TLG 0087 021 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ ῥημάτων Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Περὶ ῥημάτων Citation: Part+volume — page — (line) | ||
3,2787(1t) | ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ | |
2t | ΠΕΡΙ ΡΗΜΑΤΩΝ. | |
---|---|---|
3t | (Περὶ ῥήματος καθολικῶς). | |
4t | (Περὶ συζυγιῶν). | |
6 | Il. Pros Α 278: τὸ ῥῆμα (sc. ἐθέλω) τῶν παραλόγων κατὰ τὸν τόνον ἐστὶ τρισύλλαβον ὄν, ὡς δείκνυται ἐν τοῖς περὶ ῥημάτων. | |
8t | (Περὶ παρῳχημένων). | |
9 | Constantin. Lascar. βιβλίον γʹ collato Choer. p. 512 seqq.: πᾶν ῥῆμα οἵας | |
10 | ἂν εἴη συζυγίας καὶ καταλήξεως, ἢ ἀπὸ φωνήεντος ἄρχεται ἢ διφθόγγου ἢ συμ‐ φώνου. εἰ μὲν οὖν ἀπὸ φωνήεντος, ἢ μεταβολικοῦ ἢ ἀμεταβόλου· εἰ μὲν ἀπὸ ἀμεταβόλου δηλονότι η ι υ ω οὐδεμία τροπὴ γίνεται ἐν τοῖς παρῳχημένοις οἷον ἠχῶ ἤχουν ἤχηκα ἠχήκειν ἤχησα, ἰξεύω ἴξευκα ἰξεύκειν ἴξευσα, ὑβρίζω ὕβριζον ὕβρικα ὑβρίκειν ὕβρισα, ὠφελῶ ὠφέληκα ὠφελήκειν ὠφέλησα. ταῦτά τοι καὶ | |
15 | ἀμετάβολα προσαγορεύεται. τὸ δὲ ὑβρίζω καὶ ἰξεύω καὶ τὰ ὅμοια ἐν μὲν τῷ ἐνε‐ στῶτι θέσει μακρὸν τὸ δίχρονον ἔχει, ἐν δὲ τοῖς παρῳχημένοις φύσει μακρὸν τῷ λόγῳ τῆς αὐξήσεως. Εἰ δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ φωνήεντος μεταβολικοῦ δηλονότι τὸ α ε ο, γίνε‐ ται τροπὴ ἐν τοῖς παρῳχημένοις τοῦ βραχέος εἰς μακρὸν μεταβαλλομένου. καὶ | |
20 | εἰ μὲν ἄρχεται τὸ θέμα ἀπὸ τοῦ α τρέπεται κοινῶς τὸ α εἰς η οἷον ἀνύω ἤνυον ἤνυκα ἠνύκειν ἤνυσα πλὴν τῶν σεσημειωμένων ἀηθέσσω ἀήθεσσον «ἀήθεσσον γὰρ ἐπ’ αὐτόν» (Κ 493), ἀηδίζομαι ἀηδιζόμην διὰ τὴν ἐπαλληλίαν τῶν δύο η, ἄω τὸ πνέω ἄεν ἵνα μὴ συνεμπέσῃ τῷ ἦεν, ἀΐω τὸ ἀκούω ἄϊον ἵνα μὴ συνεμπέσῃ τῷ ἤϊον τῷ ἐπορευόμην. | |
25 | Τὰ δὲ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα ἀδιαφόρως εἴωθε κλίνεσθαι καὶ διὰ τῆς ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η. ἀπὸ γοῦν τοῦ ἑλκῶ περισπωμένου εἵλκεον | |
(Ρ 395) φήσας τὸν παρατατικὸν διὰ τοῦ η τὸν ἀόριστον ἐξήνεγκεν ἐν τῷ «Λητὼ γὰρ | 787 | |
3,2788 | ἥλκησε Διός» (λ 580). ἀλλ’ οὐ θέλει πάλιν τὸ η τὸ κατ’ ἀρχὴν τῶν παρῳχημέ‐ νων εἰς ε καὶ α διαλύεσθαι, ὁπότε ὁ ἐνεστὼς ἄρχει ἀπὸ τοῦ ε, ἀπὸ μέντοι τοῦ α καὶ η, ὡς δῆλον ἐκ τούτων, ἤλη ἐάλη, ἤγη ἐάγη, ἧδον ἕαδον. Εἰ δὲ ἄρχεται ἀπὸ τοῦ ο μικροῦ τὸ θέμα, τρέπεται τὸ μικρὸν εἰς ω μέγα, | |
5 | ὀνομάζω ὠνόμαζον ὠνόμακα ὠνομάκειν ὠνόμασα. Ταῦτα δὲ παρὰ ποιηταῖς ἀναύξητα ἤτοι ἄτρεπτα μένει διὰ τὸ μέτρον ἔθει Ἰωνικῷ, ἄκουεν ἀντὶ τοῦ ἤκουεν, ἔλαυνεν ἀντὶ τοῦ ἤλαυνεν, ὀνόμασεν ἀντὶ τοῦ ὠνόμασεν. Ὅτε δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ τῶν τριῶν τούτων μεταβολικῶν φωνηέντων, | |
10 | οἱ Ἀττικοὶ ποιοῦσιν ἴδιον παρακείμενον ἐνεργητικόν, παθητικὸν καὶ μέσον, ἵνα μὴ ἀπορῶσι παρακειμένων ἀπὸ φωνήεντος ἀρχομένων, τὰ ἀρκτικὰ δύο γράμματα τοῦ ἐνεστῶτος προστιθέντες τῷ κοινῷ παρακειμένῳ καὶ τὴν τρίτην συλλαβήν, εἰ μακρὰ εἴη, ὡς τὰ πολλὰ συστέλλοντες ἐπὶ τῶν τρισυλλάβων, ἀλείφω ἤλειφα κοι‐ νῶς καὶ ἀλήλιφα Ἀττικῶς, ἐλεύθω ἤλευκα ἤλευθα μέσος καὶ Ἀττικῶς ἐλήλυθα, | |
15 | ὀμῶ ὤμοκα καὶ ὀμώμοκα, ἀλείφομαι ἤλειμμαι καὶ ἀλήλιμμαι. σεσημείωται τὸ ὑφήφασται, ὅτι ἀπὸ τοῦ υ ἀρχομένου τοῦ ἐνεστῶτος ἐγένετο Ἀττικὸς παρακεί‐ μενος. γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔστιν ὑφάζω ὑφάσω ὕφακα. ὕφασμαι ὕφα‐ σται καὶ ὑφύφασται Ἀττικῶς ἢ ὑφαίνω ὕφαγκα ὕφασμαι καὶ ὑφύφασμαι Ἀττι‐ κῶς. καὶ ἐπειδὴ οὐ θέλει ὁ Ἀττικὸς παρακείμενος ἔχειν ἐν τῇ αʹ καὶ βʹ συλλαβῇ | |
20 | τὸ αὐτὸ στοιχεῖον οἷον ἀλήλιφα καὶ ἐλήλυθα καὶ ὀμώμοκα, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ υ εἰς η καὶ γέγονεν ὑφήφασται. ἔστι δὲ καί τινα, ὧν ἡ τρίτη ἀπ’ ἀρχῆς συλλαβὴ οὐ συστέλλεται. ἀπὸ τοῦ ἄλημι ὁ παθητικὸς παρακείμενος ἤλαμαι καὶ Ἀττικῶς ἀλήλαμαι καὶ κατὰ ὑπέρθεσιν ἀλάλημαι. δύναται δὲ καὶ εἶναι ἐνεστώς· ἔστι γὰρ ἄλημι ὡς τίθημι ἄλεμαι ὡς τίθεμαι καὶ διπλασιασμὸς μετ’ ἐπεκ‐ | |
25 | τάσεως Αἰολικῆς ἀλάλημαι. Ἐν ἐνίοις δὲ μόνον προστίθεται ε ἐν παρατατικῷ καὶ παρακειμένῳ οἷον ὥρων ἑώρων, ὥρακα ἑώρακα, ὠνοῦμαι ἐωνούμην ἐώνημαι. τὸ δὲ ξυνέηκα ἔειπε ποιητικά. Εἰ δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ διφθόγγου, ἢ ἀπὸ τρεπτῆς ἢ ἀπὸ ἀτρέπτου. εἰ μὲν ἀπὸ ἀτρέπτου δηλονότι ευ αι ου οὐδεμία τροπὴ γίνεται ἐν τοῖς παρῳχημέ‐ | |
30 | νοις. ἡ μὲν ει δίφθογγος, ἐπειδὴ ἔχει γνήσιον μέγεθος, τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται οἷον τυφθέντος τυφθεῖσα, δαρέντος δαρεῖσα | |
καὶ αὐτὸ δὲ τὸ ει τὸ ὄνομα τοῦ στοιχείου διὰ τοῦ ε καὶ ι γράφεται καὶ ἐκφωνεῖ‐ | 788 | |
3,2789 | ται, τούτου χάριν ἄτρεπτός ἐστιν—εἰκάζω εἴκαζον καὶ ᾔκαζον παρὰ τοῖς Ἀθη‐ ναίοις. ὁμοίως καὶ ἡ ου δίφθογγος οὐ τρέπεται ὡς ἔχουσα γνήσιον μέγεθος. τὸ γὰρ ο μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ υ μεγεθύνεται οἷον τύπτοντος τύπτουσα, λέγοντος λέγουσα καὶ αὐτὸ δὲ τὸ ου, τὸ ὄνομα τοῦ στοιχείου διὰ τοῦ ο καὶ υ γρά‐ | |
5 | φεται καὶ ἐκφωνεῖται, καὶ διὰ τοῦτο καὶ αὐτὸ ἄτρεπτον μένει—οὐρῶ οὔρουν— | |
7 | ἡ ευ δίφθογγος ὡς μὴ ἔχουσα γνήσιον μέγεθος (τὸ γὰρ υ οὐκ ἔστι γνή‐ σιον μέγεθος τοῦ ε, ἀλλὰ τοῦ ο) ὀφείλει τρέπειν τὸ ε εἰς η, ὡς καὶ παρὰ Ἀττικοῖς. ηὐφράνθη γὰρ λέγουσι καὶ ηὐχόμην. ἀλλ’ ἐπεκράτησε | |
10 | κατὰ κοινὴν διάλεκτον ἡ ευ δίφθογγος μὴ τρέπεσθαι οἷον εὔχομαι εὐ‐ χόμην, εὐφραίνομαι εὐφραινόμην, εὐχαριστῶ εὐχαρίστουν καὶ ἴσως χάριν εὐφωνίας, ὡς λέγει ὁ Ἡρωδιανός. Εἰ δὲ ἄρχεται ἀπὸ τρεπτοῦ δηλονότι αι αυ οι, γίνεται ἡ αὐτὴ τροπὴ τῶν μεταβολικῶν φωνηέντων. εἰ μὲν ἀπὸ τῆς αι, τρέπεται τὸ α εἰς η καὶ τὸ ι προσ‐ | |
15 | γράφεται, αἰσχύνομαι ᾐσχυνόμην, αἰτῶ ᾔτουν· εἰ δὲ ἀπὸ τῆς αυ, τρέπεται τὸ α εἰς η οἷον αὐλῶ ηὔλουν, αὔξω ηὔξουν, αὐχῶ ηὔχουν, αὐτομολῶ ηὐτομόλουν. εἰ δὲ ἀπὸ τῆς οι, τρέπεται τὸ ο εἰς ω καὶ τὸ ι προσγράφεται οἷον οἴχομαι ᾠχό‐ μην, οἰκῶ ᾤκουν, οἰκοδομῶ ᾠκοδόμουν, οἰκονομῶ ᾠκονόμουν πλὴν τῶν σεση‐ μειωμένων ἀτρέπτων, οἰῶμαι οἰώθην «οἰώθη δ’ Ὀδυσσεύς» (Λ 401), «Τρώων δ’ | |
20 | οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή» (Ζ 1), οἰμῶ οἴμησα «οἴμησεν δὲ ἀλείς» (Χ 308). οἰνῶ οἴνουν «μήπω οἰνωθέντες» (π 292) καὶ οἰνίζω οἴνιζον «ἐκ τ’ ἄρα οἰνίζοντο» (Η 472), οἰστρῶ οἴστρησα, οἰωνίζομαι οἰωνιζόμην, οἰωνοσκοπῶ οἰωνοσκόπουν, οἰω‐ νοπολῶ οἰωνοπόλουν, οἰακίζω οἰάκιζον, οἰακονομῶ οἰακονομούμην, οἰακοστροφῶ οἰακοστρόφουν. τινὲς δὲ προστιθέασι καὶ τὸ οἰδαίνω οἴδαινον καὶ τὸ οἰκουρῶ οἰκού‐ | |
25 | ρουν καὶ τὸ οἰμώζω οἴμωζον, ᾠκούρουν καὶ ᾠμώζουν παρὰ Σοφοκλεῖ ἐν Τραχινίαις (928) «ἰδὼν δ’ ὁ παῖς ᾤμωξε» καὶ παρὰ τῷ ποιητῇ (ν 198) «ᾤμωξέν τ’ ἄρ’ ἔπειτα καὶ ὣ πεπλήγετο μηρώ». Εἰ δὲ ἀπὸ συμφώνου ἄρχεται τὸ ῥῆμα, ὁ παρατατικὸς καὶ ἀόριστος πρῶτος καὶ δεύτερος προσλαμβάνουσιν ε, γράφω ἔγραφον ἔγραψα. οἱ δὲ Ἀττικοὶ αὔξησιν | |
30 | ἐπὶ αὐξήσεως ποιοῦντες ἠδυνάμην ἀντὶ ἐδυνάμην καὶ ἠβουλόμην ἀντὶ ἐβουλόμην καὶ ἤμελλον ἀντὶ ἔμελλον λέγουσιν. Ὅτε δὲ ὁ παρατατικὸς ἄρχεται ἀπὸ μακρᾶς φύσει ὡς ἐπὶ τῶν ἀπὸ φωνήεντος ἀρχομένων, ἀπὸ τῆς αὐτῆς ἄρχεται καὶ ὁ παρακείμενος ἠγόραζον ἠγόρακα, ὠνόμα‐ ζον ὠνόμακα. ὅτε δὲ ἄρχεται ἀπὸ μακρᾶς θέσει ὡς ἐπὶ τῶν ἀπὸ δύο συμφώνων ἀρ‐ | |
35 | χομένων, ἀπὸ τῆς αὐτῆς ἄρχεται καὶ ὁ παρακείμενος οἷον ἔφθειρον ἔφθαρκα, ἔσπει‐ ρον ἔσπαρκα. ὅτε δὲ ὁ παρατατικὸς ἄρχεται ἀπὸ βραχείας ἢ κοινῆς, ὡς ἐπὶ τῶν ἀπὸ συμφώνου ἀρχομένων, ἀναδιπλασιάζεται ὁ παρακείμενος διὰ τοῦ αὐτοῦ πρώτου συμφώνου τοῦ ἐνεστῶτος μετὰ τοῦ ε, ἔτυπτον τέτυφα, ἔλεγον λέλεχα, ἔγραφον γέγραφα, ἔπλυνον πέπλυκα. χωρὶς τῶν ἀρχομένων ἀπὸ γν γνωρίζω ἐγνώριζον ἐγνώ‐ | |
40 | ρικα—τὸ ἐγλυμμένοι καὶ ἐβλαστηκότες παρ’ Εὐπόλιδι παράλογά ἐστιν—καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ ρ, ῥαπίζω ἐρράπικα. διπλοῦν δὲ τὸ ρ ἐν τούτοις παρὰ τοῖς ῥή‐ τορσι. παρὰ ποιηταῖς δὲ πολλάκις διὰ τὸ μέτρον ἐκβάλλεται τὸ ἓν ἐν τοῖς παρῳχη‐ μένοις «ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῷ» (Β 400) καὶ «μνήσομαι ὥς μ’ ἀσύφηλον ἐν Ἀρ‐ γείοισιν ἔρεξεν» (Ι 648). τὸ δὲ «ῥερυπωμένα» (ζ 59) ἀντὶ ἐρρυπωμένα, «ῥεραπισμένῳ | |
45 | νώτῳ» παρὰ Ἀνακρέοντι καὶ «ῥερῖφθαι ἔπος» παρὰ Πινδάρῳ κατὰ τὴν ποιητι‐ κὴν ἐξουσίαν οὕτω γέγονε—καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ διπλῶν ζ ξ ψ ζῶ | |
ἔζηκα, ψάλλω ἔψαλκα, ξηραίνω ἐξήραγκα. τὰ δὲ ἀπὸ δασέων θ φ χ ἀρχόμενα | 789 | |
3,2790 | ἀναδιπλασιάζεται μέν, τρέπεται δὲ τὰ δασέα εἰς τὰ ἀντιστοιχοῦντα ψιλά, θεωρῶ τεθεώρηκα, φωνῶ πεφώνηκα, χωνεύω κεχώνευκα. ὅτε δὲ ὁ ἐνεστὼς ἄρχεται ἀπὸ τοῦ λ ἢ μ, οἱ Ἀττικοὶ ποιοῦσι ἴδιον παρακείμενον ἐκβολῇ τοῦ πρώτου ἀμεταβό‐ λου καὶ προσλήψει τοῦ ι λήβω λήψω λέληφα κοινῶς καὶ εἴληφα Ἀττικῶς, λήχω | |
5 | λήξω λέληχα καὶ εἴληχα, μείρομαι μεροῦμαι μέμαρμαι καὶ εἵμαρμαι, ὅθεν καὶ εἱμαρμένη. ὅτε δὲ ὁ παρακείμενος ἄρχεται ἀπὸ συμφώνου, μετὰ τοῦ ἀναδιπλα‐ σιασμοῦ βραχεῖαν ἔχει τὴν ἄρχουσαν τέτυφα ἢ κοινὴ δύο συμφώνων ἑπομένων, ὧν τὸ μὲν πρῶτον ἄφωνον, τὸ δὲ δεύτερον ἀμετάβολον γέγραφα, πέπληγα. σεση‐ μείωται τὸ μέμνημαι, κέκτημαι—καὶ ἔκτημαι εὕρηται «Ἴλιον ἐκτῆσθαι» (Ι 402)— | |
10 | πέπταμαι πέπτωκα, καὶ περὶ μὲν τοῦ μέμνημαι ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδέποτε ἀμετάβολον ἀμεταβόλου προηγεῖται κατὰ σύλληψιν οἷον ἀρνός, ἅρμα, ἔρνος, ἅλμη, εἰ μὴ μόνον τὸ μ τοῦ ν ὡς μνήμη, μνημεῖον, μνῆμα, μνᾶ. τὸ γὰρ προηγεῖσθαι τῶν ἀμεταβόλων κατὰ σύλληψιν ἴδιον τῶν ἀφώνων ἐστὶν οἷον κλέος, ἀγρός, ἀκμή, πνεῦσαι, θνήσκω, πρῶτος. ἐπειδὴ οὖν τὸ μ σύνταξιν ἀφώνου ἀνε‐ | |
15 | δέξατο καὶ προηγήσατο τοῦ ν τοῦ ἀμεταβόλου, ἀνεδιπλασιάσθη τὸ μέμνημαι· ἄλλως τε δὲ καὶ πολλάκις εὑρίσκεται καὶ ἐν μέτρῳ τὸ μν ἀποτελοῦν κοινὴν συλ‐ λαβὴν οἷον ὡς παρὰ Καλλιμάχῳ, τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος καὶ παρὰ Κρατίνῳ «ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσιν». τὸ δὲ κέκτημαι, | |
20 | πέπταμαι καὶ πέπτωκα κατὰ πλεονασμὸν τοῦ κ καὶ π γέγονε Αἰολικῶς. οἱ γὰρ Αἰολεῖς εἰώθασι προστιθέναι σύμφωνον ὥσπερ τὸ ἐπτερύγωμαι πεπτερύγωμαι. Ἔτι δὲ εἰ μὲν μέλλων ἄρχεται ἀπὸ φωνήεντος, ἰσοσυλλαβεῖ αὐτῷ ὁ κοινὸς παρακείμενος ἀγοράσω ἠγόρακα, ὀμόσω ὤμοκα. εἰ δὲ ἀπὸ συμφώνου, περιττεύει τύψω τέτυφα, ποιήσω πεποίηκα. ὁ ὑπερσυντέλικος ἐν τοῖς ἀπὸ φωνήεντος ἀρ‐ | |
25 | χομένοις ἰσοσυλλαβεῖ καὶ ὁμοχρονεῖ τῷ παρακειμένῳ ἠγόρακα ἠγοράκειν, ἔφθαρκα ἐφθάρκειν, ἐν δὲ τοῖς ἀπὸ συμφώνου ἀρχομένοις ὑπὲρ τὰς τοῦ παρακειμένου συλλαβὰς παραλαμβάνει ε τέτυφα ἐτετύφειν, γέγραφα ἐγεγράφειν. μεγεθύνεται δὲ πολλάκις ἐν τοῖς Ἀττικοῖς τοῖς ἀπὸ βραχείας ἀρχομένοις, ὀμώμοκα ὠμωμό‐ κειν, ἀκήκοα ἠκηκόειν. καὶ ταῦτα μὲν ἐκ τοῦ πολυμαθοῦς Ἡρωδιανοῦ περὶ | |
30 | παρῳχημένων γενικῶς. | |
32 | Choer. 522, 30: ἐπὶ τῶν ἀπὸ προθέσεως ἀρχομένων γίνεται σύν‐ θεσις κλίσεως, τουτέστι κατὰ χρόνον γίνεται ἡ σύνθεσις καὶ ὡς ἄν τις εἴποι, πρῶτον κλίνεται καὶ οὕτω συντίθεται οἷον ἀπὸ τοῦ γράφω | |
35 | γίνεται καταγράφω καὶ ἀπὸ τοῦ ἔγραφον κατέγραφον καὶ ἀπὸ τοῦ γέγραφα γίνεται καταγέγραφα καὶ ἀπὸ τοῦ ἐγεγράφειν γίνεται κατεγε‐ γράφειν καὶ ἀπὸ τοῦ ἔγραψα τὸ κατέγραψα καὶ ἀπὸ τοῦ γράψω τὸ καταγράψω. τοῦτο δὲ γίνεται, ἵνα μὴ ἐξαμαυρωθῇ ἡ πρόθεσις ἔξωθέν | |
τί ποτε δεχομένη. τῆς γὰρ προθέσεως οὐδὲν ἐθέλει προτίθεσθαι. — | 790 | |
3,2791 | ταῦτα μὲν ὁ Ἀπολλώνιός φησι. πρὸς τοῦτον δὲ ἀντιλέγει ὁ Ἡρω‐ διανὸς λέγων, ὅτι πρῶτον μὲν οὐκ ἔστιν ἡ κατά πρόθεσις ἐν τῷ κατέ‐ γραφον, ἀλλὰ μέρος ἐστὶ τοῦ ῥήματος, εἰ καὶ ἀπὸ προθέσεως ἐγένετο ἡ σύνθεσις. ὥσπερ γὰρ ἐν τῷ εὐγενής οὐκ ἔστι τὸ ευ ἐπίρρημα, ἀλλὰ | |
5 | μέρος ἐγένετο τοῦ ὀνόματος, εἰ καὶ ἀπὸ ἐπιρρήματος ἐγένετο ἡ σύν‐ θεσις, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεσίς ἐστιν ἡ κατά, ἀλλὰ μέρος τοῦ ῥήματος, εἰ καὶ ἀπὸ προθέσεως ἐγένετο ἡ σύν‐ θεσις, ἄλλως τε ἰδοὺ τὸ συνήγορος ἀπὸ προθέσεως ἄρχεται, καὶ ὅμως λέγεται εὐσυνήγορος, καὶ πάλιν σύμβουλος εὐσύμβουλος, ἐπανοίκτης | |
10 | θυρεπανοίκτης· οὐκ ὤφειλεν οὖν οὐδὲ ταῦτα ἀπὸ προθέσεως ἀρχόμενα δέξασθαι ἔξωθέν τί ποτε. ταῦτα μὲν οὖν ὁ Ἡρωδιανός. | |
12t | (Περὶ ἐνεστῶτος). | |
13 | Πᾶν δεύτερον εἰς ς λῆγον ἀποβολῇ τοῦ ς ποιεῖ τὸ τρίτον πρόσωπον οἷον τύπτεις τύπτει, λέγεις λέγει, ἐτύφθης ἐτύφθη, ποιεῖς ποιεῖ, βοᾷς βοᾷ, χρυσοῖς | |
15 | χρυσοῖ, ἔλεγες ἔλεγε, ἔτυπτες ἔτυπτε, ἔλαβες ἔλαβε, ἔμαθες ἔμαθε χωρὶς τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίστου καὶ τῶν ἀπὸ τῶν εἰς μι. καὶ «χωρὶς μὲν τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίστου» πρόσκειται, ἐπειδὴ ἐπὶ τούτων οὐ μόνον τὸ ς ἀποβάλλεται, ἀλλὰ καὶ τροπὴ παρακολουθεῖ τοῦ α εἰς ε οἷον τέτυφας τέτυφε, πεποίηκας πεποίηκε, ἔτυψας ἔτυψε. «χωρὶς δὲ τῶν ἀπὸ τῶν εἰς μι» πρόσκειται, | |
20 | ἐπειδὴ ἐπὶ τούτων κατὰ τὸν ἐνεστῶτα οὐχ ὅτι τὸ ς οὐκ ἀποβάλλεται, ἀλλὰ καὶ τὸ ι προσέρχεται οἷον τίθημι τίθης τίθησι, ἵστημι ἵστης ἵστησι, δίδωμι δίδως δίδωσι. ζεύγνυμι ζεύγνυς ζεύγνυσι. | |
24 | περὶ συντάξεως στοιχείων fr. 14. | |
25 | Choer. 505, 17: ἄξιόν ἐστι ζητῆσαι, τίνος χάριν ἀπὸ πληθυντικῶν κανονί‐ ζομεν τὰ δυϊκὰ ἐν ῥήμασι· δοκεῖ γὰρ τοῦτο ἀτάκτως ἔχειν· οὐδεὶς γὰρ τὰ πρῶτα ἐκ τῶν ὑστέρων κανονίζει. καὶ ἔστιν εἰπεῖν, ὡς λέγει Φιλόξενος, ἐπειδὴ τὰ δυϊκὰ ὑστερογενῆ ἐστιν· ὕστερον γὰρ ἐπενοήθη τὰ δυϊκά· ὅθεν οὐδὲ πᾶσα διά‐ λεκτος κέχρηται τῷ δυϊκῷ ἀριθμῷ. οἱ γὰρ Αἰολεῖς παντελῶς δυϊκὰ οὐκ ἔχουσιν, | |
30 | ὥσπερ οἱ Ῥωμαῖοι ἄποικοι ὄντες τῶν Αἰολέων· ἀλλ’ οὔτε διάλεκτος ἔχει τὰ δυϊκά, ἀλλ’ εἰς πάντα τῷ πληθυντικῷ ἀριθμῷ κέχρηται ἀντὶ τοῦ δυϊκοῦ ἀριθμοῦ, μὴ ἔχουσα δυϊκά. εἰκότως οὖν, ἐπειδὴ τελευταῖον ἐπενοήθη τὰ δυϊκά, ἐκ τῶν πλη‐ θυντικῶν κανονίζεται προτερευόντων αὐτῶν. | |
35 | Il. Pr. Γ 152: τὰ τρίτα πρόσωπα πληθυντικὰ ὁριστικὰ ἐνεστῶτος χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖς πλη‐ | |
