TLG 0087 008 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ Ὀδυσσειακῆς προσῳδίας

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

Περὶ Ὀδυσσειακῆς προσῳδίας

Source: Lentz, A. (ed.), Grammatici Graeci, vol. 3.2. Leipzig: Teubner, 1870 (repr. Hildesheim: Olms, 1965): 129–165.

Citation: Part+volume — page — (line)

3,2

129

(1t)

ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ
2tΠΕΡΙ ΟΔΥΣΣΕΙΑΚΗΣ ΠΡΟΣΩιΔΙΑΣ.
3tΕΙΣ ΤΗΝ Α.
2 1. ἄνδρα μοι: ἔδει μὲν ἐν τῷ ἄνδρα δύο εἶναι ὀξείας ὡς τὸ «ἄνδρά τε καὶ οἶκον» (ζ 181), ἀλλ’ ἐφυλάξατο ὁ Ἀρίσταρχος διὰ τὸ μὴ ἐν τῇ εἰσβολῇ τῶν λέξεων κακοφωνίαν ποιῆσαι. M.
5 †8. νήπιοι οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον: ἡ κατά τὸν ἴδιον τόνον φυλάξει· πᾶσα γὰρ πρόθεσις ἔχουσα σύνταξιν πρὸς ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάσσει. Il. Pros. Α 258, Γ 440, Θ 4. †15. ἐν σπέσσι: ἀπορεῖ ὁ Ἡρωδιανὸς ἐν τῇ Α τῆς Ὀδυσ‐
10σειακῆς προσῳδίας λέγων οὕτως, ὅτι ὥσπερ τὸ ἀνδρός καὶ πατρός καὶ μητρός ὠξύνθησαν πρὸς τὸν χαρακτῆρα, φημὶ δὲ ὁμοίως τοῦ μηνός, χηνός, γραός, διὰ τί μὴ τὸν αὐτὸν τρόπον ὠξύνθη τὸ σπέσσιν, ἀπὸ τοῦ σπέεσσι γενόμενον κατὰ συγκοπὴν πρὸς τὸν χαρακτῆρα τοῦ μησί, Τρωσί, βουσί; καὶ ἐπιλύεται λέγων, ὅτι ὁ διπλασιασμὸς τοῦ ς ἴδιός ἐστι
15τῶν ὑπὲρ δύο συλλαβὰς δοτικῶν πληθυντικῶν, αἵ τινες καὶ μόνως βαρύ‐ νονται οἷον κύνεσσι, θήρεσσιν. οὕτως οὖν καὶ σπέεσσι· τοῦτο τοίνυν συγκοπὲν καὶ γενόμενον σπέσσι διὰ μὲν τὴν δισυλλαβίαν ὤφειλεν ὀξύ‐ νεσθαι, διὰ δὲ τὸν διπλασιασμὸν τοῦ ς, ὅστις ἀεὶ ἐν βαρυνομέναις δοτι‐ καῖς θεωρεῖται, κατὰ τοῦτο ἐβαρύνθη. τὸ «ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν
20ἐδήσατο» (Il. Ξ 186) ἔχει διπλασιασμὸν τοῦ ς καὶ οὐ βαρύνεται, ἀλλ’ οὐ παραλήγοντος τοῦ ε, ὥσπερ ἐπὶ τῶν προλεχθέντων παραδειγμάτων οἷον τοῦ κύνεσσι, θήρεσσι καὶ τῶν τοιούτων. Choer. Gaisf. 462, 30,
Bekk. An. 1266.129

3,2

130

27. ἁθρόοι: δασυντέον τὸ α. καὶ πρὸ τέλους ἡ ὀξεῖα, ἐπειδὴ σημαίνει ὁμοῦ. H. 30. τηλεκλυτός: ὀξυτονητέον τὸ τηλεκλυτός ὡς ἀγακλυτός. εἰ μὲν πτωτικὸν κατ’ ἀρχὴν συντεθείη, βαρύνεται ὡς τοξόκλυτος. εἰ δὲ
5ἄλλο τι τῶν ὑπὲρ μίαν συλλαβήν, ὀξύνεται. διὸ σημειούμεθα τὸ ναυ‐ σικλυτός ὀξυνόμενον. τὸ δὲ δουρὶ κλυτός ἐν παραθέσει ἐστίν. HQ. 34. ὑπὲρ μόρον: οὐ σύνθετον τὸ ὑπὲρ μόρον. MQ. 49. φίλων ἀπὸ πήματα πάσχει: ἀντὶ τοῦ ἄποθεν. διὸ ἐγκλί‐ νεται. H.
10 52. ὀλοόφρονος: Κλεάνθης δασύνει τοῦ περὶ τῶν ὅλων φρο‐ νοῦντος ἴδιον οὕτως νοήσας. ἄμεινον δὲ ψιλοῦντας ἀκούειν τοῦ τὰ ὀλέθρια καὶ δεινὰ φρονήσαντος· εἷς γὰρ τῶν Τιτάνων ὁ Ἄτλας ἱστο‐ ρεῖται. H. †66. περὶ μὲν νόον: τὸ περί φυλάσσει τὸν τόνον, ὅτε σημαίνει
15τὸ περισσῶς. Il. Pr. Δ 46, Β 831. 70. ὅου: παροξυτονητέον τὸ ὅου· τὸ γὰρ οὗ διῄρηται, ὡς τὸ «ἕης τὸ πρίν γ’ ἐράασθε» (Π 208). καὶ καθόλου τὰ μὲν ἄρθρα διαι‐ ροῦνται, αἱ δὲ ἀντωνυμίαι πλεονάζουσιν. καὶ τὰ μὲν βαρύνονται, αἱ δὲ ἐπὶ τέλους ἔχουσι τὸν τόνον οἷον ὅου ἄρθρον, ἑοῦ ἀντωνυμία, ἕης
20ἄρθρον, ἑῆς ἀντωνυμία. HM. 109. αὐτοῖσι: Νικίας δύο μέρη λόγου ποιεῖ αὖ καὶ τοῖσι. Ἀρί‐ σταρχος δὲ ἕν, ὃ καὶ ἄμεινον. EMQ. 112. νίζον καὶ προτίθεντο, ἰδ: ἄμεινόν φησιν Ἡρωδιανὸς ἀναγινώσκειν «καὶ πρότιθεν, τοὶ δὲ» καὶ γὰρ ὁ λόγος οὕτως μᾶλλον
25ἀκόλουθος. οἱ μὲν οἶνον ἔμισγον, οἱ δὲ σπόγγοισι νίζον, οἱ δὲ κρέα ἐμέριζον· καὶ ἄλλως τὸν παρατατικὸν τοῦ τίθημι ἐνεργητικῶς οἶδε λε‐ γόμενον ὁ ποιητής, οὐ παθητικῶς· «παρὰ δέ σφι τίθει» (Od. α 142). ἀκόλουθον πληθυντικὸν «νίζον καὶ πρότιθεν». EM.
†118. τὰ φρονέων μνηστῆρσι μεθήμενος εἴσιδ’ Ἀθήνην130

3,2

131

προπαροξυτόνως ἀνέγνωμεν τὸ εἴσιδε, πᾶς γὰρ παρῳχημένος δισύλλα‐ βος παθὼν κατὰ τὴν ἀρχὴν καὶ βραχεῖαν ἀναδεξάμενος ἀναδίδωσι τὸν τόνον· εἰσεῖδε (Il. Ξ 158) εἴσιδε. Il. Pr. Ζ 244. 130. ὑπολῖτα: προπερισπαστέον· ἑνικὸν γάρ ἐστι μεταπλασθὲν
5ἀπὸ τοῦ λιτόν. PQ. 134. ἀδήσειεν: ψιλωτέον ἀηδήσειεν· ὅταν γὰρ ἐν συναλοιφῇ τὸ ψιλούμενον ἐν ἀρχῇ φωνῆεν ἐπικρατήσῃ, καὶ τὸ πνεῦμα αὐτοῦ κρατεῖ, οἷον ὦ ἑταῖρε, ὦταιρε. Q. ? 162. κυλίνδει: παρὰ τῷ ποιητῇ βαρύνεται ἀεί· δῆλον ἐκ τοῦ
10«προπροκυλινδόμενος» (Od. ρ 525) καὶ «ἥ τε κυλινδομένῃ» (Il. Π 794). M. 165. ἢ ἀφνειότεροι: κοιμιστέον τὸν ἤ· διασαφητικὸς γάρ ἐστιν ἀντὶ τοῦ ἤπερ, οὐ διαζευκτικός. εὔξονται μᾶλλον ταχεῖς εἶναι ἤπερ πλούσιοι. HQ.
15 168. φῇσιν: τὸ φῇσιν σὺν τῷ ι ὡς τὸ «δῷσι πόλιν Τροΐην» (Α 129). προπερισπαστέον. ἐν παρολκῇ γάρ ἐστιν ἡ σιν. HMQ. 170. πόθεν εἰς: ἐγκλιτέον τὴν εἰς. ἀλλ’ οὐκ ἐγείρει τὴν θεν συλλαβήν. πυρριχιακὴ γάρ ἐστι. M. 174. εὖ εἰδ: τὸ εἰδῶ Τυραννίων μὲν βαρύνει, Ἀρίσταρχος δὲ
20περισπᾷ, ᾧ καὶ πειστέον. MQ. 175. ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώϊός ἐσσι: ὁ δεύτερος η περισπᾶται. ἐρωτηματικὸς γάρ ἐστι. —καὶ τὸ ἐσσί ἐγκλιτέον. EM. 185. νηῦς δέ μοι ἧδ’: προπερισπαστέον τὸ ἧδε· ἔστι γὰρ ἀν‐ τωνυμία ἀναφορική. HMQR.
25 *186. ὑπὸ Νηΐῳ ὑλήεντι: ὁ Ἀπίων συνθέτως ἀνέγνω, ὁ δὲ Ἡλιόδωρος διαιρεῖ, ἵν’ ᾖ ὑπὸ τῷ Νηΐῳ. Bekk. An. 1158, Cr. An.
Ox. IV 310.131

