TLG 0087 012 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ ὀνομάτων

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

Περὶ ὀνομάτων

Source: Lentz, A. (ed.), Grammatici Graeci, vol. 3.2. Leipzig: Teubner, 1870 (repr. Hildesheim: Olms, 1965): 612–633.

Citation: Part+volume — page — (line)

3,2

612

(1t)

ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ
2tΠΕΡΙ ΟΝΟΜΑΤΩΝ.
4Choer. 7, 10: οἱ περὶ Ἀπολλώνιον καὶ Ἡρωδιανὸν καὶ Ῥωμα‐
5νὸν τὰ εἴδη προτάσσουσι τῶν γενῶν οἷον εἴδη γένη, ἐπειδὴ ὅπου εἶδος, οὐ πάντως καὶ γένος ἐστίν. ἰδοὺ γοῦν ἐν τοῖς ὀνόμασίν ἐστι γένη, ἀρσενικὸν θηλυκὸν οὐδέτερον, ἀλλὰ καὶ εἴδη πρωτότυπον καὶ παραγω‐ γὸν οἷον ἀνήρ ἀνδρεῖος. ὅπου δὲ εἶδος, οὐ πάντως καὶ γένος ἐστίν. ἰδοὺ γὰρ ἐν τοῖς ῥήμασίν ἐστιν εἴδη, πρωτότυπον καὶ παραγωγὸν ἄρδω
10ἀρδεύω καὶ οὐκ ἔστι γένη. οὐδὲ γὰρ ἔχει τὸ ῥῆμα ἀρσενικὸν θηλυκὸν καὶ οὐδέτερον. πάλιν ἐν τοῖς ἐπιρρήμασίν ἐστιν εἴδη, πρωτότυπον καὶ παραγωγὸν οἷον ἐγγύς ἐγγύθεν καὶ οὐκ ἔστι γένη. οὐδὲ γὰρ ἔχει τὰ ἐπιρρήματα ἀρσενικὸν θηλυκὸν οὐδέτερον. Ἐπειδὴ οὖν ὅπου μὲν εἶδος οὐ πάντως καὶ γένος ἐστὶ παρὰ γραμματικοῖς, ὅπου δὲ γένος
15ἐκεῖ πάντως καὶ εἶδος, τούτου χάριν προτερεύει τὰ εἴδη τῶν γενῶν.
17 An. Ox. IV 328, 25: Φασὶν ὅτι προτάττεται τὸ ὄνομα, ἐπειδὴ καὶ πᾶσαι αἱ λέξεις ἐπικοίνως τῇ προσηγορίᾳ ὄνομα καλοῦνται, καθό φαμεν καλοῖς ὀνόμασι χρῆσθαι Πλάτωνα· εἰ γὰρ ὄνομά ἐστι τὸ ὀνομα‐
20τικὸν καὶ σημαντικόν, ἕκαστον δὲ τῶν μερῶν τοῦ λόγου σημαντι‐ κόν ἐστι καὶ συστατικόν, δῆλον ὅτι ἕκαστον ὄνομα ἂν κληθείη. οὕτως οὖν καὶ Διόδωρος ὁ ἐπικληθεὶς Κρόνος λέγεται τὸν οἰκέτην αὐτοῦ καλεῖν Ἀλλαμήν.
25 Choer. Gaisf. 16, 17, Bekk. Anecd. 1181: Ὁ Ἡρωδιανὸς ἐν τῷ ὀνοματικῷ λέγει αὐτὸ (sc. Πράς Πράντος ὄνομα πόλεως) περισπᾶ‐ σθαι καὶ διὰ τοῦ ντ κλίνεσθαι, ἐν δὲ τῇ καθόλου ὀξύνεσθαι, ὁμοίως
δὲ καὶ διὰ τοῦ ντ κλίνεσθαι.612

3,2

613

(2)

Choer. 35, 10, E. M. 779, 29, Schol. A ad Il. Δ 66: ὑπερ‐ κύδαντας: λέγουσί τινες, ὅτι ἐν τοῖς Ἐπιμερισμοῖς Ἡρωδιανὸς λέγει, ὅτι μετοχή ἐστιν· κυδαίνω ἐκύδανα κυδάνας κυδάναντος καὶ κατὰ συγκο‐
5πὴν καὶ ἐν συνθέσει ὑπερκύδαντος. ἐν δὲ τῷ Ὀνοματικῷ λέγει, ὅτι ὄνομά ἐστι. καὶ μᾶλλον δεῖ ὄνομα λέγειν ἤπερ μετοχήν. τὸ γὰρ ὀνο‐ ματικὸν αὐτοῦ ὡμολόγηται εἶναι. οἱ δὲ Ἐπιμερισμοὶ οὔκ εἰσιν αὐτοῦ πάντες, ἀλλὰ εἰσὶ καὶ ψευδεπίγραφοι.
10 Ep. Cr. I 134, 2: ὁ εἷς καὶ τὸ θηλυκὸν ἀπέλειψε· δύο γὰρ κανόνες εἰσὶν οἱ μαχόμενοι. ὁ μὲν εἷς λέγει, ὅτι οἱ ἀριθμοὶ κοινοὶ θέλουσιν εἶναι οἷον οἱ δύο καὶ αἱ δύο, οἱ τρεῖς καὶ αἱ τρεῖς. [ἢ οὕτω· τὰ ἀριθμη‐ τικὰ ὀνόματα κοινά ἐστι τῷ γένει καὶ ὁμοφωνεῖ τὰ θηλυκὰ τοῖς ἀρσε‐ νικοῖς οἷον οἱ πέντε καὶ αἱ πέντε, οἱ ἑπτά καὶ αἱ ἑπτά.] ὁ δὲ ἕτερος
15λέγει ὅτι πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη τὸ τέλος τῆς γενικῆς τρέ‐ πουσα εἰς α (σα?) καὶ τὴν παραλήγουσαν θέσει μακρὰν ποιοῦσα τὸ θηλυκὸν ποιεῖ ἐπ’ ὀνομάτων οἷον χαρίεις χαρίεντος χαρίεσσα, δαφνήεις δαφνήεν‐ τος δαφνήεσσα, εἷς ἕντος ὤφειλεν εἶναι τὸ θηλυκὸν ἕσσα. τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος ὁμοφωνεῖν τῷ
20ἀρσενικῷ, τοῦ δὲ ἑτέρου κατὰ παρασχηματισμὸν ἕσσα ἀπέλειψε καὶ ἐγέ‐ νετο ὡς ἀπὸ τοῦ ἴος ἀρσενικοῦ, ὃ σημαίνει τὸν μόνον, τὸ θηλυκὸν ἴα καὶ πλεονασμῷ τοῦ μ μία. καὶ κλίνεται μιᾶς. καὶ λέγει ὁ κανὼν τὸν τόνον· τὸ γὰρ μιᾶς καὶ ἰᾶς Ἰωνικὴν ἔχει τάσιν, ἐπειδὴ κανών ἐστιν ὁ λέγων· ἐπὶ τῶν εἰς α βραχυκαταλήκτων εἰώθασιν οἱ Ἴωνες βαρύνειν
25τὰς λέξεις, ὡς καὶ ἡμεῖς οἷον ὄργυια, ἄγυια, Πλάταια, Θέσπεια· ὅταν δὲ γένηται ἡ τελευταία συλλαβὴ μακρά, Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ τόνος οἷον ἀγυιά, ὀργυιά, Θεσπειά. τοῦτο οὖν ἐστιν εἰρημένον τῷ τεχνικῷ· τὸ μιᾶς γὰρ καὶ ἰᾶς· ἐπειδὴ γὰρ τὸ ἴα καὶ μία ἐν τῇ γενικῇ καὶ δοτικῇ μακροκαταληκτεῖ, τούτου χάριν τῷ Ἰωνικῷ ἔθει καταβιβά‐
30ζεται ὁ τόνος. καὶ περιεσπάσθη οἷον ἰᾶς ἰᾷ μιᾶς μιᾷ· ὅθεν καὶ ἡ αἰτια‐ τική, ἐπειδὴ οὐκ ἐγένετο μακροκατάληκτος, οὐ κατεβίβασε τὸν τόνον, ἀλλὰ παροξύνεται ὁμοίως τῇ εὐθείᾳ οἷον ἴαν μίαν.
34Eustath. 114, 1: ἐσιγήθη ἡ προσφυὴς εὐθεῖα τοῦ Διός, πρόκει‐
35ται δὲ τὸ Ζεύς ἑτερόκλιτον ἀντ’ αὐτῆς διὰ τὸ κοινότερον· συνηθέστε‐ ρον γὰρ ὁ Ζεύς ἤπερ ὁ Ζάν καὶ ὁ Ζήν καὶ ὁ Δίς καὶ ὁ Δάν καὶ ὅσα
ἄλλα κεῖται παρὰ τῷ παλαιῷ τεχνικῷ.613

3,2

614

(2)

Il. Pr. Ε 9: Δάρης ὡς Χάρης. ὁμολογεῖ καὶ ἡ γενική· Δάρητος γὰρ ὡς Χάρητος. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγένετο Δαροῦς ὡς σαφοῦς, ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα ἓν ἔχοντα σύμφωνον εἰς ους περα‐
5τοῦται κατὰ τὴν γενικὴν σαφοῦς, πρηνοῦς, προλοῦς, φραδοῦς «φρα‐ δέος νόου ἔργα» (Il. Ω 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκει‐ μένου ὀνόματος κλίσις· περὶ δὲ τοῦ ψιλῆτος παρ’ Αἰσχύλῳ καὶ τοῦ «Κουρῆτες τ’ ἐμάχοντο» (Il. Ι 529) καὶ τοῦ κριτής ἐν τοῖς περὶ ὀνο‐ μάτων ἀποδώσομεν τὸν λόγον.
11 Theogn. 47, 32, Bekk. An. 1390: τὸ Κλήμης Κλήμεντος καὶ Κρήσκης Κρήσκεντος, Οὐάλης Οὐάλεντος, Μάνης Μάνεντος, διὰ τοῦ εντος κλι‐ νόμενα καὶ τὰς εὐθείας ἔχοντα διὰ τοῦ η, οὐ τῆς κοινῆς, ἀλλὰ τῆς Σικελικῆς ἀρχαιότητος ἴδιον, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ ὀνο‐
15ματικῷ.
17 Choerob. 454, 32: Περὶ τοῦ κίς κιός καὶ λίς λιός—αὐτὸς (sc. Ἡρωδιανὸς) ἐν ἑτέροις ἐσημειώσατο λέγων ἡμαρτημένα εἶναι εἴτε κατὰ τόνον εἴτε κατὰ κλίσιν. ἢ γάρ, φησίν, ὀξύτονα ὄντα ὤφειλε διὰ
20συμφώνου κλίνεσθαι, εἴτε διὰ καθαροῦ τοῦ ος κλινόμενα οὐκ ὤφειλε ὀξυτονεῖσθαι κατὰ τὴν εὐθεῖαν. τὰ γὰρ εἰς ις ὀξύτονα οὐδέποτε διὰ καθαροῦ τοῦ ος κλίνεται, ἀσπίς ἀσπίδος, βολίς βολίδος, κρηπίς κρη‐ πῖδος, κνημίς κνημῖδος, βασιλίς βασιλίδος. καὶ κέχρηται τοιούτῳ παρα‐ δείγματι, ὅτι, ὥσπερ Πάρις Πάριδος καὶ Θέτις Θέτιδος καὶ μῆνις
25μήνιδος, ἐπειδὴ βαρύτονά ἐστι κατὰ τὴν εὐθεῖαν, γίνεται παρὰ τοῖς Ἴωσι διὰ καθαροῦ τοῦ ος κατὰ τὴν γενικὴν οἷον Πάριος Θέτιος μήνιος (ἴδιον γάρ ἐστι τῶν εἰς ις βαρυτόνων τὸ διὰ καθαροῦ τοῦ ος κλίνεσθαι οἷον ὄφις ὄφιος, μάντις μάντιος, πόλις πόλιος), τὰ μέντοι εἰς ις ὀξύτονα οἷον κρηπίς κρηπῖδος, ἀσπίς ἀσπίδος, ῥανίς ῥανίδος, οὐ γίνεται παρὰ τοῖς
30Ἴωσι διὰ καθαροῦ τοῦ ος (τοῦτο γὰρ ἀλλότριόν ἐστι τῶν εἰς ις ὀξυτό‐ νων, λέγω δὲ τὸ ἔχειν γενικὴν διὰ καθαροῦ τοῦ ος ἐκφερομένην) οὕτω καὶ τὸ κίς καὶ τὸ λίς ὀξυνόμενα καὶ εἰς ις λήγοντα οὐκ ὤφειλεν ἔχειν τὴν γενικὴν διὰ καθαροῦ τοῦ ος ἢ ἔχοντα τὴν γενικὴν διὰ καθαροῦ τοῦ ος οὐκ ὤφειλεν ὀξύνεσθαι κατὰ τὴν εὐθεῖαν, ἀλλὰ δηλονότι περισπᾶσθαι.
36 Il. Pr. Ε 266 υἷος: προπερισπαστέον· ἀπὸ γὰρ εὐθείας ἐστὶ μὴ εἰρημένης τῆς υἷις, ἧς γενικὴ ὤφειλεν εἶναι τρισύλλαβος ὡς μάντιος. αὕτη τοίνυν συναλοιφὴν παθοῦσα καὶ δισύλλαβος γενομένη βαρύνεται,
ἧς ἀκόλουθος δοτική «Νηληΐῳ υἷι ἐοικώς» (Il. Β 20) καὶ αἰτιατική «ἀλλ’614

