TLG 0087 018 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Μονόβιβλον περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Μονόβιβλον περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους Citation: Part+volume — page — (line) | ||
11t | ΜΟΝΟΒΙΒΛΟΝ ΠΕΡΙ ΤΟΥ ΜΗ ΠΑΝΤΑ ΤΑ ΡΗΜΑΤΑ ΚΛΙΝΕΣΘΑΙ | |
---|---|---|
12t | ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΧΡΟΝΟΥΣ. | |
14 | Choer. 609, 35: ἰστέον ὅτι τὸ μὲν εἶπα καὶ ἤνεγκα κλίνεται καὶ | |
15 | εἰς μετοχὰς καὶ τὰς λοιπὰς ἐγκλίσεις, εἶπαι γὰρ καὶ ἐνέγκαι τὸ ἀπαρ‐ έμφατον ὥσπερ τύψαι καὶ γράψαι καὶ εἶπον καὶ ἔνεγκον τὸ προστακτι‐ κὸν ὡς τύψον καὶ γράψον, ὡς παρὰ Μενάνδρῳ «εἶπον δὲ τί ποιεῖν μέλ‐ λετε» ἀντὶ τοῦ εἰπέ καὶ εἴπαιμι καὶ ἐνέγκαιμι τὸ εὐκτικὸν ὥσπερ τύψαιμι καὶ γράψαιμι καὶ ἐὰν εἴπω καὶ ἐνέγκω τὸ ὑποτακτικὸν ὥσπερ καὶ ἐὰν | |
20 | τύψω καὶ ἐὰν γράψω καὶ εἴπας καὶ ἐνέγκας ἡ μετοχὴ ὥσπερ τύψας καὶ γράψας οἷον «εἴπας ἥλιε χαῖρε Κλεόμβροτε» παρὰ Καλλιμάχῳ ἀντὶ τοῦ εἰπών· τὸ δὲ ἔδωκα ἔθηκα ἧκα οὐ κλίνεται οὔτε εἰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις, ὁριστικὰ γὰρ μόνον ἔχει. | |
25 | Choer. 784, 28: ἡνίκα ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς ἔχει πρὸ τοῦ μ σύμφωνον ἢ τὸ υ φωνῆεν, τότε τὸ εὐκτικὸν διὰ μετοχῆς ἀναπλη‐ | |
ροῦται καὶ ὑπαρκτικοῦ ῥήματος· σύμφωνον μὲν πρὸ τοῦ μ οἷον τέτυμμαι | 779 | |
3,2780 | τετυμμένος εἴην, κέκαρμαι κεκαρμένος εἴην, λέλεγμαι λελεγμένος εἴην· τὸ δὲ υ πρὸ τοῦ μ, οἷον τέθυμαι τεθυμένος εἴην, λέλυμαι λελυμένος εἴην, πεπαίδευμαι πεπαιδευμένος εἴην, λέλουμαι λελουμένος εἴην. διὰ τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ εἰς μην εὐκτικὰ θέλει πρὸ τοῦ μ δίφθογ‐ | |
5 | γον ἔχειν τὴν μετὰ τοῦ ι, οἷον τυπτοίμην, τυψαίμην· ἐὰν οὖν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ τὸ υ, γένηται εὐκτικὸν κατὰ τὴν ἀναλογίαν τοῦ ι πρὸ τοῦ μ προσερχομένου, μέλλει εἶναι τὸ εὐκτικὸν τεθυίμην καὶ λελυί‐ μην, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον σύμ‐ φωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον μυῖα καὶ τὰ λοιπά· ἀλλὰ καὶ | |