3,2

132

192. παρτιθε: ἐνεστὼς χρόνος ἀπὸ τοῦ τιθῶ, διὸ περισπᾶται. P. 212. οὔτ’ ἐμὲ κεῖνος: πλήρης ἡ ἐμέ ἀντωνυμία. πρὸς γὰρ ἀν‐ τιδιαστολὴν παρείληπται. M. 214. τοιγὰρ ἐγώ τοι: τὸ πρῶτον τοί οὐκ ἔστιν ἀντωνυμία·
5οὐδέποτε γὰρ ἀρκτικὸν τὸ τοί· ἀλλ’ ἔστιν ἀντὶ τοῦ δή. BM. 215. μήτηρ μέν τέ μέ φησι: ἡ μὲν μέ ἀπόλυτος, ἡ δὲ ἐγώ ἀντιδιαστολὴν ἔχει πρὸς τὴν μητέρα. HM. 218. ὃν κτεάτεσσιν ἑοῖς ἐπὶ γῆρας ἔτετμεν: οὐκ ἀναστρε‐ πτέον τὴν ἐπί. BE.
10 †247. Ἰθάκην κατακοιρανέουσιν: εἰ μὲν πρὸς Ἰθάκην συν‐ τάττοις τὴν κατά, ἵνα τοπικὴν δηλώσῃς σχέσιν κατὰ Ἰθάκην, ἀναστρέ‐ ψεις τὴν πρόθεσιν· εἰ δὲ πρὸς τὸ κοιρανέουσιν, ἵνα ἔμφασιν δηλώσῃς τῆς τῶν μνηστήρων ἐπικρατείας, ὅπερ καὶ μᾶλλον δοκεῖ, ὀρθοτονήσεις τὴν πρόθεσιν. Herod. ap. Io. Al. 26, 15.
15 †251. τάχα δή με διαρραίσουσι καὶ αὐτόν: ἐχρῆν ὀρθοτονεῖ‐ σθαι τὴν ἀντωνυμίαν. ἀλλὰ τῷ μὴ ὁρᾶσθαι κατ’ ἀρχὴν τὸ ε οὕτως ἀνέγνωσαν. τοῦτο γὰρ ἐπακολουθεῖ τοῖς πρωτοτύποις. ἐχρῆν δὲ αὐ‐ τοὺς ἐπιγνῶναι ὅτι κρᾶσις δύναται ἐπακολουθεῖν (sc. δὴ ’μέ) καὶ οὕτως ῥῶσαι τὴν ὑγιῆ ἀνάγνωσιν. Il. Pr. Ι 614.
20 252. τὸν δ’ ἐπαλαστήσασα: τὸ ἐπαλαστήσασα δηλοῖ τὸ ἐπὶ τοῖς λεχθεῖσιν ὡς ἀλάστοις καὶ δεινοῖς οὖσι δεινοπαθήσασα. ἐὰν δὲ ᾖ χωρὶς τοῦ ε παλαστήσασα, ἔσται τῷ παλαιστῇ, ὅ ἐστι τῷ ἀγκῶνι τῆς χειρός, νύξασα. EVQ. 272. αὔριον: ψιλωτέον τὸ αὔριον. ἡ μὲν γὰρ αυ δίφθογγος
25πρὸ συμφώνου ψιλοῦται αὐλός αὔρα, αὔω τὸ φωνῶ. αὕω δὲ τὸ ξη‐ ραίνω δασύνεται. E. 276. ἕεδνα: δασύνεται τὸ ἕεδνα ὡς τὸ ἕερσα. M. 300. ἔκτα: πολλοὶ συστέλλουσι τὸ α τοῦ ἔκτα νομίζοντες ἀπο‐ κοπὴν εἶναι τοῦ ἔκτανε. ὁ δὲ Ἀρίσταρχος ἐκτείνει. MQ.
30 313. διδοῦσι: ἀπὸ τοῦ διδῶ. οἶδε δὲ αὐτοῦ τὴν κλίσιν ὁ ποιη‐ τής «δῶρα μὲν οὐκέτ’ ὀνοστὰ διδοῖς» (Il. Ι 164)· οἶδε δὲ καὶ τὸ
δίδωμι. EQ.132

3,2

133

320. ὄρνις δ’ ὡς ἀνόπαια: ὁ μὲν Ἀρίσταρχος ἀνόπαια προ‐ παροξυτόνως ἀναγινώσκει ὄνομα ὄρνιθος λέγων· ὁ δὲ Ἡρωδιανὸς ἀνο‐ παῖα ἀντὶ τοῦ ἀοράτως, ἵν’ ᾖ οὐδέτερον πληθυντικὸν ὡς τὸ «πυκνὰ μάλα στενάχων» (Il. Σ 318). διὸ καὶ προπερισπαστέον φησίν. EHQR.
5 326. εἵατ’ ἀκούοντες: δασυντέον τὸ εἵατο. ἕατο γάρ ἐστι. τὸ δὲ ι προσελθὸν τηρεῖ τὸ αὐτὸ πνεῦμα ἕως εἵως, ἕνεκα εἵνεκα. EHMQ. 379. δῷσι: ὡς τὸ «δῷσι πόλιν Τροΐην» (Α 129). M. τὸ σι κατ’ ἐπέκτασιν. B. †395. πολλαὶ ἐν ἀμφιἅλῳ Ἰθάκ: ἡ ἁλός γενικὴ ἐν τῇ συν‐
10θέσει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα Εὐρύαλος, Ἀμφία‐ λος, Ἀστύαλος· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα «πολλαὶ ἐν ἀμφιἅλῳ Ἰθάκῃ» «ἀγχίἁλόν τ’ Ἀντρῶνα» (Β 697), ὕφαλος. Il. Pros. Ο 705. 415. ἥντινα μήτηρ: τινὲς ψιλοῦσι τὸ «ἥντινα μήτηρ», ἵν’ ᾖ
15εἴ τινα. ἄμεινον δέ ἐστι δασύνειν. EQS. 428. δαΐδας: δαΐς ὀξυτόνως ἡ λαμπάς, δάϊς δὲ βαρυτόνως ἡ μάχη. S. 429. Εὐρύκλει’ Ὦπος θυγάτηρ: Ὦπος προπερισπαστέον διὰ τὴν ἀντέκφρασιν πρὸς τὸν ὀφθαλμόν. V.
20443. †οἰὸς ἀώτ: δισυλλάβως τὸ οἰός ἕνεκα μέτρου. Il. Pr. Γ 198.
21tΕΙΣ ΤΗΝ Β.
221. ἦμος: τὸ ἦμος τροχαϊκόν ἐστι καὶ διὰ τοῦτο ψιλοῦται. E. 23. ἀλλ’ οὐδ’ ὧς: περισπαστέον τὸ ὧς. H. 28. νῦν δὲ τίς ὧδ’ ἤγειρε: τὸ τίς πυσματικὸν ἐνθάδε τυγχά‐
25νον φυλάσσει τὸν ἴδιον τόνον. HMQS. 29. ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν; 30. ἦε τιν’ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο; 32. ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ’ ἀγορεύει; οὗτοι (sc. v. 29) μὲν ἐγκλίνονται διαζευκτικοὶ ὄντες, οἱ δὲ ἑξῆς (v. 30
30et 32) περισπῶνται· ἐρωτηματικοὶ γάρ. HS. 31. ἥν χ’ ἥμιν σάφα εἴποι: ἀπολύτως ἡ ἀντωνυμία, διὸ τὴν προτέραν ὀξυντέον. HS.
33. εἴθε οἱ αὐτ: ἀπολύτως ἡ οἱ. H.133

3,2

134

†58. οὐ γὰρ ἔπ’ ἀνὴρ οἷος Ὀδυσσεύς: τὴν ἐπί πρόθεσιν κατὰ τὴν ἄρχουσαν ὀξυτονητέον. ἔστι γὰρ σημαντικὴ ῥήματος ἡ πρό‐ θεσις. Il. Pros. Α 174. 60. ἦ καὶ ἔπειτα: οἱ μὲν γράφουσι περισπωμένως· οἱ δὲ ὀξυ‐
5τόνως. καλῶς δὲ ἔχουσι καὶ τὰ δύο. H. 88. ἥ τοι περὶ κέρδεα οἶδεν: οὐκ ἀναστρεπτέον τὴν περί. ἔστι γὰρ περίοιδεν. M. 89. ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ’ εἶσι τέταρτον: προπερισπαστέον τὸ εἶσι· σημαίνει γὰρ τὸ διελεύσεται. M.
10 106. τρίετες: προπαροξυτόνως. H. 114. τῷ ὅτε: ὅτεῳ ὡς Πηνέλεῳ. τὸ γὰρ τῷ μετὰ τὸ γενέσθαι ὅτῳ διῃρέθη ὡς τὸ ὅτου ὅτεο καὶ ἐν πλεονασμῷ τοῦ τ «εἰρήσεται ὅττεό σε χρή» (α 124). EM. †119. ἐϋπλοκαμῖδες Ἀχαια: τὰ εἰς ις λήγοντα θηλυκὰ
15ὀξυνόμενα, εἰ ἐν τῇ συνθέσει φυλάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, πλοκαμίς «ἐϋπλοκαμῖδες Ἀχαιαί». Il. Pr. Β 175. 139. δαῖτας: ἀπὸ τοῦ δαίς δαιτός προπερισπωμένως, εἰ δὲ ἀπὸ τοῦ δαίτη δαίτης παροξυτόνως. S.
20 146. τὼ δ’ αἰετ: τινὲς τὸ τω περισπῶσιν ἐπὶ τοῦ Τηλεμάχου ἀκούοντες. HQS. †153. παρειάς: Ἡρωδιανὸς ἐν τῇ βίβλῳ φησὶ τῆς Ὀδυσ‐ σειακῆς προσῳδίας τὸ φορβειά διὰ τῆς ει διφθόγγου γράφεσθαι καὶ ὀξυτόνως. Schol. ad Aristoph. Av. 861.
25 157. Ἀλιθέρσης: τὸ Ἀλιθέρσης ψιλωτέον, εἰ καὶ παρὰ τὸ ἅλς ἐγένετο, εἰς ἰδιότητα τοῦ ὀνόματος. EM. 185. ἀνἱείης: δασυντέον· ἔστι γὰρ ἀντὶ τοῦ ἀναπείθοις, ἀπὸ μεταφορᾶς τῶν κυνηγῶν τῶν ἐφιέντων τοὺς ἱμάντας τοῖς κυσί. ψιλοῖ δὲ Ἑλλάνικος παρὰ τὴν ἀνίαν ἐκδεχόμενος τὸ λυποίης. εἰ δὲ τοῦτο,
30ἐχρῆν γράφειν ἀνιῴης· τοιαύτη γὰρ ἡ δευτέρα συζυγία. HMQRV. 210. ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι: παροξυτόνως ἡ
ὑμέας ἀντωνυμία. ἔστι γὰρ ἀντιδιασταλτική. M.134

3,2

135

222. χεύω: Ἡρωδιανὸς χεύω, ἵν’ ᾖ ἐνεστὼς ἀντὶ τοῦ μέλλον‐ τος. HM. 237. σφὰς γὰρ παρθέμενοι: ὀξυτονητέον τὴν σφάς. κτητικὴ γὰρ ἀντὶ τοῦ σφετέρας. BMQS.
5 240. ἄνε: σὺν τῷ ι τὸ ἄνεῳ· εὐθεῖά ἐστι πληθυντικὴ ἀπὸ τοῦ ἄνεως. HM. 281. τ: γράφεται καὶ τώ μετὰ ὀξείας. H. 300. ἀνιεμένους: δασέως ἀπὸ τοῦ ἵημι. QER. 325. ἦ μάλα Τηλέμαχος φόνον ἥμιν μερμηρίζει.
10
ἤ τινας ἐκ Πύλυ ἄξει ἀμύντορας ἠμαθόεντο
ς,
ἢ ὅγε καὶ Σπάρτηθε
ν, ἐπεί νύ περ ἵεται αἰνῶς·
ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλε
ι. Ὁ μὲν πρῶτος η περισπᾶται, οἱ δὲ ἑξῆς ἅπαντες ἐγκλίνονται πλὴν τοῦ δευτέρου, ὃς ὀξύνεται διὰ τὸ τινάς. M.
15 370. οὐδ’ ἀλάλησθαι: προπαροξυτόνως. δηλοῖ γὰρ τὸ πλα‐ νᾶσθαι. MS. 434. πεῖρε κέλευθον: τὸ πεῖρε ἀντὶ τοῦ ἐπέρα. ἔνθεν καὶ τὸ «ἀλεγεινά τε κύματα πείρων» (Od. θ 183). EBQ.
19tΕΙΣ ΤΗΝ Γ.
20 7. πεντακόσιοι: οὕτω διὰ τοῦ α πεντακόσιοι Ἀρίσταρχος καὶ Ἡρωδιανός. HMQS. 8. ἑκάστοθι: ἐν ἑκάστῳ τόπῳ Ἀρίσταρχος καὶ Ἡρωδιανός. τινὲς δὲ ἑκάστοθεν, ὅ ἐστιν ἐξ ἑκάστης πεντηκοστύος. προπαροξύνεται δὲ ἀμφότερα. HMQS.
25 10. οἳ δ’ ἰθὺς καταγοντο ἰδ’ ἱστία: Ἀρίσταρχος κάταγον, εἶτα τοὶ δ’ ἱστία. ὁ δὲ Ἡρωδιανὸς κατάγοντο· ὅμοιον καὶ ἐπὶ τοῦ
«νίζον καὶ προτίθεντο ἰδὲ κρέα πολλὰ δατεῦντο» (Od. α 112). HM.135