3,2

615

υἷα Κλυτίοιο σαώσομεν» (Il. Ο 147) καὶ πληθυντικὴ εὐθεῖα «υἷες ὁ μὲν Κτεάτου» (Il. Β 621) καὶ αἰτιατική «υἷάς τ’ ὀλλυμένους» (Il. Χ 62). ἀπο‐ δείξομεν δὲ καὶ τὸ «υἱάσι δὲ Πριάμοιο» (463) παρὰ τοῦτο κεκλίσθαι ἐν τοῖς περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆς καθολικῆς κινήσεως τοῦ
5ὀνόματος διαλαμβάνωμεν.
7 Il. Pr. Ω 318: ἐν τρίτῳ τῶν ὀνοματικῶν περὶ τῆς ἐκτάσεως αὐτῶν (sc. τοῦ εὐκλήϊς εὐκνήμις) ταῦτά φησιν· ἄλλως τε εἰ ἐπιζη‐ τοῦσιν ἐκτεταμένον τὸ ι, ἔχουσι ἐν τῷ εὐκνήμις, μελαμψήφις· καὶ εἰ
10τοῦτο, φησί, δῆλον ὅτι παροξύνεται.
12 Choer. 246, 19: ἀπὸ τοῦ ἀδελφιδεός καὶ θυγατριδεός γέγονε τὸ ἀδελ‐ φιδοῦς κατὰ κρᾶσιν καὶ θυγατριδοῦς. οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι τοὐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦς καὶ θυγατριδοῦς γέγονε τὸ ἀδελφι‐
15δεός καὶ θυγατριδεός κατὰ διάλυσιν τῆς ου διφθόγγου εἰς τὸ ο καὶ ε, ἐπειδή, ὥς φησιν Ἡρωδιανός, οὐδέποτε εὐθεῖα διαλέλυται. τὸ γὰρ εἷς ἕεις κατὰ πλεονασμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη.
19Choer. Gaisf. 232, 22, Bekk. Anecd. 1195: Ἰστέον ὅτι πάντα τὰ εἰς
20υς περισπώμενα ὑπὲρ μίαν συλλαβὴν ὄντα ὑποκοριστικά ἐστιν οἷον ὁ Καμ‐ μῦς, ὁ Κλαυσῦς, ὁ Διονῦς, ὁ Λαρδῦς χωρὶς τῶν τριῶν τούτων, φημὶ δὲ τοῦ ὀσφῦς, ὀφρῦς, ἰχθῦς, τὸ γὰρ ἰξύς, εἰ καὶ παρατέθειται ὁ Ἡρω‐ διανὸς ἐν τῷ Ὀνοματικῷ ὡς περισπώμενον, ἀλλ’ οὖν οὐ περισπᾶ‐ ται, ἀλλ’ ὀξύνεται, ὥς φησιν ἐν τῇ καθόλου.
26 Schol. ad Aristoph. Ran. 926: ἄγνωτα τοῖς θεωμένοις: ἀπὸ τοῦ ἄγνωτος. οὐ γὰρ παρασχηματίζεται ἀπὸ τοῦ ἀγνώς εἰς οὐδέτερον γέ‐ νος, ὥς φησιν Ἡρωδιανός.
30 Eustath. 1807, 16 ἐν τοῖς ὀνοματικοῖς τοῦ Ἡρωδιανοῦ φέ‐ ρεται ὡς ἐκ τοῦ μάρτυς γίνεται κατά τινα διάλεκτον τροπῇ τοῦ ς εἰς ρ μάρτυρ, οὗ ἡ γενικὴ ἀναδραμοῦσα εἰς εὐθεῖαν κινεῖ τὸν μάρτυρον. Eustath. 114, 15: Ἡρωδιανὸς εἰπών, ὅτι καὶ μάρτυροι καὶ μάρ‐ τυρες ἑκατέρως, ἐπάγει, ὅτι τέτριπται τὸ μάρτυρες ἀπὸ τῆς μάρτυς
35εὐθείας, ἣν ἡ Αἰολέων διάλεκτος διὰ τοῦ ρ προφέρει ἐκεῖνοι γάρ, φησί, τὸ ς εἰς ρ μεταβάλλουσι τὸ οὗτος οὗτορ λέγοντες καὶ τὸ ἵππος ἵππορ· οὕτως οὖν, φησί, καὶ μάρτυς μάρτυρ, ἀφ’ ἧς ἐκπίπτει πληθυν‐ τικὸν οἱ μάρτυρες παρά τε τοῖς κωμικοῖς καὶ Ἱππώνακτι· οἱ δέ γε μάρ‐ τυροι ἀπὸ τοῦ μάρτυρος εὐθείας οἷον «Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω»
40(Il. Η 76).615

3,2

616

(2)

Choer. 350, 25: τὸ ἀναδενδράς ὁ Ἡρωδιανὸς ὑπολαμβάνει μόνως συστέλλειν τὸ α καὶ ὀξύνεσθαι.
5 Eustath. 700, 56: τὸ κρανίον τῆς κεφαλικῆς πολυωνυμίας τμῆμά ἐστιν, ἧς καὶ αἱ κατ’ εὐθεῖαν προφοραὶ καὶ τὸ κεῖθεν δὲ κλίμα κατὰ Ἡρωδιανὸν εἰπεῖν διαφόρως ἔχουσιν—κάρα θηλυκῶς τε καὶ οὐδε‐ τέρως. ἔτι κοινῶς καὶ κράς κρατός ἡ κεφαλή, καὶ μὴν καὶ κράας, ὅθεν τὸ «σῷ κράατι τίσεις» (χ 218). ἡ δ’ αὐτὴ καὶ κάρηαρ καρήατος, τὸ δὲ
10αὐτὸ καὶ κάρηνον καὶ ἀποκοπῇ κάρη ἄκλιτον κατὰ τὸ κρῖ καὶ τὸ δῶ. παρὰ δὲ Σοφοκλεῖ (Philoct. 1207) κρᾶτα εὕρηται καινότερον.
15tΠερὶ τῶν εἰς ας.
16 Choer. 93, 12: τὰ εἰς ας βαρύτονα ἀρσενικὰ μακρὸν ἔχει τὸ α, οἷον Θόας, Δρύας, Αἴας, Κάλχας, γίγας, κοχλίας, Αἰνείας, Ἑρμείας, Παπίας. πρόσκειται «βαρύτονα» διὰ τὸ Ἀρκάς καὶ φυγάς· ταῦτα γὰρ συνεσταλμένον ἔχει τὸ α, ἀλλ’ οὐκ ἔστι βαρύτονα, ἀλλ’ ὀξύτονα.
20πρόσκειται «ἀρσενικὰ» διὰ τὸ κρέας. τοῦτο γὰρ βαρύτονον ὂν συν‐ εσταλμένον ἔχει τὸ α, ἀλλ’ οὐκ ἔστιν ἀρσενικὸν ἀλλ’ οὐδέτερον. δεῖ προσθεῖναι, χωρὶς τοῦ λᾶας τοῦ προσηγορικοῦ, ὅπερ σημαίνει τὸν λίθον, καὶ τοῦ μέγας τοῦ ἐπιθέτου· ταῦτα γὰρ συνεσταλμένον ἔχει τὸ α. τὰ γὰρ κύρια, φημὶ δὴ τὸ Λάας τὸ κύριον καὶ τὸ Μέγας τὸ κύριον, καὶ
25ἐκτεταμένον ἔχει τὸ α καὶ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικήν, οἷον ὁ Λάας τοῦ Λάα καὶ ὁ Μέγας τοῦ Μέγα, τὸ δὲ λᾶας τὸ προσηγορικὸν καὶ τὸ μέγας ἐπίθετον καὶ συνεσταλμένον ἔχει τὸ α καὶ διὰ καθαροῦ ος κλίνεται, οἷον ὁ λᾶας τοῦ λάαος, καὶ κατὰ κρᾶσιν τῶν δύο αα εἰς ἓν μακρὸν τοῦ λᾶος,
30
λᾶος ὑπὸ ῥιπῆς (Μ 462). καὶ πάλιν ὁ μέγας τοῦ μέγαος, ἡ γὰρ μεγάλου γενικὴ ἑτερόκλιτός ἐστιν, ὡς ἀπὸ τῆς μεγάλος εὐθείας, ἑξῆς καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ
μεγάλοι.616

3,2

617

Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὸ λᾶας τὸ προσηγορικὸν καὶ τὸ μέγας τὸ ἐπίθετον συνεσταλμένον ἔχει τὸ α. καὶ περὶ μὲν τοῦ λᾶας τοῦ προσηγορικοῦ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὰ εἰς ας καθαρὸν ὀνόματα δισύλλαβα ἀρσενικὰ οὐδέποτέ ἐστι προσηγορικά, ἀλλ’
5ἢ κύρια, ὡς τὸ Δρύας, Θόας, Αἴας, ἢ ἐθνικά, ὡς τὸ Ὕας Ὕαντος (Ὕαντες δὲ λέγονται οἱ κατοικοῦντες τὴν Βοιωτίαν)· ἢ ἐπίθετον, ὡς τὸ Εὔας Εὔαντος (τὸ δὲ Εὔας ἐπίθετόν ἐστι τοῦ Διονύσου). ἐπεὶ οὖν τὸ λᾶας προσηγορικόν ἐστι, τὸν γὰρ λίθον σημαίνει, εἰκότως ὡς διήλλαξε περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὸν χρόνον. πρόσκειται ἐν
10τῷ κανόνι «καθαρὸν» διὰ τὸ γίγας· τοῦτο γὰρ προσηγορικόν ἐστιν, ἀλλ’ οὐκ ἔστι καθαρόν. πρόσκειται «δισύλλαβα», διὰ τὸ κοχλίας, καὶ τοῦτο γὰρ προσηγορικόν ἐστιν, ἀλλ’ οὐκ ἔστι δισύλλαβον. πρόσκει‐ ται «ἀρσενικὸν» διὰ τὸ κρέας, καὶ τοῦτο γὰρ προσηγορικόν ἐστιν, ἀλλ’ οὐκ ἔστιν ἀρσενικὸν ἀλλ’ οὐδέτερον. περὶ τοῦ μέγας τοῦ ἐπιθέτου
15ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην, ὅτι ἐπειδὴ ἀποβολῇ τοῦ ς ποιεῖ τὸ οὐδέτερον, οἷον τὸ μέγα, καὶ καθόλου δὲ τὰ εἰς ς λήγοντα μετὰ δι‐ χρόνου ἀποβολῇ τοῦ ς τὸ οὐδέτερον ποιοῦντα συνεσταλμένον ἔχει τὸ δίχρονον, οἷον ὁ ὀξύς τὸ ὀξύ, ὁ ταχύς τὸ ταχύ, ὁ βραδύς τὸ βραδύ, ὁ φυγόπολις τὸ φυγόπολι, ὁ λιπόπατρις τὸ λιπόπατρι, ὁ ἄχαρις τὸ
20ἄχαρι, ὁ τίς τὸ τί· οὕτως οὖν καὶ ὁ μέγας τὸ μέγα. Ἰστέον δὲ ὅτι οὐ μόνον τὸ λᾶας τὸ προσηγορικὸν καὶ τὸ μέγας τὸ ἐπίθετον σημειούμεθα ἔχειν τὸ α συνεσταλμένον, ἀλλὰ καὶ τὸ Αἴας τὸ παρ’ Ἀλκμᾶνι ἔχομεν σεσημειωμένον ὡς συστέλλον τὸ α, ἐκεῖνος γὰρ συνέστειλεν αὐτὸ εἰπών
25
δουρὶ δὲ ξυστῷ μέμηνεν Αἶας αἵματά τε μέμνων. (leg. αἱματᾷ τε
μίμνων.) ἔστι δὲ τροχαϊκὸν τὸ μέτρον, καὶ μετρεῖται οὕτως· δουρὶ | δὲ ξυς|τῷ μέ|μηνεν | Αἶας | αἵμα | τά τε | μέμνων. ἐν τῇ πέμπτῃ γὰρ χώρᾳ κεῖται, ἐν ᾗ οὐ τίθεται σπονδεῖος ἐν τροχαϊκῷ μέτρῳ. ἔστι δὲ καὶ ἄλλα τινὰ
30Δωρικὰ συστέλλοντα τὸ α· παρ’ Ἡσιόδῳ (Theog. 521)
δῆσας ἀλυκτοπέδῃσι Προμηθέα καὶ παρὰ τῷ Ῥιανῷ «λίθος μέλας». Choer. 97, 32: οὐκ ἔστι τὰ εἰς ας ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν μόνως ἀρσενικά, ἀλλ’ ἢ μόνως θηλυκὰ ὡς ἐπὶ τοῦ ἡ τριάς, ἢ κοινὰ
35τῷ γένει ὡς ὁ φυγάς καὶ ἡ φυγάς, ὁ Ἀρκάς καὶ ἡ Ἀρκάς, ὑπεσταλ‐ μένου τοῦ ἀνδριάς ἀνδριάντος, καὶ ἱμάς ἱμάντος, ἅτινα καὶ παραλόγως ὀξύνεται. πρόσκειται «ὑπὲρ μίαν συλλαβὴν» διὰ τὸ ὁ Ζάς καὶ ὁ Φθάς, ταῦτα γὰρ ἀρσενικὰ μόνα ἐστὶν ὀξύτονα, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ
μίαν συλλαβὴν ἀλλὰ μονοσύλλαβα.617