θυντικαῖς δοτικαῖς μετοχαῖς, λέγομεν λέγεται λέγουσι καὶ τοῖς λέγουσιν, | 791 | |
3,2792 | ἵσταμεν ἵστατε ἱστᾶσι καὶ τοῖς ἱστᾶσι, ἵεμεν ἵετε ἱεῖσι καὶ τοῖς ἱεῖσι. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ φασί πρὸ τὸ φᾶσι μετοχικὸν ὡς στᾶσι. | |
3t | (Περὶ παρατατικοῦ). | |
5 | Il. Pr. Δ 222: τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμό‐ χρονά ἐστιν οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι. ἐν δὲ τοῖς συγκοπεῖσι τρίτοις ἡ συγκοπὴ ἀναδέχεται τὴν λῆξιν τὴν αὐτὴν τῇ παραληγούσῃ τῆς γενικῆς τῆς κατὰ τὴν μετοχήν, ἔστησαν ἔσταν, στάντος γάρ· ἔβησαν ἔβαν, βάντος γάρ· ἐκοσμήθησαν ἐκόσμηθεν, κοσμηθέντος γάρ· «φάνεν | |
10 | δέ οἱ εὐρέες ὦμοι» (ς 68), φανέντος γάρ· ἔφυμεν ἔφυτε ἔφυσαν ἔφυν, ἐπεὶ φύντος· ἔδυμεν ἔδυτε ἔδυσαν ἔδυν, ἐπεὶ δύντος. περὶ δὲ τοῦ «τῆς δ’ ἦν τρεῖς κεφαλαί» (Hesiod. Theog. 321) ἐν τοῖς περὶ ῥήματος ἐροῦμεν. | |
15 | Il. Pr. Β 832: ἔασκε κατὰ συστολήν. οὕτως καὶ πάντες· τὰ γὰρ διὰ τοῦ σκε παρηγμένα Ἰακῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν· «ὧδε | |
δέ τις εἴπεσκε» (271) καὶ «τὴν αὐτὸς φορέεσκε» (Ο 646). | 792 | |
3,2793(1t) | (Περὶ παρακειμένου). | |
3 | Choer. 558, 29: εἴ τις εἴποι, διὰ τί γὰρ τετύφατε καὶ ἐτύψατε διὰ τοῦ α φαμὲν καὶ μὴ τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, λέγομεν ὅτι οὐ δύνα‐ | |
5 | ται εἶναι τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, ἐπειδὴ τετύφαμεν καὶ ἐτύψαμεν διὰ τοῦ α ἐστὶ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· καθόλου δὲ τὰ εἰς μεν πληθυντικὰ τροπῇ τοῦ μεν εἰς τε τὸ δεύτερον ποιεῖ καὶ φυλάττει τὴν παραλήγουσαν, ὅσα ἔχει τὴν μετοχὴν εἰς ς οἷον ἐτίθεμεν ἐτίθετε, τιθείς γάρ, ἐδίδομεν ἐδίδοτε, διδούς γάρ, ἐτύφθημεν ἐτύφθητε, τυφθείς | |
10 | γάρ, ἐτετύφειμεν ἐτετύφειτε, τετυφώς γάρ, ἐτύψαμεν ἐτύψατε, τύψας γάρ. λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι εὑρίσκεται χρῆσις τῆς διὰ τοῦ ε γρα‐ φῆς, ὡς παρὰ Ἀριστοφάνει ἐν Ὄρνισι ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε | |
ἀντὶ τοῦ κεχήνατε. | 793 | |
3,2794(1t) | (Περὶ μέσου παρακειμένου). | |
3 | Choer. 584, 1: εἰ ὁ ἐνεστὼς διὰ δύο ἀμεταβόλων, διὰ τοῦ πρώ‐ του ἀμεταβόλου ἐκφέρεται ὁ παρακείμενος ὁ μέσος οἷον τέμνω τέτομα, | |
5 | κάμνω κέκαμα. ἐκ τούτου πιθανεύονταί τινες καὶ λέγουσιν, ὅτι ἐν τῷ τίλλω τέτιλα καὶ πάλλω πέπαλα καὶ στέλλω ἔστολα καὶ ἐν τοῖς ὁμοίοις τὸ δεύτερον λ ἀπεβλήθη καὶ τὸ πρῶτον ἐφυλάχθη· ὁ δὲ Ἡρωδιανὸς οὐ βούλεται τοῦτο, ἀλλὰ λέγει, ὅτι τὸ πρῶτον λ ἀπεβλήθη καὶ τὸ δεύ‐ τερον ἐφυλάχθη· φησὶ γάρ, ὅτι πρῶτον μὲν ἐν τῷ τέμνω τέτομα καὶ | |
10 | κάμνω κέκαμα τὸ ν ἀπὸ πλεονασμοῦ ἐστι· κάμω γὰρ καὶ τέμω ἦν· καὶ κατὰ πλεονασμὸν τοῦ ν γέγονε κάμνω καὶ τέμνω, καὶ λοιπὸν τὸ ν τὸ πλεονάσαν κατὰ τὸν ἐνεστῶτα ἀπεβλήθη κατὰ τὸν μέσον παρακείμενον· δεύτερον δὲ δυνάμεθα αὐτὰ λέγειν, λέγω δὲ τὸ κέκαμα καὶ τέτομα, ὡς ἀπὸ περισπωμένων θεμάτων ἐστὶν οἷον ὡς ἀπὸ τοῦ καμῶ καὶ τεμῶ· | |
15 | τρίτον δέ, ὥσπερ τὸ τέρπω καὶ πέρθω οὐ λέγομεν πέμπτης εἶναι συζυ‐ γίας διὰ τὸ ρ τὸ ἐν τῇ παραληγούσῃ, ἀλλὰ τὸ μὲν τέρπω πρώτης διὰ τὸ π ἐν τῇ παραληγούσῃ, τὸ δὲ πέρθω τρίτης διὰ τὸ θ τὸ ἐν τῇ ληγούσῃ, οὕτως καὶ τὸ τίλλω καὶ τὸ πάλλω καὶ τὸ στέλλω καὶ τὰ ὅμοια λέγο‐ μεν εἶναι πέμπτης συζυγίας, οὐ διὰ τὸ λ τὸ ἐν τῇ παραληγούσῃ, ἀλλὰ | |
20 | τὸ λ τὸ ἐν τῇ ληγούσῃ· τὰ δὲ χαρακτηριστικὰ τοῦ ἐνεστῶτος θέλει εἶναι καὶ ἐν τῷ μέσῳ παρακειμένῳ χαρακτηριστικὰ οἷον πείθω πέποιθα, λέγω λέλογα, δηλονότι διὰ τοῦ δευτέρου λ ἐξηνέχθη ὁ μέσος παρακείμενος ἐν τῷ τέτιλα καὶ πέπαλα καὶ ἔστολα καὶ τοῖς ὁμοίοις, ἐπειδὴ αὐτό ἐστιν, ὡς εἴρηται, τὸ χαρακτηριστικὸν τοῦ ἐνεστῶτος. εἰ δὲ ὁ ἐνεστὼς | |
25 | διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, ὁ μέσος παρακείμενος διὰ καθαροῦ τοῦ α ἐκφέρεται οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα ὁ Ἀττικός, δείω δέδια καὶ δείδια κατὰ πλεονασμὸν τοῦ ι, δαίω (τὸ σημαῖνον τὸ καίω) δέδηα καὶ καίω κέκηα· εἴω (σημαίνει δὲ τὸ πορεύομαι) ὡς παρὰ Σώ‐ φρονι «ἐγκίκρα, ὡς εἴω», τουτέστι κέρασον ἵνα πορευθῶ, καὶ ὁ μέσος | |
30 | παρακείμενος εἶα διὰ καθαροῦ α καὶ κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η ᾖα διὰ τοῦ η καὶ ι ὥσπερ εἰκάζω εἴκαζον καὶ ᾔκαζον καὶ πάλιν εἴδειν ᾔδειν, καὶ κατὰ διάλυσιν τοῦ ι ἤϊα, ὡς παρὰ τῷ ποιητῇ (δ 433) ἤϊα, πολλὰ θεοὺς γουνούμενος, ἀντὶ τοῦ ἐπορευόμην, οὗ τὸ τρίτον πρόσωπον ἤϊε, | |
35 | ὃ δ’ ἤϊε νυκτὶ ἐοικώς (Α 47). τοῦτο τὸ ἤϊα διὰ τοῦ η καὶ ι τρέπει τὸ α εἰς ειν, καὶ ποιεῖ τὸ ὑπερ‐ συντελικὸν ἠΐειν κατὰ τὴν ἄρχουσαν διὰ τοῦ η καὶ ι καὶ διὰ τῆς ει διφθόγγου κατὰ τὴν λήγουσαν, ἐξ οὗ τὸ παρῄειν καὶ ἐξῄειν καὶ ἀπῄειν, ὡς παρὰ Μενάνδρῳ | |
40 | ἀπῄειν τῶν τόκων ἔχων τόκους. | 794 |
3,2795(2) | Eustath. 143, 5: ἰστέον ὅτι μέσος παρακείμενός ἐστι τὸ ἐμπεφυυῖα κατὰ κανόνα, ὃν ἐκτίθεται καὶ Ἡρωδιανὸς λέγων, καθαρεύοντι τῷ ἐνεστῶτι συγκαθαρεύειν καὶ τὸν μέσον παρακείμενον οἷον φύω πέφυα, | |
5 | ἀκούω ἀκήκοα. | |
7 | Choer. 585, 15: παραλήγουσαν τὴν αὐτὴν ἔχει ὁ μέσος παρακεί‐ μενος τῷ ἐνεργητικῷ παρακειμένῳ οἷον τέτυφα τέτυπα, νένηκα νένηθα, πέπληχα πέπληγα, νένυχα νένυγα, πέπηχα πέπηγα, ὤρυχα ὤρυγα, | |
10 | ἤμειφα ἤμειβα, ἤγερκα ἤγερα, χωρὶς εἰ μὴ εὑρεθῇ ἐν δισυλλάβῳ μέλ‐ λοντι τὸ ε ἢ μόνον ἢ μετὰ τοῦ ι· τότε γὰρ τρέπεται τὸ ε εἰς ο ἐν τῷ παρακειμένῳ οἷον λέγω λέξω λέλογα, τέκω τέξω τέτοκα, νέμω νεμῶ νένομα, μένω μενῶ μέμονα, γείνω γενῶ γέγονα, κείρω κερῶ κέκορα, σπείρω σπερῶ ἔσπορα, φθείρω φθερῶ ἔφθορα, κτείνω κτενῶ ἔκτονα. | |
15 | ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν ἐπὶ τοῦ κερῶ κέκορα καὶ φθερῶ ἔφθορα οὐκ ἐφυλάχθη τὸ ι, ἵνα ᾖ κέκοιρα καὶ ἔφθοιρα· καὶ ἔστιν εἰπεῖν, ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ ι κατὰ τὸν μέλλοντα, κερῶ γὰρ καὶ φθερῶ ἐστιν ὁ μέλλων, τούτου χάριν οὐδ’ ἐν τῷ μέσῳ παρακειμένῳ ἐφυλάχθη· ἐπὶ δὲ τοῦ πείθω λείβω ἐπειδὴ ἐφυλάχθη τὸ ι κατὰ τὸν μέλ‐ | |
20 | λοντα—πείσω γὰρ καὶ λείψω ἐστὶ ὁ μέλλων—τούτου χάριν καὶ κατὰ τὸν μέσον παρακείμενον ἐφυλάχθη. τούτων οὕτως ἐχόντων, δεῖ γινώσκειν ὅτι ἡνίκα εὑρεθῇ ἐν τῷ περισπωμένῳ ἐνεστῶτι τὸ ε, ἢ ἐν τῷ βαρυτόνῳ ἐνεστῶτι μέν, δι’ ἑνὸς δὲ τοῦ λ ἐκφερομένῳ, οὐ τρέπεται εἰς ο ἐν τῷ μέσῳ παρακειμένῳ ἀλλὰ φυλάττεται οἷον θέλω τέθελα, μέλω μέμελα, καὶ | |
25 | τροπῇ τοῦ ε εἰς τὸ η τέθηλα, μέμηλα, ἐξ οὗ καὶ ἡ μετοχὴ μεμηλώς μέγα πλούτοιο μεμηλώς (Ε 708). καὶ εὐλόγως ἐπὶ τούτων οὐ τρέπεται τὸ ε εἰς τὸ ο ἐν τῷ μέσῳ παρα‐ κειμένῳ ἐπειδὴ οὐκ ἔστιν ἐπ’ αὐτῶν δισύλλαβος ὁ μέλλων, ἀλλ’ ὑπὲρ δύο συλλαβὰς οἷον θέλω θελήσω, «μελήσουσιν δέ μοι ἵπποι» (Ε 228). | |
30 | ἰστέον δὲ ὅτι ἐὰν ὁ ἐνεστὼς τῇ αι διφθόγγῳ παραλήγηται, τρέπει αὐτὴν ἐν τῷ μέσῳ παρακειμένῳ εἰς η οἷον φαίνω πέφηνα, χαίνω κέχηνα, μαίνω ἐξ οὗ τὸ μαίνομαι μέμηνα, δαίω τὸ καίω δέδηα, καίω κέκηα. Cram. Anecd. III 395, 22: τὸ νένοφα· οὗ μεμνημένος ὁ Ἡρω‐ διανὸς ἀπορεῖ, πῶς ὁ Ἀριστοφάνης νένοφα εἶπε καὶ οὐ νένοιφα, ἵν’ ᾖ | |
35 | ὥσπερ λείβω λέλοιβα, λείπω λέλοιπα, οὕτω νείφω νένοιφα. περὶ οὗ ἐστιν εἰπεῖν, ὡς οὐκ ἐκ τοῦ νείφω ἐκλίθη κατὰ τὸ πείθω πέποιθα καὶ ὅσα ἕτερα ἐπὶ ἐνεστῶτος ἔχει τὸ ε μετὰ τοῦ ι, ἀλλ’ ὡς εἰκὸς ἐκ τοῦ νέφω, ἵνα ᾖ ὥσπερ λέγω λέλογα οὕτω καὶ νέφω νένοφα κατὰ τὰ | |
ἔχοντα τὸ ε μόνον ἐν τῷ ἐνεστῶτι. τοῦ δὲ νέφω εἰ καὶ μή ἐστι χρῆ‐ | 795 | |
3,2796 | σις, ἀλλὰ δοκεῖ ὅμως πρωτότυπον αὐτὸ εἶναι τοῦ νείφω, ὡς ὑποδηλοῖ καὶ τὸ ἐξ αὐτοῦ νέφος καὶ ἡ νεφέλη. | |
4 | Choer. 586, 28: περὶ ποσότητος τῶν συλλαβῶν λέγομεν ὅτι μὲν | |
5 | ἐπὶ βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ τῷ ἐνεργητικῷ παρακειμένῳ ὁ μέ‐ σος παρακείμενος οἷον τύπτω τέτυφα τέτυπα, νύσσω νένυχα νένυγα, νήθω νένηκα νένηθα, πείθω πέπεικα πέποιθα, πλήσσω πέπληχα πέπληγα, κείρω κέκαρκα κέκορα, φθείρω ἔφθαρκα ἔφθορα, ἐπὶ δὲ τῶν περισπω‐ μένων θεμάτων μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ ὁ μέσος παρακείμε‐ | |
10 | νος οἷον δουπῶ δουπήσω δεδούπηκα δέδουπα, μυκῶ μυκήσω μεμύκηκα μέμυκα, κτυπῶ κτυπήσω ἐκτύπηκα ἔκτυπα. Eustath. 61, 21: ὥσπερ μέλω μελήσω μεμέληκα καὶ μέσος παρα‐ κείμενος μέμηλα καὶ ὤλεκα ὦλα, τεθάληκα τέθηλα, οὕτω βεβούληκα βέβουλα. τοιοῦτόν τι καὶ τὸ λέληκα· «δαιμονίη, τί λέληκας» (Hes. | |
15 | Opp. 207), καὶ τὸ δεδούπηκα δέδουπα κατὰ Ἡρωδιανὸν «δεδουπό‐ τος Οἰδιπόδαο» (Ψ 679). καὶ ἕτερα οὐκ ὀλίγα, ἐν οἷς καὶ τὸ ἐκτύ‐ πηκα ἔκτυπα· εἰσὶ γὰρ περισπώμενοι τοιοῦτοι μέσοι παρακείμενοι ὡς πολλαχοῦ φανεῖται· ὃ καὶ αὐτοὶ κατὰ τὰ προρρηθέντα μιᾷ συλλαβῇ ἐνδέουσι τοῦ ἐνεργητικοῦ, ὅπερ ἐν τοῖς βαρυνομένοις οὐκ ἔστι ῥήμασιν. | |
20 | ἐν ἐκείνοις γὰρ ἰσοσυλλαβεῖ καθόλου ὁ μέσος τῷ ἐνεργητικῷ. | |
22 | Choer. 587, 15: δεῖ γινώσκειν ὅτι τότε ἐπιλιμπάνουσιν οἱ μέσοι παρακείμενοι, ἡνίκα ἀπὸ τῶν περισπωμένων θεμάτων εὑρεθῇ ὁ ἐνεργη‐ τικὸς παρακείμενος, καὶ τρισύλλαβος ἀπὸ δύο συμφώνων ἀρχόμενος, ἢ | |
25 | ἀπὸ μόνου τοῦ ε οἷον θλῶ θλάσω τέθλακα, κλῶ κλάσω κέκλακα, σμῶ σμήσω ἔσμηκα, δρῶ δράσω δέδρακα, ζῶ ζήσω ἔζηκα· καὶ τοῦτο εὐλό‐ γως, ἐπειδὴ ὁ ἐνεργητικὸς παρακείμενος ἀπὸ περισπωμένων ὑπάρχων μιᾷ συλλαβῇ περιττεύει τοῦ μέσου παρακειμένου, οἷον μυκῶ μεμύκηκα μέμυκα, δουπῶ δεδούπηκα δέδουπα· εἰ ἐποιήσαμεν οὖν μέσον παρακεί‐ | |
30 | μενον ἐπὶ τῶν προλεχθέντων, φημὶ τοῦ τέθλακα καὶ κέκλακα καὶ δέδρακα, ἔσμηκα, ἔζηκα, ἤμελλεν ὁ μέσος παρακείμενος μιᾷ συλλαβῇ ἐνδεῖν τοῦ ἐνεργητικοῦ παρακειμένου, καὶ εἶχεν εἰς δισυλλαβίαν περιπεσεῖν, ὅπερ ἐστὶν ἄτοπον· σπανίως γὰρ εὑρίσκεται δισύλλαβος παρακείμενος ἐν χρή‐ σει· σπάνιον δὲ εἶπον διὰ τὸ οἶδα | |
35 | οἶδ’ ἐπὶ δεξιὰ οἶδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην (Η 238)· καὶ διὰ τὸ οἶκα, ὃ σημαίνει τὸ ὁμοιῶ, οἷον «οἶκας μὲν ὡραίῳ λίνῳ» παρ’ Ἀλκμᾶνι, ἀντὶ τοῦ ὅμοιος εἶ, καὶ διὰ τὸ εἶα καὶ κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η ᾖα, ὃ γίνεται ἐν διαλύσει παρὰ τῷ ποιητῇ, | |
40 | ἤϊα πολλὰ θεοὺς γουνούμενος. | 796 |
3,2797 | Eustath. 759, 5: Ἡρωδιανὸς προϋποθεὶς ῥῆμα τὸ εἴδω παράγει ἐξ αὐτοῦ μέσους παρακειμένους ἐπὶ μὲν τοῦ θεωρῶ καὶ γινώσκω οἶδα, ἐπὶ δὲ τοῦ ὁμοιῶ τὸ οἶκα, ἐξ οὗ ἔοικα, οὗ ὑπερσυντελικὸς ἐῴκειν κατὰ ἔκτασιν. | |
6 | Cram. An. Ox. III 398, 3: τοῦ δείδοικα πρωτότυπον ὂν τὸ δέδοικα ἐκ τοῦ δείδω τὸ δειλιῶ ἔχει ἀπορίαν πῶς διὰ τοῦ κ ἐκφέρεται καὶ μὴ διὰ τοῦ θεματικοῦ δ διὰ τὸν κανόνα, δι’ ὃν ὥρισται καθολικῶς, ὅτι ἐπὶ τῶν βαρυτόνων, δι’ οὗ συμφώνου ἐκφέρεται ὁ ἐνεστώς, διὰ τοῦ | |
10 | αὐτοῦ καὶ ὁ μέσος παρακείμενος οἷον λείβω λέλοιβα, λέγω λέλογα κατὰ τὸν Ἡρωδιανόν, καθ’ ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα εἶναι τὸν μέσον παρακείμενον. λύσις δὲ τῆς ἀπορίας ταύτης τὸ μὴ χρῆναι τρία παράλληλα δ παραλαμβάνεσθαι. τὸ γὰρ τοιοῦτον ψελλισμῷ, φησίν, ὑπο‐ πίπτει. διὸ ἀντεισῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμέ‐ | |
15 | νου τοῦ δείδω δείσω δέδεικα, ὃς ἐσιγήθη διὰ τὸ τοῦ μέσου παρακειμένου πολύχρηστον. ὅτι δ’ ἐν πολλοῖς ἡ παραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιος, ὃν δέον ὂν διφθόγγῳ παραλήγεσθαι κατὰ τὸν κανόνα τοῦ κήτειος κήδειος ἐπιτήδειος καὶ τῶν ὁμοίων ὅμως, ἵνα μὴ ἐπάλληλα εἴη τὰ τρία ε, ἐγράφη διὰ μόνου τοῦ ι· Σοφοκλῆς (Trach. 754) «τεμενίαν | |
20 | τε φυλλάδα». οὕτω καὶ τὸ «Ἴριδι δίῃ» κακίζεται κατὰ τὸ ἀλλεπάλληλον τῶν διχρόνων. | |
23 | Choer. 592, 30: περὶ τοῦ ἔολπα ζητοῦσιν ὅτι πόθεν γέγονε; — λέγει δὲ ὁ Ἡρωδιανὸς ὅτι δύναται εἶναι ὡς ἀπὸ τρισυλλάβου τοῦ | |
25 | ἐέλπω, τούτου γὰρ ὁ μέσος παρακείμενος ἤελπα καὶ κατὰ τροπὴν τοῦ ε εἰς τὸ ο καὶ συστολῇ τοῦ η εἰς τὸ ε ἔολπα. | |
28 | Cram. An. Ox. III 263, 24: τὸ ἔμμορε Ζηνόβιος καὶ Ἡρωδια‐ νὸς οὕτω κανονίζουσι μείρω μερῶ, ὁ μὲν παρακείμενος μέμορα καὶ ἐν | |
30 | ὑπερθέσει τοῦ μ ἔμμορα. | 797 |
3,2798(2) | Eustath. 1687, 12: Ἡρωδιανὸς ἐκ τοῦ λήχω τὸ λαγχάνω παρά‐ γων τὸ λέλοχα τροπῇ τοῦ η εἰς ο μικρὸν ὁμοίως τῷ πήθω πέποθε λέγει καὶ πλεονάζειν ἐν αὐτοῖς τὸ ν ὡς καὶ ἐν τῷ κέχανδα οἷον «οἶκον | |
5 | κεχανδότα πολλὰ καὶ ἐσθλά» (δ 96). | |
7 | E. M. 667, 33, Ep. Cr. I 268, 32: οὐδέποτε μέσος παρακείμενος διὰ δύο συμφώνων κατὰ σύλληψιν ἐκφέρεται οὐδὲ διὰ διπλῶν· ἔνθεν οὔτε ἀπὸ τοῦ χραισμῶ οὔτε ἀπὸ τοῦ ὀλισθῶ μέσοι γεγόνασι παρακεί‐ | |
10 | μενοι ὥσπερ οὐδὲ ἀπὸ τοῦ λιχμῶ, ἵνα μὴ διὰ δύο συμφώνων ἐξενε‐ χθῶσι. τὸ γὰρ «γλώσσῃσι δνοφερῇσι λελιχμότες» παρ’ Ἡσιόδῳ (Theog. 826) οὕτως ἐγένετο· ἔστι τι περισπώμενον λιχμῶ οὗ ὁ παρακείμενος λελίχμηκα καὶ ἡ μετοχὴ λελιχμηκώς καὶ κατὰ συγκοπὴν λελιχμώς. καὶ τὸ πεφυζώς γέγονεν ἀπὸ τοῦ πεφυζηκώς καὶ κατὰ συγκοπὴν πεφυζώς. | |
15t | (Περὶ ὑπερσυντελικοῦ). | |
16t | (Περὶ πρώτου ἀορίστου). | |
18 | Eustath. 36, 37: ὥσπερ τὸ κρῆναι ἀπὸ δισυλλάβου τοῦ κραίνω καὶ τὸ μιῆναι ἀπὸ τοῦ μιαίνω, οὕτω καθ’ Ἡρωδιανὸν καὶ τὸ κυδῆναι | |
20 | ἐκ τοῦ κυδαίνω, εἰ καὶ κυδᾶναι, φησί, καθ’ ἡμᾶς λέγεται ὡς καὶ κερδᾶναι. | |
22 | Choer. 610, 14: ἄξιόν ἐστι ζητῆσαι, διὰ τί τῶν σεσημειωμένων ἐν τῷ πρώτῳ ἀορίστῳ, φημὶ δὲ τὸ ἤνεγκα καὶ εἶπα καὶ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα τὰ μὲν δύο τὰ ἀπὸ τῶν εἰς ω, λέγω δὲ τὸ εἶπα καὶ | |
25 | ἤνεγκα, κλίνεται μὲν καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις, τὰ δὲ τρία τὰ ἀπὸ τῶν εἰς μι, λέγω δὲ τὸ ἔθηκα καὶ ἔδωκα καὶ ἧκα, οὐ κλίνεται οὔτε εἰς τὰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις; καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν κτλ. ὁ δὲ Ἡρωδια‐ νὸς ἄλλην ἀπολογίαν παραδίδωσιν ἔχουσαν οὕτως· τὸ εἶπα διὰ τοῦ | |
30 | ψ ὤφειλεν ἐκφέρεσθαι, ἐπειδὴ καὶ ὁ μέλλων τὸ ψ ἔχει, ἔψω γάρ ἐστι· τοῦ δὲ μέλλοντος τὸ ψ ἔχοντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ψ ἐκφέρεται οἷον γράψω ἔγραψα, τύψω ἔτυψα· καὶ πάλιν τὸ ἤνεγκα | |