3,2

136

14. οὐδηβαιόν: ἄδηλον πότερον ἐκ συναλοιφῆς ἐστι τὸ η ἢ τοῦ ἠβαιόν τρισυλλάβου. οἱ δὲ νεώτεροι βαιόν φασι. HMQ. 28. γενέσθαί τε τραφέμεν τε: οὐκ ἔστιν ἀναδιπλασιασμὸς τὸ «τε τραφέμεν», ἀλλὰ σύνδεσμος. MQ.
5 34. αθροοι: ἁθρόοι Ἀρίσταρχος, τινὲς δὲ τὸ ἄθροοι ὡς ἄχροοι τῇ προσῳδίᾳ ἀναγινώσκουσιν. HM. 35. ἑδριάασθαι: τὸ δεύτερον συνέσταλται α ἐν τῷ ἑδριάασθαι. H. †46. δέπᾳ μελιηδέος οἴνου: σὺν τῷ ι γράφεται. Il. Pr. Λ 385. μελιηδέος: δασυντέον τὸ μελιηδέος. H.
10 50. τοὔνεκά σοι: ἐχρῆν ὀρθοτονεῖν τὴν σοί. Ζηνόδοτος δέ «τοὔ‐ νεκά τοι» γράφει ἀγνοῶν ὅτι ἐπὶ τῆς διαστολῆς οὐ λαμβάνεται ἡ τοι. HMQ. 59. σύμπασιν: σύνθετον τὸ σύμπασι· διὸ προπαροξύνεται. H. †69. μεταλλῆσαι καὶ ἔρεσθαι: ἐν ἑτέροις διαλαμβάνων περὶ
15τοῦ «μεταλλῆσαι καὶ ἔρεσθαι» ἀξιούντων πάντων τὸ ἐρέσθαι ὁμοίως τῷ πυθέσθαι, ἐπειδήπερ ὁ δεύτερος ἀόριστός ἐστιν, ἀπεφηνάμην ὡς ἡ παρά‐ δοσις τρίτην ἀπὸ τέλους ἐποίησε τὴν ὀξεῖαν οὐ τῷ σημαινομένῳ πει‐ σθεῖσα ἀλλὰ τῷ χαρακτῆρι τῆς φωνῆς, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμ‐ φάτων προπαροξύνεται ὄντα ἐνεστῶτος οἷον φέρεσθαι δέρεσθαι, ἃ εἶχε
20τὴν ρε συλλαβὴν πρὸ τέλους τῆς ἀρχούσης συλλαβῆς εἰς τὸ ε ληγούσης —οὕτως καὶ τὸ ἔρεσθαι ἀναδεξάμενον τὸν αὐτὸν χαρακτῆρα προπαρ‐ ωξύνετο οὐ τῷ λόγῳ τοῦ ἀορίστου, τῇ δὲ ὁμοιότητι τῆς φωνῆς. Il. Pr. Π 47. 72. ἤ τι κατὰ πρῆξιν : ὁ πρῶτος η σύνδεσμος ὀξύνεται διὰ
25τὸ τι, ὁ δὲ δεύτερος περισπᾶται. ἐρωτηματικὸς γάρ. PM. 134. τῶ σφεων πολέες: ἐγκλιτικὴ μὲν ἡ σφέων. ὅμως τὸ τῶ πάλιν περισπασθήσεται. 137. ἀγορὴν ἐς πάντας Ἀχαιούς: βούλονται τῆς ἐς προθέ‐ σεως ῥωννύναι τὸν τόνον ἵνα δυνάμει ἀναστροφὴ γένηται κατὰ τὸ ὄρνι‐
30θες ὥς. EH.
149. ἕστασαν: δασύνεται· ἀντὶ γὰρ τοῦ εἱστήκεισαν ἐστί. M.136

3,2

137

170. ἢ καθύπερθε: ὁ ἤ σύνδεσμος δύο τόνω ἐπιδέχεται ἢ περι‐ σπωμένην ἢ βαρεῖαν, ὅπερ κάλλιον. E. 179. μῆρ’: μῆρα ὡς μῆλα. HQ. 195. ἐπισμυγερῶς: περισσὴ ἡ ἐπί ὡς ἐν τῷ «βοῶν ἐπιβουκό‐
5λος» (422). BEHQ. 214. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι ἦ σέ γε λαο: ὁ μὲν πρῶτος ἤ ὀξύνεται, ὁ δὲ δεύτερος περισπᾶται. H. 219. περικήδετο: ὑφ’ ἓν τὸ περικήδετο ἀντὶ τοῦ ὑπερεκήδετο· οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. HM.
10 †247. σὺ δ’ ἀληθὲς ἐνίσπες: τὸ προστακτικὸν πρὸ τέλους ἔχει τὴν ὀξεῖαν, τὸ δὲ ὁριστικὸν προπαροξύνεται. Il. Pr. Ω 388. 255. ἤτοι μὲν τάδε κ’ αὐτὸς ὀΐεαι: τὸ πλῆρές ἐστι τῆς συνα‐ λοιφῆς κέν ἀντὶ τοῦ δή. τὸ δὲ ὅμοιον ἐν Ἰλιάδι (Ζ 260) «ἔπειτα δέ κ’ αὐτὸς ὀνήσεαι». HM.
15 268. εἴρυσθαι: ὥσπερ γίνεται ἀπὸ τοῦ εἰλίσσω εἰλίξας, οὕτως καὶ ἀπὸ τοῦ εἰρύω εἴρυμι τὸ εἴρυσθαι. B. 272. τὴν δ’ ἐθέλων: Ὅμηρος τρισυλλάβως. H. †296. ἐς Φαιστόν: ὀξύνεται τὸ Φαιστόν ἐπὶ τῆς πόλεως, ἐπὶ δὲ τοῦ ἥρωος προπερισπᾶται. Il. Pr. Ε 43.
20 380. ἵληθι: ἀπὸ τοῦ ἵλημι. διὰ τὸ μέτρον ἐκτέταται ἡ παραλή‐ γουσα ὡς ἐν τῷ «δίδωθι δέ μοι κλέος ἐσθλόν». ὑγιῶς οὖν Καλλίμαχος ἔκλινεν «ἵλαθί μοι, φαλαρῖτι πυλαιμάχε». 391. ενδεκάτῳ ἐνιαυτ: ἀμφίβολον κἄν τε δεκάτῳ κἄν τε ἑν‐ δεκάτῳ. E.
25 392. ὤϊξεν: τὸ ι προσγεγραμμένον· ἐξεφωνήθη δὲ καὶ τὸ ι. E. 402. αὐτὸς δ’ αὖτε καθεῦδε: γράφεται καὶ «αὐτὸς δ’ αὖτ’ ἐκάθευδε. H. †411. Νέστωρ δ’ αὐτὸς ἔφιζε: συστέλλειν δεῖ τὸ ι καὶ προπαρ‐ οξύνειν τὸ ἔφιζε. Il. Pr. Γ 426.
30 †422. ἐπιβουκόλος ἀνήρ: παρέλκει ἡ ἐπί, διὸ φυλάσσεται ὁ τόνος ὁ αὐτός. Il. Pr. Ι 456. †441. ἑτέρῃ δ’ ἔχεν οὔλας: τὸ οὔλη τὸ ἐπὶ τῶν κριθῶν ἴσως βεβαρυτόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ οὐλή (Od. ω
331). Il. Pr. Τ 26.137

3,2

138

444. Περσεὺς δ’ ἀμνίον εἶχε: ἀμνίον ὡς πηνίον. HM. Ζηνό‐ δοτος δὲ ἐν ταῖς ἀπὸ τοῦ δ γλώσσαις τίθησι τὴν λέξιν. M. καὶ Νίκανδρος δὲ καὶ Θεοδωρίδας ἀπὸ τοῦ δάμνασθαι προφέρονται ἀσυνδέτως δαμνίον· Πορσίλος (?) δὲ ὁ Ἱεραπύτνιος παρὰ Ἱεραπυτνίοις ἔτι σώζεσθαι τὴν
5φωνὴν αἱμνίον δασέως μετὰ τοῦ ι κατ’ ἀρχὴν προφερομένην παρὰ τὸ αἷμα. καὶ Ἀπολλόδωρός φησιν ὡς εἰκὸς ἦν καὶ παρὰ τῷ ποιητῇ οὕτως αὐτὸ προφέρεσθαι, ὑπὸ δέ τινων περιῃρῆσθαι τὸ ι. HMQR. 490. νύκτ’ ἄεσαν: συνέσταλται τὸ α· ἀλλαχοῦ δὲ «νύκτα μὲν ἀέσαμεν» (Od. γ 151). HQ.
10tΕΙΣ ΤΗΝ Δ.
11 1. κητώεσσαν: ὥσπερ τὸ ἡβώωσα ἐκτείνει διὰ τὸ εἶναι τὸ πρὸ αὐτῆς μακρὸν τὸ η καὶ τὸ τηλεθόωσα σμικρύνει διὰ τὸ εἶναι τὴν πρὸ αὐτῆς συλλαβὴν βραχεῖαν ἤτοι τὸ λε—οὕτω κητώεις καὶ ὠτώεις καὶ κηώεις καὶ ὅσα τοιαῦτα ἐκτείνει, συστέλλει δὲ τὸ ἐρόεις κερόεις ἐρόεσσα
15κερόεσσα ἠερόεσσα καὶ ὅσα τοιαῦτα. E. 3. ἔτῃσιν: ψιλῶς ἔτῃσιν εἴτε ἐπὶ τοῦ πολίτου εἴτε ἐπὶ τοῦ ἑταίρου. M. 10. υἱέϊ: τρισυλλάβως· «υἱέϊ σῷ ἑπόμην» (Il. Γ 174). Q. 26. τώδε: παροξυτονητέον, ἵνα νοηθῇ δυϊκόν. M.
20 28. ἀλλ’ εἴπ’ ἤ σφωϊν: ἐγκλιτέον τὸ σφωϊν, ἵνα τρίτον γένηται πρόσωπον. M. 29. ἦ ἄλλον: περισπαστέον τὸν ἦ ἐρωτηματικόν. B. 31. Βοηθοίδη: τετρασυλλάβως· ὅμοιον δέ ἐστι τοῦ «Πανθοίδης Εὔφορβος» (Π 808). HM.
25 62. οὐ γὰρ σφῶν γε γένος: χωρὶς τοῦ ι ἡ σφῶν, ὡς Ἀρίσταρ‐ χος καὶ Ἡρωδιανός. Ἀπολλώνιος δὲ ἐν τῷ περὶ ἀντωνυμιῶν (p. 110) γράφει αὐτὴν μετὰ τοῦ ι, ἵν’ ᾖ δευτέρου προσώπου κατὰ συναίρεσιν.
ἀλλ’ οὐκ ἔστι ποτὲ παρὰ τῷ ποιητῇ γενικὴ καὶ δοτικὴ μὴ ἐκφωνοῦσα138