3,2

618

Choer. 98, 16: δεῖ δὲ γινώσκειν ὅτι οἱ Αἰολεῖς τὸ τάλας τάλαις λέγουσι καὶ τὸ μέλας μέλαις καὶ τὸ Θόας Θόαις, προστιθέντες τὸ ι τὸ δὲ Αἴας Αἴαις οὐ λέγουσι διὰ τὴν ἐπαλληλίαν τῆς αι διφθόγγου· ηὑρί‐ σκετο γὰρ ἀλλεπάλληλος ἡ αι δίφθογγος, καὶ ἐκ τούτου κακόφωνος
5ἐγένετο ἡ λέξις. St. B. 603, 2: οὐδὲν εἰς ρας θηλυκὸν εὑρίσκεται· εὕρηται καὶ θηλυκῶς.
8tΠερὶ τῶν εἰς εις.
9Choer. 203, 22: τὰ εἰς εις λήγοντα ὑπὲρ μίαν συλλαβὴν ὀνόματα
10κοινολεκτούμενα καθαρὰν θέλει ἔχειν τὴν ει δίφθογγον, τουτέστι μὴ ἔχουσαν σύμφωνον προηγούμενον, οἷον χαρίεις, ἀνεμόεις, ὑδατόεις, τιμήεις, δαφνήεις, ἀστερόεις, φθογγήεις. πρόσκειται «ὑπὲρ μίαν συλ‐ λαβὴν» διὰ τὸ κτείς μονοσύλλαβον. πρόσκειται «ὀνόματα» διὰ τὸ τυφθείς καὶ δαρείς μετοχάς. πρόσκειται «κοινολεκτούμενα», ἐπειδὴ τὸ
15Λάχης καὶ τὸ πένης οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου προφέρονται, Λάχεις καὶ πένεις λέγοντες· καὶ ἰδοὺ ταῦτα ἔχει πρὸ τῆς ει διφθόγγου σύμφωνον, ἀλλ’ οὐκ ἔστι κοινολεκτούμενα. οὐ θέλει δὲ παραλήγεσθαι τῷ ι, ἀλλ’ ἢ τῷ η, ὡς ἐπὶ τοῦ τιμήεις ἑρσήεις, ἢ κατὰ συστολὴν ποιη‐ τικὴν τῷ ε ἠχέεις βρωμέεις, ἢ τῷ ο, ὡς ἐπὶ τοῦ ἀνεμόεις δροσόεις, ἢ
20τῷ α, ὡς ἐπὶ τοῦ σκιάεις, ἢ τῷ ω, ὡς ἐπὶ τοῦ κητώεις ἐρώεις, ὅθεν τὸ χαριτόεις ἀναλογώτερόν ἐστι τοῦ χαρίεις παραληγομένου τῷ ι. καὶ ἐξ ἄλλου δὲ κανόνος δείκνυται τὸ χαριτόεις ἀναλογώτερον τοῦ χαρίεις· τὰ γὰρ εἰς εις λήγοντα ἔχοντα θηλυκὰ ἀποβολῇ τῆς ει διφθόγγου ὡς ἐπὶ τὸ πλεῖστον τὴν γενικὴν τοῦ θηλυκοῦ ἀποτελεῖ, οὐ μὴν τὴν
25εὐθεῖαν, οἷον, δαφνήεις δαφνῆς, ἡ δάφνη γὰρ τῆς δάφνης, τιμήεις τι‐ μῆς, ἡ τιμή τῆς τιμῆς, φθογγήεις φθογγῆς, ἡ φθογγή τῆς φθογγῆς, αὐδήεις αὐδῆς, ἡ αὐδή τῆς αὐδῆς, λαχνήεις λαχνῆς, ἡ λάχνη τῆς λαχνῆς, φωνήεις φωνῆς, ἡ φωνή τῆς φωνῆς, σκιάεις σκιᾶς, ἡ σκιά γὰρ τῆς σκιᾶς· τὸ γὰρ σκιόεις ἀπὸ τοῦ σκιάεις ἐγένετο κατὰ τροπὴν τοῦ α
30εἰς τὸ ο. πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον», διὰ τὸ δροσόεις δρόσος, τοῦτο γὰρ τὴν εὐθεῖαν τοῦ θηλυκοῦ ἐποίησεν, οὐ μὴν τὴν γενικήν. τὸ ἀνεμόεις τὴν ἄνεμος εὐθεῖαν ποιοῦν καὶ οὐ τὴν γενικὴν οὐκ ἀντί‐ κειται ἡμῖν, ἐπειδὴ οὐ ποιεῖ θηλυκόν, ἀλλ’ ἀρσενικόν· εἰ ἄρα οὖν τὸ μὲν χαριτόεις ἀποβολῇ τῆς ει διφθόγγου τὴν γενικὴν τοῦ θηλυ‐
35κοῦ ποιεῖ, τὸ δὲ χαρίεις ἀποβάλλον τὴν ει δίφθογγον οὐ ποιεῖ τὴν
γενικὴν τοῦ θηλυκοῦ, ἀλλὰ τὴν εὐθεῖαν, χάρις γάρ, δηλονότι τὸ618

3,2

619

χαριτόεις ἀναλογώτερόν ἐστι τοῦ χαρίεις. παραφυλαττόμεθα δὲ παρὰ τῷ Πινδάρῳ (Ol. 5, 54) τὴν αἰτιατικὴν λεγομένην ὑγίεντα, ὡς ἀπὸ εὐθείας γάρ ἐστι παραληγομένης οἷον τῷ ἰῶτα, ὡς ἀπὸ τοῦ ὑγίεις. Choer. 132, 11: πολλάκις οἱ Δωριεῖς τῶν εἰς εις τῶν διὰ τῆς ει
5διφθόγγου ἀποβάλλουσι τὸ ι, οἷον χαρίεις χαρίες, τιμήεις τιμῆες, Μα‐ λόεις Μαλόες· τοιοῦτο γάρ ἐστι καὶ παρὰ Καλλιμάχῳ,
ὁ δὲ ἀείδων Μαλόες ἦλθε χορός, ἀντὶ τοῦ Μαλόεις. Μαλόεις ἐστὶν ὁ Λέσβιος.
9tΠερὶ τῶν εἰς ευς.
10 Choer. 209, 3: τὰ εἰς ευς λήγοντα ὀνόματα ἀρσενικὰ εἴτε μονο‐ σύλλαβα εἴτε ὑπὲρ μίαν συλλαβὴν πάντα ὀξύτονά ἐστιν.
12tΠερὶ τῶν εἰς ης.
13 Choer. 172, 8: τὰ παρὰ τὸ κλέος σύνθετα εἰς ης γινόμενα, ἐὰν μὲν εὑρεθῇ κύρια, δύο ἔχει εὐθείας, μίαν ἐντελῆ καὶ μίαν συνῃ‐
15ρημένην, οἷον Ἡρακλέης Ἡρακλῆς, Περικλέης Περικλῆς, Σοφοκλέης Σοφοκλῆς, Νικοκλέης Νικοκλῆς· ἐὰν δὲ ᾖ ἐπίθετα, μίαν ἔχει εὐ‐ θεῖαν τὴν ἐντελῆ μόνην, συνῃρημένην δὲ οὐκ ἔχει. οὐδέποτε γὰρ τὰ παρὰ τὸ κλέος σύνθετα ἐπίθετα συναιρεῖται κατὰ τὴν εὐθεῖαν, οἷον ἀκλεής, δυσκλεής, ἀγακλεής. καὶ ἄξιόν ἐστι ζητῆσαι, τί δήποτε τὰ παρὰ
20τὸ κλέος εἰς ης, δηλονότι κύρια μὲν ὄντα, συναιροῦνται κατὰ τὴν εὐ‐ θεῖαν, οἷον Ἡρακλέης Ἡρακλῆς, Περικλέης Περικλῆς, ἐπίθετα δὲ ὄντα οὐ συναιρεῖται κατὰ τὴν εὐθεῖαν, οἷον ἀκλεής δυσκλεής ἀγακλεής· καὶ ἔστιν εἰπεῖν δύο ἀπολογίας, μίαν μὲν ἀπὸ τόνου, ἑτέραν δὲ ἀπὸ κλίσεως. ἔστι δὲ ἡ ἀπὸ τόνου αὕτη· οὐδέποτε κρᾶσις γίνεται ἐπ’ ὀνο‐
25μάτων βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν συνερχομένων, οἷον θοός, ἐνδεής, παμφαής, ἀκραής, ἀνηλεής· σεσημειωμένων τοῦ ζωός ζώς καὶ Κισσηΐς Κισσῄς καὶ Βρισηΐς Βρισῄς καὶ Νηρηΐς Νηρῄς τὸ δὲ νηλής ἐκ τοῦ νη‐ λεής κατὰ συγκοπήν. τὸ δὲ ἀδελφιδεός ἀδελφιδοῦς καὶ θυγατριδεός
θυγατριδοῦς κρᾶσιν μὲν ἐδέξατο βαρείας καὶ ὀξείας, ἀλλ’ οὐκ εἰς619

3,2

620

ὀξεῖαν ἀλλ’ εἰς περισπωμένην· τὸ γὰρ ἀδελφιδοῦς καὶ θυγατριδοῦς περισπᾶται. πρόσκειται «ἐπ’ ὀνομάτων» διὰ τὸ ἑσταώς ἑστώς, βε‐ βαώς βεβώς. τούτων οὕτως ἐχόντων, τὰ ἐπίθετα τὰ παρὰ τὸ κλέος σύνθετα ἐὰν ἐπιδέξωνται κρᾶσιν, μέλλει ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰς
5ὀξεῖαν συνέρχεσθαι, κράσεως οὔσης, ὅπερ ἐστὶν ἄτοπον. πάντα γὰρ τὰ παρὰ τὸ κλέος σύνθετα ἐπίθετα ὀξύνεται, οἷον ἀκλεής, δυσκλεής, ἀγακλεής. ἡ δὲ βαρεῖα καὶ ὀξεῖα εἰς ὀξεῖαν συνέρχονται, οἷον ζωός ζώς, ἑσταώς ἑστώς, Κισσηΐς Κισσῄς, Βρισηΐς Βρισῄς. τούτου οὖν χάριν τὰ παρὰ τὸ κλέος σύνθετα ἐπίθετα οὐ συναιρεῖται κατὰ τὴν εὐθεῖαν,
10ἵνα, ὡς εἴρηται, μὴ εὑρεθῇ κρᾶσις γινομένη ἐπ’ ὀνομάτων βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν συνερχομένων. τὰ γὰρ παρὰ τὸ κλέος σύνθετα κύρια διὰ τοῦτο συναιρεῖται κατὰ τὴν εὐθεῖαν, ἐπειδὴ ἐν τῇ ἐντελείᾳ βαρύνεται, οἷον Ἡρακλέης Σοφοκλέης Περικλέης, καὶ συναιρούμενα περισπᾶται, οἷον Ἡρακλῆς Σοφοκλῆς Περικλῆς. ἡ γὰρ ὀξεῖα καὶ ἡ
15βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάῒς παῖς, Πηλέῒ Πηλεῖ, εὐσεβέὰ εὐσεβῆ. καὶ λοιπὸν οὐκέτι εὑρίσκεται κρᾶσις γενομένη ἐπ’ ὀνο‐ μάτων βαρείας καὶ ὀξείας εἰς ὀξεῖαν, ἀλλὰ τοὐναντίον ὀξείας καὶ βαρείας εἰς περισπωμένην. αὕτη μὲν οὖν ἐστι ἡ ἀπὸ τόνου ἀπολογία· ἡ δὲ ἀπὸ κλίσεώς ἐστιν αὕτη· τὰ ἐπίθετα παρὰ τὸ κλέος σύνθετα, εἰ συνῃ‐
20ρεῖτο κατὰ τὴν εὐθεῖαν, ἤμελλεν ὀξύνεσθαι, ἐπειδὴ καὶ ἐν τῇ ἐντε‐ λείᾳ ὀξύνεται, οἷον ἀκλεής, δυσκλεής, ἀγακλεής· ἡ δὲ βαρεῖα καὶ ὀξεῖα εἰς ὀξεῖαν συνέρχονται, οἷον ζωός ζώς, ἑσταώς ἑστώς, Βρισηΐς Βρισῄς· ὀξυνόμενα δὲ ἤμελλεν ἐμπίπτειν εἰς χαρακτῆρα ἀπαιτοῦντα τὴν διὰ τοῦ τος κλίσιν. τὰ εἰς ης ὀξυνόμενα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ
25πρὸ τοῦ ἀμεταβόλου ἕτερον σύμφωνον, μὴ κατὰ συγκοπὴν ὄντα, διὰ τοῦ τος κλίνεται, οἷον ἀβλής ἀβλῆτος, προκλής προκλῆτος, ἡμιθνής ἡμιθνῆτος, ἡμιτρής ἡμιτρῆτος, ἀμφιτρής ἀμφιτρῆτος. πρόσκειται «μὴ κατὰ συγκο‐ πὴν ὄντα» διὰ τὸ μελαγχρής μελαγχροῦς, τοῦτο γὰρ εἰς ους ἔχει τὴν γενικήν, ἀλλ’ ἀπὸ τοῦ μελαχροής γέγονε κατὰ συγκοπήν. τούτῳ οὖν
30τῷ λόγῳ «εἰ συνῃρεῖτο κατὰ τὴν εὐθεῖαν» τὰ ἐπίθετα τὰ παρὰ τὸ κλέος σύνθετα ἤμελλεν διὰ τοῦ τος κλίνεσθαι, οἷον ἀκλής ἀκλῆτος, δυσκλής δυσκλῆτος, ἀγακλής ἀγακλῆτος, ὡς ὀξύτονα ὄντα καὶ ἔχοντα ἀμετάβολον πρὸ τοῦ η καὶ πρὸ τοῦ ἀμεταβόλου ἕτερον σύμφωνον· ἀλλὰ μὴν διὰ τοῦ τος οὐκ ἠδύνατο κλίνεσθαι, ἐπειδὴ κανών ἐστιν ὁ
35λέγων, ὅτι τὰ συνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίσιν, οἷον Ἑρμέας Ἑρμέου, Ἑρμῆς Ἑρμοῦ, πλόος πλόου, πλοῦς πλοῦ, τιμήεις τιμήεντος, τιμῆς τιμῆντος, δαφνήεις δαφνήεντος, δαφνῆς δαφνῆντος. εἰ οὖν τὸ ἀκλεής καὶ δυσκλεής εἰς ους ἔχει τὴν γενικήν, οἷον ἀκλεοῦς δυσ‐ κλεοῦς ἀγακλεοῦς, ἀναγκάζεται καὶ ἐν τῇ συναιρέσει τὴν αὐτὴν κλίσιν
40φυλάξαι. τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς ἀπαι‐ τοῦντος τὴν διὰ τοῦ τος κλίσιν, τοῦ δὲ ἑτέρου τὴν εἰς ους, μένει τὰ ἐπίθετα ἀσυναίρετα κατὰ τὴν εὐθεῖαν. τούτου οὖν χάριν τὰ παρὰ
τὸ κλέος σύνθετα οὐ συναιρεῖται κατὰ τὴν εὐθεῖαν. τὰ δὲ κύρια οὐκ620