διὰ τοῦ ξ ὤφειλεν ἐκφέρεσθαι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρε‐ | 798 | |
3,2799 | ται, ἐνέγξω γάρ ἐστι ὁ μέλλων· τοῦ δὲ μέλλοντος τὸ ξ ἔχοντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ξ ἐκφέρεται οἷον λέξω ἔλεξα, νύξω ἔνυξα· ἐπειδὴ οὖν τὸ εἶπα διὰ τοῦ ψ ὤφειλε καὶ τὸ ἤνεγκα διὰ τοῦ ξ, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλὰ τὸ μὲν διὰ τοῦ π, τὸ δὲ διὰ τοῦ κ, | |
5 | τὸ δὲ κ συγγένειαν πρὸς τὸ ξ καὶ τὸ π πρὸς τὸ ψ ἔχειν, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ ς δοκεῖ συγκεῖσθαι, τὸ δὲ ψ ἐκ τοῦ π καὶ ς, εἰκότως ὡς μέρος τι τῆς ἀναλογίας φυλάξαντα ἀκωλύτως κλίνεται καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις· τὸ δὲ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα διὰ τοῦ ς ὤφειλεν εἶναι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ς ἐκφέρεται, δώσω γὰρ | |
10 | καὶ θήσω καὶ ἥσω ἐστὶν ὁ μέλλων, ἐξ οὗ καὶ τὸ ἀφήσω· τοῦ δὲ μέλ‐ λοντος διὰ τοῦ ς ὄντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ς ἐκφέρεται οἷον ποιήσω ἐποίησα, νοήσω ἐνόησα· ἐπειδὴ οὖν τὸ ἔθηκα, ἔδωκα, ἧκα διὰ τοῦ ς ὤφειλεν εἶναι, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλὰ διὰ τοῦ κ, τὸ δὲ κ πρὸς τὸ ς οὐδεμίαν συγγένειαν ἔχει, εἰκότως ὡς μὴ φυλά‐ | |
15 | ξαντα μέρος τι τῆς ἀναλογίας κωλύεται κλίνεσθαι καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. | |
17t | (Περὶ δευτέρου ἀορίστου). | |
18 | Ut Herodianus in fr. 12 de numero syllabarum perfecti secundi exposuit, sic etiam de numero syllabarum aoristi secundi disseruisse putandus est in eum | |
20 | modum, quo disputat Choerob. 619, 14: περὶ τῆς ποσότητος τῶν συλλαβῶν ἔστιν εἰπεῖν, ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ τῷ πρώτῳ ἀορίστῳ ὁ δεύ‐ τερος ἀόριστος οἷον τύπτω τύψω ἔτυψα ἔτυπον, ῥάπτω ἔρραψα ἔρραφον, νύσσω ἔνυξα ἔνυγον, γράφω ἔγραψα ἔγραφον, ἐξ οὗ τὸ ἐγράφην, ἀπὸ δὲ περισπωμένων θεμάτων μιᾷ αὐτοῦ ἐνδεῖ ὁ δεύτερος ἀόριστος, οἷον δουπῶ ἐδούπησα ἔδουπον, | |
25 | μυκῶ ἐμύκησα ἔμυκον, χραισμῶ ἐχραίσμησα ἔχραισμον, ὀλισθῶ ὠλίσθησα ὤλισθον. Atque etiam de quantitate vocalis in paenultima tractasse eum arbitror sic fere ut Choer. 623, 13: ἰστέον ὅτι ὁ δεύτερος ἀόριστος εἴτε ἀπὸ βαρυτόνων θεμάτων εἴτε ἀπὸ περισπωμένων βραχείᾳ θέλει παραλήγεσθαι, οἷον λείπω ἔλι‐ πον, τρώγω ἔτραγον, λήβω ἔλαβον, κτυπῶ ἔκτυπον, μυκῶ ἔμυκον· τὰ γὰρ φυ‐ | |
30 | λάττοντα τὴν παραλήγουσαν μακρὰν ἐν τῷ δευτέρῳ ἀορίστῳ εὐαρίθμητα· ἔστι δὲ ταῦτα· χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον, βλαστῶ ἔβλαστον, ἀλαλκῶ ἤλαλ‐ κον, ἁμαρτῶ ἥμαρτον, καὶ κατὰ ὑπερβιβασμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰς ο καὶ πλεονασμῷ τοῦ β ἤμβροτον. ἔστι καὶ τὸ δουπῶ ἔδουπον μακρᾷ παραληγόμενον, καὶ τὸ τέρπω ἔταρπον, πλήσσω ἔπληγον καὶ ἔπλαγον πρὸς διάφορον σημαινόμε‐ | |
35 | νον· ὁ γὰρ πλήσσων ἢ ὁ πλησσόμενος ἢ σωματικῶς πλήσσεται ἢ ψυχικῶς, καὶ εἰ μὲν σωματικῶς, ἔπληγον, διὰ τοῦ η, ἐξ οὗ καὶ τὸ ἐπλήγην, εἰ δὲ ψυχικῶς, ἔπλαγον, διὰ τοῦ α, ἐξ οὗ τὸ ἐπλάγην καὶ κατεπλάγην. ἀμέλει ὁ ποιητής, ἐπειδὴ ἐπὶ τῆς ψυχικῆς διαθέσεως κατεπλήγη εἶπε διὰ τοῦ η διὰ τὴν ἀνάγκην τοῦ μέτρου, τούτου χάριν προσέθηκε τὸ φίλον ἦτορ, | |
40 | κατεπλήγη φίλον ἦτορ (Γ 31), ἵνα μὴ διὰ τῆς γραφῆς τοῦ η νομισθῇ ἐπὶ τῆς σωματικῆς διαθέσεως κεῖσθαι. τὸ | |
αὐτὸ δὲ λέγουσι καὶ ἐπὶ τοῦ πονῶ πονήσω καὶ πονέσω, ὁ γὰρ πονῶν ἢ σωματι‐ | 799 | |
3,2800 | κῶς πονεῖ ἢ ψυχικῶς· καὶ εἰ μὲν σωματικῶς, πονέσω διὰ τοῦ ε, εἰ δὲ ψυχικῶς πονήσω διὰ τοῦ η· διὰ τοῦτο σημειούμεθα παρὰ Ἀριστοφάνει (Pac. 820) ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλη, ἐπειδὴ σωματικῶς λεχθὲν διὰ τοῦ η προσηνέχθη. ἔστι καὶ τὸ δέρθω ἔδαρθον | |
5 | μακρᾷ παραληγόμενον, ὅπερ γίνεται κατὰ ὑπερβιβασμὸν ἔδραθον, σημαίνει δὲ τὸ ἐκοιμήθην· ἔστι δὲ καὶ τὸ ἔπεφνον· ἔστι καὶ τὸ ἅδε τὸ σημαῖνον τὸ ἤρεσε. γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔστιν ἥδω ἐξ οὗ τὸ ἥδομαι, τούτου ὁ δεύτερος ἀόριστος λόγῳ μὲν παραληγούσης γίνεται ἅδον διὰ τοῦ α, ἐξ οὗ τὸ ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων (Μ 80), | |
10 | ὥσπερ λήβω ἔλαβον, μήθω ἔμαθον, δήκω ἔδακον· λόγῳ δὲ ἀρχούσης γίνεται ἧδον διὰ τοῦ η, καὶ ἧδε καὶ κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α γίνεται ἕαδα, ὥσπερ ἥλω ἑάλω· ἔστι καὶ τὸ δέρκω ἔδαρκον, ὅπερ γίνεται κατὰ ὑπερβιβασμὸν ἔδρακον· ἔστι καὶ τὸ πέρθω ἔπαρθον, ὅπερ γίγνεται κατὰ ὑπερβιβασμὸν ἔπραθον· ἔστι καὶ τὸ κακέμφατον τὸ ἔπαρδον μακρᾷ παραληγόμενον, ὅτι ἀπὸ τοῦ πέρδω, ἐξ οὗ τὸ | |
15 | πέρδομαι, ἔπαρδον καὶ ἀπέπαρδον· τὸ ἦλθον καὶ εὗρον λόγῳ ἀρχούσης ἔχουσι τὴν μακράν· ἐπειδὴ γὰρ ταῦτα δισύλλαβά ἐστι καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ τῆς ἀρχούσης ἔσχε τὴν μακρὰν καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης. γέγονε δὲ τὸ ἦλθον τοῦτον τὸν τρόπον· ὥσπερ ἀπὸ τοῦ φεύγω γέγονεν ἔφυγον καὶ ἀπὸ τοῦ τεύχω ἔτυχον, οὕτω καὶ ἀπὸ τοῦ ἐλεύθω γέγονε | |
20 | ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον. ὡσαύτως δὲ καὶ τὸ εἶπον, ὡς ἀπὸ τοῦ ἔπω γενόμενον, λόγῳ ἀρχούσης ἔσχε τὴν μακράν· τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται οἷον ἔχω εἶχον, ἕλκω εἷλκον, ἢ τρέπεται εἰς η οἷον ἑρμηνεύω ἡρμήνευον, ἐλαύνω ἤλαυνον· οὐ δυνάμεθα δὲ λέγειν, ὅτι ἐν τῷ εἶπον δευτέρῳ ἀορίστῳ λόγῳ παραληγούσης προσῆλθε τὸ ι, ἐπειδὴ ὡς εἰρήκαμεν, | |
25 | ἡνίκα ᾖ ἀπὸ βαρυτόνων θεμάτων ὁ δεύτερος ἀόριστος, βραχείᾳ θέλει παραλήγε‐ σθαι οἷον ἔτυπον, ἔνυγον, ἔλαβον, ἔμαθον. ἰστέον δὲ ὅτι εἶδον γενόμενον ἀπὸ τοῦ εἴδω λόγῳ ἀρχούσης διὰ τῆς ει διφθόγγου γράφεται οἷον εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών (κ 194)· λόγῳ δὲ παραληγούσης διὰ τοῦ ι γράφεται οἷον | |
30 | οὐκ ἴδον οὐ πυθόμην (ψ 40). Ἔλθωμεν δὲ καὶ μάθωμεν πῶς συστέλλεται ἐν τῷ δευτέρῳ ἡ παραλήγουσα. ἰστέον ὅτι ὀφείλει ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι, ὅθεν ἐπὶ τοῦ τρώγω ἔτραγον τὸ ω εἰς τὸ α ἐτράπη καὶ ἐπὶ τοῦ λήβω ἔλαβον τὸ η εἰς α τρέπεται ἐν τῷ δευτέρῳ ἀορίστῳ κατὰ τὴν παραλήγουσαν, εἰς α δὲ συστελλόμενον, δηλον‐ | |
35 | ότι βραχύ, διὰ τὸ τὸν δεύτερον ἀόριστον βραχείᾳ θέλειν παραλήγεσθαι, ὡς εἴρηται. ἔστω δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· λήβω ἔλαβον, μήθω ἔμαθον, πρήθω (τὸ καίω) ἔπραθον, φήγω ἔφαγον, λήθω ἔλαθον, πήθω ἔπαθον, δήκω ἔδακον, λήχω ἔλαχον, τήκω ἔτακον (ἐξ οὗ τὸ ἐτάκην), πλήσσω ἔπλαγον (ἐξ οὗ τὸ ἐπλά‐ γην πρὸς διάφορον σημαινόμενον, ὡς ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν)· ἡ ευ δίφθογ‐ | |
40 | γος τὸ ε ἀποβάλλει καὶ τὸ δίχρονον φυλάττει ἐν τῷ δευτέρῳ ἀορίστῳ. φεύγω ἔφυ‐ γον, τεύχω ἔτυχον, πεύθω ἔπυθον (ἐξ οὗ τὸ ἐπυθόμην), ἐλεύθω ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον. ἰστέον δὲ ὅτι ἐκ τοῦ ἔτυχον γίνεται ὁ δεύτερος ἀόριστος ἐτυχό‐ μην τετύχοντο κατὰ ἀναδιπλασιασμὸν καὶ τροπῇ τοῦ χ εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὲ εἰς τὸ κ, «τετύκοντό τε δαῖτα» (Α 467). ἐὰν εὑρεθῇ δύο δίχρονα, τὸ | |
45 | δεύτερον ἀποβάλλεται ἐν τῷ δευτέρῳ ἀορίστῳ καὶ τὸ πρῶτον φυλάττεται οἷον καίω ἔκαον ἐξ οὗ τὸ ἐκάην, χαίρω ἔχαρον ἐξ οὗ τὸ ἐχάρην, μαίνω μαίνομαι ἔμα‐ νον ἐξ οὗ τὸ ἐμάνην, φαίνω ἔφανον ἐξ οὗ τὸ ἐφάνην, χαίνω ἔχανον, παύω ἔπαον ἐξ οὗ τὸ ἐπάην καὶ ἀνεπάην ἐν τῇ συνηθείᾳ· ἡ ει δίφθογγος ἐν τῷ δευτέρῳ ἀορί‐ στῳ ἀποβάλλει τὸ ε καὶ φυλάττει τὸ ι· οἷον λείπω ἔλιπον, πείθω ἔπιθον ἐξ οὗ | |
3,2800(50) | τὸ ἀπαρέμφατον πιθεῖν ὥσπερ λαβεῖν καὶ κατὰ ἀναδιπλασιασμὸν πεπιθεῖν, λείβω | 800 |
3,2801 | ἔλιβον. δεῖ προσθεῖναι, χωρὶς τῶν δισυλλάβων τῆς εʹ συζυγίας· ἐπ’ ἐκείνων γὰρ τὸ ι ἀποβάλλεται κατὰ τὸν δεύτερον ἀόριστον, ἐπειδὴ καὶ ἐν τῷ μέλλοντι τὸ ι ἀποβάλλεται καὶ τὸ ε εἰς α τρέπεται οἷον κείρω κερῶ ἔκαρον ἐξ οὗ τὸ ἐκάρην, φθείρω φθερῶ ἔφθαρον ἐξ οὗ τὸ ἐφθάρην, σπείρω σπερῶ ἔσπαρον ἐσπάρην, κτείνω | |
5 | κτενῶ ἔκτανον. πρόσκειται «χωρὶς τῶν δισυλλάβων», ἐπειδὴ ἐπὶ τῶν ὑπὲρ δύο συλλαβὰς τὸ ι μόνον ἀποβάλλεται, οὐκέτι δὲ τροπὴ παρηκολούθησε τοῦ ε εἰς τὸ α ἐν τῷ δευτέρῳ ἀορίστῳ οἷον ἐγείρω ἤγερον, ὀφείλω ὤφελον. | |
9 | Choer. 630, 8: ἰστέον δὲ ὅταν εὑρεθῇ τὸ ε σὺν ἀμεταβόλῳ, ὡς | |
10 | ἐπὶ τὸ πλεῖστον τρέπεται εἰς τὸ α κατὰ τὸν δεύτερον ἀόριστον ἐν τῇ παραληγούσῃ, εἴτε τοῦ ε προηγεῖται τὸ ἀμετάβολον, εἴτε ἐπιφέρεται αὐτῷ· τῆς εʹ συζυγίας τὸ ι δηλονότι ἀποβάλλεται οἷον κείρω ἔκαρον, φθείρω ἔφθαρον, στείλω ἔσταλον ἐξ οὗ τὸ ἐστάλην καὶ ἀπεστάλην, δείρω ἔδαρον ἐξ οὗ τὸ ἐδάρην, τέμνω ἔταμον, πέρθω ἔπαρθον καὶ κατὰ | |
15 | ὑπερβιβασμὸν ἔπραθον, δέρκω ἔδαρκον, πέρδω ἔπαρδον ἐξ οὗ πέρδο‐ μαι, δρέμω ἔδραμον· τοῦτο δὲ καὶ προηγούμενον ἔχει τὸ ε καὶ ἐπιφε‐ ρόμενον ἔχει τὸ ἀμετάβολον· τοῦτο δὲ δύναται, ὥς φησιν Ἡρωδιανός, καὶ ἀπὸ περισπωμένου τοῦ δραμῶ εἶναι ἐξ οὗ ὁ δεδράμηκα παρακείμε‐ νος· καὶ ταῦτα μὲν ἐπιφερομένου τῷ ε τοῦ ἀμεταβόλου· καὶ προηγου‐ | |
20 | μένου δὲ τοῦ ε τοῦ ἀμεταβόλου οἷον κλέπτω ἔκλαπον ἐξ οὗ τὸ ἐκλάπην, πλέκω ἔπλακον ἐξ οὗ τὸ ἐπλάκην, τρέπω ἔτραπον ἐξ οὗ τὸ ἐτράπην, τρέφω ἔτραφον ἐξ οὗ τὸ ἐτράφην, στρέφω ἔστραφον ἐξ οὗ τὸ ἐστράφην, βρέχω ἔβραχον ἐξ οὗ τὸ ἐβράχην. πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ ἀγείρω ἤγειρον, ἀείρω ἤερον καὶ ὀφείλω ὤφελον καὶ λέγω | |
25 | ἔλεγον ἐξ οὗ τὸ ἐλέγην καὶ κατελέγην· ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ε εἰς α. | |
28 | Choer. 631, 24: ἰστέον ὅτι τὸ ἔπεσον μονῆρές ἐστιν, οὐδέποτε γὰρ ὁ δεύτερος ἀόριστος πρὸ τῆς ον συλλαβῆς τὸ ς ἔχει οἷον ἔτυπον, | |
30 | ἔνυγον, ἔλαβον, ἔμαθον, ἔφαγον, ἔδακον. λέγει δὲ Ἡρωδιανός, ὅτι ἐστὶν ὅμοιον αὐτῷ τὸ κακέμφατον, φημὶ δὲ τὸ ἔχεσον, καὶ αὐτὸ πρὸ τῆς ον συλλαβῆς τὸ ς ἔχει καὶ παρατίθεται τὴν χρῆσιν παρ’ Ἀλκαίῳ ἐν Γανυμήδει ἔχουσαν οὕτως (Com. graec. ed. Mein. II 826) κατέχεσον τῆς Νηρηΐδος. | |
35 | σχηματίζει δὲ ὁ Ἡρωδιανὸς τοῦτον τὸν τρόπον τὸ ἔπεσον· φησὶν ὅτι ὥσπερ ἀπὸ τοῦ φυσῶ φυσήσω γίνεται φύσημα καὶ ἀπὸ τοῦ νοσῶ νο‐ σήσω νόσημα, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πεσῶ περισπωμένου γίνε‐ ται πεσήσω καὶ πέσημα, ὄνομα ῥηματικόν, ὡς παρ’ Εὐριπίδῃ ἐν Ἀνδρο‐ μάχῃ (652) | |
40 | οὗ πεσήματα | |
πλεῖσθ’ Ἑλλάδος πέπτωκε δορυπετῆ νεκρῶν, | 801 | |
3,2802 | καὶ λοιπὸν ὡς ἀπὸ τοῦ πεσῶ περισπωμένου γέγονεν ἔπεσον ὁ δεύτερος ἀόριστος ὥσπερ καὶ ἀπὸ τοῦ χραισμῶ ἔχραισμον καὶ ἀπὸ τοῦ ὀλισθῶ ὤλισθον. | |
5 | E. M. 472, 13: ὁ Ἡρωδιανὸς λέγει τοῦτο [sc. τὸ ἷξον in «οἱ δ’ ἷξον κοίλην Λακεδαίμονα» (δ 1)] καὶ τὰ ὅμοια ἐκ μέλλοντος μετατε‐ θεῖσθαι εἰς ἐνεστῶτα ἵξω καὶ ὁ παρατατικὸς ἷξον ἷξες ἷξε· τὸ πληθυν‐ τικὸν ἵξομεν ἷξετε ἷξον. ὅτι δὲ οὐκ ἔστι δεύτερος ἀόριστος, ἀλλὰ παρα‐ τατικός, ἐλέγχει καὶ τὰ προστακτικά. εὑρήσεις γὰρ βῆσε καὶ ἷξε καὶ οἶσε | |
10 | ὡς τύπτε καὶ γράφε. εἰ δὲ ἦν ἀόριστος, ἦν ἂν βῆσον καὶ ἷξον. ἔστι δὲ οἴσω μέλλων, οὗ ἄλλο κίνημα οὐχ εὕρηται πλὴν τοῦ μέλλοντος. οὗτος δὲ μετάγεται κατὰ ποιητικὴν ἐξουσίαν εἰς ἐνεστῶτα, οὗ τὸ προσ‐ τακτικὸν οἶσε «οἶσε θέειον γρηΰ» (χ 481) καὶ «οἴσετε πῦρ» (Ο 718). | |
15 | Choer. 618, 29: εἰ ὁ ἐνεστὼς διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, καὶ ὁ δεύτερος ἀόριστος διὰ καθαροῦ τοῦ ον ἐκφέρεται οἷον κίω ἔκιον ὡς παρὰ τῷ ποιητῇ «ἔκιον μεγάλῳ ἀλαλητῷ» (Μ 138), καίω ἔκαον ἐξ οὗ τὸ ἐκάην, πίω ἔπιον. E. M. 238, 23 γόον: «οἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα δῖον» (Ζ 500) | |
20 | ἀντὶ τοῦ ἐγόων. ὁ μὲν Ἀπολλώνιος δευτέρας συζυγίας αὐτὸ εἶναι λέ‐ γει καὶ παρατατικοῦ, ὁ δὲ Ἡρωδιανὸς δευτέρου ἀορίστου ὥσπερ κτυπῶ ἔκτυπον, οὕτω γοῶ ἔγοον. | |
24 | Ep. Cr. I 267, 18: λίγξε (Δ 125) τοῦτο δηλοῖ μίμησιν ἤχου, ὃν | |
25 | ἀφιεμένου τοῦ βέλους ἀποτελεῖ ἡ νευρά. τὰ δὲ κατὰ μίμησιν φωνῆς λεγόμενα εἰς ἰδιότητα γέγονε· καὶ τοίνυν τὸ λίγξε, εἰ καὶ ἀορίστου αʹ χαρακτῆρα ἔχει, ἀλλ’ οὖν τὸ θέμα αὐτοῦ μὴ ζητήσεις, ὅθεν τὸν Νίκανδρόν τινες ἐμέμψαντο ἐν τῷ λέγειν «ἐπιλίζοντας ὀϊστούς». τοῦ γὰρ λίγξε τὸ θέμα θελήσας εἰπεῖν ἔφθειρε τὴν τοῦ ἤχου μίμησιν· οὐ | |
30 | γὰρ ἀπὸ θέματος τὰ τοιαῦτα κέκλιται, ἀλλ’ ἀπὸ τῶν φωνῶν μόνων αὐτῶν ἡ ὀνοματοποιΐα γέγονε· καὶ τὸ «σίζ’ ὀφθαλμός» (ι 394)· καιόμενος γὰρ ὁ τοῦ Κύκλωπος ὀφθαλμὸς ποιὰν ἀπετέλεσε φωνήν. | |
τοῦ οὖν σίζω χαρακτῆρα ἔχοντος ἐνεστῶτος χρόνου μὴ ζήτει μηδένα | 802 | |
3,2803 | χρόνον ἕτερον μηδὲ ἔγκλισιν ἑτέραν μηδὲ ὡς τὸ ἵζω κλίνῃς τὸ σίζω, ἵνα μὴ καὶ τὸ σημαινόμενον διαφθείρῃς. πάλιν ἔστι τὸ «κύματα πα‐ φλάζοντα» (Ν 798). μὴ οὖν ὥσπερ τὸ θαυμάζω κλίνῃς παφλάσω ἢ πεπάφλακα, ἀφαιρήσεις γὰρ τὴν λέξιν τῆς ἐμφάσεως, τῆς τοῦ ἤχου | |
5 | μιμήσεως. πάλιν ἔστι παρὰ τῷ ποιητῇ «κρίκε δὲ ζυγόν» (Π 470) μιμη‐ τικῶς εἰρημένον, ἐφ’ οὗ τινες οὐ προσεσχηκότες τῇ μιμήσει τῆς φωνῆς ἠπόρησαν, ὡς Ἡρωδιανός φησι, πῶς ἀπὸ θέματος τοῦ κρίζω ὢν ὁ δεύ‐ τερος ἀόριστος οὔτε διὰ τοῦ γ ἐστὶν οὔτε διὰ τοῦ δ ὡς τὸ φράζω ἔφραδον καὶ στίζω ἔστιγον, ἀλλὰ διὰ τοῦ κ· ὅτι δέ ἐστι τὸ κρίζω θέμα, | |
10 | δῆλον ἐκ τῶν κινημάτων· ὁ γὰρ ποιητής φησιν «αἱ κεκριγυῖαι» (ω 9) καὶ ῥηματικὸν ὄνομα κριγή ὡς παρ’ Ἱππώνακτι «κριγὴ δὲ νεκρῶν ἄγ‐ γελός τε καὶ κῆρυξ». σχηματίζει δὲ τὸ κρίζω Ἡρωδιανὸς οὕτως· ἔστι μονοσύλλαβον κρῶ, ἀφ’ οὗ τὸ κράζω ἕτερον ῥῆμα καὶ κρώζω· ἀπὸ δὲ τοῦ κράζω γίνεται κρίζω ὡς στάζω στίζω, σεβάζω σεβίζω. τούτου δὲ | |
15 | τοῦ κρίζω ἡμαρτημένον ἀόριστον παραλαμβάνει τὸ κρίκε. ἡμεῖς δὲ οὐ φαμὲν ἡμαρτῆσθαι, ἀλλὰ πεποιῆσθαι. | |
17t | (Περὶ πρώτου μέλλοντος). | |
18 | Choer. 638, 25: ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν ὁ μέλλων συνάρχεσθαι θέλει τῷ ἰδίῳ ἐνεστῶτι οἷον τύπτω τύψω, λέγω λέξω, ἄγω ἄξω, οἰκῶ οἰκήσω. | |