3,2

139

τὸ ι. τὸ γὰρ ὤμοιν καὶ ποδοῖν λέγει ὤμοιϊν καὶ ποδοῖϊν καὶ τὸ τοῖν μετὰ τοῦ ι λέγει τοῖιν δισυλλάβως. HM. 70. ἵνα μὴ πευθοίαθ’ οἱ ἄλλοι: οὕτως Ζηνόδοτος. ὁ δὲ Ἀρί‐ σταρχος πευθοίατο ἄλλοι χωρὶς τοῦ ἄρθρου ὡς Ἡρωδιανός φησιν. HM.
5 83. καὶ Αἰγυπτίους ἐπαληθείς: ἐπαληθείς πλανηθείς. οἱ δὲ «ἐπ’ ἀληθεῖς» ἐπὶ τοὺς ἀληθεῖς Αἰγυπτίους ὅτι μαντικῆς ἔμπειροι. V. 94. ὔμμιν: Αἰολικῶς ψιλοῦται. E. 119. ἕκαστα τε πειρήσαιτο: ἔνιοι γράφουσι κακῶς ἕκαστα τ’ ἐπειρήσαιτο ἀντὶ τοῦ ἐπερωτήσειεν. HMQ.
10 123. μ’ Ἀδρήστη: τρισυλλάβως τὸ Ἀδρήστη ὡς Ἡρωδιανὸς καὶ Ἀρίσταρχος καὶ κύριον ἀκουστέον· τινὲς δὲ δρήστη οἱονεὶ θερά‐ παινα (sc. ἅμα δρήστη). HM. †131. ὑπόκυκλον: κατὰ σύνθεσιν ἀναγνωστέον. Il. Pr. Σ 375. 165. ἔωσιν: ὡς λέγωσι, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. σημαίνει γὰρ
15ὑπάρχωσιν· ὅτε δὲ ἀπὸ τοῦ ἐῶ ἐᾷς κέκλιται, προπερισπαστέον «οὐ μέν ς’ οὐδ’ ἐῶσιν» (δ 805). HQR. 166. οὐδέ οἱ ἄλλοι: ἐγκλιτικὴ νῦν ἐστιν ἡ οἱ, διὸ τοῦ συνδέσμου φυλακτέον τὸν τόνον. H. 221. κακῶν ἐπίληθον ἁπάντων: ὁ Ἀσκαλωνίτης προπερισπᾷ
20μετοχὴν ἀκούων. Ἀρίσταρχος δὲ προπαροξύνει ὄνομα ἐκδεχόμενος. οὕτω δὲ καὶ ἡμῖν ἀρέσκει, ἐπεὶ καὶ τὰ προκείμενα ἐπίθετα ἦν «νηπεν‐ θές τ’ ἄχολόν τε». HQ. 228. Πολύδαμνα: εἴτε κύριόν ἐστιν ὄνομα ἡ Πολύδαμνα ὡς Μήθυμνα, εἴτε ἐπιθετικὸν τῶν φαρμάκων, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα.
25βέλτιον δὲ ὄνομα κύριον αὐτὸ δέχεσθαι, ἐπεὶ καὶ Εὐφορίων ἐν Διονύσῳ φησὶ «βλαψίφρονα φάρμακα χεῦεν, ὅσς’ ἐδάη Πολύδαμνα, Κυτηϊὰς ἢ ὅσα Μήδη». HQ. Θῶνος παράκοιτις: ἀπὸ τοῦ Θόωνος (sc. κατὰ κρᾶσιν)· τὸν αὐτὸν δὲ λέγουσιν εἶναι τὸν Θῶνιν (sc. sic ut Θῶνος per syncopen
30ex Θώνιος factum esse sumatur). Q. 242. ἀλλ’ οἷον τόδ’ ἔρεξε: Παρμενίσκος ἐψίλου τὸ οἶον, ἵν’
ᾖ τοῦτο μόνον ἐρῶ. ἄμεινον δὲ θαυμαστικῶς ἀναγινώσκειν. HPQ.139

3,2

140

244. αὐτόν μιν: ψιλῶς. οὐκ οἶδε τὴν αὑτὸν σύνθετον ὁ ποιη‐ τής. H. 260. χαῖρ’ ἐπεὶ ἤδη μοι: ἄμεινον τὸν ἤδη χρονικῶς δέχεσθαι κατὰ Ἀρίσταρχον. Κράτης δὲ δύο ποιεῖ ἦ καὶ δή, διὸ καὶ περισπᾷ
5τὸ η. οὐδέποτε δὲ ὁ ἦ ὢν βεβαιωτικὸς μεταξὺ τοῦ ἐπεί καὶ τοῦ δή εὑρέθη. HQ. 294. τράπεθ’ ἥμεας: ἀπόλυτος ἡ ἥμεας. διὸ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. H. 304. καθεῦδε: προπερισπωμένως τὸ καθεῦδε. H.
10 311. Τηλεμάχῳ δὲ πάριζεν: ἐὰν ἓν μέρος λόγου ᾖ τὸ πάρι‐ ζεν, προπαροξυνθήσεται ὡς «Νέστωρ αὖ τότ’ ἔφιζεν» (γ 411). ἐὰν δὲ ἡ παρά πρὸς τῷ Τηλεμάχῳ συντάσσηται, προπερισπᾶται. οὐκ ἀνα‐ στρέφεται δὲ ἡ παρά, ἐπεὶ κατ’ ἔκθλιψίν ἐστιν. ἄλλως τε καὶ μέσον πέπτωκεν ὁ δέ. Q.
15 371. νήπιός εἰς: ἐγκλιτικὸν τὸ εἰς. E. 372. ἠὲ ἑκὼν μεθίεις: ἄμεινον κοιμίζειν τοῦ ἠέ τὴν ἐπὶ τέλους ὀξεῖαν, ἵνα γένηται διαζευκτικός. ὅτε γάρ ἐστι διαπορητικὸς ὁ η, περι‐ σπᾶται ὡς τὸ «ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν» (Α 192). EQ. 386. ὑποδμώς: παρέλκει ἡ ὑπό, διαφυλάττει δὲ τὴν ὀξεῖαν. EQ.
20 †396. μή πως με προϊδών: τὸ πῶ καὶ πῶς ἐμελέτησεν ἐγκλι‐ τικῶν ἐπιφερομένων μὴ ὀξυτονεῖσθαι. Il. Pr. Υ 464. 419. πιέζειν: πιέζειν ὡς δικάζειν. φησὶ γοῦν «ἐπὶ μάστακα χειρὶ πίεζε» (287). Ἀπίων μέντοι περισπᾷ «χερσὶ στιβαρῇσι πιέζευν» (μ 174). Q.
25 423. εἴρεσθαι ὡς φθείρεσθαι, ἔστι γὰρ ἐνεστῶτος καὶ παρατα‐ τικοῦ. P. †500. Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσε: τὸ Γυρῇ‐ σιν εἰ καὶ ἰδίως λέγεται, ἀλλ’ ὅμως ἔχει τάξιν ἐπιθετικήν. Mon. 17, 30. 527. μή ἑ: νῦν ἐγκλιτική ἐστιν ἡ ἑ. P.
30 545. πείρα: βαρυτόνως καὶ χωρὶς τοῦ ι. προστακτικὸν γάρ ἐστιν. PT. 546. ἢ γάρ μιν ζωόν γε κιχήσεαι ἤ κεν Ὀρέστης: διαζευ‐ κτικοί εἰσιν οἱ δύο σύνδεσμοι. διὸ ὁ μὲν πρῶτος βαρεῖαν δέχεται, ὁ
δὲ δεύτερος διὰ τὸν κέ ἐγκλιτικὸν ὄντα τηρεῖ τὴν ὀξεῖαν. Q.140

3,2

141

619. κεῖς’ ἐμ: ὀρθοτονητέον τὸ ἐμέ. HP. 642. καὶ τίνες: οἱ μὲν τὸν καί ὀξύνουσιν, ἵν’ ᾖ καί τινες αὐτῷ. κακῶς· ἐγράφετο γὰρ ἂν κ’ εἴ τινες. HP. 643. ἦ ἑο: ὁ μὲν ἦ περισπᾶται. διαπορητικὸς γάρ. ἡ δὲ ἑοί
5ἀντωνυμία κτητική ἐστιν ἐν πλεονασμῷ τοῦ ε. P. 652. μεθ’ ἡμέας: πρὸ τέλους ἡ ὀξεῖα. ὀρθοτονεῖται γὰρ διὰ τὴν πρόθεσιν καὶ τὴν ἔμφασιν. P. 659. ἄμυδις: ψιλωτέον τὸ ἄμυδις. δῆλον κἀκ τῆς συναλοιφῆς «οἵ τ’ ἄμυδις κονίης» (Ν 336). PQ.
10 †664. φάμεν δέ οἱ οὐ τελέεσθαι: τὸ ἔφαμεν ἐντελές ἐστιν. Il. Pr. Ο 735. 665. ἐκ τοσσωνδε: οἱ πλείους ὡς δύο μέρη τοῦ λόγου ἀνέγνω‐ σαν ἐν δυσὶ ὀξείαις ὡς τὸ «τοίῃ δ’ ἀμφὶ γυναικί» (Γ 157). ὁ δὲ Ἀσκα‐ λωνίτης περισπωμένως κατ’ ἐπέκτασιν. PQ.
15 667. ἀλλὰ οἷ αὐτ: ἐχρῆν ὀρθοτονεῖν τὴν οἱ. ἔστι γὰρ ἀντι‐ διασταλτικὴ καὶ προηγεῖται τῆς αὐτός. ἀλλ’ ὅμως ἐγκλιτικῶς ἀνε‐ γνώσθη. H. †683. σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι: ἡ σφίσι καίπερ εἰς ἁπλῆν μεταλαμβανομένη ὀρθοτονεῖται· οὐ γὰρ δὴ οἱ μνηστῆρες τὴν
20δαῖτα ἑαυτοῖς παρεσκεύαζον, ἕτεροι δὲ αὐτοῖς. Il. Pr. Δ 2. 686. οἳ θάμ’ ἀγειρόμενοι: διχῶς οἵ θ’ ἅμα καὶ οἳ θαμά, ὃ καὶ ἄμεινον ὡς καλά. HP. †728. ἀκλέα ἐν μεγάρῳ (nunc ἐκ μεγάρων): συσταλτέον τὴν τελευταίαν τοῦ ἀκλέα ὁμοίως τῷ «δυσκλέα Ἄργος ἱκέσθαι» (Β 115).
25Il. Pr. Β 115. 744. ἢ ἔα ἐν μεγάρ: τινὲς δασύνουσι τὸ ἥ ὡς ἄρθρον. τὸ δὲ ἔα ῥῆμα πρώτου προσώπου φασίν, ἵν’ ᾖ, ἥτις ἤμην ἐν τῷ μεγάρῳ. PQ. 753. ἡ γάρ κέν μιν: δασυντέον τὸ ἡ. ἔστι γὰρ ἀντὶ ἀντωνυ‐ μίας τῆς αὕτη. P.
30 σαώσαι: πρὸ τέλους ἡ ὀξεῖα. ἔστι γὰρ εὐκτικόν. P. 782. τροποῖς: περισπωμένως. δηλοῖ γὰρ τοὺς τροπωτῆρας, περὶ οὓς αἱ κῶπαι τρέπονται καὶ στρέφονται ἐν ἱμᾶσι τοῖς περιδεδεμένοις ταῖς κώπαις. V. 800. εἵως: δασυντέον τὸ εἵως. H.
35806. ἀκάχησθαι: οἱ πλείους ἀκάχησθαι ὡς λέγεσθαι ὡς Αἰολι‐
κῆς τῆς κλίσεως οὔσης. ὁ δὲ Ἀσκαλωνίτης ὡς πεποιῆσθαι. HP.141