10 | ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ σύμφωνον, ἐὰν γένηται τὸ εὐκτικὸν κατὰ ἀνα‐ λογίαν, μέλλει τοῦ ι πρὸ τοῦ μ προσερχομένου εἶναι τὸ εὐκτικὸν τετυ‐ μίμην καὶ ἐφθαρίμην καὶ λελεγίμην καὶ ἐσπαρίμην, καὶ οὐκέτι εὑρίσκεται πρὸ τοῦ μ τὸ ι ἐν διφθόγγῳ, ὅπερ ἐστὶν ἄτοπον· ὡς γὰρ εἴρηται, τὰ εἰς μην εὐκτικὰ θέλει πρὸ τοῦ μ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ι οἷον | |
15 | τυπτοίμην τυψαίμην τυφθησοίμην. τούτου οὖν χάριν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ σύμφωνον ἢ τὸ υ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁρι‐ στικῷ, τὸ εὐκτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήμα‐ τος. εἰ δέ τις εἴποι καὶ γενέσθαι κατὰ ὑπερβιβασμὸν τοῦ ι, ἵνα εὑρεθῇ ἐν διφθόγγῳ τὸ ι οἷον τετυίμμην, λελείγμην, ἐσπαίρμην, λέγο‐ | |
20 | μεν ὅτι πρῶτον μὲν ἐν τῷ τετυίμμην εὑρεθήσεται μετὰ τὴν υι δίφθογ‐ γον σύμφωνον ἐπιφερόμενον, ὅπερ ἀδύνατον, ἄλλως τε δὲ ἐν τῷ λελείγμην καὶ ἐσπαίρμην οὐχ εὑρεθήσεται τὸ ι πρὸ τοῦ μ καὶ ἐν διφθόγγῳ, ἀλλὰ πρὸ τοῦ ἑτέρου συμφώνου, ὅπερ ἐστὶν ἀδύνατον. ὡς γὰρ εἴρηται, τὰ εἰς μην εὐκτικὰ πρὸ τοῦ μ θέλει ἔχειν τὴν μετὰ | |
25 | τοῦ ι δίφθογγον οἷον τυπτοίμην, τυψαίμην. εἰ δέ τις εἴποι πάλιν ἀποβάλλεσθαι τὸ πρὸ τοῦ μ σύμφωνον καὶ λοιπὸν εὑρίσκεται πρὸ τοῦ μ τὸ ι ἐν διφθόγγῳ οἷον λελείμην, ἐσπαίμην, λέγομεν ὅτι ἐὰν ἀπο‐ βληθῇ τὸ ἓν σύμφωνον, ἀσήμαντος μένει ἡ λέξις. | |
30 | Choer. 795, 20: ἰστέον ὅτι ἡ δʹ συζυγία τῶν εἰς μι οὐκ ἔχει ὑπο‐ τακτικὰ διὰ τοιαύτην αἰτίαν. τὰ ὑποτακτικὰ τῶν εἰς μι θέλει ὁμο‐ φωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς μι οἷον τιθῶ τίθημι ἐὰν τιθῶ, ἱστῶ ἵστημι ἐὰν ἱστῶ, διδῶ δίδωμι ἐὰν διδῶ. κατὰ τοῦτον οὖν τὸν κανόνα καὶ τὰ ὑποτακτικὰ τῆς δʹ συζυγίας τῶν εἰς μι ἀναγκάζεται ὁμοφωνεῖν | |
35 | τοῖς πρωτοτύποις τῶν εἰς μι οἷον ζευγνύω ζεύγνυμι ἐὰν ζευγνύω, ὀλλύω ὄλλυμι ἐὰν ὀλλύω, πηγνύω πήγνυμι ἐὰν πηγνύω. ἀλλὰ μὴν | |
οὕτως οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶς παρῳ‐ | 780 | |
3,2781 | χημένος ὁριστικός, μὴ ἔχων τὸ μ κλιτικόν, τρέπων τὴν τελευταίαν συλ‐ λαβὴν εἰς ω καὶ ἀποβάλλων τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν τὸ ὑπο‐ τακτικὸν ποιεῖ· οἷον ἔτυπτον ἐὰν τύπτω, ἔμαθον ἐὰν μάθω. καὶ περισπᾶται τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ | |
5 | τοῦ ντ κλινομένην οἷον ἐτύφθην τυφθείς τυφθέντος ἐὰν τυφθῶ, ἐτύ‐ πην τυπείς τυπέντος ἐὰν τυπῶ, ἐνύγην νυγείς νυγέντος ἐὰν νυγῶ, ἐδάρην δαρείς δαρέντος ἐὰν δαρῶ, ἐτίθην τιθείς τιθέντος ἐὰν τιθῶ, ἵστην ἱστάς ἱστάντος ἐὰν ἱστῶ, ἐδίδων διδούς διδόντος ἐὰν διδῶ. οὕτως οὖν καὶ ἀπὸ τοῦ παρατατικοῦ τοῦ ἐπήγνυν καὶ ἐζεύγνυν καὶ ὤλλυν | |
10 | τροπῇ τῆς ἐσχάτης εἰς ω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως ἐὰν πηγῶ καὶ ἐὰν ὀλλῶ καὶ ἐὰν ζευγνῶ, καὶ ἀναγκάζεται γενέσθαι περισπωμένως, ἐπειδὴ καὶ ταῦτα ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην οἷον πηγνύς πηγνύντος, ὀλλύς ὀλ‐ λύντος, ζευγνύς ζευγνύντος, ὀμνύς ὀμνύντος. τῶν οὖν δύο κανόνων | |
15 | μαχομένων καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος αὐτὰ ὁμοφωνεῖν τοῖς πρω‐ τοτύποις τῶν εἰς μι, τοῦ δὲ ἑτέρου τὴν εἰς ω μετὰ περισπωμένου τό‐ νου κατάληξιν οἷον ἐὰν πηγνῶ, ἐὰν ζευγνῶ, ἐὰν ὀμνῶ, ἐξ ἀνάγκης ἐπιλιμπάνει τὰ ὑποτακτικὰ τῆς δʹ συζυγίας τῶν εἰς μι. | |
20 | Choer. 810, 26: ἰστέον ὅτι ἡνίκα ὁ παθητικὸς παρακείμενος ὁ ὁρι‐ στικὸς οὐκ ἔχει πρὸ τοῦ μ σύμφωνον, τότε τῷ κοινῷ κανόνι ποιεῖ τὸ ὑποτακτικὸν, τουτέστι πρὸ τοῦ μ δεχόμενος τὸ ω οἷον πεποίημαι ἐὰν πεποιῶμαι, κέκτημαι ἐὰν κεκτῶμαι, μέμνημαι ἐὰν μεμνῶμαι, προπερι‐ σπωμένως, καὶ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως φυλαττομένης, ἡνίκα δὲ | |
25 | ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς ἔχει πρὸ τοῦ μ σύμφωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος οἷον τέτυμμαι ἐὰν τετυμμένος ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένος ὦ, ἔσπαρμαι ἐὰν ἐσπαρμένος ὦ, ἐπειδὴ τὰ εἰς μαι ὑποτακτικὰ θέλει ἔχειν πρὸ τοῦ μ τὸ ω οἷον ἐὰν τύπτωμαι, ἐὰν τύψωμαι, ἐὰν λάβωμαι, ἐὰν ποιῶμαι. ἐὰν οὖν | |
30 | ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ σύμφωνον γένηται ὑποτακτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ω πρὸ τοῦ μ προσερχομένου εἶναι ὑποτακτικὸν ἐὰν τετύ‐ πωμαι καὶ ἐὰν ἐφθάρωμαι καὶ ἐὰν ἐσπάρωμαι καὶ ἐὰν λελέγωμαι, καὶ λοιπὸν γίνεται τὸ ὑποτακτικὸν περιττοσυλλαβοῦν τοῦ ἰδίου ὁριστικοῦ, ὅπερ ἐστὶν ἄτοπον. τούτου χάριν ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ σύμφωνον, | |