20 | καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ἰστέον ὅτι ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ· πάντα γὰρ τὰ ὄντα ἐν τῇ εὐθείᾳ ἐστὶ καὶ ἐν τῷ μέλ‐ λοντι, καὶ πάντα τὰ ὄντα ἐν τῇ γενικῇ ἐστὶ καὶ ἐν τῷ ἐνεστῶτι οἷον τὸ ν, ξ, ρ, ς, ψ ἐστὶν ἐν τῇ εὐθείᾳ ὡς ἐν τῷ Δίων, Φοῖνιξ, Νέστωρ, Πάρις, Πέλοψ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντί ἐστιν οἷον τύψω, λέξω, ποιήσω, κερῶ, ῥανῶ· καὶ πάλιν διὰ | |
25 | τοῦ γ, κ, χ, β, π, φ, δ, θ, τ, καὶ διὰ καθαροῦ τοῦ ος ἐκφέρεται ἡ γενικὴ οἷον Φοίνικος, τέττιγος, ὄνυχος, Πέλοπος, Ἄραβος, Κίνυφος, Πάριδος, ὄρνιθος, Λά‐ χητος, βότρυος· ἀλλὰ καὶ ὁ ἐνεστὼς ἐκφέρεται διὰ τούτων τῶν συμφώνων καὶ διὰ καθαροῦ τοῦ ω οἷον λέγω, πλέκω, τρέχω, τέρπω, λείβω, γράφω, δίδω, πείθω ἀνύτω, ἀκούω, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐδὲ γὰρ πάντα τὰ ὄντα ἐν τῷ | |
30 | μέλλοντί ἐστι καὶ ἐν τῇ εὐθείᾳ, οὐδὲ πάντα τὰ ὄντα ἐν τῷ ἐνεστῶτι καὶ ἐν τῇ γενικῇ· ἰδοὺ γὰρ τὸ μ καὶ τὸ λ ἔστιν ἐν τῷ μέλλοντι οἷον τιλῶ, νεμῶ, καὶ ὅμως οὐκ ἔστιν ἐν τῇ εὐθείᾳ (τὸ γὰρ Δανιήλ καὶ Ἀδάμ βάρβαρά ἐστι)· καὶ πάλιν ὁ ἐνε‐ στὼς ἔχει πρὸ τοῦ ω τὸ ζ καὶ τὰ δύο σς οἷον πλήσσω, συρίζω, καὶ ὅμως ἡ γενικὴ ἀπὸ κλίσεως οὐκ ἔχει ταῦτα. πρόσκειται «ἀπὸ κλίσεως» διὰ τὸ μαζὸς μαζοῦ καὶ | |
35 | Παρνασσὸς Παρνασσοῦ· ἐνταῦθα γὰρ ἀπὸ τῆς εὐθείας ἐστὶ τὸ ζ καὶ τὰ δύο σς. ἐπειδὴ οὖν ὁ μέλλων ἀναλογεῖ τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ, ἡ δὲ γενικὴ συνάρχεται τῇ εὐθείᾳ οἷον λέβητος λέβης, Λάχητος Λάχης, Τρωός Τρώς, Πηλέως | |
Πηλεύς, Αἴαντος Αἴας, ἔρωτος ἔρως· τὸ γὰρ Ζεὺς Διός Βοιωτικόν ἐστι καὶ τὸ | 803 | |
3,2804 | θρίξ τριχός τροπὴν πέπονθε τοῦ θ εἰς τὸ τ, τούτου χάριν ὁ ἐνεστὼς συνάρχεται τῷ μέλλοντι. Choer. 640, 1: περὶ τῆς ποσότητος τῶν συλλαβῶν ἰστέον ὅτι ἐπὶ μὲν βαρυ‐ τόνων θεμάτων ἰσοσυλλαβεῖ ὁ μέλλων τῷ ἐνεστῶτι οἷον τύπτω τύψω· τὸ γὰρ | |
5 | παρ’ Ἀριστοφάνει τυπτήσω ἐν Πλούτῳ (21) οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε ὡς ἀπὸ περισπωμένου ἐστί· λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, πείθω πείσω, ἀκούω ἀκούσω, βαδίζω βαδίσω, κείρω κερῶ, φθείρω φθερῶ, μιαίνω μιανῶ. δεῖ προσθεῖναι χωρὶς τῶν ἐχόντων ἓν λ, ἐπὶ τούτων μιᾷ συλλαβῇ περιττεύει ὁ | |
10 | μέλλων τοῦ ἐνεστῶτος, οἷον θέλω θελήσω, μέλω μελήσω, μελήσουσιν δέ μοι ἵπποι (Ε 228), ὀφείλω ὀφειλήσω· ἐπὶ δὲ περισπωμένων μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος οἷον ποιῶ ποιήσω, νοῶ νοήσω, γελῶ γελάσω, περῶ περάσω, στεφανῶ στεφανώσω, γυψῶ γυψώσω, καὶ ἐπὶ τούτων δὲ ἐὰν λάβῃ τις τὴν ἐντέλειαν, εὑ‐ | |
15 | ρίσκει τὸν μέλλοντα ἰσοσύλλαβον τῷ ἐνεστῶτι οἷον ποιέω ποιήσω, βοάω βοήσω, χρυσόω χρυσώσω, ἀλλὰ λοιπὸν ὁ ἐνεστὼς συναιρούμενος ἔνδειαν πάσχει συλλαβῆς οἷον ποιέω ποιῶ, βοάω βοῶ, χρυσόω χρυσῶ, καὶ τούτου χάριν εὑρίσκεται ὁ μέλ‐ λων μιᾷ συλλαβῇ περιττεύων τοῦ ἐνεστῶτος. καὶ ἄξιόν ἐστι ζητῆσαι διὰ τί τὰ δι’ ἑνὸς λ ἐκφερόμενα περιττοσυλλάβους ἔχει τοὺς μέλλοντας οἷον θέλω θελήσω, | |
20 | μέλω μελήσω (τὸ ἐν φροντίδι εἰμί), ὀφείλω ὀφειλήσω. καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν αἰτίαν, ὅτι πολλά ἐστι ῥήματα καὶ ὡς ἀπὸ βαρυτόνων καὶ ἀπὸ περι‐ σπωμένων ποιεῖται τὴν κλίσιν οἷον τύπτω τύψω καὶ τυπτῶ τυπτήσω, οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε, Ἀριστοφάνης ἐν Πλούτῳ (21)· εἴδω εἴσω, ἐξ οὗ καὶ τὸ εἴσομαι | |
25 | εἴσομαι αἴ κε μ’ ὁ Τυδείδης κρατερὸς Διομήδης (Θ 532), καὶ εἰδῶ εἰδήσω, ἐξ οὗ τὸ εἰδῇς δὲ καὶ αὐτός, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐρρίπτουν, ὡς παρὰ τῷ ποιητῇ (ν 78) «ἀνερρίπτουν», κύω ἔκυον καὶ κυῶ ἐκύουν | |
30 | ἣ δ’ ἐκύει φίλον υἱόν (Τ 117) γράφω γράψω καὶ γραφῶ γραφήσω, ἐξ οὗ ὁ γεγράφηκα παρακείμενος. οὕτως οὖν καὶ τὰ ἔχοντα ἓν λ ἕως μὲν τοῦ παρατατικοῦ ὡς ἀπὸ βαρυτόνων ποιεῖται τὴν κλί‐ σιν, ἀπὸ δὲ τοῦ μέλλοντος ὡς ἀπὸ περισπωμένων οἷον θέλω θελήσω τεθέληκα ἐθέλησα, μέλω μελήσω μεμέληκα ἐμέλησα, ὀφείλω ὀφειλήσω ὠφείληκα ὠφείλησα, | |
35 | ὥσπερ νοῶ νοήσω νενόηκα ἐνόησα. ταῦτα μὲν Ἀπολλώνιος. | |
37 | Choer. 641, 12: ὁ δὲ Ἡρωδιανὸς ἀνατρέπει αὐτὸν λέγων, ὅτι κακῶς λέγεις, τὰ γὰρ ὡς ἀπὸ βαρυτόνων καὶ ὡς ἀπὸ περισπωμένων ποιοῦντα τὴν κλίσιν ἐν τῷ αὐτῷ χρόνῳ καὶ ὡς ἀπὸ περισπωμένων | |
40 | καὶ ὡς ἀπὸ βαρυτόνων ποιεῖται τὴν κλίσιν οἷον τύπτω τύψω τυπτῶ τυπτήσω, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐῤῥίπτουν, εἴδω εἴσω καὶ εἰδῶ εἰδήσω· τὰ δὲ ἔχοντα ἓν λ οὐ ποιεῖται κατὰ τὸν αὐτὸν χρόνον καὶ ὡς ἀπὸ βαρυτόνων θεμάτων καὶ ὡς ἀπὸ περισπωμένων τὴν κλίσιν· ἀλλ’ ἕως μὲν τοῦ παρατατικοῦ, ὡς εἴρηται, ἀπὸ βαρυτόνων ποιεῖται τὴν | |
45 | κλίσιν, οὐδέποτε δὲ ὡς ἀπὸ περισπωμένων· κρεῖττον οὖν ἐστιν εἰπεῖν, φημί, τὴν ἀπολογίαν ταύτην· ἐν τοῖς ῥήμασι τὸ ς καὶ τὸ λ πέφυκε διπλασιάζεσθαι οἷον πλήσσω, τινάσσω, πάλλω, τίλλω· καὶ τὰ μὲν ἔχοντα | |
δύο σς ἢ δύο λλ χαίρει τῇ βαρείᾳ τάσει οἷον νύσσω, πλήσσω, τινάσσω, | 804 | |
3,2805 | ἐρύσσω, τίλλω, ποικίλλω, στέλλω, σφάλλω, χωρὶς εἰ μὴ ἔχῃ ὀνόματα προϋποκείμενα· ἐκεῖνα γὰρ περισπᾶται οἷον [κύκλος κυκλῶ,] ἅμιλλα ἁμιλλῶ (ἐξ οὗ ἁμιλλῶμαι), λύσσα λυσσῶ, τὸ γὰρ νύσσω οὐκ ἀπὸ τοῦ νύσσα ἐστίν, ἐπεὶ εἶχε περισπᾶσθαι, ἀλλὰ τοὐναντίον, νύσσα γὰρ λέγε‐ | |
5 | ται ὁ καμπτὸς παρὰ τὸ νύσσεσθαι τοὺς ἵππους· τὰ δὲ εἰς ἓν ς ἢ ἓν λ χαίρει τῇ περισπωμένῃ τάσει οἷον φιλῶ, χρυσῶ, γελῶ, λαλῶ, ἐλῶ (σημαί‐ νει δὲ τὸ ἐλαύνω), ὀφειλῶ (leg. ὠφελῶ), πωλῶ, ἀμελῶ. ταῦτα οὖν ἔχοντα ἓν λ καὶ μὴ περισπασθέντα, λέγω δὲ τὸ μέλω καὶ θέλω καὶ ὀφείλω, ἀνε‐ μερίσατο τὴν κλίσιν, καὶ ἕως μὲν τοῦ παρατατικοῦ, ὡς εἴρηται, ἀπὸ | |
10 | βαρυτόνων κλίνεται, μετὰ δὲ τὸν παρατατικὸν ἐν τοῖς ἐφεξῆς χρόνοις ὡς ἀπὸ τῶν περισπωμένων ποιεῖται τὴν κλίσιν. τούτου οὖν χάριν τὰ δι’ ἑνὸς λ ἐκφερόμενα ἔχει τὸν μέλλοντα μιᾷ συλλαβῇ περιττεύοντα τοῦ ἐνεστῶτος. Choer. 643, 27: ἰστέον ὅτι ἀναλογίαν ἔχει ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνε‐ | |
15 | στὼς τῇ γενικῇ· ἐπειδὴ οὖν ὅτε ἡ εὐθεῖα διὰ τοῦ ψ ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ β ἢ π ἢ φ ἐκφέρεται οἷον Ἄραψ Ἄραβος, Κύκλωψ Κύκλωπος, Κίνυψ Κίνυφος (ἔστι δὲ ὄνομα ποταμοῦ), τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς διὰ τοῦ β ἢ π ἢ φ ἢ πτ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ψ ἐκφέρεται οἷον λείβω λείψω, γράφω γράψω, τέρπω τέρψω· καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ξ ἐκφέρεται | |
20 | τότε ἡ γενικὴ διὰ τοῦ γ ἢ κ ἢ χ ἢ κτ ἐκφέρεται οἷον Φοῖνιξ Φοίνικος, τέττιξ τέττιγος, ὄνυξ ὄνυχος, ἄναξ ἄνακτος, τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς ἢ διὰ τοῦ γ ἢ κ ἢ χ ἢ κτ, τότε ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, πέκω (an πέκτω?) πέξω· καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ς ἐκφέρεται καὶ περιττοσυλλάβως κλίνεται, τότε ἡ γενικὴ διὰ τοῦ θ ἢ τ | |
25 | ἢ διὰ καθαροῦ τοῦ ος ἐκφέρεται οἷον Πάρις Πάριδος, ὄρνις ὄρνιθος, Λάχης Λάχη‐ τος, βότρυς βότρυος· τούτου οὖν χάριν ὅτε ὁ ἐνεστὼς διὰ τοῦ δ ἢ θ ἢ τ ἢ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ς ἐκφέρεται οἷον ᾄδω ᾄσω, πείθω πείσω, ἀνύτω ἀνύσω, ἀκούω ἀκούσω. καὶ πάλιν ἐπειδὴ ἡ εὐθεῖα δι’ ἀμε‐ ταβόλου ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται οἷον | |
30 | Ἕκτωρ Ἕκτορος, Νέστωρ Νέστορος, Πλάτων Πλάτωνος, Θέων Θέωνος (τὸ γὰρ ἧπαρ ἥπατος καὶ δέλεαρ δελέατος ἑτερόκλιτα λέγουσιν εἶναι, ὡς ἀπὸ τῆς εἰς ας καταλήξεως, ὁμοίως δὲ καὶ ἡ ὕδατος γενικὴ ὡς ἀπὸ τοῦ ὕδας ἐστί)· τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς δι’ ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ μέλλων διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται οἷον κείρω κερῶ, ῥαίνω ῥανῶ, τίλλω τιλῶ, | |
35 | νέμω νεμῶ. | |
37 | Choer. 644, 30: ἡ τετάρτη συζυγία τῶν βαρυτόνων διφορεῖται κατὰ τὸν μέλλοντα· πῇ γὰρ διὰ τοῦ ς ἐκφέρεται οἷον συρίζω συρίσω, ἐλπίζω ἐλπίσω, φράζω φράσω· πῇ δὲ διὰ τοῦ ξ οἷον πλήσσω πλήξω, σφάζω | |
40 | σφάξω. καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι εἰκότως ἀτακτεῖ ὁ μέλλων τῆς τετάρτης συζυγίας τῶν βαρυτόνων, καὶ πῇ μὲν διὰ τοῦδε συμφώνου ἐκφέρεται, πῇ δὲ διὰ τοῦδε, ἐπειδὴ καὶ ὁ ἐνεστὼς ἀτακτεῖ. ποία δὲ συγγένεια ἐπὶ τῶν βʹ σς πρὸς τὸ ξ; οὐ γάρ ἐστι τὰ βʹ σς διπλοῦν σύμ‐ φωνον, ὡς πρὸς τὸ ξ, διπλᾶ γάρ ἐστι τρία, ζ ξ ψ. | |
46 | Choer. 645, 30: δύναται ὁ ἐρέσω μέλλων, ἐξ οὗ ὁ ἀόριστος αʹ | 805 |
3,2806 | ἤρεσα «ἤρεσα χερσὶν ἐμῇσιν», ὥς φησιν ὁ Ἡρωδιανός, καὶ ὡς ἀπὸ περισπωμένου τοῦ ἐρῶ ὥσπερ τελῶ τελέσω. | |
4 | Il. Pr. Λ 454: ἡ τοιαύτη ὕφεσις τοῦ ς (sc. qualis exstat in v. 455 | |
5 | «αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι Ἀχαιοί») Ἀττική ἐστι καὶ περισπᾷ τοὺς μέλλοντας διά τι αἴτιον, εἰ παραλήγεται τῷ ι συνεσταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ «τόνδε δ’ ἐγὼ κομιῶ» (ο 546). τὸ μέντοι ἐρύω οὐ δύνα‐ ται ἔχεσθαι ταύτης τῆς φύσεως, ἀλλ’ ἐστὶν ἐνεστὼς ἀντὶ μέλλοντος. Causa autem perispaseos, quam significat Herodianus h. l., explicate expo‐ | |
10 | nitur ap. Choer. 647, 3: ἰστέον ὅτι ἐπὶ τῶν διὰ τοῦ ιζω ὑπερδισυλλάβων διὰ τοῦ ι γραφομένων εἰώθασιν οἱ Ἀθηναῖοι ἀποβάλλειν τὸ ς κατὰ τὸν μέλλοντα καὶ περι‐ σπᾶν οἷον γεμίζω γεμίσω γεμιῶ, ἐλπίζω ἐλπίσω ἐλπιῶ, συρίζω συρίσω συριῶ, λακτίζω λακτίσω λακτιῶ, βαδίζω βαδίσω βαδιῶ, κουφίζω κουφίσω κουφιῶ. ἀπο‐ βάλλουσι δὲ τὸ ς πρῶτον καὶ οὕτως περισπῶσιν, ἐπειδὴ τὸ ς χαρακτηριστικόν | |
15 | ἐστι βαρυτόνου μέλλοντος οἷον ποιήσω, νοήσω, λαλήσω· ἀποβάλλουσι γὰρ πρῶ‐ τον τὸ αἴτιον τῆς βαρείας τάσεως καὶ οὕτως περισπῶσι· τοῦτο δὲ ποιοῦσι κατὰ τὸν μέλλοντα διὰ ταύτην τὴν αἰτίαν· κανών ἐστιν ὁ λέγων, ὅτι ἡ παραλήγουσα τοῦ βαρυτόνου μέλλοντος ἢ ἴση θέλει εἶναι πρὸς τὴν παραλήγουσαν τοῦ βαρυ‐ τόνου ἐνεστῶτος, ἢ μείζων, οὐδέποτε δὲ ἐλάττων, χωρὶς τοῦ πνίγω πνίξω, | |
20 | ἐρείκω ἐρείξω, ψύχω ψύξω· ἴση μὲν οἷον λείπω λείψω, πείθω πείσω, λείβω λείψω, τύπτω τύψω, ῥάπτω ῥάψω, βλάπτω βλάψω· μείζων δὲ οἷον λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, τρέχω θρέξω, ἔχω ἕξω. πρόσκειται «βαρυτόνου ἐνεστῶτος» διὰ τὸ ἀρκῶ ἀρκέσω· ἐνταῦθα γὰρ ἡ παραλήγουσα τοῦ βαρυτόνου μέλλοντος ἐλάττων ἐστὶ τῆς παραληγούσης τοῦ ἐνεστῶτος· ἀλλ’ οὐκ ἀντίκειται | |
25 | ἡμῖν, ἐπειδὴ οὐκ ἔστι βαρύτονος ἐνεστώς. πρόσκειται «βαρυτόνου μέλλοντος», διὰ τὸ κείρω κερῶ· ἐνταῦθα γὰρ ἡ παραλήγουσα τοῦ μέλλοντος ἐλάττων ἐστὶ τῆς παραληγούσης τοῦ ἐνεστῶτος· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι βαρύτο‐ νος μέλλων. ἐπειδὴ οὖν ἐν τῇ τετάρτῃ συζυγίᾳ παρεβιάσθη ὁ κανών, ὁ γὰρ συρίζω καὶ δεσπόζω καὶ γεμίζω καὶ ἑτοιμάζω θέσει μακρᾷ παραλήγονται, τὸ δὲ θέσει μα‐ | |
30 | κρὸν τοῦ φύσει βραχέος μεῖζόν ἐστι, τούτου χάριν ταύτην τὴν παραλογίαν φεύ‐ γοντες οἱ Ἀθηναῖοι περισπῶσι τὸν μέλλοντα. κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἡνίκα ὁ μέλλων ἐλάττονα ἔχει τὴν ἰδίαν παραλήγουσαν τῆς παραληγούσης τοῦ βαρυτόνου ἐνεστῶτος, περισπᾶται οἷον κείρω κερῶ, σπείρω σπερῶ, φθείρω φθερῶ. καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ τί ἐπὶ τῶν ἄλλων τοῦτο οὐ ποιοῦσι· ἐπὶ γὰρ τῶν | |
35 | διὰ τοῦ αζω καὶ οζω οὐκ ἀποβάλλουσι τὸ ς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν οἷον δεσπόζω δεσπόσω, ἁρμόζω ἁρμόσω, ἀγοράζω ἀγοράσω, ἑτοιμάζω ἑτοιμάσω. καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπὶ τῶν διὰ τοῦ αζω καὶ ἐπὶ τῶν διὰ τοῦ οζω τοῦτο οὐ ποι‐ οῦσιν, ἵνα μὴ φεύγοντες τὸ ἓν ἄτοπον μείζονι ἀτόπῳ περιπέσωσι· οἱ γὰρ Ἀθηναῖοι ὅπου εὕρωσι ἀλλεπάλληλα φωνήεντα δυνάμενα συναιρεθῆναι συναιροῦσιν αὐτὰ οἷον | |
40 | Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πειραιῶς, Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους. εἰ ἀπέβαλλον οὖν ἐπὶ τούτων τὸ ς κατὰ τὸν μέλλοντα καὶ περιέσπα‐ σαν, ἤμελλον συναίρεσιν ποιῆσαι ἀλλεπαλλήλων τῶν αὐτοῦ φωνηέντων οἷον ἑτοι‐ μάζω ἑτοιμάσω καὶ ἑτοιμῶ ὡς τὸ βοῶ· καὶ πάλιν δεσπόζω δεσπόσω δεσπῶ, ὥσπερ χρυσόω χρυσῶ. εἰ ἐποίησαν δὲ συναίρεσιν, ἤμελλεν ὁ μέλλων ἐλάττονας συλλα‐ | |
45 | βὰς ἔχειν τοῦ ἐνεστῶτος, ὅπερ ἐστὶν ἀδύνατον. ὁ μέλλων γὰρ ἰσοσυλλαβεῖν | 806 |
3,2807 | θέλει τῷ ἐνεστῶτι οἷον τύπτω τύψω, ἢ περιττοσυλλαβεῖν θέλει οἷον ποιῶ ποιήσω βοῶ βοήσω, θέλω θελήσω, ὀφείλω ὀφειλήσω. διὰ ταύτην οὖν τὴν αἰτίαν οὔτε ἐπὶ τῶν διὰ τοῦ αζω οὔτε ἐπὶ τῶν διὰ τοῦ οζω ἀποβάλλουσιν οἱ Ἀθηναῖοι τὸ ς κατὰ τὸν μέλλοντα καὶ περισπῶσι· ἐπὶ γὰρ τῶν διὰ τοῦ ιζω ὑπὲρ βʹ συλλαβὰς διὰ | |
5 | τοῦτο ἀποβάλλουσι τὸ ς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, ἐπειδὴ τὸ ι καὶ τὸ ω οὐδέποτε κιρνᾶται οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις οὔτε παρ’ ἄλλῃ τινὶ διαλέκτῳ οἷον μειδιῶ, ἐρυθριῶ, ἀξιῶ, κοπιῶ. Cur a verbis in υζω futurum Atticum non formatum sit, id a technicis non traditum esse dicit Choer. | |
10 | Futuri Dorici mentionem inicit Herod. Il. Pr. Β 393 ἐσσεῖται, Choeroboscus Herodiano duce quaestionem instituit de perispasi futuri Dorici: ἄξιόν ἐστι ζητῆ‐ σαι, διατί οἱ Δωριεῖς πάντας τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσι; p. 651, 13, quem locum iam attuli ad Prooemium Catholicae. Futurum Aeolicum tangit Herod. in Il. Pr. Λ 413 ἔλσαν Αἰολικωτέρα κλί‐ | |
15 | σις· Choer. 545, 1 τὸ φθερῶ οἱ Αἰολεῖς θέλοντες βαρύνειν ἅτε δὴ βαρυντικοὶ ὄντες φθέρσω λέγουσι τὸ ς προστιθέντες. τὸ γὰρ ς χαρακτηριστικόν ἐστι βαρυ‐ τόνου μέλλοντος οἷον ποιήσω, νοήσω. καὶ πάλιν τὸ κερῶ κέρσω λέγουσιν ἐξ οὗ τὸ «ἀπέκερσε τένοντας» (Κ 456). Choer. 652, 29: ἔστι δὲ κανονίσαι τὴν παραλήγουσαν τοῦ μέλλοντος τῆς | |