3,2

142

807. ἀλιτήμενος: τὸ ἀλιτήμενος εἰ μὲν παροξύνεται, παρακεί‐ μενός ἐστι κατὰ συστολὴν τῆς ἀρχούσης· εἰ δὲ προπαροξύνεται, ἐνεστώς ἐστιν Αἰολικὸς ὡς ἀλαλήμενος καὶ ἀκαχήμενος. T. 846. ἔνι: ἔνεισι. διὸ ἀναστρέφεται. P.
5tΕΙΣ ΤΗΝ Ε.
6 16. οὐ γάρ οἱ πάρα νῆες: ἀναστρεπτέον τὴν πάρα. ἀντὶ γὰρ τοῦ πάρεισι ἐστίν. P. 27. παλιμπετές: ἀντὶ τοῦ παλιμπετεῖς ὡς «ἐς δ’ ἐρέτας ἐπιτη‐ δὲς ἀγείρομεν» (Α 142). BP.
10 38. ἐσθῆτά τε δόντες: ψιλωτέον τὸ ἐσθῆτα. πᾶν γὰρ φωνῆεν τὸ ς ἔχον ἐπιφερομένου δασέος ψιλοῦται, ἀσχάλλων, ἄσθμα, ἐσθλός, ὄσχος. BHP. 39. Τροίης ἐξήρατο: Τροίης δισυλλάβως, ἵνα τὴν χώραν ἀκού‐ σωμεν. P.
15 40. λαχὼν ἀπὸ ληΐδος αἶσαν: ἡ ἀπό παρέλκει. διὸ τηρεῖ τὸν τόνον. P. 47. εἵλετο δὲ ῥάβδον: βραχὺ τὸ α τοῦ ῥάβδον. P. †51. λάρῳ ὄρνιθι ἐοικώς: τὸ λάρος βαρυνόμενον συστέλλειν θέλει τὸ α. Mon. 35, 16.
20 71. ἄλλυδις ἄλλη: τὸ ἄλλη εὐθεῖα, ὅθεν οὐδὲ τὸ ἰῶτα προσ‐ γραπτέον. P. 72. λειμῶνες μαλακοὶ ἴου: τινὲς περισπῶσιν, ἵν’ ᾖ κατὰ συνα‐ λοιφὴν (sc. μαλακοῖ’ ἴου), οὐκ εὖ. H. 83. ἐρέχθων: ὡς κατέσθων. δῆλον δὲ ἐκ τοῦ «νῆα θοὴν ἐρε‐
25χθομένην ἀνέμοισι» (Ψ 317). P. 106. ἄστυ πέρι: ἀναστρεπτέον. ἔστι γὰρ περὶ ἄστυ ὡς «ἀμφὶ πόλιν Καλυδῶνα» (Ι 530). HP. 110. ἀπέφθιθεν: ὡς κόσμηθεν. HPQ. 123. ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγν: Ἀπίων τὸ
30ἁγνή περισπᾷ κατὰ δοτικὴν ἀκούων ἐν Ὀρτυγίῃ ἁγνῇ. HPQ. 129. ἄγασθε: ὡς δύνασθε τοῦ δευτέρου α συστελλομένου. δυνα‐ τὸν δὲ καὶ ὡς ἠγᾶσθε. οἶδε γὰρ αὐτοῦ καὶ τὸ κατὰ διαίρεσιν ὡς τὸ «θεαῖς ἀγάασθε» (119) καὶ «τόφρα οἱ ἠγάασθε θεοί» (122). P. 146. νῦν· τὸ νῦν ἔφαμεν ἐκτείνεσθαι παρὰ τῷ ποιητῇ, εἰ μὴ μέ‐
35τρον κωλύοι. P.142

3,2

143

163. ἴκρια: ὡς ἴχνια. HP. 182. ἦ δ: περισπαστέον τὸν η. ἔστι γὰρ βεβαιωτικός. P. 196. ἐτίθει πάρα πᾶσαν: ἀναστρεπτέον τὴν πρόθεσιν. P. †208. ἔνθα δέ κ’ αὖθι μένων: ἔνθα δὲ δύο μέρη λόγου
5Il. Pr. Ι 398. ἔστι δεικτικὸν τῆς ἐν τόπῳ σχέσεως, ὥστε πρὸ τῆς δε συλλαβῆς ἡ ὀξεῖα. Il. Pr. Υ 390. 236. στειλειόν: ὀξυτονητέον τὸ στειλειόν. PQ. 240. περίκηλα: Ἀρίσταρχος ὥσπερ ξηρὰ ἐκδεχόμενος τὰ περι‐ κεκαυμένα ὑπὸ ἡλίου· Χρύσιππος δὲ διῄρει, περὶ κῆλα περισσῶς ξηρά. P.
10 248. ἁρμονιῇσιν: προπερισπωμένως. ἔστι γὰρ Ἰώνων ὁ κατα‐ βιβασμός. HP. †272. ὀψὲ δύοντα Βοώτην: τὸ ὀψὲ δύοντα ἐν δυσὶ μέρεσι λόγου. εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ ι ἐγράφετο. Il. Pr. Φ 232. 281. εἴσατο δ’ ὡς ὅτε ῥινόν: οἱ μὲν ἀναγινώσκουσι ὡς ὅτε
15ῥινόν ἐκδεχόμενοι ὡσανεὶ δέρμα βοὸς ἐφηπλωμένον τοῖς ὕδασι. ὁ δὲ Ἀρίσταρχος ὡς ὅτ’ ἐρινόν ἐρινὸν παραλαμβανόμενος αὐτὴν τὴν συκῆν κατὰ μεταβολὴν γένους ὡς ὁ δίφρος τὸ δίφρον. τὸν γὰρ καρπὸν μὴ νοεῖσθαι, ἐπεὶ βραχύς ἐστι πάνυ. οὐ μέντοι Ἀριστάρχῳ συγκατατί‐ θεμαι. VPT.
20 290. ἅδην: δασέως τὸ ἅδην. BPQ. 319. τὸν δ’ ἄρ’ ὑπόβρυχα θῆκε: εἴτε ἐπίρρημα εἴτε ἀπὸ τοῦ ὑπόβρυξ, προπαροξυνθήσεται. BEPQ. 329. 330. καὶ τὸ ἀμπεδίον καὶ τὸ ἀμπέλαγος διὰ τοῦ μ γρα‐ πτέον. P.
25335. θεῶν ἐξέμμορε τιμῆς: δύναται πρὸς ἀμφοτέρας χωρεῖν
ἡ λέξις.143

3,2

144

346. τανύσσαι: τὸ τανύσσαι ἀπαρέμφατον διὰ τὸ βαλέειν. P. 357. ὅτε με σχεδίης ἀποβῆναι ἀνώγει: χωρίζει Ἀριστοφά‐ νης ὅ τε ἀντὶ τοῦ διό τε. HP. 364. πάρα: ἀναστρεπτέον τὴν πάρα. δηλοῖ γὰρ τὸ πάρεστιν. HMT.
5 368. ὡς δ’ ἄνεμος ζαὴς ἠΐων: ὀξυτόνως τὸ ζαής. BHPT. 377. ἀλόω: διαίρεσίς ἐστι τοῦ ἀλῶ, διὸ βαρυτόνως ἀναγνω‐ στέον. PT. 389. πλάζετο: ὁ μὲν Ἀρίσταρχος τὸ πλάζετο Αἰολικῶς ἐκτείνων τὸ α ἐπὶ τοῦ ἐπλήσσετο λαμβάνει, ἔνιοι δὲ ἐπὶ τοῦ ἐπλανᾶτο. PQ.
10 391. αὐτίκ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη: Ἀρίσταρχος ἡ δέ ἄρθρον δεχόμενος τὸ η. οἱ δὲ ἀντὶ τοῦ καί. H. 402. ξερόν: συστολὴ τοῦ η εἰς ε. E. 418. ἠϊόνας τε παραπλῆγας: ὀξυτόνως τὸ παραπλήξ. EPQT. 430. καὶ τὸ μὲν ὧς ὑπάλυξε: τινὲς περιέσπασαν τὸ ὧς, ἵνα
15σημαίνῃ τὸ ὅμως, ἔνιοι δὲ ὤξυναν. BPT. 433. πρὸς κοτυληδονόφιν: ὡς χαλκόφιν. PQ. 436. ὑπὲρ μόρον: δύο εἰσὶ μέρη λόγου. 439. νῆχε παρέξ: ὀξύτονον τὸ παρέξ. P. 478. τοὺς μέν: συνέσταλται Ἰακῶς. P.
20 481. ἔφυν: τὸ ἔφυν συσταλτέον. P. †ἐπαμοιβαδίς: ὀξύνεται. Il. Pr. Ξ 463. †484. ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι: παραδιαζευκτικὸς ὁ ἤ. Il. Pr. Θ 290. ἔρυσθαι: προπαροξυτόνως, ἵνα σημαίνῃ παρατατικόν. P.
25tΕΙΣ ΤΗΝ Ζ.
26 6. οἵ σφεας: ὀξυτονητέον τὸ οἱ ἄρθρον. ἐγκλιτικὸν γάρ ἐστι νῦν ἡ σφέας. P. †12. θεῶν ἄπο μήδεα εἰδώς: ἀναστρέφεται ἡ ἀπό. τὸ γὰρ
ἑξῆς ἐστιν ἀπὸ θεῶν εἰδὼς μήδεα. Io. Al. 27, 10.144

3,2

145

15. ᾧ ἔνι κούρη: ἀναστρεπτέον τὴν ἔνι, ἔστι γὰρ ἐν ᾧ. P. 18. χαρίτων ἄπο κάλλος ἔχουσαι: ἀναστρέφεται ἡ ἀπό. τὸ γὰρ ἑξῆς ἐστιν ἀπὸ χαρίτων κάλλος ἔχουσαι. H. 22. εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος: περισπω‐
5μένου τοῦ ναυσικλειτοῖο. τινὲς δὲ Ναυσικλειτοῖ ὡς Καλυψοῖ. ἔνιοι δὲ ναυσὶ κλειτεῖο ἐν δυσὶ μέρεσι λόγου. ἀμείνων δὲ ἡ πρώτη ναυσικλει‐ τοῖο ἐν τοῖς κατὰ ναυτικὴν ἔργοις ἐνδόξου. PQ. †32. καί τοι ἐγὼ συνέριθος: ἡ τοί ἐγκλιτική ἐστιν. Il. Pr. Α 294. 33. ἐντύνεαι: συστολὴ ἐγένετο ἢ μεταβολὴ ἐγκλίσεως ὡς καὶ
10ἐπὶ τοῦ «ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων» (Ι 409) καὶ «ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν» (ξ 400). P. 40. ἄπο πλυνοί εἰσι πόληος: βαρυτονητέον τὴν ἀπό καίπερ σημαίνουσαν τὸ ἄποθεν, οὐ γὰρ ἐπλησίασε τῇ γενικῇ, ἀλλὰ μεταξὺ ἐδέξατο λέξεις. P.
15 89. ποταμὸν πάρα δινήεντα: Ἀρίσταρχος ἀναστρέφει τοῖς κυ‐ ριωτέροις συντάσσων τὰς προθέσεις. P. 93. κάθηράν τε ῥύπα πάντα: κάθηραν ὡς ἤγειραν. τὸ δὲ ῥύπα οἱ μὲν αἰτιατικὴν ἐν μεταπλασμῷ φασιν, οἱ δὲ ἀπὸ τοῦ ῥύπον. βαρύνεται δὲ ὡς τὰ λύχνα καὶ τὰ δίφρα. BPQ.
20 106. ἀγρονόμοι: παροξυτόνως αἱ ἐν ἀγρῷ νέμουσαι. οὐ γὰρ νεμόμεναι. τινὲς δὲ ἀγρόνομοι λέγουσι. HPQ. 120. ἦ ῥ’ οἵ γ’: ὡς διαπορητικὸν περισπᾶται. P. 125. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδόν: ὁ ἦ περισπᾶται. τὸ δὲ εἰμί ἐγκλίνεται σημαῖνον τὸ ὑπάρχω. P.
25 138. ἄλλυδις ἄλλη: χωρὶς τοῦ ι τὸ ἄλλη. P. 149. θεός νύ τις ἦ βροτός ἐσσι: τὸν η ὁ Ἀσκαλωνίτης περι‐ σπᾷ ἐρωτηματικὸν νομίζων, ὃ καὶ χαριέστερον. οἱ δὲ ἐνέκλιναν ὡς εἰ ἔλεγεν εἴτε θεὸς εἴτε ἄνθρωπος. P. 159. ὅς κέ ς’ ἑέδνοισι βρίσας: ἄμεινον ἐγκλίνειν τὴν σε. H.
30 200. ἦ μή που: περισπᾶται τὸ ἠ, τὸ δὲ μή ὀξύνεται. PH. δυσμενέων φάσθ’ ἔμμεναι: Τυραννίων εὐστέλλει ἀπὸ τοῦ φημί ὁμοίως τῷ «καὶ ἀγγελίην ἀπόφασθε» (Ι 649). τινὲς δὲ ὁμοίως τῷ νικᾶσθε, ὡς καὶ ἐπεκράτησεν. HQ.
264. εἰσίθμη: τὸ εἰσίθμη βαρύνεται ὡς στάθμη. BHQ.145