3,2

621

ἐμπίπτουσιν εἰς χαρακτῆρα ἀπαιτοῦντα τὴν διὰ τοῦ τος κλίσιν· ὁ γὰρ κανὼν περὶ ὀξυτόνων ἐστὶν ὡς εἴρηται. Choer. 243, 24: τὸ τιμῆς τιμῆντος γέγονε τοῦτον τὸν τρόπον· ἔστι τιμήεις, καὶ κατὰ κρᾶσιν τοῦ η καὶ ε εἰς η γέγονε τιμῆς, τοῦ ι
5ἀποβληθέντος. τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ς λήγοντα ἀρσενικὰ οὐ θέλει ἔχειν ἐν τῇ τελευταίᾳ συλλαβῇ τί ποτε ἀνεκφώνητον, οἷον Λάχης, Χρύσης, ἱδρώς, κοχλίας· οὕτως οὖν καὶ τὸ τιμῆς χωρὶς τοῦ ι. πρόσκειται «εἰς ς λήγοντα» διὰ τὸ Θρᾷξ, τοῦτο γὰρ ἔχει τὸ ι ἀνεκφώνητον· ἀλλ’ οὐ λήγει εἰς ς ἀλλ’ εἰς ξ.
10πρόσκειται «ἀρσενικὰ» διὰ τὸ Κισσηΐς Κισσῄς, Νηρηΐς Νηρῄς, Βρισηΐς Βρισῄς, δαΐς δᾴς ἡ λαμπάς· ταῦτα γὰρ εἰς τὸ ς λήγει καὶ ἔχει τὸ ι ἀνεκφώνητον, ἀλλ’ οὐκ ἔστιν ἀρσενικά, ἀλλὰ θηλυκά.
13tΠερὶ τῶν εἰς ις.
14Choer. 181, 15, 182, 11: τὰ εἰς ις μονοσύλλαβα φύσει εἰς ς λήγοντα
15μακρὸν ἔχει τὸ ι καὶ προσθέσει τοῦ ος κλίνεται οἷον κίς κιός, λίς λιός. μόνον τὸ τίς τινός διὰ τοῦ ν κλίνεται καὶ οὐ διὰ καθαροῦ τοῦ ος. καὶ ἔστιν εἰπεῖν ὅτι ἐπειδὴ τοῦτο συστέλλει τὸ ι τῶν εἰς ις μονοσυλλάβων ἐκτεινόντων αὐτό, εἰκότως ὡς διαλλάξαν περὶ τὸν χρόνον διήλλαξε καὶ περὶ τὴν κλίσιν.
20 Choer. 183, 10: ἄξιον δέ ἐστι ζητῆσαι διατί τὸ τίς συστέλλει τὸ ι· καὶ ὁ μὲν Ἀπολλώνιός φησιν, ἀστείως ἀπολογούμενος, ὅτι διὰ τοῦτο τὸ τίς συστέλλει τὸ ι, ἐπειδὴ ἡ σύντομος τῆς πεύσεως ἀνάκρισις τὸν μακρὸν χρόνον τοῦ ι παρῃτήσατο· ὁ γὰρ πυνθανόμενος ἐν συντόμῳ θέλει μα‐ θεῖν καὶ οὐ διὰ μακροῦ χρόνου. ἔστι δὲ εἰπεῖν καὶ καταναγκαστικὴν
25ἀπολογίαν τοιαύτην περὶ τοῦ τίς, ὅτι συστέλλει τὸ ι· ἰστέον ὅτι τὸ τίς ἀναγκάζεται ἔχειν τριγένειαν, ἐπειδὴ πευστικόν ἐστι· τὰ δὲ πευστικὰ ἐν τριγενείᾳ παραλαμβάνεται, οἷον ποῖος ποία ποῖον, πόσος πόση πόσον, πηλίκος πηλίκη πηλίκον, πόστος πόστη πόστον, ποδαπός ποδαπή ποδα‐ πόν· οὕτως οὖν καὶ ὁ τίς, ἡ τίς, τὸ τί. τριγένειαν δὲ ἔχον εὐλόγως
30συστέλλει τὸ ι, ἐπειδὴ τὰ εἰς ς λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ ς τὸ οὐδέτερον ποιοῦντα συνεσταλμένον ἔχει τὸ δίχρονον, οἷον ὁ λιπό‐ πατρις τὸ λιπόπατρι, ὁ φυγόπολις τὸ φυγόπολι, ὁ ἄχαρις τὸ ἄχαρι, ὁ ταχύς τὸ ταχύ, ὁ βραδύς τὸ βραδύ, ὁ μέγας τὸ μέγα· οὕτως οὖν καὶ ὁ τίς καὶ τὸ τί διὰ συνεσταλμένου τοῦ ι. ὅθεν τὰ εἰς ις τὰ ἔχοντα ἐκ‐
35τεταμένον τὸ ι οὐ ποιεῖ τριγένειαν, οἷον ὁ τανυκρήπις, ὁ μελαμψήφις. Ἰστέον δὲ ὅτι πολλαὶ ἀπορίαι φέρονται περὶ τοῦ τίς· ἔχουσι δὲ οὕτως. εἰ ἄρα τὰ εἰς ις τὰ διὰ τοῦ νος κλινόμενα ἅπαντα δικατά‐ ληκτά ἐστιν, οἷον ἀκτίς ἀκτῖνος ἀκτίν, δελφίς δελφῖνος δελφίν, Σαλα‐
μίς Σαλαμῖνος Σαλαμίν, Ἐλευσίς Ἐλευσῖνος Ἐλευσίν, Τελχίς Τελχῖνος621

3,2

622

Τελχίν (Τελχῖνες δέ εἰσιν δαίμονες οἰκήσαντες τὴν Ῥόδον), ῥίς ῥινός ῥίν, θίς θινός θίν, διατί τὸ τίς κλινόμενον διὰ τοῦ νος, οἷον τινός, οὐκ ἔστι δικατάληκτον; ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι πάντα τὰ εἰς ις δικατάληκτα μακρὸν ἔχει τὸ ι, οἷον δελφίς, Σαλα‐
5μίς, Ἐλευσίς. ἐπειδὴ οὖν τὸ τίς οὐκ ἔχει μακρὸν τὸ ι ἀλλὰ βραχύ, εἰκότως οὐκ ἔστι δικατάληκτον. πάλιν ἀποροῦσί τινες λέγοντες, τί δήποτε τῶν πευστικῶν ἁπάντων ἀπὸ τοῦ π ἀρχομένων, οἷον ποῖος, πόσος, πηλίκος, πόστος, ποδαπός, μόνον τὸ τίς ἀπὸ τοῦ τ ἄρχεται; καὶ ἔστιν εἰπεῖν ταύτην τὴν αἰτίαν· ὅτι τὸ τίς αὐτῆς τῆς οὐσίας ἐστὶ
10ζητητικόν, οἷον τίς ἐστι Σωκράτης, Πλάτων, τὰ δὲ ἄλλα πευστικὰ τῶν περὶ τὴν οὐσίαν ἐστὶ ζητητικά, οἷον τὸ ποῖος ποιότητος, τὸ πόσος ποσότητος, τὸ πηλίκος πηλικότητος, τὸ ποδαπός ἔθνους, τὸ πόστος τάξεως. ἐπειδὴ οὖν τὸ τίς αὐτῆς τῆς οὐσίας ἐστὶ ζητητικόν, τῶν ἄλλων ζητητικῶν ὄντων τῶν περὶ τὴν οὐσίαν, εἰκότως, ὡς διαλλάξαν περὶ τὸ
15σημαινόμενον πρὸς τὰ ἄλλα πευστικά, διήλλαξε καὶ περὶ τὴν ἀρχήν, καὶ οὐκ ἄρχεται ἀπὸ τοῦ π, τῶν ἄλλων ἀπὸ τοῦ π ἀρχομένων. πάλιν ἀποροῦσί τινες λέγοντες, τί δήποτε τῶν πευστικῶν πάντων εἰς ος ληγόντων, οἷον ποῖος, πόσος, πηλίκος, πόστος, ποδαπός, τὸ τίς μόνον οὐ λήγει εἰς ος, ἀλλ’ εἰς ις; καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· πάντα
20τὰ πευστικὰ ἀπὸ τοῦ π ἄρχεται, οἷον ποῖος, πόσος, πηλίκος, πόστος, ποδαπός, τὸ τίς οὐκ ἄρχεται ἀπὸ τοῦ π· ἐπειδὴ διήλλαξε κατὰ τὴν ἄρχουσαν, εἰκότως διήλλαξε καὶ κατὰ τὴν λήγουσαν, καὶ οὐ λήγει εἰς ος ἀλλ’ εἰς ις, τῶν ἄλλων πευστικῶν εἰς ος ληγόντων. ἄλλως τε δὲ καὶ τὸ ὀφειλόμενον αὐτῷ, λέγω δὴ τὸ ος, οἱ Αἰολεῖς ἀναπληροῦσι,
25τίος λέγοντες, ὡς παρὰ Σαπφοῖ·
τίοισιν ὀφθαλμοῖσιν ἀντὶ τοῦ τίσι. πάλιν ἀποροῦσί τινες λέγοντες, τί δήποτε τῶν πευστικῶν ὑπερβαινόντων τὴν μονοσυλλαβίαν, οἷον ποῖος, πόσος, πηλίκος, πόστος, ποδαπός, τὸ τίς μονοσυλλαβεῖ; καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· ὅτι
30τὸ κεχρεωστημένον αὐτῷ οἱ Αἰολεῖς ἀνεπλήρωσαν, τίος λέγοντες, ὡς παρὰ Σαπφοῖ·
τίοισιν ὀφθαλμοῖσιν. ἄλλως τε δὲ τὸ τίς οὐκ ἄρχεται ἀπὸ τοῦ π, τῶν ἄλλων πευστικῶν ἀπὸ τοῦ π ἀρχομένων, οἷον ποῖος, πόσος, πηλίκος, ποδαπός, ἐπειδὴ
35διήλλαξε κατὰ τὴν ἄρχουσαν πρὸς τὰ ἄλλα πευστικά, διήλλαξε καὶ κατὰ τὴν ποσότητα τῶν συλλαβῶν, καὶ τῶν ἄλλων ὑπερβαινόντων τὴν μο‐ νοσυλλαβίαν, τοῦτο μονοσυλλαβεῖ. πάλιν ἀποροῦσί τινες λέγοντες, τί δήποτε πάντων τῶν πευστικῶν μὴ ὄντων ζητητικῶν αὐτῆς τῆς οὐσίας, ἀλλὰ τῶν περὶ τὴν οὐσίαν, οἷον τὸ ποῖος, ποιότητος, τὸ πόσος, ποσό‐
40τητος, τὸ πηλίκος πηλικότητος, τὸ πόστος τάξεως, τὸ ποδαπός ἔθνους, τὸ τίς αὐτῆς τῆς οὐσίας ἐστὶ ζητητικόν, ἐρωτώμενοι γὰρ τίς ἐστι, λέγομεν Σωκράτης, Πλάτων; καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην
τὰ πευστικὰ πάντα ὑπερβαίνει τὴν μονοσυλλαβίαν, οἷον ποῖος, πόσος622

