)· | |
25 | τῇδ’ εἶς ᾗ ς’ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν. | |
καὶ ἀπὸ τοῦ φημί δὲ τὸ βʹ πρόσωπον φής ὤφειλεν εἶναι χωρὶς τοῦ ι, | 830 | |
3,2831 | τροπῇ τῆς μι εἰς ς, ἀλλ’ ἡ παράδοσις καὶ ὁ Ἡρωδιανὸς σὺν τῷ ι οἶδεν αὐτὸ γεγραμμένον οἷον φῄς. | |
4 | Choer. 852, 33: δεῖ δὲ ζητῆσαι, πόθεν ἐγένετο τὸ εἶ. ἔνιοι λέγουσιν, | |
5 | ὅτι ἐκ τοῦ εἴς κατὰ ἀποβολὴν τοῦ ς ἐγένετο εἶ· πρὸς οὓς λέγει ὁ Ἀπολ‐ λώνιος, ὅτι πρῶτον μέν, εἰ ἐγένετο ἐκ τοῦ εἴς κατὰ ἀποβολὴν τοῦ ς, ὤφειλε τρίτον πρόσωπον εἶναι τὸ εἶ· τὰ γὰρ βʹ πρόσωπα ἀποβάλλοντα τὸ ς τρίτα γίνεται πῶς οὖν τὸ εἴς ἀποβάλλον τὸ ς καὶ γινόμενον εἶ δεύτερον ἔμεινεν; δεύτερον, εἰ ἐγένετο τὸ εἶ ἐκ τοῦ εἴς, ὤφειλε φυ‐ | |
10 | λάξαι τὸν αὐτὸν τόνον, τουτέστιν ὁμοίως τῷ εἴς· τὰ γὰρ ἀποβάλλοντα τὸ ς ἐὰν φυλάξῃ τὸ αὐτὸ σημαινόμενον, τὸν αὐτὸν τόνον φυλάττει οἷον πολλάκις πολλάκι, μέχρις μέχρι· δεῖ προσθεῖναι, εἰ μὴ χαρακτὴρ κωλύσῃ, διὰ τὸ χωρίς χῶρι· τὸ γὰρ χῶρι βαρύνεται πρὸς τὸν χαρα‐ κτῆρα τοῦ νόσφι, αὖθι, ἶφι, ᾗχι. πρόσκειται «ἐὰν φυλάξῃ τὸ αὐτὸ | |
15 | σημαινόμενον, φυλάττει καὶ τὸν αὐτὸν τόνον» διὰ τὸ ἄντικρυς ἀντικρύ· ἐνταῦθα, ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ αὐτὸ σημαινόμενον (τὸ μὲν γὰρ ἄν‐ τικρυς τὸ φανερῶς σημαίνει, τὸ δὲ ἀντικρύ τὸ ἐξ ἐναντίας), τούτου χάριν οὔτε ὁ αὐτὸς τόνος ἐφυλάχθη· καὶ πάλιν βασιλεύς βασιλεῦ· ἰδοὺ γὰρ οὔτε ἐνταῦθα ἐφυλάχθη ὁ αὐτὸς τόνος (τὸ μὲν γὰρ βασιλεύς ὀξύ‐ | |
20 | νεται, τὸ δὲ βασιλεῦ περισπᾶται), ἀλλ’ οὐκ ἐφυλάχθη τὸ αὐτὸ σημαι‐ νόμενον· τὸ μὲν γὰρ εὐθείας ἐστί, τὸ δὲ κλητικῆς. ἀλλ’ οὐκ ἀντιστρέ‐ φοντος τοῦ λόγου· οὐδὲ γὰρ ἐὰν τοῦ σημαινομένου γένηται ἐναλλαγὴ μετὰ τὴν ἀποβολὴν τοῦ ς πάντως καὶ ὁ τόνος ἐναλλάσσεται· ἰδοὺ γὰρ λέγεις λέγει, ὁ Χρύσης τῷ Χρύσῃ, ὁ Φιλητᾶς τοῦ Φιλητᾶ· ἰδοὺ ταῦτα | |
25 | μὴ φυλάξαντα τὸ αὐτὸ σημαινόμενον (τὸ μὲν γὰρ δευτέρου προσώπου ἐστί, τὸ δὲ τρίτου, καὶ τὰ μὲν εὐθείας, τὰ δὲ γενικῆς καὶ δοτικῆς), ὅμως τὸν αὐτὸν τόνον ἐφύλαξε· τοῦτο οὖν τὸ εἶ φυλάξαν τὸ σημαι‐ νόμενον τοῦ εἴς, ἀμφότερα γὰρ τὸ ὑπάρχεις δηλοῖ καὶ ἀμφότερα δευ‐ τέρου προσώπου ἐστὶ καὶ μὴ φυλάξαν τὸν αὐτὸν τόνον· τὸ μὲν γὰρ εἶ | |
30 | περισπᾶται, τὸ δὲ εἴς ὀξύνεται· δηλονότι οὐ γέγονεν ἀπὸ τοῦ εἴς κατὰ ἀποβολὴν τοῦ ς. σχηματίζει οὖν ὁ Ἀπολλώνιος τὸ εἶ τοῦτον τὸν τρό‐ πον· ἔστιν ἔω τὸ σημαῖνον τὸ ὑπάρχω· ἐκ τούτου γίνεται παθητικὸν ἢ μέσον ἔομαι. ἐκ τούτου λοιπὸν τοῦ ἔομαι τὸ δεύτερον πρόσωπον γίνε‐ ται κοινῶς μὲν ἔῃ διὰ τοῦ η καὶ ι, ὥσπερ βούλῃ, Ἀττικῶς δὲ ἔει, διὰ | |
35 | τῆς ει διφθόγγου, ὥσπερ βούλει, ὡς παρὰ Μενάνδρῳ (frg. com. ed. Meinek. IV 457) βούλει τι, Κνήμων; εἰπέ μοι, καὶ λοιπὸν τοῦτο τὸ ἔει τὸ Ἀττικὸν τὸ διὰ τῆς ει διφθόγγου γίνεται κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου εἰς τὴν ει δίφθογγον εἶ, ὥσπερ | |
40 | ποιέεις ποιεῖς, καὶ εὐλόγως περισπᾶται, ἐπειδὴ καὶ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα | 831 |
3,2832 | εἰς περισπωμένην συνέρχονται οἷον ποιέεις ποιεῖς, πάϊς παῖς, Πηλέϊ Πηλεῖ, Ἡρακλέα Ἡρακλῆ. εἶτα μετὰ τὸ οὕτω σχηματίσαι τὸν Ἀπολ‐ λώνιον λέγειν, λέγει πάλιν ὁ αὐτός, ὅτι ἄμεινον λέγειν τὴν φωνὴν παρεφθάρθαι, τουτέστι παράλογον, ἢ μείζονι ἐγκλήματι περιπεσεῖν, φημὶ | |
5 | δὴ τὸ λέγειν ὅτι ἀπὸ τοῦ ἔω τὸ ὑπάρχω γίνεται τὸ παθητικὸν ἔομαι· οὐδέποτε γάρ, φησί, τὰ ὑπαρκτικὰ εἰς πάθος λαμβάνεται, ἤγουν οὐκ ἔχει παθητικόν· οὐδὲ γὰρ τὸ ὑπάρχω γίνεται ὑπάρχομαι· πῶς γὰρ δύ‐ ναται ἔχειν τὰ παθητικά, ὅπου οὔτε ἐνέργειαν σημαίνει; τὸ γὰρ ζῶ, πλουτῶ, ὑπάρχω, οὐδέτερα καλοῦσι διὰ τὸ μήτε ἐνέργειαν σημαίνειν | |
10 | μήτε πάθος. Choer. 854, 33: πᾶν δεύτερον πρόσωπον τῶν εἰς μι, ἐπὶ ἐνεστῶτος δηλον‐ ότι χρόνου, προσθέσει τοῦ ι τὸ τρίτον ποιεῖ οἷον τίθης τίθησι. ἀπὸ τοῦ εἰμί, τοῦ σημαίνοντος τὸ ὑπάρχω, τὸ τρίτον τῶν ἑνικῶν ὀφείλει γενέσθαι εἰσίν ἵνα δὲ μὴ συνεμπέσῃ τῷ τρίτῳ τῶν πληθυντικῶν, λέγω δὲ τῷ εἰσὶν ἐκεῖνοι, καὶ κατὰ τὴν | |
15 | γραφὴν καὶ κατὰ τὸν τόνον, τούτου χάριν ἐπιλέλοιπε. τούτων οὕτως ἐχόντων, καὶ ἀπὸ τῆς ἐσμί τροπῇ τοῦ μ εἰς ς ὤφειλε γενέσθαι τὸ τρίτον τῶν ἑνικῶν ἐσσί, ἀλλ’ ἐπειδὴ προελήφθη ἡ φωνὴ ἐπὶ τοῦ ἰδίου δευτέρου προσώπου, καὶ γὰρ τὸ δεύτερον πρόσωπον ἐσσί, τούτου χάριν τροπὴ Δωρικὴ παρηκολούθησε τοῦ ς εἰς τὸ τ, καὶ ἐγένετο ἐστί, ὥσπερ σύ τύ, εἴκοσι εἴκοτι. δεῖ δὲ γινώσκειν ὅτι οὐκ | |
20 | ἔστιν αὕτη ἡ τροπὴ ἡ ἐν τῷ ἐστί κυρίως Δωρική· οἱ γὰρ Δωριεῖς τὸ τρίτον πρόσ‐ ωπον τῶν ἑνικῶν εἰς τι ποιοῦσι, μὴ προηγουμένου συμφώνου οἷον φησί φατί, δίδωσι δίδωτι· εἰ οὖν ἐν τῷ ἐσσί προηγεῖται σύμφωνον, οὐκ ἐτράπη τοῦτο Δωρι‐ κῶς τὸ ς εἰς τὸ τ, ἀλλὰ κατὰ μίμησιν Δωρικήν· τὸ δὲ τρίτον τῶν πληθυντικῶν εἰς τι ποιοῦσιν οἱ Δωριεῖς προηγουμένου συμφώνου τοῦ ν οἷον δίδοντι, φάντι. | |
25 | ὅτι δὲ δυνάμει ἐν τῷ ἐστί ὑπάρχει τὸ ς, δηλοῖ τὸ ν προσερχόμενον αὐτῷ οἷον ἐστίν, ὅτε γάρ ἐστι τὸ ς πρὸ τοῦ ι ἢ δυνάμει ἢ ἐνεργείᾳ, τότε τοῦ ν ἐφελκυ‐ στικὸν γίνεται τὸ ι· οὕτως οὖν καὶ ἐστί· ἐνταῦθα γὰρ δυνάμει τὸ ς ἐστί· πολλά‐ κις δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ι ἐφελκυστικὸν τοῦ ν οἷον ναῦφιν, «ναῦφιν ἀμυνόμενοι» (Ν 700). | |
30 | Ἄξιον δέ ἐστι ζητῆσαι τοῦτο, πάντων τῶν δευτέρων προσώπων τῶν εἰς ς ληγόντων ἀποβαλλόντων τὸ ς καὶ ποιούντων τὸ τρίτον πρόσωπον οἷον τύπτεις τύπτει, ἐτύφθης ἐτύφθη (περὶ γὰρ τοῦ παρακειμένου καὶ τοῦ ἀορίστου αʹ ἐμάθο‐ μεν, ὅτι καὶ τροπὴ παρηκολούθησε τοῦ α εἰς ε διὰ τὴν ὁμοφωνίαν τὴν πρὸς τὸ πρῶτον πρόσωπον), διὰ τί μόνα τὰ εἰς μι κατὰ τὸν ἐνεστῶτα οὐκ ἀποβάλλει τὸ | |
35 | ς ἐν τῷ τρίτῳ προσώπῳ, ἀλλὰ τοὐναντίον καὶ τὸ ι προσλαμβάνει. καὶ ἔστιν εἰπεῖν, ὅτι ἀναλογώτεροί εἰσιν οἱ Αἰολεῖς, ἀποβολῇ τοῦ ς τὰ τρίτα ἐπὶ τούτων ποιοῦν‐ τες οἷον τίθημι τίθης τίθη, ζεύγνυμι ζεύγνυς ζεύγνυ, δίδωμι δίδως δίδω. Choer. 857, 28: ἰστέον ὅτι τὰ εἰς μι ὁριστικὰ τροπῇ τῆς μι εἰς μεν ποιεῖ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, μετὰ τοῦ συστέλλειν τὴν παραλήγουσαν | |
