TLG 0087 013 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ κλίσεως ὀνομάτων Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Περὶ κλίσεως ὀνομάτων Citation: Part+volume — page — (line) | ||
3,2634(1t) | ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ | |
2t | ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ. | |
---|---|---|
4 | Anecd. Ox. IV 333, 6: | |
5 | Ἐπιτομὴ τῶν ὀνοματικῶν κανόνων ἐκ τῶν Ἡρωδιανοῦ. τὸ ὅμοιον ἐν τοῖς ὀνόμασιν ἢ γένει ἢ εἴδει ἢ σχήματι ἢ ἀριθμῷ ἢ τόνῳ ἢ πτώσει, ἢ καταλήξει ἐν παρατελεύτῳ συλλαβῇ· ἐν χρόνῳ, ἐν ποσότητι συλλαβῆς, πολλάκις δὲ καὶ ἐν ἐπιπλοκῇ συμφώνου· εἰ δὲ παρὰ ταῦτά τι γένοιτο, ἀνόμοιος ἡ κλίσις γίνεται· οἷον ἐν γένει | |
10 | μὲν ὁ τοξότης καὶ ἡ φιλότης· ἐν εἴδει δὲ οἷον Ὀλυμπιονίκης προ‐ σηγορικόν, Πολυνίκης κύριον· σχήματι δὲ οἷον ἱππότης ἁπλοῦν, Σω‐ κράτης σύνθετον· ἀριθμῷ δὲ ἰχθῦς ἰχθύος ἑνικόν, ἰχθῦς δὲ ἰχθύων κατὰ κρᾶσιν ἀπὸ τοῦ ἰχθύες· τόνῳ δὲ ἥρως ὅτι βαρύτονον διὰ καθα‐ ροῦ τοῦ ος, εὐρὼς ὀξύτονον διὰ τοῦ τος· πτώσει δὲ τοξότης εὐθεῖα, | |
15 | ἐλάτης γενική· καταλήξει δὲ καλός βραδύς, ἐπεὶ γὰρ διήλλαξε τὴν κατά‐ ληξιν, διήλλαξε καὶ τὴν κλίσιν· παρατελεύτῳ δὲ συλλαβῇ Πέρσης, ἐπεὶ μακρᾷ παραλήγεται, Πέρσου κέκλιται, Λάχης δέ, ὅτι βραχείᾳ, περιττο‐ συλλάβως εἰς τος· χρόνῳ δὲ οἷον Ἀρκάς ἱμάς, τὸ πρῶτον γὰρ συνε‐ σταλμένον διὰ τοῦ δος κλίνεται Ἀρκάδος, τὸ δεύτερον δὲ διὰ τοῦ ντ | |
20 | ἱμάντος· ἐν ποσότητι δὲ συλλαβῆς οἷον Λυσίας Βίας, τὸ μὲν γὰρ πρῶ‐ τον ὅτι ὑπὲρ δύο συλλαβάς, ἰσοσυλλάβως κλίνεται Λυσίου, τὸ δεύτερον δὲ ὅτι δισύλλαβον, διὰ τοῦ ντ Βίαντος· πολλάκις δὲ καὶ διαφόρου συμφώνου ἕνεκα διαφόρως ἐκλίθη οἷον σωλήν σωλῆνος, ὑμήν ὑμένος, εἴωθε γὰρ τὸ μ τρέπειν τὸ η εἰς ε. | |
25t | Περὶ ἀρσενικῶν. | |
27 | Anecd. Ox. IV 333, 30: πέντε ἐστὶ στοιχεῖα τελικὰ τῶν ἀρσενικῶν ὀνομάτων ν, ξ, ρ, ς, ψ· εἰ δέ τινες καὶ τὸ ε τελικὸν τιθέασιν, ὡς | |
ἐν τῷ τοιόσδε, τηλικόσδε, ἢ τὸ λ διὰ τὴν ἧλος γενικὴν ἢ Ἀσδρουβάλ | 634 | |
3,2635 | εὐθεῖαν, οὐ παραδεκτέον· τούτων γὰρ τὸ μὲν πρῶτον κατ’ ἐπέκτασιν τοῦ δε λέγεται· ὅθεν καὶ τῶν ἄλλων τρεπόντων τὴν τελευταίαν ἐπὶ τῶν πτώσεων καὶ τῶν ἀριθμῶν καὶ τῶν γενῶν ταῦτα τὴν παρατέλευ‐ τον ἀντὶ τῆς τελευταίας ἔτρεψε· καὶ τὸ λ δὲ οὐδαμῶς τελικὸν ἡγητέον· | |
5 | τὰ γὰρ τοιαῦτα ὀνόματα οὐχ Ἑλληνικά, ἀλλὰ βάρβαρα καὶ ἀχαρακτή‐ ριστα. οὐ μὴν οὐδὲ τὸ α τελικὸν παραδεξόμεθα διὰ τὰ θηλυκὰ ἐπώ‐ νυμα τό τε Κόπαινα καὶ Μύριλλα ἢ τὰ ποιητικῶς μεταπλασθέντα νεφε‐ ληγερέτα Ζεύς, ἱππότα Νέστωρ. Τὰ μὲν οὖν δʹ οἷον ν, ξ, ρ, ψ ἀεὶ περιττοσυλλαβεῖ ἐπὶ τῆς γενι‐ | |
10 | κῆς καὶ εἰς ος καταλήγει, οἷον Δίων Δίωνος, κῆρυξ κήρυκος, Νέστωρ Νέστορος, Πέλοψ Πέλοπος· τὰ δὲ εἰς ς λήγοντα ποτὲ μὲν περιττοσύλ‐ λαβον ἔχει τὴν γενικήν, ποτὲ δὲ ἰσοσύλλαβον· καὶ ἰσοσυλλαβοῦσα εἰς φωνῆεν λήγει οἷον σοφός σοφοῦ, περιττοσυλλαβοῦσα δὲ ἔχει τελικὸν τὸ ος, Μίνως Μίνωος, στάχυς στάχυος. | |
15 | Τὰ εἰς ς πᾶσιν εὕρηται χρώμενα τοῖς φωνήεσι πλὴν τοῦ ε, οἷον Αἴας, Χάρης, μάντις, καλός, ταχύς, ἥρως· τὸ δὲ ε καθ’ αὑτὸ μὲν οὐκ ἐκφωνεῖται, μετὰ δὲ συμπλοκῆς τοῦ ι ἢ τοῦ υ, οἷον χαρίεις, Πηλεύς· τινὰ δὲ εἰς ους λήγει, Μελάμπους, Οἰδίπους. | |
19t | Περὶ τῶν εἰς ας ὀνομάτων. | |
21 | Anecd. Ox. IV 334, 22: τὰ εἰς ας ἀρσενικὰ μονοσύλλαβα σπάνιά ἐστιν· ὀξύνεται δὲ ἢ περισπᾶται καὶ κλίνεται κατὰ ἀποβολὴν τοῦ ς ἢ διὰ τοῦ ντ· ἔστι γὰρ ἰσοσύλλαβα ὁ Θᾶς τοῦ Θᾶ, ὁ Γρᾶς τοῦ Γρᾶ, ὁ Λᾶς τοῦ Λᾶ, ὁ πᾶς τοῦ πᾶ, ὁ Βᾶς τοῦ Βᾶ· περιττοσύλλαβα δὲ κράς | |
25 | κρατός μόνον χωρὶς τοῦ ν· διὰ τοῦ ν κλινόμενον πᾶς παντός τὸ τρι‐ γενὲς ἔχον τὴν γενικὴν ὀξύτονον, Ζάς Ζάντος, Φθάς Φθάντος, μετο‐ χῆς ἀπενεγκάμενος κατάληξιν ὁμοίως ταῖς μετοχαῖς καὶ κατὰ τὴν γενικὴν ἠνάγκασται τονοῦσθαι ὡς στάς στάντος. Τὰ ἐκ παρακειμένου συνεσχηματισμένα ὀξύνεται καὶ διὰ τοῦ τ κλί‐ | |
30 | νεται χαλκοκράς χαλκοκρᾶτος, νεοκράς νεοκρᾶτος· τὸ μέντοι εὐκράς παρ’ Εὐριπίδῃ ἀνεγνώσθη. Τὰ εἰς ας συνεσταλμένα ἀρσενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ δος κλίνεται· τὸ δὲ μέγας ἐπίθετον καὶ τὸ λᾶας προσηγορικὸν ὡς συ‐ στέλλον τὸ α βαρύνεται καὶ οὐ διὰ τοῦ δος κλίνεται. καὶ τὸ μέγας | |
35 | ἐπιθετικῶς εἰρημένον ἡμάρτηται περὶ τὴν εὐθεῖαν, ἐπείπερ ἢ βραχὺ | |
ἔχον τὸ α ὤφειλεν ὀξύνεσθαι κατὰ τὸ Ἀρκάς καὶ φυγάς, ἢ βαρυνό‐ | 635 | |
3,2636 | μενον ἐκτείνειν τὸ α ὧν οὐδέτερον ἔχει· καὶ διὰ τοῦτο οὐδὲ ἔσχεν ἀκόλουθον κλίσιν, μέγας γὰρ μεγάλου φαμέν. Τὰ δὲ βαρύτονα ὅσα μὲν δισύλλαβα εἰς ας καθαρὸν λήγει οἷον Αἴας, καὶ ὅσα παρὰ μετοχήν, Ἄτλας, Περίφας, καὶ ὅσα παρὰ ῥῆμα | |
5 | βαρύτονον, Ἀφείδας, ἀδάμας, δάμνω γάρ, καὶ ὅσα δὶς τὸ αὐτὸ σύμ‐ φωνον ἔχει ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἢ τὸ ἀντίστοιχον, Μά‐ μας, γίγας, Τεύθρας, Κάλχας, καὶ ὅσα τριγενῆ, διὰ τοῦ ντ κλίνεται· ἀλλὰ τὸ μέλας γὰρ καὶ τάλας τριγενῆ ὑποστολὴν τοῦ τ πέπονθε, μέ‐ λανος καὶ τάλανος. | |
10 | Ὅσα δὲ εἰς ας καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ ι παραλήγεται, Νικίας, Λυσίας, ἢ τῷ ε Αὐγέας, Πυθέας, ἢ τῇ ει Αἰνείας, ἢ τῷ υ Μαρσύας, καὶ ὅσα εἰς ρας ἐπὶ τῆς παρατελεύτου τὸ ο ἔχει Ξεναγόρας, εἰς ου ἔχει τὴν γενικήν· εἰ δέ τι τούτων εἰς α καταλήξειεν, Δώριός ἐστιν ἡ κλίσις συνήθης γεγονυῖα τῇ κοινῆ διαλέκτῳ· ἐκεῖνα δὲ μόνον εἰς | |
15 | α κατάληκτα εἴη (sic) κατὰ τὴν γενικήν, ὅσα ἀπὸ ἀμεταβόλου ἀρξάμενα μεταβολικῷ κατὰ τὸ τέλος χρῆται, οἷον Λίχας· καὶ ὅσα ἀπὸ φύσει μα‐ κρᾶς ἀρξάμενα συμφώνῳ παραλήγεται κατὰ τὴν τελευταίαν, οἷον Σώ‐ τας· καὶ ὅσα δὶς τὸ αὐτὸ σύμφωνον ἔχει καὶ μή ἐστι ῥηματικὰ οἷον Ἀγρίππας, Περδίκκας, τὸ Πάλλας γὰρ ῥηματικόν· καὶ ὅσα εἰς μας μα‐ | |
20 | κρᾷ παραλήγεται, Πυρίμμας, Λυκόρμας, τὸ γὰρ Ἀθάμας καὶ ἀδάμας βραχυκαταληκτεῖ· καὶ ὅσα εἰς δας ἁπλᾶ Τιμαχίδας, Θρακίδας, ἁπλᾶ διὰ τὸ Ἀφείδας· καὶ ὅσα εἰς πας μονογενῆ, Ἀράσπας, Γοργόπας, τὸ ἅπας γὰρ οὐ μονογενές· καὶ ὅσα παρὰ ῥῆμα περισπώμενον βοῶ Τηλεβόας, ἀλοιῶ πατραλοίας πατραλοία. τὰ δὲ εἰς ας περισπώμενα ἐπιεικῶς ὑποκορι‐ | |
25 | στικὰ εὑρίσκεται καὶ κατὰ ἀποβολὴν τοῦ ς κλίνεται Ζηνᾶς, Μηνᾶς. τὸ ἀλλᾶς, Γλισᾶς ἐκ τοῦ ἀλλάεις, Γλισάεις· τὸ δὲ Μαρικᾶς Μαρι‐ κᾶντος περιττοσυλλάβως κέκλιται ἀλλὰ καὶ ἰσοσυλλάβως. ἕν ἐστιν ἀρσε‐ νικὸν εἰς αις περισπώμενον παῖς, κέκλιται δὲ διὰ τοῦ δ ὡς ἀπὸ τοῦ πάϊς. | |
30 | Steph. Byz. 1, 2 Mein.: Ἡρωδιανός φησιν ὅτι τὸ Ἄβας, ὅτε ἔθνος σημαίνει, περιττοσυλλάβως κλίνεται ἀεί, ὅτε δὲ κύριον, καὶ ἰσο‐ συλλάβως καὶ περιττοσυλλάβως. | |
34 | Steph. B. 83, 28: Βρίγες. Ἡρωδιανὸς ἐν τῇ πρώτῃ κλίσεως | |
35 | ὀνομάτων Βρίγαντας αὐτούς φησι τὰ γὰρ εἰς γας λήγοντα ὀνόματα ἰσοσυλλάβως κλίνεται, ὅτε μόνον ἐστὶ κύρια. τοῦτο δέ φημι διὰ τὸ Βρίγας. ἔθνος δέ ἐστι Βρεττανικὸν οἱ Βρίγαντες. | |
39 | Eustath. 1447, 23: Ἡρωδιανὸς καθάπαξ ἡμαρτῆσθαι τὸ μέγας | 636 |
3,2637 | περὶ τὴν εὐθεῖαν γράφει καὶ διὰ τοῦτο μηδὲ σχεῖν ἀκόλουθον κλίσιν, μέγας γὰρ μεγάλου φαμέν· ἑτεροκλίτως δηλαδή. ἡμάρτηται δὲ κατ’ ἐκεῖνον, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ α ὤφειλεν ὀξύνεσθαι κατὰ τὸ Ἀρ‐ κάς φυγάς ἢ βαρυνόμενον ἐκτείνειν τὸ α· ὧν οὐδέτερον ἔχει. | |
6 | Choerob. Dict. 35, 15, Bekk. Anecd. 1186: τὰ εἰς ας ἔχοντα πρὸ τοῦ α ἕν τι τῶν διπλῶν ἰσοσυλλάβως κλίνεται οἷον Ἀρίζας Ἀρίζα, Ἐλίξας Ἐλίξα, Ἄψας Ἄψα. τὰ δὲ περιττοσυλλάβως κλίνεται, ἡνίκα εὑρεθῇ τὸ υ πρὸ τοῦ ζ οἷον Βύζας Βύζαντος, Γύζας Γύζαντος, Πύζας | |
10 | Πύζαντος. ἰστέον ὅτι Ἡρωδιανὸς οὕτως κανονίζει ταῦτα. | |
12 | Eustath. 300, 14: ὅτι ὁ Ἀρκάς τό τε κύριον καὶ τὸ ἐθνικὸν συ‐ στέλλει τὸ α καὶ ὀξύνεται καὶ διὰ τοῦ δος κλίνεται κατὰ τὸ φυγάς φυγάδος καὶ τὰ ὅμοια, ἐκ τῶν Ἡρωδιανοῦ δῆλον, ὃς παρατιθεὶς | |
15 | τὸ ἱμάς καὶ ἀνδριάς ἐκτεινόμενα ἐν τῇ ληγούσῃ κατὰ μετοχὰς μιμή‐ σασθαί φησιν αὐτὰ καὶ τὴν τῶν μετοχῶν κλίσιν τοῦ ἱστάς ἱστάντος καὶ βιβάς βιβάντος. τὸν μέντοι παρὰ τῷ κωμικῷ ἀλλᾶντα προπερισπᾷ ἐκεῖ‐ νος, ὀκνῶν βαρύνειν αὐτὸν κατὰ τὴν κοινὴν συνήθειαν. λέγει γὰρ ὅτι ὁ ἀλλᾶς ὡς ἀπὸ τοῦ ἀλλάεις κέκλιται διὰ τοῦ ντ, ἵν’ ᾖ ἀλλάεντος | |
20 | καὶ κατὰ κρᾶσιν ἀλλᾶντος· ὁ δὲ τοιοῦτος λόγος ἀπαιτεῖ καὶ τὴν ἐντελῆ εὐθεῖαν τοῦ ἀλλᾶντος περισπᾶσθαι. δῆλον γὰρ ὡς ἀλλάεις γενόμενος ἀλλᾶς τὴν περισπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κράσεως. ὁ δὲ Ἡρωδιανὸς τοῖς εἰρημένοις παραπηγνὺς καὶ τὸν παρὰ τῷ κωμικῷ Μαρικᾶν (Nub. 533 «Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν») τὸ βάρβαρον | |
25 | ὄνομα διὰ τοῦ ντ κλιθῆναι λέγει, παραφέρων χρῆσιν ταύτην· «ἀλλ’ οὖν ἔγωγέ σοι λέγω Μαρικᾶντα μὴ κολάζειν» (Eupol. Meinek. fr. Com. I 139 ed. min.). | |
29 | Eustath. 1390, 33: τοῦ Ἄτλαντος τῆς κλίσεως ὁ κανὼν τοιοῦτος | |
30 | κατ’ Ἡρωδιανόν. τὰ παρὰ μετοχὴν εἰς ας δισύλλαβα διὰ τοῦ ντ κλίνεται οἷον τλάς Ἄτλας Ἄτλαντος, φάς Περίφας Περίφαντος. τοι‐ αύτῃ δὲ κλίσει ἐκεῖνος ὑπάγει καὶ ὅσα δὶς τὸ αὐτὸ σύμφωνον ἔχει, γίγας γίγαντος, Μίμας Μίμαντος. | |
35 | Choer. Dict. 32, 21: τὰ εἰς ας λήγοντα ἔχοντα τὴν πρὸ τέλους συλ‐ λαβὴν εἰς δίχρονον συνεσταλμένον καταλήγουσαν περιττοσυλλάβως κλί‐ νεται, τουτέστι διὰ τοῦ ντ Βίας Βίαντος, Ἀρύβας Ἀρύβαντος, ἔστι δὲ ὄνομα κύριον, λυκάβας λυκάβαντος, σημαίνει δὲ τὸν ἐνιαυτόν, Θίσβας | |
Θίσβαντος· τὸ γὰρ ς μετὰ τοῦ β ἐστί. πρόσκειται «ἔχοντα τὴν πρὸ | 637 | |
3,2638 | τέλους συλλαβὴν εἰς δίχρονον συνεσταλμένον καταλήγουσαν», ὥς φησιν Ἡρωδιανός, διὰ τὸ Ἰόβας Ἰόβα καὶ Ῥήβας Ῥήβα. | |
3t | Περὶ τῶν εἰς εις. | |
4t | Περὶ τῶν εἰς ευς. | |
6 | An. Ox. IV 337, 8: τὰ εἰς ευς εἴτε ἁπλᾶ εἴτε σύνθετα ὀξύνεται καὶ διὰ τοῦ εος κλίνεται, Ὀδυσσεύς Ὀδυσσέος. τὸ Ὀδυσσῆος Ἰωνικόν, ὥσπερ τὸ Ὀδυσσέως Ἀττικόν. τὸ δὲ Ζεύς Διός ἑτερόκλιτον καὶ Βοιω‐ τῶν. τοῖς δρομεῦσι καὶ δρομέσι διχῶς. | |
11 | Choer. 217, 15: ἐπὶ τῶν εἰς ευς κυρίων ἡ εὐθεῖα τῶν πλη‐ θυντικῶν τὰ δύο εε εἰς τὴν ει δίφθογγον συναλείφει μόνως, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων εἰς τὴν ει δίφθογγον συναλείφει τὰ δύο εε καὶ εἰς τὸ η Ἀττικῶς, βασιλέες βασιλεῖς διὰ τῆς ει διφθόγγου καὶ βασιλῆς | |
15 | Ἀττικῶς διὰ τοῦ η. ἡ δὲ τούτων αἰτιατικὴ διὰ τῆς ει διφθόγγου μόνως λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η οἷον τοὺς βασιλεῖς τοὺς ἱππεῖς. καὶ τοῦτο εὐλόγως, ἐπειδὴ οὔτε ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐστι γνησία ἡ κρᾶσις ἡ τῶν δύο εε εἰς τὸ η. Σημειοῦται ὁ Ἡρωδιανὸς παρὰ τῷ Σοφοκλεῖ τοὺς βασιλῆς διὰ τοῦ η γραφομένους κατὰ τὴν | |
20 | αἰτιατικὴν οἷον «τούς τε δισσάρχας ὀλέσας βασιλῆς» (Ai. 390). | |
21t | Περὶ τῶν εἰς ης ληγόντων ὀνομάτων. | |
23 | Anecd. Ox. IV 336, 1: τῶν εἰς ης ληγόντων τὰ μὲν ὀξύνεται, οἷον ἀθλητής, τὰ δὲ βαρύνεται, οἷον Λάχης κτλ. | |
25t | Περὶ βαρυτόνων. | |
26 | Τὸ δὲ Ἄρης καὶ ὡς ἰαμβικὸν μὴ ἔχον ἐπ’ εὐθείας τὸ τ Ἄρητος ἐκλίθη, καὶ ὡς σπονδειακὸν Ἄρου, καὶ «Ἄρεος ἀνδροφόνοιο» παρ’ Ὁμήρῳ (Δ 441), καὶ Ἄρεως ἀπὸ Ἄρευς, εὑρέθη δὲ παρὰ Ἀλκαίῳ. Ὅσα δὲ ὑπὲρ δύο συλλαβάς ἐστιν εἰς δης πατρωνυμικά, οἷον Ἀτρεί‐ | |
30 | δης ἢ τύπου πατρωνυμικοῦ Ἡρακλείδης, Ὑπερίδης, καὶ τὸ Δημάδης ἐκ τοῦ Δημεάδης ὂν τῇ αὐτῇ ὑποπίπτει κλίσει. Καὶ τὰ εἰς νης παρώνυμα, Λεπτίνης, Ἀξίνης, Ἀψίνης ἢ τύπου παρωνύμου, Σμικρίνης, Θεοκρίνης. Καὶ τὰ εἰς λης ῥηματικά, χωρὶς τῶν παρὰ τὸ ὄλω οἷον πανώλης· | |
35 | φαινόλης, ἢ παρώνυμα γενειόλης καὶ ὅσα εἰς της ἁπλᾶ οἰκέτης, τοξό‐ | |
της κτλ. | 638 | |
3,2639 | Καὶ ὅσα παρὰ ῥῆμα προσηγορικά, ἱερονίκης, Ὀλυμπιονίκης· ταῦτα πάντα εἰς ου ἔχει τὴν γενικήν, χωρὶς τῶν εἰς ωλης, ἃ μετὰ τοῦ ς τὴν γενικὴν ποιεῖ, πανώλους, ἐξώλους· ἐξῶλες καὶ πανῶλες τὸ οὐδέτε‐ ρον κτλ. ἔτι γε μὴν καὶ ὅσα ἀμεταβόλῳ παραλήγεται ὑπὲρ δύο συλ‐ | |
5 | λαβὰς εἰς τος λήγει, Ἀφάρητος, Ἐπιάλητος· καὶ ταῦτα μὲν περὶ βαρυτόνων. | |
7t | Περὶ ὀξυτόνων. | |
8 | Τῆς προειρημένης τοίνυν καταλήξεως οὔσης διχῶς εἰς τος καὶ εἰς εος, ἥτις συναιρεθεῖσα γίγνεται εἰς ους, εἴπωμεν περὶ τῶν εἰς τος πρό‐ | |
10 | τερον. ὅσα μὲν ὀξύτονα δύο συμφώνοις παραλήγεται, εἰς τος ποιεῖ τὴν γενικήν· ἀβλῆτος, προβλῆτος καὶ ἡμιθνῆτος. ὅσα δὲ ἑνὶ συμφώνῳ, σαφής, νωθής, πρυλής εἰς ους κτλ. | |
14 | Priscian. VI 60 tom. I p. 244, 17 Hertz: Apud Graecos quo‐ | |
15 | que inveniuntur huiuscemodi ancipitem habentia declinationem teste Herodiano: Γύγης (nomen gigantis) Γύγου et Γύγητος. Κόμης (pro‐ prium) Κόμου καὶ Κόμητος, μύκης μύκου et μύκητος, Μύνης Μύνου et Μύνητος, Ποδῆς Ποδοῦ et Ποδῆτος, Μέγης Μέγου et Μέγητος, Πύδης Πύδου et Πύδητος. | |
21 | Eustath. 518, 24: Ἡρωδιανός φησιν ὅτι πλείοσι κλίσεσιν ὁ Ἄρης κέχρηται· καὶ γὰρ καὶ ὡς ἰαμβικὸν μὴ ἔχον ἐπ’ εὐθείας τὸ τ περιττο‐ σύλλαβον ἔχει τὴν γενικὴν Ἄρης Ἄρητος, ὅθεν Ἀρητιάδης παρ’ Ἡσιόδῳ πατρωνυμικὸν καὶ Ἀρητίων ὑποκοριστικόν· κλίνεται δὲ καὶ ὡς σπον‐ | |
25 | δειακὸν Ἄρης Ἄρου, ὅθεν κατὰ Ἰάδα διάλεκτον ἐπεκτείνας Ἀρχίλοχος ἔφη ἐν τριμέτροις (fragm. 47 Bergk.) «παῖδ’ Ἄρεω μιηφόνου». ἔστι, φησί, καὶ ἄλλη πλάγιος παρ’ Ὁμήρῳ (Δ 441) «Ἄρεος ἀνδροφόνοιο» καθ’ ὁμοιότητα τῶν ὑπὲρ δύο συλλαβάς· ὡς γοῦν Σωκράτης Σωκράτεος ὦ Σώκρατες, οὕτως Ἄρης Ἄρεος Ἄρες. ἔστι καὶ Ἄρεως γενικὴ ἣν οὐ | |
30 | χρὴ γενέσθαι ἀπὸ τοῦ Ἄρης· ὡς γὰρ οὐκ ἂν Ἀττικοὶ ἐπεκτείνοντες ἐροῦσιν ἀπὸ τοῦ Σωκράτης Σωκράτεως διὰ τοῦ ω μεγάλου, ἀλλ’ οὐδὲ Ἴωνες Σωκράτητος, οὕτως οὐδὲ ἀπὸ τοῦ Ἄρης Ἄρεος τοιοῦτόν τι γενήσεται. ἀλλὰ μὴν εὑρίσκομεν καὶ Ἄρηος καὶ «Ἄρηϊ κρατερῷ» (Β 515) καὶ Ἄρηα. λεκτέον οὖν, ὅτι Ἀττικοὶ καὶ Ἴωνες ἑτέραν κατάληξιν, | |
35 | φησίν, ὑποστησάμενοι οὕτω πεποίηνται ταύτην τὴν κλίσιν. ἔστι δὴ καὶ | |
Ἄρευς εὐθεῖα, ἥτις παρ’ Ὁμήρῳ οὐκ ἔστι, παρὰ δὲ Ἀλκαίῳ εὑρέθη, | 639 | |
3,2640 | οὗ καὶ χρῆσιν προαγαγὼν λέγει καὶ ὅτι βεβαρυτόνηται μόνον ἐκ πάν‐ των τῶν εἰς ευς ὡς Αἰολικόν· Αἰολέων γὰρ ἴδιον τὸ βαρυτονεῖν. καὶ ταῦτα μὲν τὰ τοῦ Ἡρωδιανοῦ. An. Ox. III 237, 1: Ζητοῦμεν καὶ τὴν τοῦ Ἄρης Ἄρεος γενικήν, | |
5 | πῶς εὕρηται διὰ διφθόγγου· λέγομεν Ἄρευος Ἄρευι «μίξαν δ’ ἀλλά‐ λαις Ἄρευα», ἡ κλητικὴ «Ἄρευ δαΐφοβος δαΐκτηρ»· καὶ ἠπορήκασι περὶ τῆς κλίσεως, πόθεν ἄρα ἡ δίφθογγος; τὰ γὰρ εἰς ευς παρ’ αὐτοῖς τοῖς Ἴωσι διὰ τοῦ η. καὶ τοιαύτην λύσιν ἐπινοοῦμεν· τὸ ἀκόλουθον Ἄρηος· ἔθος Αἰολεῦσι τὸ υ πλεονάζειν φωνήεντος ἐπιφερομένου ἢ ρ ναός | |
10 | ναῦος, ἀώς αὔως, ἑάλωκεν εὐάλωκεν, ἄρρηκτον αὔρηκτον, ἐρράγη εὐ‐ ράγη· ἔδωκαν οὖν καὶ ἐπὶ τοῦ Ἄρης τὸν πλεονασμὸν τοῦ υ· εἶτα ἐγένετο Ἄρηυος ἡ γενική· καὶ ηὑρίσκετο ἡ ηυ δίφθογγος· αὕτη δέ ἐστι κακόφωνος καὶ ἐν κλίσει ῥημάτων θέλει ὁρᾶσθαι, ηὔλει καὶ ηὔχει καὶ ηὔδα, καὶ περὶ τὴν ἀρχὴν θέλει ἀναστρέφεσθαι. ὥσπερ [γὰρ] τὸ γραῦς | |
15 | τροπὴν παθὸν τοῦ α εἰς η γέγονε γρηῦς, ἵνα δὲ μὴ γένηται ἀκατάλ‐ ληλος, τροπῆς γενομένης διῃρέθη καὶ γρηΰς ἐγένετο. ὅτι γὰρ ἐπὶ ῥημάτων, οὐκ ἔτι δὲ καὶ ἐφ’ ἑτέρας λέξεως (sc. τὸ ηυ θέλει ὁρᾶσθαι), καὶ ἐξ ἐκείνων καταλαμβάνω ὅτι ἐστὶν ηὔτε, ἀλλ’ ἵνα μὴ γένηται ἡ κα‐ κοφωνία τῆς διφθόγγου, ἢ διαίρεσις ἠΰτε γίνεται ἢ τροπὴ εὖτε. ὁμοίως | |
20 | οὖν καὶ ἐπὶ τοῦ Ἄρευος· ὁ πλεονασμὸς γὰρ ἐποίησε τὴν δίφθογγον· ἐνταῦθα οὖν τροπή, ἵνα ἀποστῇ ἡ κακοφωνία τῆς διφθόγγου. | |
23 | Il. Pr. Ι 529: Κουρῆτες: οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες πρὸς διαστολὴν τοῦ «κούρητες Ἀχαιῶν» (Il. Τ 248). οὐκ ἐχρῆν δέ, καθότι | |
25 | οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίσις τοῦ κουρῆτες ἐν τῇ κλίσει τῶν ὀνομάτων. | |
27t | Περὶ τῶν εἰς ις. | |
29 | An. Ox. IV 336, 29: τὰ εἰς ις βαρύτονα ὑπὲρ μίαν συλλαβὴν | |
30 | συνεσταλμένον ἔχει τὸ ι καὶ διὰ τοῦ δ ἢ διὰ καθαροῦ τοῦ ος κλίνεται | |
μόνον. τὸ δὲ τίς διὰ τοῦ ν ἐκλίθη καὶ ὡς μονοσύλλαβον ὀξύνεται ἀεὶ καὶ | 640 | |
3,2641 | ἐν τῇ συμφράσει· τὸ λίς παρ’ Ὁμήρῳ «ὥστε—λὶς ἠϋγένειος» (Ο 275). Καὶ ὅσα μὲν κύρια εἰς ις Πάρις, Κίκις καὶ ὅσα μακρᾷ παραληγό‐ μενα προσηγορικά, εὖνις, νῆϊς, ἄναλκις διὰ τοῦ δ κλίνεται. τὸ εὖνις | |
5 | εὑρέθη καὶ ἄνευ τοῦ δ εὔνιος εὔνιν κτλ. | |
6t | Περὶ τῶν εἰς υς. | |
8 | Anecd. Ox. IV 337, 12: τὰ εἰς υς ὀξύνεται καὶ βαρύνεται καὶ περισπᾶται καὶ τὸ υ φυλάσσει κτλ. σημείωσαι δὲ ὅτι γλυκέως καὶ | |
10 | ἡδέως οὐ λέγομεν ἵνα μὴ συνεμπέσῃ τῷ ἐπιρρήματι· ὅσα δὲ σύνθετα παρ’ ὄνομα ὡς τὰ ἁπλᾶ κλίνεται, ἄδριμυς ἀδρίμεος· δριμύς γὰρ κτλ. | |
13 | Choer. 233, 21: λέγει ὁ Ἡρωδιανός, ὅτι πήχυος καὶ πελέκυος κατὰ ἀκολουθίαν ὥσπερ βότρυς βότρυος, καὶ ἐπειδὴ τὰ μεταβάλλοντα | |
15 | τὸ ο Ἀττικῶς εἰς ω, δηλονότι κατὰ τὴν γενικήν, ἠναγκάσθη καὶ τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβάλλειν, ὁ δὲ λόγος ἐπὶ τῶν καθαρευ‐ όντων οἷον μάντιος μάντεως, ὄφιος ὄφεως, λαός λεώς, Μενέλαος Μενέλεως, εἰκότως καὶ τὸ πήχυος καὶ πελέκυος ἐκτείναντα τὸ ο εἰς ω Ἀττικῶς, δηλονότι κατὰ τὴν γενικήν, ἠναγκάσθη καὶ τὸ παραλῆγον | |
20 | φωνῆεν τρέψαι εἰς τὸ ε καὶ γενέσθαι πήχεως καὶ πελέκεως διὰ τοῦ ε καὶ ω. | |
23 | Choer. 223, 30: ἄξιόν ἐστι ζητῆσαι διὰ τί τὰ εἰς υς καὶ τὰ εἰς ευς κατὰ τὴν γενικὴν μὴ ἐγένετο κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ου | |
25 | δίφθογγον οἷον ταχέος ταχοῦς, Πηλέος Πηλοῦς, ὥσπερ Δημοσθένεος Δημοσθένους. —καὶ λέγει ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν· ὅτι ἐπὶ τῶν εἰς ης γίνεται κρᾶσις ἐν τῇ γενικῇ, ἐπειδὴ τὰ εἰς ης λήγοντα πέφυκε καὶ περιττοσυλλάβως κλίνεσθαι καὶ ἰσοσυλλάβως οἷον λέβης λέ‐ βητος, Λάχης Λάχητος, Χρύσης Χρύσου, Ὀρέστης Ὀρέστου· ἔχει οὖν τι | |
30 | μιμήσασθαι τὰ εἰς ης συναιρούμενα, συναιρούμενα γὰρ μιμεῖται τὴν ἰσοσύλλαβον κλίσιν, Δημοσθένης γὰρ Δημοσθένους ἰσοσυλλάβως ὥσπερ καὶ Ὀρέστης Ὀρέστου· τὰ δὲ εἰς υς λήγοντα καὶ τὰ εἰς ευς, ἐπειδὴ ἀεὶ πέφυκε περιττοσυλλάβως κλίνεσθαι οἷον ταχύς ταχέος, ὀξύς ὀξέος, Πηλεύς Πηλέος, Ἀτρεύς Ἀτρέος εἰκότως οὐ συναιρεῖται ἐν τῇ γενικῇ· | |
35 | συναιρούμενα γὰρ οὐκ ἔχει τι μιμήσασθαι, οὐδὲ γὰρ κλίνεται ἰσοσυλλά‐ βως, ἵνα συναιρούμενα μιμήσηται τὴν ἰσοσύλλαβον κλίσιν. ταῦτα εἶπεν ὁ Ἡρωδιανός. | |
39 | Choer. 114, 28: τὰ εἰς υς ἔχοντα τὸ υ ἐκτεταμένον οὐ φυλάττει | |
40 | τὸ υ ἐκτεταμένον, ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἀλλὰ συστέλλει | 641 |
3,2642 | αὐτό, οἷον ἰχθῦς ἰχθύος ἰχθύσι «ἰχθύσι τοῖς ὀλίγοισι» (μ 252) καὶ πάλιν δρῦς δρυός δρυσί «παρὰ δρυσὶ καὶ παρὰ πεύκαις». καὶ λέγει ὁ Ἡρω‐ διανὸς χωρὶς τοῦ μῦς μυός μυσί· τοῦτο γὰρ φυλάττει τὸ υ, φησίν, ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν. | |
5t | Περὶ τῶν εἰς ως. | |
6t | Περὶ τῶν εἰς δύο σύμφωνα. | |
7t | Περὶ τῶν εἰς αν καὶ εἰς ην. | |
9 | Anecd. Ox. IV 337, 17: τὰ εἰς αν ἁπλᾶ μὲν ὄντα ὀξύνεται, | |
10 | Ἀλκμάν, παιάν, Πάν, ὅτε τὸν θεὸν κατὰ τοὺς ποιητάς· σύνθετα δὲ βαρύνεται, Εὐπαίαν, Τιτανόπαν· καὶ προσθέσει τοῦ ος κλίνεται. | |
13 | Anecd. Ox. III 237, 23: Ἰστέον ὅτι τοῦ Ζήν Ζηνός ἐφύλαξαν οἱ παλαιοὶ Ἴωνες τὴν κλίσιν οἷον | |
15 | ἐπεὶ δ’ ἴσχε Ζηνὸς ὑψερέφης δόμοις ζάρης· μεταγενέστεροι Αἰολεῖς ἔτρεψαν Ζανός καὶ Ζάν· καὶ ἔτι μεταγενέστεροι οἱ Ἴωνες διὰ τοῦ α Ζάν ὁμοίως τῷ Λυκᾶνι κλῦθί μοι Ζανός τε κούρη Ζανί τ’ ἐλευθερίῳ. πάλιν ἄπορον πῶς παρ’ Ἴωσι τὸ η εἰς α τέτραπται· τὸ ἐναντίον τὸ α | |
20 | εἰς η τρέπουσι, τὸ γὰρ Ζανός Ζηνός εἰρήκασι· λέγω δὴ ὅτι οὐκ ἔτρε‐ ψαν, ἀλλ’ ἐμιμήσαντο μεταγενεστέρους Αἰολεῖς. | |
22t | Περὶ τῶν εἰς ιν καὶ εἰς υν. | |
23t | Περὶ τῶν εἰς ων. | |
25 | Mon. 10, 22: δῆλον ὅτι κατὰ ταῦτα πάντα μονῆρές ἐστι τὸ ὄνομα (se. Ποσειδῶν) οὔτε τοῖς ὀξυνομένοις τὴν αὐτὴν ἀκολουθίαν σῶζον οὔτε τοῖς περισπωμένοις· τὴν δὲ τούτων κλίσιν ἐν τῇ κλίσει τῶν | |
ὀνομάτων δηλοῦμεν. | 642 | |
3,2643(2) | Eustath. 346, 15: Ἡρωδιανὸς τοῖς εἰς ων περισπωμένοις οἷον Δημοφῶντι καὶ Ξενοφῶντι καὶ τοῖς ὁμοίοις συντεταχὼς καὶ τὸν Τυ‐ φῶνα καὶ ταῶνα λέγει, ὡς μόνον τὸ Τυφῶν καὶ ταῶν οὐκ ἐκλίθη διὰ | |
5 | τοῦ ντ, ἐπεὶ καὶ ἑτέραν ἔσχε παράληξιν· Τυφῶς γὰρ καὶ ταῶς διὰ τοῦ ς. | |
7 | Eustath. 1615, 22: λέγει Ἡρωδιανὸς ὅτι διὰ τοῦ ω κλίνονται Λάκωνες Κίκωνες· τὸ μέντοι «Κικόνεσσι πέλασσεν» (ι 39) διὰ μέτρον φησὶν οὕτως κλιθῆναι. | |
11 | Eustath. 1741, 26: Ἡρωδιανὸς λέγει ὅτι τὸ Σιδῶνος γραφόμε‐ νον ὡς Ἀντρῶνος Πλευρῶνος μετέπεσε παρ’ Ὁμήρῳ συνεπενεχθὲν τοῖς εἰς δων λήγουσι ῥηματικοῖς ἤγουν τῷ ἀλγηδόνος, ἀηδόνος. | |
15 | E. M. 549, 44, Anecd. Par. III 304, 33: δύο κανόνες εἰσὶ οἱ μαχόμενοι ἀλλήλοις. ὁ μὲν εἷς λέγει, ὅτι τὰ εἰς ων βαρύτονα καθαρὰ διχρόνῳ παραληγόμενα συνεσταλμένῳ φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς, Ἀμφιτρύων Ἀμφιτρύωνος. ὁ δὲ ἕτερος λέγει· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται. ἀπαιτοῦντος οὖν τοῦ μὲν τὸ ω, τοῦ δὲ τὸ ο, | |
20 | συνεκόπη τὸ ἀμφίβολον καὶ ἐγένετο κυνός. ἡ μέντοι κλητικὴ εὕρηται διὰ τοῦ ο μικροῦ, ὡς ἀπὸ τῆς κύονος γενικῆς «ἐξ αὖ νῦν ἔφυγες θά‐ νατον, κύον» (Λ 362). | |
23t | Περὶ τῶν εἰς ξ. | |
25 | Eustath. 1922, 8: ὥσπερ σπάνια τὰ εἰς εξ, κρέξ, ἐπίτεξ, Λέλεξ τὸ διὰ τοῦ γ κλιθέν, οὕτω καὶ τὰ εἰς ωξ, πτώξ, βῶξ, ῥώξ, ὃ καὶ αὐτὸ διὰ τοῦ γ κλίνεται· τούτων δὲ σύνθετα πολυπτώξ καὶ ἀπορρώξ. εἰσὶ δὲ τοιαῦτα καθ’ Ἡρωδιανὸν καὶ ἀπὸ τοῦ τρώγω γραμματοτρώξ, κυαμο‐ τρώξ. οὕτω καὶ σπανίζεται τὰ εἰς οξ διὰ τοῦ ο μικροῦ φλόξ διὰ τοῦ γ καὶ | |
30 | πρόξ καὶ Καππάδοξ, ὧν κλίσις διὰ τοῦ κ· ὁ δὲ ταῦτα παραδιδοὺς καὶ τὰ εἰς αιξ εἰς δύο μόνα περιγράφει· αἴξ γὰρ αἰγός καὶ Θρᾷξ Θρᾳκός. ὑποτέτακται γάρ, φησί, τὸ ι τῷ α, εἰ μὴ συνεκφωνεῖται ὡς δῆλον ἐκ τοῦ Θρήϊκας καὶ Θρηΐκιον καὶ τῶν ὁμοίων. τὸ μέντοι γύναιξ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὔ· ᾗ συνεπιλείπει καὶ ἡ ἐντελὴς κλητική. τὸ γὰρ | |
35 | γύναι, καθὰ καὶ τὸ Ζεῦ ἄνα λείπεται διπλοῦ τοῦ κατ’ ἀναλογίαν. | |
37 | Choer. 310, 7, Gaisf. Bekk. Anecd. 1422: τέττιξ: τὰ εἰς ιξ ἀρ‐ | |
σενικὰ ἁπλᾶ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ κ κλίνεται οἷον πέρδιξ πέρ‐ | 643 | |
3,2644 | δικος, φοῖνιξ φοίνικος, Κίλιξ Κίλικος πλὴν τοῦ τέττιξ τέττιγος· τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται· καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι τὸ κεχρεωστη‐ μένον ἀνεπλήρωσαν οἱ Δωριεῖς καὶ οἱ Ἀθηναῖοι διὰ τοῦ κ κλίνοντες αὐτὸ οἷον τέττικος. | |
6 | Anecd. Ox. IV 337, 20: τὰ εἰς υξ μονοσύλλαβα μὲν ὄντα ὀξύ‐ νεται, Στύξ, τρύξ, νύξ. ὑπὲρ μίαν δὲ συλλαβὴν βαρύνεται, ἄντυξ, πομφόλυξ. τὸ πτερύξ ὑπὸ Ἀριστάρχου σεσημείωται ὀξυνθὲν ὡς περιε‐ κτικόν. κλίνεται δὲ τὰ μὲν μονοσύλλαβα διὰ τοῦ γ ἢ διὰ τοῦ χ· τρυγός. | |
11 | Dichr. 286, 5: τὰ μέντοι εἰς υξ ὑπὲρ δύο συλλαβὰς ἤτοι σύνθετα ἢ καὶ ἁπλᾶ πρόδηλον ἔχει τὸν χρόνον, ὡς ἐν τῇ κλίσει παραδέδοται. | |
13t | Περὶ τῶν εἰς ρ. | |
15 | Choer. 347, 17: εἰς ωρ διὰ τοῦ ω οὐκ ἔχομεν θηλυκόν· βού‐ λονται δέ τινες ἀναπλάττειν ἀπὸ τοῦ (Ε 486) «ἀμυνέμεναι ὤρεσσιν» ἀντὶ τοῦ ταῖς γυναιξίν εὐθεῖαν τῶν ἑνικῶν ὤρ ἀπὸ τοῦ ὄαρ γενομένην κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω ὥσπερ κρείττονα κρείττω, ὧν ἐστι καὶ Ἡρωδιανὸς ἑαυτῷ ἐναντιούμενος. αὐτὸς γὰρ λέγει ἐν ἄλλῳ τόπῳ, | |
20 | ὅτι ὥσπερ τὰ εἰς ηρ μονοσύλλαβα, μόνου μὲν ἀρσενικοῦ γένους ὄντα, φυλάττει τὸ η ἐν τῇ γενικῇ οἷον θήρ θηρός, φήρ φηρός «φηρσὶν ὀρε‐ σκῴεσσιν» (Α 268) ἀντὶ τοῦ κενταύροις, θηλυκοῦ δὲ γένους ὄντα καὶ φυλάττει τὸ η καὶ συστέλλει οἷον κήρ κηρός καὶ καρός «κῆρα δ’ ἐγὼ τότε δέξομαι» (Σ 115) καὶ «τίω δέ μιν ἐν καρὸς αἴσῃ» (Ι 378), οὕ‐ | |
25 | τως οὖν καὶ τὰ εἰς ωρ μονοσύλλαβα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον φώρ φωρός. | |
27t | Περὶ τῶν εἰς ψ. | |
28t | Περὶ θηλυκῶν. | |
29t | Περὶ τῶν εἰς ω θηλυκῶν. | |
31 | Choer. 332, 25: λέγει ὁ Ἡρωδιανὸς ὅτι οὐδέποτε εὑρίσκομεν ἐν χρήσει ταύτην τὴν δοτικὴν διάστασιν ἔχουσαν τοῦ ο καὶ ι. οὐδὲ γὰρ εὑρίσκεται ἐν χρήσει ἡ τρισύλλαβος δοτικὴ ἐπὶ τούτων, ἀλλ’ ἡ δισύλλαβος | |
οἷον ἡ Λητοῖ καὶ Σαπφοῖ. | 644 | |
3,2645(2) | Choer. 333, 21: λέγει ὁ Ἡρωδιανὸς ὅτι ἔστι τὴν Σαπφών καὶ τὴν Λητών ἡ αἰτιατικὴ καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ ω εἰς οι δίφθογ‐ γον γίνεται τὴν Σαπφοῖν καὶ τὴν Λητοῖν. | |
6 | Choer. 335, 20: ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα ἡ κλητικὴ οὐδέποτε πλείονα φωνήεντα ἔχει τῆς ἰδίας εὐθείας οἷον μοῦσα ὦ μοῦσα, τιμή ὦ τιμή, βῆμα ὦ βῆμα, ἄστυ ὦ ἄστυ, βοῦς ὦ βοῦ, διὰ ποίαν αἰτίαν ἐπὶ τῶν εἰς ω θηλυκῶν ἡ κλητικὴ πλείονα φωνήεντα ἔχει τῆς ἰδίας εὐθείας, | |
10 | οἷον Καλυψώ ὦ Καλυψοῖ, Λητώ ὦ Λητοῖ. καὶ λέγει ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ ἀρχαῖα τῶν ἀντιγράφων ἐν ταῖς εἰς ω ληγούσαις εὐθείαις εἶχε τὸ ι προσγεγραμμένον οἷον ἡ Λητώι, ἡ Σαπφώι σὺν τῷ ι· συσταλὲν (sic) οὖν τὸ ω εἰς τὸ ο ἐν τῇ κλητικῇ ἐξεφωνήθη τὸ ι· τούτου χάριν ἡ κλητικὴ ἔδοξε πλείονα φωνήεντα ἔχειν τῆς ἰδίας εὐθείας. | |
15t | Περὶ τῶν εἰς ρ θηλυκῶν. | |
17 | Eustath. 110, 36: μονῆρες ἐν θηλυκοῖς ἡ χείρ, ἣ κλίνεται διχῶς ποτὲ μὲν διὰ τοῦ ε, ὅθεν καὶ τὰ χέρνιβα, ποτὲ διὰ τῆς ει διφθόγγου, ποτὲ δὲ κατὰ Ἡρωδιανὸν καὶ μετατεθείσης αὐτῆς εἰς η, ὡς μαρ‐ | |
20 | τυρεῖ, φησίν, Ἀλκμὰν ἐν τῷ «ἐπ’ ἀριστερὰ χηρὸς ἔχων». | |
21t | Περὶ τῶν εἰς ας θηλυκῶν. | |
23 | Eustath. 1571, 30: Ἡρωδιανὸς παραδοὺς τὰ εἰς ας ὀξύτονα διὰ τοῦ δ κλίνεσθαι οἷον στιβάδος, ἰσχάδος, πελιάδος ἓν μόνον ἐκ τούτων | |
25 | εἰς αις φησὶ λήγειν τὸ δᾴς. | |
26t | Περὶ τῶν εἰς αυς. | |
28 | Anecd. Ox. IV 337, 25: δύο εἰς αυς, ναῦς, γραῦς. κέκλιται δὲ διὰ καθαροῦ τοῦ α ναός, γραός· τὸ νεώς Ἀττικῶς. τὸ νηΰς ἢ γρηΰς | |
30 | διῃρημένον κατὰ τοὺς Ἴωνας οὐκ ἐκλίθη· τὴν δὲ αἰτιατικὴν καὶ κλη‐ τικὴν ἔχει Θριαὶ τὴν γρηῢν ἐπιπνείουσι κορώνην | |
καὶ «δεῦρο δὴ ὄρσεο (sic) γρηΰ» (Od. χ 395). | 645 | |
3,2646(1t) | Περὶ τῶν εἰς ις θηλυκῶν. | |
3 | Eustath. 1618, 29, Favorin. E. M. 445, 24: ὥσπερ χάρις χάρι‐ δος καὶ Δωρικῶς χάριτος, κατὰ δὲ τὴν παρὰ Ἡρωδιανῷ Ἀλκμανικὴν | |
5 | χρῆσιν καὶ Ἀρτέμιδος Ἀρτέμιτος οἷον «Ἀρτέμιτος θεράποντα», οὕτω καὶ θέμις θέμιτος καὶ πλεονασμῷ τοῦ ς θέμιστος οἷον «Θέμιστι δὲ καλ‐ λιπαρῄῳ» (Ο 87) καὶ ἐξ αὐτοῦ ἀθέμιστος. | |
9 | Eustath. 1716, 48: ἰστέον ὅτι οὐ κλίνεται ὡς Θέτις Θέτιδος, Ἶσις | |
10 | Ἴσιδος, οὕτω καὶ Χάρυβδις Χαρύβδιδος, ἵνα μὴ ἐπάλληλον δὶς γένηται τὸ δ καθ’ Ἡρωδιανόν. τούτῳ δὲ τῷ λόγῳ καὶ τὸ ἐκ τοῦ δείδω δέδοιδα δέδοικα γέγονε· πολλαὶ δέ τινες καὶ ἄλλαι ἐπαλληλίαι μισοῦνται. | |
14 | Choer. Orthogr. 227, 27: κίσηρις: ἡ πρώτη ι, ἡ δευτέρα η καὶ ἡ τρίτη | |
15 | ι· ἡ γενικὴ κισήριδος κισήρεος. ἀμφότερα οὕτως ἡ παράδοσις. Ἡρω‐ διανὸς δὲ διὰ τοῦ ω· εἶπεν γάρ, ὅτι ἐπὶ γενικῆς κισήρεως. | |
18 | Choer. Dict. 103, 27: μῆνις μήνιδος εἰς ν ἔχει τὴν αἰτιατικὴν οἷον «μῆνιν ἄειδε», «μῆνιν Ἀπόλλωνος» καὶ οὐδέποτε εἰς α κατὰ χρῆσιν, | |
20 | ὥς φησιν Ἡρωδιανός. | |
21t | Περὶ οὐδετέρων. | |
23 | Anecd. Ox. IV 337, 32: τελικὰ οὐδετέρων ὀνομάτων ἕξ, α, ι, ν, ρ, ς, υ. τὸ δῶ καὶ κάρη ἐξ ἀποκοπῆς ἐστι «ποτὶ χαλκοβατὲς δῶ» | |
25 | (Α 426) καὶ «πολιόν τε κάρη» (Χ 74) ἀντὶ τοῦ κάρηνον. διὸ καὶ ἐπὶ πληθυντικῶν εὑρίσκεται «ναίει χρύσεα δῶ» (Hesiod. Theog. 933) ἀντὶ τοῦ δώματα, «κάρη κομόωντες Ἀχαιοί» ἀντὶ τοῦ κάρηνα. τὸ δὲ θηλυ‐ κῶς εἰρημένον ὀξύνεται. Τὸ γάλα γάλακτος γάλακτι παρὰ Καλλιμάχῳ ὡς ἀπὸ εἰς ξ ληγού‐ | |
30 | σης εὐθείας. τὰ τῶν στοιχείων ὀνόματα ἄκλιτα. ἓν μόνον ἀπαρασχη‐ μάτιστον τὸ μέλι, κέκλιται δὲ εἰς τος μέλιτος. τὸ δὲ τρόφι κατὰ ἀπο‐ κοπήν, τὸ κρῖ καὶ ἄλφι ἐκ πάθους. τὸ σίνηπι καὶ πέπερι οὐχ Ἑλληνικά, κλίνουσι δὲ αὐτὰ χωρὶς συμφώνου σινήπεως, πεπέρεως. τὸ δὲ πεπέ‐ | |
ριδος Εὔβουλος εἶπε. | 646 | |
3,2647(1t) | Περὶ τῶν εἰς α οὐδετέρων. | |
3 | Eustath. 1627, 35: τὸ γάλακτος πλεονασμὸν ἔχει τοῦ κ· οὐ γὰρ ἔστιν εὐθεῖαν εἰπεῖν αὐτοῦ τὸ γάλαξ· ἐπεὶ μηδέ ἐστι τὸ ξ τελικὸν οὐ‐ | |
5 | δετέρων ὀνομάτων, εἰ καὶ ἔμφασιν εὐθείας τοιαύτης ὁ κατ’ οὐρανὸν γαλαξίας κύκλος δίδωσι καὶ τὸ εὑρίσκεσθαι δοτικὴν πληθυντικὴν τοῖς γά‐ λαξιν· ἐφ’ οἷς δῆλον ὅτι τοῦ κτ κειμένων ἐν τῷ γάλακτι ἡ δοτικὴ τῶν πληθυντικῶν τρέψασα μὲν συνήθως τὸ τ εἰς ς, κεράσασα δὲ τὸ κς εἰς ξ πεποίηκε τὸ γάλαξιν. ἐξ οὗ καὶ ὁ γαλαξίας γενέσθαι δοκεῖ. τέως | |
10 | γε μὴν οἱ τὸ γάλαξ λέγοντες διὰ τοῦ κ κλίνοντες αὐτὸ πλεονάζειν δο‐ κοῦσι τὸ τ. ὡς γὰρ ἄναξ ἄνακος, ὅθεν καὶ Διόσκουροι ἀνακοί καὶ ἀνακῶς ἐπίρρημα ὅ ἐστιν ἐπιμελῶς, καὶ πλεονασμῷ τοῦ τ ἄνακτος, οὕτω καὶ γάλαξ μονήρης εὐθεῖα γάλακος γάλακτος. οὗ χρῆσις καὶ ἐν τῷ «γάλακτι δ’ ἴκελον ἄνθος». οἱ δὲ τοιοῦτοι φαίνονται λέγειν ὥσπερ | |
15 | τὴν μὲν γύναιξ εὐθεῖαν σεσιγημένην εἶναι, κεῖσθαι δὲ τὰς πλαγίας πτώ‐ σεις ἐν χρήσει οὕτω καὶ ἐπὶ τοῦ γάλακτος γενέσθαι. σιγᾶσθαι μὲν γὰρ τὴν ὀρθήν, λαλεῖσθαι δὲ τὰς μετ’ αὐτήν. γάλαξ μὲν γὰρ οὐκ ἐκφω‐ νεῖται, τὰ δὲ ἐφεξῆς αὐτῇ χρηστά ἐστιν. —ὅτι δὲ τὸ γάλα εἰς ξ δοκεῖ λήγειν, ἐπιστώσατο Ἡρωδιανὸς καὶ ἀπὸ συνθέτου τοῦ ἀρτιγάλαξ καὶ | |
20 | ἀπὸ πληθυντικῆς δοτικῆς τοῖς γάλαξι. | |
21t | Περὶ τῶν εἰς ρ οὐδετέρων. | |
23 | Cod. Ottobon. 173 fol. 164. v. in Bekk. Anecd. 1174: περὶ τῶν μεταβαλλόντων τὸ ρ εἰς τὸ τ κατὰ τὴν γενικήν φησιν Ἡρωδιανός, | |
25 | ὅτι ὡς ἀπὸ τῆς εἰς ς καταλήξεως γέγονεν ἡ κλίσις οἷον τὸ ἧπαρ τοῦ ἥπατος ὡς ἀπὸ τοῦ ἧπας φησὶν εἶναι καὶ φρέαρ φρέατος ὡς ἀπὸ τοῦ φρέας. | |
28t | Περὶ τῶν εἰς ας οὐδετέρων. | |
30 | Choer. 387, 9: ἰστέον ὅτι τινὲς θέλουσιν ὀξύνειν τὴν Ἀττικὴν γενι‐ κὴν τῶν ἑνικῶν οἷον τοῦ κρεώς τοῦ γηρώς τοῦ κερώς λέγοντες, ὅτι ἀπὸ τοῦ κρέατος καὶ γήρατος καὶ κέρατος ἐγένετο κατὰ συγκοπὴν τοῦ α καὶ τ κρεός καὶ γηρός καὶ κερός διὰ τοῦ ο ὀξυτόνως τῷ λόγῳ τῶν εἰς ος δισυλλάβων γενικῶν οἷον ὥσπερ πατρός, μητρός, φωτός, μη‐ | |
35 | νός, χηνός, παιδός, σπληνός, συός, φρενός, γραός, καὶ λοιπὸν οἱ Ἀθη‐ ναῖοι ἐκτείνοντες τὸ ο εἰς ω ἐφύλαξαν τὴν ὀξεῖαν τάσιν οἷον κρεώς, γηρώς, κερώς. τῷ δὲ Ἡρωδιανῷ οὐ δοκεῖ τοῦτο, ἀλλὰ ταῦτα βαρυ‐ τόνως δοξάζει λέγεσθαι οἷον τοῦ κρέως τοῦ γήρως τοῦ κέρως τῷ λόγῳ | |
τῆς συναιρέσεως τῆς γενομένης ἀπὸ δύο βαρειῶν εἰς βαρεῖαν οἷον | 647 | |
3,2648 | κρέαος κρέως, γήραος γήρως, ὥσπερ Δημοσθένεος Δημοσθένους, Διο‐ μήδεος Διομήδους. κέχρηται δὲ λόγῳ τοιούτῳ· εἰ δὲ λέγεται συγκοπὴν γεγενῆσθαι ἐν τῇ γενικῇ τῇ κρέως, ὤφειλε συγκοπὴ γενέσθαι καὶ ἐν τῇ δοτικῇ. καθόλου γὰρ πᾶσα γενικὴ συγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν | |
5 | συγκοπτομένην, οἷον πατέρος πατρός πατέρι πατρί, μητέρος μητρός μητέρι μητρί, Δημήτερος Δήμητρος Δημήτερι Δήμητρι, ἀνέρος ἀνδρός ἀνέρι ἀνδρί, θυγατέρος θυγατρός θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται συγκοπὴν τοῦ α καὶ τοῦ τ, ἐπεὶ κρεΐ ἤμελ‐ λεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐστίν, οὐκ ἄρα δὴ οὐδὲ ἡ κρέατος γενικὴ | |
10 | δύναται συγκοπὴν ἀναδέξασθαι τοῦ α καὶ τοῦ τ καὶ γενέσθαι τοῦ κρεός ὀξυτόνως, κἀκεῖθεν τοῦ κρεώς ὁμοίως ὀξυτόνως κατ’ ἐπέκτασιν τοῦ ο εἰς ω, ἀλλ’, ὡς εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶσιν γεγόνασι καὶ βαρύνονται. | |
18t | Περὶ τῶν εἰς ας ὀνομάτων. | |
19 | Choer. 26, 33: τὰ εἰς ας μονοσύλλαβα, εἰ μὲν περισπᾶται, ἀπο‐ | |
20 | βολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν οἷον ὁ Γρᾶς τοῦ Γρᾶ, ὁ Λᾶς τοῦ Λᾶ (τοῦτο δὲ καὶ ποταμὸν καὶ λίθον καὶ πόλιν σημαίνει), ὁ Θᾶς τοῦ Θᾶ (ὄνομα δὲ κύριον), ὁ Χνᾶς τοῦ Χνᾶ (οὕτως δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ), ὁ Δᾶς τοῦ Δᾶ (ὄνομα δὲ τοῦτο ποτα‐ μοῦ), ὁ Βᾶς τοῦ Βᾶ (ἱστορεῖται δὲ οὗτος βασιλεὺς Πόντου). τὸ δὲ | |
25 | πᾶς, ὅτε μέν ἐστι προσηγορικὸν καὶ σημαίνει τὸν πατέρα, ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν οἷον τοῦ πᾶ· ὅτε δὲ ἐπίθετόν ἐστι καὶ σημαίνει τριγένειαν οἷον πᾶς ἄνθρωπος, πᾶσα γυνή, καὶ πᾶν παιδίον, διὰ τοῦ ντ κλίνεται οἷον παντός, πρὸς γὰρ διάφορον σημαινόμενον εἰκότως καὶ ἡ κλίσις διάφορος γέγονε. σεσημείωται τὸ Πρᾶς (ἔστι δὲ ὄνομα | |
30 | πόλεως Περραιβικῆς) περισπώμενον καὶ περιττοσυλλάβως διὰ τοῦ ντ κλινόμενον. εἰ δὲ ὀξύνεται τὰ εἰς ας μονοσύλλαβα, περιττοσυλλάβως κλίνεται οἷον Ζάς Ζάντος (σημαίνει δὲ τὸν Δία), Φθάς Φθάντος (ὄνομα δὲ τοῦτο κύριον). 16, 20: τοῦτο δὲ κατὰ τὴν γενικὴν βαρύνε‐ ται, μετοχικὸν γὰρ ὑπάρχει καὶ τὸν τόνον τῆς μετοχῆς ἀνεδέξατο, | |
35 | φημὶ δὴ τῆς φθάντος. τὸ δὲ κράς, ὃ σημαίνει τὴν κεφαλήν, διὰ τοῦ | |
τ ἐκλίθη, οἷον | 648 | |
3,2649 | κρατὸς ἀπ’ ἀθανάτοιο, καὶ ἔχει ἀπολογίαν τοιαύτην, ὅτι τὰ εἰς ας μονοσύλλαβα ὀξύτονα ἅπαντα κύριά ἐστιν οἷον Ζάς, Φθάς, τοῦτο δὲ μόνον, φημὶ δὴ τὸ κράς, προσηγορικόν ἐστι· ἐπειδὴ οὖν διήλλαξε περὶ τὸ σημαινόμενον, | |
5 | διήλλαξε καὶ περὶ τὴν κλίσιν. —ἔχομεν δὲ τὴν χρῆσιν τῆς εὐθείας παρὰ Σιμμίᾳ τῷ Ῥοδίῳ οὕτως χρυσῷ τοι φαέθοντι πολύλλιτος ἐμφέρεται κράς. Τὰ εἰς ας καθαρὸν ὀνόματα δισύλλαβα βαρύτονα μακροκατάληκτα μὴ ἀπὸ Δωρίδος διαλέκτου μηδὲ κατὰ ποιητικὴν ἄδειαν ὄντα διὰ τοῦ | |
10 | ντ κλίνεται οἷον Αἴας Αἴαντος, Θόας Θόαντος, Βίας Βίαντος, Δρύας Δρύαντος (ἔστι δὲ ταῦτα ὀνόματα κύρια), Ὕας Ὕαντος (Ὕαντες δὲ λέγονται οἱ κατοικοῦντες τὴν Βοιωτίαν), Εὔας Εὔαντος (τὸ δὲ Εὔας ἐπίθετον τοῦ Διονύσου ἐστίν). πρόσκειται «μὴ ἀπὸ Δωρίδος διαλέκτου» διὰ τὸ Λάας τὸ κύριον καὶ τὸ Κλεύας καὶ τὸ Κέας. καὶ τὸ μὲν Λάας | |
15 | τὸ κύριον Δωρικὴν κρᾶσιν πέπονθεν. ἡ γὰρ Λάαος γενικὴ τρισύλλαβος μετάγεται εἰς εὐθεῖαν καὶ γίνεται ὁ Λάαος ὥσπερ ὁ Καππάδοξ τοῦ Καπ‐ πάδοκος καὶ ὁ Καππάδοκος καὶ κατὰ κρᾶσιν Δωρικὴν τοῦ α καὶ ο εἰς α μακρὸν γίνεται Λάας ὥσπερ Πτερέλαος Πτερέλας καὶ Μενέλαος Μενέ‐ λας ὡς παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ | |
20 | τοῦ στρατηλάτα Μενέλα. οὕτως ὁ Λάας τοῦ Λάα «Λάα περὶ λίθων γλυφῆς» (οὗτος δὲ λιθογλύ‐ φος ἦν). τὸ δὲ προσηγορικὸν λᾶας συνεσταλμένον ἔχον τὸ α οἷον «λᾶας ἀναιδής» κλίνεται διὰ καθαροῦ τοῦ ος οἷον λᾶας λάαος, ὃ | |
25 | κατὰ κρᾶσιν τῶν δύο αα εἰς ἓν μακρὸν γίνεται λᾶος «λᾶος ὑπὸ ῥιπῆς» (Μ 462). τὸ δὲ Κλεύας καὶ Κέας Δωρικὴν τροπὴν πέπονθεν ἀπὸ τοῦ Κλεύης καὶ Κέης καὶ ἐφύλαξε τὴν ἰσοσύλλαβον κλίσιν. πρόσκειται «μὴ κατὰ ποιητικὴν ἄδειαν ὄντα», ἐπειδὴ παρὰ τοῖς ποιηταῖς εὑρίσκομεν τοιαῦτα, πάντα ἔχοντα τοῦ κανόνος καὶ ἰσοσυλλάβως κλιθέντα οἷον ὁ | |
30 | Βίας τοῦ Βία, ὁ Δρύας τοῦ Δρύα, ὁ Θόας τοῦ Θόα ὡς παρ’ Ἡσιόδῳ «ἡ δὲ Θόαν τέκεν υἱόν», ὁ Αἴας τοῦ Αἴα ὡς παρὰ Ἀλκαίῳ «Αἴαν τὸν ἄριστον». Choer. 118, 29: τὰ εἰς ας καθαρὸν ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ βαρύ‐ τονα μὴ ὄντα ἐθνικὰ ἀπὸ τοῦ π ἀρχόμενα εἰς τὴν ου δίφθογγον ἔχει | |
35 | τὴν γενικὴν οἷον κοχλίας κοχλίου, Αἰνείας Αἰνείου, Βορέας Βορέου, δρακοντίας δρακοντίου, τραυματίας τραυματίου, ταραξίας ταραξίου. — πρόσκειται «ἁπλᾶ» διὰ τὸ Λυκοθόας Λυκοθόαντος καὶ Λευκοθόας Λευ‐ | |
κοθόαντος· ταῦτα γὰρ σύνθετά ἐστι καὶ τὴν τοῦ ἁπλοῦ κλίσιν ἐφύ‐ | 649 | |
3,2650 | λαξε, φημὶ δὲ τὴν τοῦ Θόαντος. πρόσκειται «βαρύτονα» διὰ τὰ ὀξύτονα οἷον διὰ τὸ ἀνδριάς ἀνδριάντος. πρόσκειται «μὴ ὄντα ἐθνικὰ ἀπὸ τοῦ π ἀρχόμενα» διὰ τὸ Πικίας Πικίαντος καὶ Πευκετίας Πευκετίαντος· τὸ γὰρ Παπίας Παπίου ἀπὸ τοῦ π μὲν ἄρχεται, ἀλλ’ οὐκ ἔστιν ἐθνι‐ | |
5 | κόν· τὸ δὲ Ὠπίας Ὠπίου ἐθνικὸν μέν ἐστιν, ἀλλ’ οὐκ ἄρχεται ἀπὸ τοῦ π, ἀλλ’ ἀπὸ τοῦ ω. Σεσημείωται δέ τινα περιττοσυλλάβως κλιθέντα· ἔστι δὲ ταῦτα· Ἀφίας Ἀφίαντος παρ’ Εὐφορίωνι, Φλεγύας Φλεγύαντος παρ’ Εὐριπίδῃ, Ἐλέας Ἐλέαντος παρὰ Φιλοστεφάνῳ, Σατύας Σατύαντος παρ’ Ἡγη‐ | |
10 | σίππῳ· εὑρέθη δὲ καὶ τὸ Ἀρύας Ἀρύαντος περιττοσυλλάβως κλιθὲν ἡ δὲ ὑπὲρ Ἀρύαντος ἐπὶ προχοαῖς ποταμίων (leg. αἱ δὲ πέρην Ἀρύαντος ἐπὶ προχοαῖς ποταμοῖο), παρ’ Ἐρατοσθένει, καὶ Παρίας Παρίαντος· ἔστι δὲ ὄνομα κύριον καὶ διὰ τοῦ ι γράφεται. τὸ δὲ παρείας σημαῖνον τὸν ὄφιν διὰ τῆς ει | |
15 | διφθόγγου γράφεται κτλ. ταῦτα δὲ πάντα περιττοσυλλάβως κλίνεται· εὕρηνται δὲ καὶ ἰσοσυλλάβως κλινόμενα, οἷον ὁ Φλεγύας τοῦ Φλεγύου, καὶ οἱ Φλεγύαι τοὺς Φλεγύας, ὡς παρὰ τῷ ποιητῇ (Ν 302) ἠὲ μετὰ Φλεγύας μεγαλήτορας. Choer. 32, 21: τὰ εἰς ας λήγοντα, ἔχοντα τὴν πρὸ τέλους συλ‐ | |
20 | λαβὴν εἰς δίχρονον συνεσταλμένον καταλήγουσαν, περιττοσυλλάβως κλί‐ νεται, τουτέστι διὰ τοῦ ντ, Βίας Βίαντος, Ἀρύβας Ἀρύβαντος (ἔστι δὲ ὄνομα κύριον), λυκάβας λυκάβαντος (σημαίνει δὲ τὸν ἐνιαυτόν), Θίσβας Θίσβαντος· τὸ γὰρ ς μετὰ τοῦ β ἐστί. πρόσκειται «ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς δίχρονον συνεσταλμένον καταλήγουσαν» διὰ τὸ | |
25 | Ἰόβας Ἰόβα, καὶ Ῥήβας Ῥήβα (ἔστι δὲ ταῦτα ὀνόματα κύρια). —δοκεῖ δέ τινα ἀντικεῖσθαι τῷ κανόνι, οἷον τὸ Κάβας καὶ Λάβας καὶ τὸ Ἄβας. ταῦτα γὰρ διχρόνῳ συνεσταλμένῳ παραληγόμενα ἰσοσυλλάβως κλίνεται, οἷον τοῦ Κάβα, τοῦ Ἄβα, τοῦ Λάβα. ἰστέον δὲ ὅτι τὸ Ἄβας, ἡνίκα μὲν σημαίνει τὸ ἔθνος μόνως, ἰσοσυλλάβως κλίνεται οἷον ὁ Ἄβας τοῦ | |
30 | Ἄβα· ἡνίκα δὲ τὸν ἥρωα σημαίνει, καὶ περιττοσυλλάβως καὶ ἰσοσυλλά‐ βως οἷον ὁ Ἄβας τοῦ Ἄβαντος καὶ ὁ Ἄβας τοῦ Ἄβα. Choer. 33, 10: τὰ εἰς βας λήγοντα ἔχοντα τὴν πρὸ τέλους συλ‐ λαβὴν εἰς σύμφωνον καταλήγουσαν, μὴ τὸ ρ, ἰσοσυλλάβως κλίνεται οἷον Χάλβας Χάλβα (ἔστι δὲ ποταμὸς Συρίας), Σάμβας Σάμβα (ἔστι δὲ | |
35 | ὄνομα ποταμοῦ), Λυκάμβας Λυκάμβα, Χηράμβας Χηράμβα. πρόσκειται «μὴ τὸ ρ», διὰ τὸ Φόρβας Φόρβαντος, καὶ Κύρβας Κύρβαντος. Τὰ εἰς βας λήγοντα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς δίχρο‐ | |
νον συνεσταλμένον καταλήγουσαν ἢ εἰς τὸ ρ περιττοσυλλάβως κλίνεται | 650 | |
3,2651 | οἷον Φόρβας Φόρβαντος, Κύρβας Κύρβαντος, Θίσβας Θίσβαντος, λυκά‐ βας λυκάβαντος. εἰ δὲ μὴ οὕτω ἔχοι, ἰσοσυλλάβως κλίνεται, οἷον Χάλ‐ βας Χάλβα, Ῥήβας Ῥήβα, Ἰόβας Ἰόβα. ἰστέον ὅτι ἐστί τινα εἰς βας ὀφείλοντα κλίνεσθαι περιττοσυλλάβως, ἤγουν διὰ τοῦ ντ, καὶ ὅμως | |
5 | ἰσοσυλλάβως κλινόμενά ἐστι ταῦτα, Σκρίβας Σκρίβα, Ἴβας Ἴβα, Ψευδαρ‐ τάβας Ψευδαρτάβα, Ἀννίβας Ἀννίβα. τοῦτο δὲ συστέλλει τὸ ι, τὸ δὲ Ἀλύβας καὶ συστέλλει καὶ ἐκτείνει τὸ δίχρονον ἐν τῇ παραληγούσῃ, καὶ ὅμως περιττοσυλλάβως κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον Ἀλύβαντος (ἔστι δὲ ἔθνος). | |
10 | Τὰ εἰς γας λήγοντα δισύλλαβα μόνως κύρια ἰσοσυλλάβως κλίνεται οἷον Μίγας Μίγα, Μέγας Μέγα (τὸ κύριον ὄνομα, τοῦ γὰρ ἐπιθέτου μεγάλου ἡ γενικὴ) Σάγγας Σάγγα, Ἄλγας Ἄλγα. πρόσκειται «μόνως κύρια» διὰ τὸ γίγας γίγαντος καὶ Βρίγας Βρίγαντος· ταῦτα γὰρ οὐκ ἔστι μόνως κύρια· τὸ μὲν γὰρ γίγας ἐστὶ καὶ κύριον καὶ προσηγορικὸν | |
15 | καὶ ἐθνικόν, τὸ δὲ Βρίγας ἐστὶ κύριον καὶ ἐθνικόν· ἔθνος γὰρ οἱ Βρί‐ γαντες. σεσημείωται τὸ Σάλγας Σάλγαντος, τοῦτο γὰρ μόνον κύριον περιττοσυλλάβως κλιθέν. Τὰ εἰς γας λήγοντα ὑπὲρ δύο συλλαβὰς ἰσοσυλλάβως κλίνεται, οἷον Σατύργας Σατύργα, Στροάγας Στροάγα, χωρὶς τοῦ Ἀκράγας Ἀκράγαν‐ | |
20 | τος· ἔστι δὲ ὄνομα πόλεως Σικελίας. Τὰ εἰς γας λήγοντα ἐν δισυλλάβοις καὶ τὰ ὑπὲρ δύο συλλαβὰς καθόλου ἰσοσυλλάβως κλίνεται, οἷον Μίγας Μίγα, Μέγας Μέγα, Σατύρ‐ γας Σατύργα· χωρὶς τοῦ Σάλγας Σάλγαντος, καὶ Ἀκράγας Ἀκράγαντος. Τὰ εἰς δας λήγοντα δισύλλαβα ἰσοσυλλάβως κλίνεται, οἷον Λάδας | |
25 | Λάδα, Κλύδας Κλύδα, Ἴδας Ἴδα, Λήδας Λήδα, Δέρδας Δέρδα. δεῖ προσθεῖναι, χωρὶς εἰ μὴ διφθόγγῳ παραλήγοιτο· ἐὰν γὰρ διφθόγγῳ παραλήγοιτο, περιττοσυλλάβως κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον Φεί‐ δας Φείδαντος, Οἴδας Οἴδαντος, τοῦ δὲ Μείδας τὴν γενικὴν ὁ Ἀπολ‐ λώνιος εἴρηκε Μείδαντος, ἐπεὶ διφθόγγῳ παραλήγεται· ἔστι γὰρ Μίδας | |
30 | ἄλλο ὅπερ ἰσοσυλλάβως κλίνεται οἷον ὁ Μίδας τοῦ Μίδα. Τὰ εἰς δας λήγοντα ὑπὲρ δύο συλλαβὰς ἰσοσυλλάβως κλίνεται, οἷον Σακάδας Σακάδα, Τιμαχίδας Τιμαχίδα, Λεωνίδας Λεωνίδα, Χαρμάδας Χαρμάδα. δεῖ προσθεῖναι, χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματος γένη‐ ται, ἐκεῖνα γὰρ περιττοσυλλάβως κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον | |
35 | οἶδα Οἴδας Οἴδαντος, μείδω Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας | 651 |
3,2652 | Χαρίδαντος, φείδομαι Ἀφείδας Ἀφείδαντος. τὸ δὲ «ὑπερκύδαντας Ἀχαιούς» (Δ 66) ὄνομα οὕτως γέγονε, κυδήεις κυδήεντος κυδήεντας καὶ ὑπερκύδαντας. Τὰ εἰς ας λήγοντα ἔχοντα πρὸ τοῦ α ἕν τι τῶν διπλῶν, ἰσοσυλ‐ | |
5 | λάβως κλίνεται οἷον Ἀρίζας Ἀρίζα, Ἐλίξας Ἐλίξα, Ἄψας Ἄψα. τὰ δὲ περιττοσυλλάβως κλίνεται, ἡνίκα εὑρεθῇ τὸ υ πρὸ τοῦ ζ, οἷον Βύ‐ ζας Βύζαντος, Γύζας Γύζαντος, Πύζας Πύζαντος. Τὰ εἰς θας λήγοντα ἰσοσυλλάβως κλίνεται, οἷον Στρούθας Στρούθα, Παγάθας Παγάθα, Ἄρθας Ἄρθα, Ἀόρθας Ἀόρθα. | |
10 | Τὰ εἰς κας λήγοντα ἅπαντα ἰσοσυλλάβως κλίνεται, οἷον Πελέκας Πελέκα, Κώκας Κώκα, Κρίκας Κρίκα (ἔστι δὲ ὄνομα ποταμοῦ), Σάκας Σάκα, Πολύκκας Πολύκκα (ἔστι δὲ ποταμὸς Μακεδονίας), Ματάκας Ματάκα (ἔστι δὲ ὄνομα εὐνούχου), Ἰνδύκας Ἰνδύκα, Κοτύκας Κοτύκα (ἔστι δὲ ὄνομα βασιλέως Παφλαγονίας). | |
15 | Τὰ εἰς λας καθαρὰ ἁπλᾶ δισύλλαβα, μὴ παραληγόμενα φύσει μακρᾷ, μονογενῆ, μὴ ἔχοντα δὶς τὸ λ ἰσοσυλλάβως κλίνεται οἷον Ὕλας Ὕλα, Γέλας Γέλα, Γάλας Γάλα, Κάλας Κάλα. πρόσκειται «μὴ παραληγόμενα φύσει μακρᾷ», ἐπειδὴ ἐὰν παραλήγηται φύσει μακρᾷ περιττοσυλλάβως κλίνεται οἷον Φύλας Φύλαντος, Χήλας Χήλαντος. πρόσκειται «ἁπλᾶ | |
20 | καθαρὰ» διὰ τὸ Ἄτλας Ἄτλαντος· τοῦτο γὰρ οὔτε ἁπλοῦν ἐστιν, ἀπὸ γὰρ τοῦ α τοῦ ἐπιτατικοῦ καὶ τοῦ τλάς τοῦ σημαίνοντος τὸ καρτερεῖν γίνεται ἄτλας, οἱονεὶ ὁ πάνυ ὑπομένων, ἀλλ’ οὔτε δὲ καθαρόν ἐστιν, ἔχει γὰρ πρὸ τοῦ λ ἕτερον σύμφωνον, ἤγουν τὸ τ κατὰ σύλληψιν. πρόσκειται «μὴ ἔχοντα δὶς τὸ λ» διὰ τὸ Πάλλας καὶ Κίλλας, ταῦτα | |
25 | γὰρ Πάλλαντος καὶ Κίλλαντος περιττοσυλλάβως κλίνεται. πρόσκειται «μονογενῆ» διὰ τὸ τάλας, ὃ σημαίνει τὸν ἄθλιον, καὶ τὸ μέλας, ταῦτα γὰρ περιττοσυλλάβως κλίνεται οἷον μέλαντος μέλανος, τάλαντος τάλανος, τοῦ τ ἀποβληθέντος, καὶ τὸ Μέλας δὲ τὸ κύριον, εἰ καὶ μονογενές ἐστιν, ἠκολούθησε κατὰ τὴν κλίσιν τῶν ἐπιθέτων, καὶ περιττοσυλλάβως | |
30 | κλίνεται ὁμοίως αὐτῷ οἷον Μέλανος (ἐγένετο δὲ οὗτος συγκλητικὸς Ῥωμαίων). Τὰ εἰς λας λήγοντα δισύλλαβα ἀρχόμενα ἀπὸ συμφώνου ἔχοντα δὶς τὸ λλ, ὁμόφωνα κυρίοις, περιττοσυλλάβως κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον Κύλλας Κύλλαντος, Βάλλας Βάλλαντος, Φέλλας Φέλλαντος, | |
35 | Πάλλας Πάλλαντος. πρόσκειται «δισύλλαβα» διὰ τὰ ὑπὲρ δύο συλλα‐ βάς· ταῦτα γὰρ ἔχοντα δὶς τὸ λ πάντα ἰσοσυλλάβως κλίνεται οἷον Ἰόλλας Ἰόλλα, Ἀβόλλας Ἀβόλλα (ὄνομα δὲ τοῦτο ποταμοῦ), Ἀμύλλας Ἀμύλλα (ὄνομα δὲ τοῦτο ποταμοῦ), Λευκόλλας Λευκόλλα. πρόσκειται | |
«ἀρχόμενα ἀπὸ συμφώνου» διὰ τὸ Σίλλας Σίλλα, Ἴλλας Ἴλλα· ταῦτα | 652 | |
3,2653 | γάρ, ἐπειδὴ ἀπὸ συμφώνου οὐκ ἄρχεται, ἰσοσυλλάβως κλίνεται. τὸ μὲν Σίλλας ἀπὸ ἡμιφώνου ἄρχεται, τὸ δὲ Ἴλλας ἀπὸ φωνήεντος. πρόσ‐ κειται δὲ «ὁμοφωνοῦντα κυρίοις» διὰ τὸ Κίλλας Κίλλαντος. τοῦτο γάρ ἐστι κύριον. ἔστι δὲ καὶ ἔθνος ὁμοφώνως. | |
5 | Τὰ εἰς λας καθαρὰ ὑπὲρ δύο συλλαβάς, μὴ ἐξ ἁπλῶν περιττοσυλ‐ λάβως κλινομένων συντεθειμένα, ἰσοσυλλάβως κλίνεται οἷον Πτερέλας Πτερέλα, Κριτόλας Κριτόλα, Μισγόλας Μισγόλα, Γενειόλας Γενειόλα, Ἀρτύλας Ἀρτύλα, Δορύλας Δορύλα. πρόσκειται «μὴ ἐξ ἁπλῶν περιτ‐ τοσυλλάβως κλινομένων συντεθειμένα» διὰ τὸ μέλας μέλανος, καὶ παμ‐ | |
10 | μέλας παμμέλανος. Τὰ εἰς λας λήγοντα, μετ’ ἐπιπλοκῆς συμφώνου—περιττοσυλλάβως κλίνεται οἷον Ἄτλας Ἄτλαντος, πολύτλας πολύτλαντος, Ἀμύκλας Ἀμύ‐ κλαντος ὡς Σιμίας ἐν Μησίν «ὅν ῥ’ ἀπ’ Ἀμύκλαντος παιδὸς ἀπο‐ φθιμένου λαοὶ κικλήσκουσιν. σεσημείωται τὸ Βάμβλας Βάμβλα ἰσοσυλ‐ | |
15 | λάβως κλινόμενον, ἔστι δὲ ὄνομα βασιλέως Ἰνδῶν. Τὰ εἰς μας ἔχοντα σύμφωνον πρὸ τοῦ μ ἰσοσυλλάβως κλίνεται, οἷον Σίλμας Σίλμα, Τέλμας Τέλμα, ἀκαμαντοχάρμας ἀκαμαντοχάρμα, Ἀρίμμας Ἀρίμμα, Ἐχέμμας Ἐχέμμα, Λυκόρμας Λυκόρμα· χωρὶς τοῦ Τόλμας Τόλμαντος, ἔστι δὲ ὄνομα κύριον. | |
20 | Τὰ εἰς μας δισύλλαβα, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φω‐ νήεντα καταλήγουσαν, περιττοσυλλάβως κλίνεται, ἤγουν διὰ τοῦ ντ οἷον Θαύμας Θαύμαντος, Δύμας Δύμαντος, Βρίμας Βρίμαντος, Δάμας Δάμαντος. Τὰ εἰς μας ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν | |
25 | εἰς φωνῆεν καταλήγουσαν, ἅπερ θέλει καὶ βραχεῖαν παραλήγεσθαι, περιτ‐ τοσυλλάβως κλίνεται οἷον ἀδάμας ἀδάμαντος, Ὀδόμας Ὀδόμαντος (ἔστι δὲ ὄνομα ἔθνους), Γαράμας Γαράμαντος, Πολυδάμας Πολυδάμαντος, Θειοδάμας Θειοδάμαντος, Ἀκάμας Ἀκάμαντος, Εὐρυδάμας Εὐρυδάμαν‐ τος, Ἀλκιδάμας Ἀλκιδάμαντος. δεῖ προσθεῖναι χωρὶς τῶν Περσικῶν | |
30 | ὀνομάτων, ἐκεῖνα γὰρ καὶ μακρᾷ παραλήγεται, καὶ ἰσοσυλλάβως κλίνε‐ ται οἷον Σαλάμας Σαλάμα, Σπιτάμας Σπιτάμα. Τὰ εἰς νας λήγοντα ἅπαντα ἰσοσυλλάβως κλίνεται οἷον Πίνας Πίνα, Ἀλένας Ἀλένα, Ξένας Ξένα, Πρατίνας Πρατίνα, Ἀρτύνας Ἀρ‐ | |
τύνα, χωρὶς τοῦ Κάνας Κάναντος. | 653 | |
3,2654 | Τὰ εἰς πας μονογενῆ ἰσοσυλλάβως κλίνεται, χωρὶς τοῦ Κύπας Κύ‐ παντος, οἷον Κάλπας Κάλπα, Πάπας Πάπα, Σκόπας Σκόπα, Λάμπας Λάμπα, Πάμπας Πάμπα, Λίπας Λίπα. πρόσκειται «μονογενῆ» διὰ τὸ ἅπας ἅπαντος· τοῦτο γὰρ περιττοσυλλάβως κλίνεται, ἀλλ’ οὐκ ἔστι μο‐ | |
5 | νογενές. Τὰ εἰς ρας δισύλλαβα, ἔχοντα τὴν πρώτην καὶ δευτέραν συλλαβὴν ἀπὸ τοῦ αὐτοῦ συμφώνου ἢ ἀπὸ τοῦ ἀντιστοίχου ἀρχομένην, περιττο‐ συλλάβως κλίνεται οἷον Βάβρας Βάβραντος, Πρόφρας Πρόφραντος, Τεύθρας Τεύθραντος. | |
10 | Τὰ εἰς ρας λήγοντα συνεμπίπτοντα μετοχῇ δισύλλαβα ὁμοίως περιτ‐ τοσυλλάβως κλίνεται οἷον Πείρας Πείραντος, Ἄρας Ἄραντος· ἔστι δὲ ταῦτα ὀνόματα κύρια, καὶ συνεμπίπτει τῇ ἄρας καὶ πείρας μετοχῇ. Τὰ εἰς ρας λήγοντα δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς α κατα‐ λήγουσαν ὁμοίως περιττοσυλλάβως κλίνεται οἷον Τάρας Τάραντος, Κά‐ | |
15 | ρας Κάραντος, Λάρας Λάραντος, καὶ τὰ ὅμοια. Τὰ εἰς ρας λήγοντα, μηδὲν ἐκ τούτων τῶν προειρημένων ἔχοντα, ἰσοσυλλάβως κλίνεται οἷον Κάρρας Κάρρα, Καίρρας Καίρρα, Σίρρας Σίρρα, Σιμμόρας Σιμμόρα, Κύδρας Κύδρα, Κόδρας Κόδρα, Κοψίφρας Κοψίφρα, Λάμπρας Λάμπρα. Ἀθύρας ὡς Εὐφορίων «ὕδατα δινήεντος | |
20 | ἀμευσάμενος Ἀθύραο». Τὰ εἰς σας λήγοντα ἰσοσυλλάβως κλίνεται οἷον Χρύσας Χρύσα, Βαρβύσας Βαρβύσα, Κέρσας Κέρσα, Πετίσας Πετίσα· χωρὶς εἰ μὴ εὑ‐ ρεθῇ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ ε· τοῦτο δὲ εἴρηται διὰ τὸ Ἀπέσας Ἀπέσαντος, τοῦτο γὰρ διὰ τοῦ ντ κλίνεται, ὅθεν Ἀπεσάν‐ | |