3,2

146

265. ἐπίστιον: Ἰακὴ ἡ συναλοιφή. τῷ δὲ τόνῳ ὡς ἐπίκριον. Q. 278. ἦ: βεβαιωτικῶς ἀναγνωστέον. H. 280. ἤ: οὗτος ὀξύνεται, ὁ δὲ ἑξῆς (v. 283) περισπᾶται. H. 297. ἥμεας: ἀπόλυτος ἡ ἥμεας. H.
5 330. ζαφελῶς: Ἀρίσταρχος περισπᾷ τὸ ζαφελῶς καὶ οὕτως ἐπε‐ κράτησεν. ἔδει δὲ βαρυτόνως. P.
7tΕΙΣ ΤΗΝ Η.
8 39. ναυσικλυτο: ὡς ἀγακλυτοί ἐν συνθέσει καὶ κατ’ ὀξεῖαν τά‐ σιν. ἡ γὰρ ναυσὶ δοτικὴ παρὰ τῷ ποιητῇ, ὅταν κατ’ ἰδίαν λέγηται, διὰ
10τοῦ η γράφεται «ὡς οἱ μὲν παρὰ νηυσί» (Υ 1) «νηυσὶ θοῇσι τοίγε πεποι‐ θότες» (η 34), διὰ τοῦ α, ὅτε ἐν συνθέσει Ναυσικάα Ναυσίθοος. HPQT. 40. διὰ σφέας: ὀρθοτονητέον τὴν ἀντωνυμίαν διὰ τὴν πρό‐ θεσιν. P. †114. ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκασι: τὰ εἰς σι λήγοντα
15ῥήματα τὴν πρὸ τέλους ἔχει φύσει μακρὰν ἑστήκασι, βεβασιλεύκασι, τετύ‐ φασι, γεγράφασι, νενοήκασιν. οἱ μέντοι ποιηταὶ πολλάκις ἐπὶ τούτοις συστολὰς ποιοῦται. τοιοῦτον καὶ τὸ «ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύ‐ κασι». Mon. 29, 6. 115. μηλέαι: τὸ μηλέαι ὡς ἰτέαι καὶ συκέαι, ὃ κατὰ κρᾶσιν γέ‐
20γονε καὶ συκαῖ ὡς γαλαῖ. P. 152. φίλων ἀπὸ πήματα πάσχω: οὐκ ἀναστρεπτέον τὴν ἀπό. δηλοῖ γὰρ τὸ ἄποθεν. P. 197. κατὰ κλῶθές τε βαρεῖαι—νήσαντο: τὸ κατά πρὸς τὸ νήσαντο. τὸ δὲ κλῶθες μεταπλασμός ἐστι τοῦ κλωθοί ἀπ’ εὐθείας
25τῆς κλωθώ ὡς Σαπφώ, κλωθοί ὡς Σαπφοί. BHPQT. 200. ἄλλο τι: ἐχρῆν δύο εἶναι τὰς ὀξείας ἐν τῷ ἄλλο τι. P. 204. ξύμβληται: προπαροξύτονον. P. 217. ο: δασυντέον τὴν ἕο. πρωτότυπος γάρ ἐστι γενικῆς πτώ‐ σεως. P.
30 221. ληθάνει: τὸ ληθάνει ὡς τὸ «μελάνει δὲ πόντος ὑπ’ αὐτῆς» (Η 64). P. 223. ὥς κ’ ἐμ: ἄμεινον ὀρθοτονεῖν τὴν ἐμέ. HP. 225. δμῶας: διχῶς δμῳάς καὶ δμῶας. P.
239. οὐ δὴ φῄς: ἔνιοι γράφουσι οὐ δὴ φῆς ἀντὶ τοῦ οὐ δὴ ἔφης.146

3,2

147

HP. τὸ γὰρ φης, ὅτε σὺν τῷ ι γράφεται, ἐνεστῶτός ἐστι καὶ ὀξύνε‐ ται· ὅτε δὲ ἄνευ τοῦ ι, παρατατικός ἐστι ἰακῶς ἐκ τοῦ ἔφης γεγονὼς καὶ περισπᾶται. PQ. 251. ἀπέφθιθεν: ὡς κόσμηθεν. HP.
5317. εἰδῇς: Ἀριστοφάνης περισπᾷ τὸ εἰδῇς. P.
6tΕΙΣ ΤΗΝ Θ.
7 35. πρωτόπλοον: τὸ πρωτόπλοος προπαροξύνεται, ὁπότερον ἂν σημαίνῃ, εἰς ἀποφυγὴν τῶν οὕτως παραγομένων διπλόος τριπλόος. Q. 88. κεφαλῆς ἀπὸ φᾶρος ἕλεσκεν: οὐκ ἀναστρεπτέον τὴν
10ἀπό. H. 114. Ἀμφίαλος: τινὲς ψιλοῦσι τὸ Ἀμφίαλος, δύναται μέντοι καὶ δασύνεσθαι. 119. Ἅλιος: προπαροξύνει ἡ συνήθης ἀνάγνωσις Ἡρωδιανοῦ. M. τὸ Ἅλιος προπαροξύνεται ὡς τὸ Ἄνιος Ξένιος Κρόνιος. H.
15 †145. δεῦρ’ ἄγε καὶ σὺ ξεῖνε πείρησαι ἀέθλων: ἐνθάδε κατὰ λόγον δοκεῖ ἡ προστακτικὴ ἀνάγνωσις (sc. προπαροξυτόνησις) κεῖ‐ σθαι· εἰ γὰρ τὸ ἄγε παρακελευστικὸν ἐπίρρημα, ὅπερ σημεῖόν ἐστι προσ‐ τακτικῆς ἐγκλίσεως, οἰκείως καὶ τὰ τῆς ἀναγνώσεως ἐνεγένετο. Il. Pros. Α 302.
20 161. ὅς θ’ ἅμα νηῒ πολυκληΐδι θαμίζων: γράφεται θαμά. H. 183. πείρων: οὐκ ἔστιν ἀπὸ τοῦ περῶ πλεονασμῷ τοῦ ι. οἶδε γὰρ καὶ τὸ «πεῖρε κέλευθον» (β 242). Q. 188. ἢ οἵῳ Φαίηκες: ἤπερ ᾧ Φαίηκες. διασαφητικὸς ὁ η. BQ. 224. οὔθ’ Ἡρακλῆϊ: οὐκ ἀναγκαῖον ἐκτείνειν τὸ ι. ἀπήρτισε
25γὰρ εἰς μέρος λόγου καὶ ἐπέχει τόπον μακρᾶς. Q. 285. χρυσἥνιος: δασύνεται τὸ χρυσἥνιος. H. 307. ἔργα γελαστ: γελαστὰ οὕτως ὀξυτόνως Ἀρίσταρχος καὶ Ἡρωδιανός. H. †317. ἀλλά σφωε δόλος καὶ δεσμός: ἡ σφωέ τρίτου προσώ‐
30που ἐγκλιτική ἐστι, σημαίνουσα τὸ αὐτούς· «τίς τ’ ἄρ σφωε θεῶν» (Α 8), «ἀλλά σφωε δόλος καὶ δεσμός». Il. Pr. Κ 546. †318. ἀποδῷσιν: ἐνταῦθα ἀποδῷ, διὸ καὶ τὸ ι ἔχει προσκείμε‐
νον. Il. Pr. Α 129.147

3,2

148

329. οὐκ ἀρετᾷ κακὰ ἔργα: ἔστι ῥῆμα δευτέρας συζυγίας τῶν περισπωμένων ὡς ἀπατᾷς. ἀρετάω ἀρετῶ τὸ δεύτερον ἀρετάεις. ἀρε‐ τᾷς, τὸ τρίτον ἀρετάει ἀρετᾷ. οἶδε δὲ αὐτὸ καὶ πληθυντικῶς «ἀρετῶσι δὲ λαοὶ ὑπ’ αὐτοῦ» (τ 114). EQ.
5 370. Ἅλιον: προπαροξύτονον. H. 371. μουνάξ: ὀξυτόνως. H. 384. ἑτοῖμα: οὕτως ὁ τόνος, οὐ προπαροξυτόνως. H. 396. Εὐρύαλος δέ ἑ αὐτόν: Ἀρίσταρχος τὴν ἑ ἐγκλίνει καὶ Ἡρωδιανός. H.
10 491. ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας: γρά‐ φεται καὶ ᾗ αὐτὸς ἀντὶ τοῦ καθά. H. 506. τρίχα: βαρυτόνως τὸ τρίχα. H. 531. εἶβεν: ψιλῶς τὸ εἶβεν. H.
14tΕΙΣ ΤΗΝ Ι.
15 11. τοῦτό τι μοι κάλλιστον: ἐγκλιτέον τὸ τι. H. 21. Ἰθάκην εὐδείελον: εὐδείελος εἰ μὲν τὴν εὔδηλον ἢ εὐόρα‐ τον σημαίνει, ψιλοῦται (sc. εὐδείἐλος), εἰ δὲ τὴν εὖ πρὸς δείλην κει‐ μένην, δασύνεται. ἐτυμολογεῖται γὰρ τὸ δείλη παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη.
20 *39. ἄνεμος Κικόνεσσι πέλασσεν: οὐ κανονικῶς γράφεται διὰ τοῦ ο οἱ Κίκονες. λέγει γὰρ Ἡρωδιανὸς διὰ τοῦ ω κλίνονται Λά‐ κωνος Κίκωνος. τὸ μέντοι «Κικόνεσσι πέλασσεν» διὰ τὸ μέτρον φησὶ οὕτω κλιθῆναι. Eustath. ad h. l. p. 1615, 12. *116. νῆσος ἔπειτα λάχεια: τινὲς μὲν τὸ λάχεια ὄνομα τῆς
25νήσου ὑπώπτευσαν ὡς γνωσθὲν ἐκ Κίρκης Ὀδυσσεῖ, ἕτεροι δὲ λάχειαν τὴν εὔγεων φασὶ καὶ ἐπιτηδείαν λαχαίνεσθαι ἤτοι σκάπτεσθαι. εἰ δὲ γρά‐ φεται τετρασυλλάβως ἐλάχεια, εἴη ἂν ὥσπερ λιγύς λίγεια οὕτω καὶ ἐλαχύς ἐλάχεια ἡ ἐλαχίστη. Eustath. ad h. l. p. 1619, 13 coll. Scho‐ lio P ad h. l.
30†135. εἰς ὥρας ἀμῷεν: σημειῶδες τὸ ἀμῶ ῥῆμα. οὐδέποτε γὰρ148