40 | εἰς τὴν παραλήγουσαν τὴν ἐν τέλει τοῦ πρωτοτύπου· καὶ ἡ μὲν πρώτη συζυ‐ γία εἰς τὸ ε συστέλλει τὴν παραλήγουσαν οἷον τίθημι τίθεμεν, ἵημι ἵεμεν καὶ ἀφίεμεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου ἔχει τὸ ε οἷον τιθέω, ἱέω· ἡ | |
δὲ δευτέρα εἰς τὸ α συνεσταλμένον συστέλλει τὴν παραλήγουσαν οἷον ἵστημι ἵστα‐ | 832 | |
3,2833 | μεν, κίχρημι κίχραμεν, φημί φαμέν, ἐπειδὴ καὶ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ α συνεσταλμένον ἔχει οἷον ἱστάω, κιχράω, φάω· ἡ δὲ τρίτη εἰς τὸ ο συστέλλει τὴν παραλήγουσαν οἷον δίδωμι δίδομεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ο ἔχει οἷον διδόω· ἡ δὲ τετάρτη τὸ δίχρονον συστέλλει οἷον ζεύγνυμι ζεύγνυμεν, | |
5 | ἐπειδὴ καὶ τὸ πρωτότυπον συνεσταλμένῳ τῷ υ παραλήγεται οἷον ζευγνύω. τού‐ των οὕτως ἐχόντων, καὶ ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω γίνεται τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ἐμέν, ἐπειδὴ τὸ πρωτότυπον τῷ ε παρα‐ λήγεται, ἔω γάρ, ὅπερ ἐμέν κατὰ πλεονασμὸν τοῦ ς γίνεται ἐσμέν· δύναται δὲ τὸ ἐσμέν ἀπὸ τοῦ ἐσμί εἶναι. τοῦ δὲ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι τὸ | |
10 | πρῶτον πρόσωπον τῶν πληθυντικῶν ἴμεν ἐστὶ διὰ συνεσταλμένου τοῦ ι, περὶ οὗ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ὅτι τοῦτο ἐν μὲν τοῖς ἑνικοῖς διὰ τῆς ει διφθόγγου γράφεται ἀπὸ τοῦ εἴω, τοῦ διὰ τῆς ει διφθόγγου γραφομένου καὶ σημαίνοντος τὸ πορεύομαι, ἐν δὲ τοῖς δυικοῖς καὶ πληθυντικοῖς διὰ συνεσταλ‐ μένου τοῦ ι, ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ι γραφομένου καὶ σημαίνοντος τὸ πορεύο‐ | |
15 | μαι. πρόσκειται ἐν τῷ κανόνι «ὁριστικὰ» οἷον «τὰ εἰς μι ὁριστικὰ τροπῇ τῆς μι εἰς μεν ποιεῖ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν μετὰ τοῦ συστέλλειν τὴν παρα‐ λήγουσαν» διὰ τὰ εἰς μι εὐκτικά· ταῦτα γὰρ τροπῇ τῆς μι εἰς μεν ποιεῖ τὸ πρῶ‐ τον πρόσωπον τῶν πληθυντικῶν, οὐ συστέλλει δὲ τὴν παραλήγουσαν οἷον τύπτοιμι τύπτοιμεν. | |
21 | Choer. 859, 10: εἴρηται ὅτι ἐπὶ ἐνεστώτων [καὶ μελλόντων] τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμόφωνον γίνεται τῇ δοτικῇ τῶν πληθυντικῶν τῆς ἰδίας μετοχῆς οἷον οἱ τύπτοντες τῶν τυπτόντων τοῖς τύπτουσι καὶ τύπτουσιν ἐκεῖνοι, οὕτως οὖν καὶ ἐν τοῖς τιθεῖσι καὶ τιθεῖ‐ | |
25 | σιν ἐκεῖνοι, καὶ τοῖς ἱστᾶσι καὶ ἱστᾶσιν ἐκεῖνοι, καὶ τοῖς διδοῦσι καὶ διδοῦσιν ἐκεῖνοι, καὶ τοῖς ζευγνῦσι καὶ ζευγνῦσιν ἐκεῖνοι. σεσημείωται τὸ φασί καὶ εἰσίν, ὅτι τῆς μετοχῆς βαρυνομένης τὸ ῥῆμα ὠξυτονήθη· ἔστι γὰρ ἡ μετοχὴ τῶν φάντων τοῖς φᾶσι βαρυτόνως καὶ τὸ ῥῆμα φαμέν φατέ φασίν ὀξυτόνως· καὶ πάλιν ὁ εἴς τοῦ ἔντος τῷ ἔντι τὸν ἔντα ἀντὶ | |
30 | τοῦ ὑπάρχοντα, ὡς καὶ ἡ χρῆσις δηλοῖ οὕτως ἔχουσα «παῖδα ἔντα» ἀντὶ τοῦ παῖδα ὑπάρχοντα· καὶ λοιπὸν τὰ πληθυντικὰ οἱ ἔντες τῶν ἔντων τοῖς εἶσι βαρυτόνως καὶ τὸ ῥῆμα ἐσμέν ἐστέ εἰσίν ὀξυτόνως. Choer. 859, 26: ἰστέον δὲ ὅτι ταῦτα, φημὶ δὴ τὰ τρίτα πρόσωπα τῶν πλη‐ θυντικῶν τοῦ ἐνεστῶτος τῶν εἰς μι, οἱ Ἀττικοὶ προσόδῳ τοῦ α καὶ συστολῇ τῆς | |
35 | παραληγούσης προφέρονται οἷον τιθεῖσι τιθέασι, διδοῦσι διδόασι, ζευγνῦσι ζευγνύα‐ σιν· ἐπὶ δὲ τῆς δευτέρας συζυγίας οὐδὲν τοιοῦτον ποιοῦσι διὰ τὴν κακοφωνίαν· ἀπὸ τοῦ ἱστᾶσι γὰρ εἰ ἐποίησαν προσόδῳ τοῦ α ἱστάασιν, ἀλλεπαλληλία τοῦ α ηὑρίσκετο, καὶ ἐκ τούτου κακοφωνία ἐγένετο. Ἰστέον δὲ ὅτι τὸ τιθέασι καὶ διδόασι καὶ ζευγνύασι μακρὸν ἔχουσι τὸ α, ἐπειδὴ | |
40 | τὰ εἰς ι λήγοντα ῥήματα μακρᾷ θέλει παραλήγεσθαι οἷον τετύφασι. τούτων οὕτως ἐχόντων, τὸ ἱεῖσιν ὃ σημαίνει τὸ πέμπουσι γίνεται ἱέασι προσόδῳ τοῦ α καὶ συστολῇ τῆς παραληγούσης, καὶ κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ε καὶ α εἰς α μακρὸν ἱᾶσι προ‐ περισπωμένως, καὶ ἐν συνθέσει ἀφιᾶσιν. | |
45 | Choer. 861, 15: ἰστέον δέ, ὁ μὲν Ἡρωδιανὸς φησίν, ὅτι κυρίως | 833 |
3,2834 | διαίρεσίς ἐστιν αὕτη ἡ ἐν τῷ τιθεῖσι τιθέασι καὶ διδοῦσι διδόασι καὶ ζευ‐ γνῦσι ζευγνύασι, καὶ πιστοῦται τοῦτο ἐκ τῶν πληθυντικῶν αἰτιατικῶν. ἰδοὺ γάρ, φησίν, ἐν τῷ Δημοσθένεας Δημοσθένεις τὸ εα εἰς τὴν ει δίφθογγον συναιρεῖται, καὶ πάλιν ἐν τῷ ἰχθύας ἰχθῦς τὸ υ καὶ τὸ α | |
5 | εἰς τὸ υ συναιρεῖται, καὶ πάλιν ἐν τῷ βόας βοῦς τὸ ο καὶ α εἰς τὴν ου δίφθογγον συναιρεῖται· οὐκοῦν καὶ ἐν τῷ τιθεῖσι τιθέασιν ἡ ει δίφθογ‐ γος εἰς τὸ ε καὶ α διῃρέθη, καὶ ἐν τῷ ζευγνῦσι καὶ ζευγνύασι τὸ υ εἰς τὸ υ καὶ α διῃρέθη, καὶ ἐν τῷ διδοῦσι διδόασιν ἡ ου δίφθογγος εἰς τὸ ο καὶ α διῃρέθη. | |
11 | Choer. 863, 20: ἰστέον δὲ ὅτι ὁ Ἡρωδιανὸς ἄλλην ἀπολογίαν ἔχει. ἔχει δὲ οὕτως· καθόλου τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος πρὸς τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ παρα‐ τατικοῦ ἢ ἰσοσυλλαβεῖν θέλει ἢ πλεονοσυλλαβεῖν· καὶ ἰσοσυλλαβεῖν μέν, | |
15 | ὅταν ἄρχηται ἀπὸ συμφώνου οἷον τύπτουσιν ἔτυπτον, βοῶσιν ἐβόων, δῆλον ὅτι χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων, καταγράφουσι γὰρ πεντασυλλάβως, καὶ κατέγραφον τετρασυλλάβως· πλεονοσυλλαβεῖν δέ, ὅταν ἀπὸ φωνήεντος ἄρχηται, οἷον ἄγουσιν ἦγον, ἑρμηνεύουσιν ἡρμή‐ νευον· ἐνταῦθα οὖν ἐν τοῖς εἰς μι εἰ μὴ ἐγένετο αὕτη ἡ δοκοῦσα διαίρεσις | |
20 | κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος, τὸ ἐναντίον συνέβαινεν, ὅπερ ἐστὶν ἄτοπον· ἤμελλε γὰρ ἀπὸ συμφώνου ἄρχεσθαι τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος καὶ μὴ ἰσοσυλλαβεῖν τοῖς τρίτοις προσώποις τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐστὶν ἄτο‐ πον, οἷον τιθεῖσιν ἐτίθεσαν, διδοῦσιν ἐδίδοσαν, ζευγνῦσιν ἐζεύγνυσαν· | |