25 | τειος ἔμελλεν εἶναι, ὥσπερ Αἴας Αἴαντος Αἰάντειος, ἀλλὰ συστέλλεται Ζεὺς Ἀπεσάντιος. Τὰ εἰς τας λήγοντα ἅπαντα ἰσοσυλλάβως κλίνεται οἷον Ἀρχύτας Ἀρχύτα, Εὐρώτας Εὐρώτα, Ὀφέλτας Ὀφέλτα, Ἀκέλτας Ἀκέλτα, Τύν‐ τας Τύντα· χωρὶς τοῦ Τελεύτας Τελεύταντος, ἔστι δὲ ὄνομα κύριον, | |
30 | καὶ τοῦ Κώστας Κώσταντος. Τὰ εἰς φας λήγοντα δισύλλαβα ἰσοσυλλάβως κλίνεται, καὶ παρα‐ λήγεται τὸ λ ἢ τὸ α, οἷον Δέλφας Δέλφα, Ἄλφας Ἄλφα, Ἄφας Ἄφα τὸ κύριον· τὸ Κύφας Κύφαντος (ἔστι δὲ χωρίον τῆς Λακωνικῆς), περιττοσυλλάβως κλιθὲν ἤγουν διὰ τοῦ ντ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ | |
35 | οὔτε τὸ α, οὔτε τὸ λ παραλήγεται, ἀλλὰ τὸ υ. Τὰ εἰς φας λήγοντα ὑπὲρ δύο συλλαβὰς περιττοσυλλάβως κλίνεται, εἰ μὴ παραλήγοιτο τὸ ο, οἷον Κορύφας Κορύφαντος, Ὑπέρφας Ὑπέρ‐ | |
φαντος, Περίφας Περίφαντος, ἐλέφας ἐλέφαντος· τὸ Ἀκύφας (ἔστι δὲ | 654 | |
3,2655 | ὄνομα πόλεως) Δωρικῶς ἐπὶ ἀρσενικοῦ λέγεται οἷον ὁ Ἀκύφας ἰσο‐ συλλάβως ὁ θεόπνευστος ὁ ἰατρός, τὸν Ἀκύφαν γὰρ εἴρηκε (quis?) τὴν αἰτιατικήν. πρόσκειται τῷ κανόνι «εἰ μὴ παραλήγοιτο τὸ ο» διὰ τὸ Ὀνόφας, τοῦτο γὰρ τῷ ο παραλήγεται καὶ ἰσοσυλλάβως κλίνεται. | |
5 | Τὰ εἰς χας λήγοντα πάντα ἰσοσυλλάβως κλίνεται οἷον ῎Υρχας ῎Υρχα, Λέχας Λέχα, Καλλίχας Καλλίχα, Λίχας Λίχα, Λάχας Λάχα· χω‐ ρὶς εἰ μὴ εὑρεθῇ ἐν τῇ πρώτῃ συλλαβῇ κατὰ τὴν ἄρχουσαν τὸ κ· τοῦτο δὲ εἰρήκαμεν διὰ τὸ Κάλχας Κάλχαντος περιττοσυλλάβως κλινόμενον, ἤγουν διὰ τοῦ ντ, ἔστι δὲ ὄνομα μάντεως. σεσημείωται δὲ τὸ Τρύχας | |
10 | Τρύχαντος, οὕτως γὰρ Λυκόφρων μεταφράσας καλεῖ Τρύχας πόλιν Εὐβοίας. Τὰ εἰς ας λήγοντα δισύλλαβα, παραληγόμενα τῷ α, ἔχοντα μεταξὺ τῶν δύο αα ἓν τῶν ἀφώνων σύμφωνον, μὴ ὄντα ἐπιθετικά, ἰσοσυλλά‐ βως κλίνεται οἷον Σάκας Σάκα, Λάδας Λάδα, Σφάδας Σφάδα, Λάκας | |
15 | Λάκα, Μέγας Μέγα (ἔστι δὲ ὀνόματα κύρια). πρόσκειται «δισύλλαβα» ἐν τῷ κανόνι διὰ τὸ λυκάβας λυκάβαντος (σημαίνει δὲ τὸν ἐνιαυτόν), «ἓν δὲ σύμφωνον», διὰ τὸ Κάλχας Κάλχαντος· τοῦτο γὰρ οὐκ ἔχει ἄφωνον μόνον, ἀλλ’ ἡμίφωνον προηγούμενον. «μὴ ὄντα δὲ ἐπιθετικά» πρόσκειται διὰ τὸ ἅπας ἅπαντος, ἐπιθετικὸν ὄν, καὶ διὰ τοῦ ντ κλι‐ | |
20 | νόμενον. Τὰ εἰς ας λήγοντα δισύλλαβα παραληγόμενα τῷ α ἔχοντα μεταξὺ τῶν δύο αα ἓν σύμφωνον, μὴ τὸ ρ, μονογενῆ, ἰσοσυλλάβως κλίνεται οἷον Σάκας Σάκα, Λάδας Λάδα. τούτῳ τῷ λόγῳ καὶ τὸ Μάμας ἰσο‐ συλλάβως κλίνεται οἷον Μάμας Μάμα. πρόσκειται «ἓν σύμφωνον» διὰ | |
25 | τὸ Κάλχας Κάλχαντος δύο σύμφωνα ἔχον οὐ περιττοσυλλάβως κλινόμε‐ νον. πρόσκειται «μὴ τὸ ρ» διὰ τὸ Τάρας Τάραντος. πρόσκειται «μονο‐ γενῆ» διὰ τὸ ἅπας ἅπαντος, τριγενὲς ὂν καὶ περιττοσυλλάβως κλινό‐ μενον· ὁ ἅπας γὰρ ἡ ἅπασα καὶ τὸ ἅπαν. Τὰ εἰς ας δισύλλαβα, ἔχοντα τὴν πρώτην καὶ δευτέραν συλλαβὴν | |
30 | ἀπὸ τοῦ αὐτοῦ συμφώνου ἀρχομένην, ἢ ἀπὸ τοῦ ἀντιστοίχου, περιττο‐ συλλάβως κλίνεται οἷον γίγας γίγαντος, Βίβας Βίβαντος, Τεύθρας Τεύθραντος, Πρόφρας Πρόφραντος, Κάλχας Κάλχαντος. τούτῳ τῷ | |
λόγῳ καὶ τὸ Μάμας Μάμαντος διὰ τοῦ ντ κλίνεται. δεῖ προσθεῖναι τῷ | 655 | |
3,2656 | κανόνι χωρὶς τῶν κ, π, τ, δ, διὰ τὸ Κώκας Κώκα, καὶ Πάπας Πάπα, καὶ Ταύτας Ταύτα, καὶ Δέρδας Δέρδα. Τὰ εἰς ας τρισύλλαβα παραληγόμενα διχρόνῳ συνεσταλμένῳ, ἀρχό‐ μενα ἀπὸ τοῦ α, εἰ ἔχει ἄρχον τῆς τελευταίας συλλαβῆς ἕν τι τῶν | |
5 | μέσων ἢ τὸ μ, περιττοσυλλάβως κλίνεται· οἷον ἀλίβας ἀλίβαντος, ὃ σημαίνει τὸ ὄξος, Ἀθάμας Ἀθάμαντος, Ἀκράγας Ἀκράγαντος. τὸ Σα‐ κάδας Σακάδα ἔχον τὸ δ ἰσοσυλλάβως κλίνεται, καὶ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἄρχεται ἀπὸ τοῦ α, ἀλλ’ ἀπὸ τοῦ ς. Τὰ εἰς ας λήγοντα πρὸ τοῦ α ἕν τι τῶν διπλῶν ἢ ἕν τι τῶν δα‐ | |
10 | σέων ἢ ἕν τι τῶν ψιλῶν ἢ ἔχοντα τὸ ς, μονογενῆ, μὴ σύνθετα ἀπὸ μετοχῆς, μὴ ἐν δισυλλάβῳ ἔχοντα τὴν πρώτην καὶ δευτέραν συλλαβὴν ἀπὸ τοῦ ἀντιστοίχου ἀρχομένας, ἰσοσυλλάβως κλίνεται οἷον Ἑλίξας Ἑλίξα, Ἀρίζας Ἀρίζα, Ἀνάξας Ἀνάξα, Γαρτάζας Γαρτάζα, Ἄψας Ἄψα, Παγάθας Παγάθα, Στρούθας Στρούθα, Δέλφας Δέλφα, ῎Υρχας ῎Υρχα, | |
15 | Πελέκας Πελέκα, Περδίκκας Περδίκκα, Ἀρχύτας Ἀρχύτα, Εὐρώπας Εὐρώπα, Κάλπας Κάλπα, Σκόπας Σκόπα, Χρύσας Χρύσα, Βαρβύσας Βαρβύσα. εἰ δὲ περιττοσυλλάβως κλιθείη, ἢ τῷ υ παραλήγεται ἢ τῷ ε οἷον Βύζας Βύζαντος, Κορύφας Κορύφαντος, ἐλέφας ἐλέφαντος. πρόσ‐ κειται ἐν τῷ κανόνι «μονογενῆ», διὰ τὸ ἅπας ἅπαντος, πρόπας πρό‐ | |
20 | παντος. πρόσκειται «μὴ σύνθετα ἀπὸ μετοχῆς» διὰ τὸ φας, Περίφας Περίφαντος, Ὑπέρφας Ὑπέρφαντος. πρόσκειται «μὴ ἐν δισυλλάβῳ ἔχοντα τὴν πρώτην καὶ δευτέραν συλλαβὴν ἀπὸ τοῦ ἀντιστοίχου ἀρχο‐ μένας» διὰ τὸ Κάλχας Κάλχαντος. Τὰ ἀπὸ τῶν εἰς ας συντεθειμένα τὴν τοῦ ἁπλοῦ φυλάττει κλίσιν, | |
25 | οἷον Θόας Θόαντος Λυκοθόας Λυκοθόαντος, πᾶς παντός σύμπας σύμ‐ παντος, μέλας μέλανος παμμέλας παμμέλανος, τάλας τάλανος τριτάλας τριτάλανος. Τὰ εἰς ας παρὰ μετοχῆς τῆς εἰς ας συντεθειμένα περιττοσυλλάβως κλίνεται, οἷον τλάς Ἄτλας Ἄτλαντος, βάς Ἄβας Ἄβαντος, φάς Περί‐ | |
30 | φας Περίφαντος ὡς στάς περίστας περίσταντος. τὰ εἰς ας ἀπὸ βαρυ‐ τόνου ῥήματος συντεθειμένα περιττοσυλλάβως κλίνεται, οἷον λείβω ἀλί‐ βας ἀλίβαντος (σημαίνει δὲ τὸ ὄξος), φείδομαι Ἀφείδας Ἀφείδαντος, κάμνω Ἀκάμας Ἀκάμαντος, δάμνω Πολυδάμας Πολυδάμαντος. Τὰ εἰς ας ἀπὸ περισπωμένου ῥήματος συντεθειμένα ἰσοσυλλάβως | |
35 | κλίνεται οἷον ἀλοιῶ (σημαίνει δὲ τὸ τύπτω) πατραλοίας πατραλοία, βῶ (τὸ πορεύομαι) Ἰόβας Ἰόβα, πιπῶ (σημαίνει δὲ τὸ περιβλέπομαι) | |
παρθενοπίπας παρθενοπίπα. | 656 | |
3,2657 | Τὰ εἰς ας ἀπὸ θηλυκῶν συντεθειμένα ἰσοσυλλάβως κλίνεται οἷον φαρέτρα εὐφαρέτρας εὐφαρέτρα, θήρα θυννοθήρας θυννοθήρα, βία Εὐρυβίας Εὐρυβία, ἀγορά Πυθαγόρας Πυθαγόρα, ἀνία Παυσανίας Παυ‐ σανία. | |
5 | Τὰ εἰς ας περισπώμενα δύο κλίσεις ἐπιδέχεται καὶ ἰσοσυλλάβως κλίνεται οἷον Μηνᾶς Μηνᾶ, καὶ περιττοσυλλάβως, οἷον πελεκᾶς πελε‐ κᾶντος· χωρὶς τῶν Ἰωνικῶς ἐκφερομένων διὰ τοῦ δος, οἷον Βιττᾶς Βιττᾶδος, Κυρᾶς Κυρᾶδος, ἔστι δὲ ὀνόματα κύρια. Τὰ εἰς ας περισπώμενα, εἰ μόνως κύρια ἢ ὑποκοριστικὰ ἢ ἐπι‐ | |
10 | σκώμματα ἢ ἀπὸ συμβεβηκότος, ἰσοσυλλάβως κλίνεται. κύρια μὲν οἷον Μηνᾶς Μηνᾶ, Ζηνᾶς Ζηνᾶ, Μητρᾶς Μητρᾶ, Κομητᾶς Κομητᾶ, Φιλη‐ τᾶς Φιλητᾶ καὶ τὰ ὅμοια. ὑποκοριστικὰ δὲ οἷον ὀστρακᾶς ὀστρακᾶ, πινακᾶς πινακᾶ, λαχανᾶς λαχανᾶ. ἐπισκώμματα δὲ οἷον καταφαγᾶς καταφαγᾶ, δακνᾶς δακνᾶ. ἀπὸ συμβεβηκότος δὲ οἷον τρεσᾶς τρεσᾶ ὁ | |
15 | δειλός. εἰ δὲ μὴ οὕτως ἔχοι, περιττοσυλλάβως κλίνεται οἷον πελεκᾶς πελεκᾶντος, ἱλᾶς ἱλᾶντος (σημαίνει δὲ τὸν εὐμενῆ), ἀλλᾶς ἀλλᾶντος, χωρὶς τοῦ ἀτταγᾶς ἀτταγᾶ· τοῦτο γὰρ ἰσοσυλλάβως κλίνεται. σεσημείω‐ ται ἐν τοῖς κυρίοις τὸ Γλισᾶς Γλισᾶντος περιττοσυλλάβως κλιθὲν (ἔστι δὲ ὄνομα πόλεως) καὶ τὸ παρὰ τῷ κωμικῷ ἰσοσυλλάβως κλινόμενον | |
20 | Μαρικᾶς βάρβαρον ὄνομα «Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλ‐ κυσεν» (Nub. 557) διὰ τοῦ ντ κλίνεται «ἀλλ’ οὖν ἔγωγέ σοι λέγω Μαρι‐ κᾶντα μὴ κολάζειν». | |
23t | Περὶ κινήσεως τῶν εἰς ας περιττοσυλλάβως κλινομένων. | |
24 | Choer. 99, 12: πᾶσα γενικὴ εἰς ος λήγουσα τροπῇ τοῦ ος εἰς ι | |
25 | τὴν δοτικὴν ποιεῖ ὁμότονον καὶ ὁμόχρονον οἷον φωτός φωτί, ἀνδρός ἀνδρί, χηνός χηνί, μηνός μηνί, παιδός παιδί, Αἴαντος Αἴαντι, ταχέος ταχέϊ, ἡδέος ἡδέϊ. τὸ δὲ Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) κοινὴν ἔχει τὴν τι συλλαβήν. ἀπαρτίζει γὰρ εἰς μέρος τοῦ λόγου τὸ | |
30 | ἰῶτα, καὶ τούτου χάριν ἀντὶ μακρᾶς παραλαμβάνεται, ὡς ἐπὶ τοῦ Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1) ἡ θεν συλλαβὴ ἀπαρτίζει εἰς μέρος λόγου καὶ ἀντὶ μακρᾶς παραλαμβά‐ νεται. τὸ δὲ ταχέος ταχέϊ, ἡδέος ἡδέϊ ὁμότονά ἐστι καὶ ὁμόχρονα· ὅτε δὲ γένηται κατὰ συναίρεσιν τῷ ταχεῖ καὶ τῷ ἡδεῖ, τὸ ε καὶ τὸ ι, εἰς | |
35 | τὴν ει δίφθογγον μετελθόντα τότε, οὔτε τόνον τῆς γενικῆς φυλάττει | |
οὔτε χρόνον, ἐπειδὴ πέπονθεν ἡ δοτική. | 657 | |
3,2658 | Choer. 100, 26 et 102, 2: πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνού‐ μενον λήγουσα ὅταν ἔχῃ τὴν αἰτιατικὴν ἰσοσύλλαβον, τροπῇ τοῦ ι εἰς α αὐτὴν ποιεῖ οἷον Αἴαντι Αἴαντα, Λάχητι Λάχητα. ἐὰν δὲ εὑρεθῇ τὸ ι ἀνεκφώνητον, οὐ ποιεῖ τροπῇ τοῦ ι εἰς α τὴν αἰτιατικὴν | |
5 | οἷον τῷ Χρύσῃ τὸν Χρύσην, κοχλίᾳ κοχλίαν. Ἔχει δὲ τὴν αἰτιατικὴν ἰσοσύλλαβον τῇ δοτικῇ τῇ εἰς ι ἐκφωνού‐ μενον ληγούσῃ καὶ τροπῇ τοῦ ι εἰς α αὐτὴν ποιεῖ τὰ εἰς ν ξ ρ ς ψ. τὰ οὖν ἀπὸ τῶν εἰς ν ξ ρ ς ψ ὀνόματα ἔχει τὴν αἰτιατικὴν ἰσοσύλ‐ λαβον τῇ δοτικῇ, καὶ εἰς ι ἐκφωνούμενον λήγει οἷον Φοῖνιξ Φοίνικος | |
10 | Φοίνικι Φοίνικα, Νέστωρ Νέστορος Νέστορι Νέστορα, Πέλοψ Πέλοπος Πέλοπι Πέλοπα, Πλάτων Πλάτωνος Πλάτωνι Πλάτωνα. τὸ γὰρ Ἀπόλλω καὶ Ποσειδῶ ἀπὸ τοῦ Ἀπόλλωνα καὶ Ποσειδῶνα γέγονε κατὰ ἀποκοπὴν τῆς να συλλαβῆς. καὶ τὰ εἰς ς λήγοντα ἔχει τὴν αἰτιατικὴν ἰσοσύλλαβον τῇ δοτικῇ, καὶ δηλονότι ἐὰν ἔχῃ τὸ ι ἐκφωνούμενον, τρέ‐ | |
15 | πει αὐτὸ εἰς τὸ α, καὶ ποιεῖ τὴν αἰτιατικὴν οἷον Αἴας Αἴαντος Αἴαντι Αἴαντα, Λάχης Λάχητος Λάχητι Λάχητα, ἱδρώς ἱδρῶτος ἱδρῶτι ἱδρῶτα, τὸ γὰρ (Χ 2) «ἱδρῶ ἀπεψύχοντο» ἀπὸ τοῦ ἱδρῶτα γέγονε κατὰ ἀποκοπὴν τῆς τα συλλαβῆς. δεῖ προσθεῖναι χωρὶς τῶν εἰς ους, καὶ χωρὶς τῶν ἐχόντων εἰς ος καθαρὸν τὴν γενικήν, διχρόνῳ παραληγο‐ | |
20 | μένου τοῦ ος. ἐπὶ τούτων γὰρ ἔστιν ὅτε οὐκ ἰσοσυλλαβεῖ οἷον βότρυς βότρυος βότρυϊ βότρυν, στάχυς στάχυος στάχυϊ στάχυν, μάντις μάντιος μάντιϊ μάντιν, ὄφις ὄφιος ὄφιϊ ὄφιν, βοῦς βοός βοΐ βοῦν, χοῦς χοός χοΐ χόα καὶ χοῦν διχῶς. Choer. 104, 14: πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη καὶ μὴ δι‐ | |
25 | φθόγγῳ παραληγομένη χωρὶς τῶν εἰς ας μονοσυλλάβων ὀξυτόνων ἀπο‐ βολῇ τῆς τος ποιεῖ τὴν κλητικὴν οἷον Αἴαντος Αἶαν, Θόαντος Θόαν, Ξενοφῶντος Ξενοφῶν. πρόσκειται «χωρὶς τῶν εἰς ας μονοσυλλάβων ὀξυτόνων» διὰ τὸ Ζάς Ζάντος καὶ Φθάς Φθάντος ὦ Ζάς ὦ Φθάς ὁμο‐ φώνως τῇ εὐθείᾳ. τὰ γὰρ εἰς ας ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν | |
30 | καὶ κλητικὴν οἷον φυγάς ὦ φυγάς, Ἀρκάς ὦ Ἀρκάς, χαλκοκράς ὦ χαλκοκράς, τριάς ὦ τριάς, Παλλάς ὦ Παλλάς. πρόσκειται «εἰ μὴ διφθόγγῳ παραλήγοιτο» διὰ τὸ πλακοῦντος πλακοῦ καὶ Σιμοῦντος Σι‐ μοῦ, χωρὶς τοῦ ν. ἰδοὺ γὰρ ἐπὶ τούτων οὐ μόνον τὸ τος ἀποβάλλει, ἀλλὰ καὶ τὸ ν. | |
35 | Δεῖ προσθεῖναι τῷ κανόνι χωρὶς τῶν μετοχῶν οἷον γράψας γράψαντος καὶ ὦ γράψας, ποιήσας ποιήσαντος καὶ ὦ ποιήσας, ὁμοφώ‐ νως τῇ εὐθείᾳ. καὶ «χωρὶς τῶν μετοχικῶν», ἱμάς γὰρ ἱμάντος καὶ ὦ ἱμάς, ἀνδριάς ἀνδριάντος καὶ ὦ ἀνδριάς, ὁμοφώνως τῇ εὐθείᾳ. αἱ γὰρ | |
μετοχαὶ καὶ τὰ μετοχικὰ ὀνόματα περιττοσυλλάβως κλινόμενα τὰς αὐτὰς | 658 | |
3,2659 | ἔχει ὀρθὰς καὶ κλητικὰς οἷον τύψας τύψαντος ὦ τύψας, λέξας λέ‐ ξαντος ὦ λέξας, τύπτων τύπτοντος ὦ τύπτων, ὁ ὀδοὺς τοῦ ὀδόντος ὦ ὀδούς. πρόσκειται «περιττοσυλλάβως κλινόμενα», ἐπειδὴ ὅτε ἰσοσυλ‐ λάβως κλίνεται, οὐκ ἔχει τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν. ἰδοὺ γὰρ ὁ | |
5 | τυπτόμενος τοῦ τυπτομένου μετοχὴ καὶ τούτου ἡ κλητικὴ ὦ τυπτόμενέ ἐστι· καὶ ὁ ἐρώμενος τοῦ ἐρωμένου ὄνομα μετοχικὸν καὶ τούτου ἡ κλητικὴ ὦ ἐρώμενέ ἐστιν. ἔτι δεῖ προσθεῖναι ἐν τῷ κανόνι «χωρὶς τῶν Ἀττικῶν». οἱ γὰρ Ἀττικοὶ τὰς αὐτὰς εἰώθασι ποιεῖν ὀρθὰς καὶ κλητι‐ κὰς οἷον ὁ Θόας ὦ Θόας, ὁ Αἴας ὦ Αἴας | |
10 | ὦ οὗτος Αἴας, δεύτερόν σε προσκαλῶ (Soph. Ai. 89), ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν εἰς ας ὑπὲρ δύο συλλαβὰς βαρυτό‐ νων παρὰ τὸ δάμνω συντεθειμένων» οἷον Πολυδάμας Πολυδάμαντος ὦ Πολυδάμα Πολυδάμα σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις (Σ 285), | |
15 | Λαοδάμας Λαοδάμαντος ὦ Λαοδάμα. ταῦτα δὲ λέγομεν εἶναι ποιητικά. ἢ λέγομεν ὅτι καθόλου τὰ εἰς ας ὑπὲρ δύο συλλαβὰς βαρύτονα οὐ θέλει ἔχειν τὴν κλητικὴν εἰς ν, εἴτε περιττοσυλλάβως κλίνεται εἴτε ἰσοσυλλά‐ βως οἷον Εὐρυδάμας Εὐρυδάμαντος ὦ Εὐρυδάμα, Ἀλκιδάμας Ἀλκιδά‐ μαντος ὦ Ἀλκιδάμα, κοχλίας κοχλίου ὦ κοχλία, Αἰνείας Αἰνείου ὦ | |
20 | Αἰνεία χωρὶς εἰ μὴ ἀπὸ δισυλλάβων εὑρεθῇ σύνθετα, ἐκεῖνα γὰρ τὴν τῶν ἁπλῶν φυλάττει κλίσιν, οἷον Λυκοθόας Λυκοθόαντος ὦ Λυκοθόαν· τοῦ γὰρ Θόαντος τὴν κλητικὴν ἐφύλαξε· καὶ πάλιν παμμέλας παμμέλα‐ νος ὦ παμμέλαν, τριτάλας τριτάλανος ὦ τριτάλαν· τὴν γὰρ τοῦ τάλας καὶ μέλας κλίσιν ἐφύλαξεν. παραφυλαττόμεθα δὲ ἐν τῷ νῦν εἰρημένῳ | |
25 | κανόνι τὸ Εὐρυδάμας ὦ Εὐρύδαμαν παρὰ τῷ Ἀλκαίῳ μετὰ τοῦ ν λεγόμενον κατὰ τὴν κλητικήν, καὶ παρὰ Πινδάρῳ ὦ ἀκαμαντοχάρμαν οἷον ὑπερμενὲς ἀκαμαντοχάρμαν Αἶαν, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι κατὰ συνεκδρομὴν τοῦ Αἶαν ἐγένετο ἀκαμαν‐ | |
30 | τοχάρμαν, μετὰ τοῦ ν, διὰ τὴν ἐπαλληλίαν τῶν φωνηέντων· ἐπεὶ εἰ οὕτω ἐγένετο ὦ ἀκαμαντοχάρμα Αἶαν, ἀλλεπαλληλία ἔμελλεν εἶναι τῶν φωνηέντων, καὶ ἐκ τούτου κακοφωνία ἐγένετο. Choer. 106, 30: πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα | |
τροπῇ τοῦ ι εἰς ε τὴν εὐθεῖαν τῶν δυϊκῶν ποιεῖ οἷον Αἴαντι | 659 | |
3,2660 | Αἴαντε, λέβητι λέβητε, βοΐ βόε. χωρὶς τῶν μὴ δυναμένων κλιθῆναι εἰς δυϊκά, καὶ χωρὶς τῶν ἀπὸ τῶν εἰς ω καὶ εἰς ως θηλυκῶν καὶ τῶν πε‐ πονθότων. πρόσκειται «χωρὶς τῶν μὴ δυναμένων κλιθῆναι εἰς δυϊκὰ» διὰ τὸ εἷς καὶ ἕν. πῶς γὰρ τὸ εἷς καὶ τὸ ἕν εἰς δυϊκὰ κλίνεσθαι δύναται, | |
5 | δυϊκῷ ἀριθμῷ θεωρηθῆναι μὴ δυνάμενα; ἐὰν γὰρ παραληφθῇ ἐν δυϊκῷ ἀριθμῷ καὶ τοῦ σημαινομένου ἐκπίπτει καὶ οὐκ ἔτι σημαίνει τὸν ἕνα ἀριθμόν, ὥσπερ καὶ ἐκ τοῦ ἐναντίου ὁ δύο ἀριθμὸς οὐ δύναται ἑνικῷ ἀριθμῷ θεωρηθῆναι. πρόσκειται «καὶ χωρὶς τῶν ἀπὸ τῶν εἰς ω καὶ εἰς ως θηλυκῶν», ἐπειδή ἐστιν ἡ Λητώ τῆς Λητοῦς τῇ Λητόϊ καὶ ἡ | |
10 | αἰδώς τῆς αἰδοῦς τῇ αἰδόϊ. καὶ ἰδοὺ ταῦτα εἰς ι ἐκφωνούμενον λήγει, καὶ οὐ τρέπει τὸ ι εἰς ε καὶ ποιεῖ τὴν εὐθεῖαν τῶν δυϊκῶν. οὐδὲ γὰρ λέγομεν τὰ Λητόε καὶ τὰ αἰδόε τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἀλλὰ τὰ Λητώ καὶ τὰ αἰδώ εἰς ω, ὁμοφώνως τῇ αἰτιατικῇ τῶν ἑνικῶν. πρόσκειται «χωρὶς τῶν πεπονθότων», ἐπειδή ἐστι πατέρι καὶ μητέρι καὶ γίνεται | |
15 | κατὰ συγκοπὴν πατρί καὶ μητρί, καὶ ἰδοὺ ταῦτα εἰς ι ἐκφωνούμενον λήγει, καὶ ὅμως οὐ τρέπει τὸ ι εἰς τὸ ε καὶ ποιεῖ τὴν εὐθεῖαν τῶν δυϊκῶν· οὐδὲ λέγομεν μῆτρε καὶ πάτρε τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἀλλὰ μητέρε καὶ πατέρε, ὡς ἀπὸ τῆς ἐντελοῦς δοτικῆς μητέρι καὶ πατέρι. Choer. 107, 32: πᾶσα εὐθεῖα δυϊκῶν εἰς ε ἢ εἰς ω λήγουσα εἰς | |
20 | οιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν οἷον Αἴαντε Αἰάντοιν, βόε βοοῖν, Ὁμήρω Ὁμήροιν, ἀνθρώπω ἀνθρώποιν χωρὶς τῶν ἐπεκτεταμέ‐ νων. ἔστι γὰρ τοιώδε καὶ τοσώδε ἡ εὐθεῖα τῶν δυϊκῶν, καὶ γίνεται ἡ γενικὴ καὶ δοτικὴ τοιοῖνδε καὶ τοσοῖνδε. ἰδοὺ γὰρ ἐνταῦθα εἰς ε λή‐ γουσα ἡ εὐθεῖα τῶν δυϊκῶν, οὐ λήγει εἰς οιν ἡ γενικὴ καὶ δοτική· | |
25 | ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἔκτασιν ἀνεδέξατο, ἤγουν πρόσθεσιν τῆς δε συλλαβῆς. δεῖ γινώσκειν, ὅτι ἐν τούτοις κατὰ πτῶσιν γίνεται ἡ ἔκτασις, ἔστι γὰρ τοίω καὶ τόσω, καὶ κατ’ ἐπέκτασιν τῆς δε συλλαβῆς γίνεται τοιώδε καὶ τοσώδε. καὶ πάλιν ἔστι τοίοιν καὶ τόσοιν καὶ κατ’ ἐπέκτασιν τῆς δε συλλαβῆς τοιοῖνδε καὶ τοσοῖνδε. τούτων οὕτως ἐχόν‐ | |
30 | των, τὸ ἄμφω καὶ δύο ἀναλόγως ἔχει τὴν γενικὴν καὶ δοτικὴν εἰς οιν, ἀμφοῖν καὶ δυοῖν. τὸ δὲ δυοῖν γίνεται καὶ δυεῖν διὰ τῆς ει διφθόγγου κατὰ τροπὴν τοῦ ο εἰς τὸ ε. Choer. 108, 17: δεῖ γινώσκειν ὅτι ἐν τοῖς δυϊκοῖς συνημμέναι εἰσὶν αἱ πτώσεις· ὀρθὴν γὰρ καὶ αἰτιατικὴν ὁμοῦ λέγομεν, καὶ γενικὴν καὶ | |
35 | δοτικὴν πάλιν ὁμοῦ. καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν τοῖς δυϊκοῖς συνημμέναι εἰσὶν αἱ πτώσεις· καὶ ἔστιν εἰπεῖν ὅτι τὰ δυϊκὰ ὑστε‐ ρογενῆ ἐστιν, ὅθεν πολλάκις καὶ τοῖς πληθυντικοῖς κεχρήμεθα ἀντὶ τῶν | |
δυϊκῶν ἐν τῇ κοινῇ διαλέκτῳ. ὅτι γὰρ ὑστερογενῆ ἐστι τὰ δυϊκὰ δῆλον | 660 | |
3,2661 | ἀφ’ ὧν οὐ πᾶσαι αἱ διάλεκτοι ἔχουσι δυϊκά· ἰδοὺ γὰρ οἱ Αἰολεῖς οὐκ ἔχουσι δυϊκά, ὅθεν οὐδὲ οἱ Ῥωμαῖοι, ἄποικοι ὄντες τῶν Αἰολέων, κέχρηνται τῷ δυϊκῷ ἀριθμῷ. ἐπειδὴ οὖν τὰ δυϊκὰ ὑστερογενῆ ἐστι καὶ διὰ τῶν πληθυντικῶν, ὡς εἴρηται, πολλάκις ἀναπληροῦται παρὰ τῇ | |
5 | κοινῇ διαλέκτῳ, εἰκότως οὐκ ἔχει πλατείας φωνάς. Choer. 109, 11: ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν τοῖς δυϊ‐ κοῖς ὀρθὴν καὶ αἰτιατικὴν λέγομεν ὁμοῦ, καὶ γενικὴν καὶ δοτικὴν ὁμοῦ λέγομεν, καὶ πάλιν καὶ μὴ τυχὸν ὀρθὴν καὶ γενικὴν λέγομεν καὶ δοτικὴν καὶ αἰτιατικήν. καὶ ἔστιν εἰπεῖν εὐλόγως ὀρθὴν καὶ | |
10 | αἰτιατικὴν λέγομεν, ἐπειδὴ συγγένειαν ἔχει ἡ ὀρθὴ πρὸς τὴν αἰτιατικήν, καὶ δῆλον ἐκ τῶν οὐδετέρων· καὶ γὰρ ἐν τοῖς οὐδετέροις τὴν αὐτὴν λέγομεν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικὴν οἷον τὸ βῆμα τοῦ βήματος τῷ βήματι τὸ βῆμα ὦ βῆμα. δεικνύομεν δὲ καὶ ἀπὸ τούτων τῆς εὐ‐ θείας τὴν συγγένειαν πρὸς τὴν αἰτιατικήν, καὶ τῆς γενικῆς πρὸς τὴν | |
15 | δοτικήν. ἰδοὺ γὰρ ἔστιν ἄνθρωπος καὶ Ὅμηρος καὶ ταῦτα προπαρ‐ οξύνεται κατὰ τὴν εὐθεῖαν· ἐν δὲ τῇ γενικῇ καὶ δοτικῇ πρὸ μιᾶς ἔχει τὸν τόνον, τουτέστι παροξύνεται, οἷον ἀνθρώπου ἀνθρώπῳ, Ὁμήρου Ὁμήρῳ· καὶ ἰδοὺ ἡ γενικὴ καὶ δοτικὴ τὸν αὐτὸν ἔχουσι τόνον. ἡ δὲ αἰτιατικὴ πρὸς τὴν εὐθεῖαν γίνεται, τουτέστι προπαροξύνεται, οἷον | |
20 | ἄνθρωπον Ὅμηρον, ὥσπερ ἄνθρωπος Ὅμηρος· καὶ ἰδοὺ εὑρίσκεται ἡ μὲν δοτικὴ ἔχουσα τὴν ὁμοιότητα πρὸς τὴν γενικήν, ἡ δὲ αἰτιατικὴ πρὸς τὴν εὐθεῖαν. διὰ τοῦτο οὖν ἐν τοῖς δυϊκοῖς λέγομεν ὀρθὴν καὶ αἰτιατικὴν ὁμοῦ, καὶ πάλιν γενικὴν καὶ δοτικήν. Choer. 110, 17: ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐπὶ μὲν | |
25 | τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ἡ αὐτή ἐστιν ὀρθὴ καὶ κλητικὴ οἷον τὼ Αἴαντε ὦ Αἴαντε, οἱ Αἴαντες ὦ Αἴαντες, ἐπὶ δὲ τοῖς ἑνικοῖς οὐ πάντως, ἔστι γὰρ ὅτε διαλλάσσουσιν οἷον ὁ Αἴας ὦ Αἶαν, καὶ ἔστιν ὅτε ὁμοφωνοῦσιν οἷον ὁ Λάχης ὦ Λάχης. ἔστιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύτην, ὅτι τῆς μὲν γενικῆς μήτηρ ἐστὶν ἡ εὐθεῖα, ἐξ αὐτῆς γὰρ τίκτε‐ | |
30 | ται ἡ γενική, τῶν δὲ ἄλλων πτώσεων μήτηρ ἐστὶν ἡ γενική. ἐπειδὴ οὖν ἐν τοῖς δυϊκοῖς ἕν ἐστι τελικὸν τῆς γενικῆς, φημὶ δὲ τὸ ν, οἷον τοῖν Αἰάντοιν, ταῖν Ἑλέναιν, ὁμοίως δὲ καὶ ἐν τοῖς πληθυντικοῖς ἀεὶ τὸ αὐτό ἐστι τελικὸν τῆς γενικῆς, φημὶ δὴ τὸ ν, οἷον τῶν Αἰάντων, τῶν μουσῶν, εἰκότως ἐπειδὴ οὐκ ἐγένετο διάφορος ἡ γενικὴ πρὸς τὴν | |
35 | ἰδίαν εὐθεῖαν, οὐδὲ ἡ κλητικὴ διάφορος γέγονεν, ἐν δὲ τοῖς ἑνικοῖς ἐπειδὴ οὐκ ἔστιν ἓν τὸ τελικὸν τῆς γενικῆς (ποτὲ μὲν γὰρ ἔστι τὸ ς οἷον Αἴας Αἴαντος, ποτὲ δὲ τὸ υ οἷον κοχλίας κοχλίου, ποτὲ δὲ τὸ α οἷον Μηνᾶς Μηνᾶ), εἰκότως ἐπειδὴ τῆς γενικῆς τῆς ἐν τοῖς ἑνικοῖς οὐκ ἔστιν ἡ κατάληξις μία, ἀλλὰ διάφορος, καὶ ἡ κλητικὴ ὁμοίως ἐν | |
40 | τοῖς ἑνικοῖς πολλάκις πρὸς τὴν ἰδίαν εὐθεῖαν διάφορος γίνεται· οἱ μέν τοι Ἀττικοὶ τὰς αὐτὰς καὶ ἐπὶ τῶν ἑνικῶν εἰώθασι ποιεῖν ὀρθὰς καὶ κλητικὰς οἷον Αἴας ὦ Αἴας | |
Αἴας, δεύτερόν σε προσφωνῶ (immo προσκαλῶ) (Soph. Ai. 89), | 661 | |
3,2662 | οὗτος ὦ οὗτος, ἥλιος ὦ ἥλιος Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις (Γ 277). ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν εἰώθασιν οἱ Ἀττικοὶ ποιεῖν τὰς αὐτὰς ὀρθὰς καὶ κλητικάς· καὶ ἔστιν εἰπεῖν ὅτι ἐπειδὴ ἐπὶ τῶν δυϊ‐ | |
5 | κῶν καὶ τῶν πληθυντικῶν ὥσπερ ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική, τού‐ του χάριν καὶ ἐν τοῖς ἑνικοῖς τὴν αὐτὴν ὀρθὴν καὶ κλητικὴν ποιοῦσιν, ἵνα καὶ ἐπὶ αὐτοῖς ἡ αὐτὴ ἀκολουθία φυλαχθῇ. ἄλλως τε δὲ πέντε τε‐ λικά ἐστι τῶν ἀρσενικῶν ὀνομάτων στοιχεῖα, ν, ξ, ρ, ς, ψ· τὰ μὲν οὖν ἀπὸ τῶν εἰς ν, ξ, ρ, ψ τὸ αὐτὸ σύμφωνον ἔχει καὶ ἐν τῇ κλη‐ | |
10 | τικῇ ὅπερ καὶ ἐν τῇ εὐθείᾳ οἷον ὁ Πλάτων ὦ Πλάτων, Φοῖνιξ ὦ Φοῖνιξ, Ἕκτωρ ὦ Ἕκτορ, Πέλοψ ὦ Πέλοψ· τὰ δὲ ἀπὸ τῶν εἰς ς οὐ πάντως ἔχει τὸ αὐτὸ σύμφωνον ἐν τῇ κλητικῇ ὅπερ καὶ ἐν τῇ εὐθείᾳ οἷον ὁ Αἴας ὦ Αἶαν, ὁ Χρύσης ὦ Χρύση. τούτου οὖν χάριν οἱ Ἀττικοὶ τὰς αὐτὰς ὀρθὰς καὶ κλητικὰς ποιοῦσιν, ἵνα καὶ ἐπὶ τῶν εἰς ς ληγόν‐ | |
15 | των εὑρεθῇ ἡ κλητικὴ τὸ αὐτὸ σύμφωνον ἔχουσα ὅπερ καὶ ἡ εὐθεῖα. Choer. 111, 25: πᾶσα εὐθεία δυϊκῶν εἰς ε λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν, οἷον Αἴαντε Αἴαντες, μύε μύες, χάριτε χάριτες, ἀσπίδε ἀσπίδες. χωρὶς τῶν οὐδετέρων, τὼ βή‐ ματε γὰρ ἡ εὐθεῖα τῶν δυϊκῶν εἰς ε, καὶ ὅμως οὐ ποιεῖ προσθέσει τοῦ | |
20 | ς τὴν εὐθεῖαν τῶν πληθυντικῶν, τὰ βήματα γὰρ ἡ εὐθεῖα τῶν πλη‐ θυντικῶν εἰς α. Choer. 113, 11: πᾶσα γενικὴ πληθυντικὴ εἰς ων λήγει ἐπὶ παντὸς γένους οἷον Αἰάντων, Λαχήτων, μουσῶν, μαιῶν, βημάτων, δοράτων, χωρὶς τῶν μονοπτώτων, οἱ πέντε γὰρ τῶν πέντε, καὶ οἱ ἑπτά τῶν ἑπτά, | |
25 | καὶ οἱ ἑκατόν τῶν ἑκατόν, καὶ χωρὶς τῶν ἐπεκτεταμένων, τῶν τοιῶνδε καὶ τῶν τοσῶνδε, —καὶ χωρὶς τῶν κατὰ διάλεκτον, Ἀτρειδᾶν γὰρ καὶ νυμφᾶν λέγουσιν οἱ Δωριεῖς ἀντὶ τοῦ Ἀτρειδῶν καὶ νυμφῶν. Choer. 113, 22: πᾶσα εὐθεῖα εἰς ς λήγουσα μετὰ μακρᾶς, περιτ‐ τοσυλλάβως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικήν, προσ‐ | |
30 | θέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν οἷον λέβης λέ‐ βητος λέβησι, Τρώς Τρωός Τρωσί, Πηλεύς Πηλέως Πηλεῦσι, Αἴας Αἴαντος Αἴασιν. πρόσκειται «εἰς ς λήγουσα» διὰ τὰ εἰς ν λήγοντα οἷον διὰ τὸ αὐχήν καὶ ποιμήν καὶ ὅσα τοιαῦτα· οὐδὲ γὰρ προσθέσει τοῦ ι ποιεῖ ταῦτα τὴν δοτικὴν τῶν πληθυντικῶν, οὐδὲ γὰρ λέγομεν τοῖς | |
35 | αὐχῆνι καὶ τοῖς ποιμῆνι, ἀλλὰ τοῖς αὐχέσι καὶ τοῖς ποιμέσι. πρόσκει‐ ται «μετὰ μακρᾶς» διὰ τὸ ταχύς καὶ βραδύς καὶ τὰ τοιαῦτα· οὐδὲ γὰρ προσθέσει τοῦ ι ποιεῖ ταῦτα τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ | |
λέγομεν τοῖς ταχύσι καὶ τοῖς βραδύσιν, ἀλλὰ τοῖς ταχέσι καὶ τοῖς βρα‐ | 662 | |
3,2663 | δέσιν, ἐπειδὴ οὐκ ἔχει ἐκτεταμένον τὸ υ ἀλλὰ συνεσταλμένον. λέγει ὁ τεχνικὸς «πλὴν τοῦ πούς ποδός ποσί», ἐπειδὴ ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν κανονίζεται. πᾶσα γὰρ δοτικὴ ἑνικῶν εἰς δι λήγουσα τροπῇ τοῦ δ εἰς ς τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ, οἷον Πάριδι Πάρισι, | |
5 | ἔριδι ἔρισι, Ἀδώνιδι Ἀδώνισι, Ἀθήνιδι Ἀθήνισιν, οὕτως οὖν καὶ ποδί ποσί. δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν εἰς υς τῶν ἐχόντων τὸ υ ἐκτεταμένον»· ἐκεῖνα γὰρ προσλαμβάνει τὸ ι καὶ οὐ φυλάττει τὸ υ ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἀλλὰ συστέλλει αὐτὸ οἷον ἰχθῦς ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δῆμον (Φ 127), | |
10 | ἰχθύος ἰχθύσι διὰ συνεσταλμένου τοῦ υ ἰχθύσι τοῖς ὀλίγοισι (μ 252), καὶ πάλιν δρῦς δρυός δρυσίν ὁμοίως διὰ συνεσταλμένου τοῦ υ· παρὰ δρυσὶ καὶ παρὰ πεύκαις. ταῦτα δὲ καθόλου συστέλλει τὸ υ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν. | |
15 | Choer. 115, 12: ἔτι δεῖ προσθεῖναι «χωρὶς τοῦ υἱέσι παρ’ Ἀθηναίοις», υἱεύς γὰρ ἡ εὐθεῖα τῶν ἑνικῶν ὡς Πηλεύς, καὶ λέγουσι τὴν δοτικὴν τῶν πληθυντικῶν υἱέσιν, ὀφείλοντες εἰπεῖν τοῖς υἱεῦσιν ὥσπερ τοῖς Πηλεῦσι, «καὶ τοῦ δρομέσι παρὰ Καλλιμάχῳ»· ἐκεῖνο γὰρ οὗτος ἐπέγραψεν, ὀφείλων ἐπιγράψαι δρομεῦσι· δρομεύς γάρ ἐστιν ἡ εὐθεῖα τῶν ἑνικῶν. ἔτι δεῖ | |
20 | προσθεῖναι καὶ χωρὶς τοῦ τάλας καὶ τοῦ μέλας, εἰς ς γάρ ἐστιν ἡ εὐ‐ θεῖα ἐπὶ πάντων μετὰ μακρᾶς, καὶ περιττοσυλλάβως κλίνεται τάλανος καὶ μέλανος, καὶ οὐ συναιρεῖται κατὰ τὴν γενικήν, καὶ ὅμως οὐ φυ‐ λάττει τὸ α ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν ἀλλὰ συνε‐ σταλμένον· καὶ λέγομεν ὅτι ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν κανονίζεται | |
25 | ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, οἷον ἀπὸ τῆς τάλανι καὶ μέ‐ λανι, τροπῇ τοῦ ν εἰς ς· πᾶσα γὰρ εὐθεῖα εἰς ν λήγουσα τροπῇ τοῦ ν εἰς ς τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον μηνί μησί, χηνί χησί, ποιμένι ποιμέσι, λιμένι λιμέσι, Πλάτωνι Πλάτωσι, Μέμνονι Μέμνοσι, Τρύφωνι Τρύφωσι· οὕτως οὖν καὶ τάλανι τάλασι καὶ μέλανι μέλασι. | |
30 | καὶ λοιπόν, ἐπειδὴ ἡ δοτικὴ τῶν ἑνικῶν συστέλλει τὸ α, εἰκότως καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν συστέλλει αὐτό, ὡς ἐξ αὐτῆς γεγενημένη. Choer. 116, 12: ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ κτείς κτενός, δείς δενός», ὅπερ μετὰ τῆς οὐ ἀποφάσεως καὶ τῆς μή ἀπαγορεύσεως γίνεται οὐδείς οὐδενός καὶ μηδείς μηδενός. ταῦτα γὰρ οὐ προσλαμβάνει | |
35 | τὸ ι κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν καὶ ποιεῖ τὴν δοτικὴν τῶν πληθυντι‐ κῶν, οὐδὲ γὰρ λέγομεν τοῖς κτεισίν καὶ τοῖς δεισί καὶ τοῖς μηδεισίν, | |
ἀλλὰ τοῖς κτεσί καὶ τοῖς οὐδέσι διὰ τοῦ ε μόνον, ἀπὸ γὰρ τῆς δοτικῆς | 663 | |
3,2664 | τῶν ἑνικῶν γίνεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, τροπῇ τοῦ ν εἰς ς οἷον κτενί κτεσί, μηδενί μηδέσι, οὐδενί οὐδέσιν. ἔτι δεῖ προσ‐ θεῖναι «καὶ χωρὶς τῶν εἰς ως μετοχικῶν ὀνομάτων καὶ τῶν εἰς ως μετοχῶν», οἷον Ἀραρώς Ἀραρότος Ἀραρόσιν, ἔστι δὲ ὄνομα υἱοῦ | |
5 | τοῦ Ἀριστοφάνους, ὑποδεδιώς ὑποδεδιότος ὑποδεδιόσιν, ἔστι δὲ εἶ‐ δος ὀρνέου, τετυφώς τετυφότος τετυφόσι, πεποιηκώς πεποιηκότος πεποιηκόσι. καὶ λέγομεν ὅτι ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν γίνεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, οἷον ἀπὸ τῆς Ἀραρότι καὶ ὑποδεδιότι καὶ τετυφότι καὶ πεποιηκότι. κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι | |
10 | πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα, πρὸ τοῦ ι λαμβάνουσα τὸ ς, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἐκφωνηθῆναι στοι‐ χεῖα, τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον ὄφεϊ ὄφεσι, ἡδέϊ ἡδέσι, ταχέϊ ταχέσι, βραδέϊ βραδέσι, Πλάτωνι Πλάτωσι, Μέμνονι Μέμνοσι, Ἕκτορι Ἕκτορσι, Πάριδι Πάρισιν· οὕτως οὖν καὶ Ἀραρότι Ἀραρόσι, | |
15 | καὶ ὑποδεδιότι ὑποδεδιόσι, καὶ τετυφότι τετυφόσι, καὶ πεποιηκότι πε‐ ποιηκόσι, τοῦ ς προσελθόντος καὶ ἀποβληθέντων τῶν μὴ δυναμένων σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχείων. Choer. 117, 25: πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς α λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, οἷον Αἴαντα Αἴαν‐ | |
20 | τας, Θόαντα Θόαντας, Λάχητα Λάχητας, ἔρωτα ἔρωτας, Κύπριδα Κύ‐ πριδας. χωρὶς τῶν ἀπὸ τῶν εἰς ω καὶ εἰς ως θηλυκῶν καὶ τῶν οὐδετέρων καὶ τῶν πεπονθότων. πρόσκειται «χωρὶς μὲν τῶν ἀπὸ τῶν εἰς ω καὶ εἰς ως» διὰ τὸ ἡ Λητώ καὶ ἡ Σαπφώ καὶ ἡ αἰδώς καὶ ἡ ἠώς, ἰδοὺ γὰρ ἐπὶ τούτων αἱ ἑνικαὶ καὶ αἰτιατικαὶ αὐτῶν εἰς α λήγουσιν, οἷον τὴν Λητόα | |
25 | καὶ Σαπφόα καὶ αἰδόα καὶ ἠόα, καὶ ὅμως αἱ πληθυντικαὶ αἰτιατικαὶ αὐτῶν οὐ γίνονται προσθέσει τοῦ ς, οὐδὲ γὰρ λέγομεν τὰς Λητόας καὶ Σαπφόας καὶ τὰς αἰδόας καὶ ἠόας, ἀλλὰ τὰς Λητούς καὶ Σαπφούς καὶ τὰς αἰδούς καὶ ἠούς. «χωρὶς δὲ τῶν οὐδετέρων» πρόσκειται διὰ τὸ βῆμα καὶ ἅρμα. ἰδοὺ γὰρ ἐπὶ τούτων εἰς α λήγει ἡ αἰτιατικὴ τῶν ἑνικῶν, καὶ ὅμως οὐ | |
30 | ποιεῖ προσθέσει τοῦ ς τὴν αἰτιατικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγο‐ μεν βήμας καὶ ἅρμας τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, ἀλλὰ τὰ βήματα καὶ τὰ ἅρματα. πρόσκειται «χωρὶς τῶν πεπονθότων» διὰ τὸ νιφάς νιφάδος νιφάδι νιφάδα. τὸ γὰρ νιφάδα γίνεται κατὰ πάθος, ἤγουν κατὰ ἀποκοπήν, νίφα, ὡς παρὰ τῷ ποιητῇ (Hesiod. Opp. 533) | |
35 | ἀλευάμενος νίφα λευκήν, ἰδοὺ γὰρ εἰς α λήγει ἡ αἰτιατικὴ τῶν ἑνικῶν, καὶ ὅμως οὐ ποιεῖ προσ‐ θέσει τοῦ ς τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, οὐδὲ γὰρ λέγομεν τὰς | |
νίφας, ἀλλὰ τὰς νιφάδας. | 664 | |
3,2665(1t) | Περὶ κινήσεως τῶν εἰς ας ἰσοσυλλάβως κλινομένων. | |
2 | Choer. 121, 23: πᾶσα γενικὴ ἰσοσυλλάβως κλινομένη μακροκατα‐ ληκτεῖν θέλει οἷον ἄνθρωπος ἀνθρώπου, Ὅμηρος Ὁμήρου, δίψα δίψης, μοῦσα μούσης, Ἀντιόχεια Ἀντιοχείας, Ἀπάμεια Ἀπαμείας, Μήδεια Μη‐ | |
5 | δείας· αἱ πατρός καὶ μητρός γενικαὶ ἰσοσυλλαβοῦσαι ταῖς ἰδίαις εὐθείαις, καὶ μὴ μακροκαταληκτοῦσαι, οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐ κλίνονται ἰσοσυλλάβως· πατήρ γὰρ πατέρος ἦσαν καὶ μήτηρ μητέρος, καὶ κατὰ συγκοπὴν τοῦ ε γεγόνασι πατρός καὶ μητρός, καὶ λοιπὸν ἡ συγκοπὴ γέγονεν αἰτία τῆς κλίσεως. | |
10 | Choer. 120, 9: ἐπὶ τῶν εἰς ας βαρυτόνων ἐὰν εὕρωμεν εἰς α τὴν γενικὴν οἷον τοῦ Παπία καὶ τοῦ κοχλία, Δωρικὴν αὐτὴν λέγομεν, τῇ κοινῇ διαλέκτῳ συνήθη γενομένην· ἐπὶ δὲ τῶν εἰς ας περισπωμένων ἐὰν εἰς α εὕρωμεν τὴν γενικήν, οὐκέτι Δωρικὴν αὐτὴν λέγομεν, ἀλλὰ κοινὴν οἷον ὁ Μηνᾶς τοῦ Μηνᾶ, ὁ Ζηνᾶς τοῦ Ζηνᾶ, ὁ Μητρᾶς τοῦ | |
15 | Μητρᾶ. δεῖ γινώσκειν ὅτι τὸ Αἰνείας Αἰνείου Αἰνεία λέγουσιν οἱ Δωριεῖς διὰ μακροῦ τοῦ α, οἱ δὲ Βοιωτοὶ Αἰνείαο προστιθέντες τὸ ο, οἱ δὲ Ἴωνες Αἰνείεω, τὸ α εἰς ε τρέποντες καὶ τὸ ο εἰς ω. ἰστέον δὲ ὅτι τὸ Αἰνείαο ἐκτείνεται κατὰ τὴν παραλήγουσαν. πᾶσα γὰρ γενικὴ ὀνό‐ ματος εἰς φωνῆεν λήγουσα καὶ περιττοσυλλαβοῦσα τῆς ἰδίας εὐθείας | |
20 | ἐκτείνει τὴν λήγουσαν καὶ συστέλλει τὴν παραλήγουσαν οἷον Ἀτρεί‐ δεω, Πριαμίδεω· ἢ συστέλλει τὴν λήγουσαν καὶ ἐκτείνει τὴν παρα‐ λήγουσαν οἷον καλοῖο, σοφοῖο, Πριάμοιο, ποταμοῖο, ὠκεανοῖο. εἰ οὖν τὸ Αἰνείαο οὐκ ἐξέτεινε τὴν τελευταίαν συλλαβήν, ἀνάγκην ἔχει τὴν παραλήγουσαν ἐκτεῖναι. | |
25 | Choer. 122, 7: πᾶσα δοτικὴ ἑνικῶν ἰσοσυλλαβοῦσα τῇ ἰδίᾳ γενικῇ καὶ ἰσοχρονεῖν αὐτῇ θέλει οἷον Αἴαντος Αἴαντι, Λάχητος Λάχητι, Ὁμή‐ ρου Ὁμήρῳ, ἀνθρώπου ἀνθρώπῳ, Μηδείας Μηδείᾳ. Choer. 121, 9 et 123, 1: πᾶσα γενικὴ ἰσοσυλλαβοῦσα τῇ εὐθείᾳ τὴν δοτικὴν ἔχει εἰς ι ἀνεκφώνητον λήγουσαν—οἷον ὁ Πέρσης τοῦ Πέρ‐ | |
30 | σου τῷ Πέρσῃ, Αἰνείας Αἰνείου Αἰνείᾳ, Μήδεια Μηδείας Μηδείᾳ, Ὅμη‐ ρος Ὁμήρου Ὁμήρῳ. χωρὶς τῶν εἰς υς ὑποκοριστικῶν, τὰ γὰρ εἰς υς ὑποκοριστικὰ ἔχει τὴν γενικὴν ἰσοσύλλαβον τῇ εὐθείᾳ, καὶ ὅμως οὐκ ἔχει τὴν δοτικὴν εἰς ι ἀνεκφώνητον λήγουσαν οἷον ὁ Διονῦς τοῦ Διονῦ | |
τῷ Διονῦ, ὁ Καμμῦς τοῦ Καμμῦ τῷ Καμμῦ, ὁ Λαρδῦς τοῦ Λαρδῦ τῷ | 665 | |
3,2666 | Λαρδῦ, ὁ Κλαυσῦς τοῦ Κλαυσῦ τῷ Κλαυσῦ. τούτων γὰρ αἱ δοτικαὶ χωρὶς τοῦ ι εἰσίν. οὐκ ἠδύνατο γὰρ ταῦτα τὰ ὀνόματα ἔχειν ἐν τῇ δοτικῇ τὸ ι, ἐπειδὴ οὐδέποτε ἡ υι δίφθογγος ἐν τέλει λέξεως εὑρίσκε‐ ται, οἷον μυῖα, ἅρπυια, υἱός· ἐν γὰρ τῷ | |
5 | σύμβαλον ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχεσθαι (Π 565) οὐκ ἔστιν ἐν διφθόγγῳ τὸ υ καὶ τὸ ι, ἀλλ’ ἐν τῷ μέτρῳ κατὰ συνίζη‐ σιν μετρεῖται, ὥσπερ ἐν τῷ χρυσέῳ ἀνὰ σκήπτρῳ (Α 15) τὸ ε καὶ τὸ ῳ δίφθογγος εἰς μίαν συλλαβὴν μετρεῖται, οἷον χρυσῷ. | |
10 | Choer. 123, 26: ἰστέον δὲ ὅτι οὐ μόνον τὰ εἰς υς ὑποκοριστικὰ σημειούμεθα ἐν τῷ κανόνι, ἀλλὰ καὶ τὰ εἰς ις περισπώμενα· ταῦτα γὰρ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν οἷον ὁ κομβῖς τοῦ κομβῖ. ἰδοὺ ἡ δοτικὴ οὐκ ἔχει ἀνεκφώνητον τὸ ι, ἀλλ’ ἐκφωνούμενον οἷον τῷ κομβῖ, ἐπειδὴ οὔτε τὸ η ἔχει οὔτε τὸ ω οὔτε τὸ α μακρόν, ἀλλὰ τὸ ι· τότε | |
15 | δὲ τὸ ι ἀνεκφώνητόν ἐστι, ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλλαβῇ. ἰστέον δὲ ὅτι μονῆρές ἐστι τὸ ὄνομα τοῦτο, οὐκ ἔχει γὰρ ἄλλο ὅμοιον αὐτῷ ἐν χρήσει. Choer. 124, 5: ἔτι δεῖ προσθεῖναι «χωρὶς τῶν κατὰ διάλεκτον», ἐπειδὴ οἱ Αἰολεῖς ταῖς εἰς ω ληγούσαις δοτικαῖς οὐ προσγράφουσι τὸ ι, | |
20 | τῶ Ὁμήρω γάρ φασι καὶ τῶ σοφῶ χωρὶς τοῦ ι. καὶ πάλιν οἱ Βοιωτοὶ ταῖς εἰς η ληγούσαις δοτικαῖς οὐ προσγράφουσι τὸ ι, τῆ Ἑλένη γάρ φασι καὶ τῆ Πηνελόπη χωρὶς τοῦ ι. ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν διὰ τὸ μέτρον». ἔστι γὰρ ὁ ζελᾶς τοῦ ζελά τῷ ζελά (οὕτως δὲ λέγεται κατὰ Θρᾷκας ὁ οἶνος), καὶ τούτου ἡ δοτικὴ εὑρίσκεται παρ’ | |
25 | Εὐπόλιδι χωρὶς τοῦ ι. συστεῖλαι γὰρ βουλόμενος τὸ α οὐ προσέγραψε τὸ ι, οἷον ταυτὸν ποιεῖ τό τ’ Ἀττικὸν τῷ ζελά, σὺν γὰρ κεραννοῖς (κεράννυς). ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν πεπονθότων». ἔστι γὰρ τῷ κυανο‐ χαίτῃ, καὶ γίνεται κατὰ μεταπλασμὸν τῷ κυανοχαῖτα, καὶ οὐκ ἔχει προσ‐ | |
30 | γεγραμμένον τὸ ι, οἷον ὡς παρὰ Ἀντιμάχῳ, πατρί τε κυανοχαῖτα Ποσειδάωνι πεποιθώς, | |
ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν. καὶ πάλιν ἔστι πατήρ πα‐ | 666 | |
3,2667 | τρός πατρί, καὶ μήτηρ μητρός μητρί, καὶ ἰδοὺ ἐπὶ τούτων ἡ γενικὴ ἰσοσυλλαβεῖ τῇ εὐθείᾳ, καὶ οὐκ ἔχει τὴν δοτικὴν εἰς ι ἀνεκφώνητον λήγουσαν, ἀλλ’ εἰς ι ἐκφωνούμενον· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέπονθεν ἡ γενικὴ καὶ ἰσοσυλλαβεῖ τῇ εὐθείᾳ, ὡσαύτως δὲ καὶ ἡ δο‐ | |
5 | τικὴ πέπονθεν, οἷον πατέρος πατέρι, καὶ μητέρος μητέρι, καὶ κατὰ συγκοπὴν πατρός καὶ μητρός καὶ πατρί καὶ μητρί. Choer. 126, 2: ἐπὶ τῶν ἰσοσυλλάβως κλινομένων ἡ αἰτιατικὴ ἰσο‐ σύλλαβός ἐστι τῇ εὐθείᾳ, οἷον ὁ καλός τοῦ καλοῦ τῷ καλῷ τὸν καλόν, ὁ κοχλίας τοῦ κοχλίου τῷ κοχλίᾳ τὸν κοχλίαν, ὁ Χρύσης τοῦ Χρύσου | |
10 | τῷ Χρύσῃ τὸν Χρύσην, καὶ ἐπὶ τῶν εἰς υς καὶ ἐπὶ τῶν εἰς ους καὶ ἐπὶ τῶν ἐχόντων τὴν γενικὴν εἰς ος καθαρὸν διχρόνῳ παραληγόμενον οἷον βότρυς βότρυος βότρυν, στάχυς στάχυος στάχυν, χροῦς χροός χροῦν, ὄφις ὄφιος ὄφιν, πόλις πόλιος πόλιν, μάντις μάντιος μάντιν. Πᾶσα εὐθεῖα ἑνικῶν μὴ ἔχουσα κατὰ πάθος τὴν αἰτιατικήν, ὅταν ἔχῃ | |
15 | τὴν αἰτιατικὴν ἰσοσύλλαβον, εἰς ν αὐτὴν ἔχει λήγουσαν οἷον ἡ μοῦσα τὴν μοῦσαν, ἡ Μήδεια τὴν Μήδειαν, ἡ τιμή τὴν τιμήν, ἡ Ἀφροδίτη τὴν Ἀφροδίτην, ἡ σοφή τὴν σοφήν, καλός καλόν, ἰχθῦς ἰχθῦν. πρόσ‐ κειται «μὴ ἔχουσα κατὰ πάθος τὴν αἰτιατικὴν» διὰ τὸ εὐφυής εὐφυῆ, ὑγιής ὑγιῆ, εὐσεβής εὐσεβῆ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ καὶ | |
20 | ἀφυᾶ καὶ ὑγιᾶ. ἀπὸ γὰρ τοῦ εὐφυέα καὶ ὑγιέα γέγονε κατὰ κρᾶσιν— καὶ διὰ τὸ ἱδρῶ «ἱδρῶ ἀπεψύχοντο» (Χ 2)· ἰδοὺ γὰρ ἔστιν ἱδρώς ἱδρῶ‐ τος ἱδρῶτα καὶ γίνεται κατὰ πάθος ἤγουν κατὰ ἀποκοπὴν ἱδρῶ. Choer. 128, 14: τὰ εἰς ας ἰσοσυλλάβως κλινόμενα ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικὴν οἷον ὁ Ζηνᾶς τοῦ Ζηνᾶ ὦ Ζηνᾶ, ὁ Μητρᾶς τοῦ | |
25 | Μητρᾶ ὦ Μητρᾶ, ὁ κοχλίας τοῦ κοχλίου ὦ κοχλία, ὁ Αἰνείας τοῦ Αἰ‐ νείου ὦ Αἰνεία, ὁ Παπίας τοῦ Παπίου ὦ Παπία. χωρὶς τῶν Ἀττι‐ κῶν, οἱ γὰρ Ἀττικοὶ τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητικάς, ὁ Αἰνείας ὦ Αἰνείας, ὁ κοχλίας ὦ κοχλίας, καὶ χωρὶς τοῦ ἀκαμαντοχάρμαν Αἶαν | |
30 | παρὰ Πινδάρῳ· οὗτος γὰρ τὴν κλητικὴν εἰς ν εἶπεν, οἷον ὑπερμενὲς ἀκαμαντοχάρμαν Αἶαν Choer. 128, 30: πᾶσα δοτικὴ ἑνικῶν εἰς ᾳ ἢ εἰς ῳ λήγουσα ὁμό‐ φωνον ἔχει τὴν εὐθεῖαν τῶν δυϊκῶν, ἀλλ’ ἐν τοῖς δυϊκοῖς οὐκ ἔστι τὸ ι προσγεγραμμένον οἷον τῷ κοχλίᾳ, τὼ κοχλία, τῷ Αἰνείᾳ | |
35 | τὼ Αἰνεία, τῷ καλῷ τὼ καλώ, τῷ σοφῷ τὼ σοφώ. δεῖ δὲ γινώσκειν ὅτι ἐκτείνεται τὸ α ἐν τῇ εὐθείᾳ τῶν δυϊκῶν, ὥσπερ καὶ ἐν τῇ δο‐ τικῇ τῶν ἑνικῶν, ἀλλ’, ὡς εἴρηται, οὐκ ἔστι τὸ ι προσγεγραμμένον ἐν τῇ εὐθείᾳ τῶν δυϊκῶν, οὐδὲ γάρ ἐστι τὸ ι τελικὸν τῆς εὐθείας τῶν δυϊκῶν· τελικὰ γὰρ τῆς εὐθείας τῶν δυϊκῶν τρία ἐστὶν α, ε, ω, οἷον | |
40 | Ἀτρείδα, Ἕκτορε, φίλω. | 667 |
3,2668 | Choer. 129, 11: πᾶσα εὐθεῖα δυϊκῶν εἰς α λήγουσα προσθέσει τοῦ ιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν οἷον τὼ κοχλία τοῖν κοχλίαιν, τὼ Αἰνεία τοῖν Αἰνείαιν, τὰ μούσα ταῖν μούσαιν, τὰ Ἑλένα ταῖν Ἑλέ‐ ναιν. δεῖ δὲ γινώσκειν ὅτι τῇ προσθήκῃ τοῦ ι καὶ τοῦ ν συστέλλεται | |
5 | τὸ α, καὶ διὰ τοῦτο γὰρ καὶ ἐκφωνεῖται τὸ ι, ἐπεὶ εἰ ἔμεινε τὸ α μα‐ κρόν, ἤμελλε τὸ ι ἀνεκφώνητον εἶναι· ἐμάθομεν δὲ ὅτι τὸ ι, ἡνίκα εὑρεθῇ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλλαβῇ, ἀνεκφώνητον εὑρίσκεται οἷον τῷ Χρύσῃ, τῷ σοφῷ, τῷ Αἰνείᾳ. Τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτω καὶ ἡ κλητική. | |
10 | πᾶσα εὐθεῖα δυϊκῶν εἰς α λήγουσα προσθέσει τοῦ ι τὴν εὐθεῖαν τῶν πληθυντικῶν ποιεῖ οἷον τὼ κοχλία, οἱ κοχλίαι, τὼ Αἰνεία οἱ Αἰνεῖαι, τὰ μούσα αἱ μοῦσαι, τὰ Ἑλένα αἱ Ἑλέναι. δεῖ δὲ πάλιν εἰδέναι ὅτι ἅμα τῇ προσθήκῃ τοῦ ι συστέλλεται τὸ α, διὰ τοῦτο γὰρ καὶ ἐκφωνεῖ‐ ται τὸ ι, ἐπεὶ εἰ ἔμεινε τὸ α μακρὸν ἔμελλε τὸ ι ἀνεκφώνητον εἶναι. | |
15 | πᾶσα γενικὴ πληθυντικῶν εἰς ων λήγει ἐπὶ παντὸς γένους οἷον τῶν Αἰάντων, τῶν μουσῶν, τῶν βημάτων. Choer. 130, 18: πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ι λήγουσα, προσ‐ θέσει τοῦ ς ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν οἷον τοξόται τοξόταις μοῦσαι μούσαις, καλοὶ καλοῖς, Ὅμηροι Ὁμήροις. | |
20 | Choer. 130, 28: πᾶσα εὐθεῖα πληθυντικῶν εἰς αι δίφθογγον λή‐ γουσα τροπῇ τοῦ ι εἰς ς τὴν αἰτιατικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον κοχλίαι κοχλίας, Αἰνεῖαι Αἰνείας, Ἀτρεῖδαι Ἀτρείδας, μοῦσαι μού‐ σας, Ἑλέναι Ἑλένας, Ἀφροδίται Ἀφροδίτας. δεῖ δὲ εἰδένα ὅτι ἅμα τῇ τροπῇ τοῦ ι εἰς ς ἐκτείνεται τὸ α, θέλει γὰρ ἡ αἰτιατικὴ τῶν πληθυν‐ | |
25 | τικῶν ἰσοχρονεῖν τῇ ἰδίᾳ εὐθείᾳ οἷον Αἴαντες τὸ ε βραχύ ἐστιν, ἀλλὰ καὶ Αἴαντας τὸ α βραχύ· ὁμοίως πάλιν οἱ ἄνθρωποι, ἡ οι δίφθογγος μακρά ἐστιν, ἀλλὰ καὶ ἀνθρώπους ἡ ους μακρὰ ὁμοίως, καὶ κοχλίαι ἡ αι δίφθογγος μακρά ἐστιν, ἀλλὰ καὶ κοχλίας τὸ ας μακρὸν ὁμοίως. χωρὶς τῶν Δωρικῶν· συστέλλεται γὰρ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν | |
30 | παρὰ τοῖς Δωριεῦσιν ἐπὶ τῶν ἐχόντων τὴν εὐθεῖαν τῶν πληθυντικῶν εἰς τὴν αι δίφθογγον λήγουσαν, οἷον τοῦ κοῦραι κοῦρας, καὶ τὸ ὄγχναι ὄγχνας. | |
33t | Περὶ τῶν εἰς εις. | |
34 | Choer. 198, 20: τὰ εἰς εις μονοσύλλαβα ὀνόματα ἀρσενικὰ διὰ | |
35 | τοῦ νος κλίνεται, οἷον κτείς κτενός, εἷς ἑνός, δείς δενός, ὅπερ ἰσο‐ δυναμεῖ τῷ τὶς, ὅπερ μετὰ τῆς οὐ ἀποφάσεως καὶ τῆς μή ἀπαγορεύ‐ σεως λέγεται καὶ οὐδείς καὶ μηδείς. πρόσκειται «μονοσύλλαβα» διὰ τὰ | |
ὑπὲρ μίαν συλλαβήν, διὰ τὸ χαρίεις χαρίεντος. πρόσκειται «ὀνόματα» | 668 | |
3,2669 | διὰ τὰς μονοσυλλάβους μετοχάς, αὗται γὰρ διὰ τοῦ ντ κλίνεται οἷον θείς θέντος, εἵς ἕντος, ἐξ οὗ τὸ ἀφείς ἀφέντος, σημαίνει δὲ τὸ ἀπο‐ λύσας. πρόσκειται «ἀρσενικὰ» διὰ τὸ κλείς κλειδός· τοῦτο γὰρ διὰ τοῦ δος κλίνεται καὶ οὐ διὰ τοῦ νος, ἀλλ’ οὐκ ἔστιν ἀρσενικόν, ἀλλὰ θηλυ‐ | |
5 | κόν. εὐλόγως δὲ ταῦτα τὰ μονοσύλλαβα οὐ κλίνεται διὰ τοῦ ντ, ἐπειδὴ οὐ ποιεῖ οὐδετέρου παρασχηματισμόν· οὐδὲ γὰρ λέγομεν τὸ κτέν ὥσπερ τὸ ἕν. ἐπειδὴ οὖν οὐ ποιεῖ οὐδετέρου παρασχηματισμὸν τὸ κτείς, τού‐ του χάριν οὐ κλίνεται διὰ τοῦ ντ. τὰ γὰρ εἰς εις ἀρσενικά, μὴ ὄντα κύρια, ποιεῖ οὐδετέρου παρασχηματισμόν, οἷον χαρίεις χαρίεν, τιμήεις | |
10 | τιμῆεν, εἷς ἕν, δείς δέν, ἐξ οὗ τὸ οὐδέν καὶ τὸ μηδέν. τὸ οὖν κτείς μὴ ὂν κύριον ἀλλὰ προσηγορικόν, καὶ μὴ ποιοῦν οὐδετέρου παρασχη‐ ματισμόν, εἰκότως ὡς παραλλάξαν κατὰ τοῦτο πρὸς τὰ ἄλλα, παρήλ‐ λαξε καὶ κατὰ τὴν κλίσιν, καὶ οὐ κλίνεται διὰ τοῦ ντ. πρόσκειται «ἀρσενικὰ» διὰ τὸ κλείς· τοῦτο γὰρ οὐ ποιεῖ οὐδέτερον εἰς εν· ἀλλ’ | |
15 | οὐκ ἔστιν ἀρσενικόν, ἀλλὰ θηλυκόν. πρόσκειται «μὴ ὄντα κύρια» διὰ τὸ Σιμόεις (ἔστι δὲ ὄνομα κύριον ποταμοῦ τῆς Τροίας), τοῦτο οὐ ποιεῖ οὐδετέρου παρασχηματισμόν. ταῦτα μὲν περὶ τοῦ κτείς· τὸ δὲ δείς δενός, ἐπειδὴ ἐνομίσθη ταυτὸν εἶναι τῷ εἷς ἑνός, εἰκότως οὐ κλίνεται διὰ τοῦ ντ ἀλλὰ διὰ μόνου τοῦ ν, ὁμοίως τοῦ εἷς ἑνός. τὸ δὲ μείς, | |
20 | ὃ σημαίνει τὸν μῆνα οἷον ὁ δ’ ἕβδομος εἱστήκει μείς (Τ 117), διὰ τοῦτο οὐ κλίνεται διὰ τοῦ ντ, ἐπειδὴ μήν ἦν, καὶ Αἰολικῶς ἐγέ‐ νετο μείς διὰ τῆς ει διφθόγγου, καὶ λοιπὸν ἐφύλαξε τὴν αὐτὴν κλίσιν. Ἀποροῦσι δέ τινες λέγοντες, διατί τῶν εἰς εις μονοσυλλάβων | |
25 | ὀνομάτων μὴ ποιούντων οὐδετέρου παρασχηματισμὸν οἷον μείς κτείς τὸ εἷς ποιεῖ οὐδετέρου παρασχηματισμὸν οἷον ἕν; καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο τὸ εἷς ποιεῖ οὐδετέρου παρασχηματισμόν, ἐπειδὴ ἀριθμητικόν ἐστι, τὰ δὲ ἀριθμητικὰ πέφυκε ποιεῖν οὐδετέρου παρασχηματισμὸν οἷον ὁ τρεῖς τὰ τρία, οἱ τέσσαρες τὰ τέσσαρα· οὕτως οὖν καὶ τὸ εἷς | |
30 | τὸ ἕν. Ἰστέον ὅτι τὸ εἷς διὰ τοῦ ντ ὤφειλε κλίνεσθαι, ὡς ἔχον οὐδέτε‐ ρον τὸ ἕν. τὰ γὰρ εἰς εις ἔχοντα οὐδέτερον εἰς εν διὰ τοῦ ντ θέλει κλίνεσθαι, οἷον χαρίεις χαρίεντος ὅτι χαρίεν, τιμήεις τιμήεντος ὅτι τιμῆεν, δαφνήεις δαφνήεντος ὅτι δαφνῆεν, οὕτως οὖν ὤφειλεν εἶναι | |
35 | εἷς ἑντός ὅτι τὸ ἕν. ἀλλ’ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ πνεύ‐ ματα τῶν εὐθειῶν φυλάττεσθαι θέλει καὶ ἐν ταῖς λοιπαῖς πτώσεσιν οἷον τὸ ἀλήτης ψιλοῦται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώσεις ὁμοίως, ἀλήτου ἀλήτῃ ἀλήτην ὦ ἀλῆτα, καὶ τὸ ἄλγος ψιλοῦται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώσεις ὁμοίως, ἄλγους ἄλγει τὸ ἄλγος ὦ ἄλγος, πάλιν τὸ ἁγνός δασύνεται, | |
40 | ἀλλὰ καὶ αἱ λοιπαὶ πτώσεις ὁμοίως, ἁγνοῦ ἁγνῷ ἁγνόν ὦ ἁγνέ, καὶ τὸ ἁπλοῦς δασύνεται, ἀλλὰ καὶ αἱ λοιπαὶ πτώσεις ὁμοίως, ἁπλοῦ ἁπλῷ ἁπλοῦν ω ἁπλοῦ· τούτου χάριν ἐξ ἀνάγκης ἀπέβαλλε τὸ τ, καὶ ἐγέ‐ | |
νετο ἑνός ἡ γενική, ἵνα ὁμοφώνως τῇ εὐθείᾳ δασυνθῇ καὶ ἡ γενική. | 669 | |
3,2670 | εἰ γὰρ ἐκλίθη διὰ τοῦ ντ, ἔμελλε τῆς εὐθείας δασυνομένης ψιλοῦσθαι ἡ γενική, ὅπερ ἐστὶν ἄτοπον. καὶ ἡ μὲν εὐθεῖα δασύνεται, ἐπειδὴ πᾶς ἀριθμὸς ἀπὸ τοῦ ε ἀρχόμενος δασύνεσθαι θέλει οἷον ἕξ, ἑπτά, ἕν· οὕτως οὖν καὶ τὸ εἷς. δεῖ προσθεῖναι «χωρὶς τοῦ εἴκοσι καὶ ἐννέα καὶ τῶν | |
5 | παρ’ αὐτοῦ» οἷον ἔννατος ἐννάκις ἐννενήκοντα· ταῦτα γὰρ ψιλοῦται. πρόσκειται «ἀπὸ τοῦ ε ἀρχόμενος» διὰ τὸν ὀκτώ ἀριθμόν, οὗτος γὰρ ψιλοῦται. ἡ δὲ γενικὴ εἶχε ψιλοῦσθαι εἰ ἐκλίθη διὰ τοῦ ντ, ἐπειδὴ τὸ ε, εἰ καταλήγει εἰς ν, ἐπιφερομένου συμφώνου τῆς τρίτης συζυγίας τῶν βαρυτόνων, τουτέστι τὸ δ ἢ θ ἢ τ, ψιλοῦσθαι θέλει οἷον ἔνδον, | |
10 | ἔνθα, ἐνταῦθα. δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ ἐν ῥήματι ἢ ἀπὸ ῥήματος εὑρεθῇ» οἷον διὰ τὸ ἕντο, ὡς τὸ αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῦτο γὰρ δασύνεται· ἀλλὰ ῥῆμά ἐστιν. πρόσκειται δὲ «ἢ ἀπὸ ῥήματος» διὰ τὴν ἕντος μετοχήν, αὕτη γὰρ δασύνεται, ἐξ ἧς καὶ τὸ ἀφείς ἀφέν‐ | |
15 | τος· ἀλλ’ ἀπὸ ῥήματός ἐστιν. εἰ ἐγένετο οὖν, ὡς εἴρηται, εἷς ἔντος, ἡ γενικὴ ψιλοῦσθαι ἤθελε τῆς εὐθείας δασυνομένης, ὅπερ ἐστὶν ἄτοπον καὶ ἀδύνατον. ἀεὶ γάρ, ὡς εἴρηται, τὰ πνεύματα τῶν εὐθειῶν φυλάτ‐ τεσθαι θέλει καὶ ἐν ταῖς λοιπαῖς πτώσεσι· διὰ τοῦτο οὖν ἀπεβάλλετο τὸ τ καὶ ἐγένετο ἑνός, ἵνα ὁμοίως τῇ εὐθείᾳ δασυνθῇ καὶ ἡ γενική. | |
20 | ἴσως δέ τις ἀπορήσει καὶ διὰ ποίαν αἰτίαν μὴ τὸ ν ἀπέβαλλεν ἀλλὰ τὸ τ· πρὸς οὓς λέγομεν, ὅτι οὐκ ἐνδέχεται μεῖναι τὸ τ. πᾶσα γὰρ γενικὴ διὰ τοῦ τος κλινομένη τὸν χρόνον τῆς εὐθείας θέλει φυ‐ λάττειν οἷον λέβης λέβητος, ἔρως ἔρωτος, ἱδρώς ἱδρῶτος, χαλκοκράς χαλκορᾶτος. ἰδοὺ ταῦτα ἐφύλαξε τὴν μακρὰν τῆς εὐθείας ἐν τῇ γενικῇ. | |
25 | πάλιν κρέας κρέατος, βῆμα βήματος· ἰδοὺ πάλιν ταῦτα τὴν βραχεῖαν τῆς εὐθείας φυλάττει καὶ ἐν τῇ γενικῇ. δεῖ προσθεῖναι «χωρὶς τῶν εἰς ως μετοχῶν καὶ τῶν μετοχικῶν». μετοχῶν μὲν οἷον τετυφώς τετυ‐ φότος, πεποιηκώς πεποιηκότος· μετοχικῶν δὲ οἷον ὑποδεδιώς ὑποδε‐ διότος (ἔστι δὲ εἶδος ὀρνέου [Aristoph. Av. 65]), Ἀραρώς Ἀραρότος | |
30 | (ἔστι δὲ ὄνομα τοῦ υἱοῦ τοῦ Ἀριστοφάνους). ταῦτα δὲ ἐσημειωσάμεθα, ὅτι διὰ καθαροῦ τοῦ τος κλιθέντα οὐκ ἐφύλαξε τὸν χρόνον τῆς εὐθείας ἐν τῇ γενικῇ, ἀλλὰ συνέστειλε τὸ ω εἰς ο. τούτων οὕτως ἐχόντων, ἔστιν εἷς διὰ τῆς ει διφθόγγου ἡ εὐθεῖα· εἰ ἐγένετο ἡ γενικὴ διὰ καθα‐ ροῦ τοῦ τος οἷον εἷς ἑτός, οὐκ ἐφύλαττε τὸν χρόνον τῆς εὐθείας, | |
35 | ὅπερ ἐστὶν ἄτοπον. τούτου χάριν τὸ τ ἀπέβαλε, καὶ οὐ τὸ ν, καὶ ἐγέ‐ νετο εἷς ἑνός, ὥσπερ κτείς κτενός. Choer. 202, 26: τὰ εἰς εις ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα διὰ τοῦ ντ κλίνεται οἷον χαρίεις χαρίεντος, τιμήεις τιμήεντος. πρόσ‐ κειται «κοινολεκτούμενα» ἐπειδὴ οἱ Βοιωτοὶ τὰ εἰς ης λήγοντα διὰ τοῦ | |
40 | η περιττοσυλλάβως κλινόμενα, εἴτε βαρύτονα ᾖ εἴτε ὀξύτονα, μετα‐ ποιοῦσιν εἰς τὴν ει δίφθογγον καὶ φυλάττουσι τὴν αὐτὴν κλίσιν, οἷον | |
λέβης λέβητος λέβεις, πένης πένητος πένεις, ἀφανής ἀφανοῦς ἀφανείς, | 670 | |
3,2671 | εὐγενής εὐγενοῦς εὐγενείς. ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα τὰ εἰς εις ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ ντ κλίνεται, πῶς τὸ οὐδεὶς οὐδενός οὐ κλίνεται διὰ τοῦ ντ; ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἔστι τοῦτο ὑπὲρ μίαν συλ‐ λαβήν, οὐδέ ἐστι γὰρ μία λέξις ἀλλὰ δύο. ἔστι γὰρ τὸ δείς ὄνομα, ὅπερ | |
5 | ἰσοδυναμεῖ τῷ τὶς, καὶ ἡ οὐ ἀπόφασις, καὶ λοιπὸν εὐλόγως ἡ κλίσις τοῦ δείς δενός ἐφυλάχθη. ὥσπερ γὰρ τῷ Ὅμηρος ὀνόματι ἤ τινι τοιούτῳ συντάσσοντες τὴν οὐ ἀπόφασιν φυλάττομεν τὴν αὐτὴν κλίσιν οἷον οὐχ Ὅμηρος, οὐχ Ὁμήρου, οὐχ Ὁμήρῳ, οὐχ Ὅμηρον, οὕτως καὶ ἐνταῦθα προσελθοῦσα ἡ οὐ ἀπόφασις τῷ δείς δενός τὴν αὐτὴν κλίσιν ἐφύλαξεν, | |
10 | οἷον οὐδείς οὐδενός. Choer. 204, 29: Ἡ κλητικὴ τριχῶς λέγεται. λέγεται γὰρ καὶ ὦ χαρίεις ὁμοφώνως τῇ εὐθείᾳ Ἀττικῶς, οἱ γὰρ Ἀττικοὶ τὰς αὐτὰς [ἔχου‐ σιν] εἰώθασι ποιεῖν ὀρθὰς καὶ κλητικάς, οἷον ὁ Αἴας ὦ Αἴας, ὁ κοχλίας ὦ κοχλίας. τὸ δὲ ὦ χαρίει κανονίζεται τοῦτον τὸν τρόπον· τὰ εἰς ς | |
15 | λήγοντα μετὰ διφθόγγου ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικήν, οἷον ὁ Ζεὺς ὦ Ζεῦ, ὁ Πηλεύς ὦ Πηλεῦ, ὁ Ἀχιλλεὺς ὦ Ἀχιλλεῦ, ὁ παῖς ὦ παῖ, ὁ βοῦς ὦ βοῦ, ὁ νοῦς ὦ νοῦ· οὕτως οὖν καὶ ὁ χαρίεις ὦ χαρίει, καὶ ὁ τιμήεις ὦ τιμήει. δεῖ προσθεῖναι «κοινολεκτούμενα» διὰ τὰ Αἰο‐ λικά· οἱ γὰρ Αἰολεῖς τὸ τάλας τάλαις λέγουσι, καὶ τὸ Θόας Θόαις, καὶ | |
20 | τὸ μέλας μέλαις. καὶ ἰδοὺ ταῦτα εἰς ς λήγει μετὰ διφθόγγου, καὶ ὅμως οὐ ποιεῖ τὴν κλητικὴν ἀποβολῇ τοῦ ς, οὐδὲ γὰρ λέγομεν ὦ τάλαι καὶ ὦ μέλαι καὶ ὦ Θόαι, ἀλλ’ ὦ τάλαν καὶ ὦ Θόαν καὶ ὦ μέλαν, τῷ ἀπὸ γενικῆς κανόνι τῷ λέγοντι, ὅτι πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη ἀπο‐ βολῇ τῆς τος ποιεῖ τὴν κλητικήν, εἰ μὴ διφθόγγῳ παραλήγοιτο, οἷον | |
25 | Αἴαντος Αἶαν, Δρύαντος Δρύαν, Ξενοφῶντος Ξενοφῶν, Κάλχαντος Κάλχαν· οὕτως οὖν καὶ Θόαντος Θόαν, καὶ μέλαντος μέλαν, καὶ τάλαν‐ τος τάλαν· τὸ γὰρ τάλανος καὶ μέλανος ἀποβολῇ τοῦ τ γέγονε. δεῖ προσθεῖναι «χωρὶς τῶν μετοχῶν καὶ τῶν οὐδετέρων». τῶν μετοχῶν, διὰ τὸ τυφθείς δαρείς νυγείς, ταῦτα γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλη‐ | |
30 | τικήν, καὶ οὐ ποιεῖ τὴν κλητικὴν ἀποβολῇ τοῦ ς· τῶν δὲ μετοχικῶν διὰ τὸ ὀδούς τοῦ ὀδόντος· καὶ τοῦτο γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν. αἱ γὰρ μετοχαὶ καὶ τὰ μετοχικὰ ὅταν περιττοσυλλάβως κλί‐ νηται, τὰς αὐτὰς ἔχει ὀρθὰς καὶ κλητικὰς οἷον ὁ τύψας τοῦ τύψαντος ὦ τύψας, ὁ γράψας τοῦ γράψαντος ὦ γράψας, ὁ ἱμάς τοῦ ἱμάντος ὦ | |
