TLG 0087 019 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ μετοχῶν Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Περὶ μετοχῶν Citation: Part+volume — page — (line) | ||
5t | ΠΕΡΙ ΜΕΤΟΧΩΝ. | |
---|---|---|
7 | Mon. 5, 26: τὰ ἄλλα μέρη τοῦ λόγου σχεδὸν ὡς ἐπὶ πλεῖστον προτίθεται, αἱ δὲ μετοχαὶ ἀεὶ δεύτεραι τῶν ῥημάτων τὴν κίνησιν ἔχου‐ σιν, ὡς δείκνυται ἐν τῷ περὶ μετοχῶν. | |
11 | Choer. 817, 23: αἱ μετοχαὶ ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι, οὐδέ‐ ποτε δὲ σύνθετοι· ἢ γὰρ ἀπὸ ἁπλῶν ῥημάτων παράγονται καί εἰσιν ἁπλαῖ οἷον τύπτω τύπτων ἢ ἀπὸ συνθέτων ῥημάτων παράγονται καί εἰσι παρα‐ σύνθετοι οἷον καταγράφω καταγράφων, ἀναγινώσκω ἀναγινώσκων χωρὶς | |
15 | τῆς ἀέκων μετοχῆς. αὕτη γὰρ σύνθετός ἐστιν. ἀπὸ γὰρ τῆς ἑκών γέ‐ γονεν ἐν συνθέσει ἀέκων. οὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέ‐ σει, ἵνα παρασύνθετον αὐτὴν εἴπωμεν, ἀλλ’ ἐν μετοχῇ ἐγένετο ἡ σύνθεσις. | |
19 | Ioann. Alex. 18, 29: ἔτι ἔστι πάντες πάντων, οὐχ ὅτι ἐκ τοῦ | |
20 | ἅπαντος, ὥς τινές φασιν, ἀφαιρέσει τοῦ α γέγονεν· ἐπεὶ ἔδει καὶ τὸ | 784 |
3,2785 | παντός καὶ τὸ παντί βαρύνεσθαι, ἐκ τοῦ ἅπαντος ἅπαντι ἀφῃρημένα· ἀλλ’ ὅτι μετοχῆς εἴληφεν ἀναλογίαν, ὡς ἐν τῷ περὶ μετοχῶν δέ‐ | |
δεικται, ᾧ λόγῳ καὶ τὸ πᾶσι βεβαρυτόνηται ὡς στᾶσι, δοῦσιν. | 785 |