25 | καὶ πάλιν ἤμελλεν ἀπὸ φωνήεντος ἄρχεσθαι τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος καὶ ἰσοσυλλαβεῖν τοῖς τρίτοις προσώποις τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐστὶν ἄτοπον, οἷον ἱεῖσι τὸ πέμπουσιν ἵεσαν καὶ ἀφίεσαν ἐν συνθέσει. τούτου οὖν χάριν γίνεται αὕτη ἡ δοκοῦσα διαίρεσις, ἵνα φυλαχθῇ ἡ ἀκολουθία οἷον τιθέασιν ἐτί‐ | |
30 | θεσαν, διδόασιν ἐδίδοσαν, ζευγνύασιν ἐζεύγνυσαν, ὀλλύασιν ὤλλυσαν. [ἰδοὺ γὰρ εὑρίσκεται ἀπὸ συμφώνου ἀρχόμενα τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος ἰσοσυλλαβοῦντα τοῖς τρίτοις προσώποις τῶν πληθυντικῶν τοῦ παρατατικοῦ ἀπὸ φωνήεντος ἀρχομένων, δῆλον ὅτι τῶν τρίτων προσώπων τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὡς ἡ | |
35 | ἀκολουθία ἀπαιτεῖ]. | 834 |
3,2835(2) | Choer. 865, 32: πᾶς ἐνεστὼς ὁριστικὸς εἰς μι λήγων τρέπων τὴν μι εἰς ν καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς τὸν παρατα‐ τικὸν ποιεῖ· ἵημι τὸ πέμπω ἵην, δίδωμι ἐδίδων, ὄλλυμι ὤλλυν, ὀμόρ‐ | |
5 | γνυμι ὠμόργνυν. ἰστέον δὲ ὅτι, ὡς ὁ Ἡρωδιανὸς λέγει, τὸ ἐδίδων ἡ παράδοσις διὰ τῆς ου διφθόγγου οἶδεν οἷον ἐδίδουν, ὡς ἀπὸ τοῦ διδῶ διδοῖς ὥσπερ χρυσῶ χρυσοῖς ἐχρύσουν· τὸ δὲ ἐτίθην καὶ ἵην, ση‐ μαίνει δὲ τὸ ἔπεμπον, διὰ τῆς ει διφθόγγου οἷον ἐτίθειν καὶ ἵειν, ἐξ οὗ τὸ ἐτίθει καὶ ἵει, ὡς παρὰ τῷ ποιητῇ (Α 25) «ἀλλὰ κακῶς ἀφίει»· | |
10 | τὸ δὲ «ἦν ἐγώ» ὃ σημαίνει τὸ ὑπῆρχον γέγονεν οὕτως· ἔστιν εἰμί ὃ σημαίνει τὸ ὑπάρχω, τούτου ὁ παρατατικὸς εἶν διὰ τῆς ει διφθόγγου τροπῇ τῆς μι εἰς ν καὶ λοιπὸν Ἀττικῶς ἐπεκτείνεται τὸ ε εἰς τὸ η ὥσπερ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰς ην ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν | |
15 | τί ποτε ἀνεκφώνητον οἷον ἐτύφθην, καὶ καθόλου τὰ εἰς ν λήγοντα ῥήματα οὐ θέλει ἔχειν πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον βοῶν, γελῶν, περῶν. ἔχομεν δὲ τὴν χρῆσιν τοῦ «ἦν ἐγώ» παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ (28) ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ | |
20 | κακῶς ἔπραττον καὶ πένης ἦν, καὶ παρὰ Μενάνδρῳ ἐν τῷ Γεωργῷ (Com. ed. Mein. IV 98) ἦν δὲ οὐ πονηρός, οὐδ’ ἐδόκουν, ἀντὶ τοῦ ὑπῆρχον. τοῦτο δὲ τὸ ἦν κατὰ διάλυσιν Ἰωνικὴν τοῦ η εἰς ε καὶ α γίνεται ἔα ὥσπερ Ξέρξην Ξέρξεα, ὡς παρὰ τῷ ποιητῇ (ξ 222) | |
25 | «τοῖος ἔ’ ἐν πολέμῳ» καὶ πάλιν (Ε 887) «ἤ κεν ζὼς ἀμενηνὸς ἔα». τὸ δὲ ν ἀπεβλήθη τοῦ ἦν ἐν τῷ ἔα, ἐπειδὴ τὸ α ἀποβλητικόν ἐστι τοῦ ν οἷον Ξέρξην Ξέρξεα, ἐτετύφειν ἐτετύφεα· τὸ γὰρ μοῦσα μοῦσαν καὶ ἔτυψα ἔτυψαν ἀπὸ κλίσεως ἔχει τὸ ν καὶ οὐ κατὰ πάθος ἐστὶν ὥσπερ ταῦτα. καὶ λοιπὸν ἀπὸ τοῦ ἔα κατὰ κρᾶσιν ποιοῦνται οἱ Ἀττικοὶ τοῦ | |
30 | ε καὶ α εἰς η ὥσπερ τείχεα τείχη καὶ λέγουσιν ἦ, ὡς παρ’ Ἀριστο‐ φάνει ἐν Ὄρνισιν (97) ἦ γὰρ, ὦ ξένοι, ἄνθρωπος, ἀντὶ τοῦ ὑπῆρχον. ταῦτα περὶ τοῦ ἦν ἐγώ· τὸ δὲ «ἦν ἐκεῖνος» οὐκ ἔστιν | |
35 | ἀπὸ τῶν εἰς μι ἀλλ’ ἀπὸ τῶν εἰς ω· ὅσον γὰρ κατὰ ἀναλογίαν τοῦ ἦν πρώτου προσώπου καὶ τοῦ ἦς δευτέρου ὤφειλε τὸ τρίτον κατὰ ἀπο‐ βολὴν τοῦ ς εἶναι ἦ, ὥσπερ ἐτύφθης ἐτύφθη. ἀλλ’ ἔτι τὸ «ἦν ἐκεῖνος», ὥσπερ εἴρηται, ἀπὸ τῶν εἰς ω γέγονεν οὕτως· ἔστιν ἔω τὸ σημαῖνον | |
τὸ ὑπάρχω, τούτου ὁ μέσος παρακείμενος ἦα, ὡς παρὰ τῷ ποιητῇ (ξ 212) | 835 | |
3,2836 | «ἦα φυγοπτόλεμος», ὁ δεύτερος ἀόριστος ἦον ἦες ἦε· τὸ δὲ ε γίνε‐ ται πολλάκις ἐφελκυστικὸν τοῦ ν οἷον ἔλαβε ἔλαβεν· οὕτως οὖν ἦε καὶ ἦεν μετὰ τοῦ ν, ὡς παρὰ τῷ ποιητῇ (θ 232) ἐπεὶ οὐ κομιδὴ κατὰ νῆας | |
5 | ἦεν ἐπηετανόν. καὶ λοιπὸν κρᾶσις παρακολουθεῖ τοῦ η καὶ τοῦ ε εἰς τὸ η καὶ γίνεται ἦν· τὸ γὰρ ἦον δευτέρου ἀορίστου ἐστίν, ὡς δηλοῖ ἡ μετοχὴ ἐὼν οὖσα ὀξύτονος· αἱ γὰρ εἰς ων ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίστου εἰσὶν οἷον ἔτυπον τυπών, ἔλαβον λαβών. | |
10 | Choer. 867, 29: πᾶν πρῶτον πρόσωπον εἰς ν λῆγον μετὰ φυσικῆς μακρᾶς μὴ ἔχον τὸ μ κλιτικὸν τροπῇ τοῦ ν εἰς ς ποιεῖ τὸ δεύτερον πρόσωπον οἷον ἐτύ‐ πην ἐτύπης, ἐτύφθην ἐτύφθης, ἐδάμην ἐδάμης· τὸ γὰρ μ οὐκ ἔστι κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό· δαμνῶ γάρ ἐστιν ὁ ἐνεστώς [καὶ ἔχει τὸ μ]· οὕτως οὖν καὶ ἐτίθην ἐτίθης τροπῇ τοῦ ν εἰς ς καὶ ἵστην ἵστης καὶ | |
15 | ἐδίδων ἐδίδως καὶ ἐζεύγνυν ἐζεύγνυς καὶ ἦν ἀντὶ τοῦ ὑπῆρχον ἦς καὶ κατ’ ἐπέκ‐ τασιν τῆς θα συλλαβῆς ἦσθα, ὥσπερ ἔφην ἔφης ἔφησθα· τοιοῦτόν ἐστι καὶ τὸ οἶσθα, τὸ γὰρ οἶδα οἴδημι φασὶν οἱ Αἰολεῖς, εἶτα τούτου τὸ δεύτερον οἴδης καὶ κατ’ ἐπέκτασιν τῆς θα συλλαβῆς οἴδησθα καὶ κατὰ συγκοπὴν οἶσθα. Choer. 868, 17: πᾶν πρῶτον ἑνικὸν εἰς ν λῆγον μὴ ἔχον τὸ μ κλιτικὸν πρὸ | |
20 | τοῦ ν λαμβάνον τὸ με τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ οἷον ἔτυ‐ πτον ἐτύπτομεν, ἐχρύσουν ἐχρυσοῦμεν, ἐβόων ἐβοῶμεν, ἐτύφθην ἐτύφθημεν, ἔγνων ἔγνωμεν· ἐπὶ δὲ τοῦ παρατατικοῦ τῶν εἰς μι καὶ συστολὴ παρακολουθεῖ τῆς παραληγούσης ἐν τοῖς πληθυντικοῖς οἷον ἐτίθην ἐτίθεμεν, ἵστην ἵσταμεν, ἐδί‐ δων ἐδίδομεν, ἐζεύγνυν ἐζεύγνυμεν, ἔφην ἔφαμεν· τὸ γὰρ ἔφημεν δευτέρου ἀορί‐ | |
25 | στου ἐστὶν ὥσπερ ἔστην ἔστημεν καὶ ἔβην ἔβημεν· τὸ ἦν ἦμεν λόγῳ ἀρχούσης ἐφύλαξε τὸ η, ἐπειδὴ γὰρ τοῦτο δισύλλαβόν ἐστι καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ παραλήγουσαν, τούτου χάριν τῷ λόγῳ τῆς ἀρχούσης ἐφύλαξε τὸ η καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης συνέστειλεν αὐτό. διὰ τοῦτο δὲ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς μι καὶ συστολὴ παρακολουθεῖ τῆς παραληγούσης ἐν τοῖς πληθυντικοῖς, | |
30 | ἐπειδὴ ὁ παρατατικὸς συγγένειαν ἔχει πρὸς τὸν ἐνεστῶτα· παρῳχημένος γάρ ἐστιν αὐτοῦ, καὶ διὰ τοῦτο δὲ ἐξ αὐτοῦ κανονίζεται. ἐπειδὴ οὖν ἐπὶ τῶν εἰς μι ὁ ἐνε‐ στὼς συστέλλει τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς οἷον τίθημι τίθεμεν, ἵστημι ἵσταμεν, δίδωμι δίδομεν, ζεύγνυμι ζεύγνυμεν, καὶ ἡ αἰτία προείρηται, ὅτι τοῦτο γίνεται πρὸς τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς (ταῦτα γὰρ βραχεῖαν | |