35 | ἱμάς, ὁ ἀνδριάς τοῦ ἀνδριάντος ὦ ἀνδριάς. «χωρὶς δὲ τῶν οὐδετέ‐ ρων» πρόσκειται διὰ τὸ οὖς. ἐὰν γὰρ ὅλως λάβωμεν αὐτοῦ τὴν κλη‐ τικήν, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν τῷ λόγῳ τῶν οὐδετέρων. τὰ γὰρ οὐδέτερα τὴν αὐτὴν ἔχει καὶ κλητικὴν καὶ ὀρθήν, οἷον τὸ βῆμα | |
ὦ βῆμα, τὸ τεῖχος ὦ τεῖχος. ἔτι δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ πούς», | 671 | |
3,2672 | τὴν αὐτὴν γὰρ ἔχει ὀρθὴν καὶ κλητικήν, οἷον ὁ πούς ὦ πούς, καὶ οὐ ποιεῖ αὐτὴν ἀποβολῇ τοῦ ς. «καὶ χωρὶς τοῦ εἷς», τοῦ γὰρ εἷς οὐκ ἔστι κατὰ ἀποβολὴν τοῦ ς ἡ κλητική, ἀλλ’ οὐδ’ ὅλως ἔχει τοῦτο κλητικήν. μηδεὶς δὲ οἰέσθω τὸ ἕν τὸ οὐδέτερον ὡς ἀπὸ τῆς ὦ ἕν κλητικῆς | |
5 | γεγενῆσθαι, ὡς γὰρ εἴρηται τὸ εἷς οὐχ ἔχει κλητικήν, ἀλλὰ κατὰ συνεκ‐ δρομὴν τῶν ἄλλων οὐδετέρων τῶν ἀπὸ τῶν εἰς εις ἐγένετο τὸ ἕν τὸ οὐδέτερον οὕτως· ὥσπερ γὰρ χαρίεις χαρίεν καὶ τιμήεις τιμῆεν, οὕτως καὶ εἷς ἕν. δεῖ πάλιν προσθεῖναι ἐν τῷ κανόνι «καὶ χωρὶς τοῦ κτείς κτενός, καὶ κλείς κλειδός». ταῦτα γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλη‐ | |
10 | τικὴν οἷον ὁ κτείς ὦ κτείς, ἡ κλείς ὦ κλείς. ἰστέον ὅτι καθόλου τὰ εἰς ς λήγοντα μονοσύλλαβα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν χωρὶς τοῦ Ζεύς· τούτου γὰρ ἡ κλητικὴ κατὰ ἀποβολήν ἐστιν οἷον ὦ Ζεῦ. ἔστω δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· ὁ Κρής ὦ Κρής, ὁ Τρώς ὦ Τρώς, ὁ δμώς ὦ δμώς, ὁ πούς ὦ πούς, ἡ δαίς ὦ δαίς (ση‐ | |
15 | μαίνει δὲ τὴν εὐωχίαν), ὁ κίς ὦ κίς (σημαίνει δὲ τὸν σκώληκα), ὁ λίς ὦ λίς (σημαίνει δὲ τὸν λέοντα), ἡ κλείς ὦ κλείς, ὁ κτείς ὦ κτείς. ταῦτα γὰρ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, καὶ τὰ ἐξ αὐτῶν δὲ σύνθετα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ἡ ἀντίκλεις ὦ ἀντί‐ κλεις, ὁ ὁμόδαις ὦ ὁμόδαις (ὁ ὁμοῦ εὐωχούμενος), ὁ Οἰδίπους ὦ Οἰδί‐ | |
20 | πους. ἰστέον δὲ ὅτι τὸ Οἰδίπους ὅταν κλιθῇ διὰ τοῦ δος, οἷον Οἰδί‐ πους Οἰδίποδος, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον Οἰδίπους ὦ Οἰδίπους· ὅταν δὲ ἀποβολῇ τοῦ ς ποιῇ τὴν γενικὴν Ἀττικῶς οἷον ὁ Οἰδίπους τοῦ Οἰδίπου, τότε καὶ τὴν κλητικὴν ἀποβολῇ τοῦ ς ποιεῖ οἷον ὁ Οἰδίπους ὦ Οἰδίπου. καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὸ Οἰδίπους | |
25 | ὅταν μὲν κλιθῇ διὰ τοῦ δος οἷον Οἰδίποδος, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν, οἷον ὁ Οἰδίπους ὦ Οἰδίπους, ὅταν δὲ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν Ἀττικῶς, οἷον τοῦ Οἰδίπου, τότε καὶ τὴν κλητικὴν ἀποβολῇ τοῦ ς ποιεῖ, οἷον ὁ Οἰδίπους ὦ Οἰδίπου. καὶ ἔστιν εἰπεῖν, ὅτι εὐλόγως τοῦτο γίνεται· ἐπειδὴ ἡνίκα μὲν διὰ τοῦ δος κλίνεται τὸ | |
30 | Οἰδίπους, τὴν κλίσιν τὴν τοῦ πούς φυλάττει καὶ εἰς τὰς ἑξῆς πτώσεις οἷον πούς ποδός, καὶ Οἰδίπους Οἰδίποδος· τούτου χάριν καὶ κατὰ τὴν κλητικὴν τὴν κλίσιν τοῦ πούς φυλάττει, καὶ ὁμοίως αὐτῷ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, καὶ ὥσπερ ὦ πούς ὁμοίως καὶ ὦ Οἰδίπους· ἡνίκα δὲ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν Ἀττικῶς οἷον ὁ Οἰδίπους | |
35 | τοῦ Οἰδίπου, ἐπειδὴ οὐ φυλάττει τὴν κλίσιν τοῦ πούς κατὰ τὰς ἑξῆς πτώσεις, τούτου χάριν οὔτε κατὰ τὴν κλητικὴν φυλάττει αὐτήν, ἀλλ’ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικὴν οἷον ὦ Οἰδίπου. πρόσκειται ἀνω‐ τέρω «μονοσύλλαβα» ἐν τῷ κανόνι τῷ λέγοντι ὅτι τὰ εἰς ς λήγοντα μονοσύλλαβα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, διὰ τὸ ὁ | |
40 | Πηλεύς ὦ Πηλεῦ. πρόσκειται «ὀξύτονα» διὰ τὸ ὁ βοῦς περισπώμε‐ νον. ταῦτα μὲν περὶ τοῦ ὦ χαρίει. τὸ δὲ ὦ χαρίεν διαφόρως κανονί‐ ζεται, πρῶτον μὲν ὅτι πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη ἀποβολῇ | |
τοῦ τος ποιεῖ τὴν κλητικήν, εἰ μὴ διφθόγγῳ παραλήγοιτο, οἷον Αἴαντος | 672 | |
3,2673 | Αἶαν, Θόαντος Θόαν, οὕτως οὖν καὶ χαρίεντος χαρίεν. δεύτερον δέ, ὅτι πᾶν οὐδέτερον ὄνομα εἰ ἰσοσυλλάβως κλίνοιτο τῇ αἰτιατικῇ τοῦ ἀρ‐ σενικοῦ ὁμοφωνεῖ, τοῦ καλοῦ τὸν καλόν ὦ καλόν καὶ τὸ καλόν, ὁ σοφός τοῦ σοφοῦ τὸν σοφόν ὦ σοφόν καὶ τὸ σοφόν, ὁ κάλλιστος τοῦ | |
5 | καλλίστου τὸν κάλλιστον καὶ τὸ κάλλιστον. ἐὰν δὲ περιττοσυλλάβως κλίνοιτο, τῇ κλητικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ οἷον ὦ σῶφρον καὶ τὸ σῶφρον, ὁ ἄρσην τοῦ ἄρσενος ὦ ἄρσεν, τοῦ ταχέος ὦ ταχύ καὶ τὸ ταχύ. εἰ οὖν τοῦ χαρίεις χαρίεν ἐστὶ τὸ οὐδέτερον δηλονότι καὶ ἡ κλητικὴ ὦ χαρίεν ὁμοφωνεῖ τῷ οὐδετέρῳ, ἰστέον δὲ ὅτι παρὰ τοῖς | |
10 | Ἀττικοῖς χάριεν προπαροξυνόμενον οὐκ ἔστιν ὄνομα ἀλλ’ ἐπίρρημα, ἀντὶ γὰρ τοῦ χαριέντως· πρόσκειται «ὄνομα οὐδέτερον» διὰ τὴν ἐκεῖνος καὶ αὐτός καὶ οὗτος ἃ ἰσοσυλλάβως κλινόμενα οὐκ ἔχει τὸ οὐδέτερον ὁμό‐ φωνον τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ ἐκεῖνον καὶ αὐτόν καὶ τοῦτον ἀλλὰ τὸ οὐδέτερον ἐκεῖνο καὶ αὐτό καὶ τοῦτό ἐστι χωρὶς τοῦ ν. | |
15 | Διχῶς λέγεται τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν οἷον χαρίεσι καὶ χαρίεισι. κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφω‐ νούμενον λήγουσα καὶ πρὸ τοῦ ι λαμβάνουσα τὸ ς καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχεῖα τὴν δοτικὴν τῶν πλη‐ θυντικῶν ποιεῖ οἷον ὄφεϊ ὄφεσι, πόλεϊ πόλεσι, Πλάτωνι Πλάτωσι, χα‐ | |
20 | ρίεντι χαρίεσι, τετυφότι τετυφόσι, πεποιηκότι πεποιηκόσι, τοῦ ς προσελ‐ θόντος καὶ ἀποβληθέντων τῶν μὴ δυναμένων σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχείων, φημὶ δὴ τὸ ν καὶ τὸ τ. λέγουσι δέ τινες, ὅτι δεῖ προσ‐ θεῖναι ἐν τῷ κανόνι χωρὶς τῶν εἰς ευς. ἰδοὺ γάρ ἐστιν Ἀχιλλεύς Ἀχιλλέϊ ἡ δοτικὴ τῶν ἑνικῶν καὶ οὐ γίνεται ἡ δοτικὴ τῶν πληθυντι‐ | |
25 | κῶν τοῖς Ἀχιλλέσι προσθέσει τοῦ ς ὡς πόλεϊ πόλεσι, ἀλλὰ τὸ Ἀχιλ‐ λεῦσι ἐκ τῆς εὐθείας τῶν ἑνικῶν ἐστι. τότε δὲ κανονίζομεν τὴν δοτι‐ κὴν τῶν πληθυντικῶν ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν, ἡνίκα οὐδὲ δύναται κανονισθῆναι ἡ δοτικὴ τῶν πληθυντικῶν ἀπὸ τῆς εὐθείας τῶν ἑνικῶν οἷον Μέμνοσι μεταθέσει τοῦ ν εἰς ς, ταχέσι προσθέσει τοῦ ς ἀπὸ τῆς | |
30 | δοτικῆς τῶν ἑνικῶν κανονίζομεν, τὸ δὲ Τρωσί λέβησι ἀπὸ τῆς εὐθείας τῶν ἑνικῶν. πᾶσα γὰρ εὐθεῖα εἰς ς λήγουσα μετὰ μακρᾶς περιττοσυλ‐ λάβως κλινομένη καὶ μὴ συναιρουμένη κατὰ τὴν γενικὴν προσθέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν οἷον λέβης λέβητος λέβησι, Τρώς Τρωός Τρωσί, Πηλεύς Πηλέως Πηλεῦσι, Αἴας Αἴαντος Αἴασι. οὕτως | |
35 | οὖν καὶ χαρίεις χαρίεντος χαρίεισι. | |
36t | Περὶ τῶν εἰς ευς. | |
37 | Choer. 209, 18: τὰ εἰς ευς λήγοντα πέντε κλίσεις ἐπιδέχεται, διὰ τοῦ εο κοινῶς οἷον Ἀχιλλέος, βασιλέος· διὰ τοῦ ε καὶ ω Ἀττικῶς | |
οἷον Ἀχιλλέως, βασιλέως· διὰ τοῦ η καὶ ο παρὰ τοῖς ἀρχαίοις Ἴωσιν | 673 | |
3,2674 | οἷον Ἀχιλλῆος βασιλῆος, ὁμοίως δὲ καὶ παρὰ τοῖς ἀρχαίοις Αἰολεῦσιν, ἀλλ’ οἱ Αἰολεῖς προπαροξύνουσιν, Ἀχίλληος βασίληος λέγοντες· παρὰ δὲ τοῖς νεωτέροις Ἴωσι διὰ τῆς ει διφθόγγου καὶ ο οἷον Ἀχιλλεῖος βασιλεῖος, ὁμοίως δὲ καὶ παρὰ τοῖς νεωτέροις Αἰολεῦσιν, ἀλλὰ πάλιν | |
5 | οἱ Αἰολεῖς προπαροξύνουσιν, Ἀχίλλειος βασίλειος λέγοντες. ἰστέον δὲ ὅτι τινὲς θέλουσι παρὰ τῷ ποιητῇ τὸ «αὐτὰρ Φωκήων» (Β 517) διὰ τῆς ει διφθόγγου γράφεσθαι κατὰ τοὺς νεωτέρους Ἴωνας, οὐκ ἔστι δὲ εἰ μὴ διὰ τοῦ η κατὰ τοὺς παλαιοὺς Ἴωνας, οἷς συνεχῶς κέχρηται ὁ ποιητὴς οἷον | |
10 | Πηληϊάδεω Ἀχιλλῆος. Κούρην Βρισῆος, τήν μοι δόσαν υἷες Ἀχαιῶν. παρὰ δὲ τοῖς Βοιωτοῖς διὰ τοῦ ι καὶ ο γίνεται ἡ γενικὴ οἷον Ἀχιλ‐ λίος βασιλίος. τοιοῦτόν ἐστι καὶ τὸ Ζεύς Βοιωτικῶς γινόμενον κατὰ τὴν γενικὴν Διός διὰ τοῦ ι καὶ ο, τὸ γὰρ ζ εἰς τὸ δ τρέπουσιν | |
15 | οἱ Βοιωτοὶ οἷον Ζῆθος Δῆθος, οὕτως οὖν καὶ Ζεύς Δεύς, καὶ λοιπὸν ἀπὸ τοῦ Δεύς ἐγένετο ἡ γενικὴ διὰ τοῦ ι καὶ ο Βοιωτικῶς Διός, τὸ γὰρ κοινολεκτούμενον, λέγω δὴ τὸ Ζεύς, οὐ κλίνεται διὰ τοιαύτην αἰτίαν· πᾶν ὄνομα μονοσύλλαβον εἰς ς λῆγον, ὀξύτονον ὄν, διὰ καθαροῦ τοῦ ος κλινόμενον, τὸν χρόνον τῆς εὐθείας θέλει φυλάτ‐ | |
20 | τειν καὶ ἐν τῇ γενικῇ οἷον Τρώς Τρωός, δμώς δμωός, κίς κιός, λίς λιός. πρόσκειται «μονοσύλλαβα» διὰ τὸ Ἀχιλλεύς Ἀχιλλέως. πρόσκειται «εἰς ς λῆγον» διὰ τὸ φρήν φρενός. πρόσκειται «ὀξύτονον» διὰ τὸ βοῦς βοός καὶ νεῦς νεός καὶ γρεῦς γρεός· νεῦς δέ ἐστιν ἡ ναῦς καὶ γρεῦς ἡ γραῦς. πρόσκειται «διὰ καθαροῦ τοῦ ος κλινόμενα» διὰ τὸ Ζάς Ζάν‐ | |
25 | τος, πούς ποδός καὶ κτείς κτενός. εἰ ἄρα οὖν ὁ Ζεύς εἰς ς λῆγον καὶ μονοσύλλαβόν ἐστι καὶ ὀξύτονον καὶ διὰ καθαροῦ τοῦ ος κλίνεται, ὀφεί‐ λει Ζευός εἶναι κατὰ τὴν γενικὴν διὰ τῆς ευ διφθόγγου, ἵνα φυλάξῃ τὸν χρόνον τῆς εὐθείας ἐν τῇ γενικῇ· ἀλλ’ ἐπειδὴ τὰ εἰς ευς ἀποβάλ‐ λει τὸ υ κατὰ τὴν γενικὴν οἷον Πηλεύς Πηλέος, Ἀχιλλεύς Ἀχιλλέος, | |
30 | βασιλεύς βασιλέως, Θησεύς Θησέος· χωρὶς τοῦ Ἄρευς Ἄρευος (τοῦτο γὰρ ἐφύλαξε τὸ υ παρὰ τοῖς Αἰολεῦσιν οἷον Ἄρευος στρατιωτέροις, καὶ πάλιν τὸ γὰρ Ἄρευϊ καταθανεῖν καλόν, | |
35 | καὶ πάλιν, μίξαντες ἀλλήλοισιν Ἄρευα). τούτου χάριν ἠναγκάζετο Ζεός εἶναι κατὰ τὴν γενικήν, κατὰ ἀποβολὴν τοῦ υ. τούτων οὖν τῶν δύο κανόνων μαχομένων, ἀπέλειψεν ἡ κοινὴ κλίσις καὶ παρεισῆλθεν ἡ τῶν Βοιωτῶν κλίσις οἷον Διός Διί Δία, ὥσπερ | |
40 | Ἀχιλλίος Ἀχιλλίϊ Ἀχιλλία. οὐ γάρ, ὡς νομίζουσί τινες, ἀπὸ τῆς Δίς | 674 |
3,2675 | εὐθείας τῆς κειμένης παρὰ τῷ Ῥίνθωνι ἐγένετο ἡ Διός γενική, ὥσπερ ἀπὸ τοῦ κίς κιός (σημαίνει δὲ τὸν σκώληκα), καὶ ἀπὸ τοῦ λίς λιός· ἐκεῖνος γὰρ τὴν Δίς εὐθεῖαν ἐπλάσατο πρὸς τὴν Διός γενικήν, ἵνα νομισθῇ ἀκόλουθος εἶναι ἡ γενική. | |
5 | Τὰ εἰς ευς λήγοντα ἐὰν καθαρεῦον ἔχει τὸ ε, συναιρεῖται κατὰ τὴν γενικὴν τὴν Ἀττικὴν παρὰ τοῖς Ἀθηναίοις οἷον Ἐρετριεύς Ἐρε‐ τριέως Ἐρετριῶς, τοῦ ε καὶ ω εἰς τὸ ω κιρναμένων, ὡς ποιέω ποιῶ, νοέω νοῶ· ἐὰν δὲ μὴ ἔχῃ καθαρεῦον τὸ ε, ἀλλ’ ἔχει προηγούμενον σύμφωνον, οὐ γίνεται κρᾶσις κατὰ τὴν γενικὴν οὔτε παρ’ ἡμῖν οὔτε | |
10 | παρὰ τοῖς Ἀθηναίοις οἷον Ἀχιλλεύς Ἀχιλλέως, Πηλεύς Πηλέως, βασι‐ λεύς βασιλέως. παρὰ δὲ τοῖς Δωριεῦσιν καὶ τοῖς Ἴωσι κρᾶσις γίνεται ἐπὶ τούτων κατὰ τὴν γενικὴν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον οἷον τοῦ Ὀδυσσέος τοῦ Ὀδυσσεῦς Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρπῷ (ω 398), | |
15 | καὶ πάλιν ἐν τῷ Ἰδομενεὺς δ’ οὐ λῆγε μένος μέγα (Ν 424) τινὲς περισπῶσιν Ἰδομενεῦς ἀντὶ τοῦ Ἰδομενέος. ἄμεινον δὲ τὸ εὐθεῖαν εἶναι ὡς τὸ «οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος» (Φ 305). ἰστέον δὲ ὅτι οὐ μόνον ἐπὶ τῶν γενικῶν τῶν εἰς ευς ποιοῦνται οἱ Ἴωνες καὶ οἱ | |
20 | Δωριεῖς τὴν τοιαύτην κρᾶσιν, ἀλλὰ καὶ ἐπ’ ἄλλων. ἰδοὺ γὰρ τὸ Ἔρε‐ βος τοῦ Ἐρέβεος καὶ κατὰ κρᾶσιν Ἰωνικὴν ἢ Δωρικὴν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον γίνεται Ἐρέβευς, ὡς παρὰ τῷ ποιητῇ (Θ 368) ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, ἀντὶ τοῦ Ἐρέβους. δεῖ δὲ γινώσκειν, ὅτι τὸ υἱεύς υἱέος οὐ γίνεται | |
25 | παρὰ τοῖς Ἀθηναίοις διὰ τοῦ ε καὶ ω κατὰ τὴν γενικήν, ἀλλὰ φυλάτ‐ τει τὸ ο· υἱεύς δέ ἐστιν ὁ υἱός. Ἄξιόν ἐστι ζητῆσαι, διατί, ὥσπερ ἐπὶ τοῦ Πηλέϊ Πηλεῖ κατὰ συναίρεσιν γίνεται τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, μὴ τὸν αὐ‐ τὸν τρόπον καὶ ἐπὶ τοῦ νεῦς νεός νεΐ καὶ γρεῦς γρεός γρεΐ γίνεται | |
30 | κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον νεῖ καὶ γρεῖ. ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται γενέσθαι κατὰ συναίρεσιν ἡ δοτικὴ νεῖ καὶ γρεῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπ’ ὀνομάτων μονοσυλλά‐ βων ἐκφωνεῖ τὸ ι οἷον τῷ Γρᾷ, τῇ γῇ, τῇ μνᾷ, τῷ νῷ. εἰ οὖν ἐγέ‐ νετο κατὰ συναίρεσιν νεΐ νεῖ, γρεΐ γρεῖ, ἤμελλεν ἐκφωνεῖσθαι τὸ ι ἐν | |
35 | τῇ δοτικῇ τῶν ἑνικῶν ἐπὶ μονοσυλλάβων ὀνομάτων, ὅπερ ἄτοπον. | |
ἰστέον δὲ ὅτι οἱ Ἀττικοὶ μόνῃ τῇ συνῃρημένῃ χρῶνται δοτικῇ ἐν τοῖς | 675 | |
3,2676 | τοιούτοις ὀνόμασιν, οὐ μὴν καὶ τῇ ἐντελεῖ τῷ Πηλέϊ, τῷ Πηλεῖ γὰρ καὶ τῷ βασιλεῖ λέγουσιν, οὐ μὴν καὶ τῷ Πηλέϊ καὶ τῷ βασιλέϊ. Ἀπὸ τῆς Πηλέϊ δοτικῆς ἐγένετο τροπῇ τοῦ ι εἰς α Πηλέα ὥσπερ Αἴαντι Αἴαντα, Θόαντι Θόαντα. ἰστέον ὅτι πᾶσα γενικὴ εἰς ος λήγουσα, | |
5 | ἔχουσα τὴν αἰτιατικὴν τῶν ἑνικῶν εἰς α, ὁμόχρονον ἑαυτῇ ἔχει αὐτὴν οἷον Αἴαντος Αἴαντα, Θόαντος Θόαντα. ἰδοὺ ἐνταῦθα τὸ α βραχύ ἐστιν, ἐπειδὴ καὶ ἡ ος συλλαβὴ βραχεῖά ἐστιν· ὁμοίως Πηλέος Πηλέα, Ἀχιλ‐ λέως Ἀχιλλέα. οἱ μέντοι Ἀθηναῖοι, ἐπειδὴ Πηλέως καὶ Ἀχιλλέως λέ‐ γουσι διὰ τοῦ ε καὶ ω, τούτου χάριν καὶ τὴν αἰτιατικὴν ποιοῦσιν εἰς α | |
10 | μακρόν, ἵνα ἰσόχρονος γένηται ἡ αἰτιατικὴ τῇ ἰδίᾳ γενικῇ. καὶ πολλή ἐστιν ἡ χρῆσις τῆς τοιαύτης αἰτιατικῆς, ὡς ἔχομεν καὶ παρὰ τῷ Εὐρι‐ πίδῃ ἐν Ἀνδρομάχῃ (545) καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας, ἐξέτεινε γὰρ τὸ α. | |
15 | Ἐπὶ τῶν Ἀττικῶν τῶν γινομένων κατὰ συναλοιφὴν ἐν τῇ γενικῇ τοῦ ε καὶ ω εἰς τὸ ω οἷον τοῦ Ἐρετριέως τοῦ Ἐρετριῶς, τοῦ Στει‐ ριέως τοῦ Στειριῶς, οἱ Ἀθηναῖοι τὰς αἰτιατικὰς συναλείφοντες εἰς α μόνον ποιοῦσιν αὐτὰς οἷον τὸν Ἐρετριέα τὸν Ἐρετριᾶ, τὸν Στειριέα τὸν Στειριᾶ, καὶ οὐκέτι εἰς η, καίτοι κανόνος λέγοντος, ὅτι τὸ ε καὶ | |
20 | α εἰς η καὶ μακρὸν α κιρνᾶται. ἡνίκα μὲν γὰρ προηγεῖται τοῦ ε σύμ‐ φωνον, τότε τὸ ε καὶ α εἰς η μόνως κίρναται οἷον εὐσεβέα εὐσεβῆ, εὐγενέα εὐγενῆ, τείχεα τείχη, βέλεα βέλη· ἡνίκα δὲ προηγεῖται φωνῆεν τοῦ ε, τότε τὸ ε καὶ α εἰς η καὶ εἰς α μακρὸν κίρναται οἷον εὐφυέα εὐφυᾶ καὶ εὐφυῆ, ἀφυέα ἀφυᾶ καὶ ἀφυῆ, ὑγιέα ὑγιῆ καὶ ὑγιᾶ. ἐπὶ οὖν τοῦ | |
25 | Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ Στειριέα Στειριᾶ εἰς α μόνως ἐγένετο ἡ κρᾶσις, οὐκέτι δὲ καὶ εἰς η, καίτοι φωνήεντος προηγουμένου τοῦ ε. καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· διὰ τοῦτο ἐπὶ τοῦ Ἐρετριέα Πειραιέα Στειριέα, Ἐρετριᾶ καὶ Στειριᾶ καὶ Πειραιᾶ, οὐκ ἐγένετο εἰς η ἡ κρᾶσις, ἀλλ’ εἰς α μόνον, ἐπειδὴ τούτων ἡ κλητικὴ εἰς φωνῆεν λή‐ | |
30 | γει οἷον ὦ Ἐρετριεῦ καὶ ὦ Πειραιεῦ καὶ ὦ Στειριεῦ. οὐδέποτε δὲ τῆς κλητικῆς εἰς φωνῆεν ληγούσης ὀφείλει ἡ αἰτιατικὴ εἰς η καταλήγειν οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις οἷον ὦ Χρύση τὸν Χρύσην, ὦ τοξότα τὸν τοξότην, ὦ Δημοσθένη Ἀττικῶς καὶ τὸν Δημοσθένην Ἀτ‐ τικῶς μετὰ τοῦ ν. «παρ’ ἡμῖν ἢ παρὰ τοῖς Ἀθηναίοις» πρόσκειται, | |
35 | ἐπειδὴ παρὰ τοῖς Δωριεῦσιν εὑρίσκεται ἡ κλητικὴ εἰς φωνῆεν λήγουσα, τῆς αἰτιατικῆς εἰς η καταληγούσης οἷον ὦ Τυδεῦ καὶ τὸν Τυδῆ, ὡς παρὰ τῷ ποιητῇ (Δ 384) ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ (sic) Τυδῆ στεῖλαν Ἀχαιοί. τούτου χάριν ἐπὶ τοῦ Ἐρετριέα Ἐρετριᾶ καὶ Πειραιέα Πειραιᾶ καὶ | |
40 | Στειριέα Στειριᾶ εἰς α μόνως ἐγένετο ἡ κρᾶσις, οὐκέτι δὲ καὶ εἰς η, ἵνα μὴ εὑρεθῇ τῆς κλητικῆς εἰς φωνῆεν ληγούσης ἡ αἰτιατικὴ εἰς η | |
καταλήγουσα. | 676 | |
3,2677 | Ἀποροῦσι δέ τινες λέγοντες, διατί, ὥσπερ λέγομεν τὸν Δημο‐ σθένεα καὶ Δημοσθένη κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸν Πηλέα καὶ τὸν Πηλῆ, καὶ τὸν Ἀχιλλέα καὶ τὸν Ἀχιλλῆ λέγομεν; ἔστιν οὖν εἰπεῖν, ὅτι πρῶτον μέν, ὡς εἴρηται, οὐ δύναται ἡ | |
5 | αἰτιατικὴ εἰς η καταλήγειν, διὰ τὸ τὴν κλητικὴν εἰς φωνῆεν λήγειν, ὦ | |
5 | Πηλεῦ γὰρ καὶ ὦ Ἀχιλλεῦ ἐστιν ἡ κλητική· δεύτερον δέ, ἐπειδὴ ἡ γε‐ νικὴ ἐπὶ τούτων οὐ συναιρεῖται (οὐδὲ γὰρ λέγομεν Πηλοῦς καὶ Ἀχιλ‐ λοῦς ὥσπερ Δημοσθένους), τούτου χάριν οὔτε ἡ αἰτιατικὴ συναιρεῖται. ὅτι γὰρ τοῦτο ἀληθές ἐστι δῆλον, εἴγε παρὰ τοῖς Δωριεῦσι καὶ τοῖς Ἴωσιν ἐπὶ τούτων τῶν εἰς ευς γίνεται ἡ κρᾶσις ἐν τῇ αἰτιατικῇ τοῦ ε | |
10 | καὶ α εἰς η οἷον Τυδέα Τυδῆ, ὡς παρὰ τῷ ποιητῇ ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί, καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως, ἐπειδὴ καὶ ἐν τῇ γενικῇ ποιοῦσι κρᾶσιν οἷον τοῦ Ὀδυσσεῦς, τοῦ Ἰδομενεῦς. Choer. 216, 29: ἐν τοῖς δυϊκοῖς τὰ δύο εε εἰς η κίρναται οἷον | |
15 | Δημοσθένεε Δημοσθένη, Διομήδεε Διομήδη, βασιλέε βασιλῆ, Πηλέε Πηλῆ. Ἡ γενικὴ τῶν δυϊκῶν οὐ συναιρεῖται ἐνταῦθα, ἐπειδὴ οὔτε ἡ γε‐ νικὴ τῶν ἑνικῶν συναιρεῖται οἷον Πηλέος. δεῖ γινώσκειν ὅτι ἡνίκα μὲν συναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν τότε καὶ ἡ γενικὴ τῶν δυϊκῶν καὶ ἡ γενικὴ τῶν πληθυντικῶν συναιροῦνται οἷον Δημοσθένεος Δημοσθένους | |
20 | Δημοσθενέοιν Δημοσθενοῖν Δημοσθενέων Δημοσθενῶν, Διομήδεος Διο‐ μήδους Διομηδέοιν Διομηδοῖν Διομηδέων Διομηδῶν, τείχεος τείχους τειχέοιν τειχοῖν τειχέων τειχῶν· ἡνίκα δὲ μὴ συναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, τότε οὔτε ἡ γενικὴ τῶν δυϊκῶν οὔτε ἡ γενικὴ τῶν πληθυντι‐ κῶν συναιροῦνται οἷον ὄφις ὄφεος ὀφέοιν ὀφέων, ταχύς ταχέος ταχέοιν | |
25 | ταχέων, ἡδύς ἡδέος ἡδέοιν ἡδέων. ἰδοὺ ἐπὶ τούτων τῶν εἰς ευς, ἐπειδὴ οὐ συναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, οὔτε ἡ γενικὴ τῶν δυϊκῶν οὔτε ἡ γενικὴ τῶν πληθυντικῶν συναιροῦνται οἷον Πηλέοιν Πηλέων. Ἐπὶ τῶν εἰς ευς κυρίων ἡ εὐθεῖα τῶν πληθυντικῶν διὰ δύο εε εἰς τὴν ει δίφθογγον συναλείφει μόνως, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων εἰς τὴν ει | |
30 | δίφθογγον συναλείφει τὰ δύο εε καὶ εἰς τὸ η Ἀττικῶς, βασιλέες βασιλεῖς διὰ τῆς ει διφθόγγου καὶ βασιλῆς Ἀττικῶς διὰ τοῦ η. ἡ δὲ τούτων αἰ‐ τιατικὴ διὰ τῆς ει διφθόγγου μόνως λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η οἷον τοὺς βασιλεῖς, τοὺς ἱππεῖς, καὶ τοῦτο εὐλόγως, ἐπειδὴ οὔτε ἐν τῇ εὐ‐ θείᾳ τῶν πληθυντικῶν ἐστι γνησία ἡ κρᾶσις ἡ τῶν δύο εε εἰς τὸ η. | |
35 | σημειοῦται δὲ ὁ Ἡρωδιανὸς παρὰ τῷ Σοφοκλεῖ τοὺς βασιλῆς διὰ τοῦ η γραφομένους κατὰ τὴν αἰτιατικὴν οἷον (Ai. 390) τούς τε δισσάρχας ὀλέσας βασιλῆς. | |
ἔστι δὲ καὶ παρὰ τῷ Ξενοφῶντι (Cyrop. I 1, 2) τοὺς νομῆς διὰ τοῦ η. | 677 | |
3,2678(1t) | Περὶ τῶν εἰς ης. | |
2 | Choer. 43, 10: τὰ εἰς ης μονοσύλλαβα, ἐὰν μὲν περισπᾶται, ἀπο‐ βολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν οἷον ὁ Δρῆς τοῦ Δρῆ, ὁ Τρῆς τοῦ Τρῆ. ταῦτα δὲ παραλόγως ἔχει τὴν γενικὴν εἰς η καταλήγουσαν, οὐδέποτε | |
5 | γὰρ εὑρίσκεται γενικὴ εἰς η καταλήγουσα εἰ μὴ ἐπὶ τούτων τῶν δύο, ἔστι δὲ ταῦτα ὀνόματα κύρια. ἐὰν δὲ ὀξύνηται, διὰ τοῦ τος κλίνεται οἷον σής σητός (ἔστι δὲ εἶδος σκώληκος), Κρής Κρητός (ὁ ἀπὸ Κρήτης), θής θητός (σημαίνει δὲ τὸν μίσθιον), Γνής Γνητός (Γνῆτες δὲ λέγονται οἱ Ῥόδιοι καὶ Ἴγνητες οἱ γνήσιοι Ῥόδιοι). | |
10 | Choer. 133, 1: ἄξιον δέ ἐστι ζητῆσαι, διατί μὴ λέγομεν ὁ Δρῆς τοῦ Δροῦ καὶ ὁ Τρῆς τοῦ Τροῦ, ὥσπερ ὁ Ἑρμῆς τοῦ Ἑρμοῦ, ἵνα μὴ εὑρεθῇ παράλογος γενικὴ εἰς η καταλήγουσα; ἔστιν οὖν εἰπεῖν, ὅτι πᾶσα εὐθεῖα μονοσύλλαβος ἰσοσυλλάβως κλινομένη ἀποβολῇ τοῦ ς τὴν γενικὴν ἀποτελεῖ οἷον ὁ Γρᾶς τοῦ Γρᾶ (ἔστι δὲ ὄνομα κύριον), ὁ Χνᾶς | |
15 | τοῦ Χνᾶ (οὕτω δὲ ἐλέγετο ὁ Ἀγήνωρ), ὁ νοῦς τοῦ νοῦ, ὁ ῥοῦς τοῦ ῥοῦ, οὕτως οὖν καὶ ὁ Δρῆς τοῦ Δρῆ καὶ ὁ Τρῆς τοῦ Τρῆ. Choer. 137, 18: τὰ εἰς ης ἰαμβικὰ ἔχοντα σύμφωνον ἀπὸ τοῦ ἐνεστῶτος διὰ τοῦ τος κλίνεται οἷον λείβω λέβης λέβητος, δείρω Δά‐ ρης Δάρητος, φέρω Φέρης Φέρητος, χαίρω Χάρης Χάρητος (ὄνομα δὲ | |
20 | τοῦτο στρατηγοῦ τῶν Ἀθηναίων), πλανῶ πλάνης πλάνητος, πένω πέ‐ νης πένητος, τρέμω Τρόμης Τρόμητος (οὕτως δὲ ἐλέγετο ὁ πατὴρ Αἰσχίνου τοῦ ῥήτορος), κρατῶ Κράτης Κράτητος. ὁ δὲ δότης πλύτης θύτης οὐκ ἔχει ἀπὸ ἐνεστῶτος τὸ τ. τούτοις δὲ ἀκολουθεῖ κατὰ τὴν κλίσιν καὶ τὸ Σκύθης Σκύθου. | |
25 | Choer. 139, 10: εὑρίσκεται πολλὰ ἰαμβικὰ καὶ διὰ τοῦ τος καὶ διὰ τῆς ου διφθόγγου κλινόμενα· ἔστι δὲ ταῦτα Ἴδης Ἴδου (ἔστι δὲ ὄνομα κύριον), Γύγης Γύγου καὶ Γύγητος, ἐπὶ τοῦ γίγαντος, ὅτε δὲ ἐπὶ τοῦ βασιλέως τῆς Λυδίας λέγεται σπονδειακόν ἐστι καὶ ἰσοσυλλάβως κλίνε‐ ται, Σάκης Σάκου (ἔστι δὲ ὄνομα ἔθνους), Πύδης Πύδου (ὄνομα ποτα‐ | |
30 | μοῦ, ὡς παρὰ Ἀντιμάχῳ καδδ’ ᾖα Πύδη ἐρόεντα. τοῦτο δὲ ἐναντίως ἔκλινεν ὁ Ἀντίμαχος· ὅτε μὲν γὰρ ἰαμβικόν ἐστιν, ἰσοσυλλάβως αὐτὸ κλίνει, ὡς ἐπὶ τῆς λεχθείσης χρήσεως, ὅτε δὲ σπον‐ δειακόν ἐστι, περιττοσυλλάβως αὐτὸ κλίνει οἷον | |
35 | Πύδητος κούρη τηλεκλείτου ποταμοῖο), μύκης μύκου καὶ μύκητος, εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις· σημαίνει γὰρ καὶ τὰ καρβόνια τὰ ἐπικείμενα τοῖς λύχνοις, ὡς παρὰ Καλλιμάχῳ ἐν τῇ Ἑκάλῃ (fr. 47) ὅπποτε λύχνου | |
40 | δαιομένου πυρόεντες ἄδην ἐγένοντο μύκητες. | 678 |
3,2679 | σημαίνει δὲ καὶ τοὺς ἀμανίτας τοὺς περὶ τὰ δένδρα γενομένους, ὡς παρὰ Ἀντιφάνει (Athen. II p. 60D) ὄπτα μύκητας πρινίνους τουσδὶ δύο, σημαίνει δὲ καὶ τὸ μέρος τῆς λαβῆς τοῦ ξίφους, ἔνθα κρατεῖ τις, οὗ | |
5 | πεσόντος ἐκ Περσέως Μυκῆνας συνέβη κτισθῆναι· σημαίνει δὲ καὶ τὸ αἰδοῖον τοῦ ἀνθρώπου, ὅπερ ἰσοσυλλάβως ἔκλινεν ὁ Ἀρχίλοχος, εἰπὼν (fr. 46 Bergk) ἀλλ’ ἀπερρώγασί μοι μύκεω τένοντες. | |
10 | καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι, δῆλός ἐστιν Ἑκαταῖος οὕτως κλίνας· φησὶ γὰρ «καὶ ἐπαφήσας τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην εὗρεν ἀποπεπτωκότα». ὁ δὲ Ἄρατος (Dios. 244) περιττοσυλλάβως ἔκλινεν «ἢ λύχνοιο μύκητες ἀγείρονται περὶ μύξαν» πάλιν Σάπης Σάπου, καὶ Χάρης Χάρου καὶ Χάρητος, Πύλης Πύλου καὶ Πύλητος, Μύνης Μύνου | |
15 | καὶ Μύνητος (ὁ μὲν γὰρ Σοφοκλῆς Μύνου ἔκλινεν, Αἰχμαλωτίσιν εἰπὼν Μύνου τ’ Ἐπιστρόφου τε, ὁ δὲ ποιητὴς ἀναλόγως Μύνητος οἷον [Τ 296] πέρσεν δὲ πόλιν θείοιο Μύνητος), Μέγης Μέγου (ἐξ οὗ τὸν [Ο 302] | |
20 | Μέγην ἀτάλαντον Ἄρηϊ) καὶ Μέγητος. καὶ τὸ Κόμης κύριον διχῶς κλινόμενον εὑρέθη παρὰ τοῖς ἀρχαίοις οἷον Κόμητος καὶ Κόμου ὡς παρὰ Καλλιμάχῳ «δημεχθέα Χελ‐ λῶνα κοκόκνημόν τε Κόμητα»· Ἰωνικῶς δὲ καὶ Κόμεω. καὶ τὸ μὲν γύης μέρος τι γῆς καὶ μέρος ἀρότρου κατὰ Ἡσίοδον (Erg. 427) γύου | |
25 | κλίνεται. φασὶ δὲ ὅτι Γύης οὕτω τις καλούμενος βασιλεὺς τῶν Φρυγῶν. ὅταν δὲ ἰσοσυλλάβως εὑρεθῶσιν ὁ Κόμης Κόμου καὶ γύης γύου κλινό‐ μενα, ἔχουσι ἀπολογίαν τοιαύτην. Choer. 134, 28: τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ης γινόμενα βα‐ ρύτονα ἀρσενικὰ μὴ ἔχοντα οὐδέτερον εἰς ες, εἰς τὴν ου δίφθογγον | |
30 | ἔχει τὴν γενικὴν οἷον λέσχη ὁ λέσχης τοῦ λέσχου, ἀράχνη ὁ ἀράχνης τοῦ ἀράχνου, κόμη ὁ ἀκερσεκόμης τοῦ ἀκερσεκόμου, δίκη ἑλλανοδίκης ἑλλανοδίκου, γυνή ὁ μισογύνης τοῦ μισογύνου, χαίτη ὁ κυανοχαίτης τοῦ κυανοχαίτου, τέχνη ὁ κλυτοτέχνης τοῦ κλυτοτέχνου, οὕτως οὖν καὶ κόμη ὁ Κόμης τοῦ Κόμου καὶ γύη ὁ γύης τοῦ γύου. πρόσκειται | |
35 | «βαρύτονα» διὰ τὸ τύχη Εὐτυχής Εὐτυχοῦς (ἔστι δὲ ὄνομα κύριον)· τοῦτο γὰρ εἰς ους ἔχει τὴν γενικήν, ἀλλ’ οὐκ ἔστι βαρύτονον ἀλλ’ ὀξύτονον. πρόσκειται «μὴ ἔχοντα οὐδέτερον εἰς ες», διὰ τὸ ἄκη τα‐ νυήκης τανυήκους. τοῦτο γὰρ βαρύτονόν ἐστι, καὶ ὅμως εἰς ους ἔχει τὴν γενικήν, ἀλλ’ ἔχει οὐδέτερον εἰς ες οἷον | |
40 | σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ (Π 473). | 679 |
3,2680 | Choer. 140, 30: τὰ εἰς ης βαρύτονα σπονδειακὰ εἰς ου δίφθογ‐ γον ἔχει τὴν γενικὴν οἷον Χρύσης Χρύσου, Πέρσης Πέρσου, Τέννης Τέννου, Ξέρξης Ξέρξου. σεσημείωται τὸ μάσθλης μάσθλητος (σημαίνει δὲ τὸν μεμαλαγμένον λῶρον) καὶ Μήλης Μήλητος ποταμὸς Κολοφῶνος | |
5 | διὰ τοῦ τος κλινόμενα. ἀλλὰ ταῦτα ὑπάγεται κανόνι τοιούτῳ, «τὰ εἰς λης λήγοντα δισύλλαβα ὡς ἐπὶ τὸ πλεῖστον διὰ τοῦ τος κλίνε‐ ται» οἷον Μέλης Μέλητος ποταμὸς Σμυρναῖος, Πόλλης Πόλλητος, Μέμ‐ βλης Μέμβλητος, Βάμβλης Βάμβλητος. πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ Μέσθλης Μέσθλου· τοῦτο γὰρ ἰσοσυλλάβως κλίνεται οἷον ὡς | |
10 | παρὰ τῷ ποιητῇ (Ρ 216) Μέσθλην τε Γλαῦκόν τε. ἔτι σεσημείωται τὸ Μόργης Μόργητος (ἔστι δὲ ὄνομα ἔθνους), τοῦτο δὲ διὰ τοῦ τος ἐκλίθη, ἐπειδὴ τὰ εἰς γης λήγοντα ἔχοντα πρὸ τοῦ γ τὸ ς ἢ τὸ ρ διὰ τοῦ τος κλίνεται οἷον Μίσγης Μίσγητος, Λίργης Λίργητος, | |
15 | χωρὶς τοῦ Ἄργης Ἄργου· τοῦτο γὰρ ἰσοσυλλάβως κλίνεται οἷον ὡς παρ’ Ἡσιόδῳ (Theog. 140) Βρόντην τε Στεροπήν τε καὶ Ἄργην ὀμβριμόθυμον. ἔτι σεσημείωται τὸ Ναίης Ναίητος (ἔστι δὲ ὄνομα κύριον), κούρης κούρητος (ὁ νεώτερος οἷον | |
20 | κούρητες Ἀχαιῶν [Τ 248]), Ὅπλης Ὅπλητος (ὄνομα κύριον), Πίγρης Πίγρητος, Τίγρης Τίγρητος (ἔστι δὲ ὄνομα ποταμοῦ), Βάβρης Βάβρητος, Φάγρης Φάγρητος, Μάγνης Μάγνητος (ἔστι δὲ ὄνομα κύριον καὶ ἐθνικόν, Μάγνης γὰρ λέγεται ὁ πολίτης τῆς Μαγνησίας), Ἴγνης Ἴγνητος, Μάσης Μάσητος, Πάρνης | |
25 | Πάρνηθος (ἔστι δὲ ὄρος Ἀττικῆς), Μένδης Μένδητος (ἔστι δὲ ὄνομα πόλεως Αἰγύπτου), γλοίης γλοίητος (σημαίνει δὲ τὸν κακοήθη), καὶ τὸ πλήρης πλήρους, Ἄρης Ἄρεος. καὶ τὸ μὲν Ναίης Ναίητος καὶ τὸ κούρης κούρητος ἔχει ἀπολογίαν τοιαύτην, ὅτι νάης νάητος καὶ κόρης κόρητος ἦν, καὶ τῷ λόγῳ τῶν ἰαμβικῶν διὰ τοῦ τος ἐκλίνετο, | |
30 | καὶ ἐπλεόνασε τὸ μὲν νάης τὸ ι καὶ ἐγένετο ναίης, τὸ δὲ κόρης τὸ υ καὶ ἐγένετο κούρης, καὶ ἐφύλαξε τὴν αὐτὴν κλίσιν. ἔχει δὲ καὶ ἄλλην ἀπολογίαν τὰ τοιαῦτα, τὸ μὲν κούρης, ὅτι τὰ εἰς ρης λήγοντα δισύλ‐ λαβα τῇ ου διφθόγγῳ παραληγόμενα διὰ τοῦ τος κλίνεται οἷον μούρης μούρητος, δούρης δούρητος, οὕτως οὖν καὶ κούρης κούρητος. περὶ δὲ | |
35 | τοῦ Ναίης Ναίητος ἔστιν εἰπεῖν, ὅτι πολλάκις ἡ αι καὶ οι δίφθογγοι ἀντὶ κοινῆς παραλαμβάνονται, ὅθεν καὶ τούτων τῶν διφθόγγων ἐπὶ τέλους οὐσῶν πολλάκις προπαροξύνεται ἡ λέξις οἷον Ῥόδιοι, Ὅμηροι, ἅμαξαι, ἄελλαι. καὶ παρὰ τοῖς ποιηταῖς δὲ πολλάκις ἡ αι καὶ ἡ οι δίφθογγοι ἀντὶ κοινῆς παραλαμβάνονται, τῆς κοινῆς μὴ ἀπαρτιζούσης | |
40 | εἰς μέρος λόγου, ὡς παρὰ Θεοκρίτῳ (11, 18) ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρὰ Μενάνδρῳ | |
οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει, | 680 | |
3,2681 | καὶ παρὰ τῷ ποιητῇ (Π 235) σοὶ ναίους’ ὑποφῆται, ἀνιπτόποδες, χαμαιεῦναι. τούτου οὖν χάριν τὸ Ναίης, ὡς ἔχον τὴν αι δίφθογγον ἀντὶ κοινῆς, τῷ λόγῳ τῶν ἰαμβικῶν ἐκλίθη· τούτῳ τῷ λόγῳ δὲ καὶ τὸ γλοίης γλοίη‐ | |
5 | τος ἐπάγεται, ἔχει γὰρ τὴν οι δίφθογγον, ἥτις, ὡς εἴρηται, πολλάκις ἀντὶ κοινῆς παραλαμβάνεται. τὸ δὲ Ὅπλης Ὅπλητος, καὶ Τίγρης Τίγρητος, καὶ Βάβρης Βάβρητος, καὶ Φάγρης Φάγρητος, καὶ Μάγνης Μάγνητος, καὶ Ἴγνης Ἴγνητος ἔχει ἄφωνον πρὸ ἀμεταβόλου, καὶ κοινὴν τὴν συλλαβὴν ἔχει, καὶ ὡς ἔχοντα κοινὴν τὴν συλλαβὴν τῷ | |
10 | λόγῳ τῶν ἰαμβικῶν διὰ τοῦ τος ἐκλίθη. τὸ δὲ λάγνης λάγνου, εἰ καὶ ἔχει ἄφωνον πρὸ ἀμεταβόλου, εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν τῷ λόγῳ τοῦ Κόμης Κόμου καὶ γύης γύου· ὥσπερ γὰρ ἀπὸ τοῦ δίκη γίνεται πλανοδίκης πλανοδίκου, οὕτω καὶ ἀπὸ τοῦ γυνή καὶ τοῦ λα τοῦ ἐπιτατικοῦ μορίου γίνεται λαγύνης, οἱονεὶ ὁ ἐπίτασιν πολλὴν ἔχων | |
15 | πρὸς τὰς γυναῖκας, καὶ κατὰ συγκοπὴν λάγνης λάγνου. τὸ δὲ Ἴγνης Ἴγνητος ἔχει καὶ ἄλλην ἀπολογίαν, ὅτι γνής γνητός ἦν, ὥσπερ Κρής Κρητός, καὶ ἐγένετο ἐν συνθέσει μετὰ τοῦ ι ἀντωνυμίας (ἐγώ, σύ), ἴ, Ἴγνης Ἴγνητος, καὶ ἐφύλαξε τὴν κλίσιν τὴν αὐτήν, ὥσπερ καὶ ἀπὸ τοῦ Κρής Κρητός Ἔγκρης Ἔγκρητος, καὶ φυλάττει καὶ τὴν αὐτὴν κλίσιν. | |
20 | τὸ δὲ Μάσης Μάσητος (ἔστι δὲ ὄνομα πόλεως, ὡς παρὰ τῷ ποιητῇ οἷον [Β 562] οἵ τ’ ἔχον Αἴγιναν Μάσητά τε υἷες Ἀχαιῶν) ἔστιν εἰπεῖν ὅτι συνεσταλμένον ἔχει τὸ α καὶ ὡς ἰαμβικὸν ἐκλίθη διὰ τοῦ τος, ἀλλὰ ποιητικῶς τὸ α ἐξέτεινε διὰ τὸ μέτρον· ἢ λέγομεν ὅτι | |
25 | ἀπὸ τοῦ ὁ Μάσητος τοῦ Μασήτου τῷ Μασήτῳ τὸν Μάσητον γέγονε κατὰ μεταπλασμὸν Μάσητα. τὸ δὲ πλήρης πλήρους, ἐπειδὴ ἔχει οὐδέ‐ τερον εἰς ες οἷον τὸ πλῆρες, διὰ τοῦτο εἰς ους ἔχει τὴν γενικήν. ἄλλως τε δὲ ὅτι οὐδέ ἐστι τοῦτο δισύλλαβον φύσει· ἀπὸ γὰρ τοῦ πλείων γέγονε πλειήρης καὶ κατὰ συγκοπὴν πλήρης. τὸ δὲ Πάρνης | |
30 | Πάρνηθος καὶ Μένδης Μένδητος, ἐπειδὴ θηλυκῶς λέγεται οἷον (Aristoph. Nub. 322) βλέπε νῦν δεῦρο πρὸς τὴν Πάρνηθα. λέγεται δὲ καὶ ἀρσενικῶς· Ἀντιφάνης ἐν Πυραυνῷ «ἐς κόρακας. ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθ’ ὅλον». καὶ πάλιν Αἰγυπτία Μένδης | |
35 | εἰκότως διὰ τοῦ τος ἐκλίθη. τὰ γὰρ εἰς ης θηλυκὰ μονογενῆ διὰ τοῦ τος κλίνεται οἷον ἐσθής ἐσθῆτος, ποτής ποτῆτος ἐδητύος ἠδὲ ποτῆτος (Λ 779) (σημαίνει δὲ τὴν πόσιν), ποιότης ποιότητος, φιλότης φιλότητος, κα‐ κότης κακότητος. οὕτως οὖν καὶ Μένδης Μένδητος καὶ Πάρνης Πάρ‐ | |
40 | νητος καὶ Πάρνηθος κατὰ μετάθεσιν τοῦ τ εἰς θ. πρόσκειται «μονο‐ | |
γενῆ» διὰ τὸ νημερτής νημερτοῦς· τοῦτο γὰρ ὡς ἔχον οὐδέτερον εἰς | 681 | |
3,2682 | ες εἰς ους ἔχει τὴν γενικήν, τοῦτο δὲ κύριον γινόμενον τὴν αὐτὴν κλίσιν φυλάττει. ἔχομεν δὲ τὴν χρῆσιν τοῦ κυρίου παρ’ Ὁμήρῳ οἷον Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα (Σ 46). τὸ δὲ Ἄρης διαφόρους ἔχει κλίσεις· καὶ γὰρ κλίνεται τῷ λόγῳ τῶν | |
5 | ἰαμβικῶν οἷον Ἄρητος ἔχον τὸ Ἀρητιάδης πατρωνυμικόν, καὶ πάλιν τῷ λόγῳ τῶν σπονδειακῶν οἷον Ἄρου, ἐξ οὗ τὸ ἦλθεν Ἄρῃ ἐπίκουρος (Φ 431), ὥσπερ τῷ Χρύσῃ· καὶ πάλιν παύσασθαι βροτολοιγὸν Ἄρην ἀνδροκτασιάων (Ε 909) | |
10 | ὥσπερ τὸν Χρύσην. ἔστι δὲ καὶ Ἄρης Ἄρους, ἐκ ταύτης δὲ τῆς γενι‐ κῆς ἔστι κλητικὴ Ἆρες, Ἄρες, βροτολοιγέ, μιαιφόνε, ὥσπερ Δημοσθένης Δημοσθένους Δημόσθενες. εὑρίσκεται δὲ καὶ Ἄρεως Ἀττικῶς διὰ τοῦ ω, ὡς ἀπὸ τοῦ Ἄρευς Ἄρηος Ἰωνικῶς καὶ Ἄρευος | |
15 | Αἰολικῶς. Choer. 54, 29: τὰ εἰς ης ὀξύτονα δισύλλαβα πλὴν τῶν εἰς της, εἰ μὲν ἔχει ἓν σύμφωνον, εἰς ους ἔχει τὴν γενικὴν οἷον ψευδής ψευδοῦς, σαφής σαφοῦς, πρηνής πρηνοῦς. πρόσκειται «πλὴν τῶν εἰς της» διὰ τὸ κριτής κριτοῦ· τοῦτο δὲ παραλόγως ὀξύνεται, ὤφειλε γὰρ βαρύνεσθαι, | |
20 | ἐπειδὴ τὰ εἰς της λήγοντα ἀρσενικὰ φύσει δισύλλαβα βαρύνεται οἷον δότης, κλύτης, θύτης, ὅθεν καὶ τὸ ψάλτης ἀναλογώτερόν ἐστι κατὰ τὴν κοινὴν διάλεκτον βαρυνόμενον τοῦ παρὰ τοῖς Ἀθηναίοις ὀξυνομένου. εἰ ἔχει δύο σύμφωνα, διὰ τοῦ τος κλίνεται οἷον ἀργής ἀργῆτος (ση‐ μαίνει δὲ τὸ λευκόν), ἑρπής ἑρπῆτος (πάθος τι περὶ τὸ σῶμα), προ‐ | |
25 | βλής προβλῆτος (ὁ προβεβλημένος καὶ ἐξέχων), ἀδμής ἀδμῆτος ὁ ἀδά‐ μαστος, χερνής χερνῆτος ὁ χειροτέχνης. σεσημείωται τὸ Κουρής Κου‐ ρῆτος, δηλής δειλῆτος (sic) καὶ τὸ ψιλής ψιλῆτος, ὅτι τῶν εἰς ης ὀξυτόνων δισυλλάβων ἓν σύμφωνον ἐχόντων, εἰς ους ἐχόντων τὴν γενικὴν οἷον σαφής σαφοῦς, ψευδής ψευδοῦς, ταῦτα διὰ τοῦ τος ἐκλίθη· | |
30 | ἔστι δὲ ἐθνικά. Choer. 46, 16: τὰ εἰς ης ἔχοντα οὐδέτερον εἰς ες εἰς ους ἔχει τὴν γενικὴν οἷον ὁ εὐσεβής τοῦ εὐσεβοῦς τὸ εὐσεβές, ὁ εὐγενής τοῦ εὐγενοῦς τὸ εὐγενές, ὁ ἀναιδής τοῦ ἀναιδοῦς τὸ ἀναιδές, ὁ σαφής τοῦ σαφοῦς τὸ σαφές, ὁ ψευδής τοῦ ψευδοῦς τὸ ψευδές, ὁ κακοήθης τοῦ | |
35 | κακοήθους τὸ κακόηθες, ὁ ἐπιμήκης τοῦ ἐπιμήκους τὸ ἐπίμηκες, ὁ πλή‐ ρης τοῦ πλήρους τὸ πλῆρες, ὁ φιλαλήθης τοῦ φιλαλήθους τὸ φιλά‐ | |
ληθες, ὁ συνήθης τοῦ συνήθους τὸ σύνηθες. | 682 | |
3,2683 | Choer. 46, 24: τὰ εἰς ης περισπώμενα τρεῖς κλίσεις ἐπιδέχεται, τὴν εἰς ους, ὅταν παρὰ τὸ κλέος ᾖ οἷον Ἡρακλῆς Ἡρακλέος Ἡρακλοῦς, Ἀνδροκλῆς Ἀνδροκλέος Ἀνδροκλοῦς· τὴν διὰ τοῦ ντ, ὅταν ἀπὸ συναι‐ ρέσεως τῶν εἰς εις ᾖ οἷον δαφνήεις δαφνήεντος δαφνῆς δαφνῆντος, | |
5 | τιμήεις τιμήεντος τιμῆς τιμῆντος, φθογγήεις φθογγήεντος φθογγῆς φθογγῆντος· τὰ δὲ μηδὲν ἐκ τούτων ἔχοντα, εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Θαλῆς Θαλοῦ (ἔστι δὲ ὄνομα κύριον) ὡς παρ’ Ἀριστοφάνει (Nub. 180) «τί δῆτ’ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν», (τοῦτο δέ, ἡνίκα βαρύνεται, διὰ τοῦ τος κλίνεται τῷ λόγῳ τῶν ἰαμβι‐ | |
10 | κῶν οἷον ὁ Θάλης τοῦ Θάλητος ὡς παρὰ Καλλιμάχῳ (fr. 96) «πάλιν τὸ δῶρον ἐς Θάλητα ὤλισθεν»), Ἑρμῆς Ἑρμοῦ, Σωσῆς Σωσοῦ, Ἀπελ‐ λῆς Ἀπελλοῦ, Ποδῆς Ποδοῦ· τοῦτο δὲ καὶ Ποδῆτος κλίνεται. Choer. 48, 6: τὰ εἰς δης πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ ὄντα εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικήν. πατρωνυμικὰ μὲν οἷον | |
15 | Ἀτρείδης Ἀτρείδου, Τελαμωνιάδης Τελαμωνιάδου, Πηλείδης Πηλείδου· τύπου δὲ πατρωνυμικοῦ οἷον Εὐριπίδης Εὐριπίδου, Θουκυδίδης Θουκυ‐ δίδου, Μιλτιάδης Μιλτιάδου, Ἡρώδης Ἡρώδου. Choer. 54, 7: τὰ διὰ τοῦ ωδης εἰς ους ἔχει τὴν γενικὴν οἷον πετρώδης πετρώδους, λιμώδης λιμώδους, κτηνώδης κτηνώδους, πυρώ‐ | |
20 | δης πυρώδους. Choer. 51, 9: τὰ ἀπὸ τῶν εἰς ος εἰς ης γινόμενα βαρύτονα, εἴτε ἁπλᾶ εἴτε παρασύνθετα, εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Ἄραξος Ἀράξης Ἀράξου, Λάπιθος Λαπίθης Λαπίθου, εἴσπνηλος (Callim. fr. 169) εἰσπνήλης (Theocr. 12, 13) εἰσπνήλου (σημαίνει δὲ τὸν ἐρώ‐ | |
25 | μενον), ἑπτάπους ἑπτάποδος ἑπταπόδης ἑπταπόδου, εὔπατρις εὐπάτρι‐ δος εὐπατρίδης εὐπατρίδου, Οἰδίπους Οἰδίποδος Οἰδιπόδης Οἰδιπόδου. οὕτως καὶ ἀπὸ τοῦ ἀγκυλόχειλος ἀγκυλοχείλης ἀγκυλοχείλου γέγονεν ἀπὸ τοῦ συνθέτου παρασύνθετον, καὶ εὐλόγως εἰς τὴν ου δίφθογγον ἔσχε τὴν γενικήν. | |
30 | Choer. 55, 12: τὰ ἀπὸ τῶν εἰς ος ἀρσενικῶν εἰς ης γινόμενα ὀξύτονα εἰς ους ἔχει τὴν γενικὴν οἷον νεόπτορθος νεοπτορθής νεο‐ πτορθοῦς (σημαίνει δὲ τὸν ἔχοντα νέον κλάδον), νεόκλαδος νεοκλαδής νεοκλαδοῦς, δύσηχος δυσηχής δυσηχοῦς, τὸ δὲ ἐθελοντής καὶ ἑκοντής ἀπὸ τοῦ ἐθέλοντος καὶ ἑκόντος γενικῆς μετοχῆς εἰς ου ἔχει τὴν γενικήν. | |
35 | Choer. 50, 9: ἔστι τινὰ εἰς ης ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν, μὴ τὸ ι μήτε τὸ ο μήτε τὸ υ μήτε τὸ ω, ἅτινα διὰ τοῦ τος κλίνεται οἷον Ἐπιάλης Ἐπιάλητος, Ὑπέρης Ὑπέ‐ ρητος (ἔστι δὲ ὀνόματα κύρια), Ἀκέλης Ἀκέλητος (ἔστι δὲ ὄνομα πο‐ | |
ταμοῦ), ὑψικέρης ὑψικέρητος (σημαίνει δὲ τὸν ἐν ὕψει κεκτημένον τὰ | 683 | |
3,2684 | κέρατα), Καβάρης Καβάρητος (ἔστι δὲ ὄνομα ποταμοῦ), Κεφάλλης Κεφάλ‐ λητος (ἔστι δὲ ὄνομα κύριον), Ἀμέλης Ἀμέλητος (ἔστι δὲ ὄνομα ποτα‐ μοῦ), καὶ ἀμένης ἀμένητος (σημαίνει δὲ τὸ παιδίον διὰ τὸ μὴ ἔχειν μένος), οὐκ ἀντιστρέφοντος τοῦ κανόνος. οὐδὲ γὰρ τὰ ἔχοντα πρὸ | |
5 | τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν μὴ τὸ ι μὴ τὸ ο μὴ τὸ υ μὴ τὸ ω, πάντα διὰ τοῦ τος κλίνεται· ἰδοὺ γὰρ τὸ Δημοσθένης Δημοσθένους καὶ Ἀντιγένης Ἀντιγένους καὶ Ἀριστομένης Ἀριστομένους οὐ κλίνεται διὰ τοῦ τος. πρόσκειται «μὴ ἔχοντα μήτε τὸ ι μήτε τὸ ο μήτε τὸ υ μήτε τὸ ω», ἐπειδὴ ταῦτα ἰσοσυλλάβως κλίνεται, ἤγουν εἰς | |
10 | τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Αἰσχίνης Αἰσχίνου, Μηριόνης Μηριόνου, Κερύνης Κερύνου (ἔστι δὲ ταῦτα ὀνόματα κύρια), τελώνης τελώνου. Choer. 53, 26: τὰ εἰς ης ὑπὲρ δύο συλλαβὰς βαρύτονα ἔχοντα πρὸ τοῦ η δύο τὰ αὐτὰ ἀμετάβολα εἰς τὴν ου δίφθογγον ἔχει τὴν γε‐ | |
15 | νικὴν οἷον Ἰωάννης Ἰωάννου, Ὀρθάννης Ὀρθάννου, Καβάλλης Καβάλ‐ λου. πρόσκειται «ὑπὲρ δύο συλλαβὰς» διὰ τὸ Πόλλης Πόλλητος· τοῦτο γὰρ διὰ τοῦ τος κλίνεται, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ δύο συλλαβὰς ἀλλὰ δισύλλαβον. πρόσκειται «βαρύτονα» διὰ τὸ ἀελλῆς ἀελλοῦς (ση‐ μαίνει δὲ τὸν συστρεφώδη ἄνεμον)· τοῦτο γὰρ εἰς ους ἔχει τὴν γενι‐ | |
20 | κήν, ἀλλ’ οὐκ ἔστι βαρύτονον ἀλλ’ ὀξύτονον. Choer. 53, 18 (Eustath. 1684, 31): τὰ διὰ τοῦ ολης εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Ὀζόλης (ἔθνος δὲ οἱ Ὀζόλαι) Ὀζόλου, γενειόλης γενειόλου, φαινόλης φαινόλου. Choer. 53, 35: τὰ διὰ τοῦ ανης εἰς τὴν ου δίφθογγον ἔχει τὴν | |
25 | γενικὴν οἷον Ἰορδάνης Ἰορδάνου, Ἐξοστάνης Ἐξοστάνου, Ἀϊάνης Ἀϊά‐ νου, Βαρδάνης Βαρδάνου. Choer. 55, 9: τὰ εἰς ηνης ὀξύτονα εἰς ους ἔχει τὴν γενικὴν οἷον σαφηνής σαφηνοῦς ὁ σαφής, παιδηνής παιδηνοῦς ὁ παιδικός, γαληνής γαληνοῦς ὁ γαληνός τρόπος. | |
30 | Choer. 49, 1: τὰ διὰ τοῦ ινης εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Αἰσχίνης Αἰσχίνου, Λεπτίνης Λεπτίνου, Σμικρίνης Σμικρί‐ νου, Μηκίνης Μηκίνου. Choer. 53, 18 (An. Ox. II 378, 18): τὰ διὰ τοῦ ονης καὶ τὰ διὰ τοῦ υνης καὶ τὰ διὰ τοῦ ωνης εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικήν, | |
35 | Μηριόνης Μηριόνου, Κεβριόνης Κεβριόνου, Κερύνης Κερύνου, τελώνης τελώνου, σιτώνης σιτώνου. Choer. 54, 3: τὰ διὰ τοῦ ωρης καὶ τὰ διὰ τοῦ ηρης εἰς ους ἔχει τὴν | |
γενικὴν οἷον χαλκήρης χαλκήρους, ξιφήρης ξιφήρους, τριήρης τριήρους, | 684 | |
3,2685 | φρενήρης φρενήρους, πλήρης πλήρους, Διώρης Διώρους (ἔστι δὲ ὄνομα κύριον), ὑληώρης ὑληώρους. Choer. 53, 1: τὰ εἰς της ἀρσενικὰ μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτος μὴ ἔχοντα οὐδέτερον εἰς ες εἰς τὴν ου δίφθογγον | |
5 | ἔχει τὴν γενικήν, χωρὶς τοῦ Κράτης Κράτητος. ἔστω δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· θύτης θύτου, πλύτης πλύτου, δότης δότου, χάρ‐ της χάρτου, ψάλτης ψάλτου, κτίστης κτίστου, ἐπιθέτης ἐπιθέτου, Εὐ‐ φράτης Εὐφράτου, εὐεργέτης εὐεργέτου, Μεμφίτης Μεμφίτου, πολίτης πολίτου, Ἀσκαλωνίτης Ἀσκαλωνίτου, στυλίτης στυλίτου, τραπεζίτης | |
10 | τραπεζίτου, οἰκέτης οἰκέτου, ποιητής ποιητοῦ, ἱκέτης ἱκέτου, δανειστής δανειστοῦ, φαιδρυντής φαιδρυντοῦ, χρυσωτής χρυσωτοῦ. πρόσκειται ἐν τῷ κανόνι «ἀρσενικὰ» διὰ τὰ θηλυκὰ οἷον φιλότης φιλότητος, ποιότης ποιότητος καὶ τὰ ὅμοια. πρόσκειται «μὴ σύνθετα παρὰ τὸ κρατῶ ἢ κρά‐ τος» διὰ τὸ Σωκράτης Σωκράτους καὶ Ἀριστοκράτης Ἀριστοκράτους καὶ | |
15 | Ἱπποκράτης Ἱπποκράτους καὶ ἀκρατής ἀκρατοῦς. —πρόσκειται «μὴ ἔχοντα οὐδέτερον εἰς ες» διὰ τὸ προπετής προπετοῦς προπετές. Choer. 54, 10: τὰ εἰς ης ἀπὸ ῥημάτων σύνθετα βαρύτονα μὴ ὄντα κύρια μὴ ἔχοντα οὐδέτερον εἰς ες εἰς τὴν ου δίφθογγον ἔχει τὴν γε‐ νικὴν οἷον πωλῶ παντοπώλης παντοπώλου, μετρῶ γεωμέτρης γεωμέ‐ | |
20 | τρου, τρίβω παιδοτρίβης παιδοτρίβου, ὀφείλω χρεωφείλης χρεωφείλου, βαίνω ναυβάτης ναυβάτου, μισῶ ἐργομίσης ἐργομίσου, τύπτω πατρο‐ τύπτης πατροτύπτου. πρόσκειται «μὴ ὄντα κύρια» διὰ τὸ κρατῶ Σωκράτης Σωκράτους· τοῦτο γὰρ εἰς ους ἔχει τὴν γενικὴν καὶ οὐκ εἰς τὴν ου δίφθογγον, ἀλλὰ κύριά ἐστι, τὰ γὰρ εἰς ης ἀπὸ ῥημάτων κύρια | |
25 | εἰς ους ἔχει τὴν γενικὴν χωρὶς εἰ μὴ χαρακτὴρ κωλύῃ οἷον δεύκω Πολυδεύκης Πολυδεύκους, μέδω Διομήδης Διομήδους, πείθω Διοπείθης Διοπείθους, φαίνω Ἀριστοφάνης Ἀριστοφάνους. πρόσκειται «εἰ μὴ χαρα‐ κτὴρ κωλύῃ» διὰ τὸ κρίνω Θεοκρίνης Θεοκρίνου· τοῦτο γὰρ κύριόν ἐστι καὶ ὅμως εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν τῷ χαρακτῆρι τῶν διὰ | |
30 | τοῦ ινης. ἔτι πρόσκειται «μὴ ἔχοντα οὐδέτερον εἰς ες», ἐπεὶ ταῦτα εἰς ους ἔχει τὴν γενικὴν οἷον ὄλω ἐξώλης ἐξώλους ὅτι ἐξῶλες, πανώ‐ λης πανώλους ὅτι πανῶλες, ἀντῶ προσάντης προσάντους ὅτι πρόσαντες, ἀρκῶ αὐτάρκης αὐτάρκους ὅτι αὔταρκες, ἁδεῖν (σημαίνει δὲ τὸ ἀρέσκειν) αὐθάδης αὐθάδους ὅτι αὔθαδες. | |
35 | Choer. 55, 16: τὰ εἰς ης ὀξύτονα παρὰ ῥῆμα σύνθετα, μὴ ἀπὸ παθητικοῦ παρακειμένου, εἰς ους ἔχει τὴν γενικὴν οἷον σπείρω πολυ‐ | |
σπειρής πολυσπειροῦς, ἄρδω νεοαρδής νεοαρδοῦς, πήσσω ἐπάγη πρω‐ | 685 | |
3,2686 | τοπαγής πρωτοπαγοῦς. πρόσκειται «μὴ σύνθετα ἀπὸ παθητικοῦ παρα‐ κειμένου», ἐπειδὴ καθόλου τὰ εἰς ης ὀξύτονα σύνθετα ἀπὸ ῥημάτων μίαν συλλαβὴν φυλάττει τοῦ παθητικοῦ παρακειμένου καὶ διὰ καθαροῦ τοῦ τος κλίνεται οἷον βέβληται ἀβλής ἀβλῆτος (σημαίνει δὲ τὸν ἄτρω‐ | |
5 | τον), δέδμηται ἀδμής ἀδμῆτος ὁ ἀδάμαστος, τέτρηται ἡμιτρής ἡμιτρῆ‐ τος ὁ κατὰ τὸ ἥμισυ τετρημένος, τέθνηκα ἡμιθνής ἡμιθνῆτος. τοῦτο δὲ, φημὶ δὴ τὸ τέθνηκα, τῇ μὲν φωνῇ ἐστιν ἐνεργητικόν, τῷ δὲ σημαι‐ νομένῳ παθητικόν. καὶ καθόλου πάντα τὰ εἰς ς λήγοντα ὀξύτονα σύνθετα ἀπὸ ῥημάτων μίαν συλλαβὴν φυλάττοντα τοῦ παθητικοῦ παρα‐ | |
10 | κειμένου διὰ καθαροῦ τοῦ τος κλίνεται οἷον κέκραται χαλκοκράς χαλ‐ κοκρᾶτος, νεοκράς νεοκρᾶτος, τέτρωμαι ἀτρώς ἀτρῶτος, πέπτωκα ἀπτώς ἀπτῶτος. Choer. 148, 27: τὰ εἰς ης παρ’ οὐδετέρων συντεθειμένα εἰς ους ἔχει τὴν γενικὴν οἷον σθένος Δημοσθένης Δημοσθένους, γένος Διογένης | |
15 | Διογένους, νεῖκος Πολυνείκης Πολυνείκους, ἦθος κακοήθης κακοήθους, κῆτος μεγακήτης μεγακήτους, μῆκος ἐπιμήκης ἐπιμήκους. δεῖ δὲ γινώ‐ σκειν, ὅτι παρ’ οὐδετέρων συντεθειμένα δεῖ νοεῖν, ἵνα κατὰ τὸ τέλος ἔχῃ τὸ οὐδέτερον. τοῦτο δὲ εἴρηται διὰ τὸ Κλεοφόντης Κλεοφόντου. τοῦτο γὰρ εἰς ης ἐστὶ καὶ παρ’ οὐδετέρου συντεθειμένον, φημὶ δὴ παρὰ | |
20 | τὸ κλέος, καὶ ὅμως εἰς ους οὐκ ἔχει τὴν γενικήν, ἀλλ’ εἰς τὴν ου δίφθογ‐ γον· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι κατὰ τὸ τέλος τὸ οὐδέ‐ τερον, ἀλλὰ κατὰ τὴν ἄρχουσαν. Δεῖ προσθεῖναι ἐν τῷ κανόνι «χωρὶς εἰ μὴ χαρακτὴρ κωλύσῃ» διὰ τὸ Ἀμέλης Ἀμέλητος καὶ ἀμένης ἀμένητος. ταῦτα γὰρ παρ’ οὐδε‐ | |
25 | τέρων ἐστὶ συντεθειμένα, φημὶ δὴ παρὰ τὸ μέλος καὶ τὸ μένος, καὶ κατὰ τὸ τέλος ἔχει τὸ οὐδέτερον, καὶ ὅμως οὐκ ἔχει εἰς ους τὴν γε‐ νικήν, ἀλλὰ διὰ τοῦ τος κλίνεται· ἀλλ’ ὑπέπεσε ταῦτα χαρακτῆρι τοι‐ ούτῳ· ἔστι τινὰ εἰς ης λήγοντα ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου φωνῆεν, μὴ τὸ ι, μὴ τὸ ο, μὴ | |
30 | τὸ υ, μὴ τὸ ω, ἅτινα διὰ τοῦ τος κλίνεται. —τὸ δὲ ἀγκυλοχείλης ἀγκυ‐ λοχείλου οὐ παρὰ τὸ χεῖλος συντεθεμένον ἐστί, ἀλλὰ παρασύνθετον· ὥσπερ γὰρ παρὰ τὸ ῥῖγος γίνεται δύσριγος σύνθετον καὶ παρὰ τὸ ξίφος ἄξιφος καὶ παρὰ τὸ θάρσος, ὅπερ ἐστὶν Αἰολικῶς θέρσος, ἐξ οὗ καὶ Θερσίτης, Ἁλίθερσος σύνθετον γίνεται, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ | |
35 | χεῖλος ἀγκυλόχειλος σύνθετον γίνεται· καὶ λοιπὸν ἀπὸ τοῦ ἀγκυλόχειλος συνθέτου γίνεται παρασύνθετον ἀγκυλοχείλης ἀγκυλοχείλου καὶ ἔτρεψε τὸ ο εἰς η φυλάξαν τὴν αὐτὴν κλίσιν. τούτου χάριν οὐκ ὀξύνομεν αὐτό, ἀλλὰ βαρύνομεν. ὅτι δὲ εἰ ἦν σύνθετον ὤφειλεν ὀξύνεσθαι, δῆλον ἐντεῦθεν· τὰ ἀπὸ τῶν εἰς ος οὐδετέρων εἰς ης γινόμενα σύν‐ | |
40 | θετα τότε βαρύνεται, ὅταν ᾖ κύρια οἷον σθένος Δημοσθένης, γένος | 686 |
3,2687 | Διογένης, νεῖκος Πολυνείκης, κλέος Ἡρακλέης καὶ κατὰ κρᾶσιν Ἡρα‐ κλῆς περισπωμένως, καὶ ὅταν ᾖ ἀπὸ τρισυλλάβου οὐδετέρου σύνθετα οἷον στέλεχος εὐστελέχης, μέγεθος παμμεγέθης, καὶ ὅταν ἀπὸ δισυλλά‐ βου οὐδετέρου ᾖ σύνθετα, ἔχοντος ἐν τῇ παραληγούσῃ τὸ η, ἐπιφερο‐ | |
5 | μένου ἀφώνου οἷον κῆτος μεγακήτης, ἦθος κακοήθης, μῆκος ἐπιμήκης· ἐὰν δὲ μηδὲν ἐκ τούτων τῶν τριῶν ἔχῃ, ὀξύνεσθαι θέλει οἷον μένος εὐμενής, γένος εὐγενής, εἶδος δυσειδής, κλέος δυσκλεής, τεῖχος εὐτει‐ χής (ἔχει μὲν γὰρ τοῦτο ἄφωνον ἐπιφερόμενον, φημὶ δὴ τὸ χ, ἀλλ’ οὐ παραλήγεται τῷ η), δῆνος δυσδηνής (δήνεα δέ ἐστι τὰ βουλεύματα, | |
10 | τοῦτο παραλήγεται μὲν τῷ η, ἀλλ’ οὐκ ἔχει ἐπιφερόμενον ἄφωνον, τὸ γὰρ ν ἡμίφωνόν ἐστιν), ἔτος διετής τριετής ἑξαετής· ταῦτα δέ φημι τὰ παρὰ τὸ ἔτος παρ’ ἡμῖν μὲν ὀξύνεται κατὰ τὸν προειρημένον κα‐ νόνα, παρὰ δὲ τοῖς Ἀθηναίοις βαρύνεται· οἱ γὰρ Ἀθηναῖοι διέτης τριέτης ἑξαέτης λέγουσι βαρυτόνως, ὁμοίως τῷ εὐνέτης, οἰκέτης (ὃ | |
15 | σημαίνει τὸν δοῦλον) καὶ ἱκέτης (ὃ σημαίνει τὸν παρακλήτορα), εἰ καὶ ταῦτα εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικήν, τῶν παρὰ τὸ ἔτος εἰς ους αὐτὴν ἐχόντων. οὐ μόνον δὲ περὶ τὸν τόνον πταίουσιν οἱ Ἀττικοὶ τοῖς παρὰ τὸ ἔτος βαρυτόνως αὐτὰ προφέροντες, ἀλλὰ καὶ περὶ τὴν κλίσιν, οἱ δωδεκαέται γὰρ λέγουσι τὴν εὐθεῖαν τῶν πληθυντικῶν, | |
20 | ἀπὸ ἰσοσυλλάβου κλίσεως ποιούμενοι αὐτήν, ὥσπερ ὁ οἰκέτης τοῦ οἰκέτου οἱ οἰκέται, ὀφείλοντες εἰπεῖν οἱ δωδεκαέτεις ὥσπερ οἱ Δημο‐ σθένεις, οὕτως γὰρ ἀπαιτεῖ ὁ κανών. ὡσαύτως δὲ καὶ τὰ θηλυκὰ τούτων ὡς ἀπὸ ἰσοσυλλάβου κλίσεως ποιεῖται. ὥσπερ γὰρ ὁ πολί‐ της τοῦ πολίτου καὶ ἡ πολῖτις τῆς πολίτιδος, καὶ ὁ κυνηγέτης τοῦ | |
25 | κυνηγέτου καὶ ἡ κυνηγέτις τῆς κυνηγέτιδος, οὕτως καὶ ἀπὸ τοῦ τρια‐ κονταέτης τριακονταέτου ποιοῦσι τὸ θηλυκὸν ἡ τριακονταέτις τῆς τρια‐ κονταέτιδος, ὡς παρὰ τῷ συγγραφεῖ (Thuc. I 87) «τῶν τριακοντουτί‐ δων σπονδῶν», ὀφείλοντες εἰπεῖν ἡ τριακονταετὴς τῆς τριακονταετοῦς. ὥσπερ γὰρ ὁ συνήθης τοῦ συνήθους καὶ ἡ συνήθης τῆς συνήθους, ὁ | |
30 | κακοήθης τοῦ κακοήθους καὶ ἡ κακοήθης τῆς κακοήθους, οὕτως καὶ ὁ τριακονταέτης τοῦ τριακονταέτους καὶ ἡ τριακονταέτης τῆς τριακονταέ‐ τους. ὅτι γὰρ τὰ παρὰ τὸ ἔτος καὶ παρὰ τοῖς Ἀττικοῖς περιττοσυλλά‐ βως κλίνεται καὶ τουτέστιν εἰς ους ἔχει τὴν γενικήν, ἐδήλωσεν ὁ ποιη‐ τὴς εἰπὼν (γ 305) | |
35 | ἑπτάετες δ’ ἤνασσεν, ἀπὸ γὰρ τοῦ ὁ ἑπταέτης τοῦ ἑπταέτους γέγονε τὸ ἑπτάετες οὐδετέρως, ὥσπερ ἀπὸ τοῦ ὁ κακοήθης τοῦ κακοήθους τὸ κακόηθες οὐδετέρως· εὕρηται παρὰ τῷ συγγραφεῖ (I 23) «καὶ τριακοντούτεις σπονδάς» ὥσπερ τὰς κακοήθεις. εἰ ἄρα οὖν τὸ ἀγκυλοχείλης σύνθετόν ἐστιν ἀπὸ τοῦ χεῖλος | |
40 | τοῦ οὐδετέρου ὀνόματος καὶ οὔτε κύριόν ἐστιν οὔτε ἀπὸ τρισυλλάβου | 687 |
3,2688 | οὐδετέρου σύνθετον οὔτε ἀπὸ δισυλλάβου οὐδετέρου παραληγομένου τῷ η, ἐπιφερομένου ἀφώνου, δηλονότι ὤφειλεν ὀξύνεσθαι· οὐκ ὀξύνε‐ ται δέ, ἀλλὰ βαρύνεται· οὐκ ἄρα ἐστὶ σύνθετον ἀλλὰ παρασύνθετον, ὡς ἤδη προείρηται ἡμῖν. εἰδέναι δὲ δεῖ, ὅτι τινὲς θέλουσι λέγειν αὐτὸ | |
5 | εἶναι σύνθετον ἀπὸ τοῦ χηλή τοῦ θηλυκοῦ ὀνόματος, ὅπερ σημαίνει τὸν ὄνυχα, ἵνα ᾖ ἀγκυλοχήλης διὰ τοῦ η καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον γίνεται ἀγκυλοχείλης διὰ τῆς ει διφθόγγου. εἰ δὲ ἀπὸ τοῦ χηλή, θηλυκοῦ δηλονότι ὀνόματος, ἔστι σύνθετον, εὐλό‐ γως εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικήν. τὰ γὰρ ἀπὸ τῶν εἰς η | |
10 | θηλυκῶν εἰς ης γινόμενα βαρύτονα, μὴ ἔχοντα οὐδέτερον εἰς ες, εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον ἀράχνη ἀράχνης ἀράχνου, λέσχη ἀδολέσχης ἀδολέσχου, δίκη ἑλλανοδίκης ἑλλανοδίκου, κόμη ἀκερσεκό‐ μης ἀκερσεκόμου, οὕτως οὖν καὶ ἀπὸ τοῦ χηλή γέγονεν ἀγκυλοχείλης ἀγκυλοχείλου, τοῦ η ὡς εἴρηται Βοιωτικῶς τραπέντος εἰς τὴν ου δίφθογ‐ | |
15 | γον. δεῖ δὲ γινώσκειν ὅτι ἀναλύεται καὶ αὕτη ἡ δόξα, φημὶ δὴ ἡ λέ‐ γουσα ὅτι παρὰ τὸ χηλή ἐγένετο τὸ ἀγκυλοχείλης, οὐχ ὡς ἐπιχειρή‐ σαντες τινὲς λέγειν (leg. ἔλεγον)· τινὲς γὰρ λέγουσιν, ὅτι ἐὰν εἴπωμεν τὸ ἀγκυλοχείλης ἀπὸ τοῦ χηλή εἶναι, ὅπερ σημαίνει τὸν ὄνυχα, εὑρε‐ θήσεται ἐν τῷ στίχῳ τῷ λέγοντι | |
20 | καμψώνυχες ἀγκυλοχεῖλαι ἐκ παραλλήλου τὸ αὐτὸ σημαινόμενον, ὅπερ ἐστὶν ἄτοπον· καὶ γὰρ τὸ καμψώνυχες τοὺς ἔχοντας ἐπικεκαμμένους τοὺς ὄνυχας δηλοῖ. καὶ τὸ ἀγκυλοχείλης δέ, ἐὰν ἀπὸ τοῦ χηλή εἴπωμεν, ὅπερ σημαίνει τὸν ὄνυχα, τοὺς ἔχοντας ἐπικεκαμμένους τοὺς ὄνυχας δηλοῖ, τουτέστι τὸ αὐτὸ ση‐ | |
25 | μαίνει. πρὸς τούτους δ’ ἐστὶν εἰπεῖν, τί γὰρ ἄτοπον ἐκ παραλλήλου εἶναι τὸ αὐτὸ σημαινόμενον, εἰ καὶ ἐπὶ ἄλλου εὑρίσκομεν τὸ τοιοῦτον σχῆμα παρὰ τῷ ποιητῇ οἷον (Β 8) βάσκ’ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· καὶ γὰρ τὸ «βάσκε» καὶ τὸ «ἴθι» τὸ αὐτὸ σημαίνει. καὶ πάλιν (Π 792) | |
30 | στρεφεδίνηθεν δέ οἱ ὄσσε· καὶ γὰρ τὸ «στρεφε» καὶ τὸ «δίνηθεν» τὸ αὐτό ἐστιν. οὐκ ἄτοπον καὶ ἐπὶ τοῦ «καμψώνυχες ἀγκυλοχεῖλαι» τὸ αὐτὸ σημαινόμενον ἐκ παραλ‐ λήλου εἶναι. κρεῖττον οὖν ἐστιν εἰπεῖν καὶ ἀντιθεῖναι τοῖς λέγουσι τὸ ἀγκυλοχείλης παρὰ τὸ χηλή οὕτως· οἱ Βοιωτοὶ τότε τρέπουσι τὸ η εἰς | |