3,2

149

τὸ α πρὸ τοῦ μ κατὰ τὴν κοινὴν διάλεκτον ἐκτεταμένον ἐστὶν ἐν ἀρχῇ οἷον ἅμα ἀμύσσω ἄμεινον ἅμιλλα ἀμίς ἀμύνω ἄμαθος. Mon. 43, 4. †184. μῆλ’ ὄϊές τε καὶ αἶγες: ὄιες τρισυλλάβως. οὐδέποτε γὰρ ὁ ποιητὴς μονοσυλλάβως εἶπε τὴν εὐθεῖαν. Il. Pr. Γ 198.
5 221. ἔρχατο: ψιλωτέον τὸ ἔρχατο. ἀπὸ γὰρ τοῦ εἶρκτο ἐστὶ κατὰ Ἰωνικὸν ὑπερσυντέλικον παθητικῶς γενόμενον. H. 223. γαυλοί τε: νῦν μὲν ὀξυτόνως τὸ γαυλοί, ἐπὶ δὲ τοῦ πλοίου βαρυτόνως. QV. †268. ἥ τε ξείνων θέμις ἐστίν: τὸ η δασυντέον. ἔστι γὰρ
10ἰσοδυναμοῦν τῷ ὥς, διὸ καὶ ὁ τέ προστίθεται σύνδεσμος πολλάκις. ὡς γὰρ λέγομεν «ὥς τε γὰρ παῖδες νεαροί» (Il. Β 209) οὕτως «ἥ τε ξείνων θέμις ἐστίν». Il. Pr. Ι 134. 273. νήπιός εἰς, ὦ ξεῖν’, ἢ τήλοθεν εἰλήλουθας: βαρυν‐ τέον τὸν η. διαζευκτικὸς γάρ ἐστι. οὐ γὰρ ἐρωτᾷ, ἀλλ’ ἀποφαίνεται
15ὅτι δι’ ἀφροσύνην ἢ δι’ ἀπειρίαν ὡς ἂν μακρόθεν ἐληλυθὼς τὰ Κυκλώ‐ πων ἀγνοεῖ. HT. 280. ἤ που ἐπ’ ἐσχατιῆς ἦ καὶ σχεδόν: περισπαστέον τὸν δεύτερον ἠ. τινὲς δὲ ὤξυναν. H. †347. ἀνδρόμεα κρέα: δεῖ συστέλλειν τὸ κρέα, ἵνα δάκτυλος
20γένηται ὡς τὸ «πὺξ ἀγαθὸν Πολυδεύκεα» (Il. Γ 237). Il. Pr. Ο 187. 353. ἥσατο: δασύνεται τὸ ἥσατο. ἔστι γὰρ ἀπὸ τοῦ ἥδω. Q. 366. Οὖτις ἔμοιγ’ ὄνομα: προπερισπαστέον νῦν τὸ ὄνομα. ἐπὶ τοῦ «οὔτις με κτείνει» (408) παροξυντέον. ὡς γὰρ δύο μέρη λόγου παραλαμβάνεται. Q.
25387. πυριήκεα ὡς τανυήκεα. HQ.
26tΕΙΣ ΤΗΝ Κ.
27 39. ὅτεων: διχῶς ὅτεων καὶ ὁτέων. ἐκράτησε δὲ ὅτεων προ‐ παροξυτόνως. Q. 43. τάδ’ ἔδωκεν: οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ τὰ δέδωκε καὶ
30τάγ’ ἔδωκεν καὶ τάγε δῶκεν. Ἡρωδιανός. H.149

3,2

150

52. ἦ ἀκέων τλαίην: ὁ δεύτερος η περισπασθήσεται. H. 69. δύναμις γὰρ ἐν ὑμῖν: ὀρθοτονητέον τὸ ὑμῖν. τὸ δὲ ἐν οὐ σημαίνει τὸ ἔνεστι. H. 169. καταλοφάδεια: ὑφ’ ἓν ἀναγνωστέον ὡς τὸ κατωμάδεια
5καὶ τόνῳ καὶ σημαινομένῳ. BQ. 290. κυκε: κυκεῶνα κατὰ συγκοπήν. V. 362. θυμῆρες: τὸ μὲν θυμῆρες προπερισπωμένως, τὸ δὲ θυμα‐ ρές ὀξυτόνως. γράφεται γὰρ ἀμφότερον. P. 379. βρώμης: ὡς ῥώμης· ὅμοιον δὲ αὐτῷ ἐστι καὶ τρώμη. καὶ
10Ἀρίσταρχος παροξύνει. H. 380. ἦ τινά που δόλον ἄλλον ὀΐεαι: περισπαστέον τὸ η. δια‐ πορητικὸν γάρ ἐστι. H. 417. ἵνα τε τράφεν ἠδὲ γένοντο:
14tΕΙΣ ΤΗΝ Λ.
157. ἴκμενον οὖρον: ψιλωτέον τὸ ἴκμενον. H. 74. κακκεῖαι: προπερισπωμένως. ἀπαρέμφατον γάρ ἐστιν. HQ. 120. ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐ διστάζει, ἀλλ’ ὁ ἤ ἀντὶ τοῦ καί. H. 128. ἀθηρηλοιγόν: ὀξυτόνως. Q. 134. θάνατος δέ τοι ἔξαλος αὐτ: τὸ ἔξαλος ὡς ἔκβιος οἷον
20ἠπειρωτικὸς καὶ οὐ θαλάσσιος. ἔνιοι δὲ κατὰ παράθεσιν ἐξ ἁλός οἷον ἀπὸ θαλάσσης ὡς τὸ «ἐπισσεύῃ μέγα δαίμων ἐξ ἁλός» (ε 421) καί φα‐ σιν ὡς τὸ δόρυ, ὃ ἐντεύξει τῆς Κίρκης Ἥφαιστος κατεσκεύασε Τηλε‐ γόνῳ ἐκ τρυγόνος θαλασσίας, ἣν Φόρκυς ἀνεῖλεν ἐσθίουσαν τοὺς ἐν τῇ Φορκίδι λίμνῃ ἰχθῦς, οὗ τὴν μὲν ἐπιδορατίδα ἀδαμαντίνην, τὸν δὲ στύ‐
25ρακα χρυσοῦν εἶναι, τὸν Ὀδυσσέα ἀνεῖλεν. ἀλλ’ εἴγε καὶ ἐν παραθέσει
εἴη ἡ ἐξ, δύναται τὸ ἔξω δηλοῦν ὡς τὸ «ἔκ τ’ ἀνδροκτασίης» (Λ 164).150

3,2

151

ὁ μέντοι Ἀσκαλωνίτης τὸ πλῆρες ἔξω ἡγεῖται, ἵν’ ᾖ ἔκθλιψις τοῦ ω ὡς ἐν τῷ «βαθέης ἐξάλλεται αὐλῆς» (Ε 142). οὐκ ἀναγκαῖον δὲ τῆς ἐξ ἤδη τὸ ἔξω σημαινούσης. HQ. †148. ὁ δέ τοι νημερτὲς ἐνίψει: ὁ δέ ἄμεινον δύο μέρη λόγου
5ποιεῖν. Il. Pr. Α 239. 160. ἦ νῦν δὴ Τροίηθεν: τινὲς ὡς ἓν μέρος λόγου παροξύ‐ νουσιν ἀντὶ τοῦ ἀρτίως ὁμοίως τῷ «οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος» (ω 260). HQ. †172. ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα: ἐν τοιαύταις
10συντάξεσι ὁ μὲν πρότερος ἤ ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται. Il. Pr. Υ 17. 221. δαμν, ἐπεί κεν πρῶτα λίπ: δαμνᾷ ὡς κιρνᾷ. οἱ δὲ «δάμναται ὥς κεν πρῶτα λίπῃ» ὡς Κράτης. ὁ δὲ Ἀσκαλωνίτης βαρύ‐ νει δάμνα, ἵν’ ᾖ τοῦ δάμναται ἀποκοπή. ἔξεστιν δὲ ἀναγινώσκειν περι‐
15σπωμένως ἀπὸ τοῦ δαμνῶμαι ὡς πειρῶμαι «πειρᾷ ἐμεῖο γεραιέ» (Ω 390) μὴ ἐκφωνουμένου τοῦ ι ὡς τὸ δύνᾳ παρ’ Ἀττικοῖς. H. 233. ἠδ: τὸ ἠδέ Ἀρίσταρχος καὶ οἱ ἄλλοι. H. 274. ἀνάπυστα: προπαροξυτόνως φησὶν (sc. Ἡρωδιανὸς) ἐν τῇ καθόλου περιττῆς οὔσης τῆς ἀνά ἀντὶ τοῦ πυστά ἐξακουστά. BQ.
20 285. ἡ δὲ Πύλου βασίλευε: τὸ «ἠδὲ Πύλου» σύνδεσμον ἐπὶ Νηλέως ἀκουστέον ὃς Ὀρχομενοῦ καὶ Πύλου ἐβασίλευσεν. οὕτως Ἀρί‐ σταρχος. ὁ δὲ Ἡρωδιανὸς (sc. ἡ δὲ scribens) ἐπὶ Χλωρίδος φησὶν ἀν‐ τιδιαστέλλων τῷ πατρὶ καὶ ἐπὶ θηλειῶν δὲ τάσσει τὸ βασιλεύει «μητέρα δ’ ἣ βασίλευεν» (Ζ 425). H.
25 *286. Χρομίος: ὁ Χρομίος παροξύνεται ὁμοίως τῷ Δολίος Τυ‐ χίος καὶ τοῖς τοιούτοις ὡς τρίβραχυ. Eustath. ad h. l. 1685, 61. 299. ἥ ῥ’ ὑπὸ Τυνδαρέ: παροξυτόνως τὸ Τυνδαρέῳ ἀκολού‐ θως τῷ «οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο» (ω 199). HQ. 320. γένυς: πληθυντικῶς αἰτιατικῆς ὡς τὸ «ἐκ δὲ νέκυς οἴκων
30φόρεον» (ω 417). H.151