35 | ἔχει τὴν παραλήγουσαν, ἤγουν θέσει μακράν), τούτου χάριν καὶ ὁ παρατατικὸς ἐπὶ τῶν εἰς μι πρὸς ἀναλογίαν τοῦ ἐνεστῶτος συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πληθυντικοῖς. ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς ἐπὶ τῶν εἰς μι οὐ συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πληθυντικοῖς οἷον ἔστην ἔστημεν, ἔβην ἔβημεν, ἔγνων ἔγνωμεν, ἥλων ἥλωμεν, ἐβίων ἐβίωμεν, ἔφην ἔφη‐ | |
40 | μεν· τὸ γὰρ ἔφαμεν παρατατικός ἐστι. σεσημείωται τὸ ἔδων ἔδομεν καὶ ἔθην ἔθεμεν καὶ ἧν ἕμεν, ὅτι δευτέρου ἀορίστου ὄντα συνέστειλε τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς. Choer. 870, 5: ἐπὶ τῶν εἰς μι ἐκ τοῦ μέλλοντος κανονίζεται ἡ ἄρχουσα τοῦ παρακειμένου. ἔστιν οὖν θήσω ὁ μέλλων καὶ τέθηκα ὁ παρακείμενος διὰ τοῦ η | |
45 | ὥσπερ ποιήσω πεποίηκα καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον | 836 |
3,2837 | γέγονε τέθεικα διὰ τῆς ει διφθόγγου ὥσπερ ἥρωες, εἵρωες· οὕτως δὲ καὶ ἐπεκρά‐ τησε γράφεσθαι· ὁ μέντοι τέθειμαι παρακείμενος παθητικὸς οὐ κατὰ Βοιωτοὺς ἔχει τὴν ει δίφθογγον, ὥσπερ ὁ τέθεικα ἐνεργητικὸς παρακείμενος· οὐδὲ γὰρ ἔχει ἐν τῇ παραληγούσῃ τὸ η, ἵνα τραπῇ Βοιωτικῶς τὸ η εἰς τὴν ει δίφθογγον, | |
5 | ὥσπερ ἐπὶ τοῦ τέθεικα, ἀλλ’ ἀπὸ τοῦ τέθεμαι ἀναλόγως κατὰ πλεονασμὸν τοῦ ι γέγονε τέθειμαι. τούτων οὕτως ἐχόντων, ἀπὸ τοῦ ἵστημι στήσω ὤφειλεν εἶναι ὁ ἐνεργητικὸς παρακείμενος ἕστηκα διὰ τοῦ η, ἐπειδὴ καὶ ὁ μέλλων τὸ η ἔχει οἷον στήσω ὥσπερ ποιήσω πεποίηκα· οὐ λέγομεν δὲ οὕτως ἀλλὰ ἕστακα διὰ τοῦ α. ἔστι δὲ εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ἔστιν ἑστήκω ὁ ἐνεστώς, ὅστις φωνὴν | |
10 | μὲν ἔχει ἐνεργητικήν, πάθος δὲ σημαίνει (οὐδὲν γὰρ σημαίνει τὸ ἑστήκω ἄλλο ἀλλὰ τὸ ἵσταμαι ἐγώ), ἐξ οὗ ὁ μέλλων ἑστήξω καὶ τὸ ἀπαρέμφατον ἑστήξειν, ὡς παρὰ Καλλιμάχῳ (H. Ap. 15) ἑστήξειν δὲ τὸ τεῖχος ἐπ’ ἀρχαίοισι θεμέθλοις. τούτου τοῦ ἑστήκω ὁ μέσος παρακείμενος ἕστηκά ἐστι, διὰ μὲν συμφώνου τοῦ | |
15 | ἐνεστῶτος ἀναλόγως ἐκφερόμενος (τοῦτο γὰρ ἴδιον τῶν μέσων παρακειμένων), ἡμαρτημένος δὲ κατὰ τὴν ἄρχουσαν, καθὸ οὐκ ἐμεγεθύνθη χρονικῶς· τὸ γὰρ ε διχῶς πέφυκε μεγεθύνεσθαι· ἢ γὰρ διὰ τῆς προσθήκης τοῦ ι οἷον ἔχω εἶχον, ἕλκω εἷλκον, ἢ διὰ τοῦ τρέπεσθαι εἰς η οἷον ἐλεῶ ἠλέουν. ἵνα οὖν μὴ συνεμπέσῃ τῷ ἕστηκα μέσῳ παρακειμένῳ, τῷ ὄντι ἀπὸ τοῦ ἑστήκω ἐνεστῶτος, ὁ ἕστηκα ὁ | |
20 | ἐνεργητικὸς παρακείμενος ὁ ὢν ἀπὸ τοῦ ἵστημι ἐνεστῶτος τούτου χάριν πρὸς ἀν‐ τιδιαστολὴν ἐκείνου διὰ τοῦ α ἐξενέχθη κατὰ τὴν παραλήγουσαν. Choer. 871, 9: ἰστέον ὅτι ἐν τοῖς εἰς μι οὐκ ἔστι μέσος παρακείμενος, καὶ ἡ αἰτία ἐστὶν αὕτη· ἡνίκα ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς περιττοσυλλαβεῖ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ, τότε καὶ ὁ ἐνεργητικὸς παρακείμενος περιτ‐ | |
25 | τοσυλλαβεῖ τοῦ μέσου παρακειμένου οἷον κτυπῶ κτυπήσω ἐκτύπησα ἔκτυπον ἐκτύ‐ πηκα ἔκτυπα, δουπῶ δουπήσω ἐδούπησα ἔδουπον καὶ δεδούπηκα δέδουπα· ὅτε δὲ ὁ αʹ ἀόριστος ὁ ἐνεργητικὸς ἰσοσυλλαβεῖ τῷ δευτέρῳ ἀορίστῳ τῷ ἐνεργητικῷ, τότε καὶ ὁ ἐνεργητικὸς παρακείμενος ἰσοσυλλαβεῖ τῷ μέσῳ παρακειμένῳ, ἔστειλα ἔστα‐ λον ἔσταλκα ἔστολα. ἐνταῦθα οὖν ἐν τοῖς εἰς μι, ἐπειδὴ ἀεὶ περιττοσυλλαβεῖ ὁ | |
30 | πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ, ἔστησα γὰρ καὶ ἔστην, ἔδωκα ἔδων, ἔθηκα ἔθην, ἧκα ἧν, εἰ ἐγένετο ὁ μέσος παρακεί‐ μενος, ἤμελλε περιττοσυλλαβεῖσθαι ἐκ τοῦ ἐνεργητικοῦ παρακειμένου, τοῦ βέβηκα τοῦ δέδωκα καὶ τοῦ ἔγνωκα καὶ τοῦ ἕστακα τρισυλλαβούντων, αὐτός, φημὶ δὴ ὁ μέσος παρακείμενος, εἰς δισυλλαβίαν περιπίπτων· ὅπερ ἐστὶν ἀδύνατον· οὐδέ‐ | |
35 | ποτε γὰρ ὁ μέσος παρακείμενος δισύλλαβος εὑρίσκεται ἐν χρήσει, χωρὶς τοῦ οἶδα καὶ τοῦ εἶκα ὃ σημαίνει τὸ ὁμοιῶ, ὡς παρὰ Ἀλκμᾶνι εἶκας μὲν ὡραίῳ λίνῳ ἀντὶ τοῦ ὡμοίωσαι· καὶ χωρὶς τοῦ ᾖα, ὃ σημαίνει τὸ ἐπορευόμην, ὅπερ κατὰ διάλυσιν γίνεται ἤϊα, ὡς παρὰ τῷ ποιητῇ (δ 433) | |
40 | ἤϊα πολλὰ θεοὺς γουνούμενος, ἀντὶ τοῦ ἐπορευόμην, ἐξ οὗ ὁ ὑπερσυντελικὸς ἠΐειν διὰ τοῦ η καὶ ι κατὰ τὴν ἄρχουσαν καὶ ἐν συνθέσει παρῄειν καὶ ἐξῄειν, ὡς παρὰ Μενάνδρῳ (Com. ed. Mein. IV 322) ἀπῄειν τῶν τόκων τόκους ἔχων. | |
45 | τούτου οὖν χάριν ἐν τοῖς εἰς μι οὐκ ἔστι μέσος παρακείμενος· μέσου δὲ παρακει‐ μένου μὴ ὄντος, εἰκότως οὔτε μέσος ὑπερσυντελικός ἐστιν, ἐπειδὴ ἐκ τοῦ μέσου παρακειμένου κανονίζεται ὁ μέσος ὑπερσυντελικός. | |
Choer. 872, 33: ἰστέον ὅτι πᾶς μέλλων ἀπὸ τῶν εἰς μι τρέπων τὴν σω εἰς | 837 | |
3,2838 | ν καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς τὸν δεύτερον ἀόριστον ποιεῖ οἷον θήσω ἔθην, βήσω ἔβην, φήσω ἔφην, δώσω ἔδων, γνώσω ἔγνων, βιώσω ἐβίων, ἥσω ἧν, φύσω ἔφυν, δύσω ἔδυν, κλῦμι κλύσω ἔκλυν, ἐξ οὗ τὸ προστα‐ κτικὸν κλῦθι, ἅλωμι ἁλώσω ἥλων ἥλω καὶ κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α ἑά‐ | |
5 | λων καὶ ἑάλω, ὥσπερ καὶ ἀπὸ τοῦ ἤγη γίνεται ἐάγη κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α. πάλιν ἵστημι στήσω καὶ ὁ δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς ἔστην· οὗτος ἐνεργητικὴν μὲν ἔχει φωνήν, παθητικὴν δὲ σημασίαν καὶ σύνταξιν· οὔτε γὰρ λέγο‐ μεν ἔστην σε, ἀλλ’ ἔστην ὑπὸ σοῦ, ὥσπερ ἐστάθην ὑπὸ σοῦ. | |
10 | An. Ox. III 269: σημείωσαι, ὅτι ἐπὶ τῶν εἰς μι ἐπὶ δευτέρου ἀορί‐ στου φυλάττεται ἡ λήγουσα αὐτοῦ, ἤγουν τοῦ δευτέρου ἀορίστου, ἐν τοῖς πληθυντικοῖς παραλήγουσα ἡ αὐτὴ οἷον ἵστημι· ὁ βʹ ἀόριστος ἔστην ἔστη‐ μεν ἔστητε. γνῶμι· ὁ βʹ ἀόριστος ἔγνων ἔγνωμεν ἔγνωτε. πλὴν τοῦ ἔθην ἔθεμεν ἔθετε, ἔδων ἔδομεν ἔδοτε, ἧν ἕμεν ἕτε. καὶ διὰ τί πλὴν | |