35 | τὴν ει δίφθογγον, ἡνίκα μὴ τρέπεται τὸ η εἰς α παρὰ τοῖς Δωριεῦσιν οἷον τὸ λέβης καὶ πένης οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου γράφουσι, λέβεις καὶ πένεις λέγοντες, ἐπειδὴ ἐπὶ τούτων οὐ τρέπουσι τὸ η εἰς α οἱ Δωριεῖς. τὸ δὲ Ἀτρείδης καὶ Ὀρέστης ἐπειδὴ τρέπουσιν οἱ Δω‐ ριεῖς τὸ η εἰς α καὶ λέγουσιν Ἀτρείδας Ὀρέστας, οὐ τρέπουσιν οἱ | |
40 | Βοιωτοὶ εἰς τὴν ει δίφθογγον τὸ η. εἰ ἄρα οὖν τὸ χηλή λέγεται παρὰ τοῖς Δωριεῦσι χαλά, κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰς α, ὡς παρ’ Εὐριπίδῃ ἐν Φοινίσσαις (1032) | |
χαλαῖσί τε ὠμοσίτοις, | 688 | |
3,2689 | δηλονότι οὐ δύνανται αὐτὸ ποιῆσαι οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου κατὰ τροπὴν τοῦ η εἰς τὴν ει δίφθογγον. οὐκ ἄρα οὖν τὸ ἀγκυλο‐ χείλης σύνθετόν ἐστιν ἀπὸ τοῦ χηλή, ἀλλ’ ἔστι παρασύνθετον, ὡς ἀνωτέρω εἰρήκαμεν. ἵνα δὲ μήτε τοῦτο παραλείψωμεν, δεῖ γινώσκειν | |
5 | ὅτι τινὲς ἠθέλησαν λέγειν αὐτὸ παρασύνθετον τοῦτον τὸν τρόπον· φασὶν ὅτι ἀπὸ τοῦ χεῖλος ἐγένετο ἀγκυλοχειλής σύνθετον ὀξείᾳ τάσει, καὶ ἐν βαρείᾳ τάσει παρασύνθετον ἀγκυλοχείλης· καὶ γὰρ πολλάκις καὶ ὁ τό‐ νος τὸ σχῆμα ἐναλλάττει. ἰδοὺ γὰρ τὸ μὲν τηλαυγής καὶ παγκρατής σύνθετά ἐστι, τὸ δὲ τηλαύγης καὶ Παγκράτης παρασύνθετα. οὕτως οὖν | |
10 | ἐστι καὶ τὸ ἀγκυλοχειλής σύνθετον ὀξυτόνως καὶ ἀγκυλοχείλης παρα‐ σύνθετον βαρυτόνως· ἐναντιοῦται δὲ αὐτοῖς ἡ κλίσις· εἰ γὰρ οὕτως γέγονεν, ὤφειλεν εἰς ους ἔχειν τὴν γενικήν. τὰ γὰρ τοιαῦτα εἰς ους ἔχει τὴν γενικὴν οἷον τηλαυγής τηλαυγοῦς, παγκρατής παγκρατοῦς καὶ τηλαύγης τηλαύγους καὶ Παγκράτης Παγκράτους, οὕτως οὖν ἀγκυλο‐ | |
15 | χειλής ἀγκυλοχειλοῦς ἀγκυλοχείλης ἀγκυλοχείλους ὤφειλεν εἶναι, ἀλλὰ ἀγκυλοχείλης ἀγκυλοχείλου φαμέν, ὥστε ἄρα οὐκ ἐγένετο οὕτως, ἀλλ’ ὡς ἀνωτέρω εἰρήκαμεν, τουτέστιν ἀπὸ τοῦ χεῖλος ἀγκυλόχειλος ἀγκυ‐ λοχείλης ἀγκυλοχείλου. Choer. 55, 29: τὰ ἀπὸ τῶν εἰς υς εἰς ης γινόμενα εἰς ους ἔχει | |
20 | τὴν γενικὴν οἷον βαρύς ἀβαρής ἀβαροῦς· βριθύς (ὁ ἰσχυρός) ἐμβριθής ἐμβριθοῦς· πῆχυς διπήχης διπήχους, τριπήχης τριπήχους, ὠκύς (ὁ ταχύς) ποδώκης ποδώκους, ἡδύς πολυηδής πολυηδοῦς. Choer. 146, 1: περὶ τῆς κλητικῆς τῶν εἰς ης ἔστι καθολικώτερον εἰπεῖν οὕτως· τὰ εἰς ης, ἐὰν μὲν περιττοσυλλάβως κλίνηται, εἰς σύμ‐ | |
25 | φωνον ἔχει τὴν κλητικήν, τουτέστιν εἰς ς ἢ εἰς ν, ἐὰν δὲ ἰσοσυλλάβως κλίνηται, εἰς φωνῆεν ἔχει τὴν κλητικήν, τουτέστιν ἢ εἰς η ἢ εἰς α. καὶ λοιπὸν συνάγονται πέντε κλητικαὶ ἐκ τῶν τεσσάρων τούτων στοι‐ χείων. τὰ γὰρ εἰς ης λήγοντα, ἐὰν μὲν διὰ καθαροῦ τοῦ τος κλίνηται, τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον Λάχης Λάχητος ὦ Λάχης, λέ‐ | |
30 | βης λέβητος ὦ λέβης, πένης πένητος ὦ πένης. ἐὰν δὲ εἰς ους ἔχῃ τὴν γενικήν, εἰς ες ποιεῖ τὴν κλητικὴν οἷον Δημοσθένης Δημοσθένους ὦ Δημόσθενες, Ἀριστοφάνης Ἀριστοφάνους ὦ Ἀριστόφανες. καὶ ἰδοὺ εὑρίσκονται κλητικαὶ διάφοροι εἰς ς καταλήγουσαι. ἐὰν δὲ διὰ τοῦ ντ κλίνηται, εἰς ν ἔχει τὴν κλητικὴν οἷον φθογγῆς φθογγῆντος ὦ φθογ‐ | |
35 | γῆν, τιμῆς τιμῆντος ὦ τιμῆν, δαφνῆς δαφνῆντος ὦ δαφνῆν. τὰ δὲ εἰς ης ἰσοσυλλάβως κλινόμενα ἔχοντα τὸ τ ἢ ἐθνικὰ ὄντα ἢ σύνθετα ἀπὸ ῥήματος, ἢ εἰς πης, ἅτινα καὶ ποιητικὰ δοκεῖ εἶναι, εἰς α ἔχει τὴν κλητικήν. ἐὰν δὲ μὴ οὕτως ἔχῃ, εἰς η ἔχει τὴν κλητικήν, τουτέστιν ἀποβολῇ τοῦ ς τοῦ κατὰ τὴν εὐθεῖαν ποιεῖ τὴν κλητικήν. ἔστω δὲ | |
40 | παραδείγματα τοῦ μὲν προτέρου κανόνος ταῦτα· θύτης θύτου ὦ θύτα, | 689 |
3,2690 | δότης δότου ὦ δότα, τοξότης τοξότου ὦ τοξότα, ποιητής ποιητοῦ ὦ ποιητά· ἰδοὺ ταῦτα ἔχει τὸ τ καὶ εἰς α ποιεῖ τὴν κλητικήν. καὶ πάλιν Σκύθης Σκύθου ὦ Σκύθα, Καππαδόκης Καππαδόκου ὦ Καππαδόκα, Πέρσης Πέρσου ὦ Πέρσα. ἰδοὺ ταῦτα ἐθνικά ἐστι καὶ εἰς α ἔχει τὴν κλη‐ | |
5 | τικήν. τὸ γὰρ κύριον ὄνομα τὸ Πέρσης εἰς η ἔχει τὴν κλητικὴν οἷον ὦ Πέρση, ὡς παρ’ Ἡσιόδῳ (Opp. 27) ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνὶ κάτθεο θυμῷ. σημειούμεθα παρ’ Ἡρακλείδῃ ἐν τοῖς Περὶ χρησμῶν, ὅτιπερ καὶ λέ‐ γουσί τινες πεπλασμένον εἶναι, τὸ «ὦ Πέρση ποικιλόδιφρε ἵν’ ἀπὸ | |
10 | χεῖρας ἔχεσθαι». ἔστι γὰρ ἐνταῦθα ἐθνικὸν καὶ εἰς η καταλήγει ἡ κλη‐ τική. σύνθετα δὲ ἀπὸ ῥήματος οἷον μετρῶ γεωμέτρης γεωμέτρου ὦ γεωμέτρα, πωλῶ παντοπώλης παντοπώλου ὦ παντοπώλα, τρίβω παι‐ δοτρίβης παιδοτρίβου ὦ παιδοτρίβα. ἰδοὺ γὰρ ταῦτα ἀπὸ ῥήματός ἐστι σύνθετα καὶ εἰς α ἔχει τὴν κλητικήν. εἰς πης δὲ οἷον κυνώπης κυνώ‐ | |
15 | που καὶ ὦ κυνῶπα τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα (Α 159). τινὲς δὲ θέλουσι ταῦτα τὰ ἔχοντα τὸ π καὶ γινόμενα εἰς α ἐν τῇ κλητικῇ ποιητικὰ καλεῖν, ὡς κατὰ ποιητικὴν ἐξουσίαν γινόμενα. τοῦ δὲ δευτέ‐ ρου κανόνος, τουτέστι τῶν ἀποβολῇ τοῦ ς ποιούντων τὴν κλητικήν, | |
20 | παραδείγματα ταῦτα· Εὐριπίδης Εὐριπίδου ὦ Εὐριπίδη, μισογύνης μισο‐ γύνου ὦ μισογύνη, Ἀτρείδης Ἀτρείδου ὦ Ἀτρείδη, Μηριόνης Μηριόνου ὦ Μηριόνη Μηριόνη Μόλου υἱέ (Ν 249), Χρύσης Χρύσου ὦ Χρύση | |
25 | ὦ Χρύση, πρό μ’ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων (Α 442), Ξέρξης Ξέρξου ὦ Ξέρξη, Τέννης Τέννου ὦ Τέννη. σημειούμεθα ἐν τούτῳ τῷ κανόνι τὸ λάγνης λάγνου ὦ λάγνα, παρ’ Εὐβούλῳ ἐν Κο‐ ρυδαλῷ, ἔχει δὲ οὕτως· ἴθι δεῦρ’ ἀφελοῦ τ’ ὦ λάγνα ταχὺ τὰ ποικίλα, | |
30 | καὶ τὸ πυραίχημς πυραίχμου ὦ πυραῖχμα καὶ τὸ μεναίχμης μεναίχμου ὦ μεναῖχμα, ταῦτα γὰρ εἰς α ἔχει τὴν κλητικήν, ὀφείλοντα εἰς η αὐ‐ τὴν ἔχειν. τὸ γὰρ Στρεψιάδης Στρεψιάδου ὦ Στρεψιάδη καὶ Ἡρακλεί‐ δης Ἡρακλείδου ὦ Ἡρακλείδη γενόμενα Στρεψίαδες καὶ Ἡράκλειδες παρὰ τοῖς κωμικοῖς παιγνίου χάριν ἐλέχθη οἷον παρὰ Ἀριστοφάνει ἐν | |
35 | Νεφέλαις (1208) μάκαρ ὦ Στρεψίαδες. ἐν δὲ τοῖς ἔχουσι τὸ τ σημειούμεθα τὸ Αἰήτης Αἰήτου ὦ Αἰήτη, ὡς | |
παρὰ Ἀπολλωνίῳ (III 386) | 690 | |
3,2691 | Αἰήτη, σχέο μοι τῷδε στόλῳ, καὶ τὸ καλλιλαμπέτης καλλιλαμπέτου ὦ καλλιλαμπέτη καὶ τὸ αἰναρέτης αἰναρέτου ὦ αἰναρέτη, ὡς παρὰ τῷ ποιητῇ αἰναρέτη τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ (Π 31), | |
5 | αἰναρέτης δέ ἐστιν ὁ ἐπὶ κακῷ κεκτημένος τὴν ἀρετήν· καὶ παρὰ τῷ ποιητῇ ὦ φιλοθερσίτη (sic) φιλοκέρτομε (χ 287), καίτοι γε τοῦ ἁπλοῦ διὰ τοῦ α ἐξενεχθέντος παρ’ αὐτῷ οἷον Θερσῖτ’ ἀκριτόμυθε (Β 246). Choer. 155, 4: τὸ μὲν Δημοσθένεος καὶ εὐγενέος ἐστὶν ἐντελῆ, τὸ | |
10 | δὲ Δημοσθένους καὶ εὐγενοῦς κατὰ συναίρεσίν ἐστιν. ἴσως δέ τις λέγοι, διατί μὴ τὸ ἐναντίον ἡ μὲν εἰς ους γενική ἐστιν ἐντελής, ἡ δὲ εος κατὰ πάθος, τουτέστι κατὰ διάλυσιν; ἔστιν οὖν εἰπεῖν, ὅτι ἔχομεν τελικὰ τῆς γενικῆς, τῆς μὲν περιττοσυλλάβου τὸ ς ἐπὶ ἀρσενικῶν καὶ οὐδετέρων οἷον Αἴας Αἴαντος, Θόας Θόαντος, λέβης λέβητος, Πάρις | |
15 | Πάριδος, βῆμα βήματος, ποίημα ποιήματος, μέλι μέλιτος, κρέας κρέα‐ τος. πρόσκειται «ἐπὶ ἀρσενικῶν καὶ οὐδετέρων» διὰ τὰ εἰς α καὶ εἰς η λήγοντα θηλυκά. ἐπὶ τούτων γὰρ τὸ ς τελικόν ἐστιν ἰσοσυλλάβου γενικῆς οἷον μοῦσα μούσης, τιμή τιμῆς. τῆς δὲ ἰσοσυλλάβου τῶν ἀρ‐ σενικῶν τὸ υ καὶ τὸ α οἷον καλός καλοῦ, κοχλίας κοχλίου, Μηνᾶς | |
20 | Μηνᾶ, Μητρᾶς Μητρᾶ. εἰ οὖν ἐνταῦθα φημὶ δὴ ἐν τῇ Δημοσθένους γενικῇ καὶ εὐγενοῦς ἐστι τελικὸν τὸ ς, ὤφειλε περιττοσυλλαβεῖν ἡ γενικὴ τῆς εὐθείας, ἰσοσυλλαβεῖ δὲ καὶ οὐ περιττοσυλλαβεῖ, δηλονότι πέπονθεν· ἄρ’ οὖν τὸ Δημοσθένεος καὶ τὰ ὅμοια ἐντελέστερά ἐστι καὶ ὁλόκληρα καὶ περιττοσυλλαβοῦντα τῆς ἰδίας εὐθείας. ἄλλως τε δὲ τὰ | |
25 | τελικὰ τῆς περιττοσυλλάβου γενικῆς καὶ τῆς ἰσοσυλλάβου ὁμοῦ εὑρε‐ θῆναι ἄτοπόν ἐστι· πῶς γὰρ τὰ ἐναντία δύναται ὁμοῦ εὑρίσκεσθαι; εἰ ἄρα ἐν τῇ Δημοσθένους γενικῇ καὶ τοῖς ὁμοίοις ἐστὶ τὸ ς τελικὸν τῆς περιττοσυλλάβου γενικῆς καὶ τὸ ς τελικὸν τῆς ἰσοσυλλάβου, δηλον‐ ότι πέπονθεν. ἔτι πᾶσα δοτικὴ πληθυντικῶν ἰσοσυλλαβεῖν θέλει τῇ | |
30 | γενικῇ τῶν ἑνικῶν, ὁ δὲ λόγος ἐπὶ τῶν ἀπαθῶν, οἷον Αἴασιν Αἴαντος, λέβησι λέβητος, Τρωσί Τρωός, χησί χηνός, πᾶσι παντός, μησί μηνός, καλοῖς καλοῦ, σοφοῖς σοφοῦ, Ὁμήροις Ὁμήρου, ἀνθρώποις ἀνθρώπου. πρόσκειται δὲ «ὁ λόγος ἐπὶ τῶν ἀπαθῶν» διὰ τὸ καλοῖσι καλοῦ καὶ αἴ‐ | |
γεσιν αἰγός, ἐπὶ τούτων γὰρ οὐκ ἰσοσυλλαβεῖ ἡ δοτικὴ τῶν πληθυντι‐ | 691 | |
3,2692 | κῶν τῇ γενικῇ τῶν ἑνικῶν· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέ‐ πονθεν ἡ δοτικὴ τῶν πληθυντικῶν. πάλιν πατράσι πατρός, μητράσι μητρός· ἰδοὺ οὔτε ἐπὶ τούτων ἰσοσυλλαβεῖ ἡ δοτικὴ τῶν πληθυντι‐ κῶν τῇ γενικῇ τῶν ἑνικῶν, ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ πέ‐ | |
5 | πονθεν ἡ γενικὴ τῶν ἑνικῶν. εἰ ἄρα οὖν τὸ μὲν Δημοσθένεσι πεντα‐ συλλαβεῖ, τὸ δὲ Δημοσθένους τετρασυλλαβεῖ, δηλονότι πέπονθεν· ἄρα οὖν ἡ Δημοσθένεος γενικὴ ἡ πεντασυλλαβοῦσα ὁμοίως τῇ δοτικῇ τῶν πληθυντικῶν ἐντελεστέρα ἐστίν. ἔτι πᾶν οὐδέτερον ἀρσενικῷ παρεσχη‐ ματισμένον, εἰ μὲν ἰσοσυλλάβως κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ | |
10 | ὁμοφωνεῖ οἷον ὁ καλός τοῦ καλοῦ τῷ καλῷ τὸν καλόν καὶ τὸ καλόν, ὁ σοφός τοῦ σοφοῦ τῷ σοφῷ τὸν σοφόν καὶ τὸ σοφόν, ὁ ἀλλότριος τοῦ ἀλλοτρίου τῷ ἀλλοτρίῳ τὸν ἀλλότριον καὶ τὸ ἀλλότριον, ὁ γνήσιος τοῦ γνησίου τῷ γνησίῳ τὸν γνήσιον καὶ τὸ γνήσιον· εἰ δὲ περιττοσυλ‐ λάβως κλίνοιτο, τῇ κλητικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ οἷον ὁ χαρίεις τοῦ | |
15 | χαρίεντος τῷ χαρίεντι τὸν χαρίεντα ὦ χαρίεν καὶ τὸ χαρίεν, ὁ σώφρων τοῦ σώφρονος τῷ σώφρονι τὸν σώφρονα ὦ σῶφρον καὶ τὸ σῶφρον, ὁ ταχύς τοῦ ταχέος τῷ ταχέϊ τὸν ταχέα ὦ ταχύ καὶ τὸ ταχύ, ὁ ἄρσην τοῦ ἄρσενος τῷ ἄρσενι τὸν ἄρσενα ὦ ἄρσεν καὶ τὸ ἄρσεν, ὁ λιπόπατρις τοῦ λιποπάτριδος τῷ λιποπάτριδι τὸν λιποπάτριδα ὦ λιπόπατρι καὶ τὸ λιπόπατρι. εἰ οὖν τὰ | |
20 | οὐδέτερα φημὶ δὴ τὸ εὐγενές καὶ τὸ εὐσεβές ὁμοφωνεῖ τῇ κλητικῇ τοῦ ἀρσενικοῦ, ὦ εὐγενές γὰρ καὶ τὸ εὐγενές, ὦ εὐσεβές γὰρ καὶ τὸ εὐσεβές, καὶ ὡς δέδεικται ὁμοφωνεῖ τῇ κλητικῇ τοῦ ἀρσενικοῦ καὶ οὐχὶ τῇ αἰτιατικῇ, τὸν εὐσεβῆ γὰρ καὶ τὸν εὐγενῆ ἡ αἰτιατική, δη‐ λονότι περιττοσυλλάβως κλίνεται οἷον τοῦ εὐσεβέος καὶ τοῦ εὐγενέος· | |
25 | ἄρα οὖν τοῦ εὐσεβοῦς καὶ τοῦ εὐγενοῦς πεπονθότα ἐστίν· οὐ κλίνεται γὰρ περιττοσυλλάβως. δεῖ δὲ γινώσκειν ὅτι τῇ μὲν ἐντελεῖ γενικῇ κέχρηνται οἱ Ἴωνες οἷον Δημοσθένεος καὶ Διομήδεος· οἱ δὲ Ἀττικοὶ καὶ ἡ κοινὴ διάλεκτος τῇ συνῃρημένῃ οἷον Δημοσθένους καὶ Διομήδους. Choer. 157, 21: ἰστέον δὲ ὅτι τὸ ε καὶ τὸ ο τριχῶς συναιρεῖται, | |
30 | καὶ γὰρ εἰς τὴν ου δίφθογγον καὶ παρὰ τοῖς Ἀθηναίοις οἷον Δημο‐ σθένεος Δημοσθένους, εὐσεβέος εὐσεβοῦς· παρὰ δὲ τοῖς Δωριεῦσι καὶ τοῖς Ἴωσιν εἰς τὴν ευ δίφθογγον οἷον [Ἰδομενέος Ἰδομενεῦς Ἰδομενεῦς δ’ οὐ λῆγε μένος μέγα (Ν 424)· καὶ πάλιν] Ὀδυσσέος Ὀδυσσεῦς | |
35 | Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ’ ἐπὶ καρπῷ (ω 397)· καὶ πάλιν Ἐρεβέος Ἐρεβεῦς ἐξ Ἐρεβεῦς ἄξοντα κύνα στυγεροῦ ἀΐδαο (Θ 368), σπανίως δὲ παρὰ τοῖς Ἀθηναίοις εὑρίσκεται τὸ ε καὶ τὸ ο εἰς τὴν ει δίφθογγον συναιρούμενα οἷον πλέον πλεῖν, δέον δεῖν, ὡς παρ’ Ἀρι‐ | |
40 | στοφάνει ἐν Βατράχοις (91) | 692 |
3,2693 | Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα. καὶ πάλιν δέον δεῖν, «δεῖν τόδ’ ἐγένετο», ἀντὶ τοῦ δέον τόδε ἐγένετο. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ εἰς ης ἔχοντα τὴν γενικὴν εἰς ους οὐ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶς οἷον Δημοσθένης | |
5 | Δημοσθένεως Δημοσθένους καὶ Διομήδης Διομήδεως Διομήδους, ὥσπερ Πηλεύς Πηλέος καὶ Πηλέως Ἀττικῶς καὶ βασιλεύς βασιλέος καὶ βασι‐ λέως Ἀττικῶς. καὶ λέγουσί τινες τὴν αἰτίαν ταύτην, ὅτι ἐπειδὴ ἐπὶ τούτων ἐποίησαν κρᾶσιν οἱ Ἀττικοὶ κατὰ τὴν γενικήν, τούτου χάριν οὐκ ἐποίησαν ἔκτασιν τοῦ ο εἰς ω· οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσι, | |
10 | πολλάκις δὲ οἱ Ἀττικοὶ ἔκτασιν καὶ κρᾶσιν ποιοῦνται οἷον Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πειραιῶς, Στειριέως Στειριῶς. τί οὖν ἄτοπον ἐπὶ τούτων ἔκτασιν γενέσθαι καὶ κρᾶσιν; κρεῖττον οὖν ἐστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἀττικοὶ ποιοῦντες διὰ τοῦ ε καὶ ω τὴν γενικήν, ἐπὶ ὅλης τῆς καταλήξεως τοῦτο ποιοῦσι καὶ οὐκ ἐπί τινων μὲν ποιοῦσιν | |
15 | ἐπί τινων δὲ οὐ ποιοῦσιν, οἷον ἐπὶ τῶν εἰς ευς ποιοῦντες διὰ τοῦ ε καὶ ω τὴν γενικὴν καὶ ἐπὶ ὅλης τῆς καταλήξεως τοῦτο ποιοῦσι καὶ οὐκ ἐπὶ μὲν τῶν ὄντων κυρίων τοῦτο ποιοῦσιν ἐπὶ δὲ τῶν μὴ ὄντων κυ‐ ρίων τοῦτο οὐ ποιοῦσιν, ἀλλ’ ἐπὶ ὅλων ποιοῦσιν οἷον Πηλεύς Πηλέως, Ἀτρεύς Ἀτρέως, βασιλεύς βασιλέως, ἱερεύς ἱερέως. εἰ ἐποίησαν οὖν | |
20 | ἐπὶ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικὴν κυρίων διὰ τοῦ ε καὶ ω, ἠναγκάζοντο καὶ ἐπὶ τῶν ἐπιθέτων τοῦτο ποιῆσαι· εἰ δὲ ἐποίησαν διὰ τοῦ ε καὶ ω καὶ ἐπὶ τῶν ἐπιθέτων τὴν γενικήν, εἶχον ταῦτα συνεμπί‐ πτειν τοῖς ἐπιρρήμασιν οἷον ὁ εὐσεβής τοῦ εὐσεβέως καὶ εὐσεβέως δὴ ἐγένετο, ὁ ἀτρεκής τοῦ ἀτρεκέως καὶ ἀτρεκέως ἐλάλησεν, ὁ εὐγενής | |
25 | τοῦ εὐγενέως καὶ εὐγενέως συνέτυχεν. τῶν οὖν ἐπιθέτων κωλυομένων γενέσθαι διὰ τοῦ ε καὶ ω κατὰ τὴν γενικὴν Ἀττικῶς διὰ τὴν συνέμ‐ πτωσιν τῶν ἐπιρρημάτων, κωλύεται καὶ τὰ κύρια τὰ εἰς ης εἰς ους ἔχοντα τὴν γενικὴν γενέσθαι διὰ τοῦ ε καὶ ω Ἀττικῶς κατὰ τὴν γε‐ νικήν· ὡς γὰρ εἴρηται, οἱ Ἀττικοὶ ποιοῦντες διὰ τοῦ ε καὶ ω τὴν γε‐ | |
30 | νικὴν ἐπὶ ὅλης τῆς καταλήξεως τοῦτο ποιοῦσιν καὶ οὐκ ἐπί τινων μὲν ποιοῦσιν ἐπί τινων δὲ οὐ ποιοῦσιν. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ εἰς ης εἰς ους ἔχοντα τὴν γενικὴν οὐ γίνεται διὰ τοῦ η καὶ ο Ἰωνικῶς οἷον Δημοσθένης Δημο‐ σθένηος, Διομήδης Διομήδηος, ὥσπερ Πηλεύς Πηλῆος καὶ Ἀχιλλεύς | |
35 | Ἀχιλλῆος. καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἴωνες ποιοῦντες διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅλης τῆς καταλήξεως τοῦτο ποιοῦσι καὶ οὐκ ἐπί τινων μὲν ποιοῦσιν ἐπί τινων δὲ οὐ ποιοῦσιν οἷον τῶν εἰς ευς ποιοῦντες διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅλης τῆς καταλήξεως τοῦτο ποιοῦσιν. οὐδὲ γὰρ ἐπὶ τῶν κυρίων τοῦτο ποιοῦσιν ἐπὶ δὲ τῶν | |
40 | μὴ ὄντων κυρίων τοῦτο οὐ ποιοῦσιν, ἀλλ’ ἐπὶ ὅλων ποιοῦσιν οἷον | |
Ἀχιλλεύς Ἀχιλλῆος, Πηλεύς Πηλῆος, βασιλεύς βασιλῆος, ἱερεύς ἱερῆος. | 693 | |
3,2694 | εἰ ἐποίησαν οὖν ἐπὶ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικὴν κυρίων διὰ τοῦ η καὶ ο τὴν γενικὴν οἱ Ἴωνες, ἠναγκάζοντο καὶ ἐπὶ τῶν ἐπι‐ θέτων τοῦτο ποιῆσαι, εἰ δὲ ἐποίησαν ἐπὶ τῶν ἐπιθέτων, ἠναγκάζοντο καὶ ἐπὶ τῶν οὐδετέρων τοῦτο ποιῆσαι. καθόλου γὰρ πᾶν οὐδέτερον | |
5 | ἀπὸ ἀρσενικοῦ γεγενημένον κατὰ παρασχηματισμὸν τὴν τῶν ἀρσενικῶν κλίσιν ἐπιδέχεται καὶ ἐν τῇ γενικῇ καὶ ἐν τῇ δοτικῇ οἷον ὁ καλός τοῦ καλοῦ τῷ καλῷ τὸ καλόν τοῦ καλοῦ τῷ καλῷ, ὁ σοφός τοῦ σοφοῦ τῷ σοφῷ καὶ τὸ σοφόν τοῦ σοφοῦ τῷ σοφῷ, ὁ χαρίεις τοῦ χαρίεντος τῷ χαρίεντι καὶ τὸ χαρίεν τοῦ χαρίεντος τῷ χαρίεντι, ὁ ἄρσην τοῦ | |
10 | ἄρσενος τῷ ἄρσενι καὶ τὸ ἄρσεν τοῦ ἄρσενος τῷ ἄρσενι. εἰ δὲ ἐποίη‐ σαν ἐπὶ τῶν οὐδετέρων διὰ τοῦ η καὶ ο τὴν γενικὴν οἷον εὐσεβές τοῦ εὐσεβῆος τὸ εὐγενές τοῦ εὐγενῆος, εὑρίσκετο ἡ παραλήγουσα τῆς γενι‐ κῆς μείζονα χρόνον ἔχουσα τῆς ληγούσης τῆς ἰδίας εὐθείας, ὅπερ ἐστὶν ἄτοπον. οὐδέποτε γὰρ ἡ παραλήγουσα τῆς περιττοσυλλάβου γενικῆς | |
15 | μείζονα χρόνον ἔχει τῆς ληγούσης τῆς ἰδίας εὐθείας, ἀλλ’ ἴσον ἢ ἐλάτ‐ τονα· ἴσον μὲν οἷον Λάχης Λάχητος, ἔρως ἔρωτος, Πάρις Πάριδος, ἔλασσον δὲ οἷον Ἕκτωρ Ἕκτορος, Μέμνων Μέμνονος, Πηλεύς Πηλέως, Ἀχιλλεύς Ἀχιλλέως· οὐδέποτε δὲ μείζονα, ὡς εἴρηται, χωρὶς εἰ μὴ χαρακτὴρ κωλύσῃ διὰ τὸ φοῖνιξ φοίνικος καὶ κῆρυξ κήρυκος. τῶν οὖν | |
20 | οὐδετέρων κωλυομένων γενέσθαι διὰ τοῦ η καὶ ο Ἰωνικῶς κατὰ τὴν γενικὴν κωλύεται καὶ τὰ ἀρσενικὰ ἐπίθετα γενέσθαι διὰ τοῦ η καὶ ο Ἰωνικῶς κατὰ τὴν γενικήν· τῶν δὲ ἐπιθέτων κωλυομένων γενέσθαι διὰ τοῦ η καὶ ο Ἰωνικῶς κατὰ τὴν γενικὴν κωλύεται καὶ τὰ κύρια τὰ εἰς ης εἰς ους ἔχοντα τὴν γενικὴν γενέσθαι διὰ τοῦ η καὶ ο Ἰωνικῶς. ὡς | |
25 | γὰρ εἴρηται, οἱ Ἴωνες ποιοῦντες διὰ τοῦ η καὶ ο τὴν γενικὴν ἐπὶ ὅλης τῆς καταλήξεως τοῦτο ποιοῦσι καὶ οὐκ ἐπί τινων μὲν ποιοῦσιν ἐπί τινων δὲ οὐ ποιοῦσιν. Ἰστέον ὅτι ἀπὸ τῆς Δημοσθένεος γενικῆς ἐγένετο ἡ Δημοσθένεϊ δοτικὴ τροπῇ τοῦ ος εἰς ι, ὥσπερ Αἴαντος Αἴαντι, Λάχητος Λάχητι, | |
30 | καὶ λοιπὸν κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον γίνεται Δημοσθένει. Ἰστέον ὅτι ἀπὸ τοῦ Δημοσθένεϊ γέγονε Δημοσθένεα τροπῇ τοῦ ι εἰς α ὥσπερ Αἴαντι Αἴαντα, Λάχητι Λάχητα, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η Δημοσθένη ὥσπερ τείχεα τείχη, βέλεα βέλη. δεῖ γινώ‐ | |
35 | σκειν, ὅτι ἐὰν εὑρεθῇ τὸ ε ἔχον προηγούμενον φωνῆεν, τότε τὸ ε καὶ τὸ α εἰς η κιρνᾶται καὶ εἰς α μακρὸν οἷον εὐφυέα εὐφυᾶ, ὑγιέα ὑγιῆ καὶ ὑγιᾶ. ἐὰν δὲ εὑρεθῇ ἔχον προηγούμενον σύμφωνον, τότε τὸ ε καὶ α εἰς η μόνως κίρναται οἷον Δημοσθένεα Δημοσθένη, εὐγενέα εὐγενῆ. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τῶν κυρίων τῶν εἰς ης εἰς ους | |
40 | ἐχόντων τὴν γενικὴν εἰς ν ποιοῦσι τὴν αἰτιατικὴν καὶ εἰς η τὴν κλη‐ τικὴν οἷον ὁ Δημοσθένης τοῦ Δημοσθένους τῷ Δημοσθένει τὸν Δημο‐ σθένην ὦ Δημοσθένη, ὁ Διομήδης τοῦ Διομήδους τῷ Διομήδει τὸν | |
Διομήδην ὦ Διομήδη, ὁ Ἀριστοφάνης τοῦ Ἀριστοφάνους τῷ Ἀριστο‐ | 694 | |
3,2695 | φάνει τὸν Ἀριστοφάνην ὦ Ἀριστοφάνη· ἐπὶ δὲ τῶν ἐπιθέτων οὔτε εἰς ν ποιοῦσι τὴν αἰτιατικὴν οὔτε εἰς η τὴν κλητικήν, οὐδὲ γὰρ λέγουσιν τὸν κακοήθην καὶ τὸν συνήθην καὶ ὦ κακοήθη καὶ ὦ συνήθη. καὶ ἡ αἰτία ἐστὶν αὕτη· ποιοῦντες γὰρ οἱ Ἀττικοὶ τὴν αἰτιατικὴν εἰς ν καὶ | |
5 | τὴν κλητικὴν εἰς η ποιοῦσιν οἷον τὸν Δημοσθένην ὦ Δημοσθένη τὸν Διομήδην ὦ Διομήδη. εἰ ἐποίησαν οὖν ἐπὶ τῶν ἐπιθέτων τὴν αἰτιατικὴν εἰς ν, ἠναγκάζοντο καὶ τὴν κλητικὴν εἰς η ποιῆσαι. τῆς δὲ κλητικῆς εἰς η ληγούσης ἐπὶ τῶν ἐπιθέτων ἠναγκάζοντο καὶ τὰ οὐδέτερα εἰς η καταλήγειν, ὅπερ ἄτοπον. πᾶν γὰρ οὐδέτερον ὄνομα, ἀρσενικῷ παρε‐ | |
10 | σχηματισμένον καὶ περιττοσυλλάβως κλινόμενον τῇ κλητικῇ τοῦ ἀρσενι‐ κοῦ ὁμοφωνεῖ οἷον ὁ ἄρσην τοῦ ἄρσενος τῷ ἄρσενι ὦ ἄρσεν καὶ τὸ ἄρσεν, ὁ σώφρων τοῦ σώφρονος ὦ σῶφρον καὶ τὸ σῶφρον. ἀλλὰ μὴν τὰ οὐδέτερα οὐ δύναται καταλήγειν εἰς η, τὸ γὰρ η οὐκ ἔστι τελικὸν τῶν οὐδετέρων κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν. τὸ γὰρ κάρη ἀπὸ τοῦ | |
15 | κάρηνον γέγονε κατὰ ἀποκοπὴν τοῦ ον καὶ οὐ καταλήγει εἰς η φύσει. λοιπὸν τῶν οὐδετέρων κωλυομένων εἰς η καταλήγειν κωλύεται καὶ ἡ κλητικὴ εἰς η καταλήγειν, κωλύεται καὶ ἡ αἰτιατικὴ εἰς ν καταλήγειν. ἔχομεν γὰρ ὅτι οἱ Ἀθηναῖοι ποιοῦντες τὴν αἰτιατικὴν εἰς ν καὶ τὴν κλητικὴν εἰς η ποιοῦσι. τούτων οὖν χάριν ἐπὶ τῶν εἰς ης εἰς ους | |
20 | ἐχόντων τὴν γενικὴν ἐπιθέτων οὐ ποιοῦσιν οἱ Ἀττικοὶ εἰς η τὴν κλη‐ τικὴν καὶ τὴν αἰτιατικὴν εἰς ν. Choer. 162, 34: δεῖ παραφυλάξασθαι τοῦτο, ὅτι οἱ ἔχοντες ἔθος Ἀττικοὶ ποιεῖν τὰς αὐτὰς ὀρθὰς καὶ κλητικὰς οἷον ὁ Αἴας ὦ Αἴας, ὁ Θόας ὦ Θόας, ὁ κοχλίας ὦ κοχλίας, ἐπὶ τῶν εἰς ης εἰς ους ἐχόντων | |
25 | τὴν γενικὴν κυρίων οὐχ εὑρίσκονται ποιοῦντες ὁμόφωνον τὴν κλητικὴν τῇ εὐθείᾳ. οὐδὲ γὰρ λέγουσιν ὦ Ἀριστοφάνης καὶ ὦ Δημοσθένης, ἀλλ’ ὦ Ἀριστοφάνη καὶ ὦ Διομήδη καὶ ὦ Δημοσθένη. δεῖ δὲ προσθεῖναι ὅτι ἐν τοῖς εἰς ης εἰς ους ἔχουσι τὴν γενικήν, οὖσι παρὰ τὸ κλέος, ποιοῦσιν οἱ Ἀθηναῖοι τὴν αὐτὴν ὀρθὴν καὶ κλητικὴν οἷον ὁ Νικοκλῆς ὦ | |
30 | Νικοκλῆς, ὁ Περικλῆς ὦ Περικλῆς, ὁ Σοφοκλῆς ὦ Σοφοκλῆς, ὁ Ἡρα‐ κλῆς ὦ Ἡρακλῆς. πρόσκειται «ἐπὶ τῶν κυρίων», ἐπειδὴ ἐπὶ τῶν ἐπι‐ θέτων παρ’ αὐτοῖς ὁμόφωνός ἐστιν ἡ κλητικὴ τῇ εὐθείᾳ οἷον ὁ δυστυ‐ χής ὦ δυστυχής, ὡς παρὰ Μενάνδρῳ ἐν τῷ Ἥρωϊ ὦ δυστυχής, εἰ μὴ βαδιῆς (sic) | |
35 | καὶ παρὰ τῷ αὐτῷ ἐν Δυσκόλῳ ὦ δυστυχής, τί οὐ καθεύδεις, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως ἐπιθέτων. Ἀπὸ τῆς Δημοσθένεϊ δοτικῆς γέγονε Δημοσθένεε τροπῇ τοῦ ι εἰς ε | |
ὥσπερ Αἴαντι Αἴαντε, καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς η γίνεται Δημοσθένη. | 695 | |
3,2696 | Ὥσπερ ἀπὸ τοῦ Αἴαντε γίνεται Αἰάντοιν, οὕτω καὶ ἀπὸ τοῦ Δη‐ μοσθένεε γίνεται Δημοσθενέοιν, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς οι διφθόγγου Δημοσθενοῖν. Choer. 164, 8: ὥσπερ ἀπὸ τοῦ Αἴαντε γίνεται Αἴαντες προσθέσει | |
5 | τοῦ ς, οὕτω καὶ ἀπὸ τοῦ Δημοσθένεε γίνεται Δημοσθένεες προσθέσει τοῦ ς καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον Δημοσθένεις. Δεῖ δὲ γινώσκειν ὅτι ἐν μὲν τοῖς δυϊκοῖς τὰ δύο εε εἰς η κίρνα‐ ται οἷον Δημοσθένεε Δημοσθένη, Διομήδεε Διομήδη· ἐν δὲ τοῖς πλη‐ θυντικοῖς εἰς τὴν ει δίφθογγον οἷον Δημοσθένεες Δημοσθένεις, Διομή‐ | |
10 | δεες Διομήδεις, σπανίως δὲ καὶ ἐν τοῖς δυϊκοῖς, ἀλλ’ εὑρίσκεται τὰ δύο εε εἰς τὴν ει δίφθογγον κιρνάμενα οἷον ταρίχεε ταρίχει, πόλεε πόλει, ὡς παρ’ Αἰσχίνῃ τῷ Σωκρατικῷ «τούτω τὼ πόλει» (λέγει δὲ περὶ Ἀθηνῶν καὶ Λακεδαιμονίων), καὶ ἐν τοῖς πληθυντικοῖς εἰς η οἷον ἱππέες ἱππῆς καὶ βασιλέες βασιλῆς. ταῦτα δὲ Ἀττικά ἐστι καὶ ἐπὶ μόνων | |
15 | τῶν εἰς ευς τοῦτο ποιοῦσιν οἱ Ἀττικοί, φημὶ δὴ τὸ κιρνᾶν τὰ δύο εε εἰς η ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν. καὶ ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν ἐν μὲν τοῖς δυϊκοῖς τὰ δύο εε εἰς η κιρνᾶται, ἐν δὲ τοῖς πληθυντικοῖς εἰς τὴν ει δίφθογγον. καὶ ἔστιν ἀπολογήσασθαι περὶ τούτων οὕτως· τὸ ι χαρα‐ κτηριστικόν ἐστι τῆς εὐθείας τῶν πληθυντικῶν, οὐ μὴν τῆς εὐθείας τῶν | |
20 | δυϊκῶν οἷον φίλοι, ὅμηροι, κοχλίαι, Αἰνεῖαι. ἐπειδὴ οὖν τὸ ι χαρακτηρι‐ στικόν ἐστι τῆς εὐθείας τῶν πληθυντικῶν, εὐλόγως οὖν ἐν τοῖς πληθυντικοῖς τὰ δύο εε εἰς τὴν ει δίφθογγον κίρναται, ἐν δὲ τοῖς δυϊκοῖς εἰς τὸ η, ἐπειδὴ εἰ ἐγένετο τῶν δύο εε κρᾶσις εἰς τὴν ει δίφθογγον ἐν τοῖς δυϊ‐ κοῖς, εὑρίσκεται τὸ ι ἐν τῇ τελευταίᾳ συλλαβῇ, ὅπερ ἐστὶ γνήσιον, ὡς | |
25 | εἴρηται, τῆς εὐθείας τῶν πληθυντικῶν. τούτου χάριν, ἵνα μὴ εὑρεθῇ τὸ ι τελικὸν ἐπὶ τῆς εὐθείας τῶν δυϊκῶν, οὐκ ἐγένετο ἡ κρᾶσις τῶν δύο εε εἰς τὴν ει δίφθογγον ἀλλ’ εἰς τὸ η. ἔστιν οὖν εἰπεῖν καὶ ἑτέ‐ ραν τοιαύτην ἀπολογίαν· οὐδέποτε εὑρίσκεται ἐν ἀρσενικοῖς ὀνόμασιν εὐθεῖα δυϊκῶν εἰς οἱανδήποτε δίφθογγον λήγουσα οἷον τὼ Αἴαντε, τὼ | |
30 | λέβητε, τὼ Ἀτρείδα, τὼ Ὀρέστα. ὅθεν καὶ ἐπὶ τῆς εἰς α καὶ εἰς ω ληγούσης δοτικῆς τῶν ἑνικῶν, δηλονότι μετὰ τοῦ ι οὔσης, ἡ εὐθεῖα τῶν δυϊκῶν οὐκ ἔχει τὸ ι προσγεγραμμένον οἷον τῷ κοχλίᾳ τὼ κοχλία, τῷ ὁμήρῳ τὼ ὁμήρω. τούτων οὖν χάριν ἐν τοῖς δυϊκοῖς οὐ κίρναται τὰ δύο εε εἰς τὴν ει δίφθογγον. πρόσκειται «ἐν ἀρσενικοῖς ὀνόμασιν» | |
35 | διὰ τὸ ταρίχεε ταρίχει, πόλεε πόλει· ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφεται. ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἀρσενικὰ ἀλλὰ τὸ μὲν οὐδέτερον τὸ δὲ θηλυκόν, ἄλλως τε δὲ καὶ σπάνιά ἐστιν ἅτινα οὐκ ἔρρηται εἰς κανόνα. ἔστι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· ἡ εὐθεῖα τῶν πληθυντικῶν πλείοσι φωνήεσι κέχρηται πολλάκις ὡς πρὸς | |
40 | τὴν εὐθεῖαν τῶν δυϊκῶν οἷον τὼ ὁμήρω οἱ ὅμηροι, τὼ κοχλία οἱ κοχλίαι. | |
ἰδοὺ ἡ εὐθεῖα τῶν πληθυντικῶν δύο ἔχει φωνήεντα, τῆς εὐθείας τῶν | 696 | |
3,2697 | δυϊκῶν ἓν φωνῆεν ἐχούσης. εἰκότως οὖν ἐν μὲν τοῖς πληθυντικοῖς τὰ δύο εε εἰς τὴν ει δίφθογγον κίρναται, ἐν δὲ τοῖς δυϊκοῖς εἰς τὸ η, ἵνα πλείονα σχῇ φωνήεντα ἡ εὐθεῖα τῶν πληθυντικῶν τῆς εὐθείας τῶν δυϊκῶν. ἔστι δὲ εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· ἡ εὐθεῖα τῶν δυϊκῶν | |
5 | μείζονι χρόνῳ κέχρηται πολλάκις ὡς πρὸς τὴν εὐθεῖαν τῶν πληθυντι‐ κῶν οἷον τὼ ὁμήρω οἱ ὅμηροι· τὸ ω μεῖζόν ἐστι τῆς ο διφθόγγου. τὰ Μηδεία αἱ Μήδειαι. τὸ α τὸ φύσει μακρὸν μεῖζόν ἐστι τῆς αι διφθόγ‐ γου. ἐπεὶ οὖν καὶ τὸ η μεῖζόν ἐστι τῆς ει διφθόγγου, εἰκότως ἐν μὲν τοῖς δυϊκοῖς τὰ δύο εε εἰς η κίρναται, ἐν δὲ τοῖς πληθυντικοῖς εἰς τὴν | |
10 | ει δίφθογγον, ἵνα εὑρεθῇ μείζονα χρόνον ἔχουσα ἡ εὐθεῖα τῶν δυϊκῶν, ὡς πρὸς τὴν εὐθεῖαν τῶν πληθυντικῶν. Choer. 169, 2: πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς α λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν οἷον Αἴαντα Αἴαντας, λέβητα λέβητας, Λάχητα Λάχητας, ἔρωτα ἔρωτας. οὕτως οὖν καὶ Δημοσθένεα | |
15 | Δημοσθένεας καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς τὴν ει δίφθογγον Δη‐ μοσθένεις. Choer. 170, 10: δεῖ καὶ τοῦτο γινώσκειν, ὅτι οἱ Ἀθηναῖοι ἐπὶ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικὴν κυρίων καὶ ἐπὶ τῶν παρὰ τὸ ἔτος διὰ τοῦ α ποιοῦσι τὴν αἰτιατικὴν τῶν πληθυντικῶν οἷον ὁ Δημο‐ | |
20 | σθένης τοῦ Δημοσθένους τοὺς Δημοσθένας, ὁ Ἀριστοφάνης τοῦ Ἀρι‐ στοφάνους τοὺς Ἀριστοφάνας, ὁ δωδεκαέτης τοῦ δωδεκαέτους τοὺς δωδεκαέτας, ὁ ἑπταέτης τοῦ ἑπταέτους τοὺς ἑπταέτας. τὴν δὲ εὐθεῖαν τῶν πληθυντικῶν διὰ τῆς αι διφθόγγου ποιοῦσιν ἐπὶ τούτων οἷον οἱ Δημοσθέναι, οἱ Ἀριστοφάναι, οἱ ἑπταέται. | |
25t | Περὶ τῶν εἰς ις. | |
26 | Choer. 181, 15: τὰ εἰς ις μονοσύλλαβα φύσει εἰς ς λήγοντα μα‐ κρὸν ἔχει τὸ ι καὶ προσθέσει τοῦ ος κλίνεται οἷον κίς κιός ἀκιώτατοι ἱστοβοῆες (Hesiod. Opp. 433), λίς λιός | |
30 | ὥστε λὶς ἠϋγένειος (Ρ 109). | 697 |
3,2698 | λῖες μέντοι λίεσσι παρὰ Ἀντιμάχῳ ἐπὶ τοῦ λέοντος· τὸ γὰρ λίς ὅτε ἐπὶ τῆς πέτρας οἷον πέτρη γὰρ λίς ἐστιν (μ 79) ἀντὶ τοῦ ὁμαλή ἐστι πάντῃ ἄκλιτον. ταῦτα δὲ μακρὸν ἔχει τὸ ι. τινὲς | |
5 | δὲ καὶ τὴν Διός γενικὴν ἀπὸ τῆς Δίς εὐθείας θέλουσι λέγειν τῆς εἰρη‐ μένης παρὰ τῷ Ῥίνθωνι· αὕτη δὲ ἑτερόκλιτός ἐστιν, ἀπὸ γὰρ τῆς Ζεύς εὐθείας ἐστίν. οὐ γὰρ δύναται ἀπὸ τῆς Δίς εὐθείας εἶναι ἡ Διὸς γενική, ἐπειδὴ βραχὺ δεῖ ἔχειν τὸ ι οἷον εὗδον παννύχιοι, Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος (Β 2). | |
10 | εἰ δ’ ἦν ἀπὸ τῆς Δίς εὐθείας ὤφειλε μακρὸν ἔχειν τὸ ι, ὥσπερ κίς κιός, λίς λιός (εἰ γὰρ καὶ εὕρηται τὸ λίς συνεσταλμένον ἔχον τὸ ι, ὡς ἐπὶ τοῦ ὥστε λὶς ἠϋγένειος ποιητικῶς)· ὡς παρ’ Εὐφορίωνι ἐν Μοψοπίᾳ, ὡς ἐπὶ τοῦ οἱ ἐπιθύουσιν βουσὶ λίες, | |
15 | καὶ πάλιν κάπροι τε λίες τε, ἀλλ’ οὖν καὶ ἐκτεταμένον ἔχει αὐτό, ὡς ἐπὶ τοῦ λῖες μέν τοι λίεσσιν. ἡ δὲ Διός γενικὴ οὐδέποτε ἔχει αὐτὸ ἐκτεταμένον. τούτων οὕτως | |
20 | ἐχόντων, μόνον τὸ τίς τινός διὰ τοῦ ν κλίνεται καὶ οὐ διὰ καθαροῦ τοῦ ος· καὶ ἔστιν εἰπεῖν, ὅτι τοῦτο ἐπειδὴ συστέλλει τὸ ι, τῶν εἰς ις μονοσυλλάβων ἐκτεινόντων αὐτὸ οἷον κίς λίς, εἰκότως ὡς διαλλάξαν περὶ τὸν χρόνον, διήλλαξε καὶ περὶ τὴν κλίσιν, τὸ γὰρ ῥίς ῥινός καὶ θίς θινός διὰ τοῦ νος κλινόμενα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι | |
25 | φύσει εἰς ς· ταῦτα γὰρ δικατάληκτά ἐστιν οἷον ῥίς καὶ ῥίν, θίς καὶ θίν· [σημαίνει δὲ τὸν αἰγιαλὸν καὶ τὸν σωρὸν εἴτε χρημάτων εἴτε λίθων εἴτε ἑτέρων τινῶν τοιούτων· ἀλλ’ ἡνίκα μὲν τὸν αἰγιαλὸν σημαίνει, θηλυ‐ κῶς λέγεται, ἡνίκα δὲ τὸν σωρόν, ἀρσενικῶς οἷον ἐπὶ τοῦ αἰγιαλοῦ θῖν’ ἐφ’ ἁλὸς πολιῆς (Α 350). | |
30 | ἐπὶ δὲ τοῦ σωροῦ πολὺς δ’ ἀμφ’ ὀστεόφιν θίς (μ 45).] οὐδέποτε δὲ ἐμελέτησε τὰ εἰς ις μονοσύλλαβα διὰ τοῦ τ κλίνεσθαι. παραιτητέον ἄρα τὸν Ἀσκαλωνίτην οἰόμενον ἀπὸ τῆς λίς εὐθείας κεκλί‐ σθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν. μεταπλασμὸς γάρ ἐστι | |
35 | τῆς λιτῷ δοτικῆς ὡς ἡ κλαδί τῆς κλάδῳ. καὶ ἡ αἰτιατικὴ λῖτα μετα‐ πέπλασται ἐκ τῆς λιτόν ὡς κρόκα ἐκ τῆς κρόκην. Choer. 56, 10 coll. 186, 15: τὰ εἰς ις κύρια μετὰ οἱουδήποτε συμφώνου διὰ τοῦ δος κλίνεται, εἴτε ἀρσενικὰ ᾖ εἴτε θηλυκὰ οἷον Ἦλις | |
Ἤλιδος, Πάρις Πάριδος, Ἄδωνις Ἀδώνιδος, Θέογνις Θεόγνιδος. Ἀθῆ‐ | 698 | |
3,2699 | νις Ἀθήνιδος, Κρίνις Κρίνιδος, Ἶσις Ἴσιδος, Θέτις Θέτιδος, Κύπρις Κύπριδος, Μέμφις Μέμφιδος (ἔστι δὲ ὄνομα πόλεως Αἰγύπτου). Choer. 56, 25 coll. 187, 1: ἰστέον δὲ ὅτι ἐστί τινα κύρια εἰς ις θηλυκὰ μὴ κλιθέντα διὰ τοῦ δος· ἔστι δὲ ταῦτα, Χάρυβδις Χαρύβδεως, | |
5 | Σάρδις Σάρδεως. ταῦτα γὰρ οὐκ ἐκλίθη διὰ τοῦ δος διὰ τὴν κακοφω‐ νίαν, εὑρίσκετο γὰρ ἀλλεπαλληλία τοῦ δ, ὅπερ ἐστὶ κακόφωνον. τού‐ τοις ἠκολούθησε κατὰ τὴν κλίσιν καὶ τὸ Τράλλις Τράλλιος, ἔστι δὲ ὄνομα πόλεως Ἰωνικῆς. ἔτι σεσημείωται καὶ τὸ Σκῆψις Σκήψιος καὶ Ἐπίσκη‐ ψις Ἐπισκήψιος (ὀνόματα δέ ἐστι ταῦτα πόλεων Τρωϊκῶν), καὶ τὸ | |
10 | Λάχεσις Λαχέσιος καὶ Νέμεσις Νεμέσιος καὶ τὸ Ἐπίκτησις Ἐπικτήσιος (ἔστι δὲ ταῦτα ὀνόματα κύρια). ταῦτα δὲ διὰ καθαροῦ τοῦ ος κλίνεται καὶ οὐ διὰ τοῦ δος, ἐπειδὴ ταῦτα κύρια ὄντα ὡμοφώνησε τοῖς προση‐ γορικοῖς καὶ τὴν τῶν προσηγορικῶν κλίσιν ἀνεδέξατο. τὸ δὲ Ζεῦξις Ζεύξιδος τὴν τοῦ προσηγορικοῦ ζεῦξις ζεύξιος κλίσιν οὐκ ἀνεδέξατο, | |
15 | ἐπειδὴ οὐκ ἔστι τοῦ αὐτοῦ γένους οὗπερ καὶ τὸ προσηγορικόν ἐστιν. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸ γένος, εἰκότως καὶ περὶ τὴν κλίσιν διήλλαξεν. Choer. 56, 33 coll. 188, 4: τὰ εἰς ις ὀνόματα Αἰγύπτια ὡς ἐπὶ τὸ πλεῖστον διὰ καθαροῦ τοῦ ος κλίνεται οἷον Ξόϊς Ξόϊος, Ἄθλιβις | |
20 | Ἀθλίβιος, Σύϊς Σύϊος, Θμοῦϊς Θμούϊος, Ταμίαθις Ταμιάθιος, ὡσαύτως καὶ Σάϊς, Χέμμις, ψένυρις, ψινέκταβις καὶ Μώμεμφις Μωμέμφεως ὡς Ἀρίσταρχος. πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ Μέμφις Μέμφι‐ δος, ὅπερ παρά τισι καὶ Μέμφιος εἴρηται οὐκ ἀκριβῶς, καὶ Βούσιρις Βουσίριδος καὶ Ὄσιρις Ὀσίριδος. καὶ ταῦτα γὰρ Αἰγυπτίων ἐστὶν ὀνό‐ | |
25 | ματα καὶ ὅμως διὰ τοῦ δος κλίνεται. Choer. 57, 7: τὰ παρὰ τὸ πόλις σύνθετα, ἂν μὲν θηλυκοῦ μόνου γένους γένηται, τὴν τοῦ ἁπλοῦ φυλάττει κλίσιν, τουτέστι διὰ καθαροῦ τοῦ ως κλίνεται οἷον πόλις πόλεως, ἀκρόπολις ἀκροπόλεως, Καλλίπο‐ λις Καλλιπόλεως, Ἀμφίπολις Ἀμφιπόλεως (ἔστι δὲ ὄνομα πόλεως), | |
30 | Χρυσόπολις, Νικόπολις, μητρόπολις· ἐὰν δὲ ἀρσενικοῦ μόνου γένους γένηται, ἢ ἀρσενικοῦ καὶ θηλυκοῦ, διὰ τοῦ δος κλίνεται. ἀρσενικοῦ μὲν μόνου γένους οἷον ὁ Σώπολις τοῦ Σωπόλιδος (ἔστι δὲ ὄνομα κύριον κωμικοῦ), ὁ Ἀγησίπολις τοῦ Ἀγησιπόλιδος (ἔστι δὲ ὄνομα στρατηγοῦ τῶν Ἀθηναίων), ἀρσενικοῦ δὲ καὶ θηλυκοῦ οἷον ὁ φιλόπολις καὶ ἡ φιλό‐ | |
35 | πολις τοῦ φιλοπόλιδος τῆς φιλοπόλιδος, ὁ ἄπολις καὶ ἡ ἄπολις τοῦ | 699 |
3,2700 | ἀπόλιδος καὶ τῆς ἀπόλιδος. Ἀνδροτίων δὲ καὶ τὸ μόνως θηλυκὸν Τε‐ τράπολις Τετραπόλιδος φησὶ διὰ τοῦ δ. Choer. 189, 4: τὸ Πάριος καὶ Θέτιος Ἰωνικά ἐστιν· ἐπειδὴ οἱ Ἴωνες εὑρίσκουσί τινα εἰς ις διὰ καθαροῦ τοῦ ος κλινόμενα, ὡς ἐπὶ | |
5 | τοῦ μάντις μάντιος καὶ ὄφις ὄφιος, τούτου χάριν καὶ ἐπὶ τῶν κλινο‐ μένων διὰ συμφώνου ποιοῦνται τὴν γενικὴν διὰ καθαροῦ τοῦ ος, ἐπαί‐ ροντες τὸ σύμφωνον, ἵνα μιμήσωνται τὰ ἄλλα, φημὶ δὲ τὰ κλινόμενα διὰ καθαροῦ τοῦ ος οἷον Πάριδος Πάριος, Θέτιδος Θέτιος Θέτιος δ’ ἐξαίσιον ἀρήν (Ο 598), | |
10 | ἐξ οὗ τὸ Θέτιϊ, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν δηλονότι μακρὸν Θέτι πάντα Θέτι καλλιπλοκάμῳ (Σ 407), Ἀδώνιδος Ἀδώνιος. οὐκ ἐπὶ πάντων δὲ τοῦτο ποιοῦσι· ἐπὶ γὰρ τῶν εἰς ις ὀξυτόνων οὐκ ἀποβάλλουσι τὸ δ οἷον μημίς μημίδος, ἁψίς ἁψί‐ | |
15 | δος, Χρυσηΐς Χρυσηΐδος. ἀλλ’ οὔτε ἐπὶ τῶν τρεπόντων τὸ δ εἰς τὸ τ παρὰ τοῖς Δωριεῦσιν ἀποβάλλουσι τὸ δ κατὰ τὴν γενικὴν οἱ Ἴωνες οἷον Θέμις Θέμιδος καὶ Θέμιτος Δωρικῶς καὶ ἐν πλεονασμῷ τοῦ ς ποιη‐ τικῶς Θέμιστος οἷον Θέμιστι δὲ καλλιπαρήῳ (Ο 87), | |
20 | Ζεὺς δὲ Θέμιστα κέλευσεν (Υ 4), καὶ πάλιν χάρις χάριδος χάριτος καὶ πλεονασμῷ τοῦ ς χάριστος. τοῦτο δὲ τὸ χάρις χάριτος καὶ παρ’ ἡμῖν οὕτως ἐπεκράτησε λέγεσθαι. ἀλλ’ οὔτε δὲ τὰ εἰς ις θηλυκὰ τὰ γενόμενα ἀπὸ τῶν εἰς ης ἀρσενικῶν ἀπο‐ βάλλει τὸ δ παρὰ τοῖς Ἴωσι κατὰ τὴν γενικὴν οἷον ὁ τοξότης τοῦ τοξό‐ | |
25 | του καὶ ἡ τοξότις τῆς τοξότιδος, ὁ πολίτης τοῦ πολίτου καὶ ἡ πολῖτις τῆς πολίτιδος, ὁ δραπέτης τοῦ δραπέτου καὶ ἡ δραπέτις τῆς δραπέτι‐ δος. ἀλλ’ οὔτε δὲ τὰ νομιζόμενα ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γεγενῆ‐ σθαι γίνεται χωρὶς τοῦ δ παρὰ τοῖς Ἴωσι κατὰ τὴν γενικὴν οἷον ἡ πλευρῖτις τῆς πλευρίτιδος τῇ πλευρίτιδι, ἡ φρενῖτις τῆς φρενίτιδος, ἡ | |
30 | νεφρῖτις τῆς νεφρίτιδος· ταῦτα ὡς ἀπὸ τῶν εἰς ης ἀρσενικῶν δοκεῖ εἶναι, ὡς ἀπὸ τοῦ ὁ πλευρίτης καὶ ὁ φρενίτης καὶ ὁ νεφρίτης, ἔστι δὲ ὀνόματα νοσημάτων. Choer. 57, 20 coll. 191, 22: τὰ εἰς ις προσηγορικὰ ἀρσενικὰ ὑπὲρ μίαν συλλαβὴν ἁπλᾶ μὴ ὄντα δικατάληκτα μὴ ὄντα παρώνυμα μακρο‐ | |
35 | παράληκτα διὰ καθαροῦ τοῦ ος κλίνεται οἷον ὄφις ὄφιος καὶ ὄφεως, ἔχις ἔχιος καὶ ἔχεως, μάντις μάντιος καὶ μάντεως, πόσις πόσιος καὶ πόσεως, κόρις κόριος ὅπου κόρεις ὀλιγιστοί (Arist. Ran. 114). πρόσκειται «ὑπὲρ μίαν συλλαβὴν» διὰ τὸ τίς τινός. «μὴ ὄντα δικατά‐ | |
40 | ληκτα» διὰ τὸ δελφίς δελφῖνος. «ἀρσενικὰ» διὰ τὸ ἀσπίς ἀσπίδος, | |
μῆνις μήνιδος. «ἁπλᾶ» διὰ τὸ λεύκασπις λευκάσπιδος. «μὴ ὄντα παρώ‐ | 700 | |
3,2701 | νυμα μακροπαράληκτα» διὰ τὸ γύννις γύννιδος παρὰ τὸ γυνή καὶ λάτρις λάτριδος παρὰ τὸ λάτρον καὶ εὖνις εὔνιδος παρὰ τὸ εὐνή ἡ κοίτη. σημαίνει δὲ τὸ εὖνις τὸν ἄνδρα καὶ τὴν γυναῖκα, ὁ εὖνις γὰρ καὶ ἡ εὖνις. λέγεται δὲ εὖνις καὶ ὁ ἐστερημένος τῆς γυναικὸς τουτέστιν ὁ | |
5 | μεμονωμένος· παρὰ γὰρ τὸ εἷς ἑνός γέγονεν ἔνις καὶ πλεονασμῷ τοῦ υ εὖνις. οἷς ἐξηκολούθησε καὶ τὸ Οὖτις Οὔτιδος ἐπὶ τοῦ Ὀδυσσέως ἀντὶ κυρίου ὀνόματος λαμβανόμενον. ὁμοίως καὶ τὸ ἄναλκις ἀνάλκιδος. τὸ δὲ ἴδρις ὡς μὴ ὂν παρώνυμον μακρᾷ παραληγόμενον ὀφείλει κλίνε‐ σθαι ὡς τὸ ἔχις, πόσις, ὄφις· ὥστε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ | |
10 | τῇ Σαπφοῖ τὸ πολυίδριδι, εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη. ὁ γὰρ Σοφοκλῆς ἴδριδα ἔφη τὴν αἰτιατικὴν ὅ τε Φρύνιχος τὴν εὐθεῖαν ἴδριδες. τὸ δὲ νῆϊς σύνθετον ἀπὸ τοῦ νη τοῦ στερητικοῦ ἐπιρρήματος καὶ τοῦ εἴδω σημαίνοντος τὸ ἐπίσταμαι οἷον ὁ ἐστερημένος τοῦ ἐπίστα‐ σθαι τοῦ εἴδω τὸ σύμφωνον ἐφύλαξε κατὰ τὴν κλίσιν, φημὶ δὴ τὸ δ. | |
15 | Choer. 58, 19 coll. 193, 2: τὰ παρὰ τὸ μάντις σύνθετα διὰ τοῦ δος κλίνεται οἷον κοσκινόμαντις κοσκινομάντιδος, ἀλευρόμαντις ἀλευρο‐ μάντιδος, πρόμαντις προμάντιδος. Choer. 194, 16: ἰστέον ὅτι οἱ Ἀττικοὶ ἐπὶ τῶν τοιούτων, τουτέστι τῶν εἰς ις τῶν διὰ καθαροῦ τοῦ ος κλινομένων, τρέπουσι τὸ ο εἰς ω | |
20 | ἐν τῇ γενικῇ καὶ τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβάλλουσιν οἷον μάν‐ τις μάντιος μάντεως, ὄφις ὄφιος ὄφεως, πόλις πόλιος πόλεως, καὶ φυλάττουσι τὸν αὐτὸν τόνον, τουτέστιν ὃν εἶχον πρὸ τῆς τροπῆς οἷον μάντιος μάντεως, πόλιος πόλεως, ὄφιος ὄφεως. εὑρίσκεται δὲ καὶ διὰ τοῦ ε καὶ ο ἡ γενικὴ κατὰ συστολὴν τοῦ ω εἰς ο οἷον μάντεος, ὄφεος, | |
25 | πόλεος, ὡς παρὰ τῷ Εὐριπίδῃ ἐν Ὀρέστῃ (895) ὃς ἂν δύνηται πόλεος ἔν τ’ ἀρχαῖσιν ᾖ καὶ ἐν ταῖς Βάκχαις (1025) δράκοντος ἔσπειρ’ ὄφεος ἐν γαίᾳ θέρος. οὐδέποτε δὲ τὰ εἰς ις διὰ τοῦ εος κλινόμενα συναιρεῖται κατὰ τὴν γενι‐ | |
30 | κὴν καὶ γίνεται εἰς ους οἷον ὄφις ὄφεος, μάντις μάντεος, οὐδὲ γὰρ | 701 |
3,2702 | γίνεται ὄφους καὶ μάντους ὥσπερ Δημοσθένεος Δημοσθένους. καὶ ἔστιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ εἰς ους λήγουσα γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶς οἷον Δημοσθένης Δημοσθένεος Δημοσθένους, Διομήδης Διο‐ μήδεος Διομήδους, τεῖχος τείχεος τείχους, βέλος βέλεος βέλους. ἐπειδὴ | |
5 | οὖν τὰ εἰς ις διὰ τοῦ εος κλινόμενα κλίνεται διὰ τοῦ ε καὶ ω Ἀττι‐ κῶς οἷον ὄφεως, μάντεως, τούτου χάριν οὐ δύναται κρᾶσιν ἀναδέξα‐ σθαι κατὰ τὴν γενικὴν καὶ γενέσθαι εἰς ους. ἄλλως τε δὲ οὔτε ἐστὶ γνήσιον ἐπὶ τούτων τὸ ε τῆς κλίσεως· ὄφιος γὰρ ἦν καὶ μάντιος καὶ Ἀττικῶς γέγονεν ὄφεως μάντεως καὶ κατὰ συστολὴν ὄφεος καὶ μάντεος | |
10 | διὰ τοῦ ο. Il. Pr. Γ 219: ἐπὶ τῶν εἰς ις διὰ τοῦ ος καθαροῦ κλινομένων τῶν γενικῶν τὴν παραλήγουσαν διὰ τοῦ ι πολλάκις προφέρονται οἱ Ἴωνες, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακό‐ φωνον. ὁ γοῦν ποιητής φησιν «εὐνήν τ’ αἰδομένη πόσιος» (π 75), | |
15 | τῇ δὲ δοτικῇ «χαριζομένη πόσεϊ ᾧ» (Ε 71). Choer. 195, 32 coll. 240, 15: ἀπὸ τοῦ ὄφιι γίνεται ὄφι κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν δηλονότι ι μακρόν, ἡ δὲ Διΐ δοτικὴ οὐ δύνα‐ ται γενέσθαι κατὰ κρᾶσιν τῶν δύο ιι Δῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπὶ ὀνομάτων μονοσυλλάβων ἐκφωνεῖ τὸ ι οἷον τῷ Γρᾷ, | |
20 | τῇ γῇ, τῇ μνᾷ, τῷ νῷ. Choer. 196, 5 coll. Lascar.: ἰστέον ὅτι ἔνιοί φασιν, ὡς τὰ εἰς ις κύρια ποιοῦντα τὴν γενικὴν εἰς δος καὶ ος οὐ ποιεῖ δύο αἰτιατικάς· εἰς δα τῆς εἰς δος γενικῆς οἷον Πάριδος Πάριδα, εἰς ιν τῆς εἰς ος Πά‐ ριος Πάριν, τὰ δὲ προσηγορικὰ διὰ καθαροῦ τοῦ ος μόνον ποιοῦντα | |
25 | τὴν γενικὴν εἰς ιν ποιεῖ τὴν αἰτιατικὴν οἷον ὁ ὄφις τοῦ ὄφιος τὸν ὄφιν, ὁ μάντις τοῦ μάντιος τὸν μάντιν. δεῖ δὲ παραφυλάξασθαι, ὅτι τὸ χάριτος καὶ τοξότιδος μὴ ἔχοντα διχῶς τὴν γενικὴν ἐκφερομένην τὴν αἰτιατικὴν ἔχει εἰς α καὶ εἰς ν οἷον χάριτα καὶ χάριν, τοξότιδα καὶ τοξότιν. | |
30 | Choer. 196, 25: ἰστέον δὲ ὅτι τὼ ὄφιε κατὰ τὴν ἀκρίβειαν οὐ δύ‐ ναται κρᾶσιν ἀναδέξασθαι τοῦ ι καὶ ε εἰς τὸ ι, ἐπειδὴ τὸ ι οὐκ ἔστι τελικὸν τῆς ἰδίας εὐθείας τῶν δυϊκῶν. τελικὰ γὰρ τῆς εὐθείας τῶν δυϊκῶν τρία ἐστὶν οἷον α ε ω, Ἀτρείδα, Ἕκτορε, φίλω. Ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ὄφιες καὶ κατὰ κρᾶσιν ὄφεις, οἱ | |
35 | ὄφεες καὶ κατὰ κρᾶσιν ὄφεις. | |
36t | Περὶ τῶν εἰς ος. | |
37 | Choer. 64, 11 coll. 248, 12: τὰ εἰς ος ἀρσενικὰ ἢ θηλυκὰ εἰς ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον ἄνθρωπος ἀνθρώπου, Ἡρόδοτος Ἡρο‐ δότου, Ἐπίκουρος Ἐπικούρου. θηλυκὰ δὲ οἷον Λέσβος Λέσβου, Χίος | |
40 | Χίου, Ῥόδος Ῥόδου, Σάμος Σάμου, Ἔφεσος Ἐφέσου, Κάρπαθος Καρ‐ πάθου, νῆσος νήσου, ἔρημος ἐρήμου. τὸ γὰρ καλοῖο καὶ σοφοῖο μὴ | |
ἔχοντα εἰς τὴν ου δίφθογγον τὴν γενικὴν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ | 702 | |
3,2703 | κατὰ διάλεκτόν ἐστι, Θεσσαλικὰ γάρ ἐστιν. ἀλλ’ οὔτε δὲ τὸ ἀελλόπος διὰ τοῦ δος κλινόμενον ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι φύσει εἰς ος, ἀελλόπους γὰρ ἦν καὶ κατ’ ἀποβολὴν τοῦ υ ἀελλόπος γέγονε καὶ λοι‐ πὸν τὴν τοῦ ἁπλοῦ κλίσιν ἐφύλαξεν. | |
5 | Choer. 249, 29: τὰ εἰς ος ἀρσενικὰ ἢ θηλυκὰ εἰς ε ἔχει τὴν κλη‐ τικὴν οἷον Ὅμηρος Ὅμηρε, ἄνθρωπος ἄνθρωπε, Ἀρίσταρχος Ἀρί‐ σταρχε, Λέσβος Λέσβε, Ῥόδος Ῥόδε, ἔρημος ἔρημε· τὸ γὰρ ὁμόφωνον Ἀττικόν ἐστιν. οἱ γὰρ Ἀττικοὶ τὰς αὐτὰς εἰώθασιν ὀρθὰς ποιεῖν καὶ κλητικάς οἷον ὁ φίλος ὦ φίλος | |
10 | ἀλλὰ φίλος, θάνε καὶ σύ (Φ 106). ὁ ἥλιος ὦ ἥλιος Ἠέλιος, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις (Γ 277). Choer. 251, 29: πᾶσα εὐθεῖα πληθυντικῶν εἰς τὴν οι δίφθογγον λήγουσα εἰς ους ποιεῖ τὴν αἰτιατικὴν οἷον ἄνθρωποι ἀνθρώπους, Ὅμηροι | |
15 | Ὁμήρους, Ἀρίσταρχοι Ἀριστάρχους, Λέσβοι Λέσβους, Ῥόδιοι Ῥοδίους, ἔρημοι ἐρήμους. ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡνίκα εἰς τὴν αι δίφθογγον λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν, τροπῇ τοῦ ι εἰς τὸ ς ποιεῖ τὴν αἰτια‐ τικὴν τῶν πληθυντικῶν, κοχλίαι κοχλίας, Χρῦσαι Χρύσας, μοῦσαι μούσας, ἡνίκα δὲ εἰς τὴν οι δίφθογγον λήγει, οὐ ποιεῖ τροπῇ τοῦ ι εἰς τὸ ς | |
20 | τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, ἀλλ’ εἰς ους ποιεῖ αὐτὴν οἷον Ὅμη‐ ροι Ὁμήρους, καλοί καλούς, σοφοί σοφούς. καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ πᾶσα αἰτιατικὴ πληθυντικῶν ἰσοχρονεῖν θέλει τῇ ἰδίᾳ εὐθείᾳ οἷον Αἴαν‐ τες Αἴαντας, Λάχητες Λάχητας, Αἰνεῖαι Αἰνείας, κοχλίαι κοχλίας. τού‐ των οὕτως ἐχόντων, οἱ Ὅμηροι καὶ οἱ ἄνθρωποι ἡ εὐθεῖα τῶν πλη‐ | |
25 | θυντικῶν· ἐὰν τραπῇ οὖν τὸ ι εἰς ς καὶ γένηται ἡ αἰτιατικὴ τῶν πληθυντικῶν Ὅμηρος καὶ ἄνθρωπος, οὐκέτι ἰσοχρονεῖ τῇ ἰδίᾳ εὐθείᾳ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν, ὅπερ ἐστὶν ἀδύνατον. | |
28t | Περὶ τῶν εἰς ους. | |
29 | Choer. 243, 2: τὰ εἰς ους συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει | |
30 | κλίσιν οἷον χρύσεος χρυσέου χρυσοῦς χρυσοῦ, ἀργύρεος ἀργυρέου ἀρ‐ γυροῦς ἀργυροῦ, νόος νόου νοῦς νοῦ, οὕτως οὖν καὶ πλόος πλόου καὶ πλοῦς πλοῦ. καὶ καθόλου δὲ τὰ συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίσιν οἷον τιμήεις τιμήεντος τιμῆς τιμῆντος καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον (Σ 475), | |
35 | δαφνήεις δαφνήεντος δαφνῆς δαφνῆντος, Σιμόεις Σιμόεντος Σιμοῦς Σι‐ μοῦντος, πλακόεις πλακόεντος πλακοῦς πλακοῦντος, Ἑρμέας Ἑρμέου Ἑρμῆς Ἑρμοῦ, Ἡρακλέης Ἡρακλέους Ἡρακλῆς Ἡρακλοῦς, Σωσέας Σω‐ σέου Σωσῆς Σωσοῦ, ὁ ζωός τοῦ ζωοῦ ὁ ζώς τοῦ ζῶ, ὁ σάος τοῦ σάου ὁ σῶς τοῦ σῶ. | |
40 | Choer. 63, 33: τὰ εἰς πλους λήγοντα εἰς τὴν ου δίφθογγον ἔχει | 703 |
3,2704 | τὴν γενικὴν οἷον διπλοῦς διπλοῦ, τριπλοῦς τριπλοῦ, τετραπλοῦς τετρα‐ πλοῦ. Choer. 64, 1: τὰ εἰς δους λήγοντα εἰς τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον ὁ ἀδελφιδοῦς τοῦ ἀδελφιδοῦ, ὁ θυγατριδοῦς τοῦ θυ‐ | |
5 | γατριδοῦ καὶ τὰ ὅμοια. Choer. 247, 30: τὰ παρὰ τοῦ πούς σύνθετα τὴν τοῦ ἁπλοῦ φυ‐ λάττει κλίσιν καὶ διὰ τοῦ δος κλίνεται ὁμοίως τῷ ἁπλῷ οἷον πούς πο‐ δός, Οἰδίπους Οἰδίποδος, τρίπους τρίποδος, τετράπους τετράποδος, ἑπτάπους ἑπτάποδος. τὰ γὰρ ἀποβολῇ τοῦ ς ποιοῦντα τὴν γενικὴν | |
10 | εἰς τὴν ου δίφθογγον ἔχοντα αὐτὴν Ἀττικά ἐστιν οἷον ὁ τρίπους τοῦ τρίπου, ὁ Οἰδίπους τοῦ Οἰδίπου. ἰστέον δὲ ὅτι πολλάκις τὰ παρὰ τὸ πούς ἀποβάλλει τὸ υ κατὰ τὴν εὐθεῖαν οἷον ἀελλόπος ἀελλόποδος· ὡς παρὰ τῷ ποιητῇ (Θ 409) ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα. | |
15 | καὶ ἴσως, φασί τινες, ἐξ ἀφορμῆς τούτου ἐποίησαν οἱ Ἀττικοὶ εἰς τὴν ου δίφθογγον τὴν γενικήν· ἀλλ’ εἰ διὰ τοῦτο ἐποίησαν οἱ Ἀττικοὶ εἰς τὴν ου δίφθογγον τὴν γενικήν, ἐπὶ τούτων ὤφειλον καὶ τὴν αἰτιατικὴν χωρὶς τοῦ υ ποιῆσαι ὁμοίως τῇ εὐθείᾳ οἷον τὸν Οἰδίπον, τὸν τρίπον, καὶ οὐχὶ μετὰ τοῦ υ τὸν Οἰδίπουν. κρεῖττον οὖν αὐτὰ μόνα λέγειν | |
20 | Ἀττικά. Choer. 247, 22: ἰστέον δὲ ὅτι ὁ νοῦς τοῦ νοῦ κλίνεται κατὰ τὸν λόγον συναιρέσεως οἷον ὁ νόος τοῦ νόου, ὁ νοῦς τοῦ νοῦ. εὑρίσκε‐ ται δὲ ἐν τοῖς χρησμοῖς τῷ νοΐ ἡ δοτική, ὡς ἀπὸ τῆς νοός γενικῆς. καὶ τὸ εὔνους τὸ σύνθετον ἰσοσυλλάβως κλίνεται ὁμοίως οἷον ὁ εὔνους | |
25 | τοῦ εὔνου. ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ εὖνοί ἐστιν· οἱ γὰρ χρησά‐ μενοι καὶ εἰπόντες οἱ εὔνους κακῶς ἐχρήσαντο. ἔστι δὲ πᾶσα κλίσις ἀπὸ συναιρέσεως. Choer. 239, 18: τὰ εἰς ους ἀπαθῆ διὰ καθαροῦ τοῦ ος κλίνεται οἷον βοῦς βοός, νοῦς νοός, χροῦς χροός, πλὴν τοῦ πούς ποδός καὶ | |
30 | ὀδούς ὀδόντος. ἰστέον δὲ ὅτι τὰ εἰς ους λήγοντα ὀνόματα οὐδέποτε ὀξύνεται, χωρὶς τοῦ πούς καὶ ὀδούς, ταῦτα γὰρ ὀξύνεται. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸν τόνον, τούτου χάριν καὶ περὶ τὴν κλίσιν διήλλαξε καὶ οὐ κλίνεται διὰ καθαροῦ τοῦ ος. τὸ δὲ ὀδούς ὀδόντος διὰ τοῦ ντ κλίνεται, ἐπειδὴ μετοχικόν ἐστιν. αἱ δὲ εἰς ους μετοχαὶ διὰ τοῦ | |
35 | ντ κλίνεται οἷον βιούς βιόντος, διδούς διδόντος, ἁλούς ἁλόντος· οὕτως οὖν καὶ ὀδούς ὀδόντος. τὸ δὲ πούς ποδός καὶ τοῦτο παρὰ λόγον ἐστίν, ὅτι ὀξυνθὲν ὁμοίως ταῖς εἰς ους μετοχαῖς οὐκ ἐκλίθη διὰ τοῦ ντ ὁμοίως αὐταῖς. Choer. 237, 7: ἰστέον ὅτι εὑρέθη τοῦ βοῦς ἡ γενικὴ οὐ μόνον βοός, | |
40 | ἀλλὰ καὶ τοῦ βοῦ παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ καὶ παρὰ τῷ Αἰσχύλῳ. Choer. 237, 13: ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν τὸ βοῦς βοός οὐ γίνεται κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ο εἰς τὸ ω. ἔστιν οὖν εἰπεῖν ὅτι | |
τὰ ἐκτείνοντα τὸ ο εἰς τὸ ω ἐπὶ τῶν καθαρευόντων καὶ τὸ παραλῆγον | 704 | |
3,2705 | φωνῆεν εἰς ε μεταβάλλει οἷον ὄφις ὄφιος ὄφεως, πόλις πόλιος πόλεως, ναός νεώς, λαός λεώς. εἰ ἐξέτεινεν οὖν τὸ βοῦς βοός τὸ ο εἰς τὸ ω Ἀττικῶς, ἠναγκάζετο καὶ τὸ παραλῆγον φωνῆεν εἰς ε μεταβαλεῖν· ἀλλὰ μὴν καὶ τὸ παραλῆγον φωνῆεν οὐκ ἠδύνατο εἰς ε μεταβαλεῖν· τὰ γὰρ | |
5 | μεταβαλλόμενα κατὰ τὴν παραλήγουσαν εἰς τὸ ε δίχρονα εὑρίσκεται οἷον ὄφιος ὄφεως, πόλιος πόλεως, ναός νεώς, λαός λεώς· τοῦτο δὲ οὐκ ἔστι δίχρονον. ἀλλὰ τοῦ ο δηλονότι τῆς παραληγούσης μὴ δυναμένου μεταβληθῆναι εἰς τὸ ε, εἰκότως οὐδὲ ἡ λήγουσα ἐξετάθη εἰς ω. Choer. 237, 26: πάλιν ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν τὸ βοῦς | |
10 | βοός οὐ κιρνᾶται κατὰ τὴν γενικήν. ἔστιν οὖν εἰπεῖν ὅτι εἰ ἐκίρνατο τὸ βοῦς βοός κατὰ τὴν γενικήν, εἰς ους ἔμελλεν εἶναι οἷον πλόος πλοῦς, νόος νοῦς, ῥόος ῥοῦς· τὰ γὰρ δύο οο εἰς τὴν ου δίφθογγον κιρνᾶται· καὶ λοιπὸν πρῶτον μὲν ἤμελλεν συνεμπίπτειν τῇ εὐθείᾳ ἡ γενική, δεύτερον δὲ πᾶσα γενικὴ ἀρσενικὴ εἰς ους λήγουσα θέλει ἔχειν | |
15 | τὴν αἰτιατικὴν εἰς η καταλήγουσαν οἷον τοῦ Δημοσθένους τὸν Δημο‐ σθένη, τοῦ εὐσεβοῦς τὸν εὐσεβῆ, τοῦ εὐγενοῦς τὸν εὐγενῆ. ἀλλὰ μὴν ἡ αἰτιατικὴ οὐ καταλήγει εἰς η, τὸν βόα καὶ τὸν βοῦν· δηλονότι τῆς αἰτιατικῆς μὴ καταληγούσης εἰς η, οὐδὲ ἡ γενικὴ δύναται εἶναι εἰς ους. διὰ τοῦτο οὖν οὐ συναιρεῖται. | |
20 | Choer. 240, 13: ἰστέον ὅτι ἡ δοτικὴ βοΐ οὐ δύναται συναίρεσιν ἐπιδέξασθαι τοῦ ο καὶ ι εἰς τὴν οι δίφθογγον ὥσπερ ἐπὶ τοῦ Λητόϊ Λητοῖ, ἐπειδὴ οὐδέποτε ἡ δοτικὴ τῶν ἑνικῶν ἐπ’ ὀνομάτων μονοσυλ‐ λάβων ἐκφωνεῖ τὸ ι οἷον τῷ Γρᾷ, τῇ γῇ, τῇ μνᾷ, τῷ νῷ· εἰ οὖν ἐγέ‐ νετο κατὰ συναίρεσιν βοΐ βοῖ, ἤμελλεν ἐκφωνεῖσθαι τὸ ι ἐν τῇ δοτικῇ | |
25 | τῶν ἑνικῶν ἐπὶ μονοσυλλάβων ὀνομάτων, ὅπερ ἐστὶν ἄτοπον. πρόσ‐ κειται «ἐπ’ ὀνομάτων» διὰ τὴν σοί ἀντωνυμίαν· αὕτη γὰρ μονοσύλλα‐ βος οὖσα ἐκφωνεῖ τὸ ι, ἀλλ’ οὐκ ἔστιν ὄνομα. Choer. 240, 33: ἰστέον ὅτι διφοροῦνται τούτων αἱ αἰτιατικαί, καὶ ἡ μὲν εἰς α λήγουσα ἀπὸ τῆς δοτικῆς κανονίζεται, ἡ δὲ εἰς ν ἀπὸ τῆς | |
30 | εὐθείας· καὶ δεῖ παραφυλάξασθαι, ὅτι ἐπὶ τῆς βοῦς ἡ αἰτιατικὴ μᾶλλον εἰς ν λήγει οἷον τὸν βοῦν, σπανιωτέρα δέ ἐστιν ἡ εἰς α οἷον τὸν βόα. εὑρέθη δὲ σπανίως παρὰ Φερεκύδῃ τῷ Ἀθηναίῳ. ἐπὶ δὲ τοῦ χροῦς καὶ χοῦς τὸ ἐναντίον ἡ μὲν εἰς α ἐστὶν ἐν πλάτει οἷον χρόα καὶ χόα | |
μή τις χρόα χαλκῷ ἐπαύρῃ (Ν 649), | 705 | |
3,2706 | ἡ δὲ εἰς ν σπανιωτέρα οἷον χροῦν καὶ χοῦν. ἰστέον ὅτι τὸ χόα, ἀπὸ τοῦ χοῦς χοός ὂν καὶ βαρύνεται καὶ συνεσταλμένον ἔχει τὸ α· τὸ δὲ παρὰ τῷ Μενάνδρῳ χοᾶ οἷον | |
3 | τὸν χοᾶ ἐκκέχυκας, | |
5 | ᾧ τινι καὶ χρῶνται οἱ Ἀττικοὶ περισπωμένως, καὶ ἐκτεταμένον ἔχον τὸ α, ἀπὸ τῶν εἰς ευς ἐστίν οἷον ἀπὸ τοῦ χοεύς χοέος χοέϊ χοέα γέγονε χοᾶ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς α μακρὸν ὥσπερ Ἐρετριέα Ἐρετριᾶ. ἄξιον δέ ἐστι ζητῆσαι, διατί, ὥσπερ ἀπὸ τοῦ Σαπφόα καὶ Λητόα γέγονε Σαπφώ καὶ Λητώ κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω, μὴ | |