20 | πρώτης συζυγίας τῶν περισπωμένων οὕτως ὅτε γὰρ μακρᾷ παραλήγεται ὁ ἐνε‐ στώς, τότε ὁ μέλλων διὰ τοῦ η ἐκφέρεται οἷον ποιῶ ποιήσω, εὑρῶ εὑρήσω, τηρῶ τηρήσω, ἀθλῶ ἀθλήσω, πενθῶ πενθήσω, ὀλισθῶ ὀλισθήσω· δεῖ προσθεῖναι χωρὶς τοῦ ἀρκῶ ἀρκέσω, τοῦτο γὰρ μακρᾷ παραληγόμενον κατὰ τὸν ἐνεστῶτα διὰ τοῦ ε ἐξηνέχθη κατὰ τὸν μέλλοντα, καὶ χωρὶς τοῦ νεικῶ νεικέσω, οἷον | |
25 | ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον νεικέσω (Κ 114). τὸ δὲ αἰνῶ αἰνέσω ἀναλογώτερόν ἐστι παρὰ τοῖς ποιηταῖς λεγόμενον αἰνήσω διὰ τοῦ η οἷον μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο (Β 335), | |
30 | ἐπειδὴ μακρᾷ παραλήγεται κατὰ τὸν ἐνεστῶτα, τοῦ παρὰ τοῖς ἰαμβογράφοις διὰ τοῦ ε λεγομένου οἷον αἰνέσω καὶ ἐπαινέσω, ὡς παρὰ Σοφοκλεῖ (Ai. 536) ἐπῄνες’ ἔργον (ἔργα Cod. M) καὶ πρόνοιαν ἣν ἔθου· καὶ πάλιν παρ’ Εὐριπίδῃ ἐν Μηδείᾳ (707) ἐᾷ δ’ Ἰάσων, οὐδὲ ταῦτ’ ἐπῄνεσα, | |
35 | καὶ τὸ αἰδῶ αἰδήσω, ἐξ οὗ τὸ αἰδήμων, ἀναλογώτερόν ἐστι τοῦ αἰδέσω οἷον αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο (Δ 402). εἰ δὲ βραχείᾳ παραλήγεται ὁ ἐνεστὼς τῆς πρώτης συζυγίας τῶν περισπωμένων, τότε ὁ μέλλων πῇ μὲν τῷ η παραλήγεται, πῇ δὲ τῷ ε οἷον φιλῶ φιλήσω, νοῶ νοήσω, τελέω τελέσω, πατῶ πατήσω, πῇ δὲ διφορεῖται οἷον φορῶ φορέσω καὶ | |
40 | φορήσω, πονῶ πονέσω καὶ πονήσω, τοῦτο δὲ πρὸς διάφορον σημαινόμενον διά‐ φορον καὶ τὴν παραλήγουσαν ἔχει· ὁ γὰρ πονῶν ἢ ψυχικῶς ἢ σωματικῶς πονεῖ καὶ εἰ μὲν σωματικῶς, διὰ τοῦ ε πονέσω δεῖ λέγειν, εἰ δὲ ψυχικῶς πονήσω διὰ τοῦ η· διὰ τοῦτο σεσημειούμεθα παρ’ Ἀριστοφάνει (Pac. 820) ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλη· | |
45 | ἐπειδὴ σωματικῶς λεχθὲν διὰ τοῦ ε ἐξηνέχθη. Choer. 654, 18: περὶ δὲ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς δευτέρας συ‐ ζυγίας τῶν περισπωμένων ἔστιν εἰπεῖν ταῦτα· ἰστέον ὅτι ὁ μέλλων τῆς δευτέ‐ ρας συζυγίας τῶν περισπωμένων ἢ τῷ η παραλήγεται ἢ τῷ α οἷον βοήσω, | |
ἐάσω, καὶ τῷ α ἢ μακρῷ ἢ βραχεῖ· ἡνίκα μὲν τὸ λ πρὸ τοῦ α κατὰ τὸν μέλ‐ | 807 | |
3,2808 | λοντα, συνεσταλμένον ἐστὶν οἷον γελῶ γελάσω, κλῶ κλάσω, θλῶ θλάσω, ἡνίκα δὲ πρὸ τοῦ α τὸ ρ ἢ καθαρὸν τὸ α, τότε τὸ α μακρόν ἐστιν οἷον γηρῶ γη‐ ράσω, φυρῶ φυράσω, περῶ περάσω (ἐπὶ τοῦ παρελθεῖν· τὸ γὰρ περάσω ἐπὶ τοῦ πωλήσω βραχὺ ἔχει τὸ α οἷον | |
5 | Τρώων καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ’ ἐπέρασσα [Φ 102], ἐπλεονάσθη γὰρ τὸ ς διὰ τὴν βραχεῖαν, καὶ μήποτε ὡς ἀπὸ τοῦ περάζω ἐστὶν ὥσπερ ἀγοράζω ἀγοράσω)· τὸ κεράσω ἔχον πρὸ τοῦ α τὸ ρ καὶ συστέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ κερῶ κερᾷς, ἀλλ’ ὡς ἀπὸ τοῦ κεράζω, ὥσπερ ἀπὸ τοῦ ἀγοράζω ἀγοράσω. ταῦτα μὲν ἐπὶ τῶν ἐχόντων πρὸ τοῦ | |
10 | α τὸ ρ· τῶν δὲ ἐχόντων τὸ α καθαρὸν ἔστωσαν παραδείγματα ταῦτα· ἀνιῶ ἀνιάσω, κοπιῶ κοπιάσω, ἀγωνιῶ ἀγωνιάσω, μειδιῶ μειδιάσω, ἀροτριῶ ἀροτριάσω, ἐρυθριῶ ἐρυθριάσω, ἐῶ ἐάσω· τὸ γὰρ οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιόν (φ 233) ποιητικῶς συνεστάλη· τὸ πεινάσω καὶ διψάσω μακρὸν ἔχοντα τὸ α καὶ μὴ ἔχοντα | |
15 | πρὸ τοῦ α μήτε ρ μήτε φωνῆεν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἀπὸ τοῦ πεινήσω καὶ διψήσω γέγονε κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰς α μακρόν. Choer. 659, 11: περὶ δὲ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς τρίτης συζυ‐ γίας τῶν περισπωμένων ἔστιν εἰπεῖν ταῦτα· ὅτι ἡ τρίτη συζυγία τῶν περισπω‐ μένων κατὰ τὸν μέλλοντα ἢ τῷ ω παραλήγεται οἷον χρυσῶ χρυσώσω ἢ τῷ | |
20 | ο οἷον ὀμῶ ὀμόσω. καὶ ἔστιν εἰπεῖν, διὰ τί; ἢ ὅτι ὅσα μὲν ἔχει ὀνόματα πα‐ ρακείμενα διὰ τοῦ ω ἐκφέρεται κατὰ τὸν μέλλοντα οἷον χρυσός χρυσῶ χρυσώσω, ἄργυρος ἀργυρῶ ἀργυρώσω, γύψος γυψῶ γυψώσω, χείρ χειρῶ χειρώσω (ἐξ οὗ τὸ χειροῦμαι καὶ χειρώσομαι), πῦρ πυρός πυρῶ πυρώσω, στέφανος στεφανῶ στεφανώσω, ὀρθός ὀρθῶ ὀρθώσω, στρεβλός στρεβλῶ στρεβλώσω, κακός κακῶ | |
25 | κακώσω, ταπεινός ταπεινῶ ταπεινώσω· ὅσα δ’ οὐκ ἔχει ὄνομα προϋποκείμε‐ νον, διὰ τοῦ ο ἐκφέρεται κατὰ τὸν μέλλοντα οἷον ὀμῶ ὀμόσω, ὀνῶ ὀνόσω (σημαίνει δὲ τὸ μέμφομαι) καὶ ἀρῶ ἀρόσω (σημαίνει δὲ τὸ ἀροτριῶ), τοῦτο δὲ διφορεῖται· τινὲς μὲν γὰρ διὰ τοῦ ο γράφουσιν αὐτὸ ὡς δοξάζοντες μὴ ἔχειν αὐτὸ ὄνομα προϋποκείμενον, τινὲς δὲ διὰ τοῦ ω γράφουσιν αὐτὸ λέγοντες ὅτι | |
30 | ἔχει ὄνομα προϋποκείμενον τὸ Ἄρης, Ἄρης γάρ ἐστιν ὁ σίδηρος. | |
31t | (Περὶ δευτέρου μέλλοντος). | |
33 | Choer. 662, 23: ἰστέον ὅτι λέγει ὁ Ἡρωδιανός, ὡς οὐδέποτε εὑρίσκεται δεύτερος μέλλων ἐνεργητικὸς ὁριστικὸς ἐν χρήσει· ἃς γάρ, | |
35 | φησί, παρέθετο χρήσεις ὁ Ἀπολλώνιος, ἢ πεπλασμέναι αὐτῷ εἰσιν ὡς τὸ φυγῶ, δραμῶ (οὐδέτεροι γὰρ μέλλοντες· οὐδεὶς γὰρ τῶν παλαιῶν, φησί, τούτοις ἐχρήσατο) ἢ ἐνεστῶτές εἰσιν ἀντὶ μελλόντων, ὡς τὸ κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο (Ι 388) καὶ ὡς τὸ | |
40 | πάντα γὰρ ἤδη τοι τελέω (Ψ 20), | 808 |
3,2809 | ἐνταῦθα γὰρ οἱ ἐνεστῶτές εἰσιν ἀντὶ μελλόντων, ἀντὶ γὰρ τοῦ γαμήσω καὶ τελέσω, ὥσπερ καὶ ἐν τῷ ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον (Α 184), ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος τοῦ ἄξω· ἄλλως τε δὲ οὐδέποτε ὁ μέλ‐ | |
5 | λων ὁ ὁριστικὸς διαλύεται, πῶς οὖν τὸ γαμέω καὶ τελέω, εἴ γε μέλ‐ λοντες ὑπῆρχον, ἐν διαλύσει παραλαμβάνονται; ἄρα οὖν ἐντέλειαί εἰσιν ἐνεστῶτος τοῦ γαμῶ καὶ τελῶ. πρόσκειται «ὁριστικός», ἐπειδὴ τὸ εὐφρα‐ νεῖν ἀπαρέμφατον γίνεται κατὰ διάλυσιν, εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν (Ε 688)· | |
10 | σημειοῦται δὲ τὸ ἐκχεῶ δευτέρου μέλλοντος, οἷον καὶ τὸ κατακλιεῖ παρ’ Εὐπόλιδι ἐν Χρυσῷ Γένει οἷον εἰ μή τις αὐτὴν κατακλιεῖ. | |
13t | (Περὶ παθητικῶν). | |
14t | (Περὶ ἐνεστῶτος καὶ παρατατικοῦ). | |
15 | Choer. 665, 32: πᾶς ἐνεστὼς ὁριστικὸς καὶ πᾶς μέλλων ὁριστικὸς εἰς ω λή‐ γων προσθήκῃ τῆς μαι ἢ παθητικὸν ἢ μέσον ποιοῦσι, καὶ ὁ μὲν ἐνεστὼς προσ‐ λαμβάνων τὴν μαι συλλαβὴν παθητικὸν καὶ μέσον ποιεῖ οἷον τύπτω τύπτομαι ὑπ’ αὐτοῦ καὶ τύπτομαι αὐτόν, καὶ πάλιν βιάζω βιάζομαι ὑπ’ αὐτοῦ καὶ βιάζομαι αὐτόν. ὁ δὲ μέλλων προσθήκῃ τῆς μαι μέσον ποιεῖ μέλλοντα οἷον τύψω τύψομαι· | |
20 | ὁ δὲ δεύτερος ἐνεργητικὸς μέλλων δεύτερον μέσον μέλλοντα ποιεῖ οἷον τυπῶ τυ‐ ποῦμαι, νυγῶ νυγοῦμαι, καρῶ καροῦμαι, σταλῶ σταλοῦμαι. ἰστέον δ’ ὅτι προσ‐ ερχομένης τῆς μαι συλλαβῆς ἢ φυλάττεται τὸ ω ἢ τρέπεται εἰς τὸ ο ἢ εἰς τὴν ου δίφθογγον· καὶ φυλάττεται μὲν τὸ ω τῆς δευτέρας συζυγίας τῶν περισπωμέ‐ νων ἐν μόνῳ ἐνεστῶτι οἷον βοῶ βοῶμαι, περῶ περῶμαι, γελῶ γελῶμαι. πρόσ‐ | |
25 | κειται «ἐν μόνῳ τῷ ἐνεστῶτι», ἐπειδὴ ἐν τῷ μέλλοντι τρέπεται ἡ δευτέρα συζυ‐ γία τῶν περισπωμένων τὸ ω εἰς τὸ ο οἷον βοῶ βοήσομαι, ἀκροάσω ἀκροάσομαι, καὶ ὅλοις δὲ τοῖς ὑποτακτικοῖς ὁποίας ἂν εἴη συζυγίας τὸ ῥῆμα ἢ ὁποίου χρόνου φυλάττεται τὸ ω οἷον ἐὰν τύπτωμαι, ἐὰν βοῶμαι, ἐὰν περῶ ἐὰν περῶμαι, ἐὰν χρυσῶ ἐὰν χρυσῶμαι· τρέπεται δὲ τὸ ω εἰς τὸ ο ἐπὶ ὅλων τῶν βαρυτόνων εἴτε | |
30 | ἐνεστῶτες ὦσιν εἴτε μέλλοντες, χωρὶς τῶν ὑποτακτικῶν δηλονότι, οἷον τύπτω τύπτομαι, λέγω λέγομαι, λέξω λέξομαι, ποιήσω ποιήσομαι· ἐπὶ δὲ τῶν περισπω‐ μένων, ὑπεσταλμένων τῶν τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, τρέπεται τὸ ω εἰς τὴν ου δίφθογγον εἴτε ἐνεστῶτές εἰσιν εἴτε μέλλοντες οἷον ποιῶ ποιοῦ‐ μαι, στεφανῶ στεφανοῦμαι, κουφιῶ κουφιοῦμαι. | |
35 | Τὰ δὲ εἰς μι λήγοντα ῥήματα τροπῇ τῆς μι εἰς μαι τὸ παθητικὸν ποιεῖ οἷον τίθημι τίθεμαι, καὶ συστέλλει τὴν παραλήγουσαν· καὶ εἰ μὲν ἔχει ἡ πρώτη συζυγία τὴν εἰς μι, συστέλλει τὴν παραλήγουσαν εἰς τὸ ε οἷον τίθημι τίθεμαι, ἵημι ἵεμαι· ἡ δὲ δευτέρα εἰς τὸ α συστέλλει τὴν παραλήγουσαν οἷον ἵστημι ἵσταμαι· ἡ δὲ τρίτη εἰς τὸ ο συστέλλει τὴν παραλήγουσαν οἷον δίδωμι δίδομαι· ἡ δὲ τετάρτη τὸ δίχρο‐ | |
40 | νον μόνον οἷον πήγνυμι πήγνυμαι, ὄλλυμι ὄλλυμαι, ζεύγνυμι ζεύγνυμαι. τούτων οὕτως ἐχόντων, τὸ ἧμαι τὸ σημαῖνον κάθημαι καὶ τὸ κεῖμαι δοκεῖ μήτε ἀπὸ τῶν εἰς ω εἶναι μήτε ἀπὸ τῶν εἰς μι· καὶ ἀπὸ τῶν εἰς ω δοκεῖ μὴ εἶναι, ἐπειδὴ τὰ | |
ἀπὸ τῶν εἰς ω ἢ τῷ ο παραλήγεται ἐν τῷ εἰς μαι παθητικῷ ἐνεστῶτι οἷον τύ‐ | 809 | |
3,2810 | πτομαι, λέγομαι, ἢ τῷ ω οἷον βοῶμαι περῶμαι, ἢ τῇ ου διφθόγγῳ οἷον ποιοῦ‐ μαι, φανοῦμαι, χρυσοῦμαι· ἐπὰν οὖν ταῦτα οὐδενὶ ἐκ τούτων παραλήγεται, ἄρα οὐκ ἔστιν ἐκ τῶν εἰς ω· ἀλλ’ οὔτε ἀπὸ τῶν εἰς μι ἐστί· τὰ γὰρ εἰς μι ἢ τῷ ε παραλήγεται ἐν τοῖς παθητικοῖς οἷον τίθεμαι, ἢ τῷ α συνεσταλμένῳ οἷον ἵστα‐ | |
5 | μαι, ἢ τῷ ο οἷον δίδομαι, ἢ διχρόνῳ συνεσταλμένῳ οἷον ζεύγνυμαι· ταῦτα δὲ οὐδενὶ ἐκ τούτων παραλήγεται, ἄρα οὐκ ἔστιν οὔτε παρὰ τῶν εἰς μι. τί οὖν ἔστιν εἰπεῖν; λέγομεν ὅτι ἀπὸ τῶν εἰς μι ἐστίν· ἐλέγχεται γὰρ ταῦτα ἀπὸ τῶν δευτέρων προσώπων ὄντα ἀπὸ τῶν εἰς μι, λέγω δὴ ἀπὸ τοῦ ἧμαι ἧσαι καὶ ἀπὸ τοῦ κεῖσαι οἷον ὡς παρὰ τῷ ποιητῇ (Υ 389) | |
10 | κεῖσαι Ὀτρυντείδη πάντων ἐκπαγλότατ’ ἀνδρῶν, πᾶς γὰρ ἐνεστὼς εἰς μαι λῆγον καὶ ἔχων εἰς αι τὸ δεύτερον πρόσωπον ἀπὸ τῶν εἰς μι ἐστὶν οἷον τίθεμαι τίθεσαι, ἵσταμαι ἵστασαι, δίδομαι δίδοσαι, ζεύγνυμαι ζεύ‐ γνυσαι. εἰ οὖν ἐστι τὸ δεύτερον πρόσωπον ἧσαι καὶ κεῖσαι, δηλονότι ἀπὸ τῶν εἰς μι ἐστίν. | |
16 | Περὶ μον. 45, 9 ἐδάμην: οὐδὲν εἰς μην λῆγον ῥῆμα τρέψαν τὸ ν εἰς ς δεύτερον πρόσωπον ἀποτελεῖ. ἀλλὰ μόνον τὸ ἐδάμην ἐποίησε τὸ ἐδάμης καὶ ἀποβολῇ τοῦ ς τρίτον ἐδάμη. τὸ δὲ αἴτιον λέγεται ἐν τοῖς περὶ ῥημάτων. | |
20t | (Περὶ παρακειμένου). | |
22 | Eustath. 1436, 53: ὅτι ὥσπερ τὸ ὕφασμα διὰ τοῦ ς οὕτω καὶ μετ‐ οχή ἐστιν ὑφασμένος Ἡρωδιανὸς δηλοῖ, ὃς καὶ Ἀττικῶν αὐτό φησιν | |
εἶναι, οἳ καὶ μεμολυσμένος φασὶ καὶ μεμαρασμένος· εἰ καὶ ἄλλως ὥσπερ | 810 | |
3,2811 | αἰσχύνω ᾐσχυμμένος, οὕτως ὤφειλε εἶναι καὶ μολύνω μεμολυμμένος καὶ μαραίνω μεμαραμμένος. | |
3t | (Περὶ ὑπερσυντελικοῦ). | |
4t | (Περὶ πρώτου ἀορίστου). | |
5t | (Περὶ δευτέρου ἀορίστου). | |
6t | (Περὶ μέσου ἀορίστου πρώτου). | |
7t | (Περὶ μέσου ἀορίστου δευτέρου). | |
8t | (Περὶ μέλλοντος πρώτου). | |
9t | (Περὶ μέλλοντος δευτέρου). | |
10t | (Περὶ μέσου μέλλοντος πρώτου). | |
12 | Il. Pr. Β 393: προπερισπαστέον τὸ ἐσσεῖται. οὐ γὰρ προπαροξυντέον, | |
ὥς τινες, ἐπεὶ Δώριον. ἤδη γὰρ πολλὴ χρῆσις τῶν τοιούτων παρὰ Ἀττικοῖς. | 811 | |
3,2812 | Choer. 707, 35: οἱ μέσοι μέλλοντες ἐκ τῶν ἐνεργητικῶν μελλόντων γίνονται, ὁ αʹ ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευτέρου τοῦτον τὸν τρόπον· πᾶς μέλλων ἐνεργητικὸς προσλαβὼν τὴν μαι γίνεται, ὁ μὲν πρῶτος μέλλων ἐνερ‐ γητικὸς πρῶτος μέσος μέλλων γίνεται, ὁ δὲ δεύτερος ἐνεργητικὸς βʹ μέσος μέλ‐ | |
5 | λων γίνεται, καὶ εἰ μὲν βαρύνεται ὁ ἐνεργητικὸς μέλλων, τρέπει τὸ ω εἰς τὸ ο ἐν τῷ μέσῳ μέλλοντι, τύψω τύψομαι, γράψω γράψομαι, λέξω λέξομαι, ποιήσω ποιήσομαι, ἀκούσω ἀκούσομαι, εἰ δὲ περισπᾶται ὁ μέλλων ὁ ἐνεργητικός, τρέπει τὸ ω εἰς τὴν ου δίφθογγον ἐν τῷ μέσῳ μέλλοντι οἷον κερῶ κεροῦμαι, φθερῶ φθεροῦμαι, εὐφρανῶ εὐφρανοῦμαι, τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, δραμῶ δρα‐ | |
10 | μοῦμαι, πεσῶ πεσοῦμαι· ἀμέλει οἱ Ἀθηναῖοι λακτιῶ καὶ κουφιῶ καὶ βαδιῶ λέγον‐ τες περισπωμένως τοὺς μέσους τούτων μελλόντων διὰ τῆς ου διφθόγγου προφέ‐ ρονται οἷον λακτιοῦμαι, βαδιοῦμαι, κουφιοῦμαι, καὶ οἱ Δωριεῖς δὲ πάντας τοὺς μέλλοντας περισπῶντες καὶ λέγοντες τυψῶ, γραψῶ, ποιησῶ, κλαυσῶ, φευξῶ, καὶ τοὺς μέσους αὐτῶν διὰ τῆς ου διφθόγγου προφέρονται οἷον ποιησοῦμαι, τυψοῦ‐ | |
15 | μαι, γραψοῦμαι, κλαυσοῦμαι, πλευσοῦμαι. ταῦτα δὲ οὐ μόνον παρὰ τοῖς Δωριεῦ‐ σιν ἀλλὰ καὶ παρὰ τοῖς Ἀττικοῖς οὕτως ἐπεκράτησε λέγεσθαι. ἰστέον δ’ ὅτι εἰ μὲν ἀπὸ περισπωμένων μελλόντων μέσοι μέλλοντες κλίσιν ἀναδέχονται, ὁμοίως τοῖς ἐνεστῶσι καὶ παθητικοῖς τῆς αʹ συζυγίας τῶν περισπωμένων· ὥσπερ γὰρ ποιοῦμαι ποιῇ ποιεῖται ποιούμεθον ποιεῖσθον ποιεῖσθον ποιούμεθα ποιεῖσθε ποιοῦν‐ | |
20 | ται, οὕτως καὶ τυποῦμαι τυπῇ τυπεῖται τυπούμεθον τυπεῖσθον τυπεῖσθον τυπούμεθα τυπεῖ‐ σθε τυποῦνται. πλὴν εἰ καὶ τὴν αὐτὴν ἔχουσι κλίσιν οἱ παθητικοὶ ἐνεστῶτες τῆς αʹ συζυγίας τῶν περισπωμένων καὶ οἱ ἀπὸ περισπωμένων μέσοι μέλλοντες. ἀλλ’ οὖν χρὴ γινώσκειν ὅτι οἱ μὲν παθητικοὶ ἐνεστῶτες τῆς πρώτης συζυγίας τῶν περισπωμένων, λέγω δὴ ὁ ποιοῦμαι καὶ νοοῦμαι καὶ οἱ ὅμοιοι, ἀπὸ τῶν ἐντελῶν | |
25 | συναιρεθέντες, λέγω δὴ τοῦ ποιέομαι καὶ τοῦ νοέομαι, πρὸς τὴν συναίρεσιν ποι‐ οῦνται τὴν κλίσιν· οἱ δὲ ἀπὸ περισπωμένων μελλόντων μέσοι μέλλοντες, λέγω δὴ ὁ τυποῦμαι καὶ ὁ καροῦμαι καὶ οἱ ὅμοιοι, οὐκ ἀπὸ συναιρέσεως ποιοῦνται τὴν κλίσιν, οὐδὲ γάρ εἰσιν ἀπὸ τῶν ἐντελῶν συνῃρημένοι. | |
29t | (Περὶ μέσου μέλλοντος δευτέρου). | |
31 | Choer. 709, 5: ἰστέον ὅτι ὁ αʹ μέλλων ὁ ἐνεργητικὸς πῇ μὲν τὸ ω εἰς τὸ ο τρέπει ἐν τῷ πρώτῳ μέσῳ μέλλοντι οἷον τύψω τύψομαι, πῇ δὲ εἰς τὴν ου δίφθογγον, καρῶ καροῦμαι. ὁ δὲ βʹ μέλλων ὁ ἐνερ‐ γητικὸς ἀεὶ τὸ ω εἰς τὴν ου δίφθογγον τρέπει ἐν τῷ αʹ μέσῳ μέλλοντι. | |
35 | καὶ ὁ μὲν αʹ μέλλων ὁ ἐνεργητικός, ἐπειδὴ πῇ μὲν βαρύνεται, πῇ δὲ περισπᾶται οἷον τύψω, εὐφρανῶ, τούτου χάριν ἡνίκα βαρύνεται τρέπει τὸ ω εἰς τὸ ο, ἡνίκα δὲ περισπᾶται, τρέπει τὸ ω εἰς τὴν ου δίφθογ‐ γον· ὁ βʹ μέλλων ὁ ἐνεργητικός, ἐπειδὴ ἀεὶ περισπᾶται, τούτου χάριν ἀεὶ εἰς τὴν ου δίφθογγον τρέπει τὸ ω ἐν τῷ βʹ μέλλοντι. δεῖ δὲ καὶ | |
40 | τοῦτο γινώσκειν, ὅτι εἰ καί φησιν Ἡρωδιανὸς μήποτε εὑρίσκεσθαι ἐν χρήσει βʹ μέλλοντα ἐνεργητικὸν ὁριστικόν, ἀλλ’ οὖν ἀπὸ τοῦ βʹ μέλ‐ λοντος μέσου εὑρίσκεται ἐν χρήσει· ὥσπερ καὶ ὁ δραμοῦμαι ἀπὸ τοῦ δραμῶ καὶ ὁ κατθανοῦμαι ἀπὸ τοῦ κατθανῶ. | |
44t | (Περὶ τοῦ μετ’ ὀλίγον μέλλοντος). | |
45t | (Περὶ ἀπαρεμφάτων). | |
46 | Choer. 720, 7: δύο τελικά ἐστι τῶν ἀπαρεμφάτων, τὸ ν καὶ ἡ αι δίφθογγος | |
οἷον τύπτειν τύπτεσθαι. καὶ τοῦτο εἰκότως. ἐπειδὴ γὰρ τὰ ἀπαρέμφατα ἐν μιᾷ | 812 | |