3,2

623

πηλίκος, πόστος, ποδαπός, τὸ δὲ τίς μονοσυλλαβεῖ, ἐπειδὴ διήλλαξε πρὸς τὰ ἄλλα περὶ τὴν ποσότητα τῶν συλλαβῶν, εἰκότως διήλλαξε καὶ περὶ τὸ σημαινόμενον.
4tΠερὶ τῶν εἰς ους.
5 Choer. 244, 5: τὸ πλακοῦς πλακοῦντος καὶ Σιμοῦς Σιμοῦντος γέγονε τοῦτον τὸν τρόπον· ἔστι πλακόεις πλακόεντος, καὶ Σιμόεις Σι‐ μόεντος, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον γίνεται πλακοῦς καὶ Σιμοῦς, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ οὐ δύναται τρία φω‐ νήεντα ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι· τὸ γὰρ ο οὐκ ἠδύνατο ἀπο‐
10βληθῆναι, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, ἀλλὰ φωνῆεν· οἷον μυῖα, ἅρπυια, υἱός. εἰ ἀπεβλήθη οὖν τὸ ο καὶ ἐφυλάχθη ἡ υι δίφθογγος, εὑρίσκετο μετὰ τὴν υι δίφθογγον σύμφωνον ἐπιφερόμενον τὸ ς, ὅπερ ἐστὶν ἀδύνατον. τὸ δὲ υ οὐκ ἀπεβλήθη, ἵνα μὴ γένηται ὑπόνοιά τις ὅτι τὸ ο καὶ ε εἰς τὴν οι
15δίφθογγον κίρναται· τὸ γὰρ ο καὶ ε εἰς τὴν ου δίφθογγον κίρναται, οἷον, τὸ ἐμόν τοὐμόν, πρόεστι προὔστι, προέβη προὔβη. ἐξ ἀνάγκης οὖν ἀπεβλήθη τὸ ι, καὶ ἔμεινεν ἡ ου δίφθογγος. Choer. 244, 21: ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν, ὥσπερ ἀπὸ τοῦ πλόος γίνεται πλοῦς κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου
20δίφθογγον, καὶ ἀπὸ τοῦ νόος νοῦς, καὶ ἀπὸ τοῦ ῥόος ῥοῦς, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ γόος καὶ θοός γίνεται κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον γοῦς καὶ θοῦς. καὶ περὶ μὲν τοῦ γόος ἔστιν εἰπεῖν, ὅτι ἔχει ῥῆμα παρακείμενον τῆς δευτέρας συζυγίας τῶν περι‐ σπωμένων, τῶν ἄλλων μὴ ἐχόντων, οἷον πλόος πλέω πλέεις, ῥόος ῥέω
25ῥέεις, νόος νέω νέεις, θρόος θροῶ θροεῖς (leg. θρέω θρέεις). ἐπειδὴ γοῦν τὸ γόος ἔχει ῥῆμα παρακείμενον τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, γοῶ γὰρ γοᾷς, εἰκότως ὡς παραλλάξαν κατὰ τοῦτο πρὸς τὰ διὰ τοῦ οος, παρήλλαξε καὶ κατὰ τὸ μὴ κίρνασθαι. περὶ δὲ τοῦ θοός, ὅτι ἐπειδὴ τῶν διὰ τοῦ οος δισυλλάβων πάντων βαρυνομένων οἷον πλόος, ῥόος, θρόος,
30γόος, νόος, τὸ θοός μόνον ὀξύνεται, εἰκότως ὡς παραλλάξαν κατὰ τὸν τόνον παρήλλαξε καὶ κατὰ τὴν κρᾶσιν, καὶ οὐ κίρναται ὁμοίως τοῖς ἄλλοις· ἄλλως τε δὲ τὸ ὀφειλόμενον ἐν τῇ ἁπλότητι ἐν τῇ συνθέσει ἀναδέχεται· ἐν γὰρ τῇ συνθέσει κίρναται, ἐπειδὴ καὶ βαρύνεται, οἷον Πάνθοος Πάνθους.
35 Choer. 245, 13: ὅσα ἔστιν εἰς πλους λήγοντα, ἀπὸ συναιρέσεώς ἐστιν, οἷον διπλοῦς, τριπλοῦς, ἀπὸ γὰρ τοῦ διπλόος καὶ τριπλόος
ἐγένετο, καὶ τὴν τῶν ἐντελῶν φυλάττει κλίσιν, οἷον διπλόος δι‐623

3,2

624

πλόου, διπλοῦς διπλοῦ, τριπλόος τριπλόου, τριπλοῦς τριπλοῦ. ταῦτα δὲ ἁπλᾶ ἐστι καὶ οὐ σύνθετα, ὥσπερ ὑπενόησάν τινες. πρῶτον μὲν γὰρ τὸ διπλοῦς καὶ τριπλοῦς οὐδὲν ἐφύλαξε τοῦ σημαινομένου τοῦ πλοῦς, ἵνα εἴπωμεν αὐτὰ σύνθετα ἐξ αὐτοῦ· δεύτερον δέ, εἰ ἦν σύν‐
5θετα, ἤμελλε βαρυτονεῖσθαι. ἔχομεν γὰρ ὅτι τὰ εἰς ους ὀνόματα ἁπλᾶ μὲν ὄντα περισπᾶται, οἷον βοῦς, νοῦς, πλοῦς, χροῦς, θροῦς, θυγατριδοῦς, ἀδελφιδοῦς, χαλκοῦς, χρυσοῦς, πλακοῦς, Σιμοῦς, χωρὶς τοῦ πούς καὶ ὀδούς, ταῦτα γὰρ ὀξύνεται· σύνθετα δὲ ὄντα βαρύνε‐ ται, οἷον εὔπλους, εὔχρους, Ἀλκίνους. εἰ ἄρα οὖν τὸ διπλοῦς καὶ
10τριπλοῦς οὐ βαρύνεται, ἀλλὰ περισπᾶται, δηλονότι οὐκ ἔστι σύνθετα ἀλλ’ ἁπλᾶ. τρίτον δέ, εἰ ἦν σύνθετα, κοινὰ ἤμελλεν εἶναι τῷ γένει, ὥσπερ ὁ εὔνους καὶ ἡ εὔνους, ὁ εὔπλους καὶ ἡ εὔπλους, ὁ εὔχρους καὶ ἡ εὔχρους· νυνὶ δὲ τὸ θηλυκὸν λέγομεν ἡ διπλῆ καὶ τριπλῆ (Il. Α 128)·
15
τριπλῇ τετραπλῇ τ’ ἀποτίσομεν, ὥσπερ ὁ χαλκοῦς καὶ ἡ χαλκῆ, ὁ χρυσοῦς καὶ ἡ χρυσῆ, δηλονότι οὐκ ἔστι σύνθετα, ἀλλ’ ἁπλᾶ παραγωγά· παρὰ γὰρ τοῦ δίς παρήχθη τὸ διπλόος, καὶ ἀπὸ τοῦ τρίς τριπλόος καὶ ἀπὸ τοῦ τετράκις τετραπλόος, καὶ ἀπὸ τοῦ πεντάκις πενταπλόος, συγκοπῆς γενομένης τῆς κις συλ‐
20λαβῆς· καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως. καὶ τὸ ἁπλόος δὲ ἀπὸ τοῦ ἅπαξ παρήχθη. Choer. 246, 5: τὰ εἰς δους λήγοντα, οἷον ἀδελφιδοῦς θυγατριδοῦς γέγονε κατὰ κρᾶσιν. οὐδὲ δυνάμεθα λέγειν ὅτι τοὐναντίον ἀπὸ τοῦ ἀδελφι‐ δοῦς καὶ θυγατριδοῦς γέγονε τὸ ἀδελφιδεός καὶ θυγατριδεός κατὰ διάλυσιν
25τῆς ου διφθόγγου εἰς τὸ ο καὶ ε, ἐπειδή, ὥς φησιν ὁ Ἡρωδιανός, οὐδέποτε εὐθεῖα διαλέλυται· τὸ γὰρ εἷς ἕεις κατὰ πλεονασμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη. ἄρα οὖν οὐδὲ τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς δύναται διάλυσιν ἀναδέξασθαι καὶ ποιῆσαι τὸ ἀδελφιδεός καὶ θυγατριδεός. πρὸς δὲ τοὺς λέγοντας ὅτι εἰ ἐγένετο τὸ ἀδελφιδοῦς καὶ θυγατρι‐
30δοῦς ἀπὸ τοῦ ἀδελφιδεός καὶ θυγατριδεός ὤφειλεν ὀξύνεσθαι, λέγομεν ὅτι πρὸς τὸν χαρακτῆρα περισπᾶται. τὰ γὰρ εἰς ους ὀνόματα ἀπο‐ στρέφεται τὴν ὀξεῖαν τάσιν, καὶ ἢ βαρύνεται ἢ περισπᾶται. καὶ περι‐ σπᾶται μέν, ἡνίκα ᾖ ἁπλᾶ, οἷον βοῦς, νοῦς, χροῦς, χαλκοῦς, οὖς, διπλοῦς, τριπλοῦς, ἁπλοῦς, Σιμοῦς, πλακοῦς, χωρὶς τοῦ πούς καὶ
35ὀδούς· ταῦτα γὰρ ὀξύνεται· βαρύνεται δέ, ἡνίκα ᾖ σύνθετα, οἷον εὔχρους, εὔπλους, Ἀλκίνους, Οἰδίπους. ἐπειδὴ οὖν τὸ θυγατριδοῦς. καὶ ἀδελφιδοῦς ἁπλᾶ ἐστιν, εὐλόγως περισπᾶται. Choer. 239, 33: ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα τὰ εἰς ους λήγοντα ὑπὲρ μίαν συλλαβὴν ὀνόματα οὐδέποτε συντίθεται, οἷον χαλκοῦς, χρυσοῦς,
40Σιμοῦς, γλαυκοῦς (leg. πλακοῦς), διατί τὸ ὀδούς συντίθεται, ὡς ἐν τῷ
τριόδους κυνόδους. ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰς ους624

3,2

625

ὀνόματα οὐδέποτε ὀξύνεται, ἀλλ’ ἢ βαρύνεται, ἢ περισπᾶται. ἐπειδὴ οὖν τὸ ὀδούς παραλόγως ὀξύνεται, τούτου χάριν συντίθεται, ἵνα διὰ τῆς συνθέσεως βαρυνθῇ καὶ φύγῃ τὴν παράλογον τάσιν, λέγω δὴ τὴν ὀξεῖαν, οἷον τριόδους κυνόδους.
5tΠερὶ τῶν εἰς υς.
6 Choer. 62, 24: τὰ εἰς υς μονοσύλλαβα περισπᾶται καὶ διὰ καθα‐ ροῦ τοῦ ος κλίνεται καὶ συστέλλει τὸ υ ἐν τῇ γενικῇ καὶ ἐν ταῖς ἑξῆς πτώσεσιν οἷον μῦς μυός, σῦς συός, δρῦς δρυός. Choer. 232, 22: πάντα τὰ εἰς υς περισπώμενα ὑπὲρ μίαν συλλα‐
10βὴν ὄντα ὑποκοριστικά ἐστιν οἷον ὁ Καμμῦς τοῦ Καμμῦ, ὁ Κλαυσῦς, ὁ Διονῦς, ὁ Λαρδῦς χωρὶς τῶν τριῶν τούτων φημὶ δὴ τοῦ ὀσφῦς, ὀφρῦς, ἰχθῦς, καὶ τὸ ἰξῦς παραλόγως περισπᾶται.
13tΠερὶ τῶν εἰς ως.
14Choer. 259, 16: ἐπὶ τῶν εἰς ος καθαρῶν, τῶν διὰ τοῦ α μακροῦ
15ἐχόντων τὴν παραλήγουσαν μακράν, ὑπερβιβασμὸν ποιοῦνται τοῦ χρό‐ νου οἱ Ἀθηναῖοι, καὶ τὴν μὲν τελευταίαν ἐκτείνουσιν εἰς τὸ ω, τὴν δὲ παραλήγουσαν συστέλλουσιν εἰς τὸ ε, οἷον Μενέλαος Μενέλεως, Ἰόλαος Ἰόλεως, λαός λεώς, ναός νεώς. ἰδοὺ ταῦτα ἔχοντα τὴν μὲν παραλή‐ γουσαν μακράν, τὴν δὲ τελευταίαν βραχεῖαν ἐκ τοῦ ἐναντίου ἐποίησαν
20τὴν μὲν τελευταίαν φύσει μακράν, τὴν δὲ παραλήγουσαν συνέστειλαν, ὅθεν τὸ Οἰνόμαος, ἐπειδὴ οὐκ ἔχει μακρὰν τὴν παραλήγουσαν, οὐκ ἐγέ‐ νετο παρὰ τοῖς Ἀττικοῖς διὰ τοῦ ε καὶ ω οἷον Οἰνόμεως, ἐπειδὴ τὸ α συνεσταλμένον ἔχον οὐκ ἠδύνατο ὑπερβιβασμὸν χρόνου ποιήσασθαι. εἰ δέ τις εἴποι καὶ πῶς τὸ ἵλαος συνεσταλμένον ἔχον τὸ α, οἷον ὡς παρὰ
25Παρθενίῳ
ἵλαος, ὦ ὑμέναιε, γίνεται παρὰ τοῖς Ἀθηναίοις διὰ τοῦ ε καὶ ω οἷον ἵλεως, λέγομεν ὅτι τὸ ἵλαος μᾶλλον ἐκτείνει τὸ α (σπάνιον γὰρ τὸ ἐν συστολῇ ἐστιν εὑρισκόμενον), καὶ τούτου χάριν ἐγένετο παρὰ τοῖς Ἀθηναίοις ἵλεως.
30ὅτι γὰρ ἐκτείνει τὸ α, ἐδήλωσε Παρθένιος ἐν τῷ Βίαντι εἰπών
ἵλαος ταύτην δέχνυσο πυρκαϊήν. ἔστι δὲ ἐλεγεῖον. καὶ ἐν τῷ Εὐφορίωνος Δημοσθένει ὁμοίως ἐκτετα‐ μένον εὑρίσκεται, οἷον
δαίμονος ἱλάοιο.
35πρόσκειται «ἐπὶ τῶν εἰς ος καθαρόν», ἐπειδή εἰσί τινα μὴ καθα‐ ριεύοντα καὶ γινόμενα διὰ τοῦ ω παρὰ τοῖς Ἀθηναίοις, οἷον ὁ κάλος ὁ κάλως (σημαίνει δὲ τὸν σχοῖνον), ὁ Τάλος ὁ Τάλως (ἔστι δὲ ὄνομα κύριον), ὁ ὄρφος ὁ ὀρφῶς (σημαίνει τὸν ἰχθῦν), τοῦτο δὲ περισπᾶται
παρὰ τοῖς Ἀθηναίοις, τοῦ παρ’ ἡμῖν, ἤγουν τοῦ κοινοῦ, βαρυνομένου.625