10 | τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ βόα καὶ χρόα καὶ χόα γίνεται βῶ καὶ χρῶ καὶ χῶ κατὰ κρᾶσιν τοῦ ο εἰς ω. ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπὶ τοῦ Λητόα καὶ Σαπφόα πρῶτον ἡ γενικὴ συνῃρέθη, καὶ οὕτως ἡ αἰτιατικὴ οἷον Λητόος Λητοῦς, Σαπφόος Σαπφοῦς· ἐπὶ δὲ τούτων ἐπειδὴ οὐ συνῃ‐ ρέθη ἡ γενική, τούτου χάριν οὐδὲ ἡ αἰτιατικὴ συνῃρέθη. | |
15 | Choer. 241, 33: ἄξιόν ἐστι ζητῆσαι, διατί, ὥσπερ ἡ εὐθεῖα τῶν πληθυντικῶν γίνεται κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον οἷον βόες βοῦς, μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν γίνε‐ ται κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον οἷον βόε βοῦ. καὶ ἔστιν εἰπεῖν, ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυϊκῶν γενέσθαι κατὰ κρᾶσιν | |
20 | τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, ἐπειδή, εἰ ἐγένετο τοῦτο, ἤμελλεν εἰς υ καταλήγειν, ὅπερ ἐστὶν ἀδύνατον· τὸ γὰρ υ οὐκ ἔστι τελικὸν τῆς εὐθείας τῶν δυϊκῶν. Ἰστέον ὅτι κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον γίνε‐ ται βοῦς ὥσπερ οἱ κρείττονες καὶ οἱ ἀρείονες καὶ οἱ βελτίονες οἷον | |
25 | κρείττονες καὶ κρείττοες καὶ κρείττους, ἀρείονες ἀρείοες ἀρείους, βελ‐ τίονες βελτίοες βελτίους. ἰστέον δὲ ὅτι σπανία ἐστὶν ἡ χρῆσις τῆς βοῦς εὐθείας τῶν πληθυντικῶν, μᾶλλον δὲ οἱ βόες εὕρηται. ἐπὶ δὲ τῆς ὁμο‐ φωνούσης αὐτῇ αἰτιατικῆς, λέγω δὴ τῆς τοὺς βοῦς, πλατεῖά ἐστιν ἡ χρῆσις, ὡς ἐν Κόλαξιν Εὐπόλιδος | |
30 | θὲς νῦν ἀγροὺς καὶ πρόβατα καὶ βοῦς, καὶ παρὰ τῷ Ἡρακλείδῃ ἐν τῇ αʹ τῆς Λέσχης. | |
32t | Περὶ τῶν εἰς υς. | |
33 | Choer. 62, 24 coll. 232, 11: τὰ εἰς υς μονοσύλλαβα περισπᾶται καὶ διὰ καθαροῦ τοῦ ος κλίνεται καὶ συστέλλει τὸ υ ἐν τῇ γενικῇ καὶ | |
35 | ἐν ταῖς ἑξῆς πτώσεσιν οἷον μῦς μυός, σῦς συός, δρῦς δρυός. | 706 |
3,2707 | Choer. 62, 27 coll. 232, 14: τὰ εἰς υς ὑπὲρ μίαν συλλαβήν, εἰ μὲν ᾖ ὑποκοριστικά, ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν οἷον ὁ Καμμῦς τοῦ Καμμῦ, ὁ Λαρδῦς τοῦ Λαρδῦ, ὁ Κλαυσῦς τοῦ Κλαυσῦ, ὁ Καρδῦς τοῦ Καρδῦ, ὁ Διονῦς τοῦ Διονῦ, εἰ δὲ μὴ ᾖ ὑποκοριστικά, διὰ καθα‐ | |
5 | ροῦ τοῦ ος κλίνεται καὶ συστέλλει τὸ υ καὶ ἐν τῇ γενικῇ καὶ ἐν ταῖς ἑξῆς πτώσεσιν οἷον ὀσφῦς ὀσφύος, ἰχθῦς ἰχθύος, ὀφρῦς ὀφρύος. Choer. 231, 33—235, 3: τὰ εἰς υς μονογενῆ τὸ υ φυλάσσει ἐπὶ γενικῆς δηλονότι καὶ διὰ καθαροῦ τοῦ ος κλίνεται οἷον στάχυς στάχυος, βότρυς βότρυος, νέκυς νέκυος, Τῖφυς Τίφυος, Ῥαδάμανθυς Ῥαδαμάν‐ | |
10 | θυος, Πάλμυς Πάλμυος· τὸ γὰρ Πάλμυδος διὰ τοῦ δος κλιθὲν παρὰ Αἰσχύλῳ ἡμάρτηται· ἔστι δὲ ὄνομα κύριον βασιλέως· χωρὶς τοῦ πῆχυς πήχεως καὶ πέλεκυς πελέκεως. καὶ τούτων ἡ γενικὴ πήχυος καὶ πελέ‐ κυος κατὰ ἀκολουθίαν ὥσπερ βότρυς βότρυος, καὶ ἐπειδὴ τὰ μεταβάλ‐ λοντα τὸ ο Ἀττικῶς εἰς ω δηλονότι κατὰ τὴν γενικὴν ἠναγκάσθη καὶ τὸ | |
15 | παραλῆγον φωνῆεν εἰς ε μεταβάλλειν (ὁ δὲ λόγος ἐπὶ τῶν καθαρευόντων οἷον μάντις μάντεως, ὄφις ὄφεως, λαός λεώς, Μενέλαος Μενέλεως), εἰκότως καὶ τὸ πήχυος καὶ πελέκυος ἐκτείναντα τὸ ο εἰς τὸ ω Ἀττι‐ κῶς ἠναγκάσθη καὶ τὸ παραλῆγον φωνῆεν τρέψαι εἰς τὸ ε καὶ γενέ‐ σθαι πήχεως καὶ πελέκεως διὰ τοῦ ε καὶ ω. εἰ δέ που εὑρήσεις πήχεος | |
20 | καὶ πελέκεος διὰ τοῦ ο, γνῶθι ὅτι ἀπὸ τοῦ πήχεως καὶ πελέκεως διὰ τοῦ ω γέγονε πήχεος καὶ πελέκεος διὰ τοῦ ο κατὰ συστολὴν τοῦ ω εἰς ο. τῷ δὲ πῆχυς πήχεως καὶ πέλεκυς πελέκεως ἠκολούθησε καὶ τὸ πρέσβυς ὁ γέρων καὶ πρότερον ἐγένετο ἡ ἔκτασις τοῦ ο εἰς ω ἐν τῇ γενικῇ καὶ οὕτως ἐγένετο ἡ παραλήγουσα διὰ τοῦ ε πρέσβεως καὶ τελευ‐ | |
25 | ταῖον ἔτρεψε τὸ ω εἰς τὸ ο καὶ ἐγένετο πρέσβεος. ἐπὶ δὲ τῶν ἐκπεμ‐ πομένων εἰς πρεσβείαν οὐχ εὑρίσκομεν τὴν εὐθεῖαν εἰς υς, ὥσπερ ἐνόμισάν τινες. εἰ γὰρ εὕρηται ἡ αἰτιατικὴ τὸν πρέσβιν ὡς μάντιν καὶ ἡ κλητικὴ ὦ πρέσβις Ἀττικῶς ὥσπερ ὦ μάντις, δηλονότι καὶ ἡ εὐθεῖα ὁ πρέσβις ὥσπερ ὁ μάντις καὶ ἡ γενικὴ τοῦ πρέσβεως ἀκολούθως ὥσπερ τοῦ μάντεως. | |
30 | Choer. 219, 2: τὰ εἰς υς λήγοντα τριγενῆ διὰ τοῦ εος κλίνεται οἷον ταχύς ταχέος, βραδύς βραδέος, ὀξύς ὀξέος, ἡδύς ἡδέος, ὠκύς ὠκέος, ἥμισυς ἡμίσεος, θῆλυς θήλεος· τὸ θήλυδος παρὰ Σοφοκλεῖ κλι‐ θὲν διὰ τοῦ δος ἡμάρτηται. ἰστέον δὲ ὅτι ταῦτα τὰ εἰς υς τριγενῆ διὰ τὸ ε καὶ ο μόνως κλίνεται οἷον ταχέος, βραδέος, ὠκέος· οὐκ ἐκτείνει | |
35 | δὲ τὸ ο εἰς τὸ ω Ἀττικῶς, ὡς ἐπὶ τοῦ Πηλεύς Πηλέως καὶ Ἀχιλ‐ λεύς Ἀχιλλέως. οὐδὲ γὰρ γίνεται βραδέως καὶ ταχέως καὶ ὠκέως | |
καὶ ὀξέως διὰ τοῦ ε καὶ ω κατὰ τὴν γενικήν. καὶ ἄξιόν ἐστι ζητῆσαι | 707 | |
3,2708 | διὰ ποίαν αἰτίαν τὰ εἰς υς τριγενῆ διὰ τοῦ ε καὶ ο μόνως κλίνεται καὶ οὐ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶς κατὰ τὴν γενικήν. καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην, ὅτι διὰ τοῦτο τὰ εἰς υς τρι‐ γενῆ οὐ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶς κατὰ τὴν γενικήν, ἐπειδὴ | |
5 | τὰ εἰς α λήγοντα θηλυκὰ παρασχηματιζόμενα ἀρσενικοῖς ἰσοχρονεῖν θέλει τῇ ληγούσῃ τῆς γενικῆς τοῦ ἀρσενικοῦ οἷον Βυζαντίου Βυζαν‐ τία, Ῥοδίου Ῥοδία, ἀλλοτρίου ἀλλοτρία, μετρίου μετρία, οἰκείου οἰκεία, παραπλησίου παραπλησία, Σαμίου Σαμία. ἰδοὺ ἐπὶ τούτων μα‐ κρόν ἐστι τὸ α, ἐπειδὴ καὶ ἡ λήγουσα τῆς γενικῆς μακρά ἐστι, καὶ | |
10 | πάλιν παντός πᾶσα, χαρίεντος χαρίεσσα, Φοίνικος Φοίνισσα, ἄνακτος ἄνασσα, Κίλικος Κίλισσα, τύπτοντος τύπτουσα, γράφοντος γράφουσα, τετυφότος τετυφυῖα. ἰδοὺ ἐπὶ τούτων βραχύ ἐστι τὸ α, ἐπειδὴ καὶ ἡ λήγουσα τῆς γενικῆς τοῦ ἀρσενικοῦ βραχεῖά ἐστιν. ὅτι γὰρ ἀληθής ἐστιν ὁ κανὼν δῆλον ἐκ τῶν εἰς ευς. ἰδοὺ γὰρ ἔστι βασιλεύς βασιλέος βασί‐ | |
15 | λεια, ἱερεύς ἱερέος ἱέρεια· καὶ ἰδοὺ τὰ θηλυκὰ συνεσταλμένον ἔχει τὸ α, ἐπειδὴ καὶ ἡ λήγουσα τῆς γενικῆς τοῦ ἀρσενικοῦ βραχεῖά ἐστι, διὰ γὰρ τοῦ ο ἐστίν. οἱ μέντοι Ἀθηναῖοι, ἐπειδὴ τὴν γενικὴν διὰ τοῦ ε καὶ ω ποιοῦσιν, ἀποφέρονται τὰ θηλυκὰ ἰσοχρόνως τῇ ἰδίᾳ γενικῇ, ὅθεν καὶ παροξύνουσιν αὐτά, ἱερεία γὰρ λέγουσι διὰ μακροῦ τοῦ α πρὸς τὴν | |
20 | ἱερέως γενικὴν τὴν διὰ τοῦ ε καὶ ω. σεσημείωται τὸ πέπειρος πεπεί‐ ρου πέπειρα καὶ τὸ δῖος δίου δῖα οἷον δῖα γυναικῶν (Β 714), ἴος ἴου ἴα, σημαίνει δὲ τὴν μίαν οἷον οὐ γὰρ πάντων ἦεν ὁμῶς θρόος, οὐδ’ ἴα γῆρυς (Δ 437), | |
25 | καὶ τὸ μία ἀπὸ τοῦ ἴα κατὰ πλεονασμὸν τοῦ μ. ταῦτα γὰρ συνεσταλ‐ μένον ἔχει τὸ α τῆς ληγούσης τῆς γενικῆς τοῦ ἀρσενικοῦ μακρᾶς οὔσης. τούτων οὖν οὕτως ἐχόντων τὰ εἰς α λήγοντα θηλυκὰ παρεσχηματισμένα τοῖς εἰς υς πάντα συνεσταλμένον ἔχει τὸ α καὶ οὐδέποτε ἔχει αὐτὸ ἐκτεταμένον οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις οἷον ταχύς | |
30 | ταχεῖα, βραδύς βραδεῖα, ὀξύς ὀξεῖα, ἡδύς ἡδεῖα. ἐὰν οὖν γένωνται ἐπὶ τούτων αἱ γενικαὶ διὰ τοῦ ε καὶ ω Ἀττικῶς, εὑρεθήσονται τὰ εἰς ους (leg. εια) λήγοντα θηλυκὰ συνεσταλμένον ἔχοντα τὸ α τῆς ληγούσης τῆς γενικῆς τοῦ ἀρσενικοῦ μακρᾶς οὔσης, ὅπερ ἐστὶν ἀδύνατον. Choer. 221, 3 (coll. 62, 1): ἔστι δὲ εἰπεῖν καὶ ἄλλην λύσιν | |
35 | ἔχουσαν οὕτως· διὰ τοῦτο τὰ εἰς υς τριγενῆ οὐ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶς κατὰ τὴν γενικήν, ἵνα μὴ συμπέσωσιν αἱ γενικαὶ τούτων τοῖς ἐπιρρήμασι. τὰ γὰρ ἐπιρρήματα αὐτῶν διὰ τοῦ ε καὶ ω ἐστί, τα‐ χέως ἔδραμον, ὀξέως ἤκουσε, βραδέως ἦλθε, ταχέως διελέγχθη, ἡδέως ἠκροάσατο. | |
40 | Choer. 221, 13: ἄξιον δέ ἐστι ζητῆσαι διατί μὴ γενόμενα τὰ εἰς | 708 |
3,2709 | υς τριγενῆ διὰ τοῦ ε καὶ ω Ἀττικῶς κατὰ τὴν γενικὴν οὐ γίνεται Ἰωνι‐ κῶς διὰ τοῦ η καὶ ο οἷον ταχῆος καὶ βραδῆος ὥσπερ Πηλῆος καὶ Ἀχιλλῆος. καὶ ἔστιν ἀπολογήσασθαι οὕτως· ἡ παραλήγουσα τῆς περιτ‐ τοσυλλάβου γενικῆς οὐδέποτε εὑρίσκεται μείζων τῆς ληγούσης τῆς ἰδίας | |
5 | εὐθείας, ἀλλ’ ἢ ἴση πρὸς αὐτὴν ἢ ἐλάττων χωρὶς εἰ μὴ χαρακτὴρ κω‐ λύσῃ. ἴση μὲν οἷον λέβης λέβητος, ἔρως ἔρωτος, Τρώς Τρωός, Πάρις Πάριδος, ὄφις ὄφεος· ἐλάττων δὲ οἷον Μέμνων Μέμνονος, Ἕκτωρ Ἕκτορος, γείτων γείτονος, Πηλεύς Πηλέος, Ἀχιλλεύς Ἀχιλλέος. ἐὰν οὖν τὰ εἰς υς γένηται διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικὴν Ἰωνικῶς οἷον | |
10 | ταχύς ταχῆος, βραδύς βραδῆος, ὀξύς ὀξῆος, εὑρίσκεται ἔχοντα τὴν παραλήγουσαν τῆς γενικῆς μείζονα τῆς ληγούσης τῆς ἰδίας εὐθείας, ἡ γὰρ εὐθεῖα συνεσταλμένον ἔχει τὸ υ, ὅπερ ἐστὶν ἀδύνατον. πρόσ‐ κειται ἐν τῷ κανόνι «χωρὶς εἰ μὴ χαρακτὴρ κωλύσῃ» διὰ τὰ εἰς ιξ καὶ τὰ εἰς υξ, διὰ τὸ φοῖνιξ φοίνικος καὶ κῆρυξ κήρυκος. ταῦτα | |
15 | γὰρ ἐν μὲν τῇ εὐθείᾳ συστέλλει τὸ δίχρονον, τουτέστι θέσει μακρὸν αὐτὸ ἔχει, ἐν δὲ τῇ γενικῇ ἐκτεταμένον αὐτὸ ἔχει, τουτέστι φύσει μακρόν, καὶ ἰδοὺ εὑρίσκεται ἐπὶ τούτων ἡ παραλήγουσα τῆς περιτ‐ τοσυλλάβου γενικῆς μείζων τῆς ληγούσης τῆς ἰδίας εὐθείας· τὸ γὰρ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ. καὶ ἔστιν εἰπεῖν ὅτι ὤφειλε | |
20 | καὶ ἡ εὐθεῖα ἐπὶ τούτων ἐκτεῖναι τὸ ι καὶ τὸ υ, λέγω δὴ ἐν τῷ φοῖ‐ νιξ καὶ κῆρυξ καὶ τοῖς ὁμοίοις· ἀλλ’ ἐπειδὴ τὸ ι καὶ τὸ υ πρὸ τοῦ ξ οὐδέποτε εὑρίσκεται φύσει μακρὰ χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳ‐ χημένου οἷον πέρδιξ, τέττιξ, Βέβρυξ, ὄνυξ, πνίξω, ψύχω ψύξω· τού‐ του οὖν χάριν συνεστάλη ἐν τῇ εὐθείᾳ τὸ ι καὶ τὸ υ διὰ τὴν ἐπιφορὰν | |
25 | τοῦ ξ, ἐν δὲ τῇ γενικῇ τῇ φοίνικος καὶ κήρυκος ἀποστάντος τοῦ διπλοῦ ἐγένετο τὰ δίχρονα φύσει μακρά. πρόσκειται «χωρὶς εἰ μὴ λόγῳ ἀρ‐ χούσης παρῳχημένου» διὰ τὸ ἰξεύω ἴξευον. τὸ μὲν ἰξεύω θέσει μακρὸν ἔχει τὸ ι, τὸ δὲ ἴξευον φύσει μακρὸν τῷ λόγῳ τῆς ἀρχούσης τῶν παρῳχημένων. πρόσκειται δὲ «χωρὶς εἰ μὴ χαρακτὴρ κωλύσῃ» διὰ | |
30 | τὰ διὰ τοῦ θος κλινόμενα, ἐπειδὴ τὸ ὄρνις καὶ τὸ μέρμις (σημαίνει τὸ σχοινίον τὸ λεπτὸν) ἐν μὲν τῇ εὐθείᾳ συστέλλει τὸ ι, ἐν δὲ τῇ γενικῇ τῇ ὄρνιθος καὶ μέρμιθος ἐκτείνει αὐτό. πᾶσα γὰρ γενικὴ διὰ τοῦ θος κλινομένη μακρὰν ἔχει τὴν παραλήγουσαν οἷον κῶμυς κώμυ‐ θος (σημαίνει δὲ τὴν δέσμην τοῦ χόρτου) ὡς παρὰ Θεοκρίτῳ (4, 18) | |
35 | καὶ μαλακὸν χόρτοιο καλὴν κώμυθα δίδωμι, δέλλις δέλλιθος (ἔστι δὲ ζῶον ὅμοιον μελίσσῃ), χωρὶς τοῦ κόρυς κόρυ‐ θος, τοῦτο γὰρ φυλάττει τὸ υ συνεσταλμένον κατὰ τὴν γενικὴν οἷον δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ (Ε 4) | |
καὶ | 709 | |
3,2710 | κόρυθα βριαρήν (Λ 375). δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν εἰς υν», ταῦτα γὰρ ἐν μὲν τῇ εὐθείᾳ συστέλλει τὸ υ, ἐν δὲ τῇ γενικῇ ἐκτείνει αὐτὸ οἷον Φόρκυν Φόρκυνος, Γόρτυν Γόρτυνος (ἔστι δὲ ὄνομα πόλεως Κρήτης)· δοξάζουσιν δέ τινες | |
5 | ὅτι καὶ ἐν τῇ εὐθείᾳ ἐκτείνει τὸ υ καὶ ἐν τῇ γενικῇ. ἐμάθομεν οὖν διατί τὰ εἰς υς οὐ γίνεται παρὰ τοῖς Ἴωσι διὰ τοῦ η καὶ ο κατὰ τὴν γενι‐ κήν, ἐμάθομεν γὰρ ὅτι ἵνα μὴ γένηται ἡ παραλήγουσα τῆς περιττοσυλ‐ λάβου γενικῆς μείζων τῆς ληγούσης τῆς ἰδίας εὐθείας. Choer. 223, 15: ἄξιον δέ ἐστι ζητῆσαι διατί μὴ γενόμενα τὰ εἰς | |
10 | υς διὰ τοῦ η καὶ ο κατὰ τὴν γενικὴν Ἰωνικῶς μὴ ἐγένετο διὰ τοῦ ι καὶ ο Βοιωτικῶς οἷον ταχύς ταχίος, βραδύς βραδίος, ὥσπερ Πηλεύς Πηλίος καὶ Ἀχιλλεύς Ἀχιλλίος. οὕτως γὰρ εἰ ἐγένετο, οὐκέτι ηὑρίσκετο ἡ παραλήγουσα τῆς περιττοσυλλάβου γενικῆς μείζων ληγούσης τῆς ἰδίας εὐθείας, ἀλλ’ ἴση πρὸς αὐτήν. ἔστιν οὖν εἰπεῖν, ὅτι τότε ποιοῦσιν οἱ | |
15 | Βοιωτοὶ τὴν γενικὴν διὰ τοῦ ι καὶ ο, ἡνίκα καὶ οἱ Ἀττικοὶ ποιοῦσι διὰ τοῦ ε καὶ ω τὴν γενικὴν καὶ οἱ Ἴωνες διὰ τοῦ η καὶ ο οἷον Πηλεύς Πηλέως καὶ Πηλίος, Ἀχιλλεύς Ἀχιλλέως Ἀχιλλῆος καὶ Ἀχιλλίος. ἐπειδὴ οὖν ἐπὶ τούτων τῶν εἰς υς οὐκ ἐποίησαν οἱ Ἀττικοὶ τὴν γενικὴν διὰ τοῦ ε καὶ ω, οὔτε οἱ Ἴωνες διὰ τοῦ η καὶ ο, τούτου χάριν οὔτε οἱ | |
20 | Βοιωτοὶ ἐποίησαν διὰ τοῦ ι καὶ ο. Choer. 233, 8: ἰστέον δὲ ὅτι τὰ εἰς υς σύνθεται, εἰ μὲν ἀπὸ ἁπλῶν εἰς υς ληγόντων ἐστὶ συντεθειμένα, τὴν τῶν ἁπλῶν φυλάττει κλίσιν οἷον βραχύς βραχέος τρίβραχυς τριβράχεος, πῆχυς πήχεος δεκάπηχυς δεκαπήχεος, θῆλυς θήλεος ἀρσενόθηλυς ἀρσενοθήλεος, ἰχθῦς ἰχθύος | |
25 | κάλλιχθυς καλλίχθυος, ὀφρῦς ὀφρύος λεύκοφρυς λευκόφρυος εἰ δὲ ἀπὸ ῥήματός ἐστι συντεθειμένα, διὰ τοῦ δος κλίνεται οἷον ἔπηλυς ἐπή‐ λυδος, νέηλυς νεήλυδος (σημαίνει δὲ τὸν ξένον). ταῦτα γὰρ οὐκ ἔστιν ἀπὸ ἁπλῶν εἰς υς ληγόντων συντεθειμένα, ἀλλ’ ἀπὸ ῥήματος τοῦ ἐλεύθω τοῦ σημαίνοντος τὸ παραγίνομαι. | |
30t | Περὶ κινήσεως τῶν εἰς υς μονογενῶν. | |
31 | Choer. 235, 15: ἡ δοτικὴ τῶν ἑνικῶν οἷον τῷ βότρυϊ οὐ συναι‐ ρεῖται, ἐπειδὴ εἰ συνῄρητο, ἤμελλεν εἰς τὴν υι δίφθογγον λήγειν, ὅπερ ἐστὶν ἀδύνατον. οὐδέποτε γὰρ ἡ υι δίφθογγος ἐν τέλει λέξεως εὑρί‐ σκεται οἷον μυῖα, ἅρπυια, υἱός. | |
35 | Choer. 235, 20: ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν οὐ λέγονται αἱ αἰτιατικαὶ τῶν εἰς υς διχῶς οἷον τὸν βότρυα καὶ βότρυν, ἀλλ’ εἰς | |
ν μόνως οἷον τὸν βότρυν. ἔστιν οὖν εἰπεῖν ὅτι πᾶσα γενικὴ εἰς ος | 710 | |
3,2711 | καθαρὸν λήγουσα διχρόνῳ παραληγομένη εἰς ν μόνως ἔχει τὴν αἰτια‐ τικὴν οἷον ὄφις ὄφιος ὄφιν, μάντις μάντιος μάντιν, πόλις πόλιος πό‐ λιν. ἐπειδὴ οὖν καὶ τὰ εἰς υς μονογενῆ ἔχει τὴν γενικὴν εἰς ος καθα‐ ρὸν διχρόνῳ παραληγόμενα οἷον στάχυος, βότρυος, νέκυος, τούτου | |
5 | χάριν εἰς ν μόνως ἔχει τὴν αἰτιατικὴν οἷον βότρυν, στάχυν, νέκυν. σεσημείωται παρ’ Εὐφορίωνι ἅπαξ εὑρεθὲν «τὸν βότρυα». Choer. 235, 34: ἄξιόν ἐστι ζητῆσαι διατί ὥσπερ τὸ βότρυς γίνεται κατὰ κρᾶσιν τοῦ υ καὶ ε εἰς υ μακρὸν καὶ γίνεται βότρυς, μὴ τὸν αὐ‐ τὸν τρόπον καὶ ἡ βότρυε εὐθεῖα τῶν δυϊκῶν γίνεται κατὰ κρᾶσιν τοῦ | |
10 | υ καὶ ε εἰς τὸ υ μακρὸν καὶ γίνεται βότρυ. ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυϊκῶν γενέσθαι κατὰ κρᾶσιν τοῦ υ καὶ ε εἰς τὸ υ μακρόν, ἐπειδὴ ἤμελλεν εἰς τὸ υ καταλήγειν, ὅπερ ἐστὶν ἀδύνατον· τὸ γὰρ υ οὐκ ἔστι τελικὸν τῆς εὐθείας τῶν δυϊκῶν. | |
14t | Περὶ κινήσεως τῶν εἰς υς τριγενῶν. | |
15 | Choer. 230, 8: ἰστέον ὅτι αἱ αἰτιατικαὶ διχῶς λέγονται οἷον ἡδύς ἡδέος ἡδέα καὶ ἡδύν, εὐρύς εὐρέος εὐρέα καὶ εὐρύν ἐπ’ εὐρέα πόντον (Ζ 291), πολύς πολέος πολέα, πολέα στρατόν, | |
20 | καὶ πολύν· καὶ ἡ μὲν εἰς α λήγουσα ἀπὸ τῆς δοτικῆς κανονίζεται, ἡ δὲ εἰς ν ἀπὸ τῆς εὐθείας. Ἰστέον ὅτι τὰ εἰς υς τριγενῆ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικὴν οἷον ὁ ταχύς ὦ ταχύ, ὁ ὀξύς ὦ ὀξύ, ὁ θῆλυς ὦ θῆλυ. Ἰστέον ὅτι οὐ συναιρεῖται ἐνταῦθα ἡ εὐθεῖα τῶν δυϊκῶν, οὐδὲ γὰρ | |
25 | λέγομεν τὼ ἡδέε τὼ ἡδῆ, ὥσπερ τὼ Δημοσθένεε τὼ Δημοσθένη. καὶ ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν τὰ εἰς υς οὐ συναιρεῖται κατὰ τὴν εὐθεῖαν τῶν δυϊκῶν οἷον ὁ ὀξύς ὀξέος τὼ ὀξέε, ἡδύς ἡδέος τὼ ἡδέε, βραδύς βραδέος τὼ βραδέε. ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ἡνίκα συναιρεῖται ἡ εὐθεῖα τῶν δυϊκῶν, πάντως ἡ γενικὴ τῶν ἑνικῶν | |
30 | μακροκαταληκτεῖ οἷον Δημοσθένης Δημοσθένους Δημοσθένεε Δημοσθένη, βασιλεύς βασιλέως βασιλέε βασιλῆ, πόλις πόλεως πόλεε πόλη. ἐπειδὴ οὖν τὰ εἰς υς τριγενῆ οὐδέποτε μακροκαταληκτεῖ κατὰ τὴν γενικὴν τῶν ἑνικῶν, οὐδὲ γὰρ γίνεται διὰ τοῦ ε καὶ ω Ἀττικῶς, τούτου χάριν οὐ συναιρεῖται κατὰ τὴν εὐθεῖαν τῶν δυϊκῶν. δεῖ δὲ γινώσκειν ὅτι τὸ | |
35 | τραχύς μόνον εὑρίσκεται συναιρούμενον κατὰ τὴν εὐθεῖαν τῶν δυϊκῶν | 711 |
3,2712 | εἰς τὴν ει δίφθογγον παρὰ Ἴωνι τῷ τραγικῷ οἷον τὼ τραχέε τὼ τραχεῖ. Ἰστέον ὅτι οὐ συναιρεῖται ἐνταῦθα ἡ γενικὴ τῶν δυϊκῶν, ἐπειδὴ οὔτε ἡ γενικὴ τῶν ἑνικῶν συναιρεῖται. | |
5t | Περὶ τῶν εἰς ως. | |
6 | Choer. 253, 5: τὰ εἰς ως λήγοντα μονοσύλλαβα, εἰ μὲν περισπᾶ‐ ται, ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν οἷον ὁ σῶς τοῦ σῶ οἷον νῦν τοι σῶς αἰπὺς ὄλεθρος (Ν 773), ὁ Κρῶς τοῦ Κρῶ, ὁ Τλῶς τοῦ Τλῶ, ὁ Κῶς τοῦ Κῶ (ταῦτα δὲ ὀνόματά | |
10 | ἐστιν ἡρώων, ἀρσενικά, κύρια, ὁμοφωνοῦντα ταῖς πόλεσιν· ἔστι γὰρ καὶ ὀνόματα πόλεων ταῦτα, ἀλλὰ τότε θηλυκῶς λέγεται οἷον ἡ Κρῶς, ἡ Τλῶς, ἡ Κῶς· ἐξ ἐκείνων δὲ ὠνομάσθησαν καὶ αἱ πόλεις). εἰ δὲ ὀξύνεται τὰ εἰς ως μονοσύλλαβα, περιττοσυλλάβως κλίνεται, χωρὶς τοῦ ζώς | |
15 | ἦ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι (Ε 887). τοῦτο γὰρ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν οἷον ὁ ζώς τοῦ ζῶ. καὶ ἔχει ἀπολογίαν, ὅτι ἀπὸ συναιρέσεως ἐγένετο· ἀπὸ γὰρ τοῦ ὁ ζωός τοῦ ζωοῦ ἐγένετο κατὰ κρᾶσιν ὁ ζώς τοῦ ζῶ, τῆς βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν συναιρεθεισῶν, ὥσπερ ἐπὶ τοῦ ἑσταώς ἑστώς, βεβαώς βεβώς, | |
20 | Νηρηΐς Νηρῄς. τὰ γὰρ συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίσιν οἷον Ἑρμέας Ἑρμέου Ἑρμῆς Ἑρμοῦ, χρυσέος χρυσέου χρυσοῦς χρυσοῦ, τιμήεις τιμήεντος τιμῆς τιμῆντος χρυσὸν τιμῆντα καὶ ἄργυρον (Σ 475), δαφνήεις δαφνήεντος δαφνῆς δαφνῆντος, ὁ σῶος τοῦ σώου ὁ σῶς τοῦ | |
25 | σῶ· οὕτως οὖν καὶ ὁ ζωός τοῦ ζωοῦ ὁ ζώς τοῦ ζῶ. ταῦτα δὲ εἰ καὶ μὴ τὴν αὐτὴν κατάληξιν ἐφύλαξεν, ἀλλ’ οὖν τὴν αὐτὴν κλίσιν ἐφύ‐ λαξε, φημὶ δὴ τὴν ἰσοσύλλαβον. ὥσπερ γὰρ τὰ ἐντελῆ αὐτῶν ἰσοσυλλά‐ βως κλίνεται, οὕτω καὶ τὰ συνῃρημένα ἰσοσυλλάβως κλίνεται. τὰ εἰς ως ὀξύτονα μονοσύλλαβα ἢ διὰ καθαροῦ τοῦ ος κλίνεται ἢ διὰ τοῦ | |
30 | τος. καὶ τὰ μὲν ἔχοντα σύμφωνον τῆς τρίτης συζυγίας τῶν βαρυτόνων, τουτέστι τὸ δ ἢ θ ἢ τ, διὰ καθαροῦ τοῦ ος κλίνεται, τὰ δὲ μὴ οὕτως ἔχοντα διὰ τοῦ τος οἷον θώς θωός θῶες μέν τε διέτρεσαν (Λ 481), ἔχει γὰρ τὸ θ (ἔστι δὲ εἶδος θηρίου), δμώς δμωός, ἔχει γὰρ τὸ δ, | |
35 | Τρώς Τρωός, ἔχει γὰρ τὸ τ. (ἰστέον δὲ ὅτι τὸ Τρώς παρὰ τῷ Ὁμήρῳ ἑνικῶς μὲν λεγόμενον ἐπὶ τοῦ κυρίου ὀνόματος παραλαμβάνεται καὶ | |
οὐδέποτε πληθυντικῶς οἷον | 712 | |
3,2713 | τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχ’ υἷος ποινὴν Γανυμήδεος (Ε 265). ἐὰν δὲ τὸ ἔθνος δηλώσῃ, ἐν πληθυντικῇ φωνῇ παραλαμβάνεται οἷον «Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶας τε» (Ν 1), «Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλο‐ | |
5 | πις αἰνή» (Ζ 1), «Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί» [Θ 173]). τὰ δὲ μὴ ἔχοντα σύμφωνον τῆς τρίτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ τος κλίνεται οἷον πλώς πλωτός (πλώς δὲ λέγεται ὁ ἰχθῦς παρὰ τὸ πλέειν), φώς φωτός (σημαίνει δὲ τὸν ἄνθρωπον) «ἰσόθεος φώς», χρώς χρωτός «ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος» (Δ 510), «χρῶτ’ | |
10 | ἀπονιψαμένη» (ς 172), οἱ δὲ Ἀθηναῖοι ἐχρήσαντο καὶ ἰσοσυλλάβως, τὸν χρώ γὰρ εἰρήκασιν· ὁ δὲ λόγος περὶ τῶν εἰς ως κοινολεκτουμένων ἐστί· τὸ γὰρ βοῦς βῶς λέγουσιν αἱ διάλεκτοι, καὶ ἰδοὺ περισπᾶται καὶ διὰ καθαροῦ. τοῦ ος κλίνεται, βοός γάρ, καὶ ἐπὶ ἄλλων δὲ εἰς ους τρέ‐ πει τὴν ου εἰς τὸ ω, καὶ οὐκ ἐναντιοῦται ταῦτα ἡμῖν, ἐπειδὴ οὐκ ἔστι | |
15 | φύσει εἰς ως. Τὰ εἰς ως ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ τος κλίνεται οἷον ἱδρώς ἱδρῶτος, ἀπτώς ἀπτῶτος, ἀγνώς ἀγνῶτος, τὸ δὲ λεώς λεώ καὶ νεώς νεώ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ Ἀττικά ἐστιν. Choer. 255, 33: τῶν εἰς ως βαρυτόνων τὰ μὲν βραχείᾳ παραλη‐ | |
20 | γόμενα διὰ τοῦ τος κλίνεται οἷον γέλως γέλωτος, ἔρως ἔρωτος, Νέ‐ πως Νέπωτος (ἔστι δὲ ὄνομα ὄρους). τὸ δὲ κάλως βαρύτονον ὂν καὶ βραχείᾳ παραληγόμενον οὐ κλίνεται διὰ τοῦ τος, ἀλλὰ Ἀττικῶς ἀπο‐ βολῇ τοῦ ς οἷον κάλως κάλω καὶ διὰ καθαροῦ τοῦ ος οἷον κάλως κάλωος, ὡς παρὰ Ἀπολλωνίῳ (I 1277) | |
25 | εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας καὶ (II 725) δερκόμενοι παράμειβον, ὑπὸ πνοιῇ δὲ κάλωες ὡσαύτως καὶ τοῦ Ἄθως ἡ κλίσις διττὴ καὶ Ἄθω καὶ Ἄθωος. τὰ δὲ μακρᾷ παραληγόμενα διὰ καθαροῦ τοῦ ος κλίνεται οἷον Μίνως Μίνωος | |
30 | (τὸ γὰρ ι ἐκτείνεται· ἰστέον δὲ ὅτι εὑρίσκεται σπανίως καὶ συστελλό‐ μενον), ἥρως ἥρωος. σεσημείωται τὸ εἵλως εἵλωτος, ὅτι μακρᾷ παρα‐ ληγόμενον διὰ τοῦ τος ἐκλίθη. εἵλωτες δὲ λέγονται οἱ τὴν Μεσσηνιακὴν οἰκοῦντες τῆς Πελοποννήσου. ἔστιν οὖν εἰπεῖν ὅτι ἕλως ἕλωτος ἦν καὶ ὡς βραχείᾳ παραληγόμενον διὰ τοῦ τος κλίνεται ὥσπερ γέλως | |
35 | γέλωτος, καὶ λοιπὸν πλεονάσαν τὸ ι ἐφύλαξε τὴν αὐτὴν κλίσιν καὶ | |
ἐγένετο εἵλως εἵλωτος. ἰστέον δὲ ὅτι οἱ Λακεδαιμόνιοι πάντας τοὺς | 713 | |
3,2714 | δούλους εἵλωτας καλοῦσι πρὸς ὕβριν τούτων, φημὶ δὴ τῶν τὴν Μεσ‐ σηνιακὴν οἰκούντων τῆς Πελοποννήσου. ἰστέον δὲ ὅτι Ἀθηναῖοι ἐπὶ τούτων πάντων ἰσοσύλλαβον ποιοῦνται κλίσιν· τοῦ γέλω γὰρ καὶ τοῦ Μίνω καὶ τοῦ ἥρω λέγουσιν. | |
5 | Choer. 259, 8: τὰ εἰς ως σύνθετα, εἰ μὲν κοινά ἐστι, τὴν τῶν ἁπλῶν φυλάττει κλίσιν οἷον ἱδρώς λυσίδρως λυσίδρωτος, ἔρως ἔρωτος χρυσέρως χρυσέρωτος, γέλως γέλωτος φιλόγελως φιλογέλωτος· εἰ δὲ Ἀττικά ἐστιν, ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν οἷον ὁ δύσερως τοῦ δύσερω, ὁ ἀξιόχρεως τοῦ ἀξιόχρεω, ὁ ἀνάπλεως ἀνάπλεω, ὁ εὔγηρως | |
10 | τοῦ εὔγηρω. Choer. 261, 4: τὰ εἰς ως Ἀττικὰ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενι‐ κὴν οἷον ὁ Μενέλεως τοῦ Μενέλεω, ὁ Ἰόλεως τοῦ Ἰόλεω, ὁ λεώς τοῦ λεώ, ὁ νεώς τοῦ νεώ, ὁ κάλως τοῦ κάλω, ὁ Τάλως τοῦ Τάλω, ὁ Τυφῶς καὶ ὁ ταῶς κοινῶς μὲν Τυφῶν καὶ ταών λέγεται καὶ διὰ τοῦ | |
15 | νος κλίνεται οἷον Τυφῶνος καὶ ταῶνος, Ἀττικῶς δὲ Τυφῶς καὶ ταῶς λέγεται καὶ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν τῷ Ἀττικῷ ἔθει οἷον ὁ τυφῶς τοῦ τυφῶ καὶ ὁ ταῶς τοῦ ταῶ, ὥσπερ ὁ ὀρφῶς τοῦ ὀρφῶ καὶ ὁ λαγῶς τοῦ λαγῶ (τυφῶς δέ ἐστιν ὁ σφοδρὸς ἄνεμος). καὶ ἀποροῦσί τινες λέγοντες, διατί τὸ τυφῶς καὶ ταῶς οὐ κλίνεται κοινῶς διὰ τοῦ | |
20 | τος, ὥσπερ τὸ ἱδρώς ἱδρῶτος καὶ ἀπτώς ἀπτῶτος. ἔστιν οὖν εἰπεῖν ὅτι πρῶτον μὲν ἐκεῖνα ὀξύτονά ἐστι, τὸ δὲ τυφῶς καὶ ταῶς περισπώ‐ μενά ἐστι· δεύτερον δὲ ταῦτα καὶ εἰς ν λήγει, τυφῶς τυφῶν, ταῶς ταῶν (sic), ὅπερ οὐ παρέπεται ἐκείνοις. Choer. 261, 27: ἔστι καὶ Περσικὰ ὀνόματα καὶ Αἰγύπτια εἰς ως | |
25 | λήγοντα, ἅτινα τὴν αὐτὴν κλίσιν ἐπιδέχεται τοῖς εἰς ως Ἀττικοῖς· οὐ μέντοι προπαροξύνεται κατὰ τὴν εὐθεῖαν, ὥσπερ οὐδὲ ἐν ταῖς ἄλλαις πτώσεσιν. ἔστι γὰρ Ἰνάρως ὄνομα βασιλέως, Παραμίζως ὄνομα εὐνού‐ χου, Σαβάκως. ἀποβολῇ δὲ τοῦ ς ποιεῖ τὴν γενικήν. —δεῖ δὲ ἡμᾶς ἀναμνησθῆναι καὶ τοῦτο, ὅτι ἥρως καὶ τὸ ἔρως καὶ τὸ γέλως, ἅτινα | |
30 | περιττοσυλλάβως παρ’ ἡμῖν κλίνεται, οἱ Ἀθηναῖοι ἰσοσυλλάβως κλίνου‐ σιν. τοῦ ἥρω γὰρ καὶ τοῦ ἔρω καὶ τοῦ γέλω λέγουσιν ἀλλ’ οὐχ οἷός τ’ εἴμ’ ἀποσοβῆσαι τὸν γέλων (Aristoph. Ran. 45). Choer. 257, 33: καὶ τὴν δοτικὴν εἰς ι ἀνεκφώνητον ποιοῦσιν οἱ Ἀττικοὶ οἷον τῷ ἥρῳ «ἥρῳ Δημοδόκῳ» (θ 483) καὶ «ἥρῳ Λαομέδοντι» | |
35 | (Η 453). τοῦτο δὲ τὸ ἥρῳ οὐ γίνεται κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν | |
ῳ δίφθογγον. πᾶσα γὰρ δοτικὴ ἑνικῶν εἰς ι ἀνεκφώνητον λήγουσα τὴν | 714 | |
3,2715 | γενικὴν ἔχει ἰσοσύλλαβον τῇ εὐθείᾳ οἷον τῷ κοχλίᾳ ὁ κοχλίας τοῦ κοχλίου, τῷ Χρύσῃ ὁ Χρύσης τοῦ Χρύσου, τῷ σοφῷ ὁ σοφός τοῦ σοφοῦ. εἰ ἐγέ‐ νετο οὖν τοῦτο κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν ῳ δίφθογγον, ἤμελλεν ἔχειν τὸ ι ἀνεκφώνητον, ὅπερ ἐστὶν ἀδύνατον, οὐδὲ γὰρ ἔχει | |
5 | τὴν γενικὴν ἰσοσύλλαβον τῇ εὐθείᾳ οἷον ἥρως ἥρωος· τούτου οὖν χάριν τοῦτο οὐ συναιρεῖται κατὰ τὴν δοτικήν, ἵνα μὴ εὑρεθῇ ἡ δοτικὴ εἰς ι ἀνεκφώνητον λήγουσα, τῆς γενικῆς περιττοσυλλαβούσης τῆς εὐθείας. ἀλλ’ ἔστι τὸ ἥρῳ ἀπὸ ἰσοσυλλάβου κλίσεως. Choer. 258, 18: ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν ἡ ἥρωε εὐθεῖα | |
10 | τῶν δυϊκῶν οὐ γίνεται κατὰ κρᾶσιν τοῦ ω καὶ ε εἰς τὸ ω, καὶ γὰρ εὑρίσκομεν τὸ ω καὶ ε εἰς τὸ ω κιρνώμενα, ὡς ἐπὶ τοῦ τῷ ἐμῷ τὠμῷ οὕτως δὲ εἰ ἐγένετο ἡ εὐθεῖα τῶν δυϊκῶν, οὐδὲν ἄτοπον συνέβαινεν, ἐπειδὴ τὸ ω τελικόν ἐστι τῆς εὐθείας τῶν δυϊκῶν οἷον τὼ ὁμήρω, τὼ ἀνθρώπω. ἔστιν οὖν εἰπεῖν, ὅτι ἡνίκα συναιρεῖται ἡ εὐθεῖα τῶν δυϊ‐ | |
15 | κῶν, πάντως ἡ γενικὴ τῶν ἑνικῶν μακροκαταληκτεῖ οἷον ὁ Δημοσθένης τοῦ Δημοσθένους τὼ Δημοσθένεε καὶ Δημοσθένη, ὁ Πηλεύς τοῦ Πη‐ λέως τὼ Πηλέε καὶ Πηλῆ, ἡ πόλις τῆς πόλεως τὰ πόλεε καὶ πόλη. ἐπειδὴ οὖν ἐπὶ τοῦ ἥρως ἥρωος οὐ μακροκαταληκτεῖ ἡ γενικὴ τῶν ἑνι‐ κῶν, οὐδὲ γὰρ γίνεται διὰ τοῦ ω Ἀττικῶς, εἰκότως οὐδὲ ἡ εὐθεῖα τῶν | |
20 | δυϊκῶν συναιρεῖται. Choer. 260, 30: ἐπὶ πάσης πτώσεως τὰ εἰς ως Ἀττικὰ τῆς ἰδίας εὐθείας τὸν τόνον φυλάττει. εἴτε γὰρ προπαροξύνεται ἡ εὐθεῖα εἴτε παροξύνεται εἴτε ὀξύνεται, ὁ αὐτὸς τόνος φυλάττεται καὶ ἐν ταῖς λοι‐ παῖς πτώσεσιν οἷον ὁ Μενέλεως τοῦ Μενέλεω τῷ Μενέλεῳ τὸν Μενέ‐ | |
25 | λεων ὦ Μενέλεως, ὁ κάλως τοῦ κάλω τῷ κάλῳ τὸν κάλων ὦ κάλως, ὁ λεώς τοῦ λεώ τῷ λεῴ τὸν λεών ὦ λεώς. | |
27t | Περὶ τῶν εἰς ς ληγόντων μετ’ ἐπιπλοκῆς συμφώνου. | |
28 | Choer. 265, 22: τὰ εἰς τὸ ς λήγοντα πρὸ τοῦ ς ἔχει ἢ τὸ λ ὡς τὸ ἅλς ἢ τὸ ν ὡς τὸ Τῖρυνς ἢ τὸ ρ ὡς τὸ μάκαρς. τὰ εἰς ς | |
30 | μετ’ ἐπιπλοκῆς συμφώνου λήγοντα διὰ δύο συμφώνων κλίνεται, δη‐ λονότι καὶ εἰς ος ἔχει τὴν γενικὴν καὶ τότε μὲν διὰ τοῦ τ κλίνεται, ἡνίκα ἔχει τὸ α οἷον μάκαρς μάκαρτος, δάμαρς δάμαρτος, τότε δὲ διὰ τοῦ θ κλίνεται, ἡνίκα οὐκ ἔχει τὸ α οἷον Τῖρυνς Τίρυνθος (ἔστι δὲ ὄνομα πόλεως τοῦ Ἄργους, ἐξ ἧς ἦν ὁ Εὐρυσθεύς), ἕλμινς ἕλμιν‐ | |
35 | θος. εἰ οὖν ἐστιν ἅλς, ὤφειλεν εἶναι ἡ γενικὴ ἁλτός, ἵνα εὑρεθῇ διὰ δύο συμφώνων ἐκφερομένη· ἀλλ’ ἐπειδὴ δασυνομένης τῆς εὐθείας ἔμελλε ψιλοῦσθαι ἡ γενικὴ (ἀδύνατον δέ ἐστι τὸ πνεῦμα τῆς εὐθείας ἐναλλάξαι κατὰ τὰς ἄλλας πτώσεις, θέλει γὰρ τὰ πνεύματα τῶν εὐθειῶν | |
φυλάττεσθαι καὶ ἐν ταῖς λοιπαῖς πτώσεσιν οἷον τοῦ ἄλγος ψιλουμένου | 715 | |
3,2716 | καὶ αἱ λοιπαὶ πτώσεις ψιλοῦνται ἄλγους ἄλγει ἄλγος, καὶ πάλιν τοῦ ἁγνός δασυνομένου καὶ αἱ λοιπαὶ πτώσεις δασύνονται οἷον τοῦ ἁγνοῦ τῷ ἁγνῷ τὸν ἁγνόν ὦ ἁγνέ), διὰ τοῦτο ἀπέβαλεν ἡ γενικὴ τὸ τ καὶ ἐγένετο ἁλός, ἵνα ὁμοίως τῇ εὐθείᾳ δασυνθῇ καὶ ἡ γενική. καὶ ἡ μὲν | |
5 | εὐθεῖα δασύνεται κανόνι τοιούτῳ· τὸ α τὸ ἀθροιστικόν, ἤγουν τὸ ση‐ μαῖνον ἄθροισιν, δασύνεσθαι θέλει οἷον ἅμαξα (εἴρηται δὲ ἅμαξα παρὰ τὸ ἅμα καὶ ἄγειν τὰ συνηθροισμένα), ἁθρόον ἀντὶ τοῦ ὁμοῦ (ἀθρόον δὲ ἀντὶ τοῦ ἐξαίφνης ψιλοῦται), ἅπας, ἅμα· οὕτως οὖν καὶ τὸ ἅλς, ὅτε ἐπὶ τῆς θαλάσσης, ὅπου πάντα τὰ ὕδατα ἁλίζεται, ἤγουν συναθροί‐ | |
10 | ζεται, εἴτε ἐπὶ τούτου τοῦ ἁλμυροῦ (ὅ, τι ἡ συνήθεια λέγει τὸ ἅλας οὐ‐ δετέρως, σπανίως εἰρημένον παρὰ τοῖς ἀρχαίοις), καὶ αὐτὸ γὰρ ἄθροισιν τινὰ σημαίνει. εἰ δὲ ἐγένετο ἡ γενικὴ ἁλτός, ἔμελλε ψιλοῦσθαι· τὸ γὰρ α καταλῆγον εἰς λ, ἐπιφερομένου συμφώνου τῆς τρίτης συζυγίας τῶν βαρυτόνων, τουτέστι τὸ δ ἢ θ ἢ τ, ψιλοῦσθαι θέλει οἷον ἀλθαία (ἔστι | |
15 | δὲ εἶδος βοτάνης), Ἄλτης (ὄνομα δὲ τοῦτο κύριον), ἀλδισκάνειν, ὅ ἐστιν ἅλλεσθαι, εὐλόγως οὖν ἀπέβαλε τὸ τ καὶ ἐγένετο ἁλός, ἵνα ὁμοίως τῇ εὐθείᾳ δασυνθῇ καὶ ἡ γενική. Choer. 268, 7: τὸ ἅλς ὅτε μὲν θηλυκῶς λέγεται δηλοῖ τὴν θάλασ‐ σαν καὶ ἕως τῶν ἑνικῶν κλίνεται μόνον. ὅτε δὲ τὸ ἁλμυρὸν τοῦτο | |
20 | δηλοῖ, ὃ οὐδετέρως ἅλας λέγεται ἐν τῇ συνηθείᾳ, ἀρσενικῶς λέγεται καὶ διόλου κλίνεται, τουτέστι καὶ εἰς τὰ ἑνικὰ καὶ εἰς τὰ δυϊκὰ καὶ εἰς τὰ πληθυντικά. Τὸ ἅλας τὸ οὐδετέρως λεγόμενον ἐν τῇ συνηθείᾳ σπανίως εὕρηται ἐν χρήσει. εὕρηται δὲ παρὰ Λύκωνι τῷ Τρωαδεῖ οἷον «τὸ ἅλας εὐῶδες | |
25 | ἢ δυσῶδες ὀρύσσεται». καὶ πάλιν «ἁλάτων μέδιμνον». καὶ λέγουσί τινες ὅτι ἀπὸ τούτου τοῦ οὐδετέρου γέγονε τὸ ἅλς τὸ ἀρσενικὸν κατὰ συγκο‐ πὴν τοῦ α, ὥσπερ καὶ ἀπὸ τοῦ κάρηνον οὐδετέρου γέγονε κατὰ συγκοπὴν τῆς νον συλλαβῆς τὸ κάρη θηλυκόν. οὗτοι δὲ οὐ καλῶς λέγουσιν. ἄτοπον γὰρ τὸ πλατέως εὑρισκόμενον ἐν χρήσει λέγειν γεγε‐ | |
30 | νῆσθαι ἐκ τοῦ σπανίως εὑρισκομένου ἐν χρήσει. φασὶ δέ τινες ὅτι οὐχ εὕρηται τὸ ἅλς τὸ ἀρσενικὸν αὐτὸ καθ’ ἑαυτό, ἀλλὰ πάντως μετὰ τοῦ χονδρός, χονδρὸς ἅλς, χονδροῦ ἁλός, χονδροὶ ἅλες. ψευδὲς δὲ τοῦτο, ὡς μαρτυρεῖ ὁ Ἀριστοφάνης εἰπὼν (Nub. 1237) ἁλσὶ διαμιχθεὶς ὄναιτ’ ἂν οὑτοσί (leg. διασμηχθεὶς). | |
35 | ἰδοὺ γὰρ οὐκ εἶπε χονδροῖς. καὶ πάλιν ὁ Μένανδρος, οὐκ ἔχω οὔτε ἅλας οὔτε ὄξος οὔτε ὀρίγανον (an οὐχ ἅλας ἔχων οὔτ’ ὄξος οὔτ’ ὀρίγανον?) | |
καὶ οὐκ εἶπε χονδροὺς ἅλας. | 716 | |
3,2717(1t) | Περὶ τῶν εἰς ἀμετάβολα, τῶν εἰς αν κτλ. | |
2 | Choer. 271, 13: τὰ εἰς αν λήγοντα καὶ μακρὸν ἔχει τὸ α καὶ προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ α πανταχοῦ μα‐ κρὸν οἷον Ἀλκμάν Ἀλκμᾶνος, Τιτάν Τιτᾶνος, παιάν παιᾶνος, Πάν | |
5 | Πανός ὅτε ἀρσενικόν ἐστι. πρόσκειται «ὅτε ἀρσενικόν ἐστιν», ἐπειδή ἐστιν οὐδέτερον τὸ πᾶν ἀπὸ τοῦ πᾶς ἀρσενικοῦ γεγενημένον, ὅπερ καὶ περισπᾶται καὶ διὰ τοῦ ντ κλίνεται πρὸς ὁμοιότητα τοῦ ἀρσενικοῦ· ὁ πᾶς γὰρ τοῦ παντός καὶ τὸ πᾶν τοῦ παντός. δεῖ γινώσκειν ὅτι ταῦτα, φημὶ δὴ τὸ Ἀλκμάν καὶ τὸ παιάν καὶ Τιτάν, προπερισπᾶται κατὰ τὴν | |
10 | γενικήν, ἐπειδὴ φύσει μακρά ἐστι πρὸ μιᾶς βραχείας οἷον Ἀλκμᾶνος, παιᾶνος, Τιτᾶνος· τὸ γὰρ Πάν Πανός ὀξύνεται κατὰ τὴν γενικὴν ὡς δισύλλαβον, ὥσπερ τὸ μηνός, χηνός, Ζηνός. Choer. 272, 8: Ἰστέον ὅτι καθόλου τὰ εἰς ἀμετάβολα λήγοντα ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ Ἀλκμάν ὦ Ἀλκμάν, | |
15 | ὁ παιάν ὦ παιάν, ὁ αὐχήν ὦ αὐχήν, ὁ σωλήν ὦ σωλήν, ὁ ποιμήν ὦ ποιμήν, ὁ δελφίν ὦ δελφίν, ἡ ἀκτίν ὦ ἀκτίν, ἡ Σαλαμίν ὦ Σαλαμίν, ἡ Ἐλευσίν ὦ Ἐλευσίν, ὁ ἀστήρ ὦ ἀστήρ, ὁ ξυστήρ ὦ ξυστήρ, ὁ ἐλα‐ τήρ ὦ ἐλατήρ, ὁ Σαρπηδών ὦ Σαρπηδών, ὁ ἀλεκτρυών ὦ ἀλεκτρυών, ὁ Μυρμιδών ὦ Μυρμιδών, ἡ Σιδών ὦ Σιδών· χωρὶς τεσσάρων τινῶν, | |
20 | φημὶ δὴ τοῦ ἄνερ, πάτερ, σῶτερ, δᾶερ, ταῦτα γὰρ οὐκ ἔχει τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν· αἱ γὰρ εὐθεῖαι τούτων εἰς ηρ εἰσὶν οἷον ἀνήρ, πατήρ, σωτήρ, δαήρ. ταῦτα δὲ ἀπολογίαν ἔχει τοιαύτην· τὸ μὲν ἄνερ, πάτερ, δᾶερ ἠκολούθησε τοῖς συγγενικοῖς αὐτῶν, φημὶ δὴ τῷ μῆτερ καὶ θύγατερ· ὥσπερ γὰρ τὸ μήτηρ καὶ θυγάτηρ ὀφείλοντα ἐν τῇ γενικῇ | |
25 | προπαροξυνθῆναι διὰ τὸ φυλάξαι τὸν τόνον τῆς εὐθείας ἐν τῇ αὐτῇ συλλαβῇ οἷον μήτηρ μήτερος καὶ θυγάτηρ θυγάτερος, ὥσπερ Δημήτηρ Δημήτερος καὶ εἰνάτηρ εἰνάτερος (σημαίνει δὲ τὴν σύννυμφον), οὐ προ‐ παροξύνθη ἀλλὰ παροξύνθη οἷον μητέρος, θυγατέρος καὶ ἠκολούθησε τοῖς συγγενικοῖς αὐτῶν, φημὶ δὴ τῷ ἀνέρος πατέρος δαέρος, τὸν αὐτὸν | |
30 | τρόπον καὶ ἐκ τοῦ ἐναντίου τὰ ἀρσενικὰ τοῖς θηλυκοῖς ἠκολούθησε κατὰ τὴν κλητικήν· καὶ ὥσπερ μῆτερ καὶ θύγατερ βαρυτόνως διὰ τοῦ ε, οὕτω καὶ ἄνερ πάτερ δᾶερ διὰ τοῦ ε βαρυτόνως· τὸ δὲ σῶτερ ψευδαιολικόν ἐστι καὶ τούτου χάριν συνέστειλε τὸ η εἰς τὸ ε ἐν τῇ κλητικῇ καὶ ἐβα‐ ρύνθη. οἱ γὰρ Αἰολεῖς ἔχουσιν πολλάκις συστέλλειν τὸ η εἰς τὸ ε ἐν | |
35 | τῇ κλητικῇ καὶ ἀναβιβάζειν τὸν τόνον οἷον ὁ τριβολετήρ ὦ τριβόλετερ Αἰολικῶς (ἔστι δὲ εἶδος ἀκάνθης). πρόσκειται δὲ «ψευδαιολικὸν» ἐπειδὴ οὐκ ἔστι κυρίως Αἰολικόν. οἱ γὰρ Αἰολεῖς τότε συστέλλουσι τὸ ε ἐν τῇ κλητικῇ, ἡνίκα μὴ μακρᾷ παραλήγεται οἷον ὁ τριβολετήρ ὦ τριβόλετερ. ἡνίκα γὰρ μακρᾷ παραλήγεται οὐ συστέλλουσι τὸ η εἰς τὸ ε ἐν τῇ κλη‐ | |
40 | τικῇ οἷον ὁ χρηστήρ παρὰ τοῖς Αἰολεῦσι (χρηστήρ δέ ἐστιν ὁ παρέχων | |
χρησμούς). τὸ οὖν σῶτερ μακρὰν ἔχον τὴν παραλήγουσαν οὐ δύναται | 717 | |
3,2718 | συσταλῆναι παρὰ τοῖς Αἰολεῦσι· διὰ τοῦτο οὖν εἰρήκαμεν, ὅτι ψευδαιο‐ λικόν ἐστι καὶ οὐ κυρίως Αἰολικόν. ἰστέον δὲ ὅτι τὸ ἄνερ, πάτερ, σῶτερ, δᾶερ, συστείλαντα τὸ η εἰς τὸ ε ἐν τῇ κλητικῇ, εὐλόγως ἐβα‐ ρύνθη. τὰ γὰρ εἰς ρ λήγοντα βραχυκατάληκτα ὑπὲρ μίαν συλλαβὴν | |
5 | ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν, χωρὶς τῆς ὑπέρ προθέσεως καὶ τοῦ ἀτάρ συνδέσμου καὶ αὐτάρ οἷον μάκαρ, ἄφαρ, ἦτορ, ἧπαρ, ἔαρ, φρέαρ, δέλεαρ, στέαρ, ὄνειαρ, οὕτως οὖν καὶ ἄνερ, πάτερ, σῶτερ, δᾶερ βαρυ‐ τόνως. πρόσκειται «βραχυκατάληκτα» διὰ τὸ πατήρ καὶ ἀνήρ ὀξυνό‐ μενα. πρόσκειται «ὑπὲρ μίαν συλλαβὴν» διὰ τὸν γάρ σύνδεσμον ὀξυ‐ | |
10 | νόμενον, οὗτος γὰρ βραχυκαταληκτεῖ καὶ ὀξύνεται, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ μίαν συλλαβήν. | |
12t | Περὶ τῶν εἰς ην. | |
13 | Choer. 274, 11: τὰ εἰς ην λήγοντα μονοσύλλαβα μὴ ὄντα μόνως θηλυκά, ἀλλ’ ἢ μόνως ἀρσενικὰ ἢ καὶ ἀρσενικὰ καὶ θηλυκά, προσθέσει | |
15 | τοῦ ος ποιεῖ τὴν γενικὴν καὶ τὸ η φυλάττει δηλονότι ἐν τῇ γενικῇ οἷον σπλήν σπληνός, σφήν σφηνός, μήν μηνός, Ζήν Ζηνός, ῥήν ῥηνός (σημαίνει δὲ τὸ πρόβατον οἷον ὡς παρὰ Νικάνδρῳ (Ther. 453) αὐτὰρ ὃ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν), χήν χηνός· τοῦτο δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς λέγεται, ὁ χήν γὰρ | |
20 | καὶ ἡ χήν· ὅτι δὲ καὶ θηλυκῶς λέγεται, ἐδήλωσεν ὁ ποιητὴς εἰπὼν (ο 161) αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον, τὸ δὲ φρήν, ἐπειδὴ μόνον ἐν τοῖς εἰς ην μονοσυλλάβοις μόνου θηλυκοῦ γένους ἐστί, τούτου χάριν ἔτρεψε τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ καὶ ἐγένετο φρενός· διαλλάξαν γὰρ κατὰ τὸ γένος πρὸς τὰ ἄλλα, διήλλαξε καὶ κατὰ | |
25 | τὴν κλίσιν. Τὰ εἰς ην λήγοντα ὀξύτονα ὑπὲρ μίαν συλλαβήν, ἐὰν μὲν ἔχῃ τὸ μ, ἐπὶ γενικῇ τὸ η εἰς ε τρέπει, ποιμένος λιμένος πυθμένος· ἀλλὰ μόνον τὸ Δαμήν ἐφύλαξε τὸ η· Δαμῆνος γὰρ ἐπιγράφεται Ἀργολικά. ἴσως δὲ ἐπεὶ κύριόν ἐστι, παραλλαγὴν ἐποιήσατο. τὸ δὲ Ἀλλαμήν παρ‐ | |
30 | αιτοῦμαι. οὐ γὰρ γνήσιον ὄνομα ὑπὸ Διοδώρου παραπεποιημένον. τὰ δὲ μὴ ἔχοντα τὸ μ φυλάττει τὸ η ἐν τῇ γενικῇ οἷον σωλήν σωλῆ‐ νος, τριβήν τριβῆνος, λειχήν λειχῆνος, δοθιήν δοθιῆνος πλὴν τοῦ ἀζήν ἀζένος καὶ τοῦ ἁδήν ἁδένος καὶ τοῦ αὐχήν αὐχένος. καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ην ὀξύτονα ἔχοντα ἐν τῇ παραληγούσῃ τὸ α καὶ μέρος σώ‐ | |
35 | ματος σημαίνοντα ἢ πάθος τρέπει τὸ η εἰς ε οἷον αὐχένος, ἁδένος, ἀζένος, τὸ γὰρ λειχήν καὶ δοθιήν οὐκ ἔχει τὸ α. Choer. 276, 16: τὰ εἰς ην λήγοντα βαρύτονα ὄντα μονογενῆ φυλάττει τὸ η καὶ ἐν τῇ γενικῇ οἷον Ἕλλην Ἕλληνος (τοῦτο γὰρ οὐκ ἔχει οὐδέτερον· οὐκ ἀγνοοῦμεν δὲ ὅτι καὶ θηλυκῶς λέγεται ἡ Ἕλλην), | |
40 | Γέρην Γέρηνος (ἔστι δὲ ὄνομα κύριον), Σέβην Σέβηνος (ἔστι δὲ ὄνομα | 718 |
3,2719 | ἥρωος). εἰ δὲ ἔχει οὐδετέρου παρασχηματισμόν, τρέπει τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ οἷον ἄρσην ἄρσενος, ἔχει γὰρ οὐδέτερον τὸ ἄρσεν, τέρην τέρενος, ἔχει γὰρ οὐδέτερον τὸ τέρεν· τὸ δὲ εἴρην ὁ Καλλίμαχος διὰ τοῦ ε ἔκλινεν εἰπὼν «ἀλλ’ ἀντὶ βρεφέων πολιὸν νέον εἴρενα μέσσον» | |
5 | καὶ ταῦτα μὴ ἔχοντα οὐδετέρου παρασχηματισμὸν καὶ ἴσως διὰ τὸ μέτρον τοῦτο ἐποίησεν. Choer. 277, 10: τὰ εἰς ἀμετάβολον λήγοντα βαρύτονα ἀποβάλ‐ λοντα τῆς γενικῆς τὴν ἐσχάτην τὸ ος ποιεῖ τὴν κλητικήν, Πλάτωνος ὦ Πλάτων, Ἕλληνος ὦ Ἕλλην, τέρην τέρενος ὦ τέρεν, Τρύφωνος ὦ | |
10 | Τρύφων, Μαχάονος ὦ Μαχᾶον, ἄρσενος ὦ ἄρσεν, τέρην τέρενος ὦ τέρεν, Ἕκτορος ὦ Ἕκτορ, Ἀγαμέμνονος ὦ Ἀγάμεμνον. καὶ ἐὰν εὑ‐ ρεθῇ ἡ γενικὴ ἔχουσα πρὸ τοῦ ος τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ οἷον θεράποντος ὦ θεράπον, λέοντος ὦ λέον, δράκοντος ὦ δράκον, γέροντος ὦ γέρον. σεσημείωται τὸ Ἄπολλον καὶ Ποσείδαον, | |
15 | ὡς παρὰ τῷ ποιητῇ (Ξ 357) πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνον. ταῦτα γὰρ φυλάξαντα τὸ ω ἐν τῇ γενικῇ, Ἀπόλλωνος γὰρ καὶ Ποσει‐ δάωνος, οὐκ ἐφύλαξε καὶ ἐν τῇ κλητικῇ αὐτό, ἀλλὰ συνέστειλαν αὐτὸ εἰς τὸ ο. καὶ περὶ μὲν τοῦ Ἄπολλον ἔστιν εἰπεῖν, ὅτι Αἰολικῶς συν‐ | |
20 | έστειλεν τὸ ω εἰς τὸ ο κατὰ τὴν κλητικήν· περὶ δὲ τοῦ Ποσείδαον ἔστιν εἰπεῖν, ὅτι ψευδαιολικόν ἐστιν καὶ οὐ κυρίως Αἰολικόν, ἐπειδὴ οὐκ ἴσασιν οἱ Αἰολεῖς ἐπὶ ταύτης τῆς λέξεως εἰς ων τὴν εὐθεῖαν, ἀλλ’ εἰς αν· Ποσείδαν γὰρ λέγουσι. τῆς οὖν εὐθείας εἰς ων μὴ οὔσης παρ’ αὐτοῖς πῶς δύναται ἡ κλητικὴ εἰς ον διὰ τοῦ ο γίνεσθαι Αἰολικῶς; | |
25 | τούτου οὖν χάριν εἴρηται, ὅτι ψευδαιολικόν ἐστι καὶ οὐ κυρίως Αἰο‐ λικόν. Choer. 278, 1: ἄξιον δέ ἐστι ζητῆσαι, διατί, ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουσα πρὸ τοῦ ος τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ οἷον θεράπων θεράποντος ὦ θεράπον, γέρων γέροντος ὦ γέρον, λέων λέον‐ | |
30 | τος ὦ λέον. ἔστιν οὖν εἰπεῖν ὅτι διὰ τοῦτο ἀποβάλλεται τὸ τ ἐν τῇ κλητικῇ, ἐπειδὴ οὐδέποτε λέξις Ἑλληνικὴ εἰς ἄφωνον καταλήγει. εἰ ἐφυλάχθη οὖν τὸ τ, ἤμελλεν ἡ λέξις εἰς ἄφωνον τὸ τ καταλήγειν, ὅπερ ἐστὶν ἀδύνατον. τούτου χάριν ἐὰν εὑρεθῇ ἡ γενικὴ ἔχουσα πρὸ τοῦ ος τὸ τ, καὶ τὸ τ ἀποβάλλεται ἐν τῇ κλητικῇ. | |
35t | Περὶ τῶν εἰς ιν. | |
36 | Choer. 70, 1 coll. 279, 6: τὰ εἰς ιν πάντα προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν καὶ πανταχοῦ φυλάττει τὸ ι μακρὸν οἷον δελφῖνος, ἀκτῖ‐ | |
νος, Σαλαμῖνος, ῥινός, θινός. | 719 | |
3,2720 | Choer. 281, 35: τὰ εἰς ιν δικατάληκτα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ δελφίς ὦ δελφίς, ὁ Τελχίς ὦ Τελχίς, ὁ δελφίν ὦ δελφίν, ὁ Τελχίν ὦ Τελχίν. St. B. 7, 18: τὴν Ἀβοριγίνων γενικὴν ὡς παρὰ Ἰόβα ἐν Ῥωμαϊ‐ | |
5 | κῆς ἱστορίας πρώτῳ «μέχρι μὲν οὖν τοῦ Τρωϊκοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομασίαν διέσωζον, Λατίνου δὲ βασιλεύσαντος οὕτως προσηγορεύθησαν». τινὲς οἴονται κλίνεσθαι ἀπὸ τῆς Ἀβοριγῖνος εὐθείας ὡς Λεοντῖνος Ἀκραγαντῖνος· ἀλλὰ Διονύσιος ὁ Ἁλικαρνασσεὺς Ἀβορι‐ γῖνες καὶ Ἀβοριγῖσί φησιν ὡς δελφῖσιν. ἔστι δὲ καὶ ἄλλη κλίσις ἐν | |
10 | χρησμῷ κειμένη, ὃν αὐτὸς παρατίθησιν· ὡς γὰρ ἀπὸ τοῦ ναῦται ναυ‐ τέων, οὕτως Ἀβοριγίναι Ἀβοριγινέων· ἔχει δὲ ὁ χρησμὸς οὕτως στείχετε μαιόμενοι Σικελῶν Σατουρνίαν αἶαν, ἠδ’ Ἀβοριγινέων Κοτύλην, οὗ νᾶσος ὀχεῖται, οἷς ἀναμιχθέντες δεκάτην ἐκπέμψετε Φοίβῳ, | |
15 | καὶ κεφαλὰς Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα. ἀλλ’ αὐτὸς τῷ χρησμῷ μὴ πειθόμενος ταῖς προειρημέναις ἐχρήσατο κλίσεσιν. | |
18t | Περὶ τῶν εἰς υν. | |
19 | Choer. 282, 23: τὰ εἰς υν λήγοντα προσθέσει τοῦ ος ποιεῖ τὴν | |
20 | γενικὴν οἷον Γόρτυν Γόρτυνος (ἔστι δὲ ὄνομα ἥρωος καὶ πόλεως Κρή‐ της), μόσυν μόσυνος (σημαίνει δὲ τὸν ξύλινον πύργον), Φόρκυν Φόρ‐ κυνος «Αἴας δ’ αὖ Φόρκυνα δαΐφρονα» (Ρ 312) καὶ παρ’ Εὐριπίδῃ «γωλειὰ καὶ Φόρκυνος οἰκητήριον», ἡ γὰρ αἰτιατικὴ ἡ «Φόρκυν θ’ Ἱπ‐ πόθοόν τε» (Ρ 318) ἀπὸ ἄλλης εὐθείας ἐστίν, ὡς ἀπὸ τοῦ ὁ Φόρκυς | |
25 | τοῦ Φόρκυος, ὥσπερ βότρυς βότρυος βότρυν· ὡσαύτως καὶ ἡ Γόρτυνα αἰτιατικὴ «Γόρτυνά τε τειχιόεσσαν» (Β 646) ἀπὸ τῆς Γόρτυν εὐθείας, ἡ δὲ Γόρτυν ἀπὸ τῆς Γόρτυς· φασὶ δὲ καὶ Γόρτυναν ὡς ἄμυναν. κίν‐ δυν κίνδυνος κίνδυνα· οὕτως δὲ ἔφη Σαπφὼ τὸν κίνδυνον· ὁ γοῦν Ἀλκαῖος τὴν δοτικὴν ἔφη τῷ κίνδυνι· αὕτη δὲ ἡ κίνδυνος γενικὴ | |
30 | μετάγεται εἰς εὐθεῖαν καὶ γίνεται ὁ κίνδυνος, ὥσπερ ὁ ψάρ τοῦ ψαρός καὶ ὁ ψάρος (sic), ὁ Τρώς τοῦ Τρωός καὶ ὁ Τρωός. ἡ κυνός γενικὴ οὐκ ἔστιν ἀπὸ τῆς κύν εὐθείας, ἀλλ’ ἀπὸ τῆς κύων κύονος κατὰ συγκοπήν. | |
33t | Περὶ τῶν εἰς ων. | |
34 | Choer. 294, 15 (consultis Theogn. 131, 31, Ep. Cr. I 438, 10, | |
35 | An. Par. III 324, 14, Mon. 32, 4): τὰ εἰς ων ὀξύτονα μονοσύλλαβα προσθέσει τοῦ ος κλίνεται καὶ φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς οἷον κλών | |
κλωνός, πρών πρωνός, ἐξ οὗ «καὶ πρώονες ἄκροι» (Π 299), Χών Χωνός, | 720 | |
3,2721 | Θών Θῶνος. μόνον δὲ τὸ χθών χθονός, ὡς θηλυκοῦ μόνον γένους ὂν ἐν τοῖς εἰς ων μονοσυλλάβοις, τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ· ὥσπερ καὶ τὸ φρήν φρενός, ὡς θηλυκοῦ μόνου γένους εὑρεθὲν ἐν τοῖς εἰς ην μονοσυλλάβοις, ἔτρεψε τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ. τὸ δὲ | |
5 | Θῶν Θῶντος (ἔστι δὲ ὄνομα κύριον) ἐκ πάντων τῶν μονοσυλλάβων προπερισπώμενον ἐμιμήσατο κατὰ κλίσιν τὴν σμῶντος κλῶντος δρῶντος μετοχήν. Choer. 284, 4: τὰ μὲν εἰς ων βαρύτονα τρεῖς κλίσεις ἐπιδέχεται ἢ γὰρ προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ ω οἷον | |
10 | Θέων Θέωνος, Πλάτων Πλάτωνος, Τρύφων Τρύφωνος, ἢ προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν καὶ τρέπει τὸ ω εἰς τὸ ο οἷον σώφρων σώ‐ φρονος, γείτων γείτονος, τέκτων τέκτονος, ἢ διὰ τοῦ ντ κλίνεται καὶ πάλιν τρέπει τὸ ω εἰς τὸ ο οἷον θεράπων θεράποντος, δράκων δρά‐ κοντος, λέων λέοντος. τὰ δὲ εἰς ων ὀξύτονα δύο κλίσεις ἐπιδέχεται· ἢ | |
15 | γὰρ προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ ω ὡς ἐπὶ τοῦ κοιτών κοιτῶνος, Ἑλικών Ἑλικῶνος, ἢ προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν καὶ τρέπει τὸ ω εἰς τὸ ο οἷον Σαρπηδών Σαρπηδόνος, ἀλε‐ κτρυών ἀλεκτρυόνος, οὐδέποτε δὲ διὰ τοῦ ντ κλίνεται· αὕτη γὰρ ἡ κλίσις μετοχῶν ἐστιν, ὡς ἐπὶ τοῦ λαβών λαβόντος, δραμών δραμόντος, | |
20 | πεσών πεσόντος, ἑκών ἑκόντος· τοῦτο γὰρ μετοχή. ὅτι γὰρ τὰ εἰς ων ὀνόματα ὀξύτονα ἀποστρέφεται τὴν διὰ τοῦ ντ κλίσιν δῆλον, εἴγε τὸ Σαρπηδών ὀξυνόμενον Σαρπηδόνος κλίνεται, ὅταν δὲ ἐκλίθη καὶ διὰ τοῦ ντ, τότε καὶ βαρεῖαν ἐπιδέχεται τάσιν οἷον Σαρπήδοντος ἑταῖρον (Μ 379) | |
25 | προπαροξυτόνως, ὡς ἀπὸ τῆς Σαρπήδων εὐθείας βαρυνομένης καὶ Σαρπήδοντι δ’ ἄχος γένετο (Μ 392) ὁμοίως προπαροξυτόνως καὶ Σαρπήδοντα ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ Σαρπῆδον Λυκίων βουληφόρε (Ε 633) προπερισπωμένως. | |
30 | Choer. 284, 30: τὰ δὲ εἰς ων περισπώμενα πάντα φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς καὶ οὐδέποτε τρέπει αὐτό, κλίνεται δὲ καὶ διὰ τοῦ ντ οἷον Ξενοφῶν Ξενοφῶντος, Ἀγλαοφῶν Ἀγλαοφῶντος, Δημοφῶν Δημοφῶντος, μόνον τὸ Ποσειδῶν καὶ Τυφῶν καὶ ταῶν φυλάττει μὲν τὸ ω ἐν τῇ γενικῇ καὶ οὐ κλίνεται διὰ τοῦ ντ οἷον Ποσειδῶνος καὶ | |
35 | Τυφῶνος καὶ τὰ ὅμοια. Choer. 298, 6: καὶ τὸ μὲν Ποσειδῶν ἔχει τοιαύτας ἀπολογίας· τὰ εἰς ων περισπώμενα οὐδέποτέ ἐστι παρασύνθετα οἷον Δημοφῶν, Ξενοφῶν· τὸ δὲ Ποσειδῶν παρασύνθετόν ἐστιν, ἀπὸ γὰρ τοῦ Ποσειδέης συνθέτου γέγονε Ποσειδέων Ποσειδῶν παρασύνθετον. εἰκότως οὖν ὡς διήλλαξε κατὰ | |
40 | τοῦτο πρὸς τὰ ἄλλα περισπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίσιν· ἄλλως | 721 |
3,2722 | τε δὲ τὰ εἰς ων περισπώμενα τὴν ἐντέλειαν διὰ τοῦ ο καὶ ω ἔχει οἷον ἀμνοκόων, Ἀγλαοφόων, Δημοφόων, ὡς παρὰ Καλλιμάχῳ νυμφίε Δημοφόων, ἄδικε ξένε. τὸ δὲ Ποσειδῶν οὐκ ἔχει τὴν ἐντέλειαν διὰ τοῦ ο καὶ ω, ἀλλ’ ἢ διὰ | |
5 | τοῦ α καὶ ω οἷον Ποσειδάων, ἢ διὰ τοῦ ε καὶ ω οἷον Ποσειδέων· εἰκότως οὖν ὡς διήλλαξε κατὰ τοῦτο πρὸς τὰ ἄλλα περισπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίσιν. ἔτι τὰ εἰς ων περισπώμενα οὐδέποτέ ἐστι παρώνυμα οἷον Ξενοφῶν Ἀγλαοφῶν, τὸ δὲ Ποσειδῶν παρώνυμόν ἐστιν, ἀπὸ γὰρ τοῦ Ποσειδέης γέγονε Ποσειδέων παρωνύμως, ὥσπερ | |
10 | καὶ ἀπὸ τοῦ Ἡρακλέης γέγονεν Ἡρακλέων παρωνύμως. καὶ λοιπὸν ἀπὸ τοῦ Ποσειδέων Ποσειδέωνος γίνεται Ποσειδῶν Ποσειδῶνος· ἐπειδὴ διήλλαξε καὶ κατὰ τοῦτο πρὸς τὰ ἄλλα περισπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίσιν. τὸ δὲ Ποσειδέων Ποσειδέωνος τὸ ω φυλάττει ἐπὶ τῆς γενικῆς, ἐπειδή, ὡς εἰρήκαμεν, παρώνυμόν ἐστιν ἀπὸ τοῦ Ποσειδέης. | |
15 | τὰ γὰρ εἰς ων παρώνυμα βαρύτονα τὸ ω φυλάττει ἐπὶ τῆς γενικῆς οἷον θεός Θέων Θέωνος, τρυφή Τρύφων Τρύφωνος, πλατύς Πλάτων Πλάτωνος. ἔτι τὰ εἰς ων περισπώμενα οὐδέποτε φύσει μακρᾷ παρα‐ λήγεται, ἀλλ’ ἢ βραχείᾳ, ὡς ἐπὶ τοῦ Δημοφῶν, Ἱπποκῶν, Κτησιφῶν, ἢ θέσει μακρᾷ, ὡς ἐπὶ τοῦ Δεξικρῶν· τὸ δὲ Ποσειδῶν φύσει μακρᾷ | |
20 | παραληγόμενον· εἰκότως οὖν ὡς διαλλάξαν κατὰ τοῦτο πρὸς τὰ ἄλλα περισπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίσιν. ἔτι τὰ εἰς ων περισπώμενα οὐδέποτε γίνεται παρὰ ταῖς διαλέκτοις εἰς αν· τὸ δὲ Ποσειδῶν γίνεται παρὰ τοῖς Αἰολεῦσι καὶ παρὰ τοῖς Δωριεῦσιν εἰς αν· οἱ μὲν γὰρ Δω‐ ριεῖς Ποτιδάν λέγουσιν ὀξυτόνως, οἱ δὲ Αἰολεῖς Ποτίδαν καὶ Ποσείδαν | |
25 | λέγουσι βαρυτόνως· εἰκότως οὖν ὡς διήλλαξε κατὰ τοῦτο πρὸς τὰ ἄλλα περισπώμενα, διήλλαξε καὶ περὶ τὴν κλίσιν. ἔτι τὰ εἰς ων περισπώ‐ μενα οὐδέποτε ἀποκοπὴν ἀναδέχεται κατὰ τὴν αἰτιατικὴν οἷον Ξενο‐ φῶντα, Ἀγλαοφῶντα· τὸ δὲ Ποσειδῶν ἀποκοπὴν ἀναδέχεται κατὰ τὴν αἰτιατικὴν καὶ γίνεται Ποσειδῶ | |
30 | νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον (Aristoph. Nub. 83), ὥσπερ τὸν Ἀπόλλωνα τὸν Ἀπόλλω· εἰκότως οὖν ὡς διαλλάξαν κατὰ τοῦτο πρὸς τὰ ἄλλα περισπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίσιν. Choer. 299, 26: τὸ δὲ τυφῶν καὶ ταῶν, ἐπειδὴ δισύλλαβά ἐστι, τῶν ἄλλων ὑπὲρ δύο συλλαβὰς ὄντων οἷον Ξενοφῶν Ἀγλαοφῶν Πο‐ | |
35 | σειδῶν, εἰκότως ὡς διαλλάξαντα κατὰ τὴν ποσότητα τῶν συλλαβῶν πρὸς τὰ ἄλλα περισπώμενα, διήλλαξε καὶ κατὰ τὴν κλίσιν καὶ ὅτι τὸ τυφῶν καὶ ταῶν ἁπλᾶ ἐστι, τῶν ἄλλων περισπωμένων μὴ ὄντων ἁπλῶν, ἀλλ’ ἢ συνθέτων, ὡς τὸ Δημοφῶν, Ξενοφῶν, Ἀγλαοφῶν, Κτησιφῶν, Ἱπποκῶν, Δεξικρῶν ἢ παρασύνθετον, ὥσπερ τὸ Ποσειδῶν, | |
40 | καὶ ἐπειδὴ τὸ τυφῶν καὶ ταῶν καὶ εἰς ως λήγει (λέγεται γὰρ καὶ τυφῶς | 722 |
3,2723 | καὶ ταῶς), τούτου χάριν οὐκ ἠκολούθησε τῇ κλίσει τῶν περισπωμένων καὶ ἐκλίθη διὰ τοῦ ντ. Choer. 71, 18: τὰ εἰς ων καθαρὰ ἀρσενικὰ δισύλλαβα βαρύτονα βραχείᾳ παραληγόμενα διὰ τοῦ ω κλίνεται οἷον Κάων Κάωνος, Φάων | |
5 | Φάωνος, Νέων Νέωνος, Θέων Θέωνος, Κλέων Κλέωνος, Ἴων Ἴωνος. τὸ Κρέων Κρέοντος ὡς μετοχικὸν διὰ τοῦ ντ κλίνεται· περὶ δὲ τῶν μετοχικῶν ὕστερον ἐροῦμεν. τὸ δὲ λέων λέοντος ὡς ἔχον θηλυκὸν τὸ λέαινα διὰ τοῦ ντ κλίνεται, ὁμοίως τῷ θεράπων θεράποντος, ὅτι καὶ θεράπαινα. | |
10 | Choer. 71, 26: τὰ εἰς ων καθαρὰ δισύλλαβα ἀρσενικὰ βαρύτονα εἰ ἔχοι πρὸ τέλους φύσει μακράν, διὰ τοῦ ο κλίνεται οἷον Ἄων Ἄονος, Δάων Δάονος, Χάων Χάονος, ῥᾴων ῥᾴονος, πλείων πλείονος, μείων μείονος, Μαίων Μαίονος «Μαίον’ ἄρα προέηκε» (Δ 398), κίων κίο‐ νος. τὸ δὲ αἰών ὀξύτονον διὰ τοῦ ω κλίνεται αἰῶνος. | |
15 | Choer. 71, 5: τὰ εἰς ων καθαρὰ βαρύτονα ἔχοντα δίχρονον ἐν τῇ παραληγούσῃ, εἰ μὲν ἐκτείνει τὸ δίχρονον, τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ οἷον Μαχάων Μαχάονος, Ἱκετάων Ἱκετάονος, Ἀρετάων Ἀρε‐ τάονος, Ἀμφίων Ἀμφίονος, Ὑπερίων Ὑπερίονος (σημαίνει δὲ τὸν ὑπὲρ ἡμᾶς ἀνατέλλοντα), Ἐχίων Ἐχίονος, Δολίων Δολίονος, ὀπάων ὀπάο‐ | |
20 | νος (ὁ ἀκόλουθος), κίων κίονος, πίων πίονος (ὁ λιπαρός), πρίων πρίο‐ νος· εἰ δὲ συστέλλει τὸ δίχρονον, φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον Ἠετίων Ἠετίωνος, Ἀμφιτρύων Ἀμφιτρύωνος, Εὐρυτίων Εὐρυτίωνος, Ἠλεκτρύων Ἠλεκτρύωνος, Εὐρυθαλίων Εὐρυθαλίωνος, Μοσχίων Μοσχίω‐ νος, Ἡφαιστίων Ἡφαιστίωνος, Ἐνδυμίων Ἐνδυμίωνος, Ἀστερίων Ἀστε‐ | |
25 | ρίωνος. ὅθεν τὸ Ὠρίων ἀναλογώτερόν ἐστι συστέλλον τὸ ι, ὡς παρ’ Εὐριπίδῃ (Cycl. 213) τά τ’ ἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι. ὁ γὰρ ποιητὴς ἐξέτεινεν αὐτὸ εἰπών (Σ 488) ἥ τ’ αὐτοῦ στρέφεται, καί τ’ Ὠρίωνα δοκεύει. | |
30 | κατὰ τοῦτον τὸν κανόνα καὶ τὸ κύων ὤφειλε κλίνεσθαι κύωνος ὡς Ἀμφιτρύωνος. ἔστι δὲ ἕτερος κανὼν ὁ λέγων· τὰ κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται. ἀπαιτοῦντος οὖν τοῦ μὲν τὸ ω, τοῦ δὲ τὸ ο, συνεκόπη τὸ ἀμφίβολον καὶ ἐγένετο κυνός. ἡ μέντοι κλητικὴ εὕρηται διὰ τοῦ ο μικροῦ ὡς ἀπὸ τῆς κύονος γενικῆς «ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον» | |