3,2813 | φωνῇ δοκεῖ τὰ τρία πρόσωπα ἔχειν οἷον τύπτειν θέλω, τύπτειν θέλεις, τύπτειν θέλει, τούτου χάριν καὶ τελικὰ ἔλαβεν ἁρμόζοντα τοῖς τρισὶ προσώποις, καὶ διὰ τοῦτο τὸ ν καὶ τὴν αι δίφθογγον ἔχει τελικὰ τὰ ἀπαρέμφατα· καὶ γὰρ καὶ τὸ ν καὶ ἡ αι δίφθογγος εὑρίσκεται καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ προσώπῳ | |
5 | οἷον τυπτόμεθον τύπτεσθον τύπτεσθον, πεποίημαι πεποίησαι πεποίηται· τὸ γὰρ ἐνταῦθα τελικὸν ὑπάρχον τῶν ῥημάτων οἷον ἔτυψας οὐκ ἔστι τελικὸν τῶν ἀπαρ‐ εμφάτων, ἐπειδὴ τὸ ς τελικόν ἐστι μόνου δευτέρου προσώπου παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις οἷον τέτυφας. πρόσκειται «παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἀθη‐ ναίοις», ἐπειδὴ παρὰ ταῖς διαλέκτοις εὑρίσκεται τὸ ς καὶ αʹ προσώπου τελικὸν καὶ | |
10 | γʹ, ὡς παρὰ Θεοκρίτῳ (7, 2) εἵρπομες ἐκ πόλιος, ἀντὶ τοῦ εἵρπομεν ἐκ πόλεως· καὶ πάλιν ἐπὶ γʹ, ἀντὶ τοῦ ἦν (7, 1), ἦς χρόνος ἁνίκ’ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἄλεντα, ἀντὶ τοῦ ἦν. | |
15 | Choer. 720, 32: κανονίζεται τὰ ἀπὸ βαρυτόνων γινόμενα ἀπαρέμφατα ἀπὸ τοῦ ἐνεστῶτος· πᾶς ἐνεστὼς ἀπὸ βαρυτόνων θεμάτων κατὰ τὸ τρίτον πρόσωπον προσλαμβάνων τὸ ν τὸ ἀπαρέμφατον ποιεῖ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ οἷον τύπτει τύπτειν, λέγει λέγειν, γράφει γράφειν, κόπτει κόπτειν, πλήττει πλήττειν, ᾄδει ᾄδειν, πλέκει πλέκειν· τὰ δὲ ἀπὸ περισπωμένων γινόμενα ἀπαρέμφατα κανο‐ | |
20 | νίζεται ἀπὸ τοῦ παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶς παρατατικὸς ἀπὸ περισπω‐ μένων κατὰ τὸ γʹ πρόσωπον προσλαμβάνων τὸ ν μετὰ περισπωμένου τόνου καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλων τὸ ἀπαρέμφατον ποιεῖ οἷον ἐποίει ποιεῖν, ἐνόει νοεῖν, ἐτέλει τελεῖν, ἐβόα βοᾶν, ἐγέλα γελᾶν, ἐπέρα περᾶν, ἐχρύσου χρυ‐ σοῦν, ἐστεφάνου στεφανοῦν, ὤρθου ὀρθοῦν, ἵδρου ἱδροῦν· ὅτι γὰρ καὶ ἐπὶ τῶν | |
25 | περισπωμένων τὰ ἀπαρέμφατα τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ ἀπὸ τοῦ παρατα‐ τικοῦ κανονίζεται καὶ οὐκ ἀπὸ τοῦ ἐνεστῶτος, δῆλον ἐκ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων καὶ ἐκ τῆς γʹ καὶ ἐκ μὲν τῆς γʹ, ὅτι χρυσοῦν καὶ στεφανοῦν λέγομεν διὰ τῆς ου διφθόγγου τὰ ἀπαρέμφατα, ἐπειδὴ καὶ ὁ παρατατικὸς ἐχρύ‐ σου καὶ ἐστεφάνου ἐστὶ διὰ τῆς ου διφθόγγου· εἰ δὲ ἐγένετο ἀπὸ τοῦ ἐνεστῶτος, | |
30 | χρυσοῖν καὶ στεφανοῖν εἴχομεν λέγειν, χρυσῶ γὰρ χρυσοῖς χρυσοῖ καὶ στεφανῶ στεφανοῖς στεφανοῖ ἐστιν ὁ ἐνεστώς· ἀπὸ δὲ τῆς δευτέρας συζυγίας τῶν περι‐ σπωμένων δῆλόν ἐστιν, ὅτι ἐπὶ τῶν περισπωμένων τὰ ἀπαρέμφατα ἀπὸ τοῦ παρα‐ τατικοῦ γίνεται καὶ οὐκ ἀπὸ τοῦ ἐνεστῶτος, ὅτι βοᾶν καὶ γελᾶν λέγομεν χωρὶς τοῦ ι· εἰ δὲ ἐκανονίζετο ἐκ τοῦ ἐνεστῶτος, βοᾷν καὶ γελᾷν εἶχεν εἶναι σὺν τῷ | |
35 | ι, ἐπειδὴ καὶ ὁ ἐνεστὼς βοῶ βοᾷς βοᾷ, γελῶ γελᾷς γελᾷ ἐστι σὺν τῷ ι. εἰ δέ τις εἴποι, διὰ τί γὰρ τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχει τὸ ι προσγεγραμμένον, λέγομεν ὅτι τὰ εἰς ν λήγοντα ῥήματα οὐδέποτε ἔχει πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον ἐτύφθην, ἐδάρην, ἐβόων, ἐγέλων, ἐπέρων· οὕτως οὖν καὶ βοᾶν καὶ γελᾶν χωρὶς τοῦ ι· ἄλλως τε δὲ διὰ τοῦτο τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχει τὸ ι προσγεγραμμένον, | |
40 | ἐπειδὴ οὐδὲ τὸ βοᾶσθαι, καὶ γελᾶσθαι ἔχει τὸ ι προσγεγραμμένον κατὰ τὴν παρα‐ λήγουσαν· καθόλου δὲ τὰ εἰς σθαι ἀπαρέμφατα προπερισπώμενα χρόνου ἐνεστῶ‐ τος τὴν ἰδίαν παραλήγουσαν ἔχει ἐπὶ τῶν ἐνεργητικῶν· ὁ δὲ λόγος ἐπὶ τῶν φω‐ νηέντων οἷον ποιεῖσθαι ποιεῖν, νοεῖσθαι νοεῖν, χρυσοῦσθαι χρυσοῦν, στεφανοῦσθαι στεφανοῦν· εἰ οὖν τὸ βοᾶσθαι καὶ γελᾶσθαι οὐκ ἔχει τὸ ι προσγεγραμμένον κατὰ | |
45 | τὴν παραλήγουσαν, ἄρα οὐδὲ τὸ βοᾶν καὶ γελᾶν ἔχει τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν. Choer. 724, 12: εὐλόγως τὰ ἀπαρέμφατα τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ καὶ τοῦ μέσου παρακειμένου εἰς ναι ἐστίν, ἐπειδὴ καὶ ἡ μετ‐ οχὴ αὐτῶν εἰς ς μετ’ ὀξείας τάσεώς ἐστιν οἷον τετυφώς, πεποιηκώς, δεδουπώς· | |
3,2813(50) | τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως εἰς ναι ἔχει τὸ ἀπαρέμφατον | |
οἷον τυφθείς τυφθῆναι, τυπείς τυπῆναι, ἱστάς ἱστάναι, διδούς διδόναι, ζευγνύς | 813 | |
3,2814 | ζευγνύναι· οὕτως οὖν καὶ τετυφώς τετυφέναι καὶ τετυπώς τετυπέναι. τὰ δὲ λοιπὰ τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως κανονίζεται τοῦτον τὸν τρόπον· τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τρέπον τὴν μεν συλλαβὴν εἰς ναι καὶ ἀποβάλλον τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν τὸ ἀπαρέμφατον ποιεῖ μετὰ | |
5 | τοῦ φυλάττεσθαι, δηλονότι ἐν τοῖς ἀπαρεμφάτοις, τὴν παραλήγουσαν τοῦ πρώ‐ του προσώπου τῶν πληθυντικῶν ἐξ οὗ κανονίζεται οἷον τυφθείς ἐτύφθημεν τυφθῆ‐ ναι, τυπείς ἐτύπημεν τυπῆναι, τιθείς τίθεμεν τιθέναι, ἱστάς ἵσταμεν ἱστάναι, διδούς δίδομεν διδόναι, ζευγνύς ζεύγνυμεν ζευγνύναι, στάς ἔστημεν στῆναι, γνούς ἔγνωμεν γνῶναι, βιούς ἐβίωμεν βιῶναι, ἁλούς ἥλωμεν ἁλῶναι· σεσημείωται τὸ | |
10 | δοῦναι, θεῖναι, εἷναι· ταῦτα γὰρ ἀπαρέμφατα ὄντα δευτέρου ἀορίστου ἐνεργητικοῦ οὐκ ἐφύλαξε τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν, ἐξ οὗ κανονίζεται· ἔδομεν γὰρ καὶ ἔθεμεν καὶ ἕμεν ἐστὶ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· οὐ μόνον δὲ κατὰ τοῦτο σεσημείωται τὸ δοῦναι, θεῖναι, εἷναι, ἀλλὰ καὶ κατὰ ἄλλο· τὰ γὰρ εἰς ναι ἀπαρέμφατα ἔχοντα τὸ ν κλιτικὸν οὐ θέλει | |
15 | διφθόγγῳ παραλήγεσθαι οἷον τυφθῆναι τυπῆναι τετυφέναι. πρόσκειται «ἔχοντα τὸ ν κλιτικὸν» διὰ τὸ μεῖναι· τοῦτο γὰρ διφθόγγῳ παραλήγεται, ἀλλ’ οὐκ ἔχει τὸ ν κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό· μένω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ν· παράλογα οὖν ἐστι ταῦτα, φημὶ δὴ τὸ θεῖναι, δοῦναι, εἷναι, ὡς διφθόγγῳ παραληγόμενα ἔχοντα τὸ ν κλιτικόν. ἀλλ’ ἔστιν ἀπολογή‐ | |
20 | σασθαι περὶ αὐτῶν οὕτως· ἰστέον ὅτι διὰ τὴν τοιαύτην αἰτίαν ταῦτα διφθόγγῳ παραλήγεται· ἀπὸ τοῦ ἔδομεν γὰρ γέγονε δόναι καὶ ἀπὸ τοῦ ἔθεμεν θέναι καὶ ἀπὸ τοῦ ἕμεν ἕναι· καὶ ἐπεὶ τὰ εἰς ναι ἀπαρέμφατα ἀορίστου ὄντα μακρᾷ θέλει παραλήγεσθαι οἷον τυφθῆναι, τυπῆναι, στῆναι, βῆναι, γνῶναι, βιῶναι, ἀναγνῶ‐ ναι, δαρῆναι, νυγῆναι, ἀναγκάζεται καὶ ταῦτα μακρᾷ παραλήγεσθαι, ὡς ἀορίστου | |
25 | ὄντα· καὶ ἐπειδὴ τὸ μὲν ο μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ υ μεγεθύνεται οἷον τύπτοντες τύπτουσα, λέγοντες λέγουσα, τὸ ε διὰ τῆς προσθήκης τοῦ ι μεγε‐ θύνεται οἷον τυφθέντος τυφθεῖσα, νυγέντος νυγεῖσα, τούτου χάριν τὸ μὲν δόναι ἐμεγεθύνθη διὰ τῆς προσθήκης τοῦ υ καὶ γέγονε δοῦναι, τὸ δὲ θέναι καὶ ἕναι διὰ τῆς προσθήκης τοῦ ι ἐμεγεθύνθη καὶ γέγονε θεῖναι καὶ εἷναι· τούτου χάριν | |
30 | ταῦτα διφθόγγῳ παραλήγεται. πρόσκειται δὲ ἀνωτέρω «τὰ εἰς ναι ἀπαρέμφατα» ἐπειδὴ τὰ εἰς σαι ἀπαρέμφατα ἀορίστου ὄντα οὐ πάντως μακρᾷ παραλήγεται οἷον τελέσαι, συρίσαι, λεπίσαι. πρόσκειται δὲ ἐν τῷ κανόνι «ἀορίστου ὄντα» διὰ τὸ τετυφέναι, τετυπέναι, τιθέναι, διδόναι· ταῦτα γὰρ εἰς ναι ἀπαρέμφατα ὄντα οὐ παραλήγεται μακρᾷ, ἀλλ’ οὐκ ἔστιν ἀορίστου χρόνου. ἄξιον δέ ἐστι ζητῆσαι εἰ ἄρα τὸ | |
35 | θεῖναι καὶ δοῦναι καὶ εἷναι διὰ τοῦτο προσέλαβε τὸ υ καὶ ι, ἐπειδὴ ἠναγκάζετο, ὡς εἴρηται, μακρᾷ παραλήγεσθαι ὡς ἀορίστου ὄντα, διὰ τί μὴ μᾶλλον τὸ μὲν δόναι γέ‐ γονε δῶναι κατὰ ἔκτασιν τοῦ ο εἰς ω, ὥσπερ ὀμνύω ὤμνυον, τὸ δὲ θέναι καὶ ἕναι θῆναι καὶ ἧναι διὰ τοῦ η κατὰ ἔκτασιν τοῦ ε εἰς τὸ η, ὥσπερ ἐλέγχω ἤλεγχον· οὕτω γὰρ εἰ ἐγένετο καὶ μακρᾷ εὑρίσκετο παραληγόμενα καὶ οὐκέτι παράλογα ὡς διφθόγγῳ | |
40 | παραληγόμενα. ἔστιν οὖν εἰπεῖν, ὅτι εἰ ἐγένετο ταῦτα οὕτως κατὰ ἔκτασιν τῶν φω‐ νηέντων, οὐδὲ ὅλως ἐφυλάττετό τι τῆς παραληγούσης τοῦ αʹ προσώπου τῶν πλη‐ θυντικῶν, φημὶ δὴ τοῦ ἔδομεν, ἔθεμεν, ἕμεν (ὅπερ σημαίνει τὸ ἀπελύσαμεν)· τούτου οὖν χάριν τὸ μὲν δοῦναι τὸ υ προσέλαβε, τὸ δὲ θεῖναι καὶ εἷναι τὸ ι, ἵνα εὑρεθῇ ἐν ταὐτῷ καὶ φυλάττοντα τὸ φωνῆεν τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν | |
45 | πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, καὶ μακρὰν ποιοῦντα τὴν παραλήγουσαν. τού‐ των οὕτως ἐχόντων, ζητοῦμεν διὰ τί ὁ παρακείμενος ὁ ἐνεργητικὸς καὶ ὁ μέσος ἔχοντες τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως οὐ φυλάττουσι τὴν παραλήγουσαν τοῦ ἰδίου πρώτου προσώπου τῶν πληθυντικῶν ἐν τοῖς ἀπαρεμφάτοις· οὐδὲ γὰρ λέγομεν τετύφαμεν τετυφάναι καὶ τετύπαμεν τετυπάναι, ὥσπερ ἐτύφθημεν τυφθῆ‐ | |
3,2814(50) | ναι, καὶ ἐτύπημεν τυπῆναι ἀλλὰ τετυφέναι καὶ τετυπέναι διὰ τοῦ ε. καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· τῷ λόγῳ τῆς παραληγούσης τοῦ αʹ προσώπου τῶν | |
πληθυντικῶν τοῦ παρακειμένου διὰ τοῦ πρώτου (leg. α) βραχέος ὤφειλεν εἶναι τὸ | 814 | |
3,2815 | ἀπαρέμφατον οἷον τετυφάναι, τετύφαμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πλη‐ θυντικῶν τοῦ παρακειμένου, τῷ δὲ λόγῳ τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ὑπερσυντελικοῦ τετυφεῖναι ὤφειλεν εἶναι τὸ ἀπαρέμφατον διὰ τῆς ει διφθόγγου, ἐτετύφειμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυν‐ | |
5 | τικῶν τοῦ ὑπερσυντελικοῦ· ἐπειδὴ δὲ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντελικὸς συνε‐ ζευγμένην ἔχουσι τὴν μετοχήν, ἀναγκάζονται καὶ τὰ ἀπαρέμφατα συνεζευγμένα ἔχειν, ὧν γὰρ αἱ μετοχαὶ συνεζευγμέναι εἰσί, τούτων καὶ τὰ ἀπαρέμφατα συνε‐ ζευγμένα ἐστί· συνεζευγμένου δὲ ὄντος τοῦ ἀπαρεμφάτου τοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ, οὐ δύναται τὰ ἀπαρέμφατα τὴν ει δίφθογγον ἔχειν κατὰ τὴν | |
10 | παραλήγουσαν καὶ τὸ πρῶτον συνεσταλμένον. τῶν οὖν δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος τὴν ει δίφθογγον, τοῦ δὲ ἑτέρου τὸ α συνεσταλ‐ μένον, τὰ τῆς ἀναλογίας ἀνεμερίσαντο, καὶ ὁ μὲν βραχὺς χρόνος ἐφυλάχθη τοῦ παρακειμένου, καὶ γὰρ τὸ ε βραχύ ἐστιν ὁμοίως τῷ α συνεσταλμένῳ, τὸ δὲ φω‐ νῆεν τοῦ ὑπερσυντελικοῦ ἐφυλάχθη, λέγω δὴ τὸ ε, καὶ γὰρ ὁ ὑπερσυντελικὸς τὴν | |
15 | ει δίφθογγον ἔχει. εἰ δέ τις εἴποι, διὰ τί γὰρ μὴ ἐκ τοῦ ἐναντίου γέγονε τετυ‐ φᾶναι διὰ μακροῦ τοῦ α, ἵνα ἡ μὲν ποιότης τῆς παραληγούσης τοῦ τετύφαμεν παρακειμένου φυλαχθῇ, τουτέστι τὸ α, ὁ δὲ χρόνος τοῦ ἐτετύφειμεν ὑπερσυντε‐ λικοῦ, τουτέστιν ὁ μακρός, λέγομεν ὅτι εὐλόγως μᾶλλον τῇ παραληγούσῃ τοῦ ὑπερσυντελικοῦ ἀκολουθεῖ τὸ ἀπαρέμφατον τοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ, | |
20 | καὶ δῆλον ἐκ τοῦ εἰδέναι ἀπαρεμφάτου παρακειμένου καὶ ὑπερσυντελικοῦ τοῦ σημαίνοντος τὸ γινώσκειν, οὗ ἡ μετοχὴ ὁ εἰδώς. τοῦτο γὰρ οὐ τῇ ἀρχούσῃ τοῦ οἶδα μέσου παρακειμένου ἠκολούθησεν, ἀλλὰ τῇ ἀρχούσῃ τοῦ εἴδειν ὑπερσυντελι‐ κοῦ, ὅστις καὶ κατ’ ἔκτασιν Ἀττικὴν διὰ τοῦ η καὶ ι γίνεται ᾔδειν. | |
25 | Il. Pr. Γ 236 ἰδέειν: οὐκ ἔστιν ἐντελὲς τὸ ἰδέειν, ἀλλὰ τοὐναν‐ τίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν ὥσπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι ἀόριστοι καὶ μέλλοντες οὐκ ἔχουσι τὴν περι‐ σπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες. Il. Pr. Ξ 221 ἄπρηκτόν γε νέεσθαι: τούτεστι πορεύεσθαι. οὕτως | |
30 | Ἀρίσταρχος. Δημήτριος δὲ γενέεσθαι ἀντὶ τοῦ γενήσεσθαι, βιαίως πάνυ. οὐδὲ γὰρ τὸ πυθέσθαι πυθέεσθαι γίνεται οὐδὲ λαβέσθαι λαβέεσθαι, ἵνα καὶ γενέσθαι γενέεσθαι γένηται. Choer. 728, 32: ὤφειλε τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευ‐ τέρου μέλλοντος διακεχωρισμένον εἶναι, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτων διακεχω‐ | |
35 | ρισμένη ἐστίν, ὅτι ἡ μετοχὴ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος τῇ μὲν φωνῇ συνέπεσον, τόνῳ δὲ διεστάλησαν· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου μετοχὴ ὀξύνεται, ἡ δὲ τοῦ δευτέρου μέλλοντος περισπᾶται οἷον τυπών ἡ τοῦ δευτέρου ἀορίστου καὶ τυπῶν ἡ τοῦ δευτέρου μέλλοντος ὤφειλεν οὖν καὶ τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος τῇ μὲν φωνῇ | |
40 | συμπεσεῖν, τῷ δὲ τόνῳ διιστάναι, καὶ ὤφειλεν τὸ μὲν ἀπαρέμφατον τοῦ δευ‐ τέρου ἀορίστου ὀξυνθῆναι ὁμοίως τῇ ἰδίᾳ μετοχῇ, τὸ δὲ ἀπαρέμφατον τοῦ βʹ μέλλοντος περισπασθῆναι παραπλησίως τῇ οἰκείᾳ μετοχῇ· ἀλλ’ ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, τὰ ῥήματα ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν, ἐξ ἀνάγκης περισπᾶται. περιεσπάσθη οὖν τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου, καὶ συνέ‐ | |
45 | πεσε τῷ ἀπαρεμφάτῳ τοῦ δευτέρου μέλλοντος, καὶ λοιπὸν εὑρίσκεται τὸ ἀπαρ‐ έμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος ἓν οἷον τυπεῖν· ὅτι | |
δὲ τοῦτο ἀληθές ἐστι, καὶ ἡ τοῦ τόνου χρεία τὴν συνέμπτωσιν ἐποίησε γενέσθαι, | 815 | |
3,2816 | δῆλον, εἴ γε καὶ ἐν τοῖς παθητικοῖς καὶ ἐν τοῖς μέσοις διάφορόν ἐστι τὸ ἀπαρέμ‐ φατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος· τὸ μὲν γὰρ τοῦ δευ‐ τέρου μέσου ἀορίστου ἀπαρέμφατον τυπέσθαι καὶ νυγέσθαι ἐστί, τὸ δὲ τοῦ δευτέρου μέσου μέλλοντος τυπεῖσθαι καὶ νυγεῖσθαι. καὶ πάλιν τὸ μὲν τοῦ δευτέρου ἀορί‐ | |
5 | στου παθητικοῦ ἀπαρέμφατον τυπῆναι καὶ νυγῆναί ἐστι, τὸ δὲ τοῦ δευτέρου μέλ‐ λοντος τυπήσεσθαι καὶ νυγήσεσθαι. | |
7t | (Περὶ προστακτικῶν). | |
9 | Herod. περὶ παθῶν in E. M. 478, 5: οὐ μόνον ἐπὶ τῶν εἰς ω | |
10 | ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν εἰς μι τὰ τρίτα πρόσωπα τῶν παρατατι‐ κῶν δεύτερα γίνεται τῶν προστακτικῶν οἷον νόει, φίλει, βόα. Choer. 740, 33: τὸ προστακτικὸν τοῦ ἐνεστῶτος καὶ τοῦ παρατατικοῦ κανο‐ νίζεται τοῦτον τὸν τρόπον· πᾶν τρίτον πρόσωπον ἑνικὸν τοῦ ἐνεργητικοῦ παρα‐ τατικοῦ τοῦ ὁριστικοῦ, τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλόν, τὸ προστακτικὸν | |