15 | τούτων; διότι, φησὶν ὁ τεχνικός, τὰ ἑνικὰ οἷον ἔθην ἔδων ἧν οὐχ εὑρίσκεται ἐν χρήσει· τούτου χάριν τὰ πληθυντικὰ αὐτῶν εὑρισκόμενα ἐν χρήσει ἐναλλάσσεται κείμενα ὡς ἔτυχεν. Choer. 875, 12: πᾶς ἐνεστὼς εἰς μι λήγων τρέπων τὴν μι εἰς ω καὶ τὴν ἄρχουσαν ἀποβάλλων, ἐὰν ἔχῃ ὥσπερ ἀναδιπλασιασμὸν διὰ τοῦ ι, μέλλων γίνεται | |
20 | οἷον κίχρημι χρήσω, πίμπλημι πλήσω, βίβημι βήσω (τὸ πορεύομαι)· ἐὰν δὲ μὴ ἔχῃ διπλασιασμὸν διὰ τοῦ ι, οὐκ ἀποβάλλει τὴν ἄρχουσαν ἐν τῷ μέλλοντι, ἀλλὰ μόνον τροπῇ τῆς μι εἰς ω γίνεται οἷον φημί φήσω, δῦμι δύσω, φῦμι φύσω, ἐξ οὗ τὸ ἔφυν, κλῦμι κλύσω, ἐξ οὗ τὸ ἔκλυν, καὶ τὸ προστακτικὸν κλῦθι, βίωμι βιώσω, ἡ γὰρ βι συλλαβὴ ἐνταῦθα οὐκ ἔστιν ἀπὸ διπλασιασμοῦ, ἀπὸ γὰρ τοῦ βιῶ | |
25 | βιοῖς γέγονε. Ἰστέον δὲ ὅτι τὰ τῆς δʹ συζυγίας τῶν εἰς μι οὐ κλίνεται, εἰ μὴ ἄχρι τοῦ παρατατικοῦ· ὁ δὲ λόγος περὶ τῶν ὑπὲρ δύο συλλαβὰς οἷον ζεύγνυμι, ὄμνυμι· τὰ γὰρ δισύλλαβα κλίνεται καὶ μετὰ τὸν παρατατικὸν οἷον δῦμι δύσω ἔδυν. Choer. 875, 28: ἰστέον ὅτι ὥσπερ ἐν τοῖς εἰς μι καθόλου ὁ μέσος παρακεί‐ | |
30 | μενος ἐπιλιμπάνει δι’ ἣν εἰρήκαμεν αἰτίαν, οὕτω καὶ ὁ δεύτερος μέλλων ὁ ἐνερ‐ γητικὸς ὁριστικὸς καθόλου ἐπιλιμπάνει ἐπὶ τῶν εἰς μι διὰ ταύτην τὴν αἰτίαν· ἡνίκα ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου ἀορίστου, τότε καὶ ὁ δεύτερος μέλ‐ λων ἐνδεῖ τοῦ δευτέρου ἀορίστου οἷον ἐμύκησα ἔμυκον μυκήσω μυκῶ, ἐβλάστησα ἔβλαστον βλαστήσω βλαστῶ· ἰδοὺ ἐπὶ τούτων ἐπειδὴ ὁ δεύτερος ἀόριστος ἐνδεῖ | |
35 | τοῦ αʹ ἀορίστου, τούτου χάριν ὁ βʹ μέλλων ἐνδεῖ τοῦ βʹ ἀορίστου. τούτων οὕτως ἐχόντων, ἐν τοῖς εἰς μι ἀεὶ ὁ βʹ ἀόριστος ἐνδεῖ τοῦ αʹ ἀορίστου οἷον ἔστησα ἔστην, ἔγνωσα ἔγνων, ἔδωκα ἔδων. ἀναγκάζεται οὖν ὁ δεύτερος μέλλων ἐνδεῖν τοῦ δευτέρου ἀορίστου· καὶ ἐπειδὴ ἐν τοῖς εἰς μι ὡς ἐπὶ τὸ πλεῖστον ὁ δεύτερος ἀόρι‐ στος οὐχ ὑπερβαίνει τὴν δισυλλαβίαν οἷον ἔστην, ἔγνων, (πρόσκειται «ὡς ἐπὶ τὸ | |
40 | πλεῖστον» διὰ τὸ ἐβίων δευτέρου ἀορίστου, ὁ γὰρ ἑάλων ἀπὸ τοῦ ἥλων δισυλ‐ λάβου ἐστίν) ὁ δεύτερος μέλλων εὑρεθήσεται εἰς μονοσυλλαβίαν περιιστάμενος, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ δύναται μέλλων μονοσύλλαβος εὑρίσκεσθαι. καὶ καθόλου δὲ οὐδέποτε μονοσύλλαβον ῥῆμα ὁριστικὸν εἰς ω λῆγον εὑρίσκεται ἐν χρήσει, χωρὶς εἰ μὴ εὑρεθῇ δευτέρας συζυγίας τῶν περισπωμένων οἷον δρῶ, | |
45 | θλῶ, κλῶ, σμῶ. πρόσκειται «ὁριστικὸν» διὰ τὸ ἐὰν θῶ, ἐὰν δῶ. πρόσκειται «εἰς | |
ω λῆγον» διὰ τὸ κλεῖς καὶ χεῖς καὶ ῥεῖς· διὰ τοῦτο γὰρ ταῦτα κατὰ τὸ τρίτον | 838 | |
3,2839 | πρόσωπον καὶ δεύτερον συναιρούμενα κατὰ τὸ πρῶτον οὐ συναιρεῖται, ἵνα μὴ εὑρεθῇ εἰς ω λήγοντα καὶ μονοσυλλαβοῦντα ὁριστικὰ ὄντα καὶ μὴ ὄντα δευτέρας συζυγίας τῶν περισπωμένων. Choer. 876, 28: ἰστέον ὅτι πᾶς ἐνεστὼς ὁριστικὸς εἰς μι λήγων, τροπῇ τῆς | |
5 | μι εἰς μαι παθητικὸς γίνεται μετὰ τοῦ συστέλλειν τὴν παραλήγουσαν πρὸς τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τῶν ἐνεργητικῶν. καὶ δεῖ γινώσκειν, ὅτι ἡ μὲν πρώτη συζυγία τῶν εἰς μι συστέλλει τὴν παραλήγουσαν διὰ τοῦ ε οἷον τίθεμαι, ἡ δὲ δευτέρα διὰ τοῦ α συνεσταλμένου, ἡ δὲ τρίτη διὰ τοῦ ο, ἡ δὲ δʹ τὸ δίχρονον μόνον συστέλλει· εὐλόγως ἡ μὲν πρώτη συζυγία διὰ | |
10 | τοῦ ε συστέλλει τὴν παραλήγουσαν οἷον τίθημι τίθεμαι, ἐπειδὴ καὶ τὸ πρωτότυ‐ πον τὸ ε ἔχει· ἡ δὲ δευτέρα διὰ τοῦ α, ἐπειδὴ καὶ τὸ πρωτότυπον ἔχει τὸ α· καὶ ἡ τρίτη διὰ τοῦ ο, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ο ἔχει· ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον συστέλλει, ἐπειδὴ καὶ τὸ πρωτότυπον διὰ διχρόνου συνεσταλ‐ μένου ἐστί. τούτων οὕτως ἐχόντων, τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι τὸ | |
15 | παθητικὸν ὤφειλεν εἶναι ἴμαι διὰ τοῦ ι, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν ἴμεν ἐστὶ διὰ τοῦ ι ἀλλ’ ἐπειδὴ ἐνταῦθα οὐδὲν πλέον ἤμελλε σημαίνειν τὸ παθη‐ τικὸν τοῦ ἐνεργητικοῦ (καὶ τὸ παθητικὸν γὰρ ὁμοίως τὸ εἶμι τὸ πορεύομαι ἤμελλε δηλοῦν), τούτου χάριν ἐπιλέλοιπε τὸ παθητικόν, ὡς τὴν αὐτὴν τῷ ἐνεργητικῷ μέλλον ἔχειν σημασίαν· καὶ ἀπὸ τοῦ εἰμὶ τοῦ σημαίνοντος τὸ ὑπάρχω τὸ παθητι‐ | |
20 | κὸν ἔμαι ὤφειλεν εἶναι διὰ τοῦ ε, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν ἔμεν ἐστὶ διὰ τοῦ ε, ὅπερ κατὰ πλεονασμὸν τοῦ ς γίνεται ἐσμέν· ἀλλ’ ἐπειδὴ τὰ ὑπαρκτικὰ οὐκ ἔχει παθητικά, τὸ γὰρ ὑπάρχω οὐ κλίνεται εἰς παθητικὸν καὶ γίνε‐ ται ὑπάρχομαι, τούτου χάριν ἐπιλέλοιπε τὸ ἔμαι. Choer. 877, 29: ζητεῖται δὲ περὶ τοῦ ἐπίσταμαι, ὅτι πόθεν γέγονε; καὶ λέγει | |
25 | ὁ Ἀπολλώνιος, ὅτι ἀπὸ τοῦ ἵστημι γίνεται ἵσταμαι, καὶ προσερχομένη ἡ ἐπί πρό‐ θεσις ὤφειλε τρέψαι τὸ π εἰς φ, ἵνα ᾖ ἐφίσταμαι, καὶ γὰρ τὸ ἵσταμαι δασύνεται οἷον καθίσταμαι, ὑφίσταμαι, ἀλλὰ γέγονεν ἐπίσταμαι, τοῦ π φυλαχθέντος Ἰωνι‐ κῶς· καὶ γὰρ τὸ ἥλιος δασύνεται, καὶ ὅμως ἀπηλιώτης Ἰωνικῶς ἐπεκράτησε λέγε‐ σθαι διὰ τοῦ π καὶ οὐκ ἀφηλιώτης διὰ τοῦ φ· καὶ πάλιν ὁ Ἥφαιστος δασύνεται, | |
30 | καὶ ὅμως «ἐπ’ Ἡφαίστοιο θύρῃσιν» Ἰωνικῶς εἶπεν ὁ ποιητής· οὕτως οὖν, ὡς εἴρηται, καὶ τὸ ἐπίσταμαι Ἰωνικῶς ἐφύλαξε τὸ π, εἰ οὖν οὕτως γέγονεν ἀπὸ τοῦ ἵσταμαι· ἢ ἀπὸ τοῦ ἰσῶ ἴσημι ὃ σημαίνει τὸ γινώσκω γέγονεν ἴσαμαι καὶ ἐν πλεο‐ νασμῷ τοῦ τ ἴσταμαι καὶ ἐκεῖθεν ἐπίσταμαι, καὶ εὐλόγως ἐφύλαξε τὸ π τῆς ἐπί προθέσεως, ἐπειδὴ τὸ ἴσημι ψιλοῦται. ὁ δὲ Φιλόξενος λέγει, ὅτι ἔστιν εἴδω εἴσω | |
35 | ὃ σημαίνει τὸ γινώσκω, ἀφ’ οὗ τὸ ἰστός ὃ σημαίνει τὸ ἐπιστήμων· γράφεται δὲ διὰ τοῦ ι τὸ ἰστός, ἐπειδὴ τὸ εἴδω ἐν ταῖς συνθέσεσι ταῖς ὀνοματικαῖς καὶ ταῖς παραγωγαῖς ταῖς ὀνοματικαῖς ἀποβάλλει τὸ ε οἷον ἴδμων, ἱστορία, νῆϊς (ὁ ἄπει‐ ρος, ὁ τοῦ εἰδέναι ἐστερημένος), Πολύϊδος (ἔστι δὲ ὄνομα μάντεως)· τὸ γὰρ εἰδή‐ μων γραφόμενον διὰ τῆς ει διφθόγγου οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἀπὸ | |
40 | τοῦ εἴδω βαρυτόνου, ἀλλ’ ἀπὸ περισπωμένου τοῦ εἰδῶ εἰδῇς εἰδήμων. ἐκ τοῦ οὖν ἰστός ὃ σημαίνει τὸ ἐπιστήμων γέγονεν ἰστῶ ἰστήσω ἰστήμων καὶ ἐπιστήμων, ἐκ τούτου δὲ τοῦ ἰστῶ τοῦ σημαίνοντος τὸ γινώσκω γέγονεν ἴστημι καὶ ἴσταμαι καὶ ἐκεῖθεν ἐπίσταμαι, καὶ εὐλόγως ἐφυλάχθη τὸ π, ἐπειδὴ ψιλοῦται αὕτη ἡ κίνησις, ὡς ἐκ τοῦ εἴδω γεγενημένη, ὅπερ ψιλοῦται. | |
45 | Choer. 878, 30: τὰ ἔχοντα τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τά‐ σεως τροπῇ τοῦ τ τοῦ ἐν τῷ τρίτῳ προσώπῳ εἰς ς ποιεῖ τὰ δεύτερα πρόσωπα οἷον πεποίηται πεποίησαι, πεποιηκὼς γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς μετ’ ὀξείας | |
τάσεως, καὶ δύναται δύνασαι ὅτι δυνάς, καὶ ἐπίσταται ἐπίστασαι, ὅτι ἐπιστάς· εἰ | 839 | |
3,2840 | καὶ μὴ εὕρηται ἐν χρήσει τὸ δυνάς καὶ ἐπιστάς· εἰσὶ δὲ ὡς ἀπὸ τοῦ δύνημι καὶ ἐπίστημι, καὶ δύναμαι καὶ ἐπίσταμαι· τὸ δὲ δύνῃ καὶ ἐπίστῃ κατὰ πάθος λέγου‐ σιν, ὡς ἀπὸ τοῦ δύνασαι καὶ ἐπίστασαι, δύνααι ἐπίστααι καὶ Ἰωνικῶς δύνεαι καὶ ἐπίστεαι, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η δύνῃ καὶ ἐπίστῃ, καὶ μένει τὸ ι | |
5 | προσγεγραμμένον. | |
7 | Herod. Il. Pr. Ζ 336: ἤμην τὸ σημαντικὸν τοῦ ὑπάρχειν σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰς μι. ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο. | |
10 | Choer. 882, 3: ἰστέον ὅτι τὸ ἤμην ἐπὶ τοῦ ὑπῆρχον ἀπηγόρευται· ἀντὶ γὰρ τοῦ ἤμην «ἦν ἐγώ» λέγουσιν, ὡς Ἀριστοφάνης (Plut. 28) ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ κακῶς ἔπραττον, καὶ πένης ἦν· εὕρηται γὰρ τὸ ἤμην τὸ ἐπὶ τοῦ ὑπῆρχον, ὡς παρ’ Εὐριπίδῃ ἐν Ἑλένης ἀπαι‐ | |
15 | τήσει (v. Hel. 931) ἐγὼ δὲ προδότις οὐκ ἤμην τέκνον. Choer. 883, 17: πᾶς ἐνεργητικὸς παρακείμενος ἐπὶ τῶν εἰς μι τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς μαι καὶ τὴν παραλήγουσαν συστέλλων παθητικὸς γίνεται οἷον δέδωκα δέδομαι, πέπωκα πέπομαι (ἐξ οὗ τὸ ἐπόθην καὶ κατεπόθην), βέβηκα | |
20 | βέβαμαι (ἐξ οὗ τὸ ἐβάθην καὶ παρεβάθην), ἕστηκα, ὅσον κατὰ τὴν ἀναλογίαν, ἀπὸ τοῦ ἵστημι στῶ, καὶ ἕσταμαι ὁ παθητικὸς παρακείμενος. πρόσκειται «ὅσον κατὰ τὴν ἀναλογίαν», ἐπειδὴ ἕστακά ἐστιν ὁ ἐνεργητικὸς παρακείμενος τοῦ ἵστημι πρὸς ἀντιδιαστολὴν τοῦ ἕστηκα μέσου παρακειμένου τοῦ ὄντος ἀπὸ τοῦ ἑστήκω ἐνεστῶ‐ τος, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται. τέθεικα τέθεμαι καὶ κατὰ πλεονασμὸν τοῦ | |
25 | ι τέθειμαι διὰ τῆς ει διφθόγγου· οὐ γὰρ δυνάμεθα τὸ τέθειμαι Βοιωτικὸν λέγειν, ὥσπερ τὸ ἐνεργητικὸν τὸ τέθεικα τὸ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ τὸ μὲν τέθεικα ἐνεργητικὸν τὸ διὰ τῆς ει διφθόγγου ἀπὸ τοῦ τέθηκα κοινοῦ γέγονε τοῦ διὰ τοῦ η κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον ὥσπερ Λάχης Λάχεις· τὸ δὲ παθητικὸν οὐκ ἔστι τέθημαι διὰ τοῦ η, ἵνα τὸ τέθειμαι τὸ διὰ τῆς ει διφθόγ‐ | |
30 | γου Βοιωτικὸν εἴπωμεν κατὰ κρᾶσιν (leg. τροπὴν) τοῦ η εἰς τὴν ει δίφθογγον. Choer. 884, 11: ἰστέον ὅτι ἀπὸ τοῦ τέθειμαι παρακειμένου, ὁ γὰρ τέθειμαι κατὰ πλεονασμὸν ἔχει τὸ ι, γέγονεν ὁ παθητικὸς πρῶτος ἀόριστος ἐτέθην τροπῇ τῆς μαι εἰς θην καὶ ἀποβολῇ τοῦ κατ’ ἀρχὴν συμφώνου· δεῖ δὲ γινώσκειν, ὅτι ἀπὸ τοῦ τέθειμαι παρακειμένου τραπείσης τῆς μαι συλλαβῆς εἰς θην ἐθέθην ὤφει‐ | |
35 | λεν εἶναι ὁ παθητικὸς πρῶτος ἀόριστος· ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆς ἐπαλλη‐ λίας τοῦ δασέως θ τροπὴ παρηκολούθησε τοῦ πρώτου θ εἰς τ καὶ γέγονεν ἐτέ‐ θην ὥσπερ τὸ τέθυμαι ἐθύθην καὶ ἐτύθην. εἰ δέ τις εἴποι, διὰ τί γὰρ τὸ πρῶτον θ ἐτράπη, καὶ μὴ τὸ τελευταῖον; λέγομεν ὅτι οὐκ ἠδύνατο τὸ τελευταῖον θ τρα‐ πῆναι, ἐπειδὴ ὁ πρῶτος ἀόριστος ὁ παθητικὸς εἰς θην θέλει λήγειν οἷον ἐτύφθην. | |
40 | τούτων οὕτως ἐχόντων, τὸ ἐγνώσθην καὶ ἠδυνάσθην καὶ ἐδυνήθην, μακρᾷ παρα‐ ληγόμενα, οὐκ ἔστιν ἀπὸ τῶν εἰς μι ἀλλ’ ἀπὸ τῶν εἰς ω· εἰ γὰρ ἦσαν ἀπὸ τῶν εἰς μι οὕτως ἤμελλον εἶναι· γνῶμι γνώσω ἔγνωκα ἔγνομαι ἐγνόθην διὰ τοῦ ο ὥσπερ δίδωμι δώσω δέδωκα δέδομαι ἐδόθην, πῶμι πώσω πέπωκα πέπομαι ἐπόθην, καὶ πάλιν ἀπὸ τοῦ δύνημι δυνήσω δεδύνηκα εἶχεν εἶναι δεδύναμαι ἐδυνάθην ὥσπερ | |
45 | βίβημι βήσω βέβηκα βέβαμαι καὶ ἐβάθην, ἐξ οὗ τὸ παρεβάθην· ἀλλ’, ὡς εἴρηται, ἀπὸ τῶν εἰς ω ἐστίν· καὶ τὸ μὲν ἐγνώσθην γέγονε τοῦτον τὸν τρόπον· ἔστι γνώω τῆς ἕκτης συζυγίας, ἐξ οὗ τὸ ὑποτακτικὸν παρὰ τῷ ποιητῇ (Α 302) | |
ἵνα γνώωσι καὶ οἵδε· | 840 | |
3,2841 | καὶ τούτου ὁ μέλλων γνώσω· εἶτα ὁ παρακείμενος ὁ ἐνεργητικὸς ἔγνωκα, ὁ πα‐ θητικὸς ἔγνωσμαι, καὶ λοιπὸν ὁ παθητικὸς πρῶτος ἀόριστος ἐγνώσθην. τὸ δὲ ἠδυ‐ νάσθην γέγονε τοῦτον τὸν τρόπον· ὡς ἀπὸ τοῦ δυνάζω δυνάσω δεδύνακα δεδύ‐ νασμαι ἐδυνάσθην, ὥσπερ φράζω φράσω πέφρακα πέφρασμαι ἐφράσθην καὶ κατὰ | |
5 | ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς τὸ η ἠδυνάσθην ὥσπερ ἔμελλον ἤμελλον· πάλιν ὡς ἀπὸ τοῦ δυνῶ δυνᾷς περισπωμένου τῆς δευτέρας συζυγίας γίνεται δυνήσω δεδύ‐ νηκα δεδύνημαι ἐδυνήθην, καὶ κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς τὸ η ἠδυνήθην. Choer. 885, 15: ἀόριστος δεύτερος ἐν τοῖς παθητικοῖς τῶν εἰς μι οὐκ ἔστιν, ἐπειδὴ προελήφθη ὁ χρόνος ἐν τοῖς ἐνεργητικοῖς· καὶ γὰρ ὁ δεύτερος ἀόριστος ὁ | |
10 | παθητικὸς μακροκαταληκτεῖν θέλει. ἐπειδὴ οὖν ὁ δεύτερος ἀόριστος ἐνεργητικὸς μακροκαταληκτεῖ ἐν τοῖς εἰς μι οἷον ἔστην, ἔγνων, ἔδων, τούτου χάριν ὡς προ‐ ληφθέντος τοῦ χρόνου, ἤγουν τῆς μακροκαταληξίας, ἐν τοῖς ἐνεργητικοῖς, ἐπιλέ‐ λοιπε τὸ παθητικόν. | |
15 | Mon. 24, 26 δοῦναι· οὐδὲν εἰς ναι λῆγον ἀπαρέμφατον τῇ ου δι‐ φθόγγῳ παραλήγεται, ἀλλ’ εἰ παραλήγεται διφθόγγῳ, τῇ ει παραλήγε‐ ται, εἶναι, εἴτε δασυνόμενον ἀορίστου χρόνου. σημειῶδες ἄρα τὸ δοῦ‐ ναι. ὅτι γὰρ οὐδέν ἐστι τὸ λέγειν δῶναι ὡς γνῶναι βιῶναι, δῆλον μὲν ἐκ τῆς χρήσεως τῆς Ὁμηρικῆς «κέλεαι δέ με τῆνδ’ ἀποδοῦναι» (Α 134), | |