35 | (Λ 362). | 723 |
3,2724 | Τὰ εἰς ιων ὀξύτονα, εἰ μὲν θηλυκὰ ἢ κοινὰ τῷ γένει ἐστί, διὰ τοῦ ο κλίνεται οἷον χιών χιόνος, ἠϊών ἠϊόνος, Ἑρμιών Ἑρμιόνος πόλις Ἀργόλιδος, Ἰβιών Ἰβιόνος· ἔστι δὲ ὄνομα νήσου, ὁ ἡ περικτιών περικτιόνος, ἀμφικτιών ἀμφικτιόνος, ἰθυκτιών ἰθυκτιόνος· εἰ δὲ μόνως | |
5 | ἀρσενικά ἐστι, φυλάττει τὸ ω οἷον Κνακιών Κνακιῶνος, Ἀσιών Ἀσιῶ‐ νος, κυρηβιών κυρηβιῶνος, ἀνθεστηριών ἀνθεστηριῶνος, δοθιών δο‐ θιῶνος τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ἀντὶ τοῦ δοθιήν. Τὰ εἰς υων ὀξύτονα κατὰ γενικὴν τρέπει τὸ ω εἰς τὸ ο, εἰ μὴ συμπίπτει πόλεσιν οἷον ἀλεκτρυών ἀλεκτρυόνος, Γηρυών Γηρυόνος, | |
10 | Κερκυών Κερκυόνος, Ἀμφικτυών Ἀμφικτυόνος, κελενδρυών, κολοκτρυών. τὰ δὲ συμπίπτοντα πόλεσι κλίνεται διὰ τοῦ ω οἷον Σικυών ὁ κτιστὴς ὁμοφώνως τῇ πόλει Σικυῶνος. ὡσαύτως καὶ Κρεμμυών Κρεμμυῶνος καὶ Κρομμυών Κρομμυῶνος. Τὰ εἰς αιων ὑπερδισύλλαβα εἴτε βαρύτονα εἴτε ὀξύτονα διὰ τοῦ | |
15 | ω κλίνεται Εὐφραίων Εὐφραίωνος, Αἰγαίων Αἰγαίωνος, Ἀκταίων Ἀκταί‐ ωνος, Ἀλκμαίων, Εὐγαίων, Ἀθηναίων, Ἑκατομβαιών Ἑκατομβαιῶνος, ἐλαιών ἐλαιῶνος. Τὰ εἰς εων ὑπερδισύλλαβα ἀρσενικὰ καὶ θηλυκὰ εἴτε βαρύτονα εἴτε ὀξύτονα τὸ ω φυλάττει, Γελέων Γελέωνος—Γελέοντες δέ εἰσι φυλὴ | |
20 | παλαιά, μία τῶν τεσσάρων ἀπὸ Ἴωνος παίδων—Ἡρακλέων Ἡρα‐ κλέωνος, Ἀλκμέων, Τυφέων, Ποσειδέων Ποσειδέωνος ἐξ οὗ Ποσειδῶν συνῃρέθη, Ποσειδεών Ποσειδεῶνος ὄνομα μηνός, ἀνδρεών, παρθενεών, | |
πορθεών, λυμεών, ἀπατεών, Ἐλεών πόλις, Μεδεών πόλις, Ξυπετεών | 724 | |
3,2725 | Ξυπετεῶνος ὁ οἰκήτωρ δήμου Ξυπετῆς. τὸ δὲ Τελέων Τελέοντος ὡς μετοχικὸν διὰ τοῦ ντ κλίνεται. Τὰ εἰς ηων ὑπερδισύλλαβα φυλάττει τὸ ω κατὰ τὴν γενικὴν προ‐ πρήων προπρήονος, παιήων, ξυνήων, Ἰήων. | |
5 | Choer. 285, 3: τὰ εἰς ων πατρωνυμικὰ ἅπαντα φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς οἷον Ἀτρείων Ἀτρείωνος, Πηλείων Πηλείωνος, Πρια‐ μίων Πριαμίωνος, ὅθεν τὸ Κρονίων ἀναλογώτερόν ἐστι κλινόμενον διὰ τοῦ ω Κρονίωνος οἷον «ὅς ῥα παρὰ Κρονίωνι καθέζετο» (Α 405)· τὸ δὲ «Ζηνὸς δ’ οὐκ ἂν ἔγωγε Κρονίονος ἄσσον ἱκοίμην» (Ξ 247) | |
10 | ὑπερβιβασμὸν ἐδέξατο τοῦ χρόνου, καὶ τὸ μὲν ι ἐξετάθη, τὸ δὲ ο συνεστάλη. Τὰ διὰ τοῦ ιων ὑποκοριστικὰ φυλάττει τὸ ω κατὰ τὴν γενικὴν Ἡφαιστίων Ἡφαιστίωνος, Ξενίων Ξενίωνος, Μοσχίων, Ἠμαθίων, Με‐ λανίων, Πορφυρίων, Τυραννίων. εἰ δέ τι τούτων εἰς κυριότητα μετά‐ | |
15 | γοιτο, τὴν αὐτὴν φυλάττει κλίσιν. Choer. 286, 8: τὰ εἰς ων παρώνυμα βαρύτονα φυλάττει τὸ ω ἐπὶ γενικῆς οἷον θεός Θέων Θέωνος, τρυφή Τρύφων Τρύφωνος (εἰ γὰρ παρὰ τὸ τρυφῶ ῥῆμα ἦν, εἶχε τρέπειν τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, ὥσπερ ἐλεῶ ἐλεήμων ἐλεήμονος, φιλῶ Φιλήμων Φιλήμονος, νοῶ νοήμων | |
20 | νοήμονος), ἱερός Ἱέρων Ἱέρωνος, ἁβρός Ἅβρων Ἅβρωνος, πλατύς Πλάτων Πλάτωνος, κλέος Κλέων Κλέωνος, κῦδος Κύδων Κύδωνος, Ζεύς Διός Δίων Δίωνος, Αἰγαῖος Αἰγαίων Αἰγαίωνος, Καδμεῖος Καδμείων Καδμεί‐ ωνος, Ἀργεῖος Ἀργείων Ἀργείωνος, Βακχεῖος Βακχείων Βακχείωνος, φίλος Φίλων Φίλωνος, ἀγαθός Ἀγάθων Ἀγάθωνος, νίκη Νίκων Νίκω‐ | |
25 | νος. χωρὶς εἰ μὴ ᾖ ἀπὸ τῶν εἰς ος συνθέτων, ταῦτα γὰρ διὰ τοῦ ο κλίνεται οἷον αἷμα ἄναιμος ἀναίμων ἀναίμονος, τοὔνεκ’ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται (Ε 342), κῦμα ἔγκυμος ἐγκύμων ἐγκύμονος, πυγή κατάπυγος καταπύγων κατα‐ πύγονος (ὁ κίναιδος), χεῖμα ἄχειμος ἀχείμων ἀχείμονος. διὰ τοῦτο τὸ | |
30 | Ἀκταίων ἀναλογώτερόν ἐστι φυλάττον τὸ ω ἐν τῇ γενικῇ οἷον ὁρᾷς τὸν Ἀκταίωνος ἄθλιον μόρον (Eurip. Bacch. 337). τοῦτο γὰρ παρώνυμόν ἐστι καὶ οὐκ ἔστιν ἀπὸ τῶν εἰς ος συνθέτων, ἀπὸ γὰρ τοῦ ἀκτή γέγονεν ἀκταῖος καὶ Ἀκταίων. ὅταν οὖν γένηται διὰ τοῦ ο οἷον | |
35 | Ἀκταίονός τε μητέρ’, Αὐτονόην λέγω (Eurip. Bacch. 230), γνῶθι ὅτι συνεστάλη τὸ ω διὰ τὸ μέτρον. τὸ Ἰάσων οὐκ ἀντίκειται ἡμῖν, οὐδὲ γάρ ἐστι παρώνυμον παρὰ τὸ ἴασις, ἀλλὰ ῥηματικὸν παρὰ | |
τὸ ἰάσομαι μέσου μέλλοντος (sic). | 725 | |
3,2726 | Choer. 286, 30: τὰ εἰς ων κοινὰ τῷ γένει τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ οἷον ὁ σώφρων καὶ ἡ σώφρων τοῦ σώφρονος καὶ τῆς σώφρονος, ὁ τέκτων καὶ ἡ τέκτων τοῦ τέκτονος καὶ τῆς τέκτονος, ὁ γείτων καὶ ἡ γείτων τοῦ γείτονος καὶ τῆς γείτονος, ὁ τλήμων καὶ ἡ τλήμων | |
5 | τοῦ τλήμονος καὶ τῆς τλήμονος, ὁ ἴδμων καὶ ἡ ἴδμων τοῦ ἴδμονος καὶ τῆς ἴδμονος, ὁ ἄφρων καὶ ἡ ἄφρων τοῦ ἄφρονος καὶ τῆς ἄφρονος. χωρὶς εἰ μὴ ᾖ σύνθετα ἀπὸ τῶν εἰς ων φυλαττόντων τὸ ω ἐν τῇ γενικῇ, ἔστι γὰρ αἰών αἰῶνος, καὶ γίνεται εὐαίων εὐαίωνος ἐκ τούτου σύνθε‐ τον, καὶ ἔστι κοινὸν τῷ γένει, ὁ εὐαίων γὰρ καὶ ἡ εὐαίων, καὶ ὅμως | |
10 | φυλάττει τὸ ω ἐν τῇ γενικῇ· καὶ πάλιν ἔστι χιτών χιτῶνος, καὶ γίνεται ἀπὸ τούτου σύνθετον ἀχίτων ἀχίτωνος, χαλκοχίτων χαλκοχίτωνος, καὶ ἰδού ἐστι ταῦτα κοινὰ τῷ γένει· ὁ ἀχίτων γὰρ καὶ ἡ ἀχίτων, καὶ ὁμοίως ὁ χαλκοχίτων καὶ ἡ χαλκοχίτων, καὶ ὅμως φυλάττει τὸ ω ἐν τῇ γενικῇ· καὶ πάλιν ἔστι Πλάτων Πλάτωνος, καὶ ἐκ τούτου γίνεται | |
15 | σύνθετον φιλοπλάτων φιλοπλάτωνος, καὶ ἔστι κοινὸν τῷ γένει, ὁ φι‐ λοπλάτων γὰρ καὶ ἡ φιλοπλάτων, καὶ ὅμως φυλάττει τὸ ω ἐν τῇ γε‐ νικῇ. δεῖ προσθεῖναι καὶ χωρὶς τοῦ αἴθων αἴθωνος καὶ εἴρων εἴρωνος, ταῦτα γὰρ κοινά ἐστι τῷ γένει ὁ αἴθων καὶ ἡ αἴθων, ὁ εἴρων καὶ ἡ εἴρων, καὶ ὅμως φυλάττει τὸ ω ἐν τῇ γενικῇ διὰ τὸν χαρακτῆρα τῶν | |
20 | εἰς θων καὶ εἰς ρων δισυλλάβων βαρυτόνων. Choer. 288, 29: τὰ εἰς ων ἔχοντα θηλυκὸν διὰ τοῦ αινα διὰ τοῦ ντ κλίνεται, καὶ δῆλον ὅτι τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ οἷον δράκων δράκοντος ὅτι καὶ δράκαινα, θεράπων θεράποντος ὅτι θεράπαινα, λέων λέοντος ὅτι λέαινα. καὶ τὰ κύρια δὲ ὀνόματα παρ’ ἡμῖν ἐφύλαξε τὴν | |
25 | αὐτὴν κλίσιν οἷον Δράκοντος τοῦ Στρατονικέως, καὶ Λέοντος, καὶ πά‐ λιν Δράκοντος τοῦ νομοθέτου. πρόσκειται δὲ «παρ’ ἡμῖν» ἐπειδὴ οἱ Αἰολεῖς Δράκωνος εἰρήκασιν ἐπὶ τοῦ κυρίου ὀνόματος, ἐπὶ γὰρ τοῦ θηρίου καὶ αὐτοὶ δράκοντος λέγουσι. σημειούμεθα δὲ ἐν τῷ κανόνι τούτῳ τὸ Λάκων Λάκωνος, ἔστι δὲ ἐθνικόν, τοῦτο γὰρ ἔχον θηλυκὸν | |
30 | διὰ τοῦ αινα οἷον Λάκαινα οὐ κλίνεται διὰ τοῦ ντ, οὐδὲ γὰρ λέγονται Λάκοντες ἀλλὰ Λάκωνες διὰ τοῦ ω, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ὑπάγεται καὶ τῷ κανόνι τῶν ὑποκοριστικῶν καὶ τῷ λόγῳ τῶν ἐθνικῶν. τὸ δὲ γείτων καὶ τέκτων ἔχει θηλυκὸν διὰ τοῦ αινα οἷον γείταινα καὶ τέκταινα καὶ οὐ κλίνεται διὰ τοῦ ντ, γείτονος γὰρ καὶ τέκτονος. ἰστέον δὲ | |
35 | ὅτι ταῦτα κοινά ἐστι τῷ γένει οἷον ὁ γείτων καὶ ἡ γείτων, ὁ τέκτων καὶ ἡ τέκτων· ἀλλ’ οἱ ποιηταὶ καὶ παρωνύμως ποιοῦσιν αὐτὰ διὰ τοῦ αινα οἷον γείταινα καὶ τέκταινα, γίνεο μοι τέκταινα βίου δαμάτειρά τε λιμοῦ, ὥσπερ καὶ ἐκ τοῦ θεός γέγονε θέαινα παρωνύμως. | |
40 | Τὰ εἰς ων βαρύτονα ἐθνικὰ φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον | 726 |
3,2727 | Μίτων Μίτωνος, Ἴτων Ἴτωνος, Καδμείων Καδμείωνος, Ἀργείων Ἀρ‐ γείωνος, Λάκων Λάκωνος, Κύδων Κύδωνος, Καύκων Καύκωνος «καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί» (Κ 429), Κίκων Κίκωνος· τὸ γὰρ «Κικόνεσσι γεγώνευν» (ι 47) καὶ τὸ «Ἰλιόθεν με φέρων ἄνεμος | |
5 | Κικόνεσσι πέλασσεν» (ι 39) διὰ τὸ μέτρον διὰ τοῦ ο ἐκλίθη. σεσημείω‐ ται τὸ Μέμνων Μέμνονος· ἐθνικὸν γάρ ἐστι καὶ ὅμως τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ ὥσπερ καὶ τὸ κύριον ὄνομα. Τὰ εἰς ων ἐθνικὰ ὀξύτονα τρέπει τὸ ω εἰς ο ἐν τῇ γενικῇ οἷον Αὐσών Αὐσόνος, Μυγδών Μυγδόνος, Σιδών Σιδόνος «ἐπεὶ Σιδόνες | |
10 | πολυδαίδαλοι εὖ ἤσκησαν» (Ψ 743), Μυρμιδών Μυρμιδόνος, Μακεδών Μακεδόνος. Choer. 74, 4: τὰ εἰς ων δισύλλαβα ἔχοντα δύο σύμφωνα κατὰ σύλληψιν μὴ ὄντα παρώνυμα τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ οἷον τέκτων τέκτονος διὰ τὰ δύο σύμφωνα, ἴδμων ἴδμονος (ὁ ἔμπειρος), | |
15 | φράδμων φράδμονος (ὁ συνετός), πρόφρων πρόφρονος (ὁ πρόθυμος), ἄφρων ἄφρονος, ἄκμων ἄκμονος, Μέμνων Μέμνονος. πρόσκειται «μὴ ὄντα παρώνυμα» διὰ τὸ Ἅβρων Ἅβρωνος, ἔστι δὲ ὄνομα κύριον, τοῦτο γὰρ φυλάττει τὸ ω, ἀλλὰ παρώνυμόν ἐστι παρὰ τὸ ἁβρός καὶ Μέρμνων ὄνομα παρὰ Θεοκρίτῳ (3, 35), παρὰ γὰρ τὸ μέρμνης. | |
20 | Τὰ εἰς ων ἰαμβικὰ πρὸ τέλους ἔχοντα τὸ ι φυλάσσει τὸ ω ἐπὶ τῆς γενικῆς ὁμοίως βαρύτονα καὶ ὀξύτονα, Ἴτων Ἴτωνος ὄνομα πό‐ λεως, κιθών κιθῶνος, τρίβων τρίβωνος τὸ διδασκαλικὸν ἱμάτιον, Σίμων Σίμωνος. Choer. 74, 12: τὰ εἰς ων λήγοντα σύνθετα εἴτε βαρύτονα ᾖ εἴτε | |
25 | ὀξύτονα εἴτε περισπώμενα τὴν τῶν ἁπλῶν φυλάττει κλίσιν οἷον χθών χθονός ἐνοσίχθων ἐνοσίχθονος (ὁ τὴν γῆν κινῶν), Μέμνων Μέμνονος Ἀγαμέμνων Ἀγαμέμνονος, τέκτων τέκτονος ἀρχιτέκτων ἀρχιτέκτονος, γέρων γέροντος ὠμογέρων ὠμογέροντος, Μέδων Μέδοντος Αὐτομέ‐ δων Αὐτομέδοντος, χιτών χιτῶνος χαλκοχίτων χαλκοχίτωνος, αἰών | |
30 | αἰῶνος εὐαίων εὐαίωνος, θυρών θυρῶνος προθυρών προθυρῶνος, κοιτών κοιτῶνος προκοιτών προκοιτῶνος, δαιτυμών δαιτυμόνος φιλο‐ δαιτύμων φιλοδαιτύμονος, Ξενοφῶν Ξενοφῶντος φιλοξενοφῶν φιλο‐ ξενοφῶντος, Ποσειδῶν Ποσειδῶνος μισοποσείδων μισοποσείδωνος. Τὰ εἰς ων περιεκτικὰ καὶ ὡς περιεκτικὰ ὀξύνεται καὶ τὸ ω φυ‐ | |
35 | λάττει ἐπὶ τῆς γενικῆς οἷον κοιτών κοιτῶνος, δαφνών δαφνῶνος, ἀμπελών ἀμπελῶνος, παρθενών παρθενῶνος, ἀκανθών ἀκανθῶνος, ἐλαφηβολιών ἐλαφηβολιῶνος, ἀνθεστηριών ἀνθεστηριῶνος, μεταγειτνιών | |
μεταγειτνιῶνος, πυανεψιών πυανεψιῶνος, βοηδρομιών βοηδρομιῶνος. | 727 | |
3,2728 | [δοκεῖ τὸ κανών κανόνος ἀντικεῖσθαι. περιέχει γὰρ τὰ ὑπ’ αὐτῷ καὶ ὅμως τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ.] Τὰ εἰς ων λήγοντα θηλυκὰ βαρύτονα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον μήκων μήκωνος, τρήρων τρήρωνος οἷον «τρήρωνα πέλειαν» (Χ 140), | |
5 | ἅλων ἅλωνος, Ἀσκάλων Ἀσκάλωνος. Τὰ εἰς ων ὀξύτονα θηλυκὰ μὴ ὄντα ἐπὶ πόλεων τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ οἷον πλαγγών πλαγγόνος, χελιδών χελιδόνος, ἀηδών ἀηδόνος, τρυγών τρυγόνος, εἰκών εἰκόνος, σινδών σινδόνος, λαγών λαγόνος, χιών χιόνος, σιαγών σιαγόνος, ἁλκυών ἁλκυόνος, Ἀμαζών | |
10 | Ἀμαζόνος. τούτῳ τῷ λόγῳ καὶ τὸ χθών χθονός τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ. σεσημείωται τὸ τυφεδών τυφεδῶνος καὶ μελεδών μελε‐ δῶνος. ταῦτα γὰρ διὰ τοῦ ο ἔδει γράφειν, ἀλλὰ ποιητικά ἐστι καὶ διὰ τὸ μέτρον ποιητικῶς διὰ τοῦ ω ἐγένετο. Τὰ εἰς ων ἐπὶ πόλεων εἴτε βαρύτονα ᾖ εἴτε ὀξύτονα φυλάττει τὸ | |
15 | ω ἐν τῇ γενικῇ οἷον Κρότων Κρότωνος, Ἀσκάλων Ἀσκάλωνος, Ἴτων Ἴτωνος «Ἴτωνά τε μητέρα μήλων» (Β 696), Πυθών Πυθῶνος, Πλευ‐ ρών Πλευρῶνος, Ἀντρών Ἀντρῶνος, Καλυδών Καλυδῶνος, Ἀμυδών Ἀμυδῶνος. τὸ γὰρ Λακεδαίμων τοῦ ἁπλοῦ κλίσιν ἐφύλαξε, λέγω δὴ τοῦ δαίμων δαίμονος καὶ τούτου χάριν διὰ τοῦ ο ἐκλίθη. σημειούμεθα | |
20 | δὲ τὸ Ὀλοοσσών Ὀλοοσσόνος «πόλιν Ὀλοοσσόνα λευκήν» (Β 739) καὶ Ἀνθηδών Ἀνθηδόνος καὶ καθόλου πάντα, ὅσα ἐστὶ ἐπὶ πόλεων εἰς δων τῷ η παραληγόμενα ὀξύτονα οἷον Ἰσσηδών Ἰσσηδόνος, Ἀσπληδών Ἀσπλη‐ δόνος, Τερηδών Τερηδόνος, Καρχηδών Καρχηδόνος ἡ ἐν τῇ Λιβύῃ, Καλχηδών Καλχηδόνος ἡ κατὰ Βυζάντιον, ἥτις καὶ Χαλκηδών καλεῖται· | |
25 | εὑρίσκομεν γὰρ διφορουμένην τὴν χρῆσιν. ἔτι δὲ σεσημείωται τὸ Ἑρ‐ μιών Ἑρμιόνος καὶ Ἠϊών Ἠϊόνος καὶ Ἰβιών Ἰβιόνος καὶ τὸ Σιδών Σι‐ δόνος, ὅπερ συναπηνέχθη τοῖς εἰς δων λήγουσι ῥηματικοῖς ἤγουν τῷ ἀλγηδών ἀλγηδόνος, ἀηδών ἀηδόνος, μετέπεσε δὲ παρ’ Ὁμήρῳ (ο 424) Σιδῶνος γραφόμενον ὡς Ἀντρῶνος, Πλευρῶνος. οἱ δὲ ὕστερον τὰς | |
30 | ὅλας πλαγίας τῆς Σιδῶνος τῷ ω μεγάλῳ παραληγομένας προφέρουσιν. Τὰ εἰς βων λήγοντα εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς εἴτε βαρύτονα εἴτε ὀξύτονα διὰ τοῦ ω κλίνεται, στίλβων στίλβωνος, Στίβων Στίβωνος, Στράβων Στράβωνος, Ἄμβων Ἄμβωνος, Νάρβων Νάρβωνος, Σίρβων Σίρβωνος, βουβών βουβῶνος, Ἀλαβών Ἀλαβῶνος, ἀρραβών | |
35 | ἀρραβῶνος. σεσημείωται τὸ Χαρναβῶν περισπώμενον διὰ τοῦ ντ κλι‐ νόμενον καὶ φυλάττον τὸ ω, Σοφοκλῆς Τριπτολέμῳ «καὶ Χαρναβῶν‐ | |
τος, ὃς Γετῶν ἄρχει τανῦν». | 728 | |
3,2729 | Τὰ εἰς γων δισύλλαβα ὀξύτονα μὴ ὄντα περιεκτικὰ μηδὲ ἐπὶ πό‐ λεως διὰ τοῦ ο κλίνεται οἷον πυγών, λαγών, σταγών, τὸ δὲ ἀγών ὡς περιεκτικὸν καὶ τὸ Ὀργών νῆσος ὡς ἐπὶ πόλεως φυλάττει τὸ ω. Τὰ εἰς γων λήγοντα ἀρσενικὰ ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ | |
5 | τοῦ ω κλίνεται ἢ διὰ τοῦ οντ οἷον Σαλάγγων Σαλάγγωνος «μέσφα Σα‐ λάγγωνος ποταμοῦ» (Apoll. Rhod. Arg. IV 337), Ἐρίγων Ἐρίγωνος, ἀρίγων ἀρίγωνος (ἔστι δὲ εἶδος δόρατος), προάγων προάγωνος· Οὐκα‐ λέγων Οὐκαλέγοντος, Πελάγων Πελάγοντος, Ἁρπάγων Ἁρπάγοντος τῷ λόγῳ τῶν μετοχικῶν. τὸ δὲ καταπύγων βαρυνόμενον καὶ διὰ τοῦ | |
10 | ο κλιθὲν εἶχεν ἀφορμὴν τὸ παρώνυμον εἶναι τοῦ κατάπυγος ὡς καὶ τοῦ ἄπειρος τὸ ἀπείρων. τὰ δὲ ὀξύτονα διὰ τοῦ ο κλίνεται Παφλαγών Παφλαγόνος, Λαιστρυγών Λαιστρυγόνος, Πηλαγών Πηλαγόνος «Πηλα‐ γόνων ἐλατῆρα», ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ συμμάχου ἀρσενικῶς «ἀρη‐ γόνος ἡμετέροιο», Πηλεγών Πηλεγόνος. | |
15 | Choer. 75, 11: τὰ εἰς δων λήγοντα δισύλλαβα βαρύτονα διὰ τοῦ ω κλίνεται, εἰ μὴ μετοχικὴν κλίσιν ἀναδέχεται οἷον κώδων κώδω‐ νος, Φαίδων Φαίδωνος, Φείδων Φείδωνος, Μείδων Μείδωνος (ὀνόματα δὲ ταῦτα κύρια), χλίδων χλίδωνος (οὗτος δὲ λέγεται κόσμος ὁ περὶ τοὺς βραχίονας), τὸ Λάδων (ἔστι δὲ ὄνομα ποταμοῦ) ὑπὸ Ἀντιμάχου | |
20 | διὰ τοῦ ω κέκλιται ἀναλόγως οἷον Λάδωνος, ὡσαύτως δὲ καὶ ὑπὸ Ἐρατοσθένους ἐκλίθη Λάδωνος· τὸ μέντοι Νέδων τῷ λόγῳ τῶν μετο‐ χικῶν διὰ τοῦ ντ κλίνει Κόριννα οἷον Νέδοντος, οἱ δὲ περὶ Δίδυμον καὶ Ἀπίωνα διὰ τοῦ ω κλίνουσιν ἀναλόγως οἷον Νέδωνος. τὸ Μέδων (ἔστι δὲ κύριον ὄνομα) ὁ μὲν ποιητὴς Ὅμηρος διὰ τοῦ ντ κλίνει οἷον | |
25 | Μέδοντος τῷ λόγῳ τῶν μετοχικῶν, Ἰσαῖος δὲ ὁ ῥήτωρ καὶ Ἀριστοτέ‐ λης ἐν Ὀπουντίων Πολιτείᾳ Μέδωνός φασιν ἀναλόγως. τὸ δὲ κνώδων τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ κλίνεται, καὶ ἴσως ὅτι σύνθετόν ἐστι παρὰ τὸ ὀδούς ὀδόντος καὶ τὴν τοῦ ἁπλοῦ ἐφύλαξε κλίσιν οἷον ὡς παρὰ τῷ Σοφοκλεῖ (Ai. 1025) | |
30 | τοῦδ’ αἰόλου κνώδοντος ἀντὶ τοῦ ξίφους. Τὰ εἰς δων δισύλλαβα ὀξύτονα διὰ τοῦ ο κλίνεται οἷον Μυγδών Μυγδόνος, Σαρδών Σαρδόνος, σινδών σινδόνος, Μαρδών Μαρδόνος, φλεδών φλεδόνος, κληδών κληδόνος, Σιδών Σιδόνος τὸ ἐθνικὸν καὶ | |
35 | Σιδών Σιδόνος ἡ πόλις, τὸ γὰρ Σιδῶνος παρ’ Ὁμήρῳ μετέπεσε γρα‐ φόμενον ὡς Ἀντρῶνος Πλευρῶνος. τὸ δὲ Ἠδῶνες μεταπέπλασται ἐκ | |
τοῦ Ἠδωνοί. | 729 | |
3,2730 | Choer. 75, 30: τὰ εἰς δων ὑπὲρ δύο συλλαβὰς βαρύτονα μὴ ὄντα παρώνυμα μηδὲ σύνθετα παρὰ τὸ ὀδούς διὰ τοῦ ντ κλίνεται καὶ δη‐ λονότι τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ οἷον Κελάδων Κελάδοντος (ἔστι δὲ ὄνομα ποταμοῦ), Λαομέδων Λαομέδοντος, Αὐτομέδων Αὐτο‐ | |
5 | μέδοντος (ὀνόματα δὲ καὶ ταῦτα κύρια), Ἀκήδων Ἀκήδοντος ὄνομα ποταμοῦ, Σαρπήδων Σαρπήδοντος (ἔστι δὲ ὄνομα κύριον)· ἡ Σαρπηδό‐ νος γενικὴ ἀπὸ τῆς Σαρπηδὼν ὀξυτόνου εὐθείας ἐστί. πρόσκειται «μὴ ὄντα παρώνυμα», ἐπειδὴ τὰ παρώνυμα φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς οἷον κόρυδος Κορύδων Κορύδωνος (ἔστι δὲ ὄνομα κύριον), κίναδος | |
10 | Κινάδων Κινάδωνος, κέλαδος Κελάδων Κελάδωνος· τὸ γὰρ Κελάδοντος μετοχικόν ἐστι. καὶ τὰ παρὰ τὸ ὀδούς δὲ σύνθετα διὰ τοῦ ντ κλίνε‐ ται καὶ δηλονότι τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ οἷον Θερμώδων Θερμώδοντος (ἔστι δὲ ὄνομα ποταμοῦ), Παμπάδων Παμπάδοντος, Χαλ‐ κώδων Χαλκώδοντος (ἔστι δὲ ταῦτα ὀνόματα κύρια), ἀμφώδων ἀμφώ‐ | |
15 | δοντος, κρατερώδων κρατερώδοντος, χαυλιόδων χαυλιόδοντος. ταῦτα δὲ παρὰ τὸ ὀδούς σύνθετα πολλάκις πέφυκε διὰ τὸ μέτρον ἀποβάλλειν τὸ τ ἐκ τῆς γενικῆς καὶ φυλάττει τὸ ο οἷον ἀμφώδων ἀμφώδοντος καὶ ἀμφώδων ἀμφώδονος. Τὰ εἰς δων λήγοντα ὀξύτονα ὑπὲρ δύο συλλαβὰς τρέπει τὸ ω εἰς | |
20 | ο κατὰ γενικὴν οἷον χελιδών χελιδόνος εἴτε τὸ ὄρνεον εἴτε ὁ περὶ τελετῶν γράψας, Σαρπηδών Σαρπηδόνος εἴτε ὁ ἥρως εἴτε ἡ πέτρα εἴτε ἡ ἀκτὴ εἴτε ἡ νῆσος (ὡς παρὰ Σοφοκλεῖ ἐν Αἰχμαλωτίσι εἴρηται «Σαρ‐ πηδὼν ἀκτή», ἐν Τυμπανισταῖς «ἡμεῖς δ’ ἐν ἄντροις, ἔνθα Σαρπηδὼν πέτρα». καὶ ἡ νῆσος ἰδίως ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖσα ὡς | |
25 | ὁ τὰ Κύπρια φησί· τῷ δ’ ὑποκυσαμένη τέκε Γοργόνας, αἰνὰ πέλωρα, αἳ Σαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ, νῆσον πετρήεσσαν). Τενθρηδών, Πρόθου πατήρ, Φαρκηδών, Ἀπιδών, Μυρμιδών, Ἰσσηδών, | |
30 | Ἀσπληδών, Μακεδών καὶ καθόλου τὰ διὰ τοῦ ηδων καὶ εδων εἴτε ἀρ‐ σενικὰ εἴτε θηλυκὰ διὰ τοῦ ο τὴν κλίσιν ἔχει. τὸ γὰρ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα | |
λεσχαίνεις | 730 | |
3,2731 | ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν. δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ παραλή‐ γοιτο τῷ υ» διὰ τὸ Καλυδών Καλυδῶνος καὶ Ἀμυδών Ἀμυδῶνος. Choer. 76, 19: τὰ εἰς ων λήγοντα δισύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ς κύρια μὲν ὄντα φυλάττει τὸ ω | |
5 | ἐπὶ τῆς γενικῆς, προσηγορικὰ δὲ ὄντα τρέπει τὸ ω εἰς ο ἐν τῇ γενικῇ. ἔστω δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· καὶ τῶν μὲν κυρίων οἷον Ῥίζων Ῥίζωνος (ὁ τοῦ Κάδμου υἱός), Ἄζων Ἄζωνος (ποταμὸς Λυκίας καὶ ὄνομα ἀνδρός), Ὄζων Ὄζωνος (ὄνομα ποταμοῦ), Πρήξων Πρή‐ ξωνος, Δέξων Δέξωνος, Αἴξων Αἴξωνος, Μύρσων Μύρσωνος, Κτήσων | |
10 | Κτήσωνος, Πράσων Πράσωνος (εἷς τῶν Αἰγύπτου παίδων), Λεύσων Λεύσωνος (ὄνομα δὲ τοῦτο κυνός), Γράσων Γράσωνος (ὄνομα κύριον), ᾧ ὁμοίως κλίνεται καὶ τὸ νῦν ἐν τῇ συνηθείᾳ ἐπιθετικὸν λεγόμενον, Παύσων Παύσωνος, Θράσων Θράσωνος (ταῦτα δέ ἐστιν ὀνόματα κύρια καὶ διὰ τοῦ ω κλίνεται). τὸ Αἴσων κύριον ὄνομα ὂν διχῶς κλίνεται, | |
15 | καὶ γὰρ διὰ τοῦ ω κατὰ τὸν κανόνα τοῦτον οἷον Αἴσωνος υἱὸς Κρηθέως ἀφ’ αἵματος, καὶ διὰ τοῦ ο ποιητικῶς διὰ τὸ μέτρον οἷον ὡς παρὰ τῷ ποιητῇ «Αἴ‐ σονά τ’ ἠδὲ Φέρητα» (λ 258). τὰ μέντοι μὴ ὄντα κύρια διὰ τοῦ ο κλίνεται οἷον μείζων μείζονος, ἄξων ἄξονος, κρείσσων κρείσσονος, πάσ‐ | |
20 | σων πάσσονος (ὁ παχύτερος), μάσσων μάσσονος (σημαίνει δὲ τὸν μεί‐ ζονα), εἰ δὲ καὶ κύριον σημαίνει τοῦτο (σημαίνει ποταμὸν ἐν Πελο‐ ποννήσῳ), δηλονότι τὴν αὐτὴν κλίσιν ἐφύλαξε τὸ καύσων καύσωνος παρώνυμόν ἐστι παρὰ τὸ καῦσις, καὶ τούτου χάριν φυλάττει τὸ ω ἐν τῇ γενικῇ. | |
25 | Choer. 77, 12: τὰ εἰς ων ὑπὲρ δύο συλλαβὰς βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ς διὰ τοῦ ω θέλει κλίνεσθαι οἷον Ἁλίζων Ἁλίζωνος (ἔστι δὲ ἐθνικόν), Ὀνάσων Ὀνάσωνος, Τυλίσων Τυλίσωνος, Τελέσων Τελέσωνος (ἔστι δὲ ταῦτα ὀνόματα κύρια). σεσημείωται τὸ Ἰάσων Ἰάσονος διὰ τοῦ ο κλιθέν (ἔστι δὲ ὄνομα κύριον) καὶ ἴσως ὡς ἔχον μακρὸν | |
30 | τὸ α ἐν τῇ παραληγούσῃ διὰ τοῦ ο ἐκλίθη ὁμοίως τῷ Μαχάων Μα‐ χάονος καὶ Ἱκετάων Ἱκετάονος. τὸ δὲ Ὑψίζων Ὑψίζοντος (ἔστι δὲ ὄνομα ποταμοῦ) τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ κλίνεται, τὸ δὲ ὀλίζων ὀλίζονος (ἔστι δὲ ὁ ὀλιγώτερος) ὡς συγκριτικὸν διὰ τοῦ ο ἐκλίθη, ὁμοίως τὸ μάσσων μάσσονος, κρείσσων κρείσσονος καὶ τὰ ὅμοια. | |
35 | Τὰ εἰς ων ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ς | |
ἐπίθετα ὄντα ἢ ἐθνικὰ τρέπει τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς οἷον Αὐσών | 731 | |
3,2732 | Αὐσόνος, πρηξών πρηξόνος· οὕτως γὰρ τοὺς ἀγοραίους καλοῦσι Σικελοί, δραξών δραξόνος, ἀλαζών ἀλαζόνος, ἀμαζών ἀμαζόνος τὸ ἐπίθετον· λέγεται γὰρ καὶ ἀρσενικῶς ὡς παρὰ Καλλιμάχῳ «ἵν’ ἀμαζόνες ἄνδρες ἔωσιν». ἀλαζών ἀλαζόνος τὸ ἐπίθετον. τὸ γὰρ ἐπὶ ἔθνους φυλάττει τὸ ω ἐπὶ γενικῆς. τὸ Ὀλιζών | |
5 | ὀξύτονον ἐπὶ πόλεως διὰ τοῦ ω κλίνεται, τὸ δὲ κισσών κισσῶνος διὰ τοῦ ω οὐ μάχεται, περιεκτικὸν γάρ. Choer. 77, 24: τὰ εἰς ων λήγοντα δισύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν δασέων διὰ τοῦ ω κλίνεται. ἔστω δὲ παρα‐ δείγματα τοῦ κανόνος ταῦτα· μόθων μόθωνος, μάλθων μάλθωνος (ὁ | |
10 | μαλθακός), Ῥίνθων Ῥίνθωνος (ὄνομα κύριον), κώθων κώθωνος (εἶδος ποτηρίου), καὶ τὸ ἐν τῇ συνηθείᾳ ἐφ’ ὕβρει λεγόμενον αἴθων αἴθωνος ὁ διάπυρος, Σίθων Σίθωνος πατὴρ Παλλήνης, πίθων πίθωνος ὁ πίθη‐ κος ὑποκοριστικῶς, ῥώθων ῥώθωνος, Τρύφων Τρύφωνος, σίφων σίφω‐ νος, κύφων κύφωνος, Βρύχων Βρύχωνος (ὄνομα ποταμοῦ), Τύχων Τύ‐ | |
15 | χωνος (δαίμων παρὰ τὴν Ἀφροδίτην, ἔστι δὲ ὄνομα κύριον), Σόφων Σόφωνος, Ξίφων Ξίφωνος (ὄνομα κυνός), Σπέρχων Σπέρχωνος (ὄνομα κυνός), καὶ τὸ γλήχων γλήχωνος, βαρυνόμενον ἐπὶ τῆς γενικῆς φυλάσ‐ σει τὸ ω, εἰ καὶ παρὰ Ἀττικοῖς ὀξύνεται καὶ θηλυκῶς λέγεται. Choer. 78, 3: τὰ δὲ ὑπὲρ δύο συλλαβὰς μετοχικὰ μὲν ὄντα διὰ | |
20 | τοῦ ντ κλίνεται, καὶ δηλονότι τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ οἷον Φαέθων Φαέθοντος, Πυριφλεγέθων Πυριφλεγέθοντος, Πολυσπέρχων Πολυσπέρχοντος· παρώνυμα δὲ ὄντα διὰ τοῦ ω κλίνεται οἷον ἀγαθός Ἀγάθων Ἀγάθωνος, κίναιθος Κιναίθων Κιναίθωνος. τὸ ἐνοσίχθων ἐνο‐ σίχθονος διὰ τοῦ ο κλιθὲν τοῦ ἁπλοῦ, φημὶ δὴ τοῦ χθών χθονός, τὴν | |
25 | κλίσιν ἐφύλαξεν, ἐνοσίχθων δέ ἐστιν ὁ τὴν γῆν κινῶν. Τὰ εἰς ων λήγοντα δισύλλαβα ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν δασέων διὰ τοῦ ω κλίνεται πιθών πιθῶνος, κιθών κιθῶνος ὁ χιτών, Πυθών Πυθῶνος, τὸ δὲ Σιθών Σιθόνος ὡς ἐθνικὸν τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ. | |
30 | Καὶ τὰ ὑπὲρ δύο συλλαβὰς ὀξύτονα διὰ τοῦ ω κλίνεται Μαραθών Μαραθῶνος, Ἀργανθών Ἀργανθῶνος ὄνομα ὄρους, Κολοφών Κολοφῶ‐ νος. τὸ δὲ κατηφών κατηφόνος τρέπει τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς. τὸ δὲ Ἱπποθῶν περισπώμενον Ἱπποθῶντος διὰ τοῦ ω καὶ διὰ τοῦ ντ κλίνεται. | |
35 | Choer. 78, 11: τὰ εἰς ων λήγοντα δισύλλαβα βαρύτονα ἔχοντα ψιλὸν σύμφωνον πρὸ τοῦ ω μὴ ὄντα κοινὰ μήτε ἔχοντα θηλυκὸν διὰ τοῦ αινα φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς. ἔστω δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· Χάλκων Χάλκωνος (ἔστι δὲ ὄνομα κύριον), Γλαύκων Γλαύκωνος, Λάκων Λάκωνος (ὁ Λακεδαιμόνιος), Δόρκων Δόρκωνος, | |
40 | κνάκων κνάκωνος (καὶ ὁ λευκὸς καὶ ὁ πυρρός), φάλκων φάλκωνος, | 732 |
3,2733 | μήκων μήκωνος, Λάμπων Λάμπωνος (ἔστι δὲ ὄνομα κύριον), σκήπων σκήπωνος, Πλούτων Πλούτωνος (ὁ Ἅιδης), Πλάτων Πλάτωνος, Μέ‐ των Μέτωνος (ὀνόματα δὲ ταῦτα κύρια), Μύτων Μύτωνος (ὁ Μιτυλη‐ ναῖος), Κρότων Κρότωνος, Κάπων Κάπωνος, Καύκων Καύκωνος (ἔθνος | |
5 | δέ εἰσιν οἱ Καύκωνες), δράπων δράπωνος (ὁ δραπέτης, ὑποκοριστικῶς), Σάπων Σάπωνος, Δούπων Δούπωνος (εἷς τῶν κενταύρων), Ἕρπων Ἕρπωνος (ὄνομα κύριον), Λύπων Λύπωνος (καὶ αὐτὸ ὄνομα κύριον), Κίκων Κίκωνος ὃ διὰ μέτρον διὰ τοῦ ο ἐκλίθη παρὰ τῷ ποιητῇ «Κίκο‐ νες Κικόνεσσι γεγώνευν» (ι 47). τὸ δὲ πέπων (σημαίνει δὲ τὸν προσ‐ | |
10 | φιλέστατον), καὶ γείτων καὶ τέκτων, κοινά ἐστι τῷ γένει. τὸ δὲ ἄκων ἄκοντος, σημαίνει δὲ τὸ ἀκόντιον, ἐξ οὗ καὶ τὸ «ἐς δοῦπον ἀκόντων» (Υ 451) παρὰ τῷ ποιητῇ, ἔχει θηλυκόν, τὸ ἄκαινα· ὡσαύτως καὶ τὸ δράκων δράκοντος ἔχον θηλυκὸν διὰ τοῦ αινα οἷον δράκαινα διὰ τοῦ ντ ἐκλίθη, καὶ τὸ κύριον δὲ ὄνομα παρ’ ἡμῖν τὴν αὐτὴν κλίσιν φυλάττει | |
15 | Δράκοντος τοῦ Στρατονικέως. πρόσκειται «παρ’ ἡμῖν», ἐπειδὴ οἱ Αἰο‐ λεῖς Δράκωνος εἰρήκασι τὴν γενικὴν διὰ τοῦ ω ἐπὶ τοῦ κυρίου ὀνόμα‐ τος, τῷ κανόνι τῷ προλεχθέντι ἑπόμενοι (ἐπὶ γὰρ τοῦ θηρίου καὶ αὐτοὶ δράκοντος)· τὸ δὲ Λάκων Λάκωνος εἰ καὶ ἔχει θηλυκὸν διὰ τοῦ αινα τὸ Λάκαινα, ἀλλ’ οὖν τῷ κανόνι τῷ προλεχθέντι ἐφύλαξε τὸ ω ἐπὶ τῆς | |
20 | γενικῆς. Καὶ τὰ ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ ω κλίνεται οἷον σαλά‐ κων σαλάκωνος, Χαρίτων Χαρίτωνος, Ἀρίστων Ἀρίστωνος, Κεράτων Κεράτωνος, Μελίτων Μελίτωνος. τὸ Τριάκων (ἔστι δὲ ὄνομα κύριον) διὰ τοῦ ντ ἐκλίθη οἷον Τριάκοντος, καὶ ἴσως ἐπειδὴ γειτνιᾷ τοῦτο τῷ | |
25 | τριάκοντα ἀριθμῷ· τὸ μέντοι θεράπων θεράποντος ὡς ἔχον θηλυκόν, λέγω δὴ διὰ τοῦ αινα, φημὶ δὴ τὸ θεράπαινα, διὰ τοῦ ντ ἐκλίθη ὁμοίως τῷ λέων λέοντος λέαινα. Τὰ εἰς ων ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν ψιλῶν, μὴ ὄντα ἐθνικά, φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς οἷον ἀγκών ἀγκῶνος, κροτών | |
30 | κροτῶνος εἶδος ζῴου φθαρτικοῦ, Πλατανιστών Πλατανιστῶνος ὄνομα ποταμοῦ. πρόσκειται «μὴ ὄντα ἐθνικὰ» διὰ τὸ Βιστών Βιστόνος, ἐθνι‐ κὸν γὰρ καὶ διὰ τοῦ ο κλίνεται. τὸ δὲ εἰκών εἰκόνος θηλυκόν. τὸ δὲ Εὐρυπῶν περισπώμενον διὰ τοῦ ντ κλίνεται. Choer. 79, 22: τὰ εἰς ων λήγοντα δισύλλαβα βαρύτονα κύρια | |
35 | ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν ἀμεταβόλων φυλάττει τὸ ω ἐπὶ τῆς γενι‐ κῆς, Ἕρμων Ἕρμωνος, Τίμων Τίμωνος, Κόνων Κόνωνος, Ῥήμων Ῥή‐ μωνος, Σίνων Σίνωνος, Φαίνων Φαίνωνος, Ζήνων Ζήνωνος, Μόλων | |
Μόλωνος, Δόλων Δόλωνος, Φίλων Φίλωνος, Γέλων Γέλωνος, Πέλ‐ | 733 | |
3,2734 | λων Πέλλωνος, Πύλων Πύλωνος, Χέλλων Χέλλωνος, Θήρων Θήρωνος, Χάρων Χάρωνος, Χείρων Χείρωνος (ἐπὶ τοῦ Κενταύρου· τὸ γὰρ συγκρι‐ τικὸν τρέπει τὸ ω εἰς τὸ ο ἐπὶ τῆς γενικῆς οἷον χείρονος, ἐπὶ τοῦ ἐλάττονος), Μαύρων Μαύρωνος, Νέρων Νέρωνος, Νάρων Νάρωνος | |
5 | (ποταμός)· τὸ γὰρ «Νάρονος ὄχθας» παρὰ τῷ Νικάνδρῳ (Ther. 607) διὰ τὸ μέτρον συνεστάλη τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ. σεσημαίωται τὸ Πάμμων Πάμμονος διὰ τοῦ ο κλιθὲν οἷον «Πάμμονά τ’ Ἀντίφονόν τε» (Ω 250) (ἔστι δὲ ὄνομα κύριον). τὰ παρὰ τὸ φρήν φρενός γινό‐ μενα τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ οἷον ἄφρων ἄφρονος, σώφρων | |
10 | σώφρονος, Λυκόφρων Λυκόφρονος (ἔστι δὲ ὄνομα κύριον), περίφρων περίφρονος (ὁ συνετός), δαΐφρων δαΐφρονος, ἐχέφρων ἐχέφρονος (ση‐ μαίνει δὲ ταῦτα τὸν συνετόν). Choer. 80, 10: τὰ εἰς ων λήγοντα προηγουμένου ἀμεταβόλου κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται οἷον πρόφρων πρόφρονος (ὁ πρόθυμος) | |
15 | ὁ πρόφρων καὶ ἡ πρόφρων, ἄφρων ἄφρονος ὁ ἄφρων καὶ ἡ ἄφρων, αἵμων αἵμονος ὁ αἵμων καὶ ἡ αἵμων· σημαίνει δὲ τὸν ἔμπειρον, οἰκτίρ‐ μων οἰκτίρμονος, ἐλεήμων, εὐδαίμων, ἀπείρων. σεσημείωται τὸ εἴρων εἴρωνος, ὅτι κοινὸν τῷ γένει ὂν φυλάττει τὸ ω. ἔχει δὲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰς ων ἔχοντα τὸ ρ δισύλλαβα ἁπλᾶ μὴ ἔχοντα οὐ‐ | |
20 | δέτερον φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον Μάρων Χείρων Νέρων. Τὰ εἰς λων δισύλλαβα βαρύτονα φυλάττει τὸ ω Δρίλων, Φίλων, Μίλων, τίλων, βρίλων ὁ βαλανεύς, Χίλων, Σόλων, Δόλων, κήλων, Μήλων ὁ Ἡρακλῆς, Σάλων, Γέλων, Μέλων, Κύλων, Πύλων. ὡσαύ‐ τως καὶ τὰ ὀξύτονα πυλών μυλών. | |
25 | Τὰ εἰς λων λήγοντα ὑπὲρ δύο συλλαβὰς ἀρσενικὰ ὀξύτονά τε καὶ βαρύτονα φυλάττει τὸ ω οἷον Ἀπόλλων Ἀπόλλωνος, Ἀσκάλων Ἀσκά‐ λωνος, ἀφ’ οὗ καὶ ἡ πόλις, Κεφάλων Κεφάλωνος, Καστάλων Καστά‐ λωνος ὄνομα πόλεως, Βαβυλών Βαβυλῶνος, ἀμπελών ἀμπελῶνος, καμη‐ λών καμηλῶνος. τὸ δὲ μιμαλλών διὰ τοῦ ο κλινόμενον οὐ μάχεται θηλυ‐ | |
30 | κὸν ὄν· δηλοῖ γὰρ τὰς μαινάδας. τὸ δὲ Ἀτιτάλλων τῶν μετοχῶν ἐφύλαξε τὴν κλίσιν ὡς Ἀτιτάλλοντος. ὁ γὰρ τοιοῦτος χαρακτὴρ μετο‐ χῶν ἐστιν, ἰάλλων, ἰνδάλλων, ἀτασθάλλων, ἀγάλλων. Τὰ εἰς μων δισύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ μ ἀμετάβολον μὴ ὄντα κύρια διὰ τοῦ ο κλίνεται οἷον τέρμων τέρμονος, χάρμων χάρμο‐ | |
35 | νος, σίρμων σίρμονος· τὸ δὲ Σάλμων Σάλμωνος καὶ Ἄμμων Ἄμμωνος κύρια. Τὰ εἰς μων δισύλλαβα ἔχοντα πρὸ τοῦ μ σύμφωνον κατὰ σύλληψιν τρέπει τὸ ω Λάκμων Λάκμονος ἡ κορυφὴ τοῦ ὄρους, φράδμων φράδμο‐ | |
νος, ἴδμων ἴδμονος, ἄκμων ἄκμονος ἐπί τε κυρίου καὶ προσηγορικοῦ. | 734 | |
3,2735 | Τὰ εἰς μων ὑπὲρ δύο συλλαβὰς παραληγόμενα α βραχεῖ εἴτε ὀξύ‐ τονα εἴτε βαρύτονα διὰ τοῦ ω κλίνεται Τελαμών Τελαμῶνος, καλαμών, πλαταμών, Ποτάμων Ποτάμωνος, Νασάμων Νασάμωνος. σεσημείωται τὸ τεράμων τεράμονος διὰ τοῦ ο κλινόμενον. | |
5 | Τὰ εἰς μων ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν βραχεῖαν ὑπεσταλμένης τῆς εἰς α παραλήξεως βαρύτονα διὰ τοῦ ω κλίνεται οἷον Ἀρτέμων, Πολέμων, Διδύμων. τὰ δὲ ὀξύτονα διὰ τοῦ ονος κλίνεται οἷον δαιτυμών δαιτυμόνος, Ἰτυμών Ἰτυμόνος, κηδεμών, ἀκρεμών, ἐθνυμών. | |
10 | Τὰ εἰς μων ὑπὲρ δύο συλλαβὰς φύσει μακρᾷ παραληγόμενα βαρύ‐ νεται καὶ διὰ τοῦ ο κλίνεται οἷον ἀμύμων ἀμύμονος, ἐγκύμων ἐγκύμο‐ νος, Φιλήμων, Ἡγήμων. Τὰ εἰς νων ὑπὲρ δύο συλλαβὰς βαρύτονα ὡς ἐπὶ τὸ πλεῖστον μετο‐ χικά ἐστι καὶ τὴν τῶν μετοχῶν κλίσιν ἀναδέχεται οἷον Ὑγιαίνων Ὑγιαί‐ | |
15 | νοντος ὄνομα ἰατροῦ, Αὐξάνων Αὐξάνοντος ὄνομα κύριον. τὸ ἀμείνων ἀμείνονος συγκριτικὸν τὴν τῶν συγκριτικῶν κλίσιν ἐφύλαξεν. Τὰ εἰς νων ὀξύτονα φυλάττει τὸ ω, Κραννών Κραννῶνος, δαφνών δαφνῶνος, ξενών, πλατανών, τὸ δὲ κανών τρέπει τὸ ω εἰς ο κανόνος. Τὰ εἰς ρων ὀνόματα δισύλλαβα μὴ ὄντα συγκριτικὰ φυλάττει τὸ ω | |
20 | ἐπὶ τῆς γενικῆς οἷον Μύρων Μύρωνος, Χάρων Χάρωνος. τὸ οὖν γέ‐ ρων οὐκ ἐφύλαξε τὸ ω, διότι ἡ (immo ὡς) μετοχὴ ἐκλίθη. συνηκολού‐ θησε γὰρ τῇ φέρων φέροντος. Τὰ εἰς ρων ὀνόματα ὑπερδισύλλαβα βαρύτονα διὰ τοῦ ο κλίνεται οἷον Ὑπείρων Ὑπείρονος «Ὑπείρονα ποιμένα λαῶν» (Ε 144), τὸ δὲ | |
25 | Ἱέρων Ἱέρωνος διὰ τοῦ ω κλίνεται, ἔστι γὰρ παρώνυμον παρὰ τὸ ἱερός, τὸ δὲ Ἀχέρων Ἀχέροντος ὡς μετοχὴ ἐκλίθη. Τὰ εἰς ρων ὀξύτονα τὸ ω φυλάττει, οἰρών οἰρῶνος ἡ χάραξις τοῦ ἀρότρου, Βραυρών Βραυρῶνος. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν περισπώμενα διὰ τοῦ ντ κλίνεται. | |
30t | Περὶ κινήσεως τῶν εἰς ων. | |
31 | Choer. 290, 19: πᾶσα δοτικὴ ἑνικῶν εἰς ν λήγουσα, τροπῇ τοῦ ν εἰς τὸ ς τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον ποιμένι ποιμέσι, αὐχένι αὐχέσι, φρενί φρεσί, σωλῆνι σωλῆσι, Πλάτωνι Πλάτωσι, Δίωνι Δίωσι, Μέμνονι Μέμνοσι, γείτονι γείτοσι, οὕτως οὖν καὶ Θέωνι Θέωσι καὶ | |
35 | σώφρονι σώφροσι. —τὸ δὲ λέων λέοντος ἔχει ἐπὶ δοτικῆς τῶν πληθυντικῶν | 735 |
3,2736 | λέουσιν. ἀπὸ γὰρ τῆς δοτικῆς τῶν ἑνικῶν κανονίζεται ἡ δοτικὴ τῶν πληθυντικῶν τούτῳ τῷ τρόπῳ· πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα πρὸ τοῦ ι λαμβάνουσα τὸ ς καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἐκφωνεῖσθαι στοιχεῖα τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ, | |
5 | ὄφεϊ ὄφεσι, πόλεϊ πόλεσι, βότρυϊ βότρυσι, Πάριδι Πάρισι, Θέτιδι Θέ‐ τισι, Πλάτωνι Πλάτωσι, Μέμνονι Μέμνοσι, Ἕκτορι Ἕκτορσι, Νέστορι Νέστορσι· οὕτως οὖν καὶ λέοντι λέουσι τοῦ ς προσελθόντος καὶ ἀπο‐ βληθέντων τῶν μὴ δυναμένων σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχείων, φημὶ δὴ τοῦ ν καὶ τοῦ τ. διὰ τοῦτο δὲ ἡ λέουσι δοτικὴ τὸ υ προσέλαβεν, | |
10 | ἐπειδὴ ἡ παραλήγουσα τῆς δοτικῆς τῶν πληθυντικῶν οὐ θέλει εἶναι ἐλάττων τῆς παραληγούσης τῶν ἄλλων πτώσεων, ἀλλ’ ἢ ἴση ἢ μείζων, χωρὶς εἰ μὴ χαρακτὴρ κωλύσῃ καὶ χωρὶς τοῦ χερσί δοτικῆς. ἴση μὲν οἷον λέβητες λεβήτων λέβησι λέβητας λέβητες, Λάχητες Λαχήτων Λάχησι Λάχητας Λάχητες, Πάριδες Παρίδων Πάρισι Πάριδας Πάριδες, ἀκτῖνες | |
15 | ἀκτίνων ἀκτῖσιν ἀκτῖνας ἀκτῖνες· μείζων δὲ οἷον Ἕκτορες Ἑκτόρων Ἕκτορσιν Ἕκτορας Ἕκτορες, Νέστορες Νεστόρων Νέστορσι Νέστορας Νέστορες· ἐπὶ τούτων γὰρ ἡ μὲν παραλήγουσα τῆς δοτικῆς θέσει μακρά ἐστιν, ἡ δὲ παραλήγουσα τῶν ἄλλων πτώσεων φύσει βραχεῖα, τὸ δὲ θέσει μακρὸν μεῖζόν ἐστι τοῦ φύσει βραχέος· καὶ πάλιν Αἴαντες Αἰάν‐ | |
20 | των Αἴασιν Αἴαντας Αἴαντες, Θόαντες Θοάντων Θόασι Θόαντας Θόαν‐ τες· ἐπὶ τούτων γὰρ ἡ μὲν παραλήγουσα τῆς δοτικῆς φύσει μακρά ἐστιν, ἡ δὲ παραλήγουσα τῶν ἄλλων πτώσεων θέσει μακρά ἐστι, τὸ δὲ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ· καὶ πάλιν Πηλέες Πηλέων Πηλεῦσι Πηλέας Πηλέες, βασιλέων βασιλεῦσι βασιλέας βασιλέες· ἐπὶ τού‐ | |
25 | των γὰρ ἡ μὲν παραλήγουσα τῆς δοτικῆς φύσει μακρά ἐστιν, ἡ δὲ παρα‐ λήγουσα τῶν ἄλλων πτώσεων φύσει βραχεῖα, τὸ δὲ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ φύσει βραχέος. τούτων οὕτως ἐχόντων, εἰ μὴ προσέλαβε τὸ υ ἡ λέουσι δοτική, ἤμελλεν ἐλάττονα ἔχειν τὴν ἰδίαν παραλήγουσαν τῆς παραληγούσης τῶν ἄλλων πτώσεων, ὅπερ ἐστὶν ἄτοπον. ἡ μὲν | |
30 | γὰρ παραλήγουσα τῶν ἄλλων πτώσεων θέσει μακρά ἐστιν οἷον λέοντες λεόντων λέοντας λέοντες, ἡ δὲ παραλήγουσα τῆς δοτικῆς τούτων, εἰ μὴ προσέλαβε τὸ υ, φύσει βραχεῖα εὑρίσκετο· τὸ δὲ θέσει μακρὸν μεῖζόν ἐστι τοῦ φύσει βραχέος. τούτου οὖν χάριν προσέλαβεν ἡ δοτικὴ τῶν πλη‐ θυντικῶν τὸ υ, ἵνα μὴ εὑρεθῇ ἔχουσα τὴν ἰδίαν παραλήγουσαν ἐλάττονα | |
35 | τῆς παραληγούσης τῶν ἄλλων πτώσεων, καὶ ἐγένετο λέουσιν. τοῦ γὰρ υ προσελθόντος οὐκέτι εὑρίσκεται ἐλάττων ἡ παραλήγουσα τῆς δοτικῆς τῶν πληθυντικῶν τῆς παραληγούσης τῶν ἄλλων πτώσεων, ἀλλὰ τοὐ‐ ναντίον καὶ μείζων· τὸ γὰρ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ. πρόσκειται «χωρὶς εἰ μὴ χαρακτὴρ κωλύσῃ»· ἐπειδή ἐστι κήρυκες κηρύ‐ | |
40 | κων κήρυξι κήρυκας κήρυκες καὶ Φοίνικες Φοινίκων Φοίνιξι Φοίνικας Φοίνικες. καὶ ἰδοὺ ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν ἐλάττονα ἔχει τὴν ἰδίαν παραλήγουσαν τῆς παραληγούσης τῶν ἄλλων πτώσεων. | |
ἡ μὲν γὰρ δοτικὴ θέσει μακρὸν ἔχει τὸ ι, αἱ δὲ ἄλλαι πτώσεις φύσει | 736 | |
3,2737 | μακρὸν ἔχουσιν αὐτό, τὸ δὲ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ. διὰ τοῦτο δὲ ἡ δοτικὴ τῶν πληθυντικῶν θέσει μακρὸν ἔχει τὸ δίχρονον οἷον Φοίνιξι καὶ κήρυξιν, ἐπειδὴ τὸ ι καὶ υ οὐδέποτε εὑρίσκεται πρὸ τοῦ ξ φύσει μακρὰ οἷον πέρδιξ, τέττιξ, Βέβρυξ, ὄνυξ, «χωρὶς εἰ μὴ | |
5 | λόγῳ ἀρχούσης παρῳχημένων» διὰ τὸ ἰξεύω ἴξευον. τὸ μὲν γὰρ ἰξεύω θέσει μακρὸν ἔχει τὸ ι, τὸ δὲ ἴξευον φύσει μακρόν, τῷ λόγῳ τῆς ἀρ‐ χούσης τῶν παρῳχημένων. οἱ γὰρ παρῳχημένοι ἢ χρονικῶς ἢ συλλα‐ βικῶς θέλουσι μεγεθύνεσθαι· συλλαβικῶς μὲν οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον, λέγω ἔλεγον· χρονικῶς δὲ οἷον ἄγω ἦγον, ἄρχομαι ἠρχόμην, | |
10 | ἅπτω ἧπτον. ἐν οἷς οὖν τὸ ἰξεύω ἴξευον οὐκ ἠδύνατο μεγεθυνθῆναι συλλαβικῶς, οὐδὲ γὰρ ἄρχεται ὁ ἐνεστὼς ἀπὸ συμφώνου, ἐξ ἀνάγκης χρονικῶς ἐμεγεθύνθη, καὶ τούτου χάριν φύσει μακρὸν ἔχει τὸ ι. πρόσ‐ κειται «χωρὶς τῆς χερσὶ δοτικῆς τῶν πληθυντικῶν», ἐνταῦθα γὰρ ἐλάτ‐ των ἐστὶν ἡ παραλήγουσα τῆς δοτικῆς τῶν πληθυντικῶν τῆς παραλη‐ | |
15 | γούσης τῶν ἄλλων πτώσεων. ἡ μὲν γὰρ παραλήγουσα τῆς δοτικῆς θέσει μακρά ἐστιν, ἡ δὲ παραλήγουσα τῶν ἄλλων πτώσεων φύσει μακρά ἐστιν οἷον χεῖρες χειρῶν χεῖρας χεῖρες· τὸ δὲ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ. τὸ δὲ χερσί μόνως λέγομεν τὴν δοτικὴν τῶν πλη‐ θυντικῶν καὶ οὐχὶ χειρσί διὰ τῆς ει διφθόγγου, ἐπειδὴ οὐδέποτε μετὰ | |
20 | τοῦ χ εὑρίσκεται δίφθογγος καταλήγουσα εἰς ρ συμφώνου ἐπιφερομένου οἷον χάρμα, «αὐλῆς ἐν χόρτῳ» (Λ 774), «χέρνιβα δ’ ἀμφίπολος» (α 136). καὶ πῶς ἀναλυομένου (an ἀναπολουμένου?) τούτου τοῦ λόγου καὶ ἐπὶ τοῦ φ—καὶ γὰρ οὐδὲ μετὰ τοῦ φ εὑρίσκεται δίφθογγος καταλήγουσα εἰς ρ συμφώνου ἐπιφερομένου—ἡ φθειρσί δοτικὴ συνέστη παρὰ Ἀρχιλόχῳ | |
25 | «φθειρσὶ μοχθίζοντα»; λέγομεν οὖν ὅτι ἡ χείρ ἐπὶ τῆς γενικῆς καὶ χειρός καὶ χερός κατὰ ἀποβολὴν τοῦ ι, ἡ δὲ φθειρός οὐ διὰ τοῦ ε, διὰ τοῦτο οὐδὲ φθερσί. Choer. 293, 17: ἄξιον δέ ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν ἐν τῇ λέουσι δοτικῇ τῶν πληθυντικῶν τὸ υ ἐπλεόνασε καὶ μὴ ἄλλο φωνῆεν· | |
30 | καὶ ἔστιν εἰπεῖν ὅτι διὰ τοῦτο τὸ υ ἐπλεόνασεν, ἐπειδὴ τὸ ο διὰ τῆς προσθήκης τοῦ υ μεγεθύνεσθαι πέφυκεν οἷον τύπτοντος τύπτουσα, λέ‐ γοντος λέγουσα, γράφοντος γράφουσα, καὶ αὐτὸ δὲ τὸ ὄνομα τοῦ στοι‐ χείου διὰ τοῦ ο καὶ υ γράφεται καὶ ἐκφωνεῖται· τὸ δὲ ε ἐκ τῆς προσ‐ θήκης τοῦ ι, ἤγουν ἐκ τοῦ ἐναντίου, πέφυκε μεγεθύνεσθαι οἷον τυφθέντος | |
35 | τυφθεῖσα, δαρέντος δαρεῖσα, νυγέντος νυγεῖσα, καὶ αὐτὸ δὲ τὸ ε, τὸ ὄνομα τοῦ στοιχείου, διὰ τοῦ ε καὶ ι γράφεται καὶ ἐκφωνεῖται. ἐπειδὴ οὖν διὰ τῆς προσθήκης τοῦ υ πέφυκε μεγεθύνεσθαι τὸ ο, τούτου χάριν ἐν τῇ λέουσι δοτικῇ τῶν πληθυντικῶν τὸ υ ἐπλεόνασεν καὶ οὐκ ἄλλο φωνῆεν. Καὶ πάλιν ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν τὸ ο προσέλαβε | |
40 | τὸ υ ἐν τῇ λέουσι δοτικῇ καὶ μὴ μᾶλλον ἐτράπη τὸ ο εἰς τὸ ω. ἔστιν | |
οὖν εἰπεῖν ὅτι οὐκ ἠδύνατο τραπῆναι τὸ ο εἰς τὸ ω ἐν τῇ λέουσι | 737 | |
3,2738 | δοτικῇ, ἐπειδὴ ἡνίκα ἔχῃ ἡ δοτικὴ τῶν πληθυντικῶν τὸ ω, καὶ ἡ δοτικὴ τῶν ἑνικῶν αὐτὸ ἔχει οἷον Τρύφωνι Τρύφωσι, Πλάτωνι Πλάτωσι, Θέωνι Θέωσι, Δίωνι Δίωσι· τῆς οὖν δοτικῆς τῶν ἑνικῶν τῆς λέοντι διὰ τοῦ ο οὔσης, πῶς δύναται ἡ δοτικὴ τῶν πληθυντικῶν διὰ τοῦ ω εἶναι; ὅτε | |
5 | γὰρ ἡ δοτικὴ τῶν ἑνικῶν τὸ ο ἔχει, καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν τὸ ο ἔχει οἷον σώφρονι σώφροσι, γείτονι γείτοσι, τέκτονι τέκτοσι. προσλαμβάνει οὖν τὸ υ ἡ δοτικὴ τῶν πληθυντικῶν καὶ γίνεται λέουσι, καὶ λοιπὸν φυλάττει τὸ ο τῆς δοτικῆς τῶν ἑνικῶν, καὶ μείζονα χρόνον εὑρίσκεται ἔχουσα κατὰ τὴν παραλήγουσαν τῆς παραληγούσης τῶν ἄλλων | |
10 | πτώσεων. | |
11t | Περὶ τῶν εἰς ξ. | |
12 | Choer. 302, 14: τὰ εἰς ξ καὶ εἰς ψ τὸ φωνῆεν τὸ ἐν τῇ εὐθείᾳ φυλάττει καὶ ἐν τῇ γενικῇ οἷον νάρθηξ νάρθηκος, σκώληξ σκώληκος, Κύκλωψ Κύκλωπος, μώλωψ μώλωπος, χωρὶς τοῦ ἀλώπηξ ἀλώπεκος | |
15 | (τοῦτο γὰρ ἔτρεψε τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ). καὶ ἀντιστρέφει ὁ κα‐ νών· δύναται γάρ τις εἰπεῖν ὅτι καὶ τὸ φωνῆεν τὸ ἐν τῇ γενικῇ ἐστι καὶ ἐν τῇ εὐθείᾳ ἐπὶ τῶν εἰς διπλοῦν ληγόντων, οἷον ἡ Πέλοπος γενικὴ διὰ τοῦ ο ἔχει γραφήν, ἀλλὰ καὶ ἡ Πέλοψ εὐθεῖα ὁμοίως διὰ τοῦ ο γράφεται, καὶ πάλιν Κύκλωπος διὰ τοῦ ω καὶ Κύκλωψ ὁμοίως· χωρὶς τοῦ | |
20 | ἀλώπηξ ἀλώπεκος. ἔχει δὲ ταῦτα τὰ εἰς διπλοῦν λήγοντα σύμφωνον τὴν κλίσιν ἢ διὰ δασέος ἢ ψιλοῦ ἢ μέσου. καὶ τὰ μὲν εἰς ξ διὰ τῆς δευ‐ τέρας συζυγίας τῶν βαρυτόνων ἐκφέρεται, τουτέστι διὰ τοῦ γ ἢ κ ἢ χ· οἷον ὄρτυξ ὄρτυγος, κόραξ κόρακος, ὄνυξ ὄνυχος· τὰ δὲ εἰς ψ λήγοντα διὰ τῆς πρώτης συζυγίας τῶν βαρυτόνων ἐκφέρεται, τουτέστι διὰ τοῦ | |
25 | β ἢ π ἢ φ οἷον Ἄραψ Ἄραβος, κύκλωψ κύκλωπος, Κίνυψ Κίνυφος. Choer. 302, 26: ἄξιον δέ ἐστι ζητῆσαι, τί δήποτε τὰ εἰς ξ λήγοντα διὰ τοῦ γ ἢ διὰ τοῦ κ ἢ διὰ τοῦ χ κλίνεται οἷον τέττιξ τέττιγος, πέρ‐ διξ πέρδικος, ὄνυξ ὄνυχος· καὶ τὰ εἰς ψ λήγοντα διὰ τοῦ β ἢ π ἢ φ κλίνεται οἷον Ἄραψ Ἄραβος, Πέλοψ Πέλοπος, Κίνυψ Κίνυφος. ἐν | |
30 | ταυτῷ δὲ ζητοῦμεν, διατί τὰ εἰς ς λήγοντα καὶ περιττοσυλλάβως κλι‐ νόμενα διὰ τοῦ δ ἢ διὰ τοῦ θ ἢ διὰ τοῦ τ ἢ διὰ καθαροῦ ος κλίνεται οἷον Πάρις Πάριδος, ὄρνις ὄρνιθος, Λάχης Λάχητος, βότρυς βότρυος. ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ. ἐπειδὴ οὖν ὅταν ὁ ἐνεστὼς διὰ τοῦ | |
35 | β ἢ π ἢ φ ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ ψ εἰσφέρεται οἷον λείβω λείψω, τέρπω τέρψω, γράφω γράψω, τούτου χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ψ ἐκφέρηται, τότε ἡ γενικὴ διὰ τοῦ β ἢ π ἢ φ εἰσφέρεται οἷον Ἄραψ Ἄραβος, Κύκλωψ Κύκλωπος, Κίνυψ Κίνυφος· καὶ ἐπειδὴ πάλιν | |
ὅταν ὁ ἐνεστὼς διὰ τοῦ γ ἢ κ ἢ χ ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ | 738 | |
3,2739 | ξ εἰσφέρεται οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, τούτου χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ξ ἐκφέρηται, τότε ἡ γενικὴ διὰ τοῦ γ ἢ χ ἢ κ εἰσφέρεται οἷον τέττιξ τέττιγος, πέρδιξ πέρδικος, ὄνυξ ὄνυχος. καὶ ἐπειδὴ πάλιν ὅταν ὁ ἐνεστὼς διὰ τοῦ θ ἢ δ ἢ τ ἢ διὰ καθαροῦ τοῦ ω | |
5 | ἐκφέρηται, τότε ὁ μέλλων διὰ τοῦ ς εἰσφέρεται οἷον ᾄδω ᾄσω, πείθω πείσω, ἀνύτω ἀνύσω, ἀκούω ἀκούσω, τούτου χάριν καὶ ὅταν ἡ εὐθεῖα διὰ τοῦ ς ἐκφέρηται καὶ περιττοσυλλάβως κλίνηται, τότε ἡ γενικὴ διὰ τοῦ δ ἢ θ ἢ τ ἢ διὰ καθαροῦ τοῦ ος εἰσφέρεται, τότε ἡ γενικὴ διὰ ὄρνις ὄρνιθος, Λάχης Λάχητος, βότρυς βότρυος. | |
10 | Τὰ εἰς ξ μονοσύλλαβα μετὰ διφθόγγου διὰ τοῦ κ κλίνεται, προίξ προικός, γλαῦξ γλαυκός, Ταῦξ Ταυκός. ὑγιῶς ἄρα τὸ Γραίξ Γραι‐ κός, Ῥαίξ Ῥαικός, Θρᾷξ Θρᾳκός· οὐχ ὑγιῶς δὲ τὸ αἴξ αἰγός, ἀλλ’ ἐπειδὴ μόνον ἀπὸ φωνήεντος ἤρξατο, παραλλάξαν κατὰ τὴν ἄρχουσαν ἤλλαξε καὶ κατὰ τὴν κλίσιν. | |
15 | Τὰ εἰς ξ μονοσύλλαβα, μὴ μετὰ τοῦ γ, ἔχοντα τὸ α συνεσταλμέ‐ νον διὰ τοῦ κ κλίνεται δράξ δρακός, σάρξ σαρκός, πτάξ πτακός, Πράξ Πρακός, σπάξ σπακός. ἀναλόγως ἄρα τὸ πλάξ πλακός. παραλόγως δὲ τὸ γλάξ γλαγός. ἔστι δὲ βοτάνη γάλακτος αὐξητική. ὡρισάμεθα δὲ «μὴ μετὰ τοῦ γ» διὰ τὸ στράγξ καὶ «ἔχοντα τὸ α συνεσταλμένον» διὰ | |
20 | τὸ ῥάξ τὸ ἐπὶ τῆς σταφυλῆς. Τὰ εἰς ξ λήγοντα μονοσύλλαβα ἔχοντα ἕν τι τῶν φύσει μακρῶν διὰ τοῦ κ κλίνεται, πτώξ πτωκός, ὁ λαγωός, ὤλξ ὠλκός, πρώξ πρω‐ κός, βῶξ βωκός, κήξ κηκός καὶ σφήξ σφηκός. ἡμάρτηται ἄρα τὸ βήξ βηχός διὰ τοῦ χ· τινὲς δὲ εἶπον καὶ βηκός. ἀλλ’ οὐχ εὕρηται ἐν χρή‐ | |
25 | σει· δεῖ δὲ κατὰ πάντα τὰς τῆς χρήσεως φωνὰς τηρεῖν. Τὰ εἰς ξ λήγοντα μονοσύλλαβα ἔχοντα ἕν τι τῶν φύσει βραχέων διὰ τοῦ κ κλίνεται, κρέξ κρεκός, δόρξ δορκός, κρόξ κροκός, ἔνθεν ἡ αἰτιατικὴ «πολλὴν κρόκα» (Hes. Opp. 538), πρόξ προκός. τί οὖν τὸ φλόξ; οὐκ ἔστι μόνον, ἀλλὰ καὶ τὸ Λέξ Λεγός· ἐπεὶ ταῦτα ῥηματικά ἐστι, τὸ μὲν ἀπὸ | |
30 | τοῦ φλέγω, τὸ δὲ ἀπὸ τοῦ λέγω. ἐπεὶ οὖν τὰ ῥήματα διὰ τοῦ γ ἐστίν, ὁμοίως καὶ τὰ ὀνόματα· ἢ καὶ ἄλλως, ἐπεὶ τὸ λ ἔχει, οὐδὲν δὲ τῶν ἄλλων τὸ λ εἶχεν· ὥστε οὖν κατὰ δύο τρόπους παραλλάσσεται ἢ ἀπὸ γενέσεως ἢ ἀπὸ στοιχείου τοῦ λ. Choer. 303, 28: τὰ εἰς αξ λήγοντα ὑπὲρ μίαν συλλαβὴν ἁπλᾶ διὰ | |
35 | τοῦ κ κλίνεται οἷον θώραξ θώρακος, φύλαξ φύλακος, κόραξ κόρακος, ἄναξ ἄνακος (καὶ πλεονασμῷ τοῦ τ ἄνακτος), αὖλαξ αὔλακος, πῖδαξ πίδα‐ κος (σημαίνει δὲ τὴν πηγήν), κλῖμαξ κλίμακος. πρόσκειται «ἁπλᾶ» διὰ τὰ | |
σύνθετα οἷον διὰ τὸ ἀποσφάξ ἀποσφάγος (ἔστι δὲ παρὰ τὸ σφάζω), νεκρο‐ | 739 | |
3,2740 | βαστάξ νεκροβαστάγος (ἔστι δὲ παρὰ τὸ βαστάζω). σύνθετα δὲ δεῖ νοεῖν οὐχὶ τὰ ἀπὸ τῶν εἰς αξ ἁπλῶν σύνθετα, ἀλλὰ τὰ ἀπὸ ἄλλων τινῶν σύνθετα, ὡς ἐπὶ τοῦ ἀποσφάξ καὶ νεκροβαστάξ. τὰ γὰρ ἀπὸ τῶν εἰς αξ ἁπλῶν σύνθετα τὴν τῶν ἁπλῶν φυλάττει κλίσιν οἷον φύλαξ φύλα‐ | |
5 | κος χαρτοφύλαξ χαρτοφύλακος, θώραξ θώρακος λινοθώραξ λινοθώρα‐ κος, Φαίαξ Φαίακος φιλοφαίαξ φιλοφαίακος, ἅρπαξ ἅρπαγος φιλάρ‐ παξ φιλάρπαγος. σεσημείωται τὸ ἅρπαξ ἅρπαγος διὰ τοῦ γ κλιθὲν καὶ τὸ κέκραξ κέκραγος (σημαίνει δὲ τὸν κρακτικόν), ἔχει δὲ ἀπολογίαν τοῦ διὰ τοῦ γ κλίνεσθαι, ὅτι παράκειται αὐτοῖς ῥῆμα εἰς ζω λῆγον, | |
10 | φημὶ δὴ τὸ ἁρπάζω καὶ κράζω. τὰ δὲ εἰς ξ λήγοντα ἔχοντα ῥῆμα ἀν‐ τιπαρακείμενον εἰς ζω λῆγον διὰ τοῦ γ κλίνεται οἷον βαστάζω νεκρο‐ βαστάξ νεκροβαστάγος, σφάζω ἀποσφάξ ἀποσφάγος, μαστίζω μάστιξ μάστιγος· οὕτως οὖν καὶ ἁρπάζω ἅρπαξ ἅρπαγος καὶ κράζω κέκραξ κέκραγος. ἔτι σεσημείωται τὸ Ἄτραξ Ἄτραγος (ἔστιν δὲ ἔθνος) διὰ τοῦ | |
15 | γ κλιθέν, ὡς Εὔπολις «εἰς Ἄτραγα νύκτωρ», περὶ οὗ ἔστιν εἰπεῖν ὅτι τοῦτο ἀναλογώτερόν ἐστι διὰ τοῦ κ κλινόμενον οἷον Ἄτρακος, ὡς παρὰ Καλλιμάχῳ Ἀτράκιον δὲ (an δ’ ἄρ’?) ἔπειτα λυκοσπάδα πῶλον ἐλαύνει, καὶ παρὰ Λυκόφρονι (v. 1309) «καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους». | |
20 | Choer. 304, 23: ἔτι σεσημείωται τὸ λάλαξ λάλαγος διὰ τοῦ γ κλι‐ θέν, περὶ οὗ ἔστιν εἰπεῖν ὅτι ἀπὸ τοῦ λαλαγή ἐγένετο τοῦ σημαίνοντος τὸν θόρυβον, καὶ ἐφύλαξεν ἐν τῇ κλίσει τὸ σύμφωνον τοῦ λαλαγή, φημὶ δὴ τὸ γ. τὸ λάταξ λάταγος (θηλυκόν ἐστι καὶ σημαίνει τὴν μεγά‐ λην σταγόνα) οὐκ ἀντίκειται τῷ κανόνι, πρῶτον μὲν ὅτι σύνθετόν ἐστιν | |
25 | (ἀπὸ γὰρ τοῦ στάζω στάξω γέγονεν ἐν συνθέσει κατ’ ἐπίτασιν τοῦ λα μορίου λάσταξ καὶ κατὰ ἀποβολὴν τοῦ ς λάταξ), περὶ δὲ ἁπλῶν δια‐ λαμβάνει ὁ κανών, «ἁπλᾶ» γὰρ πρόσκειται ἐν τῷ κανόνι· δεύτερον δέ, παράκειται αὐτῷ ῥῆμα εἰς ζω λῆγον, φημὶ δὴ τὸ στάζω, καὶ τούτου χάριν διὰ τοῦ γ κλίνεται· εἰρήκαμεν γὰρ ὅτι τὰ εἰς ξ λήγοντα ἔχοντα | |
30 | ῥῆμα παρακείμενον εἰς ζω λῆγον διὰ τοῦ γ κλίνεται οἷον μαστίζω μάστιξ μάστιγος, ἁρπάζω ἅρπαξ ἅρπαγος, οὕτως οὖν καὶ στάζω στάξ καὶ κατ’ ἐπίτασιν τοῦ λα μορίου καὶ κατὰ ἀποβολὴν τοῦ ς λάταξ λάταγος. Choer. 308, 22: τὰ εἰς ηξ ὑπὲρ μίαν συλλαβὴν ἁπλᾶ διὰ τοῦ κ κλίνεται οἷον σκώληξ σκώληκος, μύρμηξ μύρμηκος, νάρθηξ νάρθηκος. | |
35 | πρόσκειται «ὑπὲρ μίαν συλλαβὴν» διὰ τὸ ἡ βήξ τῆς βηχός μονοσύλλα‐ βον. εἰ δέ ἐστι σύνθετα, ἀπὸ ῥήματος δηλονότι, διὰ τοῦ γ κλίνεται καὶ φυλάττει μίαν συλλαβὴν τοῦ ῥήματος ἐξ οὗ γίνεται οἷον πλήξω οἰστροπλήξ οἰστροπλῆγος, παραπλήξ παραπλῆγος, λαοπλήξ λαοπλῆγος, ἀκανθοπλήξ ἀκανθοπλῆγος, βουπλήξ βουπλῆγος. ταῦτα δὲ πάντα σύν‐ | |
40 | θετα ἀπὸ ῥήματος ὀξύτονά ἐστι καὶ ἐπίθετα καὶ κοινὰ τῷ γένει οἷον ὁ | |
κυματοπλήξ καὶ ἡ κυματοπλήξ, ὁ παραπλήξ καὶ ἡ παραπλήξ, ὁ οἰστρο‐ | 740 | |
3,2741 | πλήξ καὶ ἡ οἰστροπλήξ· τὸ μέντοι ὕσπληξ καὶ ἀντίπηξ βαρύνεται, ἐπειδὴ προσηγορικά ἐστι καὶ μόνου θηλυκοῦ γένους ἐστι· τὴν δὲ κλίσιν καὶ αὐτὰ διὰ τοῦ γ ἔχει οἷον ὕσπληξ ὕσπληγος καὶ ἀντίπηξ ἀντίπηγος (ἡ ὕσπληξ δέ ἐστιν ἡ ἀφετηρία τοῦ δρόμου, ὕσπληξ δὲ παρὰ τὸ πλήττω | |
5 | καὶ τὴν ὑπό πρόθεσιν γέγονεν ὑπόπληξ καὶ συγκοπῇ τοῦ ο καὶ πλεο‐ νασμῷ τοῦ ς γέγονεν ὕσπληξ, ὡς ὑπότερος ὕστερος· τὸ δὲ ἀντίπηξ σημαίνει τὴν κιβωτὸν καὶ παρὰ τὴν ἀντί πρόθεσιν καὶ τὸ πήσσω γέγο‐ νεν). τὸ μολυβδοτήξ δέ τινες βαρύνουσι παραλόγως, κλίνεται δὲ διὰ τοῦ κ οἷον μολυβδοτῆκος, ἐπειδὴ παρὰ τὸ τήκω ἔχει τὴν σύνθεσιν, τού‐ | |
10 | του χάριν τὸ σύμφωνον τοῦ τήκω ἐφύλαξε κατὰ τὴν κλίσιν, φημὶ τὸ κ. πρόσκειται ἀνωτέρω «εἰ δέ ἐστι σύνθετα ἀπὸ ῥήματος δηλονότι» διὰ τὸ χηναλώπηξ, τοῦτο γὰρ ἀπὸ τοῦ ἀλώπηξ συντέθειται, καὶ τὸν τόνον καὶ τὴν κλίσιν τοῦ ἁπλοῦ ἐφύλαξεν οἷον ἀλώπηξ ἀλώπεκος καὶ χηναλώπηξ χηναλώπεκος. | |
15 | Choer. 310, 7: τὰ εἰς ιξ ἀρσενικὰ ἁπλᾶ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ κ κλίνεται οἷον πέρδιξ πέρδικος, Φοῖνιξ Φοίνικος, Κίλιξ Κίλικος, πλὴν τοῦ τέττιξ τέττιγος, τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται. τὸ δὲ κεχρεω‐ στημένον ἀνεπλήρωσαν οἱ Δωριεῖς καὶ οἱ Ἀθηναῖοι διὰ τοῦ κ κλίνον‐ τες αὐτὸ οἷον τέττικος. τὸ ὄρνιξ ὄρνιχος διὰ τοῦ χ κλινόμενον οὐκ | |
20 | ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι κοινολεκτούμενον ἀλλὰ κατὰ διάλεκτον· τὸ γὰρ ὄρνις ὄρνιξ λέγουσιν οἱ Δωριεῖς. τοῦτο δὲ καὶ ἐν τῇ εἰς ς καταλήξει παράλογόν ἐστι· τῷ γὰρ λόγῳ τῶν εἰς ις προσηγορικῶν διὰ καθαροῦ τοῦ ος ὤφειλε κλίνεσθαι οἷον ὄρνις ὄρνιος, ὥσπερ μάντις μάν‐ τιος καὶ ὄφις ὄφιος. ἀλλ’ ἔστιν εἰπεῖν ὅτι ἐστί τινα εἰς ις λήγοντα | |