35 | τὸ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος. | |
37 | Choer. 811, 20: ἰστέον, ὅτι φησὶν ὁ Ἡρωδιανὸς ἐν τῷ μονο‐ βίβλῳ, ἐν ᾧ διαλαμβάνει περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνε‐ σθαι εἰς πάντας τοὺς χρόνους, ὅτι καὶ ἐὰν εὑρεθῇ ἐν τῷ παθητικῷ | |
40 | παρακειμένῳ τῷ ὁριστικῷ πρὸ τοῦ μ δίφθογγος ἡ διὰ τοῦ υ, τὸ ὑπο‐ τακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος· πεπαίδευ‐ | |
μαι ἐὰν πεπαιδευμένος ὦ, λέλουμαι ἐὰν λελουμένος ὦ. | 781 | |
3,2782(2) | An. Ox. IV 338: | |
3t | περὶ ἀκλίτων ῥημάτων Αἰλίου Ἡρωδιανοῦ. | |
4 | Τὰ εἰς βω λήγοντα ῥήματα, ἂν ἐν τῇ πρὸ τέλους συλλαβῇ ἔχῃ τὸ | |
5 | ε, μὴ ὑποτεταγμένου αὐτῷ τοῦ ι, οὐ κλίνεται παρὰ τοῖς παλαιοῖς εἰ μὴ ἄχρι τοῦ παρατατικοῦ οἷόν ἐστι τὸ ῥέμβομαι καὶ σέβω σέβομαι. εὑρέθη δὲ παρὰ τῷ Σοφοκλεῖ ἐσέφθην. Τὰ εἰς σκω ἄχρι τοῦ παρατατικοῦ κλίνεται, γηράσκω, τιτρώσκω, ἀρέσκω, πιφαύσκω τὸ φανερῶ, μεθύσκω, στερίσκω, πιπράσκω χωρὶς τοῦ | |
10 | θνήσκω θνήξω καὶ ἀλύσκω ἀλύξω. τὸ γὰρ δεδίδαχα οὐκ ὀφείλει ἀπὸ τοῦ διδάσκω κανονίζεσθαι, ἀλλ’ ἀπὸ τοῦ διδάχω, ἔνθεν ἡ διδαχή ὡς ἰάχω ἰαχή. τὸ δὲ διδασκῆσαι παρὰ Ἡσιόδῳ (Opp. 64) ὡς ἀπὸ περι‐ σπωμένου διδασκῶ ὡς ἀπὸ τοῦ ἀσκῶ ἀσκήσω. οὕτω δὲ καὶ τὸ βοσκήσω ἀπὸ τοῦ βοσκῶ περισπωμένου. τὸ γὰρ βαρυνόμενον ἄκλιτον ἐπίστα‐ | |
15 | σιν ἔχει. * Κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς χω λήγοντα βαρύτονα δισύλ‐ λαβα τῷ α καθαρῷ παραληγόμενα σπάνιά ἐστι, τὸ ἄχομαι καὶ τὸ μάχο‐ μαι. καὶ ταῦτα μὲν ἄχρι τοῦ παρατατικοῦ κλίνεται ὡς βαρύτονα, ἀπὸ δὲ τοῦ παρατατικοῦ ὡς περισπώμενα ποιεῖται τὴν κλίσιν. Ἡρω‐ | |
20 | διανός. Τὰ εἰς αθω λήγοντα ῥήματα ἄχρι τοῦ παρατατικοῦ μόνου κλίνεται οἷον κιάθω τὸ πορεύομαι, ἀμυνάθω βοηθῶ. σημείωσαι ὅτι σκιάσω καὶ ἐσκίασται καὶ ὅσα τοιαῦτα κινήματα ἀπὸ τοῦ θέματός ἐστι τοῦ σκιάζω. ὁμοίως καὶ τὸ πελάσω ἀπὸ τοῦ πελάζω. | |
25 | * Τὰ διὰ τοῦ εθω ἄχρι παρατατικοῦ κλίνεται οἷον ἐρέθω τὸ ἐρε‐ θίζω, φλεγέθω, ἐμέθω τὸ ἐμῶ. * Τὰ διὰ τοῦ υθω ῥήματα ἄχρι παρατατικοῦ κλίνεται οἷον βαρύθω, μινύθω, φθινύθω. * Τὰ εἰς θω ῥήματα μετ’ ἐπιπλοκῆς συμφώνου ἄχρι παρατατικοῦ | |
30 | κλίνεται οἷον ἐρέχθω, ἄχθω. | |