15 | ποιεῖ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ, τῆς βαρείας τάσεως φυλαττομένης οἷον ἔτυπτε τύπτε, ἔλεγε λέγε, ἔγραφε γράφε, ἔκοπτε κόπτε, ἐποίει ποίει, ἐνόει νόει, ἐβόα βόα, ἐγέλα γέλα, ἐχρύσου χρύσου, ἐστεφάνου στεφάνου. | |
19 | Apollonius ap. Choerobosc. 746, 4 ex duobus perfecti imperativis in ε et θι | |
20 | hunc posteriorem in θι reiecit et solum exitum ε perfecto assignavit: ὁ Ἀπολ‐ λώνιος λέγει ὅτι εἰς ε λήγει τὸ προστακτικὸν τοῦ παρακειμένου καὶ ὑπερσυντε‐ λικοῦ ὁμοφώνως τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν τοῦ ὁριστικοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ οἷον τέτυφε ἐκεῖνος τέτυφε σύ, τέτυπε ἐκεῖνος τέτυπε σύ· τότε γάρ, φησίν, εἰς θι ἐστὶ τὸ προστακτικόν, ἡνίκα ἐστὶν οὐ μόνον εἰς ς καὶ ὀξύτο‐ | |
25 | νος ἡ μετοχή, ἀλλὰ καὶ διὰ τοῦ ντ κλινομένη οἷον τυπείς τυπέντος τύπηθι, νυ‐ γείς νυγέντος νύγηθι, δαρείς δαρέντος δάρηθι, σταλείς σταλέντος στάληθι, γνούς γνόντος γνῶθι· εἰ οὖν ἄρα ὁ ἐνεργητικὸς καὶ μέσος παρακείμενος οὐκ ἔχουσι τὴν μετοχὴν διὰ τοῦ ντ κλινομένην, εἰ καὶ ἔχουσιν αὐτὴν εἰς ς μετ’ ὀξείας τάσεως οἷον τετυφώς τετυφότος, τετυπώς τετυπότος, δηλονότι οὐδὲ τὸ προστακτικὸν | |
30 | δύναται ἔχειν εἰς θι. Herodianus contra finem θι solum comprobavit propter eas, ut videtur, causas, quas Choerob. profert 745, 25: ἰστέον ὅτι λέγουσί τινες, ὡς εἰς θι ἐστὶ τὰ προστακτικὰ τοῦ παρακειμένου καὶ ὑπερσυντε‐ λικοῦ, ἐπειδὴ πᾶσα μετοχὴ εἰς ς λήγουσα μετ’ ὀξείας τάσεως εἰς θι | |
35 | ἔχει τὸ προστακτικὸν οἷον τυπείς τύπηθι, νυγείς νύγηθι, δαρείς δάρηθι· εἰ οὖν τετυφώς ἡ μετοχὴ εἰς ς μετ’ ὀξείας τάσεως, δηλονότι καὶ τέτυ‐ φθι τὸ προστακτικὸν εἰς θι· προστιθέασι δὲ καὶ τοῦτο, ὅτι ἐπειδὴ τὸ τρίτον πρόσωπον τὸ ὁριστικὸν τοῦ παρακειμένου τὸ ἑνικὸν διὰ τοῦ α ὤφειλεν εἶναι οἷον τέτυφας τέτυφα ἐκεῖνος, οὐκ ἐγένετο δὲ οὕτως, | |
40 | ἀλλ’ ἔτρεψε τὸ α εἰς τὸ ε, ἵνα μὴ ὁμοφωνήσῃ τῷ ἰδίῳ πρώτῳ, τέτυφα ἐγώ, τούτου χάριν ὡς μὴ γνησίαν κατάληξιν ἔχοντος τοῦ γʹ προσώ‐ που, οὐκ ἐγένετο ἐξ αὐτοῦ τὸ προστακτικόν, ἀλλ’ εἰς θι. Imperativum vero in ε perfecto prorsus abrogavit: Choer. 746, 20: λέγει ὁ Ἡρωδιανός, ὅτι ταῦτα τὰ εἰς ε προστακτικὰ οὐκ ἔστι πα‐ | |
45 | ρακειμένου ἀλλ’ ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ, τοῦ παρακειμένου εἰς | 816 |
3,2817 | ἐνεστῶτα μετενεχθέντος, οἷον ἀπὸ τοῦ εὕρηκα γίνεται ὁ ἐνεστὼς εὑ‐ ρήκω, καὶ ἐκ τούτου ὁ παρατατικὸς εὕρηκον εὕρηκες εὕρηκε καὶ λοιπὸν τὸ προστακτικὸν εὕρηκε σύ. | |
5 | Choer. 747, 17: λέγει ὁ Ἡρωδιανὸς ὅτι εἰκότως εἰς ον ἐγένετο τὸ προστακτικὸν τοῦ αʹ ἀορίστου καὶ μέλλοντος· εἰς ε γάρ, φησίν, οὐκ ἠδύνατο γενέσθαι, ἐπειδὴ τὸ ε οὐκ ἔστιν ἐνταῦθα γνήσιον τοῦ γʹ προσ‐ ώπου τοῦ ὁριστικοῦ ἑνικοῦ· πᾶν γὰρ δεύτερον πρόσωπον εἰς ς λῆγον ἀποβολῇ τοῦ ς τὸ γʹ ποιεῖ οἷον τύπτεις τύπτει ἔτυπτες ἔτυπτε, ἔλεγες | |
10 | ἔλεγε, ἔμαθες ἔμαθε, χωρὶς τοῦ ἐνεστῶτος τῶν εἰς μι· ἐπ’ ἐκείνων γὰρ οὐκ ἀποβάλλεται τὸ ς, ἀλλὰ τοὐναντίον καὶ τὸ ι προσέρχεται οἷον τίθημι τίθης τίθησι, ἵστημι ἵστης ἵστησι, δίδωμι δίδως δίδωσι, ζεύγνυμι ζεύγνυς ζεύγνυσι· εἰ οὖν εἰς ας ἐστὶ τὸ δεύτερον πρόσωπον δηλονότι καὶ τὸ γʹ ὤφειλεν εἶναι ἔτυψα ἐκεῖνος κατὰ ἀποβολὴν τοῦ ς, ἀλλ’ | |
15 | ἐπειδὴ οὐκ ἐνεδέχετο κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διά‐ λεκτον ὁμοφωνεῖν τὸ γʹ τῷ πρώτῳ, τούτου χάριν καὶ τροπὴ παρηκο‐ λούθησε τοῦ α εἰς ε καὶ ἐγένετο ἔτυψε. ἐπειδὴ οὖν τὸ ε οὐκ ἔστι γνήσιον τοῦ γʹ προσώπου τοῦ ἑνικοῦ τοῦ αʹ ἀορίστου, ἐμάθομεν γὰρ ὅτι διὰ τοῦ α ὤφειλεν εἶναι, τούτου χάριν οὐκ ἐκφέρεται δι’ αὐτοῦ, | |
20 | φημὶ δὲ διὰ τοῦ ε, τὸ προστακτικὸν τοῦ αʹ ἀορίστου καὶ μέλλοντος. λέγει δὲ πάλιν ὁ Ἡρωδιανός, ὅτι μὴ δυνάμενον γενέσθαι εἰς ε διατί οὐκ ἐγένετο εἰς α, ἵνα τὸ κεχρεωστημένον τῷ γʹ προσώπῳ τῶν ἑνικῶν τοῦ αʹ ἀορίστου ἀναδέξηται τὸ προστακτικόν· οὐδὲ γὰρ ἔχει πρῶτον ἵνα αὐτῷ συνεμπέσῃ, ὥσπερ ἐν τοῖς ὁριστικοῖς. καὶ λέγει, ὅτι | |
25 | οὔτε εἰς α ἠδύνατο γενέσθαι τὸ προστακτικὸν τοῦ αʹ ἀορίστου καὶ μέλλον‐ τος, ἐπειδὴ τὸ α τοῦ αʹ ἀορίστου συνεσταλμένον ἐστὶν οἷον ἔτυψα, ἐποίησα, ἐνόησα. οὐ δύναται δὲ τὸ προστακτικὸν διὰ τοῦ α συνεσταλμένου ἐκ‐ φέρεσθαι, ἐπειδὴ τὰ εἰς α λήγοντα προστακτικὰ μὴ ὄντα κατὰ ἀποκο‐ πὴν μακροκαταληκτεῖν θέλει οἷον βόα, πέρα, γέλα, ὅρα, φύρα, σίγα, | |
30 | σιώπα, τίμα, κυβέρνα. εἰ οὖν ἐξηνέχθη τὸ προστακτικὸν τοῦ αʹ ἀορί‐ στου καὶ μέλλοντος διὰ τοῦ α, συνεσταλμένον ἤμελλεν ἔχειν τὸ α· ὡς γὰρ εἴρηται τὸ α τοῦ αʹ ἀορίστου συνεσταλμένον ἐστίν, ὅπερ ἄτοπον. μὴ δυνάμενον οὖν τὸ προστακτικὸν τοῦ αʹ ἀορίστου καὶ μέλλοντος μήτε εἰς ε εἶναι, μήτε εἰς α, ὡς δέδεικται, μήτε εἰς θι, ἐπειδὴ οὐκ ἔχει τὴν | |
35 | μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην (εἰ γὰρ καὶ εἰς ς καὶ διὰ τοῦ ντ κλινομένην αὐτὴν ἔχει, ἀλλ’ οὐκ ὀξύτονον οἷον τύψας τύψαντος, ἐκεῖνα δὲ ἔχει προστακτικὸν εἰς θι, ὅσα ἔχει τὴν με‐ τοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην οἷον τυπείς τυπέντος τύπηθι, νυγείς νυγέντος νύγηθι, δαρείς δαρέντος δάρηθι, γνούς | |
40 | γνόντος γνῶθι), ἐξ ἀνάγκης γέγονεν εἰς ον κατὰ μίμησιν τῶν Συρα‐ | 817 |
3,2818 | κουσίων προστακτικῶν τοῦ βʹ ἀορίστου. οἱ γὰρ Συρακούσιοι τὰ προσ‐ τακτικὰ τοῦ βʹ ἀορίστου εἰς ον μεταποιοῦσι τὸ λάβε λάβον λέγοντες καὶ τὸ ἄνελε ἄνελον καὶ τὸ νύγε νύγον, οὕτως οὖν καὶ τύψε τύψον. | |
5 | Choer. 753, 18: τὸ γʹ πρόσωπον τῶν προστακτικῶν τοῦ αʹ ἀορί‐ στου καὶ μέλλοντος διὰ τοῦ α ἐγένετο οἷον τυψάτω. ἔστι δὲ εἰπεῖν ὅτι τὸ α τὸ κεχρεωστημένον τῷ γʹ προσώπῳ τοῦ ἀορίστου τοῦ ὁριστι‐ κοῦ τὸ προστακτικὸν γʹ πρόσωπον ἀνεδέξατο. ἐκεῖ μὲν γάρ, φημὶ δὲ ἐν τῷ ὁριστικῷ, διὰ τὴν συνέμπτωσιν τὴν πρὸς τὸ αʹ πρόσωπον τροπὴ | |
10 | παρηκολούθησε τοῦ α εἰς ε, ὡς ἐν τῷ προστακτικῷ ἀποσταλείσης τῆς συμπτώσεως τὸ κεχρεωστημένον α προσῆλθε. τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν ὅτι εὑρίσκονται παρὰ τῷ ποιητῇ τινες κινήσεις ὡς ἀπὸ τῆς διὰ τοῦ ετω κλίσεως· τὸ γὰρ «ἄξετε δὲ Πριάμοιο βίαν» (Γ 105) καὶ «οἴσετε πῦρ (Ο 718)» ὡς ἀπὸ τοῦ ἀξέτω καὶ οἰσέτω ποιεῖ. ἀπὸ γὰρ τοῦ | |
15 | ἀξάτω ἄξατε εἶχεν εἶναι καὶ ἀπὸ τοῦ οἰσάτω οἴσατε. ταῦτα ὁ Ἡρω‐ διανὸς πάντα οὐ λέγει εἶναι προστακτικὰ αʹ ἀορίστου καὶ μέλλοντος, ἀλλ’ ἐνεστῶτος καὶ παρατατικοῦ, τοῦ μέλλοντος κατὰ ποιητικὴν ἄδειαν μετενεχθέντος εἰς ἐνεστῶτα, καὶ λοιπὸν τοῦ ἐνεστῶτος κλιθέντος εἰς παρατατικὸν καὶ ἀπὸ τοῦ παρατατικοῦ ἀκολούθως προενεχθέντος τοῦ | |
20 | προστακτικοῦ. | |
22 | An. Par. III 332, 6 (Ep. Cr. I 262, 19, E. M. 562, 8): λεύσετε: Ἀρίσταρχος ἓν ς γράφει· ἐγὼ δὲ ἐνεστῶτα αὐτὸ λέγω ὡς ἀπὸ τοῦ μέλλοντος ὥσπερ καὶ τὸ «ἄξετε» καὶ «οἴσετε» καὶ «καταβήσεο δίφρου» | |
25 | (Ε 109). | |
27 | E. M. 646, 20: τὸ «ὄψεσθε Τρῶες καὶ Τρῳάδες» (Ω 704) ἐνεστῶτα εἶναί φησιν Ἡρωδιανὸς ἀπὸ τοῦ ὄψομαι γενόμενον μέλλοντος· οὐ γὰρ μαντεύεται αὐτοῖς, φησίν, ἀλλ’ ἀντὶ τοῦ ἴδετε καὶ πάλιν «ἀλλ’ | |
30 | ὄψεσθ’ ἵνα τώγε καθεύδετον» (θ 313). Choer. 755, 34: τὰ εἰς μην ἔχοντα τὸ μ κλιτικὸν εἴτε παθητικὰ εἴτε μέσα τοῦ ἰδίου βʹ προσώπου ἀποβάλλοντα τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν τὸ προστακτι‐ κὸν ποιεῖ, τοῦ αὐτοῦ δηλονότι τόνου φυλαττομένου οἷον ἐτυπτόμην ἐτύπτου τύπτου, ἐγραφόμην ἐγράφου γράφου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐβοώμην ἐβοῶ | |
35 | βοῶ, ἐχρυσούμην ἐχρυσοῦ χρυσοῦ, ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπε‐ ποίησο πεποίησο, ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύγου νύγου, ἐπυθόμην ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου. ταῦτα δέ, φημὶ τὰ προστακτικὰ τοῦ βʹ μέσου ἀορίστου, οἱ Ἀθηναῖοι περισπῶσιν οἷον τυποῦ καὶ λαβοῦ καὶ νυγοῦ καὶ πυ‐ | |
θοῦ. ὑπεξαιρείσθω δὲ ὁ πρῶτος μέσος ἀόριστος. ἐκεῖνος γὰρ εἰς μην λήγει καὶ | 818 | |
3,2819 | ἔχει τὸ μ κλιτικόν, καὶ ὅμως οὐκ ἀποβάλλει τοῦ ἰδίου βʹ προσώπου τὴν ἐν ἀρ‐ χαῖς κλιτικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προστακτικὸν οἷον ἐτυψάμην ἐτύψω. οὐ λέγο‐ μεν τὸ προστακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιησάμην ἐποιήσω, οὐ λέγο‐ μεν τὸ προστακτικὸν ποιήσω ἀλλὰ ποίησαι, καὶ πάλιν ἐλουσάμην ἐλούσω, οὐ λέγομεν | |
5 | τὸ προστακτικὸν λούσω ἀλλὰ λοῦσαι. πρόσκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλι‐ τικὸν» διὰ τὸ ἐδάμην. τοῦτο γὰρ εἰς μην λήγει καὶ ὅμως εἰς θι ἔχει τὸ προσ‐ τακτικὸν οἷον δάμηθι, καὶ οὐκ ἀπὸ τοῦ ἰδίου βʹ προσώπου ποιεῖ αὐτὸ κατὰ ἀπο‐ βολὴν τῆς κατ’ ἀρχὴν κλιτικῆς ἐκτάσεως· ἐδάμης γάρ ἐστι τὸ βʹ πρόσωπον καὶ οὐ γίνεται τὸ βʹ πρόσωπον δάμης· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ οὐκ | |
10 | ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό. δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ μ. Choer. 758, 7: πᾶν βʹ πρόσωπον πληθυντικὸν ὁριστικὸν εἴτε ἐνεργητικὸν εἴτε παθητικὸν εἴτε μέσον τροπῇ τοῦ ε εἰς ω προστακτικὸν τρίτον ἑνικὸν γίνεται ἐνεργητικὸν ἢ παθητικὸν ἢ μέσον, δηλονότι καὶ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως | |
15 | ἀποβαλλομένης χωρὶς τοῦ παρακειμένου· καὶ ἐπὶ τῶν ἐνεργητικῶν ἁρμόζει ὁ αὐτὸς λόγος οἷον ἐτύπτετε τυπτέτω, ἐγράφετε γραφέτω, ἐποιεῖτε ποιείτω, ἐβοᾶτε βοάτω, ἐχρυσοῦτε χρυσούτω, ἐτύψατε τυψάτω, ἐποιήσατε ποιησάτω, ἐλάβετε λαβέτω, ἐτύπετε τυπέτω, ἐνύγετε νυγέτω. δεῖ προσθεῖναι, χωρὶς τοῦ ἐνεργητι‐ κοῦ παρακειμένου καὶ τοῦ μέσου, τετύφατε γὰρ καὶ τετύπατε τὸ ὁριστικὸν διὰ | |
20 | τοῦ α, τὸ δὲ προστακτικὸν τετυφέτω καὶ τετυπέτω διὰ τοῦ ε· ἀπὸ γὰρ τοῦ τέτυφε σύ καὶ τέτυπε σύ γέγονε ταῦτα προσθέσει τῆς τω. Choer. 760, 17: οἱ δύο ἀόριστοι οἱ παθητικοί, φημὶ δὲ ὁ αʹ καὶ ὁ βʹ, κατὰ τὸ γʹ ἑαυτῶν πρόσωπον προσλαμβάνοντες τὴν θι συλλαβήν, ἀλλὰ καὶ τὴν ἐν ἀρ‐ χαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντες, τὸ προστακτικὸν ποιοῦσιν ἑαυτῶν τε καὶ τῶν | |
25 | μελλόντων· ὁ αʹ ἀόριστος τοῦ αʹ ἀορίστου καὶ μέλλοντος αʹ καὶ ὁ βʹ ἀόριστος τοῦ βʹ ἀορίστου καὶ μέλλοντος οἷον ἐτύφθη τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δα‐ σέων κατὰ μετάθεσιν τοῦ θ εἰς τ τύφθητι, ἐλέχθη λέχθηθι, καὶ διὰ τὴν ἐπαλλη‐ λίαν τῶν δασέων κατὰ μετάθεσιν τοῦ θ εἰς τ λέχθητι, ἐνύγη νύγηθι, ἐστάλθη στάλθητι, ἐδάρη δάρηθι· εἰς θι δὲ ταῦτα ἔχει τὸ προστακτικόν, ἐπειδὴ εἰς ς μετ’ | |
30 | ὀξείας τάσεως ἔχει τὴν μετοχὴν οἷον τυφθείς τυφθέντος, δαρείς δαρέντος· τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως οἷον ἱστάς ἱστάντος ἵσταθι, διδούς διδόντος δίδοθι, ζευγνύς ζευνύντος ζεύγνυθι, πηγνύς πηγνύντος πήγνυθι, στάς στάντος στῆθι, βάς βάντος βῆθι, γνούς γνόντος γνῶθι, οὕτως οὖν καὶ τυπείς τυπέντος τύπηθι, τυφθείς τυφθέντος τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δα‐ | |
35 | σέων τύφθητι κατὰ μετάθεσιν τοῦ θ εἰς τ. δεῖ δὲ γινώσκειν, ὅτι τότε τρέπεται τὸ θ εἰς τ ἐν τοῖς εἰς θι προστακτικοῖς ἡνίκα προηγεῖται ἕτερον θ οἷον τύφθηθι τύφθητι, λέχθηθι λέχθητι, νύχθηθι νύχθητι, ἡνίκα δὲ μὴ προηγεῖται ἕτερον θ, οὐ τρέπεται τὸ θ εἰς τ οἷον φαθί ἀντὶ τοῦ εἰπέ, ὡς παρ’ Ἀριστοφάνει ἐν Ἱππεῦσι (23) «αὐτὸ φαθί». σεσημείωται ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι τὰ ἔχοντα τὴν | |
40 | μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως εἰς θι ποιεῖ τὸ προστακτικόν, τὸ δός, θές, ἕς, σημαίνει δὲ τὸ πέμψον, ἐξ οὗ ἐν συνθέσει τὸ ἄφες καὶ πρόες καὶ πάρες καὶ μέθες· ταῦτα γὰρ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως οἷον δούς δόντος, θείς θέντος, εἵς ἕντος, ἐξ οὗ καὶ τὸ ἀφείς ἀφέντος, οὐκ ἐγένετο εἰς θι ἐν τοῖς προσ‐ τακτικοῖς, δός γὰρ καὶ θές καὶ ἕς τὰ προστακτικά. πρόσκειται ἐν τῷ κανόνι, | |
45 | «μετ’ ὀξείας τάσεως οἷον τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως», διὰ τὸ τύψας τύψαντος· αὕτη γὰρ εἰς ς λήγει, καὶ ἐπειδὴ οὐκ ἔστιν ὀξυνομένη, οὐ | |
ποιεῖ τὸ προστακτικὸν εἰς θι, τύψον γὰρ τὸ προστακτικόν. | 819 | |
3,2820(2) | Choer. 765, 13: ἄξιόν ἐστι ζητῆσαι τοῦτο, εἰ ἄρα τὰ εἰς μην ἔχοντα τὸ μ κλιτικὸν εἴτε παθητικὰ εἴτε μέσα τοῦ ἰδίου δευτέρου προσώπου ἀποβάλλοντα τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν τὸ προστακτικὸν ποιεῖ οἷον | |
5 | ἐτυπτόμην ἐτύπτου τύπτου καὶ ἐπὶ τοῖς ὁμοίοις, διατί ὁ αʹ μέσος ἀόρι‐ στος εἰς μην λήγων καὶ ἔχων τὸ μ κλιτικὸν οὐκ ἀποβάλλει τοῦ ἰδίου δευτέρου προσώπου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προσ‐ τακτικὸν οἷον ἐτυψάμην ἐτύψω, καὶ οὐ λέγομεν τὸ προστακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιησάμην ἐποιήσω, καὶ οὐ λέγομεν τὸ προσ‐ | |
10 | τακτικὸν ποιήσω ἀλλὰ ποίησαι; ἐν ταὐτῷ δὲ ζητοῦμεν καὶ διὰ ποίαν αἰτίαν εἰς τὴν αι δίφθογγον λήγει τὸ προστακτικὸν τοῦ αʹ μέσου ἀορί‐ στου καὶ μέλλοντος οἷον ποίησαι, λοῦσαι, κτῆσαι, ἄσπασαι, κατάδεξαι, ἁμίλλησαι, λόγισαι. καὶ λέγει ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν· ὅτι διὰ τοῦτο βʹ πρόσωπον τοῦ μέσου ἀορίστου πρώτου καὶ μέλλοντος | |
15 | ἀποβάλλων τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν οὐ ποιεῖ τὸ προσ‐ τακτικὸν οἷον ἐτυψάμην ἐτύψω οὐ γίνεται τύψω, ἐπειδὴ τὰ εἰς μην ἔχοντα τὸ μ κλιτικὸν τότε ἔχει τὰ ἴδια προστακτικὰ ὁμοιοκατάληκτα τοῖς ἰδίοις δευτέροις προσώποις, ἡνίκα καὶ τὸ προστακτικὸν τὸ ἐνερ‐ γητικὸν ἢ ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριστικῷ ἢ εἰς θι λήγει οἷον ἔτυ‐ | |
20 | πτον ἔτυπτες ἔτυπτε τύπτε ὁμοιοκαταλήκτως, ἀλλὰ καὶ ἐτυπτόμην ἐτύπτου τύπτου ὁμοιοκαταλήκτως. πάλιν ἔστιν ἔτυπον ἔτυπες τύπε ὁμοιοκαταλήκτως καὶ ἐτυπόμην ἐτύπου τύπου καὶ τυποῦ Ἀττικῶς ὁμοιο‐ καταλήκτως. πάλιν ἔστιν τέτυφα ὅθεν τετύφω ἐτέτυφον ἐτέτυφε καὶ τέτυφε σύ τὸ προστακτικὸν ὁμοιοκαταλήκτως, ἀλλὰ καὶ ἐτετύμμην ἐτέτυψο | |