25 | ἔχοντα πρὸ τοῦ ι δύο ἀμετάβολα, ἅτινα διὰ τοῦ θος κλίνεται οἷον δέλλις δέλλιθος (ἔστι δὲ ζῷον ὅμοιον μελίσσῃ), μέρμις μέρμιθος (σημαί‐ νει δὲ τὸ λεπτὸν σχοινίον), οὕτως οὖν καὶ ὄρνις ὄρνιθος. πρόσκειται ἐν τῷ κανόνι «ὑπὲρ μίαν συλλαβὴν» διὰ τὸ θρίξ τριχός· τοῦτο γὰρ διὰ τοῦ χ κλίνεται, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ μίαν συλλαβήν. πρόσκειται «ἀρ‐ | |
30 | σενικά» διὰ τὸ μάστιξ μάστιγος, τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται, ἀλλ’ οὐκ ἔστιν ἀρσενικόν. πρόσκειται «ἁπλᾶ» διὰ τὰ σύνθετα· ἐπειδὴ ταῦτα τὴν τῶν ἁπλῶν φυλάττει κλίσιν οἷον θρίξ τριχός καλλίθριξ καλλίτρι‐ χος, στίξ στιχός (σημαίνει δὲ τὴν τάξιν) ὁμόστιξ ὁμόστιχος, Φοῖνιξ Φοίνικος Λιβοφοῖνιξ Λιβοφοίνικος, ἧλιξ ἥλικος ὁμῆλιξ ὁμήλικος. | |
35 | Choer. 80, 16: τὰ εἰς υξ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἁπλᾶ μὴ ὄντα θηλυκὰ διὰ τοῦ κ κλίνεται οἷον αἶθυξ αἴθυκος (ὁ εὐκί‐ | |
νητος) παρὰ τὸ αἰθύσσω (ἔστι δὲ καὶ ὄνομα ἔθνους καὶ κύριον), βαῖβυξ | 741 | |
3,2742 | βαίβυκος (βαίβυκες δὲ λέγονται οἱ πελεκᾶνες), δοῖδυξ δοίδυκος (ὁ τρι‐ βεύς), θρᾶνυξ θράνυκος (ἐπὶ τοῦ θρόνου παρὰ Κορίννῃ), θρῆνυξ θρή‐ νυκος (ἐπὶ τοῦ αὐτοῦ, καὶ ἔστιν ἡ χρῆσις παρ’ Εὐφορίωνι ἐν Πολυ‐ χάρει), ἶβυξ ἴβυκος (ἔστι δὲ εἶδος ὀρνέου), ἶδυξ ἴδυκος (ἐπὶ τῆς ἴκτιδος, | |
5 | ὡς Ἀλέξανδρος ὁ Μύνδιος), κῆρυξ κήρυκος, Κῆϋξ Κήϋκος (ἔστι δὲ ὄνομα κύριον), κῶδυξ κώδυκος (ἐπὶ τοῦ κωδύου), Νᾶρυξ Νάρυκος (ἔστι δὲ ὄνομα πόλεως)· τὸ βλῖτυξ βλίτυγος (σημαίνει δὲ τὴν βδέλλαν) καὶ τὸ ἦλυξ ἤλυγος (σημαίνει δὲ τὴν σκιάν) διὰ τοῦ γ κλιθέντα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ μόνως θηλυκά ἐστι καὶ ἐφυλάξατο αὐτὰ ὁ κανών. πρόσ‐ | |
10 | κειται «ἁπλᾶ» διὰ τὸ μῶνυξ μώνυχος σύνθετον, καὶ διὰ τοῦ χ κλίνεται· μῶνυξ δέ ἐστιν ὁ ἔχων ἕνα ὄνυχα, οἱονεὶ μονόνυξ. Τὰ εἰς υξ δισύλλαβα ἔχοντα ἐν τῇ τελευταίᾳ συλλαβῇ ἢ β ἢ γ ἢ δ ἢ π διὰ τοῦ κ κλίνεται οἷον Βέβρυξ Βέβρυκος (ἔστι δὲ ἔθνος), βόμ‐ βυξ βόμβυκος (ἔστι δὲ γένος αὐλοῦ, καὶ θηρίδιά τινα καὶ ζῷον ἀφ’ οὗ | |
15 | τὰ βομβύκινα, κατὰ Λάκωνας δὲ στάμνον δηλοῖ), ἶβυξ ἴβυκος (ἔστι δὲ εἶδος ὀρνέου), Σάμβυξ Σάμβυκος (κύριον· ἔστι δὲ καὶ ποταμὸς καὶ ἔθνος), δοῖδυξ δοίδυκος, ἶδυξ ἴδυκος, Ἄμπυξ Ἄμπυκος (κύριον ὄνομα καὶ κόσμος, ἤγουν κεφαλοδέσμιον, καὶ τροχός). Τὰ εἰς υξ τῷ ε παραληγόμενα ἔχοντα ἐν τῇ ἑξῆς συλλαβῇ ἀμετά‐ | |
20 | βολον διὰ τοῦ κ κλίνεται, μὴ πεφυκότα ὀξύνεσθαι εἰ μὴ μόνον θηλυκὰ ὄντα. ἔστω δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· Βέβρυξ Βέβρυκος, Ἔρυξ Ἔρυκος (ὁ ἥρως καὶ ἡ πόλις παρὰ τῷ Ἐρατοσθένει)· πτερύξ δὲ πτερύγος διὰ τοῦ γ καὶ ὅτι μόνον θηλυκόν ἐστι καὶ ὅτι πέφυκεν ὀξύ‐ νεσθαι· οὕτως γὰρ καὶ ἀνεγνώσθη παρὰ τῷ ποιητῇ ἡ γενικὴ παροξυτό‐ | |
25 | νως, ὡς ἀπὸ ὀξυτόνου εὐθείας «πτερύγος λάβεν ἀμφιαχυῖαν» (Β 316). Τὰ εἰς υξ δισύλλαβα ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς α καταλή‐ γουσαν μὴ ὄντα κατὰ ἀφαίρεσιν δηλονότι τοῦ α, μὴ λεγόμενα ἀρσενικῶς καὶ θηλυκῶς καὶ μὴ πεφυκότα ἔχειν πρὸ τοῦ ξ τὸ γ διὰ τοῦ κ κλίνε‐ ται· τὰ γὰρ ἀντιδιαστελλόμενα διὰ τοῦ γ κλίνεται. ἔστω δὲ παραδείγματα | |
30 | τοῦ κανόνος ταῦτα· Ἄδρυξ Ἄδρυκος (πόλις Συρακουσίων, ἀρσενικῶς λεγομένη, «ἔφυγον εἰς τὸν Ἄδρυκα» Φίλιππος ὁ ἱστορικός φησιν), ἄμβυξ ἄμβυκος, Γάνυξ Γάνυκος (ὁ Γανύκτωρ παρὰ τῷ Ἐρατοσθένει), θρᾶνυξ θράνυκος (ὁ θρόνος παρὰ Κορίννῃ), κάλυξ κάλυκος (θηλυκῶς δὲ λέγεται καὶ σημαίνει τὸ καλούμενον ῥόδον), Σάμβυξ Σάμβυκος κύ‐ | |
35 | ριον. τῶν δὲ ἀντιδιαστελλομένων, ἤγουν διὰ τοῦ γ κλιθέντα, παρα‐ δείγματα ταῦτα· ψάλυξ ψάλυγος (τινὲς δὲ τὰς ψυχάς ἐδέξαντο σημαί‐ νειν τὴν λέξιν, Δίδυμος δέ φησιν τοὺς ἀσθενεῖς σπινθῆρας δηλοῦν τὴν λέξιν)· ἔστι δὲ ἀπὸ τοῦ φεψάλυξ καὶ κατὰ ἀφαίρεσιν δηλονότι τῆς πρώ‐ της συλλαβῆς, ἐφυλάξατο δὲ αὐτὸ ὁ κανών. πρόσκειται «ἔχοντα τὴν πρὸ | |
40 | τέλους εἰς τὸ α καταλήγουσαν» διὰ τὸ ἄντυξ· τοῦτο γὰρ οὐκ ἔχει τὴν | 742 |
3,2743 | πρὸ τέλους συλλαβὴν εἰς α καταλήγουσαν ἀλλ’ εἰς ν (ἄντυξ δέ ἐστιν ἡ περιφέρεια τοῦ ἅρματος), τὸ δὲ ἄμπυξ ἄμπυκος διὰ τοῦ κ κλιθὲν καὶ μὴ ἔχον τὴν πρὸ τέλους συλλαβὴν εἰς τὸ α καταλήγουσαν τοῖς προ‐ λεχθεῖσι κανόσιν ὑποβάλλεται. πρόσκειται «μὴ λεγόμενα ἀρσενικῶς καὶ | |
5 | θηλυκῶς» διὰ τὸ φάρυξ φάρυγος διὰ τοῦ γ κλιθέν· τοῦτο γὰρ ἀρσενι‐ κῶς μὲν παρὰ Δωριεῦσι, θηλυκῶς δὲ παρὰ Ἀθηναίοις λέγεται. πρόσ‐ κειται «μὴ ἔχοντα πρὸ τοῦ ξ τὸ γ», ἐπειδὴ ταῦτα διὰ τοῦ γ κλίνεται καθόλου οἷον λάρυγξ λάρυγγος, ἀμάρυγξ ἀμάρυγγος (ἐπὶ ἀκτῖνος καὶ λαμπηδόνος καὶ ὄφεως), πῶϋγξ πώϋγγος, στόρθυγξ στόρθυγγος (σημαί‐ | |
10 | νει δὲ πᾶν εἰς ὀξὺ λῆγον). Τὰ εἰς υξ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ α διὰ τοῦ γ κλί‐ νεται οἷον Ἰᾶπυξ Ἰάπυγος (ἔστι δὲ ἔθνος), σπινθάρυξ σπινθάρυγος, ταρ‐ βάλυξ ταρβάλυγος (ὁ ταρακτικός), φεψάλυξ φεψάλυγος (σημαίνει δὲ τὸν σπινθῆρα). | |
15 | Τὰ εἰς υξ ἔχοντα τὸ ο ἐν τῇ παραληγούσῃ μὴ ἐπιφερομένου τοῦ ν μηδὲ ἔχοντα ἐν τῇ ἐπιφερομένῃ συλλαβῇ τὸ β διὰ τὸ βόμβυξ βόμβυ‐ κος καὶ κόμβυξ κόμβυκος, διὰ τοῦ γ κλίνεται· εἰ δὲ ἐπιφέρεται τὸ ν, διὰ τοῦ χ κλίνεται. οἷον κόκκυξ κόκκυγος, Μόρτυξ Μόρτυγος (βασιλεὺς Κερκυραίων), τὸ ὄρτυξ τινὲς δὲ ὄρτυγός φασι διὰ τοῦ γ Φιλήμων δὲ | |
20 | διὰ τοῦ κ φησὶν ὄρτυκος, ὄρυξ ὄρυγος, πομφόλυξ πομφόλυγος, στόρ‐ θυγξ στόρθυγγος (πᾶν εἰς ὀξὺ λῆγον)· διῶνυξ διώνυχος διὰ τοῦ χ, στόνυξ στόνυχος καὶ ἀκρόνυξ ἀκρόνυχος (τὸ ἄκρον τῆς νυκτός) καὶ με‐ σόνυξ μεσόνυχος (εἷς τῶν ἑπτὰ πλανήτων παρὰ τοῖς Πυθαγορείοις ὀνο‐ μάζεται, μέμνηται Στησίχορος)· ταῦτα δὲ ἔχει τὸ ο ἐπιφερομένου τοῦ ν. | |
25 | Τὰ εἰς υξ θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ γ κλίνεται, χωρὶς εἰ μὴ λόγῳ ἑτέρῳ ἀκολουθεῖ οἷον ἄντυξ ἄντυγος (ἡ περιφέρεια τοῦ ἅρμα‐ τος), βαῖτυξ βαίτυγος (σημαίνει δὲ τὴν βδέλλαν), βλέκυξ βλέκυγος (ἡ φλυαρία), ἦλυξ ἤλυγος (ἡ σκιά, λέγεται δὲ καὶ ἠλύγη καὶ ἐπηλυγισμός ὁ ἐπισκιασμός), πομφόλυξ πομφόλυγος, πτέρυξ πτέρυγος, φάρυξ φάρυ‐ | |
30 | γος, φεψάλυξ φεψάλυγος, ψάλυξ ψάλυγος (τὰ δύο δὲ τὸ αὐτὸ σημαί‐ νει, φημὶ δὴ τὸν σπινθῆρα). τὸ δὲ ἄμπυξ ἄμπυκος καὶ κάλυξ κάλυκος τοῖς προλεχθεῖσι κανόσι διὰ τοῦ κ κλίνεται. Τὰ εἰς υξ σύνθετα τὴν τοῦ ἁπλοῦ φυλάττει κλίσιν οἷον ἦλυξ ἤλυ‐ γος ἐπῆλυξ ἐπήλυγος, πτέρυξ πτέρυγος τανυπτέρυξ τανυπτέρυγος. | |
35 | Τὰ παρὰ τὸ ὄνυξ καὶ παρὰ τὸ νύξ καὶ τὰ παρὰ τὸ ὀρύσσω διὰ τοῦ χ κλίνεται οἷον διῶνυξ διώνυχος, μονῶνυξ μονώνυχος, ἀκρόνυξ ἀκρό‐ νυχος (τὸ ἄκρον τῆς νυκτός), εἰνάνυξ εἰνάνυχος (ὁ ἐννέα νυκτῶν), ἔννυξ ἔννυχος, μεσόνυξ μεσόνυχος (εἷς τῶν πλανήτων), διῶρυξ διώρυχος. τὸ | |
δὲ νύξ διὰ τοῦ χ ἐκλίθη νυχός καὶ κατὰ τροπὴν τοῦ δασέος χ εἰς τὸ | 743 | |
3,2744 | ἀντίστοιχον ψιλὸν κ καὶ κατὰ πλεονασμὸν τοῦ τ γέγονε νυκτός· ἀπὸ οὖν τοῦ νύξ νυχός γέγονε εἰνάνυξ εἰνάνυχος. τὸ δὲ νύξ διὰ τοῦ χ ἐκλίθη, ἐπειδὴ ἀπὸ τοῦ νύσσω νύξω νύξ γέγονεν οἱονεὶ ἡ νύσσουσα ἡμᾶς πρὸς ὕπνον καὶ λοιπὸν ἐφύλαξε κατὰ τὴν κλίσιν τὸ σύμφωνον τοῦ | |
5 | νένυχα παρακειμένου λέγω δὲ τὸ χ. καὶ τὸ ὄνυξ δὲ ὄνυχος ἔννοιαν ἔχει συνθέσεως· παρὰ γὰρ τὸ νύσσω νύξω γίνεται ἄνυξ τοῦ α ἐπιτατι‐ κοῦ μορίου προσελθόντος οἱονεὶ ᾧτινι πάνυ νύσσεταί τις, καὶ λοιπὸν τροπῇ τοῦ α εἰς τὸ ο ὄνυξ. τοῦτο δὲ ἠκολούθησε κατὰ τὴν κλίσιν κατὰ τὸ στόνυξ στόνυχος. | |
10 | Τὰ παρὰ τὸ ὀρύσσω καὶ τὰ παρὰ τὸ φεύγω καὶ παρὰ τὸ ζεύγω διὰ τοῦ γ καὶ χ κλίνεται οἷον διῶρυξ διώρυχος, τετρῶρυξ τετρώρυχος, πρόφυξ πρόφυγος, πρόσφυξ πρόσφυγος, ἄζυξ ἄζυγος (ὁ μόνος), δίζυξ δίζυγος, ὁμόζυξ ὁμόζυγος, σύζυξ σύζυγος. Τὰ εἰς ωξ ἁπλᾶ διὰ τοῦ κ κλίνεται οἷον πτώξ πτωκός (σημαίνει | |
15 | δὲ τὸν λαγωόν), βῶξ βωκός (ἔστι δὲ εἶδος ἰχθύος, ὅστις ἱστορεῖται ἔχων βοήν· γέγονε δὲ τοῦτο παρὰ τὸ βοή βόαξ καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω βῶξ). πρόσκειται «ἁπλᾶ» διὰ τὰ σύνθετα οἷον διὰ τὸ κυαμοτρώξ κυαμοτρῶγος, τοῦτο δὲ τοῦ τρώγω τὸ σύμφωνον κατὰ τὴν κλίσιν ἐφύλαξε. τὸ δὲ θηροδίωξ καὶ αἰγοδίωξ ἀπὸ τοῦ διώκω συντε‐ | |
20 | θέντα διὰ τοῦ κ κλίνεται· τὸ γὰρ σύμφωνον τοῦ διώκω ῥήματος κατὰ τὴν κλίσιν ἐφύλαξεν. σεσημείωται τὸ ῥώξ ῥωγός, τοῦτο γὰρ διὰ τοῦ γ ἐκλίθη (ῥώξ δέ ἐστιν εἶδος φαλαγγίου, ὅ ἐστιν εἶδος σκορ‐ πίου)· ἐπὶ γὰρ τῆς σταφυλῆς ῥάξ ῥαγός λέγεται θηλυκῶς. εὑρίσκο‐ μεν δὲ καὶ ἐπὶ τῆς σταφυλῆς διὰ τοῦ ω λεγόμενον ῥώξ ῥωγός παρὰ | |
25 | Ἀρχιλόχῳ. Choer. 306, 11: τὰ εἰς διπλοῦν λήγοντα σύμφωνον τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ κόραξ ὦ κόραξ, ὁ Φαίαξ ὦ Φαίαξ, ὁ θώραξ ὦ θώραξ, ὁ τέττιξ ὦ τέττιξ, ὁ πέρδιξ ὦ πέρδιξ, ὁ κύκλωψ ὦ κύκλωψ, ὁ Αἰθίοψ ὦ Αἰθίοψ, ὁ Πέλοψ ὦ Πέλοψ, ὁ Ἄραψ ὦ Ἄραψ, ὁ αἶθοψ | |
30 | ὦ αἶθοψ. δεῖ προσθεῖναι, χωρὶς τοῦ ἄνα, διὰ τὸ Ζεῦ ἄνα οἷον Ζεῦ ἄνα, Δωδωναῖε, Πελασγικέ, τηλόθι ναίων (Π 233). ἔστι γὰρ ἄναξ ἡ εὐθεῖα, καὶ ὅμως ἡ κλητικὴ οὐχ ὁμοφωνεῖ τῇ εὐθείᾳ, ἀλλὰ χωρὶς τοῦ ξ ἐστίν· καὶ ἔστιν εἰπεῖν, ὅτι ὁ ποιητής διὰ τὸ μέτρον ἀπέβαλε τὸ ξ, ἀμέλει ὅτε ὁ ποιητὴς ἐδεήθη μακρᾶς συλλαβῆς διὰ τοῦ | |
35 | ξ εἶπεν αὐτὸ κατὰ τὴν κλητικὴν οἷον Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον. ἔτι δεῖ προσθεῖναι, καὶ χωρὶς τοῦ ὦ γύναι οἷον μή με, γύναι, χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνισπε (Γ 438). τοῦτο γὰρ ὡς ἀπὸ τῆς γύναιξ εὐθείας ἐστὶ καὶ ὅμως χωρὶς τοῦ ξ ἐστί, | |
40 | περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο ἀπέβαλε τὸ ξ κατὰ τὴν κλητικήν, | |
ἐπειδὴ τὰ εἰς αιξ λήγοντα ἢ ἀρσενικοῦ μόνου γένους ἐστὶν οἷον Θρᾷξ, | 744 | |
3,2745 | ἢ ἐὰν ᾖ θηλυκοῦ γένους, πάντως καὶ ἀρσενικοῦ ἐστιν οἷον ὁ Γραίξ καὶ ἡ Γραίξ, ὁ αἴξ καὶ ἡ αἴξ· ὅτι γὰρ λέγεται καὶ ὁ αἴξ ἀρσενικῶς, ἐδή‐ λωσεν ὁ ποιητὴς εἰπὼν (Δ 105) αὐτίκ’ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς | |
5 | ἀγρίου, ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας πέτρης ἐκβαίνοντα. ἐπειδὴ οὖν καὶ τὸ γύναιξ οὐκ ἠδύνατο ἀρσενικοῦ γένους εἶναι, ἡ γὰρ σημασία κωλύει, τούτου χάριν ἀπέβαλε τὸ ξ κατὰ τὴν κλητικὴν καὶ γέγονε γύναι, ἵνα μὴ εὑρεθῇ εἰς αιξ λῆγον καὶ θηλυκοῦ μόνου γένους | |
10 | ὄν· διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ ὁ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν. ἐν δὲ τῇ συνθέσει, ἐπειδὴ γίνεται ἀρσενικοῦ γένους, ἀναδέχεται τὴν εἰς αιξ κατάληξιν οἷον ὡς ὢν ἄπαις τε κἀγύναιξ κἀνέστιος παρὰ Σοφοκλεῖ ἐν Ἀθάμαντι. ὅτι δὲ γύναιξ ὤφειλεν εἶναι ἡ εὐθεῖα | |
15 | δῆλον ἐκ τῆς γενικῆς τῶν ἑνικῶν καὶ ἐκ τῆς δοτικῆς τῶν πληθυντι‐ κῶν. καὶ ἐκ μὲν τῆς γενικῆς τῶν ἑνικῶν, ὅτι γυναικός ἐστι· πᾶσα γὰρ γενικὴ διὰ τοῦ κος κλινομένη εἰς ξ ἔχει τὴν εὐθεῖαν καταλήγουσαν οἷον θώρακος θώραξ, κόρακος κόραξ, Φοίνικος Φοῖνιξ, πέρδικος πέρδιξ. εἰ οὖν γυναικός ἐστιν ἡ γενικὴ διὰ τοῦ κος, δηλονότι καὶ ἡ εὐθεῖα γύναιξ | |
20 | ἐστὶν εἰς ξ. ἐκ δὲ τῆς δοτικῆς τῶν πληθυντικῶν, ὅτι πᾶσα δοτικὴ πλη‐ θυντικῶν εἰς ι λήγουσα μετὰ διπλοῦ, ἀποβολῇ τοῦ ι τὴν εὐθεῖαν τῶν ἑνικῶν ποιεῖ οἷον Κύκλωψι Κύκλωψ, Πέλοψι Πέλοψ, θώραξι θώραξ, κόραξι κόραξ, τέττιξι τέττιξ. εἰ οὖν γυναιξίν ἡ δοτικὴ τῶν πληθυντι‐ κῶν δηλονότι καὶ γύναιξ ἐστὶν ἡ εὐθεῖα τῶν ἑνικῶν, ἀλλ’ ἐπιλέλοιπε | |
25 | διὰ τὴν προλεχθεῖσαν αἰτίαν. | |
26t | Περὶ τῶν εἰς ρ. | |
27 | Choer. 315, 13: τὰ εἰς αρ λήγοντα, εἰ μέν ἐστι μονοσύλλαβα, μα‐ κρὸν ἔχει τὸ α καὶ προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν οἷον ψάρ ψαρός (ἔστι δὲ εἶδος ὀρνέου) τοῦτο δὲ παρὰ τῷ ποιητῇ διὰ τοῦ α | |
30 | εὑρίσκεται καὶ διὰ τοῦ η οἷον «κολοιούς τε ψῆράς τε» (Π 583), καὶ «ψαρῶν νέφος ἔρχεται» (Ρ 755), καὶ Κάρ Καρός (ἔστι δὲ ἔθνος οἱ Κᾶρες), Μάρ Μαρός (καὶ τοῦτο δὲ ἔθνος ἐστίν), Πάρ Παρός (τόπος δέ ἐστιν ἐν τῷ περὶ Θυρέᾳ, ἐν ᾧ ἐμαχέσαντο οἱ Ἀργεῖοι καὶ Λακεδαιμό‐ νιοι). εἰ δέ ἐστιν ὑπὲρ μίαν συλλαβήν, μακρὸν μὲν ἔχει οὐκέτι τὸ α, | |
35 | προσθέσει δὲ τοῦ ος καὶ αὐτὰ ποιεῖ τὴν γενικὴν οἷον μάκαρ μάκαρος, | |
τοῦτο δὲ ἀπὸ τοῦ μακάριος γέγονε κατὰ ἀποκοπήν. Ἄραρ Ἄραρος | 745 | |
3,2746 | (Γαλατίας δὲ οὗτος ποταμός). τὸ δὲ Καῖσαρ βάρβαρόν ἐστι· καὶ αὐτὸ δὲ προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν οἷον Καίσαρος. Choer. 345, 6: εἰς αρ οὐκ ἔχομεν θηλυκὰ εἰ μὴ τὸ δάμαρ, ὅπερ καὶ μετὰ τοῦ ς εὑρίσκεται δάμαρς, ἐξ οὗ γίνεται ἡ δάμαρτος γενική. | |
5 | Choer. 316, 21: τὰ εἰς ηρ λήγοντα μονοσύλλαβα μὲν ὄντα προσ‐ θέσει τοῦ ος ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ η οἷον θήρ θηρός, φήρ φηρός ὁ κένταυρος «φηρσὶν ὀρεσκῴοισιν» (Α 268), Σήρ Σηρός (Σῆρες δέ εἰσιν ἔθνος, ὅθεν τὰ σηρικὰ ἱμάτια, τὰ πολυτελῆ), καὶ τὸ θηλυκὸν δὲ τὸ κήρ, ὅπερ σημαίνει τὴν θανατηφόρον μοῖραν, προσθέσει | |
10 | τοῦ ος ποιεῖ τὴν γενικὴν ὁμοίως τοῖς προλεχθεῖσιν εἰς ηρ μονοσυλλά‐ βοις οἷον κηρός, ἐξ οὗ τὸ μάρτυροι οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι (Β 302). τοῦτο δὲ λέγεται καὶ καρὸς ἐν συστολῇ τοῦ η εἰς τὸ α οἷον τίω δέ μιν ἐν καρὸς αἴσῃ (Ι 378). | |
15 | ἐπειδὴ γὰρ μόνου θηλυκοῦ γένους εὑρέθη ἐν τοῖς εἰς ηρ μονοσυλλά‐ βοις, τούτου χάριν ἔτρεψε τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ γενικῇ. οὕτω γὰρ καὶ τὸ φρήν ὡς μόνον μόνου θηλυκοῦ γένους εὑρεθὲν ἐν τοῖς εἰς ην μονοσυλλάβοις ἔτρεψε τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ γενικῇ οἷον φρενός, ὡσαύτως καὶ τὸ χθών ὡς μόνου θηλυκοῦ γένους εὑρεθὲν ἐν | |
20 | τοῖς εἰς ων μονοσυλλάβοις ἔτρεψε τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ οἷον χθονός. εἰ δέ τις εἴποι, καὶ διατί τὸ κὴρ οὐκ ἐξηνέχθη διὰ τοῦ ε κατὰ τὴν γενικὴν ὥσπερ τὸ φρήν φρενός, ἀλλὰ διὰ τοῦ α οἷον καρός; λέγο‐ μεν ὅτι οὐκ ἐγένετο κατὰ ἀκόλουθον κλίσιν ἀλλὰ κατὰ ποιητικὴν συστο‐ λὴν διὰ τοῦ α οἷον | |
25 | τίω δέ μιν ἐν καρὸς αἴσῃ. ὅπερ καὶ διὰ τοῦ η εὑρίσκεται κλινόμενον οἷον μάκαρες (μάρτυροι) οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι. Choer. 85, 24: τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν εἰς ηρ λήγοντα ὀξύ‐ τονα, εἰ μὲν ἔχει τὸ τ, φυλάττει τὸ η ἐν τῇ γενικῇ οἷον λουτήρ λου‐ | |
30 | τῆρος, καμπτήρ καμπτῆρος, ὀλετήρ ὀλετῆρος, ξυστήρ ξυστῆρος, σωτήρ | 746 |
3,2747 | σωτῆρος, γενετήρ γενετῆρος, ἐλατήρ ἐλατῆρος (ἔστι δὲ εἶδος πλακοῦν‐ τος· σημαίνει δὲ καὶ τὸν ἡνίοχον, παρὰ τὸ ἐλαύνειν), χωρὶς τοῦ πατήρ πατέρος, ἀστήρ ἀστέρος, ταῦτα γὰρ ἔχοντα τὸ τ τρέπει τὸ η εἰς ε ἐν τῇ γενικῇ. εἰ δὲ μὴ ἔχει τὸ τ, τρέπει τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ οἷον | |
5 | αἰθήρ αἰθέρος, δαήρ δαέρος (ὁ ἀνδράδελφος), ἀνήρ ἀνέρος, χωρὶς τοῦ σπινθήρ σπινθῆρος καὶ Ἐλευθήρ Ἐλευθῆρος (ἔστι δὲ ὄνομα κύριον), ταῦτα γὰρ μὴ ἔχοντα τὸ τ ἐφύλαξε τὸ η ἐν τῇ γενικῇ. Choer. 86, 1: τῶν εἰς ηρ βαρυτόνων τὰ μὲν μακρᾷ παραληγόμενα τρέπει τὸ η εἰς ε ἐν τῇ γενικῇ οἷον Πίηρ Πίερος, φράτηρ φράτερος | |
10 | (φράτερες δέ εἰσιν οἱ συγγενεῖς). τὰ δὲ βραχείᾳ παραληγόμενα φυ‐ λάττει τὸ η ἐν τῇ γενικῇ οἷον ἐρίηρ ἐρίηρος (ὁ εὐάρμοστος), Ἴβηρ Ἴβηρος· πάνθηρ πάνθηρος τὴν τοῦ ἁπλοῦ κλίσιν ἐφύλαξε, λέγω δὴ τοῦ θήρ θηρός, ἐπειδὴ τοῦτο ὡς μακρᾷ παραληγόμενον ὤφειλε τρέψαι τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ. | |
15 | Choer. 346, 20: τὰ εἰς ηρ λήγοντα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν τρέπει τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ οἷον εἰνάτηρ εἰνάτερος «καὶ εἰνα‐ τέρων ἐϋπέπλων» (Ζ 378) (σημαίνει δὲ τὴν σύννυμφον), Δημήτηρ Δη‐ μήτερος, καὶ κατὰ συγκοπὴν γίνεται Δήμητρος, θυγάτηρ θυγατέρος, καὶ μήτηρ μητέρος, ὅπερ κατὰ συγκοπὴν θυγατρός καὶ μητρός. τὸ δὲ | |
20 | ῥαιστήρ, σωτήρ, ἀήρ καὶ ὅσα τοιαῦτα ἀρσενικὰ ὄντα πολλάκις οἱ ποιη‐ ταὶ μεταφέρουσιν εἰς θηλυκὸν γένος οἷον τὸν ῥαιστῆρα, τὴν ῥαιστῆρα οἷον «ῥαιστῆρα κραταιήν» (Σ 477) (ἀντὶ τοῦ σφῦραν, καὶ ἔστι παρὰ τὸ ῥαίω τὸ φθείρω), τὸν ἀέρα τὴν ἀέρα, τὸν σωτῆρα τὴν σωτῆρα, οὐκ ἀντίκειται ἡμῖν οὔτε κατὰ τόνον, οὔτε κατὰ κλίσιν, ἐπειδὴ κατὰ ποιη‐ | |
25 | τικὴν ἐξουσίαν ἀπὸ ἀρσενικοῦ γένους μετηνέχθη εἰς θηλυκὸν γένος, καὶ λοιπὸν τὴν κλίσιν καὶ τὸν τόνον τοῦ ἀρσενικοῦ γένους ἐφύλαξεν. Τὰ εἰς υρ ὀνόματα προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν οἷον ψίθυρ ψίθυρος, μάρτυρ μάρτυρος. τοῦτο δὲ τὸ μάρτυρ γίνεται ἐκ τοῦ μάρ‐ τυς κατὰ τὴν Αἰολέων διάλεκτον. ἐκεῖνοι γὰρ τὸ ς εἰς ρ μεταβάλ‐ | |
30 | λουσι τὸ οὗτος οὗτορ λέγοντες καὶ τὸ ἵππος ἵππορ. οὕτως οὖν καὶ μάρτυς μάρτυρ, ἀφ’ ἧς ἐκπίπτει τὸ πληθυντικὸν οἱ μάρτυρες παρά τε τοῖς κωμικοῖς καὶ Ἱππώνακτι· οἱ δέ γε μάρτυροι ἀπὸ τῆς ὁ μάρτυρος εὐθείας οἷον «Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω» (Η 76). τὸ δὲ Ἴλλυ‐ | |
ρες καὶ Κέρκυρες καὶ Ἄσσυρες παρ’ Ἐρατοσθένει οὐ κλίσεως ἔστι, ἀπὸ | 747 | |
3,2748 | εὐθείας τῆς Ἴλλυρ, Κέρκυρ, Ἄσσυρ, ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶσιν μετα‐ πέπλασται ἐκ τοῦ Ἰλλυριοί καὶ Κερκυραῖοι καὶ Ἀσσύριοι ὡς οἱ θερά‐ ποντες εὕρηνται θέραπες λεγόμενοι καὶ οἱ πολύποδες πώλυπες. Choer. 345, 30: τὰ εἰς ειρ λήγοντα μονοσύλλαβα τρία μόνα ἐστίν, | |
5 | ἓν μὲν θηλυκὸν τὸ χείρ, δύο δὲ ἀρσενικά. τὸ Εἴρ (ἔστι δὲ ὄνομα πο‐ ταμοῦ) καὶ τὸ φθείρ. τὸ γὰρ Φθίρ τὸ κύριον ὄνομα, λέγω δὴ τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνος, διὰ τοῦ ι γράφεται. ὑπὲρ μίαν συλλαβὴν εὑρίσκομεν τὸ ἀντίχειρ καὶ Βέχειρ (ἔστι δὲ ἔθνος), καὶ τὸ Σάπειρ, ὁμοίως ἔθνος. ταῦτα δὲ πάντα προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν οἷον | |
10 | ἀντίχειρ ἀντίχειρος μετὰ δ’ αὖ—φῦλα Βεχείρων ἐξείης δὲ Σάπειρες (Apoll. Rh. 2, 394), φθείρ φθειρός· τοῦτο δὲ ἀρσενικῶς λέγεται, οὐδὲ γὰρ ὡς λέγουσι τινὲς τὰς φθεῖρας θηλυκῶς ἐν τῇ συνηθείᾳ. τὸ χείρ διχῶς εὑρέθη κλινόμε‐ | |
15 | νον οἷον χειρός διὰ τῆς ει διφθόγγου καὶ χερός χωρὶς τοῦ ι· καὶ πολλή ἐστιν ἡ χρῆσις τῆς χερός γενικῆς τῆς χωρὶς τοῦ ι, οὐ μόνον παρὰ ποιηταῖς, ἀλλὰ καὶ παρὰ τραγικοῖς καὶ παρὰ ἰαμβογράφοις, μὴ οὖσι μήτε κωμικοῖς μήτε τραγικοῖς. ἡ δὲ δοτικὴ τῶν πληθυντικῶν χερσί μό‐ νως χωρὶς τοῦ ι λέγεται, καὶ οὐδέποτε διὰ τῆς ει διφθόγγου. ἡ δὲ | |
20 | γενικὴ καὶ δοτικὴ τῶν δυϊκῶν τοῖν χεροῖν λέγεται ὡς ἐπὶ τὸ πλεῖστον χωρὶς τοῦ ι, σπανίως δὲ διὰ τῆς ει διφθόγγου χειροῖν. ποτὲ δὲ καὶ τὸ χείρ κλίνεται μετατεθείσης τῆς ει διφθόγγου εἰς η, ᾧ μαρτυρεῖ Ἀλκμὰν ἐν τῷ «ἐπ’ ἀριστερὰ χηρὸς ἔχων». Τὰ εἰς ωρ μονοσύλλαβα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον φώρ | |
25 | φωρός. εἰς ωρ θηλυκὸν οὐκ ἔχομεν πλὴν τοῦ ὦρ, ἀφ’ οὗ τὸ «ἀμυ‐ νέμεναι ὤρεσσιν» (Ε 486). ἀπὸ γὰρ τοῦ ὄαρ ἐγένετο κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω ὦρ ὥσπερ κρείττονα κρείττω. Choer. 87, 4: τὰ εἰς ωρ λήγοντα ὑπὲρ μίαν συλλαβὴν εἰ μὲν ὀξύ‐ νεται, τὸ ω φυλάττει ἐπὶ τῆς γενικῆς οἷον ἰχώρ ἰχῶρος (τὸ σεσηπὸς | |
30 | αἷμα)· τὰ δὲ βαρύτονα εἰ μὲν ἔχει τὸ λ, φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον κέλωρ κέλωρος (σημαίνει δὲ τὸν υἱὸν παρὰ τὸ κελεύεσθαι), πέλωρ πέλωρος (ὁ μέγας, ἐξ οὗ καὶ τὸ πελώριος ὁ μέγας ὁμοίως)· εἰ δὲ μὴ ἔχει τὸ λ, τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ οἷον Νέστωρ Νέστορος, Ἕκτωρ Ἕκτορος, οἰκήτωρ οἰκήτορος, παντοκράτωρ παντοκράτορος καὶ | |
35 | τὰ ὅμοια. Δεῖ προσθεῖναι, χωρὶς εἰ μὴ κατὰ ποιητικὴν ἐξουσίαν φυ‐ λάξῃ τὸ ω ἐν τῇ γενικῇ οἷον ὡς ἐπὶ τοῦ μήστωρ, τοῦτο γὰρ παρὰ τῷ | |
Ὁμήρῳ ἐπὶ μὲν τοῦ κυρίου τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ. γενικῇ οἷον | 748 | |
3,2749 | «Μήστορά τ’ ἀντίθεον» (Ω 257). ἐπὶ δὲ τοῦ ἐπιθέτου ἀεὶ παρὰ τῷ ποιητῇ φυλάσσει τὸ ω ἐν τῇ γενικῇ οἷον «μήστωρας ἀϋτῆς» (Ν 93) «μήστωρε φόβοιο» (Ε 272), ἀντὶ τοῦ ἐμπείρους καὶ ἐπιστήμονας. τοι‐ αῦτα δὲ εὑρίσκομεν καὶ ἄλλα παρὰ τοῖς ἀρχαίοις φυλάττοντα τὸ ω ἐν | |
5 | τῇ γενικῇ οἷον ἠλέκτωρ ἠλέκτωρος, ταλάωρ ταλάωρος (ἠλέκτωρ μὲν γὰρ λέγεται ὁ ἥλιος, ταλάωρ δὲ τόξον), προπάτωρ προπάτωρος, ταῦτα δὲ ποιητικά ἐστιν, ἐπεὶ ἡμᾶς διὰ τοῦ ο δεῖ γράφειν αὐτά. Choer. 318, 24: τὸ πατὴρ πατέρος γίνεται κατὰ συγκοπὴν πατρός ἐν τῇ γενικῇ, καὶ μήτηρ μητέρος μητρός, καὶ θυγάτηρ θυγατέρος θυγα‐ | |
10 | τρός· τὸ δὲ ἀνήρ ἀνέρος, γενόμενον κατὰ συγκοπὴν ἀνρός, ἐξ ἀνάγκης ἐπλεόνασε τὸ δ καὶ ἐγένετο ἀνδρός· οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρός χω‐ ρὶς τοῦ δ, ἐπειδὴ τὸ ν πρὸ τοῦ ρ οὔτε ἐν συλλήψει δύναται εἶναι οὔτε ἐν διαστάσει. Τὸ μητέρος καὶ θυγατέρος οὐκ ἐφύλαξε τὸν τόνον ἐν τῇ αὐτῇ συλ‐ | |
15 | λαβῇ, ἐν ᾗ καὶ ἡ εὐθεῖα ἔχει αὐτόν, ἀλλὰ κατεβίβασεν αὐτὸν μίαν συλλα‐ βὴν καὶ πρὸ μιᾶς ἔχει τὸν τόνον. καὶ λέγομεν ὅτι ἠκολούθησε τοῖς ἰδίοις συγγενικοῖς, φημὶ δὴ τῷ πατέρος, ἀνέρος, δαέρος, ὥσπερ καὶ ἐκ τοῦ ἐναντίου τὰ ἀρσενικὰ ἠκολούθησε τούτοις κατὰ τὴν ἰδίαν κλητικὴν καὶ γέγονεν ἄνερ πάτερ σῶτερ δᾶερ ὥσπερ μῆτερ καὶ θύγατερ. | |
20 | Choer. 348, 15: ἄξιόν ἐστι ζητῆσαι, διατί, ὥσπερ τὸ γαστήρ γα‐ στέρος γίνεται κατὰ συγκοπὴν γαστρός, μὴ τὸν αὐτὸν τρόπον καὶ τὸ ἀστήρ ἀστέρος γίνεται κατὰ συγκοπὴν ἀστρός; καὶ ἐπιλύονταί τινες λέγοντες ὅτι ἐπειδὴ τὸ ἀστήρ ἀρσενικόν ἐστι, τούτου χάριν οὐ πάσχει συγκοπήν. οὗτοι οὐκ ἀκριβῶς λέγουσι· καὶ γὰρ καὶ ἐπὶ ἀρσενι‐ | |
25 | κῶν ὁρᾶται πολλάκις ἡ τοιαύτη συγκοπὴ κατὰ τὴν γενικήν, ὡς ἐπὶ τοῦ πατήρ πατέρος πατρός, καὶ ἀνήρ ἀνέρος ἀνδρός τοῦ δ μετὰ τὴν συγκο‐ πὴν πλεονάσαντος. κρεῖττον οὖν ἐστιν ἐπιλύσασθαι οὕτως· αἱ συγκοπτό‐ μεναι γενικαὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτόνους εὐθείας οἷον ἡ ἀνδρός γενικὴ μιμεῖται τὴν χονδρός εὐθεῖαν, καὶ πάλιν ἡ μητρός καὶ πατρός | |
30 | γενικὴ μιμεῖται τὴν ἰατρός εὐθεῖαν· ἐπειδὴ οὖν ἡ ἀστέρος γενικὴ εἰ συνεκόπτετο καὶ ἐγένετο ἀστρός οὐκ εἶχε μιμεῖσθαι εὐθεῖαν διὰ τοῦ στρος ἐκφερομένην ὀξύτονον, τὸ γὰρ Ἴστρος (ἔστι δὲ ὄνομα ποταμοῦ) βαρύνεται, τούτου χάριν ὡς μὴ ἔχουσα εὐθεῖαν ἣν ὤφειλε μιμήσασθαι οὐ συγκόπτεται. εἰ δέ τις εἴποι ὅτι τούτῳ τῷ λόγῳ οὔτε ἡ γαστέρος | |
35 | γενικὴ ὤφειλε συγκοπὴν ἀναδέξασθαι καὶ γενέσθαι γαστρός, οὔτε γὰρ αὕτη ἔχει εὐθεῖαν, ἣν ὤφειλε μιμήσασθαι, οὐδὲ γὰρ ἔχομεν, ὡς εἴρη‐ ται, εὐθεῖαν διὰ τοῦ στρος ἐκφερομένην ὀξύτονον, λέγομεν ὅτι ἐπειδὴ τὸ γαστήρ κατὰ τὴν εὐθεῖαν παραλόγως ὀξύνθη, τούτου χάριν καὶ κατὰ τὴν γενικὴν παραλόγως ἀνεδέξατο συγκοπήν. | |
40 | Τὸν ἀνέρα γίνεται κατὰ συγκοπὴν ἄνδρα καὶ θυγατέρα θύγατρα, | 749 |
3,2750 | ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον καὶ τὸ μητέρα γίνεται κατὰ συγκοπὴν μῆτρα οὐδὲ τὸ πατέρα συγκέκοπται, τὴν δὲ γενικὴν τῶν πληθυντικῶν συνέ‐ κοψεν Ὅμηρος «ἐξέτι πατρῶν» (θ 245) ἴσως μιμούμενος τὴν ἑνικὴν γενικήν. | |
5 | Choer. 319, 22: ἰστέον ὅτι ἐὰν εὑρεθῇ ἕτερον σύμφωνον, ἀπο‐ βάλλεται ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Πάριδι Πάρισι, Πλάτωνι Πλάτωσι, λέοντι λέουσι· χωρὶς εἰ μὴ εὑρεθῇ τὸ ρ, τοῦτο γὰρ φυλάτ‐ τεται ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Ἕκτορι Ἕκτορσι, Νέστορι Νέστορσι, ἢ εἰς δύο σύμφωνα λήγει ἡ εὐθεῖα, τότε γὰρ φυλάττεται τὰ | |
10 | δύο σύμφωνα καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἐπειδὴ ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν ἐκ τῆς εὐθείας κανονίζεται προσθέσει τοῦ ι οἷον ἅλς ἁλσί, Τῖρυνς Τίρυνσιν, ἕλμινς ἕλμινσι, μάκαρς μάκαρσι. καὶ ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν, εἰ μὲν εὑρεθῇ ἕτερον σύμφωνον, ἀποβάλλει αὐτὸ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Πάριδι Πάρισι, | |
15 | Πλάτωνι Πλάτωσιν, εἰ δὲ εὑρεθῇ τὸ ρ, φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Ἕκτορι Ἕκτορσι, Νέστορι Νέστορσι. ἔστιν οὖν ταύτην εἰπεῖν τὴν ἀπολογίαν, ὅτι τὸ ρ ἐνομίσθη φωνῆεν εἶναι. ἐπειδὴ ἡνίκα εὑρεθῇ φωνῆεν ἔχουσα ἡ δοτικὴ τῶν ἑνικῶν, φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον ὄφεϊ ὄφεσι, πόλεϊ πόλεσι, μάντεϊ | |
20 | μάντεσι, τούτου χάριν ἡνίκα εὑρεθῇ ἔχουσα τὸ ρ, φυλάττει αὐτὸ καὶ ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν οἷον Ἕκτορι Ἕκτορσι, Νέστορι Νέστορσι. Choer. 349, 27: ὡς ὄφεϊ ὄφεσι, τάχεϊ τάχεσι, Πάριδι Πάρισι, Πλάτωνι Πλάτωσιν, Ἕκτορι Ἕκτορσι, Νέστορι Νέστορσιν, οὕτως οὖν καὶ μητέρι μητέρσι, καὶ διὰ τὴν εὐφωνίαν ὑπερβιβασμὸς γίνεται τοῦ ρ, | |
25 | καὶ τροπὴ παρακολουθεῖ τοῦ ε εἰς α καὶ γίνεται μητράσιν, ὥσπερ πα‐ τέρι πατέρσι καὶ πατράσι, καὶ θυγατέρι θυγατέρσι καὶ θυγατράσι, καὶ ἀνήρ ἀνέρσι καὶ ἀνδράσι, τοῦ δ πλεονάσαντος. δύναται δὲ καὶ ἀπὸ τῆς κατὰ συγκοπὴν δοτικῆς τῶν ἑνικῶν κανονισθῆναι καὶ ἐπὶ τούτων ἡ δο‐ τικὴ τῶν πληθυντικῶν. ἔστι γὰρ ἡ κατὰ συγκοπὴν δοτικὴ τῶν ἑνικῶν | |
30 | μητρί καὶ πατρί καὶ θυγατρί καὶ ἀνδρί· καὶ ἐπειδὴ τοῦ ς προσερχομένου ἀσυνταξία γίνεται, τούτου χάριν πλεονασμὸς παρακολουθεῖ τοῦ α καὶ γίνεται μητράσι καὶ πατράσι καὶ θυγατράσι καὶ ἀνδράσιν ἡ δοτικὴ τῶν πληθυντικῶν. | |
34t | Περὶ τῶν εἰς ψ. | |
35 | Καθόλου τὰ εἰς ψ λήγοντα εἴτε μονοσύλλαβα εἴτε ὑπὲρ δύο συλλα‐ βὰς εἴτε ἁπλᾶ εἴτε σύνθετα διὰ τοῦ π κλίνεται οἷον ὤψ ὠπός ὁ ὀφθαλ‐ μός καὶ ὄνομα κύριον «Εὐρύκλει’ Ὦπος θυγάτηρ» (α 429), θήψ θηπός | |
(σημαίνει δὲ τὸν κόλακα), κνίψ κνιπός (τὸ δὲ μετὰ τοῦ ς σκνίψ κλίνε‐ | 750 | |
3,2751 | ται σκνιπός καὶ σκνιφός), κύκλωψ κύκλωπος, ἑλίκωψ ἑλίκωπος ὁ εὐόφθαλ‐ μος, λαῖλαψ λαίλαπος πλὴν τεσσάρων ἐν μονοσυλλάβοις, λέγω δὴ τοῦ φλέψ φλεβός, φάψ φαβός, Νίψ Νιβός (ὄνομα κρήνης) καὶ λίψ λιβός ὁ ἄνεμος, ἐν δὲ τοῖς ὑπὲρ μίαν συλλαβὴν ἁπλῶν μὲν εʹ Ἄραψ Ἄρα‐ | |
5 | βος, Χάλυψ Χάλυβος, Κίνυψ Κίνυφος (ποταμὸς Λιβύης), Θάρυψ Θάρυ‐ βος (ἔστι δὲ ὄνομα κύριον), Σκίραψ Σκίραφος (ἔστι δὲ ὄνομα κύριον παρὰ τοῖς κωμικοῖς εὑρισκόμενον), συνθέτων δὲ δύο, τοῦ κατῆλιψ κατή‐ λιφος (σημαίνει δὲ τὴν μέσην στέγην ἀπὸ τοῦ κατειλῆφθαι ὑπὸ τοῦ ξύλου ἤ τινος τοιούτου, ἐφ’ ὧν τὰ καταστρώματα τίθεται καὶ τὸ ἀπὸ | |
10 | τῆς τρόπεως τοῦ ἱστοῦ, ᾧ προσδέδεται ὁ ἱστός) καὶ τοῦ χέρνιψ χέρνι‐ βος καὶ τῶν ἀπὸ τῶν εἰς βω ῥημάτων οἷον πεδότριψ πεδότριβος (τῶν κατατετριμμένων εἰς πέδας, τουτέστιν εἰς δεσμούς), οἰκότριψ οἰκότριβος (σημαίνει δὲ τὸν οἰκογενῆ), χοιρότριψ χοιρότριβος καὶ τὰ ὅμοια. Choer. 322, 13: ἰστέον δὲ ὅτι τὰ μὴ κλιθέντα διὰ τοῦ π τὴν ἀνα‐ | |
15 | λογίαν ἐπλήρωσαν· ὃν γὰρ τρόπον τὰ εἰς ξ λήγοντα κλίνεται διὰ δασέος ἢ ψιλοῦ ἢ μέσου, τουτέστι διὰ τοῦ γ ἢ κ ἢ χ οἷον ὄρτυξ ὄρτυγος, θώ‐ ραξ θώρακος, ὄνυξ ὄνυχος, τὸν αὐτὸν τρόπον καὶ τὰ εἰς ψ λήγοντα διὰ δασέος ἢ ψιλοῦ ἢ μέσου κλίνεσθαι θέλει τουτέστι διὰ τοῦ β ἢ π ἢ φ οἷον Ἄραψ Ἄραβος, Κύκλωψ Κύκλωπος, Κίνυψ Κίνυφος. ταῦτα | |
20 | οὖν τὰ δοκοῦντα εἰς ψ παράλογα τὰ τῆς ἀναλογίας ἐφύλαξε κλιθέντα διὰ τοῦ β καὶ φ. λοιπὸν γὰρ εὑρίσκεται τῇ προφάσει ταύτῃ τὰ εἰς ψ λήγοντα κλινόμενα διὰ δασέος καὶ ψιλοῦ καὶ μέσου, τουτέστι διὰ τοῦ β ἢ π ἢ φ. | |
24t | Περὶ θηλυκῶν ὀνομάτων. | |
25t | Περὶ τῶν εἰς α. | |
26 | Choer. 323, 30: τὰ εἰς α λήγοντα θηλυκά, ἐὰν μὲν ἔχῃ τὸ α καθαρόν, τουτέστι μὴ προηγουμένου συμφώνου, ἢ πρὸ τοῦ α τὸ ρ, ἢ μακρόν, φυλάττει καὶ ἐν τῇ γενικῇ, φημὶ δὴ τὸ α, καὶ προσθέσει τοῦ ς ποιεῖ τὴν γενικήν. ἔστω δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· τὸ α | |
30 | μὲν καθαρὸν οἷον μαῖα μαίας, γραῖα γραίας, γαῖα γαίας, Μήδεια Μη‐ δείας (τὸ γὰρ Μηδείης ὑπ’ ἔρωτι [Apoll. Rh. 3, 31] Ἰωνικόν ἐστι), Κράτεια Κρατείας, Ἀλεξάνδρεια Ἀλεξανδρείας, Καισάρεια Καισαρείας, Ἀντιόχεια Ἀντιοχείας. πρὸ τοῦ α τὸ ρ οἷον σφαῖρα σφαί‐ | |
35 | ρας, Δηϊάνειρα Δηϊανείρας, εὐπάτειρα εὐπατείρας, σώτειρα σωτείρας, γενέτειρα γενετείρας, ἄρουρα ἀρούρας. τὸ δὲ α μακρὸν οἷον Ἀθηνᾶ Ἀθηνᾶς (μακρὸν γὰρ ἔχει τὸ α), μνᾶ μνᾶς, Ναυσικᾶ Ναυσικᾶς, Ἀνδρο‐ | |
μέδα Ἀνδρομέδας, Λήδα Λήδας (τὸ γὰρ | 751 | |
3,2752 | Λήδην εἶδον τὴν Τυνδαρέου παράκοιτιν [λ 297] ἀπὸ τοῦ ἡ Λήδη ἐστί), Φιλομήλα Φιλομήλας, Διοτίμα Διοτίμας, Ἥρα Ἥρας, φοβερά φοβερᾶς. ταῦτα δὲ ὡς ἔχοντα τὸ α καθαρὸν καὶ μετὰ τοῦ ρ καὶ ἐκτεταμένον φυλάττει τὸ α ἐν τῇ γενικῇ. ἐὰν δὲ μη‐ | |
5 | δὲν ἐκ τούτων τῶν τριῶν ἔχῃ τουτέστι μήτε τὸ καθαρὸν α, μήτε πρὸ τοῦ α τὸ ρ, μήτε ἐκτεταμένον τὸ α, τρέπει τὸ α εἰς τὸ η ἐν τῇ γενικῇ μετὰ τοῦ προσλαμβάνειν δηλονότι τὸ ς οἷον μοῦσα μούσης, δόξα δόξης, ῥίζα ῥίζης, δίψα δίψης, ἄελλα ἀέλλης, θύελλα θυέλλης, Σκύλλα Σκύλλης, ἅμαξα ἁμάξης, τράπεζα τραπέζης, τύπτουσα τυπτούσης, χαρίεσσα | |
10 | χαριέσσης. Ἰστέον ὅτι τῶν συμφώνων τὰ μὲν τῷ α χαίρει, τὰ δὲ τῷ η, τὰ δὲ τῷ α καὶ τῷ η. οἷον τὸ βῆτα τῷ η χαίρει οἷον Θίσβη, Ἀρίσβη· ὡσαύτως δὲ καὶ τὸ γ οἷον στέγη, αὐγή, κραυγή· καὶ τὸ δ δὲ τῷ η χαίρει οἷον Ἴδη, Νέδη, Σίδη, ὅθεν καὶ τὸ Λήδη οἷον | |
15 | καὶ Λήδην εἶδον τὴν Τυνδαρέου παράκοιτιν, ἀναλογώτερόν ἐστι τοῦ Λήδα καὶ τὸ Ἀνδρομέδη τοῦ Ἀνδρομέδα. ἀλλὰ λέγομεν ὅτι Λήδη καὶ Ἀνδρομέδη ἦν, καὶ ἔτρεψε Δωρικῶς τὸ η εἰς α δηλονότι μακρὸν καὶ ἐγένετο Λήδα καὶ Ἀνδρομέδα. τὸ ζ τῷ α χαίρει οἷον ῥίζα, μᾶζα, χάλαζα. τὸ ξ ὁμοίως τῷ α χαίρει οἷον δόξα, μύξα, | |
20 | ἅμαξα· ὡσαύτως καὶ τὸ ψ οἷον δίψα· καὶ τὸ ς δὲ τῷ α χαίρει οἷον μοῦσα, φῦσα, πῖσα, κνῖσα, θάλασσα. τὸ δὲ θ τῷ α χαίρει καὶ τῷ η οἷον μέθη, λήθη, κριθή, μίνθα (τὸ ἡδύοσμον)· ὡσαύτως δὲ καὶ τὸ λ τῷ α χαίρει καὶ τῷ η· ἐὰν μὲν εὑρεθῇ δύο λλ, τῷ α χαίρει οἷον θύελλα, ἄελλα, ἅμιλλα, Σκύλλα, πλὴν τοῦ Ἕλλη καὶ Πέλλη. ἰδοὺ γὰρ ταῦτα δύο | |
25 | λλ ἔχοντα εἰς η καταλήγει (ἔστι δὲ τὸ μὲν Ἕλλη ὄνομα κύριον γυναικός, τὸ δὲ Πέλλη ὄνομα πόλεως). ἐὰν δὲ εὑρεθῇ ἓν λ μὴ ἔχον προηγούμενον σύμφωνον, τῷ η χαίρει οἷον Ἐριφύλη, Σεμέλη, πύλη, αὐλή, φυλή, χηλή ὄνυξ, πλὴν τοῦ παῦλα καὶ τοῦ ἀνάπαυλα, ταῦτα γὰρ ἓν λ ἔχοντα διὰ τοῦ α ἐγένετο, σημαίνει δὲ τὴν ἀνάπαυσιν· τὸ γὰρ Φιλομήλα Δω‐ | |
30 | ρικῶς ἔτρεψε τὸ η εἰς τὸ α μακρόν, Φιλομήλη γὰρ ἦν. ὁμοίως δὲ καὶ τὰ ἔχοντα τὸ λ ἐν ἐπιπλοκῇ συμφώνου τῷ η χαίρει οἷον ζεύγλη (ση‐ μαίνει δὲ τὸν λῶρον τὸν συνέχοντα τὸν ζυγὸν πρὸς τὸ ζῷον), τρίγλη, κίχλη, ὁμίχλη (τὸ γὰρ ζεῦγλα εὑρεθὲν παρὰ τοῖς ἀρχαίοις κατὰ ποιη‐ τικὴν ἐξουσίαν συνέστειλε τὸ η εἰς α). περὶ δὲ τοῦ Αὐγούστα λέγου‐ | |
35 | σιν ὅτι ὤφειλεν Αὐγούστη εἶναι ἡ εὐθεῖα διὰ τοῦ η, τὸ τ γὰρ τῷ η | |
χαίρει οἷον χαίτη, ἐλάτη, Ἀφροδίτη, μελέτη, ἀρετή, τελευτή, καὶ κατὰ | 752 | |
3,2753 | ἄλλον δὲ κανόνα ὤφειλεν Αὐγούστη εἶναι, ἐπειδὴ τὰ εἰς ος ἀρσενικὰ ποιοῦντα κατὰ ἰδίαν θηλυκά, τουτέστι μὴ ὄντα κοινὰ τῷ γένει, διὰ τὸ ὁ φιλόσοφος καὶ ἡ φιλόσοφος, ἔχοντα πρὸ τοῦ ος σύμφωνον μὴ τὸ ρ, εἰς η ποιεῖ τὸ θηλυκὸν οἷον σοφός σοφή, καλός καλή, κάλλιστος καλ‐ | |
5 | λίστη, ἄριστος ἀρίστη, μέγιστος μεγίστη, οὕτως οὖν καὶ Αὔγουστος Αὐγούστη ὤφειλε γενέσθαι τὸ θηλυκόν, ἀλλ’ ἔτρεψε τὸ η εἰς α βραχύ, δηλονότι Ἰταλικῶς· τὸ γὰρ ὄνομα Ἰταλικόν. ὅθεν ἀξιοῦσι τὸ μὲν κύριον ὄνομα τὸ Αὐγούστα λέγειν, ὅτι ἐκτείνει τὸ α, καὶ προσθέσει τοῦ ς ποιεῖ τὴν γενικὴν οἷον Αὐγούστας, ὥσπερ Ἀθηνᾶ Ἀθηνᾶς, Διο‐ | |
10 | τίμα Διοτίμας, Φερετίμα Φερετίμας, Δωρικῶς δηλονότι τραπέντος τοῦ η εἰς α μακρόν· τὸ δὲ ἐπὶ τῆς βασιλίδος Ἰταλικόν ἐστι, καὶ διὰ τοῦτο τρέπει τὸ α εἰς η ἐν τῇ γενικῇ οἷον Αὐγούστης, ὥσπερ μοῦσα μούσης, ἅμαξα ἁμάξης, ὡς τοῦ α συνεσταλμένου ὄντος. | |
14t | Περὶ τῶν εἰς η. | |
15 | Choer. 328, 13: τὰ εἰς η λήγοντα θηλυκὰ προσθέσει τοῦ ς ποιεῖ τὴν γενικὴν οἷον καλή καλῆς, Ἀφροδίτη Ἀφροδίτης, τιμή τιμῆς, μελέτη μελέτης· ὅθεν τὴν γυναικός γενικὴν ἀπὸ τῆς γύναιξ εὐθείας κεκλίσθαι φαμὲν καὶ οὐκ ἀπὸ τοῦ γυνή, ἐπεὶ τῆς γυνῆς εἶχεν εἶναι. Ἄξιον δέ ἐστι ζητῆσαι διατί τὸ γυνή ἄκλιτόν ἐστιν, οὐδὲ γὰρ λέγο‐ | |
20 | μεν τῆς γυνῆς. καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰς νη λήγοντα δισύλλαβα τῷ υ παραληγόμενα ἐκτεταμένον ἔχει τὸ υ οἷον μύνη (ἡ προτροπὴ καὶ ἡ πρόφασις), Βύνη (οὕτως ἐκλήθη ὕστερον ἡ Ἰνώ), Φρύνη (ὄνομα κύριον)· τὸ δὲ γυνή συστέλλει τὸ υ, εἰκότως οὖν ὡς μονῆρες ἄκλιτον ἔμεινε. ἰστέον ὅτι εὑρίσκεται παρὰ Φερεκράτει ἡ αἰτια‐ | |
25 | τικὴ τὴν γυνήν ὡς ἄτοπόν ἐστι μητέρ’ εἶναι καὶ γυνήν, καὶ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν τὰς γυνάς, ἀλλ’ ὁρῶ τὰς γυνάς. τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα ἐπὶ τῶν ἑτεροκλίτων | |
30 | ἡ αἰτιατικὴ καὶ κλητικὴ τῇ λεγομένῃ εὐθείᾳ ἀκολουθοῦσι καὶ οὐ τῇ σεσι‐ γημένῃ (ἰδοὺ γὰρ τὸν μέγαν λέγομεν τὴν αἰτιατικὴν καὶ ὦ μέγα τὴν κλητικήν, ὡς πρὸς τὴν μέγας εὐθεῖαν τὴν λεγομένην καὶ οὐχὶ πρὸς τὴν σεσιγημένην τὴν μεγάλος, ἐξ ἧς ἡ γενικὴ καὶ ἡ δοτικὴ μεγάλου μεγάλῳ, ἐπεὶ μεγάλον καὶ μεγάλε εἶχον εἶναι ἡ αἰτιατικὴ καὶ κλητική), | |
35 | πῶς οὖν ἐνταῦθα ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ οὐ λέγονται πρὸς τὴν λεγο‐ μένην εὐθεῖαν, φημὶ δὴ πρὸς τὸ ἡ γυνή, ἐπεὶ τὴν γυνήν καὶ ὦ γυνή εἶχον εἶναι, ἀλλὰ πρὸς τὴν γύναιξ εὐθεῖαν ἐκλίθησαν, ἐξ ἧς καὶ ἡ γυ‐ ναικός γενική, καὶ ἡ γυναικί δοτική, γυναῖκα γὰρ φαμὲν καὶ ὦ γύναι; ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπὶ τῶν ἄλλων ἑτεροκλίτων προφανῶς ἡ γενικὴ | |
40 | καὶ δοτικὴ τὴν ἀκολουθίαν ἔχουσι πρὸς τὴν σεσιγημένην εὐθεῖαν, καὶ | |
τούτου χάριν ἡ αἰτιατικὴ καὶ κλητικὴ οὐκ ἀκολουθοῦσιν αὐταῖς ἀλλὰ | 753 | |
3,2754 | ταῖς λεγομέναις εὐθείαις· προφανῶς γὰρ ἡ μεγάλου γενικὴ καὶ ἡ με‐ γάλῳ δοτικὴ τὴν ἀκολουθίαν ἔχει πρὸς τὴν μεγάλος εὐθεῖαν. ἐνταῦθα δέ, ἐπειδὴ ἡ γενικὴ καὶ ἡ δοτικὴ οὐκ ἔσχον τὴν ἀκολουθίαν ἀπαραλ‐ λάκτως πρὸς τὴν σεσιγημένην εὐθεῖαν, ὡς γὰρ πρὸς τὴν γύναιξ εὐθεῖαν | |
5 | ἡ γενικὴ καὶ ἡ δοτικὴ προπαροξυτόνως ὤφειλον εἶναι γύναικος καὶ γύναικι, τούτου χάριν, ὡς μὴ φυλάξασαι τὴν ἀκολουθίαν ἀπαραλλάκτως τῆς γενικῆς καὶ δοτικῆς πρὸς τὴν σεσιγημένην εὐθεῖαν, οὐκ ἀπέφυγον αὐτὰς ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ καὶ οὐκ ἠκολούθησαν τῇ λεγομένῃ εὐθείᾳ τῇ ἡ γυνή. ἡ γὰρ Δία αἰτιατικὴ διὰ τοῦτο οὐκ ἠκολούθησε τῇ λεγο‐ | |
10 | μένῃ εὐθείᾳ, φημὶ δὲ τῇ Ζεύς, ἐπειδὴ οὐ δύναται ὅλως τὸ Ζεύς τὸ κοινολεκτούμενον κλιθῆναι. Ἄξιον δέ ἐστι ζητῆσαι διὰ τί τὸ ἄγη ἄκλιτόν ἐστι (σημαίνει δὲ τὴν ἔκπληξιν) καὶ ἔστι θηλυκὸν ὄνομα ἄγη μ’ ἔχει ὄρχαμε λαῶν (Φ 221), | |
15 | ἀντὶ τοῦ ἔκπληξίς με ἔχει. καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ εἰς γη ἰαμβικὰ οὐδέποτε ἀπὸ φωνήεντος ἄρχεται οἷον στέγη, σφαγή, ταγή. πρόσκειται «ἰαμβικὰ» διὰ τὸ ἀγή (σημαίνει δὲ τὴν ἀπόκλασιν τοῦ κύματος)· τοῦτο γὰρ ἀπὸ φωνήεντος ἄρχεται, ἀλλ’ οὐκ ἔστιν ἰαμβικὸν ἀλλὰ σπονδειακόν, τὸ γὰρ α μηκυνόμενον ἔχει. ἐπειδὴ οὖν τὸ ἄγη | |
20 | εἰς γη ἐστὶν ἰαμβικὸν καὶ ἀπὸ φωνήεντος ἄρχεται, εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι ἔμεινεν ἄκλιτον. | |
22t | Περὶ τῶν εἰς ω. | |
23 | Choer. 330, 8: τὰ εἰς ω λήγοντα θηλυκὰ πάντα ὀξύνεται οἷον Λητώ, Κλειώ, Καλυψώ, Σαπφώ· ἔχει δὲ παραλλαγὴν περὶ τὴν κλίσιν. | |
25 | τὰ μὲν γὰρ ἑνικὰ αὐτῶν ὡς ἀπὸ περιττοσυλλάβου κλίσεως γίνεται οἷον Λητόος Λητοῦς, Λητόϊ Λητοῖ, Λητόα Λητώ· τὰ δὲ δυϊκὰ καὶ πληθυν‐ τικὰ ὡς ἀπὸ ἰσοσυλλάβου κλίσεως οἷον τὰ Λητώ ταῖν Λητοῖν ὦ Λητώ, αἱ Λητοί τῶν Λητῶν ταῖς Λητοῖς τὰς Λητούς ὦ Λητοί, ὥσπερ τὼ καλώ τοῖν καλοῖν ὦ καλώ, οἱ καλοί τῶν καλῶν τοῖς καλοῖς τοὺς | |
30 | καλούς ὦ καλοί. ταῦτα δὲ τὰ εἰς ω λήγοντα θηλυκὰ εἰς ους ἔχει τὴν γενικὴν οἷον Σαπφώ Σαπφοῦς, Κλειώ Κλειοῦς, Καλυψώ Καλυψοῦς, Λητώ Λητοῦς, Ἐρατώ Ἐρατοῦς. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί τὰ εἰς ω λήγοντα θηλυκὰ εἰς ους ἔχει τὴν γενικήν. καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀντιπε‐ | |
35 | πονθότως ἔχει τὰ εἰς ω ῥήματα πρὸς τὰ εἰς ω θηλυκά, τὰ μὲν εἰς ω ῥήματα ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν οἷον τύπτω, γράφω, ποιῶ, νοῶ, τὰ δὲ εἰς ω θηλυκὰ ὀξύνεται οἷον Λητώ, Καλυψώ, Ἐρατώ, Σαπφώ. ἐπειδὴ οὖν τὰ εἰς ω ῥήματα ἔθος ἔχει πολλάκις διὰ τῆς ει διφθόγγου ἐκφέρεσθαι κατὰ τὴν κλίσιν οἷον τύπτω τύπτεις, γράφω γράφεις, λέγω | |
40 | λέγεις, τούτου οὖν χάριν ἐκ τοῦ ἐναντίου τὰ εἰς ω θηλυκὰ διὰ τῆς ου | 754 |
3,2755 | διφθόγγου ἐκφέρεται οἷον Σαπφώ Σαπφοῦς, Κλειώ Κλειοῦς, Λητώ Λητοῦς. πρόσκειται ἀνωτέρω «πολλάκις» διὰ τὴν δευτέραν καὶ τρίτην συζυγίαν τῶν περισπωμένων. Ἔτι δὲ ἄξιόν ἐστι ζητῆσαι, τί δήποτε ἡ εἰς ους συνῃρημένη | |
5 | γενική, ἡνίκα μὲν ἀπὸ τῶν εἰς ης εὑρεθῇ, διὰ τοῦ εος ἔχει τὴν γενι‐ κὴν ἐν τῇ ἐντελείᾳ οἷον εὐγενής εὐγενέος εὐγενοῦς, Δημοσθένης Δη‐ μοσθένεος Δημοσθένους· ἡνίκα δὲ ἀπὸ τῶν εἰς ω εὑρεθῇ, διὰ τοῦ οος ἔχει τὴν γενικὴν ἐν τῇ ἐντελείᾳ οἷον Λητώ Λητόος Λητοῦς, Καλυψώ Καλυψόος Καλυψοῦς. ἔστι δὲ εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὸ η | |
10 | συστελλόμενον εἰς τὸ ε συστέλλεται οἷον ξηρόν ξερόν «ποτὶ ξερὸν ἠπεί‐ ροιο» (ε 402), φρήν φρενός, τέρην τέρενος, λιμήν λιμένος, ἄρσην ἄρσενος· ἐπειδὴ οὖν τὸ η συστελλόμενον εἰς τὸ ε συστέλλεται, εἰκότως οὖν ἡ εἰς ους συνῃρημένη γενική, ἡνίκα εὑρεθῇ ἀπὸ τῶν εἰς ης, διὰ τοῦ εος ἔχει τὴν ἐντέλειαν. διατί δὲ ὅτε ἐστὶν ἀπὸ τῶν εἰς ω διὰ τοῦ | |
15 | οος ἔχει τὴν ἐντέλειαν; λέγομεν ταύτην τὴν ἀπολογίαν, ὅτι τὸ ω συστελλόμενον εἰς τὸ ο συστέλλεται οἷον Ἕκτωρ Ἕκτορος, Μέντωρ Μέν‐ τορος, γείτων γείτονος, σώφρων σώφρονος. ἐπειδὴ οὖν τὸ ω συστελ‐ λόμενος εἰς τὸ ο συστέλλεται, εἰκότως καὶ ἡ εἰς ους γενικὴ εὑρεθεῖσα παρὰ τῶν εἰς ω διὰ τοῦ οος ἔχει τὴν ἐντέλειαν. | |
20 | Choer. 332, 13: ἰστέον ὅτι τῇ μὲν διὰ τοῦ οος γενικῇ κέχρηνται οἱ Ἴωνες οἷον τῆς Σαπφόος τῆς Λητόος, τῇ δὲ εἰς ους οἱ Ἀττικοὶ καὶ ἡ κοινὴ διάλεκτος οἷον Σαπφοῦς Λητοῦς. Ἀπὸ τῆς Σαπφόϊ δοτικῆς γέγονεν ἡ Σαπφόα αἰτιατικὴ τροπῇ τοῦ ι εἰς α καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω Σαπφώ. ἔστι καὶ τὴν | |
25 | Σαπφών καὶ τὴν Λητών ἡ αἰτιατικὴ καὶ κατὰ τροπὴν τοῦ ω εἰς τὴν οι δίφθογγον γίνεται τὴν Σαπφοῖν καὶ τὴν Λητοῖν. ἰστέον δὲ ὅτι οἱ Αἰο‐ λεῖς καὶ διὰ τοῦ ων λέγουσι τὴν αἰτιατικὴν τῶν εἰς ω θηλυκῶν καὶ | |
βαρύνουσιν οἷον τὴν Λήτων, τὴν Σάπφων. | 755 | |
3,2756 | Choer. 335, 10: ἡ κλητικὴ τῶν εἰς ω θηλυκῶν εἰς τὴν οι δίφθογ‐ γον λήγει, τῆς χρήσεως οὕτως ἐχούσης, ἡ Σαπφώ ὦ Σαπφοῖ, ἡ Λητώ ὦ Λητοῖ Λητοῖ, ἐγὼ δέ τοι οὔτι μαχέσομαι (Φ 498). | |
5 | καὶ ἔστιν εἰπεῖν, ὅτι εὑρίσκεται ἐπὶ τούτων ἡ κλητικὴ καὶ ὁμοφώνως τῇ εὐθείᾳ, ὡς παρὰ τῷ Ἀπολλωνίῳ (III 1) εἰ δ’ ἄγε νῦν, Ἐρατώ, πάρα θ’ ἵστασο καί μοι ἔνισπε. ὁ μέντοι ποιητὴς καὶ οἱ ἄλλοι εἰς τὴν οι δίφθογγον ποιοῦσι τὴν κλητι‐ κὴν οἷον | |
10 | Λητοῖ, ἐγὼ δέ τοι οὔτι μαχέσομαι, καὶ Μένανδρος «φίλη Πειθοῖ». Choer. 336, 31: ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λήγουσα τροπῇ τοῦ ι εἰς ε ποιεῖ τὴν εὐθεῖαν τῶν δυϊκῶν οἷον Αἴαντι Αἴαντε, Θόαντι Θόαντε, λέβητι λέβητε, διατί ἐπὶ | |
15 | τῶν εἰς ω θηλυκῶν οὐ γίνεται ἡ εὐθεῖα τῶν δυϊκῶν ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν, τροπῇ τοῦ ι εἰς ε οἷον Λητόϊ Λητόε, Σαπφόϊ Σαπφόε, ἀλλὰ τὰ Λητώ καὶ τὰ Σαπφώ ὁμοφώνως τῇ αἰτιατικῇ τῶν ἑνικῶν· καὶ γὰρ ἡ αἰτιατικὴ τῶν ἑνικῶν τὴν Λητώ ἐστι καὶ τὴν Σαπφώ. καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ὅταν ἡ | |
20 | γενικὴ τῶν ἑνικῶν συναιρῆται, τότε καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν ὁμοίως συναιρεῖται, οἷον Δημοσθένεος Δημοσθένους Δημοσθένεε Δημοσθένη, τείχεος τείχους τείχεε τείχη, εὐγενέος εὐγενοῦς εὐγενέε εὐγενῆ, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος. οὐδὲ γὰρ ἡνίκα μὴ συναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, κωλύεται πάντως συναιρεθῆναι ἡ εὐθεῖα τῶν δυϊκῶν, ἀλλ’ | |
25 | ἔστιν ὅτε συναιρεῖται, οἷον βασιλεὺς βασιλέως βασιλέε βασιλῆ, πόλις πόλεως πόλεε πόλη, ὡς παρ’ Αἰσχίνῃ τῷ Σωκρατικῷ, «τούτω τὼ πόλη»· λέγει δὲ περὶ Ἀθηναίων καὶ Λακεδαιμονίων. εἰ ἄρα οὖν ἐν τοῖς εἰς ω θηλυκοῖς συναιρεῖται ἡ γενικὴ τῶν ἑνικῶν, Λητόος Λητοῦς, Σαπφόος Σαπφοῦς καὶ Ἐρατόος Ἐρατοῦς, δηλονότι καὶ ἡ εὐθεῖα τῶν | |
30 | δυϊκῶν ἀναγκάζεται συναίρεσιν ἐπιδέξασθαι. ἐὰν οὖν γένηται ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν ἡ εὐθεῖα τῶν δυϊκῶν τροπῇ τοῦ ι εἰς ε οἷον Λητόϊ Λητόε καὶ Σαπφόϊ Σαπφόε, μέλλει ἐν τῇ συναιρέσει εἰς τὴν ου δίφθογ‐ γον καταλήγειν· τὸ γὰρ ο καὶ ε εἰς τὴν ου δίφθογγον κιρνᾶται οἷον τὸ ἐμόν τοὐμόν, τὸ ἔργον τοὖργον, προέβη προὔβη. εἰς τὴν ου δίφθογ‐ | |
35 | γον δὲ καταλήγειν αὐτὴν ἀδύνατόν ἐστιν, οὐδέποτε γὰρ εὐθεῖα τῶν δυϊκῶν εἰς τὴν ου δίφθογγον καταλήγει, τὸ γὰρ υ οὐκ ἔστι τελικὸν τῆς εὐθείας τῶν δυϊκῶν· τούτου οὖν χάριν οὐκ ἐγένετο ἐκ τῆς δοτικῆς τῶν ἑνικῶν ἡ εὐθεῖα τῶν δυϊκῶν, ἀλλ’ ὡμοφώνησεν τῇ αἰτιατικῇ τῶν ἑνικῶν τῇ ἐχούσῃ κατάληξιν ἁρμόζουσαν τῇ εὐθείᾳ τῶν δυϊκῶν, λήγει | |
40 | γὰρ εἰς ω ἡ αἰτιατικὴ τῶν ἑνικῶν, ὅπερ ἐστὶ τελικὸν τῆς εὐθείας τῶν | |
δυϊκῶν οἷον τὼ φίλω, τὼ ἀνθρώπω. | 756 | |
3,2757 | Choer. 338, 18: πᾶσα εὐθεῖα δυϊκῶν εἰς ω λήγουσα εἰς τὴν οι δίφθογγον ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν, χωρὶς τῶν οὐδετέρων οἷον τὼ καλώ οἱ καλοί, τὼ ἀνθρώπω οἱ ἄνθρωποι, οὕτως οὖν καὶ τὰ Σαπφώ αἱ Σαπφοί. | |
5t | Περὶ τῶν εἰς ν ληγόντων. | |
6 | Choer. 339, 10: εἰς αν θηλυκὸν οὐκ ἔχομεν. εἰς εν οὐκ ἔστιν οὔτε ἀρσενικὸν οὔτε θηλυκόν· τὸ ἄρσεν καὶ τέρεν οὐδέτερά ἐστιν. ἐπὶ τοῖς εἰς ην μονοσυλλάβοις μόνον τὸ φρήν μόνου θηλυκοῦ γένους ἐστὶ καὶ τούτου χάριν τρέπει τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ καὶ γίνεται φρενός. | |
10 | ἔστι δὲ καὶ ἄλλο τὸ γλήν, ὅπερ κατὰ ἀποκοπὴν ἐγένετο ἀπὸ τοῦ γλήνη, οὗπερ ἡ κλίσις οὐχ εὑρίσκεται· γλήνη δὲ ἡ κόρη, οἷον ὡς παρὰ τῷ ποιητῇ «ἔρρε κακὴ γλήνη» (Θ 164). δισύλλαβα δὲ ἔχομεν ταῦτα· ἡ Τροιζήν (ἔστι δὲ ὄνομα πόλεως) καὶ ἡ Σειρήν, ἅπερ προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ η οἷον Τροιζῆνος, Σειρῆνος. | |
15 | Περὶ τῆς κλίσεως τῶν εἰς ιν καὶ ὅτι δικατάληκτά ἐστιν εἴτε ἀρσενικὰ εἴτε θηλυκά ἐστι καὶ ὅτι ἀναλογώτερά ἐστι τὰ εἰς ιν παρὰ τοῖς νεωτέροις εὑρισκόμενα τῶν εἰς ις, οἷς τισι κέχρηνται οἱ ἀρχαῖοι, προειρήκαμεν ἐν τοῖς ἀρσενικοῖς. Εἰς ον διὰ τοῦ ο οὐχ εὑρίσκεται θηλυκά, ἐὰν δὲ ἄρα καὶ εὕρω‐ | |
20 | μεν, ἀπὸ οὐδετέρου γένους ἐστὶ μετενεχθέντα, ἅτινα καὶ τόνον καὶ κλίσιν τοῦ οὐδετέρου φυλάττει, μόνον δὲ τὸ ἄρθρον ἐναλλάττει οἷον ἡ Ἁβρότονον, ἡ Λεόντιον, ἡ Χρυσίον, ἡ Φάνιον· ἀπὸ γὰρ τοῦ τὸ ἁβρό‐ τονον καὶ τὸ λεόντιον καὶ τὸ φάνιον καὶ τὸ χρυσίον (ἔστι δὲ τὸ μὲν τὸ ἁβρότονον ὄνομα βοτάνης, τὸ δὲ ἡ Ἁβρότονον ὄνομα ἑταίρας). ταῦτα | |
25 | δὲ οὐκ ἔχει πληθυντικὰ διὰ τὸ ἀχαρακτήριστον· οὐδὲ γὰρ ἠδύνατο τὴν κλίσιν τοῦ οὐδετέρου ἐπιδέξασθαι ἐν τοῖς πληθυντικοῖς, ἐπειδὴ οὐδέ‐ ποτε οὔτε ἀρσενικὰ οὔτε θηλυκὰ εἰς α καταλήγει ἐν τοῖς πληθυντι‐ κοῖς· αὕτη γὰρ ἡ κατάληξις μόνου οὐδετέρου γένους ἐστὶν οἷον βήματα, κρέατα. | |
30 | Τὰ εἰς υν θηλυκὰ σπάνιά ἐστι, προσθέσει δὲ τοῦ ος ποιεῖ τὴν γενικὴν ὁμοίως τοῖς εἰς υν ἀρσενικοῖς οἷον Γόρτυν Γόρτυνος (ἔστι δὲ ὄνομα πόλεως Κρήτης). Τὰ εἰς ων λήγοντα θηλυκὰ ἢ ὀξύνεται ἢ βαρύνεται οἷον τρυγών, τρήρων, ἀποστρέφεται δὲ περισπωμένην τάσιν χωρὶς ἑνὸς ὀνόματος εὑρι‐ | |
35 | σκομένου καὶ ἐν τῇ συνηθείᾳ λεγομένου καὶ παρὰ τοῖς ἀρχαίοις, τὸ ὄνομα τῆς πόλεως τῆς ἐν Περσίδι οἷον ἡ Κτησιφῶν, τοῦτο δὲ περι‐ σπᾶται καὶ διὰ τοῦ ντ κλίνεται μετὰ τοῦ φυλάττειν τὸ ω ἐν τῇ γενικῇ οἷον Κτησιφῶντος. τοῦτο δὲ καὶ τὴν κλίσιν καὶ τὸν τόνον τοῦ ἀρσε‐ νικοῦ ἐφύλαξεν. ἔστι δὲ ὁ Κτησιφῶν τοῦ Κτησιφῶντος ὄνομα κύριον | |
40 | ἀρσενικῶς λεγόμενον, ᾧτινι ὁμωνυμεῖ ἡ πόλις. | 757 |
3,2758(1t) | Περὶ τῶν εἰς ξ θηλυκῶν. | |
2 | Choer. 342, 21: καθόλου τὰ εἰς ξ λήγοντα θηλυκὰ ὑπὲρ μίαν συλ‐ λαβὴν ἁπλᾶ ὑπεσταλμένων τῶν εἰς υξ διὰ τοῦ κ κλίνεται οἷον κλῖμαξ κλίμακος, θρῖδαξ θρίδακος, αὖλαξ αὔλακος, σχίδαξ σχίδακος (τὸ ἐσχις‐ | |
5 | μένον ξύλον), χάλιξ χάλικος, πῖδαξ πίδακος (ἡ πηγή), πήληξ πήληκος (σημαίνει δὲ τὴν περικεφαλαίαν), ἀλώπηξ ἀλώπεκος· τοῦτο δὲ παρά‐ λογόν ἐστιν, ὅτι ἔτρεψε τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ. τὰ γὰρ εἰς διπλοῦν λήγοντα οὐδέποτε τρέπει τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ κλίσει οἷον νάρ‐ θηξ νάρθηκος, σκώληξ σκώληκος, Κύκλωψ Κύκλωπος, μώλωψ μώλωπος. | |
10 | καὶ ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν τὸ ἀλώπηξ ἀλώπεκος τρέπει τὸ η εἰς τὸ ε ἐν τῇ γενικῇ. καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὰ εἰς ηξ θηλυκὰ οὐ φαίνεται παραληγόμενα τῷ ω οἷον πήληξ (ἡ περικε‐ φαλαία), ἀντίπηξ (ἡ κιβωτός), ὕσπληξ (ἡ ἀφετηρία τοῦ δρόμου)· τὸ γὰρ σκώληξ παραληγόμενον τῷ ω οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι | |
15 | θηλυκὸν ἀλλ’ ἀρσενικόν. ἐπειδὴ οὖν τὸ ἀλώπηξ θηλυκὸν παραλήγεται τῷ ω, εἰκότως παραλλάξαν ἐν τῇ εὐθείᾳ κατὰ τὴν παραλήγουσαν, παρήλλαξε καὶ ἐν τῇ γενικῇ κατὰ τὴν παραλήγουσαν καὶ ἔτρεψε τὸ η εἰς τὸ ε. πρόσκειται ἐν τῷ κανόνι «ἁπλᾶ» διὰ τὰ σύνθετα οἷον διὰ τὸ ἡ καλλίθριξ τῆς καλλίτριχος, ἡ ὁμόστιξ τῆς ὁμόστιχος (ἡ ἅμα τινὶ πορευο‐ | |
20 | μένη)· ταῦτα δὲ κοινά ἐστι τῷ γένει οἷον ὁ καλλίθριξ καὶ ἡ καλλίθριξ, ὁ ὁμόστιξ καὶ ἡ ὁμόστιξ, ἡ ἀντίπηξ τῆς ἀντίπηγος παρὰ τὴν ἀντί πρόθεσιν καὶ τὸ πήσσω, ἡ ὕσπληξ τῆς ὕσπληγος ἀπὸ τοῦ πλήττειν, ἡ λάταξ λάταγος παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ στάζω κατ’ ἀποβολὴν τοῦ ς. πρόσκειται «ὑπὲρ μίαν συλλαβὴν» διὰ τὸ θρίξ τριχός, | |
25 | στίξ στιχός (σημαίνει δὲ τὴν τάξιν). πρόσκειται «χωρὶς τῶν εἰς υξ», διὰ τὸ ἄντυξ ἄντυγος (σημαίνει δὲ τὴν περιφέρειαν). τὸ δὲ μάστιξ μάστι‐ γος ἔχει ἀντιπαρακείμενον ῥῆμα εἰς ζω φημὶ δὲ τὸ μαστίζω. Choer. 344, 13: τὰ εἰς ξ λήγοντα εἰ μὲν ἔχει πρὸ τοῦ ξ τὸ γ, διὰ τοῦ γ κλίνεται οἷον Σφίγξ Σφιγγός, σάλπιγξ σάλπιγγος· εἰ δὲ ἕτερον | |
30 | σύμφωνον ἔχει πρὸ τοῦ ξ, διὰ τοῦ κ κλίνεται οἷον ζόρξ ζορκός (ἔστι δὲ εἶδος θηρίου), σάρξ σαρκός, ὤλξ ὠλκός (ὤλξ δέ ἐστιν ἡ αὖλαξ, «τέμνειν ὦλκα βαθεῖαν»), χωρὶς τοῦ λύγξ, ὅπερ πρὸς διάφορον σημαινόμενον διαφόρως κλίνεται· ἐπὶ μὲν γὰρ τοῦ πάθους διὰ τοῦ γ κλίνεται οἷον λύγξ λυγγός (ἐξ οὗ καὶ τὸ ἐλυγγίασεν), ἐπὶ δὲ τοῦ θηρίου διὰ τοῦ κ | |
35 | οἷον λυγκός, ὡς παρὰ Καλλιμάχῳ (h. Dian. 88) ὁ δὲ κρέα λυγκὸς ἔταμνε. ἰστέον δὲ ὅτι τὸ «ἀλκὶ πεποιθώς» (Ε 299), ὅπερ τινὲς μὲν ὡς ἀπὸ τοῦ ἄλξ ἀλκός λέγουσιν εἶναι, γίνεται κατὰ μεταπλασμὸν ἀπὸ τῆς ἀλκῇ | |
δοτικῆς. | 758 | |
3,2759(1t) | Περὶ τῶν εἰς ρ | |