3,2

626

ἰδοὺ ταῦτα διὰ τοῦ ω γινόμενα Ἀττικῶς οὐκ ἐτρέψατο παραλῆγον φωνῆεν εἰς τὸ ε· ἀλλ’ οὐ καθαριεύει. Choer. 261, 20: δεῖ δὲ γινώσκειν ὅτι τὰ πολλὰ εὑρίσκεται παρὰ τοῖς Ἀθηναίοις εἰς ως μὴ ἔχοντα προϋποκείμενον κοινόν, οἷον κορώ‐
5νεως, φιβάλεως, δαμαρίππεως, χελιδώνεως, ἱέρεως. προπαροξύνεται δὲ ὅλα ταῦτα καὶ ἀποβολῇ τοῦ ς ποιεῖ τὴν γενικὴν ὁμοίως τοῖς ἄλλοις Ἀττικοῖς.
8tΠερὶ τῶν εἰς ν.
9Choer. 270, 11: τὰ εἰς ν λήγοντα εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ οὐ
10θέλει ἔχειν πρὸ τοῦ ν οὔτε δίφθογγον οὔτε βραχὺ φωνῆεν, ἀλλ’ ἢ ἓν ἐκ τῶν τριῶν διχρόνων, ὅπερ δὲ (leg. δὴ) καὶ ἐκτείνεται, ἢ ἓν ἐκ τῶν μακρῶν φωνηέντων, ὡς εἶναι πέντε φωνήεντα τὰ εὑρισκόμενα πρὸ τοῦ ν κατὰ τὴν εὐθεῖαν, α, ι, υ, η, ω, οἷον Ἀλκμάν, παιάν, δελφίν, Σαλα‐ μίν, μόσυν, Φόρκυν, σωλήν, ποιμήν, Πλάτων, τρήρων.
15 Choer. 270, 23: τὰ εἰς ν λήγοντα ἀρσενικὰ ἢ θηλυκὰ ἢ ὀξύνεται ἢ βαρύνεται, οἷον δελφίν, Σαλαμίν, ποιμήν, Τροιζήν, ἄρσην, Ἕλλην· οὐδέποτε δὲ περισπᾶται, χωρὶς εἰ μὴ ᾖ εἰς ων, ἐν γὰρ τῇ εἰς ων καταλήξει ἔστιν ὅτε ἐπιδέχεται καὶ τὴν περισπωμένην τάσιν, οἷον Ξενοφῶν, Ποσειδῶν. πρόσκειται «ἀρσενικὰ ἢ θηλυκά» διὰ τὰ οὐδέ‐
20τερα, διὰ τὸ χαλκοῦν, χρυσοῦν, ὀστοῦν, περισπώμενα. Dichr. 283, 9 (Choer. 271): πᾶν εἰς αν λῆγον ἀρσενικὸν ἐπ’ εὐ‐ θείας ἐκτείνεσθαι θέλει, Παιάν, Τιτάν, Ἀλκμάν καὶ ὅσα τοιαῦτα. Choer. 278, 18 (coll. 69, 31): τὰ εἰς ιν μακρὸν ἔχει τὸ ι καὶ εἰ μέν ἐστιν ἁπλᾶ ὀξύνεται εἴτε ἀρσενικά ἐστιν εἴτε θηλυκά οἷον Σαλαμίν
25Ἐλευσίν ἀκτίν δελφίν Τελχίν (Τελχῖνες δέ εἰσι φθονεροὶ δαίμονες οἱ οἰκήσαντες τὴν Ῥόδον), ῥίν, θίν, ἴν (ὃ σημαίνει τὴν δύναμιν)· ἡ ἴκτινα αἰτιατικὴ προπαροξυνομένη, οἷον ὡς παρὰ Ἀριστοφάνει (fr. 525)·
ἴκτινα παντόφθαλμον ἅρπαγας τρέφων, οὐκ ἔστιν ὡς ἀπὸ τῆς ἴκτιν εὐθείας, οὐδαμοῦ γὰρ ἡ εὐθεῖα αὕτη εὕ‐
30ρηται ἐν χρήσει, ἀλλ’ ἔστιν ἴκτινος ἡ εὐθεῖα, ὡς παρὰ Σοφοκλεῖ (fr. 890)·
ἴκτινος ὡς ἔκλαγξεν παρασύρας κρέας, τούτου ἡ γενικὴ ἰκτίνου, ὡς παρὰ Σιμωνίδῃ·
σπλάγχν’ ἀμπέχοντες αὐτίκ’ ἰκτίνου δίκην,
35εἶτα ἡ δοτικὴ ἰκτίνῳ, καὶ ἡ αἰτιατικὴ ἴκτινον, ὡς παρὰ Μενάνδρῳ·
ἀλλὰ προσέδωκας τάλαντον εἶναι παρ’ ἡμῖν τὸν ἴκτινον. εἶτα αὕτη ἡ αἰτιατική, κατὰ μεταπλασμὸν γέγονεν ἴκτινα, ὡς παρὰ Ἀριστοφάνει·
ἴκτινα παντόφθαλμον ἅρπαγας τρέφων,
40ὥσπερ ἁλίτροχον ἁλίτροχα παρ’ Ἰβύκῳ, καὶ διθύραμβον διθύραμβα626

3,2

627

παρὰ Πινδάρῳ· εἰ δέ ἐστι σύνθετα εἰς ιν βαρύνεται οἷον δελφάκτιν, τριγλώχιν. πάντα δὲ προσθέσει τοῦ ος ποιεῖ τὴν γενικήν, καὶ πάντα φυλάττει τὸ ι μακρόν, οἷον δελφῖνος, ἀκτῖνος, Σαλαμῖνος, Ἐλευ‐ σῖνος, ῥινός, θινός. δικατάληκτα δὲ καλεῖται, ὅτι παρὰ μὲν τοῖς
5ἀρχαίοις εἰς ς λήγει οἷον δελφίς, Τελχίς, Σαλαμίς· παρὰ δὲ νεω‐ τέροις εἰς ν οἷον δελφίν, Τελχίν, Σαλαμίν. πλατυτέρα δέ ἐστιν ἡ εἰς ς λήγουσα κατάληξις, σπανιωτέρα δὲ ἡ εἰς ν· σπανίως γὰρ εὕρηται ἐν χρήσει ἡ εἰς ν κατάληξις, ὡς παρὰ Σιμωνίδῃ·
τριγλώχιν ὀϊστός,
10καὶ παρὰ Καλλιμάχῳ·
τριγλώχιν ὀλοῷ νῆσος ἐπ’ Ἐγκελάδῳ. καὶ ἄξιόν ἐστι ζητῆσαι, ποῖά ἐστιν ἀναλογώτερα τὰ εἰς ν λήγοντα, ἢ τὰ εἰς ς. καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ν λήγοντα ἀναλογώτερά ἐστιν πᾶσα γὰρ γενικὴ εἰς ος λήγουσα μετὰ ἀμεταβόλου ἔχουσα μακρὰν
15φύσει τὴν παραλήγουσαν ἀποβολῇ τοῦ ος τὴν εὐθεῖαν ἀποτελεῖ οἷον Ἀλκμᾶνος Ἀλκμάν, Θέωνος Θέων, Πλάτωνος Πλάτων, ἰχῶρος ἰχώρ, Δίωνος Δίων. πρόσκειται «ἔχουσα φύσει μακρὰν τὴν παραλήγουσαν» διὰ τὸ κτενός· τοῦτο γὰρ οὐκ ἀποβολῇ τοῦ ος ποιεῖ τὴν εὐθεῖαν, κτείς γάρ ἐστι καὶ οὐ κτέν· ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ βραχεῖαν
20ἔχει τὴν παραλήγουσαν· καὶ πάλιν ἔστιν Μέμνονος καὶ Νέστορος, καὶ ἐπειδὴ ταῦτα βραχεῖαν ἔχει τὴν παραλήγουσαν, οὐκ ἀποβολῇ τοῦ ος ποιεῖ τὴν εὐθεῖαν, Μέμνων γὰρ καὶ Νέστωρ διὰ τοῦ ω καὶ οὐ διὰ τοῦ ο. καὶ πάλιν ἔστι θεράποντος καὶ γέροντος, καὶ ἐπειδὴ ταῦτα οὐκ ἔχει μακρὰν φύσει τὴν παραλήγουσαν, οὐκ ἀποβολῇ τοῦ ος ποιεῖ
25τὴν εὐθεῖαν, οὐδὲ γὰρ λέγομεν θεράπον καὶ γέρον, ἀλλὰ θεράπων καὶ γέρων διὰ τοῦ ω· ἄλλως τε δὲ οὐκ ἔχει τὴν γενικὴν ταῦτα εἰς ος λήγουσαν μετὰ ἀμεταβόλου, πρὸ γὰρ τοῦ ο οὐκ ἔστιν ἀμετάβολον ἀλλὰ τ. εἰ οὖν ἡ δελφῖνος καὶ Τελχῖνος καὶ Σαλαμῖνος γενικὴ εἰς ος λήγει σὺν ἀμεταβόλῳ καὶ φύσει μακρᾷ παραλήγεται, δηλονότι ἀποβολῇ
30τοῦ ος ἀποτελεῖ τὴν εὐθεῖαν. δείκνυται δὲ ὅτι ἀναλογώτερά ἐστιν ἡ εἰς ν κατάληξις καὶ ἐξ ἄλλων κανόνων· τὰ εἰς ς λήγοντα περιττοσυλλά‐ βως κλινόμενα ἢ διὰ καθαροῦ τοῦ ος κλίνεται οἷον ἡδύς ἡδέος, βότρυς βότρυος, ἢ διὰ τοῦ δ οἷον Πάρις Πάριδος, Θέτις Θέτιδος, ἢ διὰ τοῦ θ οἷον ὄρνις ὄρνιθος, δέλλις δέλλιθος, ἢ διὰ τοῦ τ οἷον Λάχης Λάχητος,
35ἔρως ἔρωτος. πρόσκειται «περιττοσυλλάβως κλινόμενα» διὰ τὸ καλός καλοῦ, Χρύσης Χρύσου· εἰ ἄρα οὖν τὸ δελφίς καὶ Τελχίς καὶ τὰ ὅμοια οὐ κλίνεται δι’ ἑνὸς τούτων, δηλονότι οὐ καταλήγει φύσει εἰς ς ἡ εὐθεῖα, ἀλλ’ εἰς ν. περὶ γὰρ τῶν δοκούντων ἐναντιοῦσθαι οἷον περὶ τοῦ ἅλς ἁλός, εἷς ἑνός, ἔστιν εἰπεῖν ὅτι ἐλλείπει ταῦτα τὸ τ, καὶ τὸ
40τάλας δὲ τάλανος καὶ μέλας μέλανος ἐλλείπει τὸ τ· μέλαντος γὰρ καὶ τάλαντος ἦν καὶ κατὰ ἀποβολὴν τοῦ τ γέγονε μέλανος καὶ τάλα‐ νος. ὅτι γὰρ τοῦ μέλας μέλαντος ἦν ἡ γενικὴ δηλοῖ τὸ
μελαντείους δ’ ἐπὶ πέτρας627