20 | δῆλον δὲ ἔσται ἐκ τοῦ κατ’ ἀναλογίαν κινήματος ἐν ἑτέροις. Choer. 888, 33: τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως εἰς ναι ποιεῖ τὸ ἀπαρέμφατον ἐπὶ τῶν εἰς μι καὶ συστολὴ παρακολουθεῖ δηλονότι τῆς παρα‐ ληγούσης κατὰ τὰ ἀπαρέμφατα ἐν τῷ ἐνεστῶτι καὶ παρατατικῷ οἷον ἐτίθην τιθείς τιθέναι καὶ ἵστην ἱστάς ἱστάναι, ἐδίδου διδούς διδόναι, ἐζεύγνυ ζευγνύς ζευγνύναι. | |
25 | πρόσκειται «ἐν τῷ ἐνεστῶτι καὶ παρατατικῷ» διὰ τὸν δεύτερον ἀόριστον, τὰ γὰρ ἀπαρέμφατα τῶν εἰς μι τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ οὐ συστέλλει τὴν παραλήγουσαν· ἔστη στάς στῆναι, ἔγνων γνούς γνῶναι, ἥλω ἁλούς ἁλῶναι, βιούς βιῶναι· σεσημείωται τὸ δοῦναι, θεῖναι, εἷναι (ὃ σημαίνει τὸ ἀπολῦσαι, ἐξ οὗ τὸ ἀφεῖναι), ὅτι ἀπαρέμφατα ὄντα δευτέρου ἀορίστου ἐνεργητικοῦ οὐκ ἐφύλαξε τὸ | |
30 | φωνῆεν τοῦ ἀορίστου, ἀλλὰ διὰ διφθόγγου ἐγένετο, ἔδων γὰρ διὰ τοῦ ω καὶ δοῦ‐ ναι διὰ τῆς ου διφθόγγου, καὶ πάλιν ἔθην καὶ ἧν (σημαίνει δὲ τὸ ἀπέλυσα), θεῖναι, εἷναι διὰ τῆς ει διφθόγγου. διὰ τοῦτο δὲ τὰ ἀπαρέμφατα τῶν εἰς μι κατὰ μὲν τὸν ἐνεστῶτα καὶ παρατατικὸν συστέλλει τὴν παραλήγουσαν, κατὰ δὲ τὸν βʹ ἀό‐ ριστον τὸν ἐνεργητικὸν οὐ συστέλλει τὴν παραλήγουσαν, ἐπειδὴ καὶ ἐν τοῖς ὁρι‐ | |
35 | στικοῖς ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς τῶν εἰς μι συστέλλουσι τὴν παραλήγου‐ σαν ἐν τοῖς πληθυντικοῖς οἷον τίθημι τίθεμεν, δίδωμι δίδομεν· ὁ δὲ δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς οὐ συστέλλει τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς οἷον ἔστην ἔστημεν, ἔγνων ἔγνωμεν, σεσημειωμένου τοῦ ἔδομεν καὶ ἔθεμεν καὶ ἕμεν (ὃ σημαίνει τὸ ἀπελύσαμεν). θέλει δὲ τὰ εἰς ναι ἀπαρέμφατα τὴν παραλήγουσαν | |
40 | φυλάττειν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ οἷον ἐτύ‐ φθημεν τυφθῆναι· οὕτως οὖν καὶ ἐτίθεμεν τιθέναι καὶ ἵσταμεν ἱστάναι καὶ ἐδίδο‐ μεν διδόναι καὶ ἐζεύγνυμεν ζευγνύναι διὰ συνεσταλμένου τοῦ υ καὶ ἔστημεν στῆναι καὶ ἔβημεν βῆναι καὶ ἔγνωμεν γνῶναι καὶ ἥλωμεν ἁλῶναι καὶ ἐβίωμεν βιῶναι· περὶ γὰρ τοῦ ἔδομεν δοῦναι καὶ ἔθεμεν θεῖναι καὶ ἕμεν εἷναι, ὅτι οὐκ ἐφύλαξε | |
45 | τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, ἀλλὰ διὰ διφθόγγου ἐγένετο καὶ ὑπὲρ τοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ, τε‐ τύφαμεν γὰρ διὰ τοῦ α τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ὁριστικοῦ καὶ | |
τετυφέναι διὰ τοῦ ε, ἐν τοῖς εἰς ω μεμαθήκαμεν. | 841 | |
3,2842 | Choer. 890, 8: ἰστέον δὲ ὅτι τὸ εἶναι τὸ ἐπὶ τοῦ ὑπάρχειν ὤφειλεν εἶναι ἔναι διὰ τοῦ ε καὶ οὐ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, φημὶ δὲ τοῦ εἰμί, ἐμέν ἐστίν, ὅπερ κατὰ πλεο‐ νασμὸν τοῦ ς γίνεται ἐσμέν. ἔστιν οὖν εἰπεῖν ὅτι εὕρηται καὶ εἰμέν διὰ τῆς ει | |
5 | διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι «ἡμεῖς δ’ εἰμὲν τοῖοι» (Η 231). οὐκ ἄτο‐ πον οὖν ἐκ τοῦ εἰμὲν τοῦ διὰ τῆς ει διφθόγγου γενέσθαι τὸ εἶναι ἐπὶ τοῦ ὑπάρ‐ χειν διὰ τῆς ει διφθόγγου. τὸ δὲ εἶναι ἀπαρέμφατον τὸ ἐπὶ τοῦ πορευθῆναι, ἐξ οὗ τὸ ἀπεῖναι, καὶ αὐτὸ διὰ τῆς ει διφθόγγου ἔχει τὴν παραλήγουσαν, ὀφεῖλον διὰ τοῦ ι εἶναι πρὸς τὸ ἴμεν πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ. | |
10 | Choer. 893, 9: ἰστέον ὅτι τὰ προστακτικὰ τῶν εἰς μι τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ διχῶς κανονίζεται· κανονίζεται γὰρ ἐκ τοῦ παρατατικοῦ τῷ κοινῷ λόγῳ, τουτέστιν ὥσπερ τὰ εἰς ω τοῦ τρίτου προσώπου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντα οἷον ἐτίθει τίθει σύ, ἵστη ἵστη σύ, ἐμπίπλη πίπλη σύ, γίνε‐ ται δὲ καὶ τῷ λόγῳ τῆς μετοχῆς εἰς θι· καθόλου γὰρ πᾶσα μετοχὴ εἰς ς λήγουσα | |
15 | μετ’ ὀξείας τάσεως εἰς θι ποιεῖ τὸ προστακτικὸν οἷον ἐτύφθη τυφθείς τυφθέντος τύφθηθι καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων κατὰ μετάθεσιν τοῦ θ εἰς τὸ τ τύ‐ φθητι· τὰ δὲ εἰς μι κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν καὶ συστέλλει τὴν παρα‐ λήγουσαν ἐν τοῖς προστακτικοῖς πρὸς τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ οἷον ἱστάς ἱστάντος ἵσταμεν ἵσταθι, διδούς | |
20 | διδόντος δίδομεν δίδοθι· τὸ γὰρ παρὰ τῷ ποιητῇ (γ 380) δίδωθι δέ μοι κλέος ἐσθλὸν ποιητικῶς ἐξέτεινε τὸ ο εἰς τὸ ω. πρόσκειται «κατὰ τὸν ἐνεστῶτα καὶ παρα‐ τατικὸν» διὰ τὸν δεύτερον ἀόριστον· τὰ γὰρ προστακτικὰ τῶν εἰς μι τοῦ δευτέ‐ ρου ἀορίστου οὐ συστέλλει τὴν παραλήγουσαν τῶν πληθυντικῶν οἷον στάς στάν‐ | |
25 | τος ἔστημεν στῆθι, βάς βάντος ἔβημεν βῆθι, γνούς γνόντος ἔγνωμεν γνῶθι. σεση‐ μείωται δὲ δός, θές, ἕς (ὃ σημαίνει τὸ πέμψον καὶ ἀπολῦσον, ἐξ οὗ τὸ ἄφες καὶ πρόες), ὅτι ταῦτα ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως οἷον δούς δόν‐ τος, θείς θέντος, εἵς ἕντος, ἐξ οὗ τὸ ἀφείς ἀφέντος, οὐκ ἔχει εἰς θι τὸ προσ‐ τακτικόν, δός γὰρ καὶ θές καὶ ἕς τὰ προστακτικὰ [τούτων]· τὸ δὲ ἕς ὡς παρὰ | |
30 | τῷ ποιητῇ (Α 127) | |
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες. | 842 | |
3,2843 | διὰ τί δὲ οὐκ ἔχει ταῦτα εἰς θι τὸ προστακτικόν; ἔστιν εἰπεῖν οὕτως· τὰ εἰς θι προστακτικὰ ἀορίστου ὄντα φύσει μακρᾶ θέλει παραλήγεσθαι, στῆθι, γνῶθι, τύ‐ πηθι. πρόσκειται «ἀορίστου ὄντα» διὰ τὸ δίδοθι καὶ ζεύγνυθι· ταῦτα γὰρ βρα‐ χείᾳ παραλήγεται, ἀλλ’ οὐκ ἔστιν ἀορίστου ἀλλ’ ἐνεστῶτος καὶ παρατατικοῦ. | |
5 | τούτῳ οὖν τῷ λόγῳ εἰ ἐγένετο εἰς θι τὰ προστακτικὰ τούτων, φύσει μακρᾷ ὤφειλε παραλήγεσθαι ἀορίστου χρόνου ὄντα· ἀλλὰ μὴν φύσει μακρᾷ οὐκ ἠδύ‐ ναντο παραλήγεσθαι, ἐπειδὴ ἕτερός ἐστι κανὼν ὁ λέγων, ὅτι τὰ εἰς θι προστα‐ κτικὰ παραλήγουσαν ἔχει τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυν‐ τικῶν τοῦ ἰδίου ὁριστικοῦ οἷον ἐτύπημεν τύπηθι, ἔστημεν στῆθι, ἵσταμεν ἵσταθι, | |