25 | τέτυψο ὁμοιοκαταλήκτως. καὶ πάλιν ἐδίδων ἐδίδως ἐδίδω καὶ τὸ προσ‐ τακτικὸν δίδοθι εἰς θι λήγει, ἀλλὰ καὶ ἐδιδόμην ἐδίδοσο δίδοσο ὁμοιοκατα‐ λήκτως. καὶ πάλιν ἵστην ἵστης ἵστη καὶ τὸ προστακτικὸν ἵσταθι εἰς θι λήγει, καὶ ἱστάμην ἵστασο τὸ προστακτικὸν ὁμοιοκαταλήκτως. καὶ πάλιν ἐπήγνυν ἐπήγνυς ἐπήγνυ καὶ τὸ προστακτικὸν πήγνυθι εἰς θι λήγει, | |
30 | ἀλλὰ καὶ ἐπηγνύμην ἐπήγνυσο πήγνυσο ὁμοιοκαταλήκτως. εἰ οὖν τὸ προστακτικὸν τοῦ αʹ ἀορίστου ἐνεργητικοῦ οὔτε ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριστικῷ, οὔτε εἰς θι λήγει, ἔτυψε γὰρ τὸ ὁριστικὸν καὶ τύψον τὸ προστακτικόν, δηλονότι εἰκότως οὐ δύναται τὸ προστακτικὸν τοῦ αʹ μέσου ἀορίστου ὁμοιοκαταληκτεῖν τῷ βʹ προσώπῳ τοῦ μέσου αʹ ἀορί‐ | |
35 | στου ὁριστικοῦ. διατί δὲ εἰς τὴν αι δίφθογγον λήγει τὸ προστακτικὸν τοῦ αʹ μέσου ἀορίστου, λέγει ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν· ἡ αι δίφθογγος εὑρίσκεται ἐν πάσαις ταῖς λοιπαῖς ἐγκλίσεσι· καὶ γὰρ ἐν τοῖς ἀπαρεμφάτοις εὑρίσκεται οἷον τύψαι ποιῆσαι, καὶ ἐν τοῖς εὐκτικοῖς οἷον ποιήσαιμι ποιήσαις ποιήσαι, καὶ ἐν τοῖς ὑποτακτικοῖς οἷον ἐὰν | |
40 | τύπτωμαι, καὶ ἐν τοῖς ὁριστικοῖς οἷον τύπτομαι. ἐπειδὴ οὖν ἐν πάσαις | 820 |
3,2821 | ταῖς ἐγκλίσεσιν εὑρίσκεται ἡ αι δίφθογγος, εἰκότως καὶ τὸ προστακτικὸν τοῦ αʹ μέσου ἀορίστου εἰς τὴν αι δίφθογγον λήγει οἷον ποίησαι κατά‐ δεξαι ἄσπασαι, ἵνα εὑρεθῇ καὶ ἐν τοῖς προστακτικοῖς ἡ αι δίφθογγος. | |
4t | (Περὶ εὐκτικῶν). | |
5 | Choer. 771, 25: ἰστέον ὅτι πολλὴν ὁμοιότητα ἔχει τὰ εὐκτικὰ πρὸς τὴν δοτι‐ κήν· ὥσπερ γὰρ τὸ ι χαρακτηριστικόν ἐστι τῆς δοτικῆς οἷον τῷ καλῷ, τῷ Αἴαντι, τὸν αὐτὸν τρόπον τὸ ι χαρακτηριστικόν ἐστι τῶν εὐκτικῶν οἷον τύπτοιμι τυπτοί‐ μην τυφθείην. ἀλλ’ ἐν μὲν τῇ δοτικῇ κατὰ τὸ τέλος εὑρίσκεται τὸ ι οἷον τῷ σοφῷ, ἐν δὲ τοῖς εὐκτικοῖς κατὰ τὴν παραλήγουσαν οἷον τύπτοιμι τυπτοίμην | |
10 | τυφθείην. ἄλλως τε δὲ ἐν μὲν τῇ δοτικῇ οὐ πάντως εὑρίσκεται τὸ ι ἐν διφθόγγῳ οἷον Αἴαντι, βότρυϊ, ἐν δὲ τοῖς εὐκτικοῖς πάντως ἐν διφθόγγῳ εὑρίσκεται τὸ ι οἷον τύπτοιμι τυφθείη. πλησιάζει δὲ καὶ κατ’ ἄλλο τὰ εὐκτικὰ τῇ δοτικῇ· ὥσπερ γὰρ ἐν ταῖς εἰς ω ληγούσαις δοτικαῖς οὐ προσγράφουσιν οἱ Αἰολεῖς τὸ ι οἷον Ὁμήρω, ἀνθρώπω, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν εὐκτικῶν πολλάκις ἀποβάλλουσι τὸ ι. ἔστι | |
15 | γὰρ λάχοιμι, λάχοις, λάχοι· τοῦτο γίνεται Ἀττικῶς λαχοίην λαχοίης λαχοίη, ὥσπερ ἐτύφθην ἐτύφθης ἐτύφθη, καὶ ἀποβάλλουσιν οἱ Αἰολεῖς τὸ ι καὶ λέγουσι λαχόης. Δεῖ δὲ γινώσκειν ὅτι τὰ εὐκτικὰ ἢ εἰς μι λήγει ἢ εἰς μην ἢ εἰς ην καθαρὸν οἷον τύπτοιμι τυπτοίμην τυφθείην. καὶ τὰ μὲν εἰς μι ἐνεργητικά ἐστιν ἢ μέσα, οὐδέποτε δὲ παθητικά· ἐνεργητικὰ μὲν οἷον τύπτοιμι, βοῷμι, χρυσοῖμι, τετύφοιμι, | |
20 | μέσα δὲ οἷον τετύποιμι, δεδούποιμι, πεποίθοιμι. τὰ δὲ εἰς μην παθητικά ἐστιν ἢ μέσα, οὐδέποτε δὲ ἐνεργητικά· παθητικὰ μὲν οἷον τυπτοίμην, λεγοίμην, χρυσοί‐ μην, μέσα δὲ οἷον τυψαίμην λαβοίμην. τὰ δὲ εἰς ην καθαρὸν ἢ παθητικά ἐστιν ἢ ἐνεργητικά, οὐδέποτε δὲ μέσα· ἐνεργητικὰ μὲν οἷον τιθείην, ἱσταίην, γνοίην, δοίην, παθητικὰ δὲ οἷον τυφθείην, δαρείην, νυγείην. καὶ ἰστέον ὅτι ὅσα μὲν ἔχει εἰς | |
25 | μενος τὴν μετοχήν, εἰς μην ἔχει τὸ εὐκτικὸν οἷον τυπτόμενος τυπτοίμην, τυφθη‐ σόμενος τυφθησοίμην, τυψάμενος τυψαίμην· ὅσα δὲ ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, εἰς ην καθαρὸν ἔχει τὸ εὐκτικὸν οἷον τυφθείς τυφθέντος τυφθείην, δαρείς δαρέντος δαρείην, ἱστάς ἱστάντος ἱσταίην, δούς δόντος δοίην, γνούς γνόντος γνοίην. τὰ δὲ μηδὲν τούτων ἔχοντα [τουτέστι | |
30 | μήτε εἰς μενος ἔχοντα τὴν μετοχὴν μήτε εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην] εἰς μι ἔχει τὸ εὐκτικὸν οἷον τύπτων τύπτοντος τύπτοιμι, βοῶν βοῶντος βοῷμι, τετυφώς τετυφότος τετύφοιμι. τοῦτο γὰρ ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, ἀλλ’ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, ἵνα ποιήσωμεν εἰς ην τὸ εὐκτικόν. δεῖ δὲ γινώσκειν ὅτι πολλάκις εὑρίσκομεν εἰς ην καθαρὸν | |
35 | εὐκτικὰ μὴ οὔσης τῆς μετοχῆς εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομέ‐ νης, περιπατοίην, περιπατῶν γὰρ περιπατοῦντός ἐστιν ἡ μετοχὴ [διὰ τοῦ ντ κλι‐ νομένη, μὴ οὔσης τῆς μετοχῆς, ἤγουν τῆς εὐθείας, εἰς ς μετ’ ὀξείας τάσεως]. τοῦτο δὲ ὁ μὲν Ἀπολλώνιος σχηματίζει οὕτως, λέγων, ὅτι ἔστι περιπατοῖμι περι‐ πατοῖς περιπατοῖ καὶ Ἀττικῶς γίνεται περιπατοίη κατὰ πλεονασμὸν τοῦ η καὶ | |
40 | ἐπειδὴ πᾶν τρίτον πρόσωπον εἰς η καταλῆγον προσθέσει τοῦ ς ποιεῖ τὸ βʹ πρόσ‐ ωπον, καὶ τροπῇ τοῦ ς εἰς ν ποιεῖ τὸ αʹ οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, ἐδάρη ἐδάρης ἐδάρην, ἐνύγη ἐνύγης ἐνύγην, τούτου χάριν ἐγένετο τὸ βʹ πρόσωπον προσ‐ θέσει τοῦ ς περιπατοίης καὶ τροπῇ τοῦ ς εἰς τὸ ν περιπατοίην τὸ πρῶτον. | |
45 | Choer. 773, 13: ὁ δὲ Ἡρωδιανὸς ἀλλοίως σχηματίζει αὐτὸ λέ‐ | |
γων, ὅτι ἀπὸ τοῦ περιπατοῖμι τροπῇ τῆς μι εἰς ην καὶ ἐκ τούτου τὸ | 821 | |
3,2822 | βʹ πρόσωπον περιπατοίης τροπῇ τοῦ ν εἰς ς καὶ τὸ γʹ περιπατοίη ἀπο‐ βολῇ τοῦ ς, ὥσπερ ἐτύφθην ἐτύφθης ἐτύφθη, ἐδάρην ἐδάρης ἐδάρη, τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν ὅτι τὸ τρέφοιν, ὡς παρ’ Εὐρι‐ πίδῃ (fr. 152 Dind.) | |
5 | ἄφρων ἂν εἴην εἰ τρέφοιν τὰ τῶν πέλας γέγονε τοῦτον τὸν τρόπον· ἔστι τρεφοίην ὡς περιπατοίην καὶ λοιπὸν ἀπὸ τοῦ τρεφοίην κατὰ συγκοπὴν τοῦ η γέγονε τρέφοιν. Choer. 773, 33 et 774, 10: πάντα τὰ εὐκτικὰ εἴτε εἰς μι λήγει εἴτε εἰς μην εἴτε εἰς ην καθαρὸν διφθόγγῳ θέλει παραλήγεσθαι τῇ μετὰ τοῦ ι· οἷον τύπτοιμι πε‐ | |
10 | ποιῄμην τυπτοίμην τυψαίμην τυφθησοίμην τυφθείης νυγείην γνοίην δοίην. καὶ φυλάττει τὴν δίφθογγον καὶ ἐν τοῖς ἑνικοῖς καὶ ἐν τοῖς δυϊκοῖς καὶ ἐν τοῖς πληθυντικοῖς. δεῖ δὲ προσθεῖναι, χωρὶς τῆς δʹ συζυγίας τῶν εἰς μι· ταῦτα γὰρ οὐ παραλήγεται τῇ διφθόγγῳ· ζευγνύην γὰρ καὶ ὀμνύην χωρὶς τοῦ ι. Formas ὀμνύην, ζευγνύην, πηγνύην ι destitutas eodem modo quo ab Apol‐ | |
15 | lonio, de quo cf. Skrzeczka Apollon. Lehre vom Verbum I 6, ab Herodiano expli‐ catas arbitror: Choer. 774, 13: καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν, ὅτι τὸ ζευγνύην καὶ τὸ πηγνύην καὶ τὸ ὀμνύην προσθέσει τοῦ μ παθητικὰ γίνεται οἷον ζευγνύμην, πηγνύμην, ὀμνύμην. εἰ εἶχον τὸ ι κατὰ τὴν παραλήγουσαν, ἤμελλον ἀποβάλλειν αὐτὸ ἐν τοῖς παθητικοῖς, ἐπειδὴ μετὰ τὴν υι δίφθογγον σύμ‐ | |
20 | φωνον οὐχ εὑρίσκεται ἐπιφερόμενον οἷον ἅρπυια, μυῖα, υἱός· ὃ οὖν εἶχον ἀπο‐ βάλλειν ἐν τοῖς παθητικοῖς, προαπέβαλον ἐν τοῖς ἐνεργητικοῖς. τούτου οὖν χάριν τὰ εὐκτικὰ ἐπὶ τῆς δʹ συζυγίας τῶν εἰς μι οὐ παραλήγεται διφθόγγῳ. Choer. 777, 12: ἰστέον ὅτι τὰ εἰς μεν εὐκτικά, εἰ μὲν διφθόγγῳ παραλήγε‐ ται, ἀποβολῇ τοῦ μ τὸ γʹ πρόσωπον τῶν πληθυντικῶν ποιεῖ οἷον τύπτοιμεν τύ‐ | |
25 | πτοιεν, λέγοιμεν λέγοιεν, τύψαιμεν τύψαιεν, τύψοιμεν τύψοιεν, τετύφοιμεν τετύ‐ φοιεν, ποιοῖμεν ποιοῖεν, βοῷμεν βοῷεν, γελῷμεν γελῷεν, τρυγῷμεν τρυγῷεν, χρυσοῖμεν χρυσοῖεν. εἰ δὲ ἑνὶ φωνήεντι παραλήγεται, τροπῇ τῆς μεν εἰς σαν τὸ γʹ πρόσωπον τῶν πληθυντικῶν ποιεῖ οἷον τυφθείημεν τυφθείησαν, δαρείημεν δα‐ ρείησαν, νυγείημεν νυγείησαν. ἀμέλει ἀπὸ τοῦ δοίημεν καὶ τὸ γʹ πρόσωπον τῶν | |
30 | πληθυντικῶν δοίησαν γίνεται, ἐπειδὴ ἑνὶ φωνήεντι παραλήγεται· ἡνίκα δὲ γένη‐ ται κατὰ συγκοπὴν τοῦ η δοῖμεν δ’ Ἀτρείδαο θυγατρῶν εἶδος ἀρίστην (Ν 378), τότε τὸ γʹ τῶν πληθυντικῶν δοῖεν γίνεται κατὰ ἀποβολὴν τοῦ μ, ἐπειδὴ διφθόγγῳ παραλήγεται οἷον | |
35 | ὑμῖν μὲν θεοὶ δοῖεν· (Α 18). Choer. 777, 29: κανονίζεται τὸ εὐκτικὸν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελικοῦ τοῦτον τὸν τρό‐ πον· ἡ γενικὴ τῆς μετοχῆς τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ καὶ ἡ γενικὴ τῆς μετοχῆς τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ | |
40 | τὴν τελευταίαν συλλαβὴν εἰς μι καὶ πρὸ τοῦ μι δεχόμεναι τὸ ι τὸ εὐκτικὸν ποι‐ οῦσιν ἡ ἐνεργητικὴ τὸ ἐνεργητικὸν καὶ ἡ μέση τὸ μέσον οἷον τετυφότος τετύφοιμι, πεποιηκότος πεποιήκοιμι, τετυπότος τετύποιμι, δεδουπότος δεδούποιμι, πεποι‐ θότος πεποίθοιμι. ἰστέον δὲ ὅτι ταῦτα, εἰ καὶ ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, ἀλλ’ οὖν οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην οἷον τετυφώς τετυφό‐ | |
45 | τος, πεποιθώς πεποιθότος, καὶ τούτου χάριν οὐκ ἔχει εἰς ην καθαρὸν τὸ εὐκτι‐ | 822 |
3,2823 | κόν· ἐκεῖνα γὰρ εἰς ην καθαρὸν ἔχει τὸ εὐκτικὸν ὅσα ἔχει μετ’ ὀξείας τάσεως τὴν μετοχὴν εἰς ς καὶ διὰ τοῦ ντ κλινομένην οἷον τυφθείς τυφθέντος τυφθείην, δαρείς δαρέντος δαρείην, νυγείς νυγέντος νυγείην, γνούς γνόντος γνοίην. σεσημείωται τὸ εἰδείην, τοῦτο γὰρ εἰ καὶ ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως οἷον εἰδώς | |
5 | εἰδότος, ἀλλ’ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, καὶ οὐκ ὤφειλεν εἰς ην καθαρὸν ἔχειν τὸ εὐκτικόν. ἀλλ’ ἔστιν εἰπεῖν ὅτι ὥσπερ ἀπὸ τοῦ περιπατοῖμι γέγονε περιπατοίην Ἀττικῶς κατὰ τροπὴν τῆς μι εἰς ην, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἰδώς εἰδότος γέγονεν εἴδοιμι, ὥσπερ τετυφώς τετυφότος τετύφοιμι, καὶ ἀπὸ τοῦ εἴδοιμι γέγονεν εἰδοίην κατὰ τροπὴν Ἀττικὴν τῆς μι εἰς ην καὶ κατὰ τρο‐ | |
10 | πὴν τοῦ ο εἰς τὸ ε εἰδείην. Choer. 778, 28: ἰστέον ὅτι τύψαντος ἔστιν ἡ γενικὴ τῆς μετοχῆς, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς μι καὶ πρὸ τοῦ μ δεχομένη τὸ ι καὶ ἀπο‐ βάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοιχεῖα, φημὶ δὲ τὸ ν, τὸ εὐκτικὸν ποιεῖ οἷον τύψαιμι· εἰ γὰρ καὶ εἶχε τὴν μετοχὴν τούτου εἰς ς καὶ διὰ τοῦ ντ κλι‐ | |
15 | νομένην, ἀλλ’ οὐκ ἔχει αὐτὴν ὀξύτονον, καὶ τούτου χάριν οὐκ ἔχει εἰς ην καθα‐ ρὸν τὸ εὐκτικόν. δεῖ δὲ γινώσκειν ὅτι τὰ εὐκτικὰ τοῦ αʹ ἀορίστου ἐνεργητικοῦ οἱ Αἰολεῖς διὰ τοῦ εια προφέρονται οἷον τύψαιμι τύψεια, ὑποστρέψαιμι ὑποστρέψεια. καὶ τῷ μὲν αʹ προσώπῳ οἱ Αἰολεῖς μόνοι κέχρηνται, τῷ δὲ δευτέρῳ καὶ τρίτῳ καὶ οἱ Ἀθηναῖοι οἷον τύψειας τύψειε, καὶ τύψειαν τὸ γʹ τῶν πληθυντικῶν· τίσειας | |
20 | τίσειε καὶ τίσειαν τὸ γʹ τῶν πληθυντικῶν, ὡς παρὰ τῷ ποιητῇ (Α 42) τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσι καὶ πάλιν ὑποστρέψειας μηδέτι σοῖσι πόδεσσι ὑποστρέψειας (Γ 407) καὶ ὑποστρέψειαν τὸ πληθυντικόν. | |
26 | Il. Pr. Ψ 361: προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ σὺν τῷ ι τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀσκαλωνίτης, ἐκ τοῦ μεμνέοιτο ἡγού‐ μενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐστὶν ὁ σχημα‐ τισμὸς καὶ προπερισπᾶται ἐν Κύρου παιδείας πρώτῳ (6, 3) «ἀλλ’ ὅτε | |
30 | τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο». τὸ δὲ ἀνάλογον διὰ τοῦ η προσκειμένου τοῦ ι παρ’ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου» καὶ πάλιν προπερισπα‐ στέον. ἐν ἑτέροις μέντοι ἐντελῶς περὶ τοῦ σχηματισμοῦ διέλαβον. | |
34t | (Περὶ ὑποτακτικῶν). | |
35 | Choer. 794, 17: πᾶν ἐνεργητικὸν ἢ μέσον ἢ παθητικὸν ὑποτακτικὸν μὴ ἔχοντος τὸ μ κλιτικὸν τοῦ ἰδίου ὁριστικοῦ παρῳχημένου τοῦτον τὸν τρόπον κανονίζεται· πᾶς παρῳχημένος ὁριστικὸς εἴτε ἐνεργητικὸς εἴτε μέσος εἴτε παθητικὸς μὴ ἔχων τὸ μ κλιτικὸν τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ω μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν τὸ ὑποτακτικὸν ποιεῖ οἷον ἔτυπτον ἐὰν τύπτω, ἔλε‐ | |
40 | γον ἐὰν λέγω, ἔγραφον ἐὰν γράφω, ἐποίουν ἐὰν ποιῶ, ἐβόων ἐὰν βοῶ, ἐχρύσουν ἐὰν χρυσῶ, ἔμαθον ἐὰν μάθω, ἔλαβον ἐὰν λάβω, ἔτυπον ἐὰν τύπω, ἔφαγον ἐὰν φάγω, ἔτυψα ἐὰν τύψω, ἐποίησα ἐὰν ποιήσω, ἐνόησα ἐὰν νοήσω, ἐλάλησα ἐὰν λαλήσω, ἐτετύφειν ἐὰν τετύφω, ἐπεποιήκειν ἐὰν πεποιήκω, ἐτετύπειν ἐὰν τετύπω, | |
ἐδεδούπειν ἐὰν δεδούπω, ἐστάλκειν ἐὰν ἐστάλκω, ἐφθάρκειν ἐὰν ἐφθάρκω· ἐπὶ | 823 | |
3,2824 | τούτων δέ, φημὶ δὴ ἐπὶ τοῦ ἐὰν ἐστάλκω καὶ ἐὰν ἐφθάρκω, ἐφυλάχθη ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκτασις, ἐπειδὴ ἡ ἄρχουσά ἐστι τοῦ παρακειμένου [ἔφθαρκα καὶ ἔσταλκα]. ὁ δὲ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν. εἰ οὖν ἀπεβλήθη ἐπὶ τούτων ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκτασις, ηὑρίσκετο ἡ ἄρχουσα τοῦ | |
5 | παρακειμένου ἀποβαλλομένη, ὅπερ ἐστὶν ἀδύνατον. πάλιν ἐτύφθην ἐὰν τυφθῶ, ἐτύπην ἐὰν τυπῶ, ἐνύγην ἐὰν νυγῶ, ἐδάμην ἐὰν δαμῶ· τοῦτο γὰρ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν. Choer. 806, 5: πᾶς παρῳχημένος ὁριστικὸς ἔχων τὸ μ κλιτικόν, εἴτε παθη‐ τικὸς εἴτε μέσος, τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς μαι καὶ τὸ παραλῆγον | |
10 | φωνῆεν εἰς ω μετὰ τὸ ἀποβαλεῖν τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, δηλονότι χωρὶς τοῦ παρακειμένου, οὗτος γὰρ οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσι, τὸ ὑποτακτικὸν ποιεῖ· οἷον ἐτυπτόμην ἐὰν τύπτωμαι, ἐλεγόμην ἐὰν λέγωμαι, ἐποιούμην ἐὰν ποιῶ‐ μαι, ἐβοώμην ἐὰν βοῶμαι, ἐχρυσούμην ἐὰν χρυσῶμαι, ἐτυψάμην ἐὰν τύψωμαι | |
15 | ἐποιησάμην ἐὰν ποιήσωμαι, ἐτυπόμην ἐὰν τύπωμαι, ἐλαβόμην ἐὰν λάβωμαι, ἐτιθέμην ἐὰν τιθῶμαι, ἱστάμην ἐὰν ἱστῶμαι, ἐδιδόμην ἐὰν διδῶμαι, ἐδυνάμην ἐὰν δύνωμαι, ἐκρεμάμην ἐὰν κρέμωμαι, ἐπιστάμην ἐὰν ἐπίστωμαι, ἐπεποιήμην ἐὰν πεποιῶμαι, ἐκεκτήμην ἐὰν κεκτῶμαι, ἐμεμνήμην ἐὰν μεμνῶμαι. ἐὰν δὲ εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ μ ἕτερον σύμφωνον, τότε τὸ ὑποτακτι‐ | |
20 | κὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος οἷον τέτυμμαι ἐὰν τετυμ‐ μένος ὦ, λέλεγμαι ἐὰν λελεγμένος ὦ, ἔσπαρμαι ἐὰν ἐσπαρμένος ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένος ὦ. πρόσκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλιτικὸν» διὰ τὸ ἐδά‐ μην. τούτου γὰρ τὸ ὑποτακτικὸν οὐκ ἔστιν εἰς μαι, ἀλλ’ εἰς ω οἷον δαμῶ, ἀλλ’ οὐκ ἔχει τὸ μ κλιτικόν, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό· | |
25 | δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ μ κλιτικόν. | |
26t | (Περὶ μετοχῶν). | 824 |