3,2

628

διὰ τοῦ ντ τὸ ἐξενεχθὲν καὶ τὸ [Il. Δ 277]
μελάντερον ἠΰτε πίσσα. ὅτι δὲ καὶ τοῦ τάλας τάλαντος ἦν ἡ γενική, δηλοῖ ὁ Ἱππῶναξ εἰπών
τί τῷ τάλαντι Βουπάλῳ συνῴκησας,
5καὶ ὁ Ἀντίμαχος δὲ γινώσκει τὴν διὰ τοῦ ντ κλίσιν, ἐν οἷς φησιν
οἱ δὲ τὸν αἰνοτάλαντα κατέστυγον. περὶ δὲ τῆς κτενός γενικῆς ἔστιν εἰπεῖν ὅτι κτείν ἦν ἡ εὐθεῖα, καὶ λοιπὸν ἀκολούθως κτεινός ἡ γενικὴ δι’ ἀμεταβόλου· καὶ ἐπεὶ οὐδέποτε τὰ εἰς ν λήγοντα εἴτε ἀρσενικὰ εἴτε θηλυκά θέλει ἔχειν πρὸ τοῦ ν
10δίφθογγον, οἷον δελφίν, ἀκτίν, Σαλαμίν, Τιτάν, μόσυν (σημαίνει δὲ τὸν ξύλινον πύργον), Ἕλλην, Τροιζήν, Πλάτων, τρήγων (leg. τρήρων), τούτου χάριν ἔτρεψε τὸ ν εἰς τὸ ς καὶ γέγονε κτείς καὶ ἐφύλαξε τὴν αὐτὴν κλίσιν, τουτέστι τὴν διὰ τοῦ ν. πρόσκειται «εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ» διὰ τὸ δίπουν, τοῦτο γὰρ ἔχει πρὸ τοῦ ν δίφθογγον, ἀλλ’
15οὐδέτερόν ἐστι. τὸ δὲ τίς τινός μὴ δυνάμενον κλιθῆναι δι’ ἄλλου συμ‐ φώνου ἐξ ἀνάγκης ἐκλίθη διὰ τοῦ ν. τρίτος δὲ κανών ἐστιν οὗτος ὁ δεικνύς, ὅτι τὰ εἰς ν λήγοντα ἀναλογώτερά ἐστι τῶν εἰς ς ληγόντων. τὰ εἰς ις λήγοντα ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικὴν οἷον ὁ Πάρις ὦ Πάρι, ὁ μάντις ὦ μάντι, ὁ λάτρις ὦ λάτρι, ἡ πόλις ὦ πόλι, ἡ Θέ‐
20τις ὦ Θέτι· τὸ γὰρ ὁμόφωνον Ἀττικόν ἐστιν, ὦ μάντις, ὦ πόλις. εἰ ἄρα οὖν τὸ δελφίς καὶ Τελχίς καὶ τὰ ὅμοια οὐκ ἀποβάλλει τὸ ς ἐν τῇ κλητικῇ, ἀλλὰ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ δελ‐ φίς ὦ δελφίς, ὁ Τελχίς ὦ Τελχίς, δηλονότι οὐ καταλήγει φύσει εἰς ς ἀλλ’ εἰς ν, τροπὴ δὲ ἐγένετο τοῦ ν εἰς ς κατὰ Δωρικὴν διάλεκτον,
25ὥσπερ ἦν ἦς, ἥρπομεν ἥρπομες, ὡς παρὰ Θεοκρίτῳ (7, 1)
ἦς χρόνος, ἀντὶ τοῦ ἦν χρόνος, καὶ παρὰ τῷ αὐτῷ (7, 2)
ἥρπομες ἐκ πόλιος, ἀντὶ τοῦ ἥρπομεν ἐκ πόλεως.
30 Choer. 283, 5 (70, 11): πάντα τὰ εἰς υν βαρύνεται, οἷον μόσυν, Φόρκυν, Γόρτυν, ἐπειδὴ τὰ πολλὰ παρὰ τοῖς Αἰολεῦσιν εὑρίσκεται, καὶ λοιπὸν ὡς δοκοῦντα εἶναι Αἰολικὰ εὐλόγως βαρύνεται· οἱ γὰρ Αἰολεῖς βαρυντικοί εἰσιν, οἷον Πηλεύς Πήλευς, Ἀτρεύς Ἄτρευς, Ἀχιλλεύς Ἀχίλλευς.
35Dichr. 287, 6: αἱ εὐθεῖαι τῶν εἰς υν συστέλλουσι τὸ υ Φόρκυν, Πόλ‐
τυν, αἱ δὲ διὰ τοῦ νος γενικαὶ τῷ υ ἐκτεταμένῳ παραλήγονται.628

3,2

629

Choer. 297, 24: τὰ εἰς ων περισπώμενα διὰ τοῦ ντ κλίνεται καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ καί ἐστι μόνου ἀρσενικοῦ γένους, οἷον ὁ Θῶν τοῦ Θῶντος (ἔστι δὲ ὄνομα κύριον), ὁ Ξενοφῶν τοῦ Ξενοφῶν‐ τος, ὁ Ἀγλαοφῶν τοῦ Ἀγλαοφῶντος, ὁ Ἱπποκῶν τοῦ Ἱπποκῶντος,
5χωρὶς ἑνὸς ἐν τῇ συνηθείᾳ λεγομένου (ἔστι δὲ ὄνομα πόλεως Περσικῆς), τοῦτο γὰρ θηλυκοῦ γένους ἐστίν, οἷον ἡ Κτησιφῶν, περισπᾶται δὲ καὶ διὰ τοῦ ντ κλίνεται καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον τῆς Κτη‐ σιφῶντος· τοῦτο δὲ ἀπὸ ἀρσενικοῦ γένους γέγονε θηλυκόν, καὶ τὴν αὐτὴν κλίσιν ἐφύλαξεν, οἷον ἀπὸ τοῦ Κτησιφῶν. οὐ μόνον δέ ἐστι
10τοῦτο τὸ ὄνομα ἐν τῇ συνηθείᾳ, ἀλλὰ καὶ παρὰ τοῖς ἀρχαίοις τὸ ὄνομα τοῦτο τῆς πόλεως εὕρηται. Choer. 300, 5: τὰ εἰς ων περισπώμενα οὐ γίνεται εἰς ως, οἷον Κτησιφῶν Ἀγλαοφῶν Ξενοφῶν. τὸ δὲ τυφῶν καὶ ταῶν καὶ εἰς ως λήγει. μηδεὶς δὲ οἰέσθω τὸ τυφῶν καὶ τυφῶς καὶ ταῶν καὶ ταῶς δικα‐
15τάληκτα εἶναι. τὰ γὰρ δικατάληκτα τὴν αὐτὴν ἔχει κλίσιν, οἷον δελ‐ φίν δελφῖνος καὶ δελφίς δελφῖνος, Τελχίν Τελχῖνος καὶ Τελχίς Τελ‐ χῖνος, Σαλαμίν Σαλαμῖνος καὶ Σαλαμίς Σαλαμῖνος. ταῦτα δὲ οὐκ ἔχει τὴν αὐτὴν κλίσιν, τυφῶν μὲν γὰρ τυφῶνος, καὶ ταῶν ταῶνος, ὥσπερ καὶ Ποσειδῶν Ποσειδῶνος· τυφῶς δὲ τυφῶ, καὶ ταῶς ταῶ, ἀποβολῇ
20τοῦ ς Ἀττικῶς, ὥσπερ ὁ ὀρφῶς τοῦ ὀρφῶ, καὶ ὁ λαγῶς τοῦ λαγῶ. κρεῖττον οὖν ἕτερα θέματα λέγειν τοῦ τυφῶν καὶ ταῶν, καὶ ἕτερα τοῦ τυφῶς καὶ ταῶς. ἰστέον δὲ ὅτι τινὲς βούλονται τὸ ταῶς ἀπὸ τοῦ ταός τοῦ διὰ τοῦ ο λέγειν κατ’ ἔκτασιν τοῦ ο εἰς τὸ ω καὶ ἐναλ‐ λαγῇ τοῦ τόνου εἰς περισπωμένην τάσιν· ἀλλ’ ἔστι λέγειν, ὅτι τὸ ταῶς
25οὐκ ἠδύνατο ἀπὸ τοῦ ταός τοῦ διὰ τοῦ ο εἶναι, ἐπειδὴ τὸ ταός τὸ διὰ τοῦ ος οὐκ ἔστι σύνηθες τοῖς Ἕλλησι. Choer. 300, 30: Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὰ εἰς ων περι‐ σπώμενα οὐδέποτε φύσει μακρᾷ παραλήγεται οἷον Δημοφῶν, Ἀγλαο‐ φῶν, Κτησιφῶν, Ἀντιφῶν (τὸ γὰρ Δεξικρῶν οὐ παραλήγεται φύσει
30μακρᾷ ἀλλὰ θέσει), πῶς τὸ Ποσειδῶν φύσει μακρᾷ παραλήγεται. ἔστιν οὖν εἰπεῖν, ὅτι ἀπὸ τοῦ Ποσειδέης γέγονε Ποσειδέων καὶ κατὰ κρᾶσιν Ποσειδῶν, ὥστε δυνάμει μὴ εἶναι φύσει μακράν, φημὶ τὴν δίφθογγον, ἐν τῇ παραληγούσῃ, ἀλλ’ ἐν τῇ προπαραληγούσῃ.
34tΠερὶ τῶν εἰς ξ.
35Dichr. 284, 20: τὰ εἰς αξ μονοσύλλαβα θηλυκὰ μὲν ὄντα θέλει
συστέλλειν τὸ α· σπάξ, οὕτως ἡ κύων παρὰ Πέρσαις, κλάξ, πλάξ,629

3,2

630

γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτείνεται. τὰ δὲ ἐκτείνοντα τὸ α ἀρσενικά ἐστι, βλάξ, κράξ, πτάξ. τὸ δὲ Πράξ ἱστορεῖται μὲν ἐκτείνεσθαι· ἐγένετο δὲ Ἀχιλλέως ἀπόγονος, ἔνθεν οἱ Πρᾶκες· συστέλλεται δὲ ἔσθ’ ὅτε τὸ α. Choer. 305, 4: τὰ εἰς αξ λήγοντα δισύλλαβα ἀρσενικά, ἐὰν ἔχῃ
5φύσει μακρὰν τὴν παραλήγουσαν, ἐκτείνει πάντως τὸ α, τουτέστι φύσει μακρὸν αὐτὸ ἔχει οἷον θώραξ, οἴαξ. πρόσκειται «ἐὰν ἔχῃ φύ‐ σει μακρὰν τὴν παραλήγουσαν» διὰ τὰ θέσει μακρὰν ἔχοντα ταύ‐ την οἷον τὸ ἅρπαξ καὶ κέκραξ· ταῦτα γὰρ συνεσταλμένον ἔχει τὸ α, τουτέστι θέσει μακρὸν αὐτὸ ἔχει, οὐκ ἀναστρέφοντος τοῦ κανόνος,
10οὐδὲ γὰρ τὰ ἔχοντα ἢ βραχεῖαν τὴν παραλήγουσαν ἢ θέσει μακρὰν πάντως συστέλλει τὸ α τουτέστι θέσει μακρὸν αὐτὸ ἔχει. εὑρίσκο‐ μεν γάρ τινα ἐν αὐτοῖς ἔχοντα τὸ α ἐκτεταμένον, τουτέστι φύσει μα‐ κρὸν οἷον νέαξ (σημαίνει δὲ τὸν νεώτερον), φέναξ (σημαίνει δὲ τὸν ἀπατεῶνα), κόρδαξ (σημαίνει δὲ τοῦτο ὄρχησιν κωμικήν). ἰδοὺ οὖν
15ταῦτα μὴ παραληγόμενα φύσει μακρᾷ ἔχει τὸ α ἐκτεταμένον, τουτέστι φύσει μακρόν, ὡς δῆλον ἐκ τῶν ἄλλων πτώσεων τῶν μὴ ἐχουσῶν τὸ ξ. σημειούμεθα ἐν τῷ κανόνι τινὰ ἔχοντα φύσει μακρὰν τὴν παραλή‐ γουσαν καὶ συστέλλοντα τὸ α, τουτέστι θέσει μακρὸν αὐτὸ ἔχοντα, ἔστι δὲ ταῦτα Γῦναξ, Γῦλαξ (ὀνόματα δὲ ταῦτα κύρια), σῦναξ (φασηλοειδὲς
20ὄσπριον), καὶ τὸ καύαξ διφορούμενον· τοῦτο γὰρ ποτὲ μὲν συστέλλει τὸ α, ποτὲ δὲ ἐκτείνει αὐτό· ἔστι δὲ εἶδος ὀρνέου. πρόσκειται «δισύλ‐ λαβα», ἐπειδὴ τὰ ὑπὲρ δύο συλλαβάς, κἂν βραχείᾳ παραλήγηται, ἐκ‐ τείνει τὸ α, ὡς ἐπὶ τοῦ ἱέραξ, χωρὶς εἰ μὴ ᾖ σύνθετα ἀπὸ ἁπλοῦ συστέλλοντος τὸ α, ὡς ἐπὶ τοῦ Ἱππῶναξ καὶ Ἀρχιάναξ. τὸ ἀσφά‐
25λαξ ὑπὲρ δύο συλλαβὰς ὂν καὶ συστέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ κατὰ πλεονασμὸν ἔχει τὸ α, καὶ φύσει δισύλλαβόν ἐστιν· ἀπὸ γὰρ τοῦ σπῶ γέγονεν σπάλαξ καὶ κατὰ πλεονασμὸν τοῦ α ἀσπάλαξ καὶ κατὰ μετάθεσιν τοῦ ψιλοῦ εἰς τὸ ἀντίστοιχον δασὺ ἀσφάλαξ· τὸ γὰρ ζῷον τοῦτο ἀποσπᾷ τὴν γῆν καὶ ποιεῖ βάθος καὶ οὕτως εἰσέρχε‐
30ται ἐκεῖ. πρόσκειται «ἀπὸ ἁπλοῦ συστέλλοντος τὸ α», ἐπειδὴ ἐὰν ᾖ630