10 | ἐδίδομεν δίδοθι, ζεύγνυμι ζεύγνυθι· εἰ οὖν τὰ ὁριστικὰ τούτων κατὰ τὸ αʹ πρόσ‐ ωπον βραχεῖαν ἔχει τὴν παραλήγουσαν οἷον ἔδομεν ἔθεμεν ἕμεν, δηλονότι οὐ δύ‐ ναται τὰ προστακτικὰ τούτων εἰς θι ὄντα φύσει μακρᾷ παραλήγεσθαι. τῶν οὖν δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸς φύσει μακρᾷ ἀπαιτοῦντος παραλήγεσθαι τὰ εἰς θι προστακτικά, τοῦ δὲ ἑτέρου βραχείᾳ, ἐπιλέλοιπε τὰ εἰς θι προστακτικὰ | |
15 | τούτων καὶ οὐκ ἐγένοντο εἰς θι τὰ προστακτικὰ αὐτῶν. τούτων οὕτως ἐχόντων, τὸ ἴθι (ὃ σημαίνει τὸ πορεύου οἷον ἀλλ’ ἴθι, μή μ’ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι (Α 32) ἀπὸ τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι γέγονεν· ἔστι γὰρ ἴμεν τὸ πληθυν‐ τικὸν διὰ τοῦ ι, καὶ λοιπὸν ἐκεῖθεν τὸ προστακτικὸν τροπῇ τῆς μεν εἰς θι γίνε‐ | |
20 | ται ἴθι, ὥσπερ ἵσταμεν ἵσταθι, δίδομεν δίδοθι. τὸ δὲ ἴσθι τὸ σημαῖνον τὸ ὕπαρχε γέγονεν οὕτως· ἔστιν εἰμί τὸ σημαῖνον τὸ ὑπάρχω, τούτου τὸ πληθυντικὸν ἐμέν, ὅπερ κατὰ πλεονασμὸν τοῦ ς γίνεται ἐσμέν· ἀπὸ τοῦ ἐμέν ἀναλόγως γέγονε προσ‐ τακτικὸν ἔθι καὶ πλεονασμῷ τοῦ ς ἐτράπη τὸ ε εἰς τὸ ι καὶ γέγονεν ἴσθι, ἀντὶ τοῦ ὕπαρχε, ὥσπερ ἐπὶ τοῦ ἔχω, καὶ πλεονασμῷ τοῦ ς καὶ τρέπεται τὸ ε εἰς τὸ | |
25 | ι καὶ γίνεται ἴσχω· πολλάκις γὰρ πλεονάζοντος συμφώνου τρέπεται τὸ ε εἰς ι ὥσπερ ἐπὶ τοῦ μένω μίμνω, τέκω τίκτω· τοῦτο δὲ τὸ ἴσθι τὸ σημαῖνον τὸ ὕπαρχε κατὰ τὸ τρίτον πρόσωπον τὸ ὀφειλόμενον ε ἀναδέχεται καὶ γίνεται ἔστω. τὸ δὲ ἴσθι τὸ σημαῖνον τὸ γίνωσκε γέγονεν οὕτως· ὥσπερ ἀπὸ τοῦ ἵστημι γέγονεν ἵσταμαι καὶ ἵσταθι, οὕτω καὶ ἀπὸ τοῦ ἴσημι τοῦ σημαίνοντος τὸ γινώσκω, ὅπερ | |
30 | Δωρικῶς γίνεται ἴσαμι, ὡς δηλοῖ ὁ Θεόκριτος λέγων (5, 119) καλῶς μάλα τοῦτό γ’ ἴσαμι, καὶ γίνεται τὸ πληθυντικὸν ἴσαμεν καὶ κατὰ συγκοπὴν τοῦ α ἴσμεν· ἐκ δὲ τούτου γίνεται τὸ προστακτικὸν ἴσαθι καὶ κατὰ συγκοπὴν τοῦ α ἴσθι καὶ λοιπὸν τροπῇ τοῦ θι εἰς τὸ τω ἴστω. | |
36 | Theodos. in Bekk. Anecd. 1059, 2 ἐὰν τεθῶμαι: Ἀπολλώνιος δὲ ἐὰν τεθείκωμαί φησιν αὐτὸ ἀμαρτύρως, ὥς φησιν Ἡρωδιανός. Choer. 900, 32: ἐλέγχει δὲ αὐτὸν (sc. Apollonium) ὁ Ἡρωδια‐ νός, λέγων, ὅτι οὐ καλῶς δοξάζει· οὐδὲ γάρ, φησίν, εὕρηται παντε‐ | |
40 | λῶς ἐν χρήσει τὸ ἐὰν τεθείκωμαι καὶ ἐὰν δεδώκωμαι, ἀλλ’ ἐὰν τεθῶμαι καὶ ἐὰν δεδῶμαι· ἄλλως τε εἰ ὑπῆρχεν ἀληθὴς ὁ λόγος τοῦ Ἀπολλω‐ νίου, καὶ ἀπὸ τῶν ὑποτακτικῶν ἐνεργητικῶν τοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ ἐγίνετο τὸ ὑποτακτικὸν παθητικὸν προσθέσει τῆς μα, ὤφειλεν ἐὰν τετύφωμαι εἶναι καὶ μὴ ἀναπληροῦσθαι διὰ μετοχῆς, διὰ | |
45 | τὸ τὸν τέτυμμαι παθητικὸν παρακείμενον ἔχειν πρὸ τοῦ μ σύμφωνον· | 843 |
3,2844 | καὶ πάλιν ἐὰν μεμνήκωμαι ὤφειλεν εἶναι καὶ οὐχὶ ἐὰν μεμνῶμαι ἀπὸ τοῦ μέμνημαι. Choer. 901, 28: ἰστέον δὲ ὅτι ἐν τοῖς εἰς μι κατὰ τὸν ἐνεστῶτα καὶ παρα‐ τατικὸν καὶ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν ἐπὶ μὲν τῆς πρώτης συζυγίας | |
5 | διὰ τῆς ει διφθόγγου ἐκφέρεται ἡ μετοχὴ οἷον ἐτίθην τιθείς, ἵην τὸ ἔπεμπον ἱείς καὶ ἀφιείς, ἧν ἐπὶ τοῦ αὐτοῦ σημαινομένου εἵς καὶ ἀφείς. ἐπὶ δὲ τῆς δευτέρας συζυγίας εἰς ας ἐστὶν ἡ μετοχὴ διὰ ἐκτεταμένου τοῦ α οἷον ἵστην ἱστάς, ἔστην στάς, ἔπτην πτάς. ἐπὶ δὲ τῆς τρίτης συζυγίας εἰς ους ἐστὶν ἡ μετοχὴ οἷον ἐδί‐ δων διδούς, ἥλων ἁλούς. ἐπὶ δὲ τῆς δʹ συζυγίας εἰς υς ἐστὶν ἡ μετοχὴ διὰ ἐκτε‐ | |
10 | ταμένου τοῦ υ, ἔδυν δύς καὶ ὑποδύς εὐλόγως δὲ ἐπὶ τῆς πρώτης συζυγίας τῶν εἰς μι διὰ διφθόγγου ἐστὶν ἡ μετοχή, ἐπειδὴ καὶ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ε ἔχει οἷον τιθέω· τὸ δὲ ε διὰ τῆς προσθήκης τοῦ ι πέφυκε μεγεθύνεσθαι οἷον τυφθέντος τυφθεῖσα, οὐκ ἠδύνατο γὰρ τὸ η τοῦ ἰδίου ὁριστικοῦ, φημὶ δὴ τοῦ τίθημι, καὶ γενέσθαι εἰς ης διὰ τοῦ η, ἐπειδὴ θέλουσιν ἔχειν αἱ μετοχαὶ κατάλη‐ | |
15 | ξιν ἁρμόζουσαν τριγενείᾳ καὶ κλίσιν τὴν διὰ τοῦ ντ· εἰς ης δὲ οὐκ ἔχομεν ὀνό‐ ματα, φημὶ δὲ διὰ τοῦ η κλινόμενα διὰ τοῦ ντ καὶ ποιοῦντα τριγένειαν, ἀλλὰ καὶ αὐτὰ τὰ διὰ τοῦ τος κλινόμενα οὐκ ἔχει τριγένειαν οἷον λέβης λέβητος· τὰ γὰρ εἰς ης διὰ τοῦ εος κλινόμενα ἔχει μὲν τριγένειαν οἷον ὁ εὐσεβής ἡ εὐσεβής τὸ εὐσεβές· οὐκ ἔχει δὲ κλίσιν ἁρμόζουσαν μετοχαῖς, φημὶ δὴ τὴν διὰ τοῦ ντ· τὰ | |
20 | γὰρ εἰς ης οὐδέποτε κλίνεται διὰ τοῦ ντ· τὸ γὰρ φθογγῆς φθογγῆντος καὶ τιμῆς τιμῆντος πεπονθότα ἐστίν. ἡ δὲ δευτέρα συζυγία εἰκότως διὰ τοῦ α ἔχει τὴν με‐ τοχὴν οἷον ἵστημι ἱστάς, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ α ἔχει· ἔχομεν δὲ καὶ εἰς ας ὀνόματα κλινόμενα διὰ τοῦ ντ καὶ ποιοῦντα τριγένειαν οἷον ἅπας ἅπαντος ἅπασα ἅπαν. περὶ δὲ τῆς μετοχῆς τῆς τρίτης συζυγίας τῶν εἰς μι λέγο‐ | |
25 | μεν, ὅτι διὰ τοῦτο οὐκ ἐφύλαξε τὸ ω τοῦ δίδωμι, ἐπειδὴ οὐκ ἔχομεν εἰς ως ὀνό‐ ματα κλινόμενα διὰ τοῦ τος καὶ ποιοῦντα τριγένειαν οἷον ἱδρώς ἱδρῶτος· μὴ δυ‐ ναμένη οὖν ἡ μετοχὴ τῆς τρίτης συζυγίας τῶν εἰς μι γενέσθαι εἰς ως, ἐφύλαξε τὸ ο τὸ ὑπάρχον ἐν τῇ ἐντελείᾳ τοῦ πρωτοτύπου, φημὶ δὴ τοῦ διδόω, καὶ προσ‐ έλαβε τὸ υ καὶ ἐγένετο διὰ τῆς ου διφθόγγου διδούς. τὸ γὰρ ο διὰ τῆς προσθή‐ | |
30 | κης τοῦ υ πέφυκε μεγεθύνεσθαι οἷον τύπτοντος τύπτουσα. ἡ δὲ μετοχὴ τῆς δʹ συζυγίας τῶν εἰς μι εἰκότως ἔχει τὸ υ ἐκτεταμένον, ἐπειδὴ καὶ τὸ πρωτότυπον ἔχει αὐτό. ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὰ εἰς ους καὶ τὰ εἰς υς ὀνόματα οὐ κλίνεται διὰ τοῦ ντ, πλὴν τοῦ ὀδούς ὀδόντος, οἷον βοῦς βοός, ἡδύς ἡδέος (τὸ γὰρ πλακοῦς πλακοῦντος καὶ Σιμοῦς Σιμοῦντος πεπονθότα ἐστίν· ἀπὸ γὰρ τοῦ πλα‐ | |
35 | κόεις καὶ Σιμόεις γέγονε)· πῶς αἱ εἰς ους καὶ εἰς υς μετοχαὶ ἐκλίθησαν διὰ τοῦ ντ οἷον διδούς διδόντος, πηγνύς πηγνύντος; ἔστιν οὖν εἰπεῖν, ὅτι κατὰ συνεκδρο‐ μὴν ἐγένοντο τῶν ἄλλων μετοχῶν· ἐπειδὴ πᾶσα μετοχὴ περιττοσυλλάβως κλινο‐ μένη διὰ τοῦ ντ κλίνεται, χωρὶς τῶν εἰς ως μετοχῶν τοῦ παρακειμένου καὶ ὑπερ‐ | |
συντελικοῦ· αὗται γὰρ διὰ καθαροῦ τοῦ τος κλίνονται. | 844 |