* Τὰ διὰ τοῦ ανω βαρύτονα ἄχρι τοῦ παρατατικοῦ κλίνεται, λαμ‐ | 782 | |
3,2783 | βάνω, μανθάνω, κιχάνω, λανθάνω, ἐρυγγάνω τὸ ἐρεύγομαι. πρόσκει‐ ται «βαρύτονα» διὰ τὰ περισπώμενα οἷον διὰ τὸ στεφανῶ στεφανώσω. * Τὰ εἰς νω βαρύτονα τῷ ε παραληγόμενα ἄχρι παρατατικοῦ κλί‐ νεται ὡς στένω, σθένω. τὸ γὰρ μένω ὡς ἀπὸ περισπωμένου ἔχει τὴν | |
5 | κλίσιν. * Τὰ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβὰς βαρύτονα ἄχρι παρατατικοῦ μόνου κλίνεται οἷον ἐρεείνω, φαείνω, ἀλεείνω. πρόσκειται «ὑπὲρ δύο συλλαβὰς» διὰ τὸ τείνω τενῶ. πρόσκειται «βαρύτονα» διὰ τὸ ταπεινῶ ταπεινώσω. | |
10 | * Τὰ εἰς μνω οἷον μίμνω, τέμνω, κάμνω ἄχρι παρατατικοῦ κλί‐ νεται· ὁμοίως ἔχει καὶ δέμω, τέμω. ὁ γὰρ παρακείμενος αὐτῶν ὡς ἀπὸ περισπωμένου. * Τὰ διὰ τοῦ ειω παραγωγὰ ἢ ἀπὸ ἐνεστῶτος ἢ ἀπὸ μέλλοντος οἷον κιχῶ κιχείω, θῶ θείω, σῶ σείω, βρώσω βρωσείω, πολεμήσω πολε‐ | |
15 | μησείω ἄχρι τοῦ παρατατικοῦ κλίνεται. * Τὰ διὰ τοῦ υω ὑπὲρ δύο συλλαβὰς ποιοῦντα παραγωγὰ εἰς μι καὶ τὰ ἀπὸ τούτων παραγόμενα εἰς μι ἄχρι παρατατικοῦ μόνου κλίνε‐ ται οἷον πηγνύω πήγνυμι, ὀμνύω ὄμνυμι, ὀλλύω ὄλλυμι, δεικνύω δεί‐ κνυμι, ῥηγνύω ῥήγνυμι, ὀρνύω ὄρνυμι. | |
20 | * Τὰ εἰς ω καθαρὸν τῇ υι διφθόγγῳ παραληγόμενα οἷον ὀπυίω, ἀλυίω, ἄχρι τοῦ παρατατικοῦ κλίνεται. * Ἐὰν ἔχῃ ἡ εʹ συζυγία τῶν βαρυτόνων τὴν πρώτην συλλαβὴν δεδι‐ πλασιασμένην καὶ λήγει εἰς ἀμετάβολον οἷον καρκαίρω, μαρμαίρω, παμ‐ φαίνω, μορμύρω, ὁμοίως τὰ εἰς ω λήγοντα ἔχοντα πρὸ τοῦ ω δύο | |
25 | σύμφωνα κατ’ ἐπιπλοκήν, ὧν τὸ βʹ ἐστὶν ἀμετάβολον οἷον μέμβλω, ὄφλω, ἔγρω, δάκνω ἄχρι παρατατικοῦ κλίνεται. * Τὰ Ἀττικῶς βαρυνθέντα, ἀλέξω, αὔξω, ἕψω καὶ τὰ ποιητικὰ παρὰ μέλλοντος εἰς ἐνεστῶτα μεταγόμενα ὡς τὸ ὄρσω, ἐξ οὗ τὸ ὄρσεο, ἄξω «ἄξετε δὲ Πριάμοιο βίην» (Γ 105), οἴσω οἶσε, καὶ τὰ εἰς δω, | |
30 | εἰ ἔχει πρὸ τοῦ δ ἢ τὸ λ ἢ τὸ ν οἷον σπένδω, κυλίνδω, ἔλδω, μέλδω, | |
ταῦτα πάντα ἄχρι τοῦ παρατατικοῦ κλίνεται. | 783 | |
3,2784 | * Τὸν πίσω μέλλοντα ὁ τεχνικὸς μὴ εἰρῆσθαί φησι καὶ ταῦτα εἰρημένου αὐτοῦ καὶ παρὰ Πινδάρῳ οἷον «πίσω γε Δίρκης ὕδωρ» (Isthm. VI 108) καὶ παρ’ Εὐπόλιδι «τῷ δ’ ἂν οἶνος εἴη πολύς, πίσει». ἀλλὰ | |
μήποτέ ἐστιν εἰπεῖν μὴ εἰρῆσθαι ἐν πλάτει. | 784 |