3,2

631

ἀπὸ ἁπλοῦ ἐκτείνοντος τὸ α φυλάττει αὐτὸ ἐκτεταμένον οἷον Φαίαξ φιλοφαίαξ, θώραξ λινοθώραξ. πρόσκειται ἐν τῷ κανόνι «ἀρσενικά», ἐπειδὴ τὰ θηλυκὰ ἔχοντα φύσει μακρὰν τὴν παραλήγουσαν συστέλλει τὸ α, οἷον αὖλαξ, πῖδαξ, κλῖμαξ· διὰ τοῦτο τὸ μεῖραξ ἀναλογώτε‐
5ρόν ἐστι θηλυκῶς λεγόμενον, συστέλλει γὰρ τὸ α φύσει μακρὰν ἔχον τὴν παραλήγουσαν· ὅταν δὲ λεχθῇ ἀρσενικῶς παρὰ τοῖς Ἀθηναίοις, ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ διαβολῇ παραλαμβάνεται, ἀντὶ τοῦ ὁ γυναικώδης.
8tΠερὶ θηλυκῶν ὀνομάτων.
9Choer. 323, 14: τὰ εἰς α λήγοντα θηλυκὰ ἢ συστέλλει τὸ α
10ἐκτείνει αὐτό· καὶ ὅσα μέν ἐστι προπαροξύτονα ὡμολόγηται ὅτι συνε‐ σταλμένον ἔχει τὸ α, οἷον πανδοκεύτρια, Πολύμνια, πότνια, Ἐρέτρια, κιθαρίστρια, εὐσέβεια, εὐγένεια, θάλασσα, ἄελλα, θύελλα. μακρᾶς γὰρ οὔσης τῆς ἐπὶ τέλους, οὐδέποτε τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα. τὰ δὲ ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχοντα τὸν τόνον, πάντα μακρὸν ἔχει
15τὸ α, οἷον Ἀθηνᾶ, ἀργυρᾶ, σιδηρᾶ, φοβερά, πονηρά, Ναυσικᾶ. τὰ δὲ πρὸ μιᾶς ἔχοντα τὸν τόνον ἔστιν ὅτε συστέλλει τὸ α, οἷον ταχεῖα, ὀξεῖα, βραδεῖα, ἔστι δ’ ὅτε ἐκτείνει αὐτὸ οἷον Βυζαντία, Λεσβία, Ῥο‐ δία, μετρία.
19tΠερὶ οὐδετέρων ὀνομάτων.
20 Choer. 366, 15: τὰ εἰς α λήγοντα οὐδέτερα συνεσταλμένον ἔχει τὸ α, οἷον κῦμα ἅρμα βῆμα· χωρὶς τοῦ κάρα. τοῦτο γὰρ ἐκ τοῦ κάρη‐ νον ἐγένετο τούτῳ τῷ τρόπῳ· ἔστι κάρηνον καὶ κατὰ τροπὴν τοῦ η εἰς α μακρὸν κάρανον γίνεται καὶ κατὰ ἀποκοπὴν τῆς νον συλλαβῆς κάρα, καὶ ἔμεινε τὸ α μακρόν.
25 Choer. 366, 20: θέλει δὲ τὰ εἰς α λήγοντα οὐδέτερα πρὸ τοῦ α ἔχειν τὸ μ, οἷον ποίημα, ῥῆμα, ἅρμα, κῦμα, δηλονότι μονογενῆ ὄντα. τοῦτο εἴρηται διὰ τὸ μέγα· τοῦτο γὰρ οὐκ ἔχει πρὸ τοῦ α τὸ μ, ἀλλ’ οὐκ ἔστι μονογενές, ἀπὸ γὰρ τοῦ ὁ μέγας γέγονε. τὰ μὴ ἔχοντα πρὸ τοῦ α τὸ μ ἐστὶ πεπονθότα, οἷον τὸ κάρα ἀπὸ τοῦ κάρηνον κατὰ ἀπο‐
30κοπήν, καὶ τὸ λίπα ἀπὸ τοῦ λίπας
ἀλείψατο δὲ λίπ’ ἐλαίῳ (Il. Ξ 171), καὶ τὸ ἄλειφα (σημαίνει δὲ τὸ ἄλειμμα) ἀπὸ τοῦ ἄλειφαρ ἢ ἄλειφας κατὰ ἀποβολὴν τοῦ τελευταίου συμφώνου ἐγένετο. καὶ τὸ ὕφα δὲ ἀπὸ τοῦ ὕφασμά ἐστι κατὰ ἀποκοπήν. καὶ τὸ γάλα ἀπὸ τοῦ γάλαξ κατ’ ἔν‐
35δειαν τοῦ ξ· ἡ γὰρ κλίσις αὐτοῦ ἀπὸ εὐθείας τῆς εἰς ξ καταληγούσης631

3,2

632

ἐγένετο, γάλακος γὰρ ἡ γενική, καὶ κατὰ πλεονασμὸν τοῦ τ γάλακτος, ὥσπερ ἄναξ ἄνακος καὶ ἄνακτος. πᾶσα γὰρ γενικὴ διὰ τοῦ κος κλινο‐ μένη ἢ διὰ τοῦ κτος τὴν εὐθεῖαν ἔχει εἰς ξ καταλήγουσαν, οἷον Φοί‐ νικος Φοῖνιξ, θώρακος θώραξ, νυκτός νύξ, ἄνακτος ἄναξ. εἰ οὖν γά‐
5λακτος, δηλονότι εἰς ξ γάλαξ. ἄλλως τε δὲ πᾶσα δοτικὴ πληθυντικῶν εἰς ι λήγουσα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ι τὴν εὐθεῖαν τῶν ἑνικῶν ἀποτελεῖ, οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι Πέλοψ, Κύκλωψι Κύκλωψ. εἰ οὖν ἐστιν ἡ δοτικὴ τῶν πληθυντικῶν γάλαξι, δηλονότι ἀποβολῇ τοῦ ι γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ· ἀλλ’ ἐπειδὴ τὸ ξ
10οὐκ ἔστι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν ἀπεβλήθη καὶ ἐγένετο γάλα. Choer. 367, 21: περὶ δὲ τοῦ κρᾶτα, οἷον
ἐς τὸ κείνου κρᾶτ’ ἐνήλαθ’ ἡ τύχη παρὰ Σοφοκλεῖ (Oed. Tyr. 263), μήποτε ἔστιν εἰπεῖν ὅτι τοῦτο ἀπὸ
15ἀρσενικοῦ ἢ θηλυκοῦ γέγονεν. ἀπὸ ἀρσενικοῦ μὲν ἀπὸ τοῦ ὁ κράς τοῦ κρατός τῷ κρατί τὸν κρᾶτα, ἀπὸ θηλυκοῦ δὲ ἀπὸ τοῦ ἡ κράς τῆς κρα‐ τός τῇ κρατί τὴν κρᾶτα καὶ τὸ κρᾶτα· τὸ γὰρ κράς ἀρσενικῶς καὶ θη‐ λυκῶς λέγεται. Choer. 378, 7: πᾶν οὐδέτερον εἰς ν λῆγον ἀπαθὲς βραχυκαταληκτεῖν
20θέλει, οἷον ξύλον μέτρον πλέθρον, χωρὶς τοῦ πᾶν, τοῦτο γὰρ μακρο‐ κατάληκτόν ἐστι, καὶ τῶν παρὰ τὸ πούς συγκειμένων, καὶ ταῦτα γὰρ μακροκαταληκτεῖ εἰς ν λήγοντα, οἷον τὸ δίπουν τὸ τρίπουν τὸ τετρά‐ πουν καὶ τὸ ἄπουν. πρόσκειται «ἀπαθές», διὰ τὸ βοῶν τὸ ποιοῦν τὸ χρυσοῦν τὸ χαλκοῦν, ταῦτα γὰρ ἀπὸ κράσεως ἔχει τὴν μακράν, καὶ
25τὸ διπλοῦν ἀπὸ τοῦ διπλόον καὶ τὸ εὔγηρων ἀπὸ τοῦ εὐγήραον· τὸ καρχαρόδουν καὶ τὸ τιμήειν ἀπὸ τοῦ καρχαρόδον καὶ τιμῆεν γέγονε κατὰ πλεονασμὸν τὸ μὲν τοῦ υ τὸ δὲ τοῦ ι· τὸ ἀξιόχρεων καὶ ἀνά‐ πλεων Ἀττικὴν ἔκτασιν ἔπαθε τοῦ ο εἰς τὸ ω, ἀπὸ τοῦ ἀξιόχρεον καὶ ἀνάπλεον διὰ τοῦ ο.
30 Choer. 378, 21: ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν τὸ πᾶν μακρο‐ καταληκτεῖ. καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν οὐδέτερον παρεσχηματισμένον ἀρσενικῷ θέλει φυλάττειν ἐν τῇ τελευταίᾳ συλλαβῇ τὸν τόνον τῆς τελευταίας συλλαβῆς τοῦ ἀρσενικοῦ, οἷον καλός καλόν, σοφός σοφόν, ὀξύς ὀξύ, ταχύς ταχύ, αὐτάρκὴς ἐν
35τῇ τελευταίᾳ συλλαβῇ βαρεῖαν ἀλλὰ καὶ αὔταρκὲς ἐν τῇ τελευταίᾳ συλ‐ λαβῇ βαρεῖαν, κακοήθὴς ἐν τῇ τελευταίᾳ συλλαβῇ βαρεῖαν, ἀλλὰ καὶ ἐν τῷ κακόηθὲς ἐν τῇ τελευταίᾳ συλλαβῇ βαρεῖαν. σεσημείωται τὸ εἷς ἕν·
ἐνταῦθα γὰρ οὐκ ἐφυλάχθη ὁ τόνος τοῦ ἀρσενικοῦ ἐν τῷ οὐδετέρῳ·632

3,2

633

τὸ μὲν γὰρ εἷς περισπᾶται, τὸ δὲ ἕν ὀξύνεται, ἐπειδὴ βραχυκαταληκτεῖ· ἐπειδὴ οὖν τὸ πᾶς περισπᾶται, ἀναγκάζεται καὶ τὸ οὐδέτερον περισπα‐ σθῆναι, ἵνα φυλάξῃ τὸν τόνον τοῦ ἀρσενικοῦ, περισπώμενον δὲ εὐλό‐ γως ἐκτείνει τὸ α, ἐπειδὴ οὐδέποτε περισπωμένη οὔτε ἐπάνω βραχείας
5τίθεται οὔτε ἐπάνω θέσει μακρᾶς, ἀλλ’ ἐπάνω φύσει μακρᾶς, οἷον Ἑρμῆς, Ἡρακλῆς, παῖς. εἰ δέ τις εἴπῃ ὀξυνέσθω τὰ ἀρσενικά, ἵνα μὴ ἀναγκασθῇ τὸ οὐδέτερον ἐκτεῖναι τὸ α, λέγομεν ὅτι οὐ δύναται τὸ πᾶς ὀξύνεσθαι, ἐπειδὴ ποιεῖ οὐδέτερον παρεσχηματισμένον, οἷον τὸ πᾶν. τὰ γὰρ εἰς ας ὀξύτονα ἐπ’ ὀνομάτων οὐ ποιεῖ οὐδετέρου παρασχηματισμὸν οἷον
10Ἀρκάς, φυγάς, χαλκοκράς, γαλακτοκράς. «ἐπ’ ὀνομάτων» πρόσκειται διὰ τὰς μετοχὰς οἷον ὁ ἱστάς ἡ ἱστᾶσα τὸ ἱστάν, ὁ κιχράς ἡ κιχρᾶσα τὸ κιχράν, ὁ φθάς ἡ φθᾶσα τὸ φθάν, ὁ βάς ἡ βᾶσα τὸ βάν. καὶ ἀπο‐ ροῦσι δέ τινες λέγοντες, ποία γὰρ ἀνάγκη ἐστὶ ποιεῖν τὸ πᾶς τριγέ‐ νειαν, οἷον ὁ πᾶς καὶ ἡ πᾶσα καὶ τὸ πᾶν, ὅπου τὰ εἰς ας μονοσύλλαβα
15ἐπ’ ὀνομάτων οὐ ποιεῖ τριγένειαν, οἷον Πράς, Ζάς, κράς, Χνᾶς, Γρᾶς. ἔστιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὰ εἰς ας μονοσύλλαβα ἐπ’ ὀνομάτων διὰ τοῦτο οὐ ποιεῖ τριγένειαν, ἐπειδὴ πᾶν ὄνομα μονο‐ σύλλαβον εἰς ας λῆγον ἢ κύριόν ἐστιν ἢ προσηγορικὸν οἷον Πράς Πράν‐ τος (ἔστι δὲ ὄνομα πόλεως), Ζάς Ζάντος (ἔστι δὲ ὄνομα κύριον ὁ
20Ζάς), ὁ Γρᾶς τοῦ Γρᾶ (ἔστι δὲ ὄνομα κύριον), ὁ Χνᾶς τοῦ Χνᾶ (οὕτω δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ λέγεται), προσηγορικὸν δὲ τὸ κράς κρατός (σημαίνει δὲ τὴν κεφαλήν), οὐδέποτε δὲ οὔτε ἀπὸ κυρίων οὔτε ἀπὸ προσηγορικῶν γίνεται οὐδετέρου παρασχηματισμός, ἤγουν τριγένεια, οἷον Αἴας, Θόας, κοχλίας, λᾶας· τὸ δὲ πᾶς ἐπίθετόν
25ἐστι καὶ οὐ κωλύεται ποιεῖν τριγένειαν, ἀπὸ γὰρ ἐπιθέτων γίνεται τρι‐ γένεια, οἷον ὁ μέγας ἡ μεγάλη τὸ μέγα, ὁ τάλας ἡ τάλαινα τὸ τάλαν,
ὁ σοφός ἡ σοφή τὸ σοφόν, ὁ καλός ἡ καλή τὸ καλόν.633