2 | προειρήκαμεν ἐν τοῖς ἀρσενικοῖς. | |
3t | Περὶ τῶν εἰς ας θηλυκῶν. | |
4 | Choer. 350, 8: τὰ εἰς ας λήγοντα θηλυκὰ ὀξύνεται καὶ συνεσταλ‐ | |
5 | μένον ἔχει τὸ α καὶ διὰ τοῦ δος κλίνεται καὶ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον Παλλάς Παλλάδος ὦ Παλλάς, λαμπάς λαμπάδος ὦ λαμ‐ πάς, τριάς τριάδος ὦ τριάς, τετράς τετράδος ὦ τετράς, πολυδειράς πολυδειράδος ὦ πολυδειράς, μονάς μονάδος ὦ μονάς, δυάς δυάδος ὦ δυάς, ἰσχάς ἰσχάδος ὦ ἰσχάς, φυγάς φυγάδος ὦ φυγάς, δορκάς δορκά‐ | |
10 | δος ὦ δορκάς, Ἀρκάς Ἀρκάδος ὦ Ἀρκάς· ταῦτα δέ, φημὶ δὲ τὸ Ἀρκάς καὶ φυγάς, κοινά ἐστι τῷ γένει· ὁ Ἀρκάς γὰρ καὶ ἡ Ἀρκάς, ὁ φυγάς καὶ ἡ φυγάς. δεῖ προσθεῖναι ἐν τῷ κανόνι, χωρὶς τῶν ἀπὸ παθητικοῦ παρακειμένου συντεθέντων. ἐκεῖνα γὰρ καὶ μακρὸν ἔχει τὸ α καὶ διὰ καθαροῦ τοῦ τος κλίνεται οἷον κέκραμαι χαλκοκράς χαλκοκρᾶτος (ὁ | |
15 | χαλκῷ κεκραμένος), γαλακτοκράς γαλακτοκρᾶτος (ὁ γάλακτι κεκραμέ‐ νος), νεοκράς νεοκρᾶτος (ὁ νεωστὶ κεκραμένος). καὶ ταῦτα δὲ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὦ χαλκοκράς, ὦ γαλακτοκράς, ὦ νεοκράς. | |
19t | Περὶ τῶν εἰς της θηλυκῶν. | |
20 | Choer. 351, 25: τὰ εἰς της λήγοντα θηλυκὰ μονογενῆ διὰ τοῦ τος κλίνεται οἷον ποτής ποτῆτος «ἐδητύος ἠδὲ ποτῆτος», κοσμιότης κοσμιότητος, φιλότης φιλότητος, κακότης κακότητος, λογιότης λογιό‐ τητος, ποιότης ποιότητος, ποσότης ποσότητος, ταχυτής ταχυτῆτος, βραδυτής βραδυτῆτος. πρόσκειται «θηλυκὰ» διὰ τὸ θύτης θύτου. ταῦτα | |
25 | γὰρ οὐ κλίνεται διὰ τοῦ τος, ἀλλ’ οὐκ ἔστι θηλυκὰ ἀλλ’ ἀρσενικά. πρόσκειται «μονογενῆ» ἵνα μὴ ἀρσενικῶς ἢ θηλυκῶς λέγηται διὰ τὸ ἀκρατής τοῦ ἀκρατοῦς καὶ ἡ ἀκρατής τῆς ἀκρατοῦς, ὁ προπετής τοῦ προπετοῦς καὶ ἡ προπετής τῆς προπετοῦς, ὁ πενταετής τοῦ πενταε‐ τοῦς καὶ ἡ πενταετής τῆς πενταετοῦς. ταῦτα γὰρ εἰς ους ἔχει τὴν | |
30 | γενικήν, ὡς ἔχοντα οὐδέτερον εἰς ες οἷον τὸ ἀκρατές, τὸ πενταετές, τὸ προπετές. | |
32t | Περὶ τῶν εἰς ις θηλυκῶν. | |
33 | Choer. 353, 7: τὰ εἰς ις λήγοντα ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν πάντα διὰ τοῦ δος κλίνεται, εἴτε ἐκτείνει τὸ ι ὡς τὸ κνημίς κνημῖδος, | |
35 | κρηπίς κρηπῖδος, σφραγίς σφραγῖδος, εἴτε συστέλλει τὸ ι ὡς τὸ ἀσπίς | 759 |
3,2760 | ἀσπίδος, ῥανίς ῥανίδος, βολίς βολίδος, ἁψίς ἁψίδος. πρόσκειται «ὑπὲρ μίαν συλλαβὴν» διὰ τὸ κίς κιός (σημαίνει δὲ τὸν σκώληκα) καὶ λίς λιός (σημαίνει δὲ τὸν λέοντα)· ἔχει δὲ μακρὸν τὸ ι κατὰ τὴν γενικήν. ταῦτα γὰρ διὰ καθαροῦ τοῦ ος κλίνεται καὶ οὐ διὰ τοῦ δος, ἀλλ’ οὐκ | |
5 | ἔστιν ὑπὲρ μίαν συλλαβήν. τὸ ἀκτίς ἀκτῖνος διὰ τοῦ νος κλινόμενον οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ δικατάληκτόν ἐστιν, ἀκτίν γὰρ καὶ ἀκτίς· καὶ οὐκ ἔστι φύσει εἰς ς ἀλλ’ εἰς ν, καὶ τροπὴ παρηκολούθησε τοῦ ν εἰς τὸ ς. ταῦτα τὰ εἰς ις ὀξύτονα εἰς α μόνως ἔχει τὴν αἰτιατικὴν οἷον κρηπῖδα, ἀσπίδα, ἁψίδα, βολίδα, ῥανίδα. παρὰ δὲ τοῖς Αἰολεῦσι | |
10 | γίνεται εἰς ν κατὰ τὴν αἰτιατικὴν μετὰ βαρείας τάσεως, κνῆμιν γὰρ λέγουσι καὶ σφρᾶγιν καὶ ἄψιν, ὡς παρ’ Ἡσιόδῳ (Opp. 426) «τρισπί‐ θαμον δ’ ἄψιν τάμνειν», ἀντὶ τοῦ ἁψίδα. Τὰ εἰς ις ὀξύτονα οὐ γίνεται παρὰ τοῖς Ἴωσι κατὰ ἀποβολὴν τοῦ δ ἐν τῇ γενικῇ, οὐδὲ γὰρ λέγουσι κνημῖδος κνημῖος, ἀσπίδος | |
15 | ἀσπίος, ὡς Πάριδος Πάριος, καὶ Θέτιδος Θέτιος. καὶ ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν ἐπὶ μὲν τῶν εἰς ις βαρυτόνων εἰώθασιν οἱ Ἴωνες ἀποβάλλειν τὸ δ ἐν τῇ γενικῇ οἷον Πάριδος Πάριος, Θέτιδος Θέτιος, ἐπὶ δὲ τῶν εἰς ις ὀξυτόνων οὐδέποτε ἀποβάλλουσι τὸ δ οἱ Ἴωνες κατὰ τὴν γενικήν, οὐδὲ γὰρ λέγουσι κνημῖος καὶ ἀσπίος, ἀλλὰ | |
20 | κνημῖδος καὶ ἀσπίδος. καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ εἰς ις βαρύτονα πέφυκε διὰ καθαροῦ τοῦ ος κλίνεσθαι οἷον πόλις πόλιος, μάντις μάντιος, ὄφις ὄφιος· καὶ τούτου χάριν ἐπὶ τούτων, φημὶ δὴ ἐπὶ τῶν εἰς ις βαρυτόνων, ἀποβάλλουσι τὸ δ κατὰ τὴν γενικὴν οἱ Ἴω‐ νες, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ ἔχουσί τι μιμήσασθαι, φημὶ δὴ τὰς | |
25 | διὰ καθαροῦ τοῦ ος ἐκφερομένας γενικάς· ἐπὶ δὲ τῶν εἰς ις ὀξυτόνων οὐδέποτε ἀποβάλλουσι τὸ δ ἐν τῇ γενικῇ οἱ Ἴωνες, ἐπειδὴ ἀποβαλλο‐ μένου τοῦ δ οὐκ ἔχουσί τι μιμήσασθαι, οὐδέποτε γάρ, ὡς εἴρηται, τὰ εἰς ις ὀξύτονα, ὑπὲρ μίαν συλλαβὴν δηλονότι, κλίνεται διὰ καθαροῦ τοῦ ος οἷον ἀσπίς ἀσπίδος, ῥανίς ῥανίδος, βολίς βολίδος. τούτου χά‐ | |
30 | ριν ἐπὶ τῶν εἰς ις ὀξυτόνων οὐδέποτε ἀποβάλλουσι τὸ δ οἱ Ἴωνες κατὰ τὴν γενικήν, ἐπειδὴ ἀποβαλλομένου τοῦ δ οὐκ ἔχουσί τι μιμήσασθαι· οὔτε γὰρ κλίνεται διὰ καθαροῦ τοῦ ος, ἵνα ἀποβαλλομένου τοῦ δ μιμήσηται τὴν διὰ καθαροῦ τοῦ ος κλίσιν. | |
Τὰ εἰς ις περισπώμενα θηλυκὰ διὰ τοῦ δος κλίνεται, καὶ εἰς ν μό‐ | 760 | |
3,2761 | νως ἔχει τὴν αἰτιατικὴν οἷον Βενδῖς Βενδῖδος Βενδῖν, Ἀταργατῖς Ἀτα‐ ργατῖδος Ἀταργατῖν, Μολῖς Μολῖδος Μολῖν, Τοτῖς Τοτῖδος Τοτῖν (ἔστι δὲ ταῦτα ὀνόματα δαιμόνων τιμωμένων παρὰ Θρᾳξίν). Τῶν εἰς ις βαρυτόνων θηλυκῶν τὰ εἰς νις μακρὰν ἔχοντα τὴν | |
5 | παραλήγουσαν διὰ τοῦ δος κλίνεται οἷον μῆνις μήνιδος, νεᾶνις νεάνι‐ δος (τοῦτο δὲ μακρὸν ἔχει τὸ α καὶ προπερισπᾶται), ὀνῶνις ὀνώνιδος (ὄνομα δὲ τοῦτο ἀκάνθης). πρόσκειται «μακρὰν ἔχοντα τὴν παραλή‐ γουσαν» διὰ τὸ κόνις κόνεως καὶ ὕνις ὕνιος καὶ σπάνις σπάνιος· ταῦτα γὰρ βραχείᾳ παραληγόμενα διὰ καθαροῦ τοῦ ος ἔχει τὴν γενικὴν (ὕνις | |
10 | δέ ἐστι μέρος ἀρότρου). σεσημείωται τὸ ὄρνις ὄρνιθος. ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι πρῶτον μὲν τοῦτο οὐκ ἔστι θηλυκὸν μόνως, ηὑρέθη γὰρ καὶ ἀρσε‐ νικῶς ὁ ὄρνις παρὰ τῷ Ἀριστοφάνει (Plut. 63) δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ. δεύτερον δὲ ἔστιν εἰπεῖν, ὅτι ἔστι τινὰ εἰς ις λήγοντα ἔχοντα πρὸ τοῦ | |
15 | ι δύο ἀμετάβολα, ἅτινα διὰ τοῦ θος κλίνεται οἷον δέλλις δέλλιθος (ἔστι δὲ ζῷον ὅμοιον μελίσσῃ), μέρμις μέρμιθος (σημαίνει δὲ τὸ λεπτὸν σχοι‐ νίον)· οὕτως οὖν καὶ ὄρνις ὄρνιθος καὶ ὄρνιθες ἡ εὐθεῖα τῶν πληθυν‐ τικῶν, καὶ κατὰ ἀποβολὴν τοῦ θ καὶ κράσει τοῦ ι καὶ ε εἰς ι μακρὸν ὄρνις, ὥσπερ μάντιες μάντις· τὸ γὰρ μάντεις διὰ τῆς ει διφθόγγου ἀπὸ | |
20 | τοῦ μάντεές ἐστι. σεσημείωται τὸ Τράλλις Τράλλεως (ἔστι δὲ ὄνομα πόλεως), ὅτι διὰ δύο ἀμεταβόλων ἐκφερόμενον οὐ κλίνεται διὰ τοῦ θος, ἀλλὰ διὰ καθαροῦ τοῦ ος. Τὰ εἰς πις θηλυκὰ εἴτε ἁπλᾶ εἴτε σύνθετα εἴτε ὀξύτονα εἴτε βαρύ‐ τονα διὰ τοῦ δος κλίνεται οἷον κρηπίς κρηπῖδος, βοῶπις βοώπιδος, | |
25 | ἑλικῶπις ἑλικώπιδος, τράμπις τράμπιδος, ἔστι δὲ βαρβαρικὸν ὅπλον, κάλπις κάλπιδος. Τὰ εἰς ις βαρύτονα διὰ τοῦ δος κλινόμενα καὶ εἰς ν ποιεῖ τὴν αἰτια‐ τικὴν οἷον μῆνις μήνιδος μῆνιν, ἔρις ἔριδος ἔριν, τοξότις τοξότιδος τοξότιν, κοσκινόμαντις κοσκινομάντιδος κοσκινόμαντιν, Χρυσόθεμις Χρυ‐ | |
30 | σοθέμιδος Χρυσόθεμιν καὶ εἰς δα οἷον «Ζεὺς δ’ Ἔριδα προΐαλλε» (Λ 3) | |
καὶ «Ἤλιδα δῖαν» (Β 165), τοῦ δὲ μήνιδα χρῆσις οὐκ ἔστιν. | 761 | |
3,2762(1t) | Περὶ τῶν εἰς υς θηλυκῶν. | |
2 | Choer. 357, 18: τὰ εἰς υς λήγοντα θηλυκὰ εἰ μέν ἐστι βαρύτονα, διὰ καθαροῦ τοῦ ος κλίνεται οἷον πίτυς πίτυος, χέλυς χέλυος (σημαίνει δὲ τὴν κιθάραν | |
5 | πάμφωνος οὐρεία χέλυς, Μένανδρος ἐν Λευκαδίᾳ), γένυς γένυος, ἀμάμαξυς ἀμαμάξυος (σημαίνει δὲ ἄμπελον ἀναδενδράδα, τὸ γὰρ παρὰ Σαπφοῖ ἀμαμαξύδος παράλογόν ἐστι), γῆρυς γήρυος (σημαίνει δὲ τὴν φωνήν οὐ γὰρ πάντων ἦεν ὁμῶς θρόος, οὐδ’ ἴα γῆρυς [Δ 437]), | |
10 | ἔγχελυς ἐγχέλυος, ὡς παρὰ τῷ ποιητῇ (Φ 353) τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες, τὸ γὰρ παρὰ Ἀριστοφάνει (Nub. 559) τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι, ὡς ἀπὸ τοῦ ἡ ἔγχελις τῆς ἐγχέλεώς ἐστιν, ὥσπερ ἡ πόλις τῆς πόλεως | |
15 | καὶ πόλεων. δεῖ προσθεῖναι ἐν τῷ κανόνι, πλὴν τοῦ κόρυς κόρυθος καὶ κῶμυς κώμυθος· ταῦτα γὰρ διὰ τοῦ θ ἔχει τὴν γενικὴν (κῶμυς δέ ἐστιν ὁ δεσμὸς τοῦ χόρτου). καὶ δεῖ γινώσκειν ὅτι τὸ κόρυς κόρυθος ἀεὶ συστέλλει τὸ υ ἐν τῇ γενικῇ δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάμαντον πῦρ (Ε 4). | |
20 | ἔχει δὲ τὴν αἰτιατικὴν διφορουμένην οἷον κόρυθα καὶ κόρυν. τὸ δὲ κῶμυς κώμυθος τῶν διὰ τοῦ θος κλινομένων ἠκολούθησε κατὰ τὴν γενι‐ κὴν καὶ ἐκτείνει τὴν παραλήγουσαν τῆς γενικῆς, τουτέστι τὸ υ, ὡς παρὰ Θεοκρίτῳ (4, 18) καὶ μαλακοῦ χόρτοιο καλὸν κώμυθα δίδωμι. | |
25 | τοῦτο δὲ τὸ κῶμυς εἰς α μόνως ἔχει τὴν αἰτιατικὴν οἷον κώμυθα, οὐ‐ κέτι δὲ εἰς ν. τούτων οὕτως ἐχόντων, τὸ ἡ νέηλυς τῆς νεήλυδος διὰ τοῦ δος κλινόμενον οὐκ ἀντίκειται ἡμῖν· ἐπειδὴ οὐκ ἔστι μόνως θηλυ‐ κὸν ἀλλὰ καὶ ἀρσενικὸν ὁ νέηλυς καὶ ἡ νέηλυς, περὶ δὲ θηλυκῶν ἐν‐ ταῦθα ὁ λόγος ἐστί. | |
30 | Τὰ εἰς υς ὀξύτονα θηλυκὰ ἐὰν μὲν συστέλλῃ τὸ υ, διὰ τοῦ δος κλίνεται, καὶ εἰς α μόνως ἔχει τὴν αἰτιατικὴν οἷον χλαμύς χλαμύδος χλαμύδα, κροκύς κροκύδος κροκύδα, πηλαμύς πηλαμύδος πηλαμύδα· ἐὰν δὲ μακρὸν ἔχῃ τὸ υ, διὰ καθαροῦ τοῦ ος κλίνεται εἴτε ὀξύτονα ᾖ εἴτε περισπώμενα οἷον ὀϊζύς ὀϊζύος, ἐρινύς ἐρινύος, πληθύς πληθύος, | |
35 | ἰξύς ἰξύος (σημαίνει δὲ τὴν ῥάχιν), ἰλύς ἰλύος, ἐδητύς ἐδητύος (σημαί‐ νει δὲ τὴν βρῶσιν) «ἐδητύος ἠδὲ ποτῆτος», νηδύς νηδύος—τοῦτο δὲ ποιητικῇ ἀδείᾳ συστέλλεται ὡς παρὰ Καλλιμάχῳ (h. Dian. 160) «ἔτι οἱ πάρα νηδὺς ἐκείνη» καὶ παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (356) «καὶ | |
νηδὺν ἐξαμβλοῦμεν ὡς αὐτὴ λέγει»—, δρῦς δρυός (τοῦτο δὲ περισπᾶται), | 762 | |
3,2763 | ὀφρῦς ὀφρύος, ὀσφῦς ὀσφύος (σημαίνει δὲ καὶ αὐτὸ τὴν ῥάχιν), καὶ ταῦτα δὲ περισπᾶται. σεσημείωται τὸ ἀγνύς ἀγνῦθος· τοῦτο γὰρ ὀξύ‐ τονον ὂν καὶ μακρὸν ἔχον τὸ υς διὰ τοῦ θος ἐκλίθη καὶ οὐ διὰ καθα‐ ροῦ τοῦ ος. ἀγνῦθες δὲ λέγονται οἱ λίθοι οἱ περιφερεῖς καὶ τετρημένοι | |
5 | οἱ κρεμάμενοι ἐν τοῖς μετεώροις. ἰστέον δὲ ὅτι τὰ διὰ καθαροῦ τοῦ ος κλινόμενα εἰς ν αὐτὴν μόνως ἔχει τὴν αἰτιατικὴν οἷον πίτυος πίτυν, γένυος γένυν, δρυός δρῦν, ὀσφύος ὀσφῦν, ὀφρύος ὀφρῦν. εὑρίσκομέν τινα ἐν αὐτοῖς σπανίως διφορούμενα οἷον νηδύος νηδύα, ὀφρύος ὀφρύα, δρυός δρύα. | |
10t | Περὶ τῶν εἰς ως θηλυκῶν. | |
11 | Choer. 360, 9 (coll. 361, 8): τὰ εἰς ως ὀξύτονα θηλυκὰ δύο ταῦτά ἐστι, τὸ αἰδώς καὶ ἠώς, καὶ εἰς ους ἔχει τὴν γενικὴν οἷον αἰδοῦς καὶ ἠοῦς, καὶ δι’ ὅλου κλίνεται ὥσπερ τὰ εἰς ω θηλυκὰ ἐν ἁπάσαις ταῖς πτώσεσι· τὸ δὲ δώς, ὃ σημαίνει τὴν δόσιν, ὡς παρ’ Ἡσιόδῳ (Opp. 354) | |
15 | δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δοτεῖρα, ὀξύνεται καὶ θηλυκόν ἐστιν· ἔστι δὲ ἄκλιτον διὰ ταύτην τὴν αἰτίαν. τὰ εἰς ως μονοσύλλαβα θηλυκὰ καὶ περισπᾶται καὶ κύριά ἐστιν οἷον ἡ Κῶς ἡ Τλῶς ἡ Κρῶς (ἔστι δὲ ταῦτα ὀνόματα πόλεων). ἐπειδὴ δὲ τὸ δώς θηλυκὸν καὶ μονοσύλλαβον ὂν οὐκ ἔστι κύριον, ἀλλ’ οὔτε δὲ περι‐ | |
20 | σπᾶται, τούτου χάριν ἄκλιτόν ἐστιν. ἰστέον ὅτι τὸ αἰδὼς Φιλητᾶς ὁ διδάσκαλος Θεοκρίτου χωρὶς τοῦ ς προηνέγκατο εἰπὼν ἀγαθὴ δ’ ἐπὶ ἤθεσιν αἰδώ. ἰστέον δὲ ὅτι παρ’ Αἰολεῦσι τὸ ἱδρώς θηλυκῶς λέγεται καὶ ἀναδέχε‐ ται κλίσιν ἀκόλουθον θηλυκῷ γένει «ἁ δέ μ’ ἵδρως κακχέεται» (Sapph. | |
25 | fr. 2 v. 13) ὅμοιον τῷ ἠώς. εἶτα γενικὴ «ἴδρως ὀμφόρα» ἀντὶ τοῦ ἱδροῦς ὡς μελάγχρως ἀντὶ τοῦ μελάγχρους καὶ «Μέλαγχρος αἴδως ἄξιος» (Alc. 13) ἀντὶ τοῦ αἰδοῦς. Choer. 360, 19: τὰ δὲ βαρύτονα ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενι‐ κὴν ὁμοίως καὶ τὰ περισπώμενα καὶ ἐπιδέχεται κλίσιν ὁμοίαν τοῖς εἰς | |
30 | ω Ἀττικοῖς ἐν ἁπάσαις ταῖς πτώσεσιν οἷον ἡ Κῶς τῆς Κῶ, ἡ Τλῶς τῆς Τλῶ, ἡ Κρῶς τῆς Κρῶ (ἔστι δὲ ταῦτα ὀνόματα πόλεων), ἡ Κέως τῆς Κέω, ἡ Κῶς τῆς Κῶ (immo Κόως—Κόω), ἡ Τέως τῆς Τέω (ἔστι δὲ καὶ ταῦτα ὀνόματα πόλεων), ἡ ἅλως τῆς ἅλω (τὸ γὰρ ἅλωος πταῖσμα νεωτερικόν ἐστι· σημαίνει δὲ τὸ ἁλώνιον, | |
35 | δινομένην περὶ βουσὶν ἐμὴν ἐφύλαττον ἅλωα παρὰ τῷ Καλλιμάχῳ ἐν τῇ Ἑκάλῃ, σημαίνει δὲ καὶ τὸ νεφελοειδὲς τὸ | |
περὶ τὸν ἥλιον καὶ τὴν σελήνην), ἡ ἕως τῆς ἕω (τοῦτο δὲ σημαίνει τὴν | 763 | |
3,2764 | ἀνατολήν), ἡ γάλως τῆς γάλω (τοῦτο δὲ κλίνεται καὶ γάλωτος ὡς γέ‐ λως γέλωτος). | |
3t | Περὶ οὐδετέρων ὀνομάτων. | |
4 | Choer. 362, 18: τὰ οὐδέτερα ἓξ ἔχει τελικά, τρία φωνήεντα α, ι, | |
5 | υ, καὶ τρία σύμφωνα ν, ρ, ς οἷον ἅρμα, μέλι, δόρυ, δένδρον, ἕλωρ, δέπας. τινὲς δὲ προστιθέασι καὶ τὸ ο διὰ τὸ ἄλλο καὶ τηλικοῦτο καὶ τοσοῦτο, περὶ ὧν ἐστιν ἀπολογήσασθαι καὶ εἰπεῖν, ὅτι ἐπειδὴ τὸ ἄλλος καὶ τηλικοῦτος καὶ τοσοῦτος καὶ τοιοῦτος ἐνομίσθη ἀντωνυμίαι εἶναι, ἔχομεν ἐν ταῖς ἀντωνυμίαις τελικὸν τῶν οὐδετέρων τὸ ο, ὡς ἐν τῷ | |
10 | ἐκεῖνο καὶ τοῦτο καὶ αὐτό, τούτου χάριν καὶ τὰ οὐδέτερα τούτων ἐγέ‐ νετο εἰς τὸ ο οἷον ἄλλο, τοσοῦτο, τηλικοῦτο καὶ τοιοῦτο· ἄλλως τε τὸ τηλικοῦτο καὶ τοσοῦτο καὶ τοιοῦτο οὐ μόνον εἰς ο λήγει ἀλλὰ καὶ εἰς ν, λέγομεν γὰρ καὶ τηλικοῦτον καὶ τοσοῦτον καὶ τοιοῦτον. τὸ δὲ ἄλλο ἐν τῇ συνθέσει μετὰ τοῦ ν γίνεται οἷον ἔξαλλον, ἀλλοπρόσαλλον, | |
15 | ἄνταλλον, πάραλλον, καὶ τὸ χρεωστημένον αὐτῷ ν ἐν τῇ ἁπλότητι ἐν τῇ συνθέσει ἀναδέχεται. ἔτι δὲ ταῦτα τὰ εἰς ο λήγοντα οὐδέτερα ὀλίγα ἐστὶ καὶ οὐκ ἔστιν ἱκανὰ ἀποτελέσαι κατάληξιν. Choer. 363, 19: πᾶν οὐδέτερον ἀπὸ ἀρσενικοῦ γεγενημένον δηλον‐ ότι κατὰ παρασχηματισμὸν τὴν τοῦ ἀρσενικοῦ κλίσιν ἐπιδέχεται καὶ ἐν | |
20 | τῇ γενικῇ καὶ ἐν τῇ δοτικῇ οἷον ὁ καλός τοῦ καλοῦ τῷ καλῷ τὸ κα‐ λόν τοῦ καλοῦ τῷ καλῷ, ὁ σοφός τοῦ σοφοῦ τῷ σοφῷ τὸ σοφόν τοῦ σοφοῦ τῷ σοφῷ, ὁ μέτριος τοῦ μετρίου τῷ μετρίῳ τὸ μέτριον τοῦ μετρίου τῷ μετρίῳ, ὁ ἀλλότριος τοῦ ἀλλοτρίου τῷ ἀλλοτρίῳ τὸ ἀλλό‐ τριον τοῦ ἀλλοτρίου τῷ ἀλλοτρίῳ, ὁ εὔγηρως τοῦ εὔγηρω τῷ εὔγηρῳ | |
25 | τὸ εὔγηρων τοῦ εὔγηρω τῷ εὔγηρῳ, ὁ μέλας τοῦ μέλανος τῷ μέλανι τὸ μέλαν τοῦ μέλανος τῷ μέλανι, ὁ σώφρων τοῦ σώφρονος τῷ σώ‐ φρονι τὸ σῶφρον τοῦ σώφρονος τῷ σώφρονι, ὁ τάλας τοῦ τάλανος τῷ τάλανι τὸ τάλαν τοῦ τάλανος τῷ τάλανι, ὁ πᾶς τοῦ παντός τῷ παντί τὸ πᾶν τοῦ παντός τῷ παντί, ὁ λιπόπατρις τοῦ λιποπάτριδος τῷ λιπο‐ | |
30 | πάτριδι τὸ λιπόπατρι τοῦ λιποπάτριδος τῷ λιποπάτριδι, ὁ χαρίεις τοῦ χαρίεντος τῷ χαρίεντι τὸ χαρίεν τοῦ χαρίεντος τῷ χαρίεντι, ὁ ἄρσην τοῦ ἄρσενος τῷ ἄρσενι τὸ ἄρσεν τοῦ ἄρσενος τῷ ἄρσενι, ὁ ταχύς τοῦ ταχέος τῷ ταχέϊ καὶ ταχεῖ τὸ ταχύ τοῦ ταχέος τῷ ταχέϊ καὶ ταχεῖ. τὸ οὖν ἄρειον καὶ τὸ πλεῖον εἰ μὲν ἀπὸ τοῦ ὁ ἄρειος τοῦ ἀρείου | |
35 | καὶ ὁ πλεῖος τοῦ πλείου ἀρσενικοῦ ἐγένετο, δηλονότι τὸ ἄρειον τοῦ ἀρείου καὶ τὸ πλεῖον τοῦ πλείου κλίνεται, εἰ δὲ ἀπὸ τοῦ ὁ ἀρείων τοῦ ἀρείονος καὶ ὁ πλείων τοῦ πλείονος, δηλονότι τὸ ἄρειον τοῦ | |
ἀρείονος καὶ τὸ πλεῖον τοῦ πλείονος. τὸ δὲ ὁ σκότος τοῦ σκότου | 764 | |
3,2765 | καὶ τὸ σκότος τοῦ σκότους, ὁ ἔλεγχος τοῦ ἐλέγχου καὶ τὸ ἔλεγχος τοῦ ἐλέγχους, ὁ τάριχος τοῦ ταρίχου καὶ τὸ τάριχος τοῦ ταρίχους οὐκ ἔστι κατὰ παρασχηματισμὸν ἀλλὰ κατὰ μεταβολὴν ἤγουν ἐναλ‐ λαγὴν γένους ὥσπερ ὁ λύχνος καὶ τὸ λύχνον, ὁ θεμέλιος καὶ τὸ | |
5 | θεμέλιον. Choer. 365, 12: πᾶν οὐδέτερον ὄνομα παρασχηματιζόμενον ἀρσε‐ νικῷ, ἐὰν μὲν ἰσοσυλλάβως κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ ὁμο‐ φωνεῖ οἷον ὁ σοφός τοῦ σοφοῦ τῷ σοφῷ τὸν σοφόν καὶ τὸ σοφόν, ὁ μέτριος τοῦ μετρίου τῷ μετρίῳ τὸν μέτριον καὶ τὸ μέτριον, ὁ εὔγη‐ | |
10 | ρως τοῦ εὔγηρω τῷ εὔγηρῳ τὸν εὔγηρων καὶ τὸ εὔγηρων· ἐὰν δὲ περιτ‐ τοσυλλάβως κλίνοιτο τῇ κλητικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ οἷον ὁ σώφρων τοῦ σώφρονος ὦ σῶφρον καὶ τὸ σῶφρον, ὁ ἄρσην τοῦ ἄρσενος ὦ ἄρσεν καὶ τὸ ἄρσεν, ὁ ταχύς τοῦ ταχέος ὦ ταχύ καὶ τὸ ταχύ, ὁ χαρίεις τοῦ χαρίεντος ὦ χαρίεν καὶ τὸ χαρίεν, ὁ λιπόπατρις τοῦ λιποπάτριδος ὦ | |
15 | λιπόπατρι καὶ τὸ λιπόπατρι. Τὰ οὐδέτερα ἢ καὶ τῇ φωνῇ καὶ τῷ σημαινομένῳ ἐστὶν οὐδέτερα, ὥσπερ τὸ ξύλον τὸ δένδρον τὸ τεῖχος, ἢ τῇ μὲν φωνῇ ἐστιν οὐδέτερα τῷ δὲ σημαινομένῳ οὐκ ἔστιν οὐδέτερα, ὥσπερ τὸ παιδίον, τὸ θηλυκόν, τὸ σῶφρον, τὸ γύναιον· ταῦτα γὰρ τῇ φωνῇ ἐστιν οὐδέτερα, τῷ δὲ | |
20 | σημαινομένῳ οὐκ ἔστιν οὐδέτερα. τὸ μὲν γὰρ παιδίον καὶ τὸ σῶφρον ἢ ἄρσεν ἢ θῆλυ δηλοῖ, καὶ τὸ θηλυκὸν δὲ καὶ τὸ γύναιον ὁμολογουμέ‐ νως θῆλυ δηλοῖ. ἰστέον δὲ ὅτι εἰσὶ καταλήξεις ἐν τοῖς οὐδετέροις αἵτι‐ νές εἰσι μονογενεῖς, ὡς τὰ εἰς ας οὐδέτερα πάντα μονογενῆ ἔστιν οἷον κρέας γῆρας κέρας, καὶ τὰ εἰς ος οὐδέτερα ὀνόματα, καὶ ταῦτα γὰρ | |
25 | μονογενῆ ἐστιν οἷον τὸ τεῖχος τὸ βέλος· τὸ γὰρ τάριχος καὶ τὸ σκότος οὐ κατὰ παρασχηματισμὸν γέγονεν, ἀπὸ τοῦ ὁ τάριχος καὶ ὁ σκότος, ἀλλὰ κατὰ μεταβολὴν γένους, ἤγουν ἐναλλαγήν. πρόσκειται «ὀνόματα», ἤγουν τὰ εἰς ος οὐδέτερα ὀνόματα, διὰ τὰς μετοχὰς οἷον διὰ τὸ τετυ‐ φός καὶ πεποιηκός· ταῦτα γὰρ οὐκ ἔστι μονογενῆ, ὁ τετυφώς γὰρ καὶ | |
30 | ἡ τετυφυῖα καὶ τὸ τετυφός, ὁ πεποιηκώς ἡ πεποιηκυῖα τὸ πεποιηκός. καὶ πάλιν εἰσὶ καταλήξεις αἵτινες ἀπὸ παρασχηματισμοῦ εἰσιν, ὡς τὰ εἰς αν οὐδέτερα· πάντα γὰρ ἀπὸ παρασχηματισμοῦ ἐστιν οἷον ὁ μέλας τὸ μέλαν, ὁ τάλας τὸ τάλαν, ὁ πᾶς τὸ πᾶν. εἰσὶ πάλιν καταλήξεις κοιναί, τουτέστι καὶ μονογενείᾳ ἁρμόζουσαι καὶ τριγενείᾳ, ὥσπερ τὰ εἰς | |
35 | ον οὐδέτερα· ταῦτα γὰρ καὶ μονογενῆ ἐστιν ὥσπερ τὸ ξύλον τὸ δέν‐ δρον τὸ μέτρον, καὶ τριγενῆ ὥσπερ ὁ καλός ἡ καλή τὸ καλόν, ὁ σο‐ φός ἡ σοφή τὸ σοφόν. | |
38t | Περὶ τῶν εἰς α οὐδετέρων. | |
39 | Choer. 368, 2: τὰ εἰς α λήγοντα οὐδέτερα καὶ βαρύνεται καὶ συ‐ | |
40 | στέλλει τὸ α καὶ τῷ μ παραλήγεται, καὶ διὰ τοῦ τος θέλει κλίνεσθαι | |
οἷον ποίημα ποιήματος, αἷμα αἵματος, ἅρμα ἅρματος. | 765 | |
3,2766 | Choer. 368, 31: τὰ ὀνόματα τῶν στοιχείων ἄκλιτά ἐστιν οἷον τὸ ἄλφα τοῦ ἄλφα τῷ ἄλφα, τὸ βῆτα τοῦ βῆτα τῷ βῆτα, τὸ γάμμα τοῦ γάμμα τῷ γάμμα. καὶ λέγουσι περὶ τούτων τινὲς διαφόρους αἰτίας· ἐπειδὴ οὐκ ἔχει πρὸ τοῦ α τὸ μ, διὰ τοῦτο οὐ κλίνεται· τὰ εἰς α λή‐ | |
5 | γοντα οὐδέτερα πρὸ τοῦ α θέλει ἔχειν τὸ μ οἷον ποίημα ῥῆμα βῆμα νόημα, ὅθεν τὸ γάμμα καὶ σίγμα ὡς ἔχοντα πρὸ τοῦ α τὸ μ ἐκινδύ‐ νευσε κλίνεσθαι οἷον γάμμα γάμματος καὶ σίγμα σίγματος, καὶ οὕτω τινὲς παραναγινώσκουσιν ἐν τῇ κωμῳδίᾳ ἔσωσας ἐκ τῶν σιγμάτων Εὐριπίδου. | |
10 | τὸ δὲ ἀληθέστερον κατὰ διάλυσιν ἢ διάστασιν ἀναγινώσκεται οἷον «ἔσωσας ἐκ τῶν σίγμα», καὶ ἐπιφέρεται «τῶν Εὐριπίδου», ἵνα εὑρεθῇ τὸ ἄρθρον ἐπιφερόμενον, λέγω δὴ τὸ τῶν· καὶ ταῦτα γὰρ ἄκλιτα ἔμεινε κατὰ συνεκ‐ δρομὴν τῶν ἑτέρων στοιχείων. ἕτεροι δὲ λέγουσιν, ὅτι διὰ τοῦτο τὰ ὀνόματα τῶν στοιχείων οὐ κλίνεται, ἐπειδὴ τὰ στοιχεῖα βαρβάρων ἐστὶν | |
15 | εὑρήματα. Choer. 371, 34: ἰστέον δὲ ὅτι κυρίως οὐκ ἔχει κλητικὰς τὰ οὐδέ‐ τερα ἀλλὰ καταχρηστικῶς. τὰ γὰρ πολλὰ αὐτῶν ἄψυχά ἐστιν οἷον τὸ ξύλον, τὸ βέλος, τὸ τεῖχος· οὐ δεῖ δὲ τὰ ἄψυχα καλεῖν, ὁ γὰρ καλῶν διὰ τοῦτο καλεῖ τινα ἵνα ἐπιστρέψῃ πρὸς αὐτόν· τὰ δὲ ἄψυχα πῶς ἔχει | |
20 | ἐπιστρέφειν πρὸς τὸν καλοῦντα αὐτά; πρόσκειται «τὰ πολλὰ αὐτῶν» διὰ τὸ γύναιον καὶ παιδίον, ταῦτα γὰρ ἔμψυχά ἐστιν. Πᾶσα εὐθεῖα πληθυντικῶν τῶν οὐδετέρων εἰς α λήγει οἷον τὰ βή‐ ματα, τὰ ξύλα, τὰ δένδρα, τὰ φρέατα, τὰ μέτρα· εἰ δέ που εἰς η εὑρεθῇ καταλήγουσα, γνῶθι ὅτι κατὰ κρᾶσίν ἐστιν οἷον τὰ τείχεα τὰ | |
25 | τείχη, τὰ βέλεα τὰ βέλη. τὰ χρέα καὶ κλέα ἀπὸ τοῦ χρέεα καὶ κλέεα γέγονε κατὰ συγκοπὴν τοῦ ε· οὔτε γὰρ δυνάμεθα λέγειν ὅτι κατὰ κρᾶ‐ σιν γέγονεν, ἐπειδὴ τὸ α συνεσταλμένον ἔχει οἷον «παλαιγενέων κλέα φωτῶν» (Apoll. Rh. I 1). τὸ δὲ χαλκᾶ καὶ χρυσᾶ καὶ ὀστᾶ καὶ κανᾶ μηδεὶς οἰέσθω ὡς ἀπὸ τοῦ χάλκεα καὶ χρύσεα καὶ ὀστέα καὶ κάνεα γε‐ | |
30 | γενῆσθαι κατὰ κρᾶσιν, ἐπειδὴ εἰς η ὤφειλε καταλήγειν, ὥσπερ βέλεα βέλη, τείχεα τείχη. ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἐν τῇ εὐθείᾳ τῶν ἑνικῶν ἐγένετο ἡ κρᾶσις οἷον χάλκεον χαλκοῦν, χρύσεον χρυσοῦν, κάνεον κα‐ νοῦν, ὀστέον ὀστοῦν· καὶ λοιπὸν ἀπὸ τῆς κεκραμένης ἑνικῆς εὐθείας ἐγένετο ἡ κλίσις οἷον χαλκοῦν χαλκᾶ, χρυσοῦν χρυσᾶ, κανοῦν κανᾶ, | |
35 | ὀστοῦν ὀστᾶ. | |
36t | Περὶ τῶν εἰς ι ληγόντων οὐδετέρων. | |
37 | Choer. 373, 8: τὰ εἰς ι λήγοντα οὐδέτερα διὰ τοῦ τος κλίνεται | |
οἷον μέλι μέλιτος, τὸ δὲ πέπερι καὶ τὸ σίνηπι καὶ τὸ κίκι (εἶδος δέ ἐστι | 766 | |
3,2767 | παρ’ Αἰγυπτίοις ἐλαίου) καὶ τὸ κόμμι (κόμμι δέ ἐστι τὸ κομμίδιον) καὶ τὸ κιννάβαρι (ἔστι δὲ εἶδος βάμματας πυρροῦ, ἐξ οὗ γράφει ὁ βασιλεύς) καὶ τὸ στάχι (ὅπερ σημαίνει εἶδος πυρροῦ καὶ αὐτό) καὶ τὸ στίμμι (ὅπερ αἱ | |
5 | γυναῖκες κατὰ τοὺς ὀφθαλμοὺς χρίονται, ὅπερ ἐν τῇ συνηθείᾳ λαχᾶς καλεῖ‐ ται) οὐκ ἔστιν Ἑλληνικὰ ἀλλὰ βάρβαρα, κλίνεται δὲ διὰ καθαροῦ τοῦ ος οἷον πεπέριος σινήπιος κίκιος κόμμιος κινναβάριος στάχιος στίμμιος, Ἰωνι‐ κῶς διὰ τοῦ ε καὶ ο, καὶ Ἀττικῶς δὲ διὰ τοῦ ε καὶ ω ὥσπερ ὄφις ὄφιος καὶ ὄφεος καὶ ὄφεως. δεῖ δὲ γινώσκειν ὅτι τοῦ κόμμι εὑρέθη παρὰ | |
10 | Κρωβύλῳ ἡ δοτικὴ κόμμιδι, ὡς παρὰ τῆς κόμμιδος γενικῆς. ἔχει δὲ οὕτως· τὸν πλακοῦντα κόμμιδι, οὐ μέλιτι, διεκόσμει (Mein. fr. com. ed. min. p. 1171). καὶ τοῦ πέπερι δὲ ἡ γενικὴ εὑρέθη διὰ τοῦ δος πεπέριδος παρὰ Θεο‐ | |
15 | φράστῳ οἷον ὄξους ἔκχυσις καὶ πεπέριδος· τὸ δὲ κιννάβαρι καὶ ἀρσενι‐ κῶς εὑρέθη ὁ κιννάβαρις· εὕρηται γὰρ παρὰ Ἀναξανδρίδῃ ἡ αἰτιατικὴ «τὸν κιννάβαριν». εὑρέθη δὲ καὶ τὸ στίμμι θηλυκῶς λεγόμενον οἷον ἡ στίμμις στίμμεος Ἰωνικῶς καὶ στίμμεως Ἀττικῶς, ἡ αἰτιατικὴ στίμμιν οἷον Ἴων Ὀμφάλῃ | |
20 | καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον. καὶ ἀποροῦσί τινες λέγοντες, διατί μὲν ταῦτα βάρβαρα ὄντα καὶ μὴ ὄντα Ἑλληνικὰ κλίνεται, τὰ δὲ ὀνόματα τῶν στοιχείων εἰρήκαμεν μὴ κλίνεσθαι ὡς βάρβαρα ἤγουν ὡς βαρβάρων εὑρήματα; ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ διὰ τοῦτο μόνον εἰρήκαμεν τὰ ὀνόματα τῶν στοιχείων μὴ κλί‐ | |
25 | νεσθαι, ἀλλὰ καὶ δι’ ἄλλας αἰτίας. πάλιν ἀποροῦσί τινες λέγοντες, ὅτι διατί, ὥσπερ τὸ Ξέρξης βάρβαρον ὄνομα ὅμοιον γενόμενον τῷ Χρύσῃ καὶ Πέρσῃ ὁμοίως αὐτοῖς ἐκλίθη, Ξέρξου γὰρ ὡς Χρύσου καὶ Πέρσου, μὴ τὸν αὐτὸν τρόπον καὶ ταῦτα, φημὶ δὴ τὸ πέπερι καὶ τὰ ὅμοια βάρβαρα ὄντα ὅμοια τῷ μέλιτι οὐκ ἐκλίθη διὰ τοῦ τος ὁμοίως | |
30 | αὐτῷ; ἔστιν οὖν εἰπεῖν, ὅτι τῶν βαρβάρων καὶ ἐχόντων χαρακτῆρα Ἑλληνικὸν τὰ μὲν ἀναλόγως κλίνεται, τὰ δὲ οὔ. ἰδοὺ γὰρ ἔστι Μέμφις καὶ Ταμίαθις (ἔστι δὲ ταῦτα ὀνόματα πόλεων Αἰγύπτου)· καὶ τὸ μὲν Μέμφις ἀναλόγως κλίνεται, Μέμφιδος γὰρ ὥσπερ Θέτιδος· τὸ δὲ Ταμία‐ θις οὔ, Ταμιάθεως γάρ. —ἰστέον δὲ ὅτι μονῆρές ἐστι τὸ μέλι διὰ τοῦ | |
35 | τος κλινόμενον, οὐκ ἔστι γὰρ εἰς ι λῆγον οὐδέτερον διὰ τοῦ τος κλι‐ νόμενον, εἰ μὴ τοῦτο μόνον καὶ τὰ παρ’ αὐτὸ δηλονότι σύνθετα οἷον ἀπόμελι ἀπομέλιτος, ὀξύμελι ὀξυμέλιτος, εὐκρατόμελι εὐκρατομέλιτος, οἰνόμελι οἰνομέλιτος· τὸ λιπόπατρι τοῦ λιποπάτριδος καὶ τὸ φυγόπολι τοῦ φυγοπόλιος καὶ τὸ τί τινός τῶν ἀρσενικῶν τὴν κλίσιν ἐφύλαξε, | |
40 | φημὶ δὲ τοῦ ὁ λιπόπατρις τοῦ λιποπάτριδος καὶ τοῦ ὁ φυγόπολις τοῦ | |
φυγοπόλιος καὶ τοῦ ὁ τίς τοῦ τινός. | 767 | |
3,2768 | Choer. 375, 3: δεῖ γινώσκειν ὅτι ἐστί τινα εἰς ι λήγοντα οὐδέτερα μονογενῆ πεπονθότα, ἅπερ ἄκλιτά ἐστιν οἷον τὸ ἄλφι, ὅπερ ἀπὸ τοῦ ἄλφιτον γέγονε κατὰ ἀποκοπήν, καὶ τὸ ἔρι, ὅπερ ἀπὸ τοῦ ἔριον γέγονε ὁμοίως κατὰ ἀποκοπήν, καὶ τὸ κρῖ | |
5 | κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας (Ε 196), ὅπερ ἀπὸ τοῦ κρῖμνον γέγονεν ὁμοίως κατὰ ἀποκοπὴν καὶ τὸ τρόφι, ὃ σημαίνει τὸ εὐτραφὲς πολλῶν δὲ τρόφι κῦμα κυλίνδεται (Λ 307), ἀπὸ τοῦ τρόφιμον γέγονε κατὰ ἀποκοπήν. | |
10t | Περὶ τῶν εἰς υ οὐδετέρων. | |
11 | Choer. 375, 27: τὰ εἰς υ λήγοντα οὐδέτερα, δηλονότι μονογενῆ, εἰ μὲν μακρᾷ παραλήγεται, διὰ τοῦ εος κλίνεται οἷον ἄστυ ἄστεος, πῶϋ πώεος (σημαίνει δὲ τὸ ποίμνιον)· σεσημείωται τὸ νᾶπυ νάπυος, ὅτι μακρᾷ παραληγόμενον οἷον ὡς παρὰ Ἀριστοφάνει (Eq. 631) | |
15 | κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ’ ἀπέσπασεν οὐκ ἐκλίθη διὰ τοῦ εος, ἀλλὰ διὰ τοῦ υ (σημαίνει δὲ τὸ σίνηπι)· εἰ δὲ βραχείᾳ παραλήγεται, διὰ τοῦ υ κλίνεται, τουτέστι προσθέσει τοῦ ος ποιεῖ τὴν γενικὴν καὶ φυλάττει τὸ υ οἷον γόνυ γόνυος. τὸ δὲ γουνός καὶ δουρός δύναται καὶ μόνον καθ’ ὑπέρθεσιν τοῦ υ γενέσθαι ἀπὸ τοῦ | |
20 | γόνυος καὶ δόρυος, ἀλλὰ καὶ ἀπὸ τοῦ γοῦνας γούνατος καὶ δοῦρας δούρατος κατὰ συγκοπὴν γουνός καὶ δουρός. καὶ ἰστέον ὅτι κρεῖττόν ἐστι κατὰ συγκοπὴν αὐτὰ λέγειν ἤπερ καθ’ ὑπέρθεσιν τοῦ υ. ἐὰν γὰρ δῶμεν αὐτὰ καθ’ ὑπέρθεσιν τοῦ υ γεγενῆσθαι, δηλονότι καὶ συναίρεσις τοῦ ο καὶ υ παρακολουθεῖ εἰς τὴν ου δίφθογγον, καὶ δηλονότι βαρύ‐ | |
25 | νεσθαι ὤφειλεν, ὥσπερ τὸ λάαος λᾶος καὶ κέαρος κῆρος καὶ ἔαρος ἦρος· εἰ δὲ κατὰ συγκοπὴν αὐτὰ δῶμεν γενέσθαι, ὀξύνεται ὁμοίως τῷ πατέρος πατρός, μητέρος μητρός, ἀνέρος ἀνδρός. Εἴρηται καὶ δορός καὶ δουρός καὶ δούρατος καὶ δόρατος καὶ δόρεος καὶ πέντε ἔχει δοτικὰς τὸ δόρυ δούρατι, δουρί, δόρει, δόρατι, δορί. | |
30 | ἡ δούρατι καὶ δόρατι πρόδηλος καὶ ἡ δουρί καὶ δορί πεπονθυῖα. ἡ δόρει παρ’ Αἰσχύλῳ ἐν Ἀγαμέμνονι (fort. Μέμνονι) «σὺν δόρει στρατόν». ἔστιν ἡ εὐθεῖα δόρυ «δόρυ δ’ ἐν κραδίῃ ἐπεπήγει» (Ν 442) καὶ ὡς πῶϋ πώεος γενική, δοτικὴ πώει, δόρυ δόρεος δόρεϊ συναλοιφῇ δόρει. ἡ δὲ δουρί οἷον παρ’ Ἀλκμᾶνι «δουρὶ ξυστῷ μέμηνεν Αἶας» παρὰ τὴν | |
35 | δοῦρας εὐθεῖαν, ἐπεὶ ἀνάλογός ἐστιν ὁμοίων παράθεσις. ἔχει δὲ αὕτη | |
ἡ εὐθεῖα ὁμοίων παράθεσιν κέρας καὶ τέρας. οὗ πληθυντικὸν ἀνάλογον | 768 | |
3,2769 | δούρατα «δούρατα δ’ αἴ κ’ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις» (Ν 260), ἡ γενικὴ δούρατος καὶ ἐν συγκοπῇ δουρός ὑφέσει τοῦ υ δορός ἐναντίον δορὸς ὀρνύμενος Ἀχιλλέως | |
5 | καὶ ἡ δοτικὴ «σὺν δορὶ σὺν ἀσπίδι», ὅπερ Ἀριστοφάνης παρενυφαίνει ἐν Εἰρήνῃ (355) ἐν Μώμῳ Σοφοκλέους (scr. Ἀχαιοῦ) προκείμενον. αἱ δὲ παρὰ Τρύφωνι εὐθεῖαι δόρ καὶ δούρ, ἀφ’ οὗ δορός καὶ δουρός, κακί‐ ζονται. Choer. 377, 11: τὰ γόνυα καὶ δόρυα γίνεται καθ’ ὑπερβιβασμὸν | |
10 | τοῦ υ γοῦνα καὶ δοῦρα. δύναται δὲ καὶ ἀπὸ τοῦ γούνατος καὶ δού‐ ρατος γενέσθαι κατὰ ἀποκοπὴν τῆς τος συλλαβῆς γοῦνα καὶ δοῦρα. | |
12t | Περὶ τῶν εἰς ον οὐδετέρων. | |
13 | Choer. 377, 24: τὰ εἰς ον οὐδέτερα εἰς ου ἔχει τὴν γενικὴν οἷον μέτρον μέτρου, ξύλον ξύλου, δένδρον δένδρου, πλέθρον πλέθρου. τὸ | |
15 | γὰρ βέλτιον βελτίονος καὶ κρεῖττον κρείττονος ἀπὸ τοῦ ὁ βελτίων τοῦ βελτίονος καὶ ὁ κρείττων τοῦ κρείττονος ἀρσενικοῦ γέγονε καὶ δηλον‐ ότι τὴν τῶν ἀρσενικῶν κλίσιν ἐφύλαξεν. | |
18t | Περὶ τῶν εἰς αρ οὐδετέρων. | |
19 | Choer. 380, 21: τῶν εἰς αρ οὐδετέρων τὰ μὲν ὑπὲρ δύο συλλα‐ | |
20 | βὰς διὰ τοῦ τος κλίνεται οἷον τὸ δέλεαρ τοῦ δελέατος, τὸ ὄνειαρ τοῦ ὀνείατος (σημαίνει δὲ τὸ ὄνειαρ τὸ ὀφελοῦν καὶ τὸ βρῶμα), ἄλειφαρ ἀλείφατος (σημαίνει δὲ τὸ ἄλειμμα ἀλείφατος ἐννεώροιο [Σ 351]), κάρηαρ καρήατος καὶ κατὰ συγκοπὴν κάρητος, ὡς παρὰ τῷ ποιητῇ | |
25 | κὰδ δὲ κάρητος | |
οὔλας ἧκε κόμας (ψ 157). | 769 | |
3,2770 | τῶν δὲ δισυλλάβων τὰ μὲν φύσει μακρᾷ παραληγόμενα διὰ τοῦ τος κλί‐ νεται οἷον ἦμαρ ἤματος, εἶδαρ εἴδατος (σημαίνει δὲ τὸ βρῶμα), ἧπαρ ἥπατος, οὖθαρ οὔθατος (σημαίνει δὲ τὸν μαζόν)· τὰ δὲ βραχείᾳ ἢ θέσει μακρᾷ παραληγόμενα διὰ τοῦ ρος κλίνεται οἷον θέναρ θέναρος (σημαί‐ | |
5 | νει δὲ τὸ κοῖλον τῆς χειρός, παρὰ τὸ θένειν ἤγουν τύπτειν), ὕπαρ ὕπαρος (σημαίνει δὲ τὸ ἀληθινὸν ἐνύπνιον, ἤγουν τὴν λεγομένην ὀπτα‐ σίαν), ἔαρ ἔαρος, κέαρ κέαρος (σημαίνει δὲ τὴν ψυχήν), καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς η ἦρος καὶ κῆρος, νέκταρ νέκταρος (τὸ τῶν θεῶν πόμα), ἄλκαρ ἄλκαρος (σημαίνει δὲ τὴν βοήθειαν). σεσημείωται τὸ | |
10 | φρέαρ τοῦ φρέατος καὶ στέαρ στέατος, ὅτι βραχείᾳ παραληγόμενα διὰ τοῦ τος ἐκλίθη (στέαρ δέ ἐστι τὸ λίπος), περὶ ὧν ἔστιν εἰπεῖν, μήποτε φρεῖαρ καὶ στεῖαρ ἦν καὶ ὡς ἔχοντα φύσει μακρὰν τὴν παραλήγουσαν διὰ τοῦ τος ἐκλίθη οἷον στείατος καὶ φρείατος, ἐξ οὗ τὸ «φρείατα μακρὰ νάουσι» (Φ 197), καὶ λοιπὸν ἀποβληθέντος τοῦ ι, ἔμεινεν ἡ | |
15 | αὐτὴ κλίσις. Choer. 381, 23: ἄξιόν ἐστι ζητῆσαι τοῦτο περὶ τῶν εἰς αρ οὐδε‐ τέρων τῶν κλινομένων διὰ τοῦ τος, ὅτι οὐδεμία μετουσία ἐστὶ τῶν ἀμεταβόλων μετὰ τοῦ τ, ὥστε κλίνεσθαι αὐτὰ διὰ τοῦ τ· ὤφειλεν γὰρ καὶ ταῦτα φυλάξαι τὸ ἀμετάβολον ἐν τῇ γενικῇ. ἀμετάβολα γὰρ λέγε‐ | |
20 | ται παρὰ τὸ μὴ μεταβάλλεσθαι ἐν τοῖς μέλλουσι τῶν ῥημάτων μηδὲ ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων οἷον κείρω κερῶ, φθείρω φθερῶ, Πλάτων Πλάτωνος, Ἕκτωρ Ἕκτορος. ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἀπὸ τῆς εἰς ς καταλήξεώς ἐστιν ἡ κλίσις τούτων οἷον ὡς ἀπὸ τοῦ ὄνειας καὶ δέλεας καὶ φρέας καὶ στέας, ὥσπερ κρέας κρέατος καὶ γῆρας | |
25 | γήρατος, ὥστε ἑτερόκλιτα αὐτὰ εἶναι. Τὰ εἰς αρ οὐδέτερα παραληγόμενα τῷ ω ἄκλιτά ἐστιν οἷον μῶμαρ ὁ μῶμος, βῶμαρ ὁ βωμός, νῶκαρ ἡ στέρησις τῆς ψυχῆς. | |
28t | Περὶ τῶν εἰς ωρ οὐδετέρων. | |
29 | Choer. 382, 26: τὰ εἰς ωρ οὐδέτερα διὰ τοῦ ρος κλίνεται καὶ | |
30 | φυλάττει τὸ ω κατὰ τὴν γενικὴν οἷον τέκμωρ τέκμωρος (τὸ σημεῖον), ἔλδωρ ἔλδωρος (τὸ ἐπιθύμημα), ὅπερ κατὰ πλεονασμὸν τοῦ ε γίνεται ἐέλδωρ τρισυλλάβως, ὡς παρὰ τῷ ποιητῇ «τόδε μοι κρήηνον ἐέλδωρ» (Α 41), ἕλωρ ἕλωρος (τὸ ἕλκυσμα καὶ σπάραγμα, ἐξ οὗ τὸ «ἑλώρια τεῦχε κύνεσιν)», πλὴν τοῦ ὕδωρ ὕδατος, τοῦτο γὰρ διὰ τοῦ τος ἐκλίθη, | |
35 | καί ἐστιν ἐτερόκλιτον· ἡ γὰρ κλίσις αὐτοῦ ὡς ἀπὸ τῆς εἰς ας καταλή‐ ξεώς ἐστιν οἷον ὡς ἀπὸ τῆς ὕδας ὕδατος, ὥσπερ κρέας κρέατος, γῆρας γήρατος. τοιοῦτόν ἐστι καὶ τὸ σκώρ (ὃ σημαίνει τὸ ἀφόδευμα), τού‐ του γὰρ ἡ γενικὴ σκατός ἐστιν ἑτεροκλίτως, ὡς ἀπὸ τῆς σκάς εὐθείας | |
τῆς μὴ εἰρημένης. ἐγένετο δὲ ἑτερόκλιτον τὸ ὕδωρ ὕδατος διὰ τοιαύτην | 770 | |
3,2771 | αἰτίαν· κανὼν ἔστιν ὁ λέγων, ὅτι πᾶν οὐδέτερον ὑπὲρ μίαν συλλαβὴν ἀπαθὲς βραχυκατάληκτον θέλει εἶναι, χωρὶς τῶν παρὰ τὸ πούς καὶ τῆς εἰς ωρ καταλήξεως. ἔστω δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· τὸ κρέας, τὸ τεῖχος, τὸ ποίημα, τὸ νόημα, τὸ δένδρον, τὸ ξύλον, τὸ | |
5 | δέλεαρ, τὸ ἧπαρ, τὸ μέλι. πρόσκειται «ὑπὲρ μίαν συλλαβὴν» διὰ τὸ πᾶν καὶ πῦρ· ταῦτα γὰρ μακροκαταληκτεῖ, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ μίαν συλλαβήν. πρόσκειται «ἀπαθὲς» διὰ τὸ βοῶν, τὸ ποιοῦν, τὸ ὀστοῦν, ταῦτα γὰρ ἀπὸ κράσεως ἔχει τὴν μακράν, ἀπὸ γὰρ τοῦ βοάον καὶ τοῦ ποιέον καὶ τοῦ ὀστέον ἐστίν. ἔτι πρόσκειται «ἀπαθές» διὰ τὸ κάρη, | |
10 | καὶ τοῦτο γὰρ ἀπὸ πάθους ἔχει τὴν μακροκατάληξιν, ἀπὸ γὰρ τοῦ κάρηνον γέγονε κατὰ ἀποκοπὴν καὶ οὐ καταλήγει φύσει εἰς η. πρόσ‐ κειται «χωρὶς τῶν παρὰ τὸ πούς» διὰ τὸ δίπουν καὶ τρίπουν· ταῦτα γὰρ μακροκαταληκτεῖ. πρόσκειται «χωρὶς τῆς εἰς ωρ καταλήξεως» διὰ τὸ τέκμωρ καὶ ἔλδωρ καὶ ὕδωρ, ταῦτα γὰρ μακροκαταληκτεῖ. ἐπειδὴ | |
15 | οὖν παράλογός ἐστιν αὕτη ἡ κατάληξις, φημὶ δὴ ἡ εἰς ωρ διὰ τὴν μακροκαταληξίαν, τούτου χάριν τὸ ὕδωρ οὐκ ἐκλίθη, ἀλλ’ ἐγένετο ἡ κλίσις αὐτοῦ ἀπὸ τῆς εἰς ας καταλήξεως, ὥσπερ γὰρ κρέας κρέατος, γῆρας γήρατος, οὕτω καὶ ὕδας ὕδατος, καὶ ἔστι λοιπὸν ἑτερόκλιτον. εὑρίσκεται δὲ καὶ ἡ εἰς ος εὐθεῖα. ὥσπερ γὰρ ἀπὸ τοῦ γῆρας γῆρος | |
20 | καὶ ἀπὸ τοῦ δέρας δέρος, οὕτω καὶ ἀπὸ τῆς ὕδας εὐθείας, ἐξ ἧς ἡ γενικὴ ὕδατος, γίνεται ὕδος, ὡς παρὰ Καλλιμάχῳ, ἔστιν ὕδος καὶ γαῖα καὶ ὀπτήτειρα κάμινος. ἔχομεν δὲ καὶ δοτικὴν διὰ τῆς ει διφθόγγου, ὡς παρ’ Ἡσιόδῳ (Opp. 61) γαῖαν ὕδει φύρειν, | |
25 | ὡς ἀπὸ τῆς ὕδος εὐθείας, ὥσπερ τὸ τεῖχος τῷ τείχει. Ἄξιον δέ ἐστι ζητῆσαι, τί διαφέρει τὰ εἰς ωρ οὐδέτερα τῶν εἰς ωρ ἀρσενικῶν. καὶ ἔστιν εἰπεῖν, ὅτι κατὰ τοῦτο διαφέρει, καθὸ τὰ μὲν ἀρσενικὰ βαρύτονα ὄντα μὴ ἔχοντα τὸ λ τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ οἷον Ἕκτωρ Ἕκτορος, Μέντωρ Μέντορος, Νέστωρ Νέστορος· | |
30 | τὰ δὲ εἰς ωρ οὐδέτερα φυλάττει τὸ ω κατὰ τὴν γενικὴν οἷον τέκμωρ τέκμωρος, ἕλωρ ἕλωρος, ἔλδωρ ἔλδωρος. καὶ ἀποροῦσί τινες λέγοντες, διατί τὰ εἰς ωρ οὐδέτερα οὐ τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, ὥσπερ τὰ εἰς ωρ ἀρσενικά· καὶ ἔστιν εἰπεῖν, ὅτι οὐδέποτε οὐδέτερον μονογε‐ νὲς ἔχει τὴν παραλήγουσαν τῆς περιττοσυλλάβου γενικῆς ἥττονα χρόνον | |
35 | ἔχουσαν τῆς ληγούσης τῆς ἰδίας εὐθείας οἷον βῆμα βήματος, μέλι μέλι‐ τος, γόνυ γόνυος, ἄστυ ἄστεος, κρέας κρέατος, τεῖχος τείχεος, φῶς φωτός, ὦς ὠτός· χωρὶς τοῦ πῦρ πυρός (τοῦτο γὰρ ἐν μὲν τῇ εὐθείᾳ ἐκτείνει τὸ υ, ἐν δὲ τῇ γενικῇ συστέλλει αὐτό), καὶ χωρὶς τοῦ ὕδωρ ὕδατος (καὶ τοῦτο γὰρ βραχεῖαν ἔχει τὴν παραλήγουσαν τῆς γενικῆς, | |
40 | τῆς εὐθείας μακροκαταληκτούσης). τοῦτο δὲ ἑτερόκλιτον εἰρήκαμεν, ὡς | 771 |
3,2772 | ἀπὸ τῆς ὕδας εὐθείας. πρόσκειται «μονογενῆ» διὰ τὸ πᾶν παντός, τοῦτο γὰρ ἐν μὲν τῇ εὐθείᾳ φύσει μακρὸν ἔχει τὸ α, ἐν δὲ τῇ γενικῇ θέσει μακρόν· τὸ δὲ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ. τού‐ του χάριν τὰ εἰς ωρ οὐδέτερα οὐ τρέπει τὸ ω εἰς τὸ ο ἐν τῇ γενικῇ, | |
5 | ἵνα μὴ εὑρεθῇ ἡ παραλήγουσα τῆς περιττοσυλλάβου γενικῆς τῶν μονο‐ γενῶν οὐδετέρων ἥττονα χρόνον ἔχουσα τῆς ληγούσης τῆς ἰδίας εὐθείας. | |
7t | Περὶ τῶν εἰς ας οὐδετέρων. | |
8 | Choer. 385, 11: πάντα τὰ εἰς ας λήγοντα οὐδέτερα διὰ τοῦ τος κλίνεται οἷον πέρας πέρατος, κρέας κρέατος, γέρας γέρατος, οὖας | |
10 | οὔατος, ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ υ ὄας καὶ κατὰ κρᾶσιν οὖς καὶ κατὰ Δωριεῖς ὦς. ἰστέον δὲ ὅτι τὸ οὖς ἄκλιτόν ἐστι· τὸ γὰρ Ἄντιφον αὖτε παρ’ οὖς ἔλασε ξίφει (Λ 109) ἀντὶ τῆς παρὰ τὸ οὖς ὑπάρχον αἰτιατικῆς οὐκ ἀντίκειται ἡμῖν, οὐδὲ γὰρ ἐκλίθη, ἀλλ’ ὡμοφώνησε τῇ ἰδία εὐθείᾳ. τὰ γὰρ οὐδέτερα τὴν αὐτὴν | |
15 | ἔχει ὀρθὴν καὶ κλητικὴν καὶ αἰτιατικὴν οἷον τὸ βῆμα τοῦ βήματος τῷ βήματι τὸ βῆμα ὦ βῆμα, τὸ ξύλον τοῦ ξύλου τῷ ξύλῳ τὸ ξύλον ὦ ξύλον. καὶ ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν τὸ οὖς ἄκλιτόν ἐστι. καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδὲν οὐδέτερον εἰς ους λήγει εἰ μὴ μόνον τὸ οὖς. ἐπειδὴ οὖν τοῦτο, φημὶ δὲ τὸ οὖς, οὐκ ἔσχεν ἄλλο | |
20 | ὅμοιον, εἰκότως ὡς μὴ ἔχον τί μιμήσασθαι, ἄκλιτον ἔμεινεν. ἰστέον δὲ ὅτι τὸ δέμας ἄκλιτόν ἐστι. καὶ ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν ἐστὶν ἄκλιτον. καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδὲν εἰς ας οὐδέτερον ἔχει πρὸ τοῦ α τὸ μ οἷον γῆρας, κῶας, κρέας, τέρας. ἐπειδὴ οὖν τὸ δέμας εἰς ας ἐστὶν οὐδέτερον καὶ ἔχει πρὸ τοῦ α τὸ μ, εἰκό‐ | |
25 | τως ὡς μὴ ἔχον τι μιμήσασθαι ἄκλιτον ἔμεινε. Ἰστέον δὲ ὅτι οὐδὲν εἰς ας ὑπὲρ δύο συλλαβὰς ἔστιν οὐδέτερον, ὅθεν τὸ καρήατος οὐκ ἀπὸ τοῦ κάρηας, ἀλλ’ ἀπὸ τοῦ κάρηαρ. Ἰστέον ὅτι ὁ Σοφοκλῆς ἐν Κηδαλίωνι σατυρικῷ φησι καὶ δή τι καὶ παρεῖκα τῶν ἀρτυμάτων | |
30 | ὑπὸ τοῦ δέατος ἀντὶ τοῦ δέους καὶ παρὰ Ἑκαταίῳ ἐστὶν «τὰ δέατα περιτεταμένα». ἀλλ’ οὐ λέγεται ἡ εὐθεῖα δέας. ὅτε Ξενοφάνης φησὶν ἁγνὸν ἐνὶ σπεάτεσσι τεοῖς καταλείβεται ὕδωρ. ἀλλ’ οὐ γὰρ λέγεται σπέας. ἡ γὰρ ἀναλογία ὡς ἀπὸ τοιούτων εὐθειῶν | |
35 | τὰς κλίσεις λαμβάνει, οὐκ οὐσῶν μέντοι ἐν χρήσει Ἑλλήνων. τὸ δὲ παρὰ τῷ ποιητῇ κτεάτεσσιν ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε (α 218) | |
μεταπλασμοῦ ἔχεται ἐκ τῆς κτεάτοις δοτικῆς. | 772 | |
3,2773 | Choer. 386, 1: ἰστέον δὲ ὅτι, ὡς εἴρηται, πάντα τὰ εἰς ας λήγοντα οὐδέτερα διὰ τοῦ τος κλίνεται οἷον γέρας γέρατος, δέρας δέρατος, κέρας κέρατος, κρέας κρέατος. καὶ ἐπειδὴ τὰ εἰς ας λήγοντα οὐδέτερα πέ‐ φυκε πολλάκις γίνεσθαι καὶ εἰς ος οἷον δέρας δέρος, κῶας κῶος, γῆρας | |
5 | γῆρος, τὰ δὲ εἰς ος οὐδέτερα διὰ καθαροῦ τοῦ ος κλίνεται οἷον βέλος βέλεος, τεῖχος τείχεος, εἰκότως καὶ ταῦτα τὰ εἰς ας οὐδέτερα ἔσχεν ἀφορμὴν ὡς γινόμενα καὶ εἰς ος τοῦ ἔχειν διὰ καθαροῦ τοῦ ος τὴν γενικήν, καὶ τούτου χάριν ἀποβάλλουσι τὸ τ οἱ Ἴωνες οἷον κρέατος κρέαος, γήρατος γήραος, κέρατος κέραος· καὶ λοιπὸν οἱ Ἀττικοὶ συναι‐ | |
10 | ροῦσι τὸ α καὶ ο εἰς ω καὶ λέγουσι τοῦ κρέως, τοῦ γήρως καὶ δέρως βαρυτόνως. δι’ ὅλου δὲ τοῦτο τὸ σχῆμα, φημὶ δὲ τὸ ἀποβάλλεσθαι τὸ τ Ἰωνικῶς καὶ κρᾶσιν παρακολουθεῖν τῶν φωνηέντων παρὰ τοῖς Ἀττικοῖς, φυλάττεται καὶ ἐν ταῖς γενικαῖς καὶ ἐν ταῖς δοτικαῖς, ἡ γὰρ αἰτιατικὴ καὶ ἡ κλητικὴ ὡμοφώνησαν τῇ ἰδίᾳ εὐθείᾳ, μόνη δὲ ἡ δοτικὴ τῶν πληθυντικῶν | |
15 | οὐδὲν τοιοῦτον πάσχει, οὐκ ἀποβάλλει γὰρ τὸ ἴδιον σύμφωνον καὶ ποιεῖ συναίρεσιν τῶν φωνηέντων. ἰστέον δὲ ὅτι ἡ δοτικὴ τῶν πληθυντικῶν ἡ ἀπὸ τῶν εἰς ας οὐδετέρων μίαν ἔχει φωνὴν παρὰ πάσαις ταῖς δια‐ λέκτοις οἷον κρέασι γέρασι κέρασι, τουτέστι καὶ παρ’ ἡμῖν καὶ παρὰ τοῖς Ἴωσι καὶ παρὰ τοῖς Ἀττικοῖς. | |
20 | Choer. 389, 26: καὶ ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν οὐκ ἀπο‐ βάλλουσι τὸ σύμφωνον οἱ Ἴωνες ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, καὶ παρακολουθεῖ συναίρεσις τῶν φωνηέντων Ἀττικῶς ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πτώσεων. καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ εἰ ἀπεβλήθη τὸ σύμ‐ φωνον καὶ παρηκολούθησε συναίρεσις τῶν φωνηέντων, ἤμελλε συνεμπί‐ | |
25 | πτειν τῇ δοτικῇ τῶν ἑνικῶν οἷον κρέατι κρέαϊ κρέᾳ, ὅπερ ἐστὶν ἄτοπον. τούτου χάριν ἐπὶ τῆς δοτικῆς τῶν πληθυντικῶν οὐκ ἀποβάλλουσι τὸ σύμφωνον οἱ Ἴωνες καὶ ποιοῦνται συναίρεσιν οἱ Ἀττικοὶ τῶν φωνηέν‐ των. ἄλλως τε δὲ πᾶσα δοτικὴ πληθυντικῶν εἰς ι λήγουσα θέλει ἔχειν πρὸ τοῦ ι τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μὲν οἷον | |
30 | Αἴασι, βήμασι, λέβησιν, δυνάμει δὲ οἷον Φοίνιξι, Πέλοψι, λαίλαψι. τούτου οὖν χάριν ἐπὶ τῆς δοτικῆς τῶν πληθυντικῶν οὐκ ἀποβάλλου‐ σιν οἱ Ἴωνες τὸ σύμφωνον καὶ ποιοῦνται συναίρεσιν οἱ Ἀττικοὶ τῶν φωνηέντων. Choer. 386, 30: ἀποροῦσι δέ τινες λέγοντες, διατί ἐπὶ τῶν εἰς α | |
35 | ληγόντων οὐδετέρων μὴ ποιοῦσιν οἱ Ἴωνες ἀποβολὴν τοῦ τ κατὰ τὴν γενικὴν καὶ κρᾶσιν τῶν φωνηέντων οἱ Ἀττικοὶ οἷον βῆμα βήματος καὶ βήμως, ὥσπερ κρέατος καὶ κρέως. καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύ‐ την· ὅτι τὰ εἰς ας λήγοντα οὐδέτερα πέφυκε γίνεσθαι καὶ εἰς ος οἷον γῆρας γῆρος, δέρας δέρος, κῶας κῶος. καὶ ἐπειδὴ τὰ εἰς ος οὐδέτερα | |
40 | διὰ καθαροῦ τοῦ ος κλίνεται οἷον βέλος βέλεος, τεῖχος τείχεος, εἰκό‐ | 773 |
3,2774 | τως καὶ ταῦτα ἔσχεν ἀφορμὴν ὡς γινόμενα καὶ εἰς ος τοῦ ἔχειν καθα‐ ρὰν γενικήν. τὰ δὲ εἰς α λήγοντα οὐδέτερα, ἐπειδὴ οὐ γίνεται καὶ εἰς ος, τούτου χάριν ὡς μὴ ἔχοντά τι μιμήσασθαι οὐκ ἀποβάλλει τὸ τ Ἰωνικῶς κατὰ τὴν γενικὴν καὶ κρᾶσιν ποιεῖ τῶν φωνηέντων Ἀττικῶς. | |
5 | Choer. 388, 4: ἰστέον ὅτι τῷ κρέατι κοινῶς κατὰ ἀποβολὴν τοῦ τ Ἰωνικῶς γίνεται τῷ κρέαϊ καὶ κατὰ συναίρεσιν τοῦ α καὶ ι εἰς τὴν ᾳ δίφθογγον γίνεται τῷ κρέᾳ Ἀττικῶς. ἰστέον δὲ ὅτι ἅμα συναίρεσις ἐγέ‐ νετο ἅμα καὶ ἔκτασις, διὸ καὶ τὸ ι ἀνεκφώνητόν ἐστι· τὸ γὰρ ι ἡνίκα εὑρεθῇ ἢ μετὰ τοῦ η ἢ μετὰ τοῦ ω ἢ μετὰ τοῦ α μακροῦ ἐν μιᾷ συλ‐ | |
10 | λαβῇ, ἀνεκφώνητον εὑρίσκεται οἷον τῷ Χρύσῃ, τῷ σοφῷ, τῇ Μηδείᾳ. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὥσπερ ἐπὶ τοῦ κρέαϊ καὶ γήραϊ γίνεται κατὰ συναίρεσιν τοῦ α καὶ ι εἰς τὴν ᾳ δίφθογγον κρέᾳ καὶ γήρᾳ, μὴ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ ναΐ καὶ γραΐ γίνεται κατὰ συναίρεσιν νᾷ καὶ γρᾷ. ἔστιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· πᾶσα δοτικὴ ἑνικῶν εἰς | |
15 | ι ἀνεκφώνητον λήγουσα τὴν γενικὴν ἔχει ἰσοσύλλαβον τῇ εὐθείᾳ οἷον τῷ κοχλίᾳ ὁ κοχλίας τοῦ κοχλίου, τῷ σοφῷ ὁ σοφός τοῦ σοφοῦ, τῇ μνᾷ ἡ μνᾶ τῆς μνᾶς, τῷ γήρᾳ τὸ γῆρας τοῦ γήρως, τῷ κρέᾳ τὸ κρέας τοῦ κρέως· τὸ γὰρ κρέαος καὶ γήραος πρὸς τὸ κρέαϊ καὶ γήραΐ ἐστιν. εἰ οὖν ἐγένετο ταῦτα κατὰ συναίρεσιν, ἤμελλον ἔχειν τὸ ι ἀνεκφώνη‐ | |
20 | τον, ὅπερ ἐστὶν ἄτοπον, οὐδὲ γὰρ ἔχει ἰσοσύλλαβον τὴν γενικὴν τῇ εὐθείᾳ, ὡς ναῦς ναός, γραῦς γραός. τούτου οὖν χάριν οὐ συναιρεῖται ταῦτα κατὰ τὴν δοτικήν, ἵνα μὴ εἰς ι ἀνεκφώνητον λήγῃ κατὰ τὴν δοτι‐ κὴν καὶ ἔχῃ τὴν γενικὴν περιττοσύλλαβον τῆς εὐθείας. Choer. 388, 34: τὸ κρεοῖν ἀπὸ τοῦ κρεάοιν γέγονε κατὰ κρᾶσιν | |
25 | τοῦ α καὶ τῆς οι διφθόγγου εἰς τὴν οι δίφθογγον, διὸ καὶ περισπᾶται. ἐὰν δὲ θελήσωμεν λέγειν ὅτι κρᾶσις παρηκολούθησε τοῦ α καὶ ο εἰς τὸ ω, ὀφείλει διὰ τοῦ ω γενέσθαι τοῖν κρεῷν προσγραφομένου τοῦ ι· ἡ δὲ παράδοσις διὰ τῆς οι διφθόγγου ἐπίσταται τὴν λέξιν. Τὸ κρέα ἀπὸ τοῦ κρέαα γέγονε κατὰ κρᾶσιν τῶν δύο αα εἰς ἓν | |
30 | α μακρόν, ὥσπερ Ναυσικάα Ναυσικᾶ, τὸ γὰρ «κρέα λυγκὸς ἔταμνε» (Callim. Dian. 88) ἀπὸ τοῦ κρέατα γέγονε κατὰ συγκοπὴν τῆς ατ συλ‐ λαβῆς, συνεσταλμένον γὰρ ἔχει τὸ α. | |
33t | Περὶ τῶν εἰς ος οὐδετέρων. | |
34 | Choer. 390, 30: τὰ εἰς ος οὐδέτερα, δηλονότι ὀνόματα, εἰς ους | |
35 | ἔχει τὴν γενικὴν οἷον τεῖχος τείχους, βέλος βέλους, βάθος βάθους, πέλαγος πελάγους, ἦθος ἤθους, ψεῦδος ψεύδους, στέφος στέφους. | |
πρόσκειται ἐν τῷ κανόνι «δηλονότι ὀνόματα» διὰ τὰς μετοχάς. αὗται | 774 | |
3,2775 | γὰρ διὰ τοῦ τος κλίνονται οἷον τὸ τετυφός τοῦ τετυφότος, τὸ πεποιη‐ κός τοῦ πεποιηκότος, τὸ λελαληκός τοῦ λελαληκότος, ὁμοίως τοῖς ἰδίοις ἀρσενικοῖς, ὥσπερ ὁ τετυφώς τοῦ τετυφότος, ὁ πεποιηκώς τοῦ πεποιη‐ κότος, ὁ λελαληκώς τοῦ λελαληκότος. | |
5 | Ἰστέον δὲ ὅτι τὸ ὄφελος ἄκλιτόν ἐστι· καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί ἐστιν ἄκλιτον. ἔστι δὲ εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ διὰ τοῦ ελος ὑπὲρ δύο συλλαβὰς οὐκ ἔστιν οὐδέτερα οἷον ζάφελος (ὁ μεγαλωφελής), ἄγγελος, πέμπελος (σημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα), τὰ γὰρ διὰ τοῦ ελος οὐδέτερα δισύλλαβά ἐστιν οἷον τέλος, σκέλος. ἐπειδὴ οὖν | |
10 | τὸ ὄφελος διὰ τοῦ ελος ὑπὲρ δύο συλλαβὰς ὑπάρχον καὶ οὐδέτερόν ἐστιν, εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι ἔμεινεν ἄκλιτον. Ἰστέον δὲ ὅτι παρ’ Ὁμήρῳ οὐδέποτε εὑρίσκεται ἡ γενικὴ τῶν εἰς ος οὐδετέρων εἰς ους καταλήγουσα ἀλλ’ ἢ εἰς ευς οἷον Ἐρέβευς, θάρσευς τοίου μὲν θάρσευς πλῆσε φρένας ἀμφιμελαίνας (Ρ 573), | |
15 | ἢ ἐντελῶς, ἤγουν διὰ τοῦ εος οἷον βέλεος βέλεος δέ σε τείρει ἀκωκὴ (Ν 251), στήθεος ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος ἵει (Γ 221), τείχεος | |
20 | λεξάσθων παρὰ τάφρον ὀρυκτήν, τείχεος ἐκτός (Ι 67), ἄχεος τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα (Ρ 591). δύο δὲ μόνας γενικὰς ἐποίησεν εἰς ους, ἐπὶ τῶν εἰς ος δηλονότι οὐδε‐ τέρων, τὸ | |
25 | χλωροὶ ὑπὸ δείους (Ο 4) ἀντὶ τοῦ ὑπὸ τοῦ δέους καὶ ἥ ῥα κατὰ σπείους κέχυται (ι 330), ἀντὶ τοῦ κατὰ τοῦ σπέους· τοῦτο δ’ οὐκ ἐποίησε διὰ τὸ μέτρον (καὶ εἰ εἰς ευς γὰρ ἐποίησε ταύτας τὰς γενικάς, ἡ αὐτὴ μακρὰ εὑρίσκετο) | |
30 | ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆς ἐπαλληλίας τοῦ ε. ἔστι γὰρ δέος καὶ σπέος· καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ ποιητῇ δέευς καὶ σπέευς, ἀλλε‐ παλληλία ἤμελλεν εἶναι τοῦ ε, καὶ τούτου χάριν τῇ εἰς ους γενικῇ ἐχρήσατο, φημὶ δὲ τῇ δέους καὶ σπέους, ἅτινα ἐν πλεονασμῷ τοῦ ι γίνεται δείους καὶ σπείους. | |
35t | Περὶ τῶν εἰς ως οὐδετέρων. | |
36 | Choer. 394, 2: δύο μόνα ἐστὶν εἰς ως λήγοντα οὐδέτερα, τὸ φῶς καὶ τὸ ὦς, ἅτινα διὰ τοῦ τος κλίνεται οἷον φωτός καὶ ὠτός· τὸ γὰρ χρέως Ἀττικῶς ἐγένετο διὰ τοῦ ω. ἰστέον ὅτι τὸ χρέος διὰ τοῦ ο | |
μὲν γραφόμενον κλίνεται ὥσπερ τὸ τεῖχος καὶ ἐν τοῖς ἑνικοῖς καὶ ἐν | 775 | |
3,2776 | τοῖς δυϊκοῖς καὶ ἐν τοῖς πληθυντικοῖς, ἐν δὲ τῇ εὐθείᾳ τῶν πληθυντι‐ κῶν εἰς α γίνεται οἷον χρέεα χρέα, συγκοπῆς γενομένης τοῦ ἑνὸς ε, ὥσπερ καὶ ἐπὶ τοῦ κλέεα κλέα, ὡς παρὰ Ἀπολλωνίῳ ἐν τῷ πρώτῳ λόγῳ (Ι 1), | |
5 | ἀρχόμενός σεο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν .. ὅταν δὲ γένηται διὰ τοῦ ω Ἀττικῶς οἷον τὸ χρέως, τὴν αὐτὴν ἔχει ὀρθὴν γενικὴν αἰτιατικὴν καὶ κλητικὴν οἷον τὸ χρέως τοῦ χρέως τὸ χρέως ὦ χρέως, μόνην δὲ τὴν δοτικὴν διαλλάσσουσαν ἔχει, καὶ ἔστιν εἰπεῖν δίπτωτον, εὐθεῖαν γὰρ καὶ δοτικὴν ἔχει μόνον. τοῦτο δὲ τὸ | |
10 | Ἀττικόν, φημὶ δὲ τὸ διὰ τοῦ ω, οὐ κλίνεται οὔτε εἰς δυϊκὸν οὔτε εἰς πληθυντικὸν ἀριθμόν. Ἰστέον δὲ ὅτι τὸ φῶς καὶ τὸ ὦς καὶ περισπᾶται καὶ διὰ τοῦ τος κλίνεται οἷον φωτός καὶ ὠτός. διὰ τοῦ τος δὲ κλίνεται διὰ τοιαύτην αἰτίαν· ἔστιν ὄας καὶ φάος· τοῦτο μὲν τὸ φάος καθ’ ὑπερβιβασμὸν τοῦ | |
15 | ο γίνεται φόας, τὸ δὲ ὄας γίνεται ἐκ τοῦ οὖας κατὰ ἀποβολὴν τοῦ υ, ἐξ οὗ κατὰ κρᾶσιν οὖς, ὅπερ ἐστὶν ἄκλιτον ταῦτα δὲ φημὶ τὸ ὄας καὶ φόας διὰ τοῦ τ κλίνεται οἷον ὄατος καὶ φόατος. τὰ γὰρ εἰς ας οὐδέ‐ τερα διὰ τοῦ τος κλίνεται οἷον φρέας φρέατος, κρέας κρέατος, γῆρας γήρατος. καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω γίνεται φῶς καὶ | |
20 | ὦς ὥσπερ κρείττονα κρείττοα κρείττω, βελτίονα βελτίοα βελτίω, ἀρείονα ἀρείοα ἀρείω, καὶ φυλάττει τὴν αὐτὴν κλίσιν φημὶ δὲ τὴν διὰ τοῦ τος οἷον φωτός καὶ ὠτός. τὰ γὰρ συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίσιν οἷον τιμήεις τιμήεντος τιμῆς τιμῆντος, δαφνήεις δαφνήεντος δα‐ φνῆς δαφνῆντος, πλόος πλόου πλοῦς πλοῦ, χρύσεος χρυσέου χρυσοῦς | |
25 | χρυσοῦ, ἀργύρεος ἀργυρέου ἀργυροῦς ἀργυροῦ, οὕτως οὖν καὶ φόας φόατος καὶ φῶς φωτός, καὶ ὄας ὄατος καὶ ὦς ὠτός. Ἰστέον δὲ ὅτι τινὲς τὸ φῶς ἀπὸ τοῦ φάος λέγουσι γεγενῆσθαι κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω, οἵτινες οὐκ ἀκριβῶς λέγουσι· τὸ γὰρ φάος εἰς ους ἔχει τὴν γενικὴν οἷον φάους. ἔχομεν γὰρ ὅτι τὸ εἰς ος οὐδέ‐ | |
30 | τερα ὀνόματα εἰς ους ἔχει τὴν γενικὴν οἷον τεῖχος τείχους, βάθος βά‐ θους, ἦθος ἤθους, βέλος βέλους· τὸ δὲ φῶς διὰ τοῦ τος κλίνεται οἷον φωτός. εἰ δὲ ἦν ἀπὸ τοῦ φάος, ὤφειλεν ὁμοίως αὐτῷ εἰς ους ἔχειν τὴν γενικήν, ἐπειδὴ τὰ συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίσιν. κρεῖττον οὖν ἐστι σχηματίσαι αὐτὸ ἀπὸ τοῦ φάος καθ’ ὑπερβιβασμὸν | |
35 | τοῦ ο φόας καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω, φῶς δηλονότι· οὐκέτι | 776 |
3,2777 | γὰρ ἡ κλίσις ἀντίκειται, καὶ τὸ φόας γὰρ διὰ τοῦ τος κλίνεται. καὶ ἐπὶ ἄλλων δὲ ἔχομεν πρῶτον ὑπερβιβασμὸν γενόμενον, καὶ οὕτως κρᾶσιν, ὡς ἐπὶ τοῦ «πεδία λωτεῦντα» (Μ 283), ἀντὶ τοῦ ἀνθοῦντα λωτὸν ἔχοντα (λωτὸς δέ ἐστιν εἶδος βοτάνης). ἐὰν γὰρ ἀπὸ τοῦ λωτόεντα εἴπωμεν αὐτό, | |
5 | λωτοῦντα εἶχεν εἶναι διὰ τῆς ου διφθόγγου· τὸ γὰρ ο καὶ ε οὐδέποτε εἰς τὴν ευ δίφθογγον κίρναται ἀλλ’ εἰς τὴν ου οἷον τὸ ἐμόν τοὐμόν, προέστη προὔστη, προέβη προὔβη· ἀλλὰ λέγομεν ὅτι ἀπὸ τοῦ λωτόεντα καθ’ ὑπερβιβασμὸν τοῦ ε γέγονε λωτέοντα, καὶ κατὰ κρᾶσιν Δωρικὴν ἢ Ἰωνικὴν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον λωτεῦντα, ὥσπερ Ἐρέ‐ | |
10 | βεος Ἐρέβευς, | |
ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο (Θ 368). | 777 |