3,2

152

367. σοὶ δ’ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλα: ἀναστρεπτέον τὴν ἔπι καὶ τὴν ἔνι. H. 392. πιτνάς: ὀξυτόνως τὸ πιτνάς. H. 403. ἠὲ περὶ πτόλιος μαχεούμενον: ἐνταῦθα διαζευκτικῶς
5νοεῖται. παράλογος ἡ διαίρεσις. θέλει γὰρ εἰπεῖν μαχόμενον. ἐπέκτασις οὖν γέγονε διὰ τὸ μέτρον. H. †410. ἔκτα σὺν οὐλομένῃ ἀλόχ: κατὰ συστολὴν ἀναγνω‐ στέον. ἔστι δὲ ἀποκοπὴ τοῦ ἔκτανε. Il. Pr. Β 662. 459. ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλ: ὀξυτονητέον τοὺς
10συνδέσμους. διαζευκτικοὶ γάρ εἰσιν. H. 502. τῷ κέ τε: ὁ Ἀρίσταρχος καὶ ἐγκλίνει τὸ τέῳ. H. 510. πόλιν Τροΐην: τρισυλλάβως τὸ Τροΐην, ὡς καὶ Ἀρίσταρ‐ χός φησι. Vind. 133. 519. ἀλλ’ οἷον: θαυμαστικῶς οἷον. Q.
15 521. κήτειοι: προπαροξυτόνως. καὶ τοὺς μεγάλους ἀκουστέον παρὰ τὸ κῆτος, ὡς καὶ Ἀρίσταρχος. BHQ. 539. κατ’ ἀσφοδελὸν λειμῶνα: ὀξυτόνως. ἄδηλον δὲ πότε‐ ρον σφοδελόν ἢ ἀσφοδελόν. λέγεται γὰρ καὶ χωρὶς τοῦ α. τινὲς δὲ γράφουσι σποδελόν διὰ τὴν σποδὸν τῶν καιομένων νεκρῶν. ἄμεινον
20δὲ ἀσφοδελόν διὰ τὸ Περσεφόνης εἶναι λειμῶνα τὸν τόπον. εἶπε δὲ ἀσφοδελὸν τὸν τόπον τὸν ἔχοντα ἀσφόδελον, ἥτις ἐστὶ βοτάνη ὁμοία σκίλλῃ. BHQ. 540. γηθοσύν, ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι: χωρὶς τοῦ ι γηθοσύνη ἀντὶ τοῦ χαίρουσα (H) Ἀρίσταρχος· εἰσὶ μέντοι οἳ ἀνα‐
25γινώσκουσι γηθοσύνῃ καὶ δοτικὴν πτῶσιν ἐκδέχονται, οἷς συγκατατίθε‐ μαι. Il. Pr. Ν 29. 565. ἔνθα χ’ ὁμῶς: περισπαστέον. ἐπίρρημα γάρ. τῷ συνδέσμῳ οὐ χρῆται, ἀλλ’ ἀντ’ αὐτοῦ τῷ ἔμπης. διὸ καὶ τὸ «ὅμως δ’ οὐ λήθετο χάρμης» (Μ 393) οἱ πλείους περισπῶσιν. Q.
30 †580. Ληθὼ γὰρ δ’ ἥλκησε—581 Πυθὼ δ’ ἐρχομένην: Πάμφιλος περισπᾷ, Ἀρίσταρχος δὲ ἀνέγνωκε κατ’ ὀξεῖαν τάσιν. Il.
Pr. Β 262.152

3,2

153

588. κατὰ κρῆθεν: δισυλλάβως καὶ προπερισπωμένως τὸ κατὰ κρῆθεν. H. 597. τότ’ ἀπεστρέψασκε κραταιΐς: ὁ μὲν Ἀρίσταρχος καὶ Ἡρωδιανὸς ὀξυτόνως κατὰ συστολὴν ὡς λικριφίς, ἀμφουδίς ἐπιρρημα‐
5τικῶς. ὁ δὲ Ἀσκαλωνίτης τὸ πλῆρες κραταιὰ ἴς οἷον ἰσχυρὰ δύναμις. ᾧ ἐπείσθη καὶ ἡ συνήθεια. BHQ.
7tΕΙΣ ΤΗΝ Μ.
8 22. δὶς θανέες: οὕτως ἐν δυσὶ μέρεσι λόγου. φησὶ γὰρ Ἀπολ‐ λώνιος ὡς ὅτι δίς καὶ τρίς ἐν συνθέσει ἐκβάλλει τὸ ς δίπους τρίπους. Q.
10 33. ἡ δ’ ἐμ: ἀντιδιασταλτικὴ ἡ ἐμέ. H. 40. ὅτί σφεας: ὅτε ἡ διὰ τοῦ σφ ἀντωνυμία ἐπιφέρεται, ἐγείρει τὴν πρὸ αὐτῆς ὀξεῖαν καὶ ἐπὶ σπονδείου καὶ ἐπὶ πυρριχίου καὶ ἐπὶ ἰάμ‐ βου. διὸ ἐπιστατέον τῷ «οὐ γάρ τ’ οἶδ’ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις» (Il. Ζ 367). H.
15 47. ἀλεῖψαι: περισπωμένως, ἵν’ ἦ ἀπαρέμφατον ἀντὶ τοῦ προσ‐ τακτικοῦ τοῦ ἄλειψον. H. 70. πασιμέλουσα: ὑφ’ ἓν πασιμέλουσα. HQ. †79. περιξέστη: κρεῖττον βαρυτόνως γράφειν περιξέστη ὁμοίως τῷ ἀσβέστη. τὸ γὰρ περισπᾶν ἔχει καί τι ἀντιλογίας. Eustath. ad
20h. l. 1714, 5. 89. τῆς ἤτοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι: ψιλω‐ τέον τὰς δύο συλλαβάς· ἔστι γὰρ δυσφύλακτοι, οὓς οὐκ ἄν τις δυνη‐ θείη φυλάξασθαι· ὠρεῖν γὰρ τὸ φυλάσσειν. ἔνιοι δὲ δασέως ἀνέγνωσαν ἄὡροι ὠμοὶ ἄγριοι ἐκ μεταφορᾶς τῶν ἀώρων καὶ μὴ πεπείρων καρπῶν.
25Ἀρίσταρχος δὲ ἀκώλους· τοὺς γὰρ Ἴωνας λέγειν φησὶ τὴν κωλῆν ὥρην καὶ ὡραίαν. οὐκ ἔχοντας οὖν ὀστᾶ ἀκώλους καὶ ἀνάρθρους λέγεσθαι. ἔνιοι δὲ ἀώρους τοὺς ἐμπροσθίους ὡς καὶ παρὰ τῷ κωμικῷ (sc. Φιλή‐ μονι) «οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, πόδας κομίζειν; σὺ δὲ φέ‐ ρεις ὀπισθίους». ἄμεινον δὲ ἀποδιδόναι τοὺς δυσφυλάκτους. HQV.
30 98. πώποτε: ὑφ’ ἓν τὸ πώποτε. H. 104. τῷ δ’ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδε: οὐκ ἀναστρε‐ πτέον τὴν ὑπό πρόθεσιν. H. τὸ δὲ ἀναρροιβδεῖ περισπωμένως.
τινὲς δὲ τὴν λέξιν περὶ τὸ ἀναρριπτεῖ ἔταξαν. H.153

3,2

154

116. καὶ δ’ αὖ τοι: ὁ μὲν αὖ σύνδεσμος, ἡ δὲ τοι ἀντωνυμία. BQ. 124. βωστρεῖν δὲ Κράταιιν μητέρα τῆς Σκύλλης: ἄμεινον γράφειν κραταιίς ἀντὶ τοῦ ἰσχυρῶς ὡς ἀλλαχοῦ «τότ’ ἀποστρέψασκε κραταιΐς» (λ 579), ἵνα λέγῃ, κραταιῶς ἐπιβοῶ τὴν μητέρα τῆς Σκύλλης
5καὶ ὀξύνεται. ἐὰν δὲ ᾖ κύριον, προπαροξύνεται. BHQ. 168. ἡ δ: δασέως τὸ ἡ δέ. H. 205. προήκεα: ὡς τανυήκεα. BHQ. 209. οὐ μὴν δὴ τόδε μεῖζον ἕπει κακόν: ῥῆμά ἐστι ἕπω ἕπεις ἕπει ἀντὶ τοῦ περιέπει. δασέως οὖν. H. Vind. 133. ?
10 246. ἓξ ἕλεθ’: τὸ ἕξ δασυντέον. ἀριθμητικὸν γάρ ἐστιν. H. 256. κεκληγῶτας: ἐὰν διὰ τοῦ ω, προπερισπᾶται, ἐὰν δὲ διὰ τοῦ ντ, ὡς λέγοντας. H. †283. λαρὸν τετυκοίμεθα δόρπον: λαρός ὀξυνόμενον ἔχει ἐκτεινόμενον τὸ α. Mon. 35, 13.
15 284. ἀλάλησθαι: ὁ Ἀσκαλωνίτης περισπᾷ, ἵν’ ᾖ παρακειμένου χρόνου ἀπὸ τοῦ ἀλῶ ὡς πεποιῆσθαι. δύναται προπαροξύνεσθαι ὡς Αἰολικόν, ἵν’ ᾖ ἀλάλησθαι ἐνεστῶτος χρόνου. τὸ θέμα ἄλημι ὡς τίθημι ἄλεμαι ὡς τίθεμαι καὶ διπλασιασμὸς μετ’ ἐπεκτάσεως Αἰολικῆς ἀλάλημαι ἀλάλησαι ἀλάληται. HQ.
20 313. ὦρσεν ἔπι ζαῆν ἄνεμον: οὕτως χωρὶς τοῦ δέ Ἀρίσταρ‐ χος γράφει, καὶ ἀναστρεπτέον τὴν πρόθεσιν. ἐὰν δὲ μετὰ τοῦ δέ, οὐκ ἀναστρέφεται. H. ἔδει χωρὶς τοῦ ν ζαῆ ὡς «ἀκραῆ Ζέφυρον» (β 421). ἔστιν οὖν Αἰολικὸν τὸ μετὰ τοῦ ν καὶ ἔδει αὐτὸ Αἰολικῶς βαρύνεσθαι ὡς τὸ «αἰνοπάθην πατρίδ’ ἐπόψομαι» παρὰ Ἀνακρέοντι. ὁ δὲ Ἀρί‐
25σταρχός φησι περισπᾶσθαι καὶ οὕτως ἔχει ἡ παράδοσις. H.154

3,2

155

(1t)

ΕΙΣ ΤΗΝ Ν.
2 14. ἀνδρακάς: ὡς ἑκάς καὶ ἐντυπάς. H. 31. πανῆμαρ: ὁ Ἀριστοφάνης οὐκ ἐν συνθέσει φησὶ τὸ πανῆμαρ, ἀλλὰ πάν, εἶτα κατ’ ἰδίαν τὸ ἦμαρ. H.
5 98. ἀκταὶ ἀπορρῶγες: προπερισπαστέον τὸ ἀπορρῶγες. BQ. 110. καταιβατα: ὀξυτόνως τὸ καταιβαταί. H. 138. λαχὼν ἀπὸ ληΐδος αἶσαν: οὐκ ἀναστρεπτέον τὴν πρό‐ θεσιν. πρὸς γὰρ τὸ ἑξῆς ἐστιν ἢ παρέλκει. H. 177. μέγα δ’ ἧμιν ὄρος πόλι ἀμφικαλύψειν: βαρυντέον τὴν
10ἥμιν. H. 183. μηδ’ ἥμιν περίμηκες ὄρος πόλι ἀμφικαλύψ: ἀπό‐ λυτος ἡ ἡμῖν. H. 196. πέτραι τ’ ἠλίβατοι: τινὲς (inter eos Herodianus cf. Il. Pr. Ο 619) παρὰ τὸ ἀλιτεῖν τοὺς ἐπιβαίνοντας. BQ.
15 213. Ζεύς σφεας τίσαιτο: ἀπόλυτος ἡ σφεας. H. 228. ἐπεί σε πρῶτα κιχάνω: ὀρθοτονητέον τὴν σέ, ὡς καὶ Ἡρωδιανός. H. 234. ἦ που τις νήσων εὐδείελος ἦέ τις ἀκτ: ἐνθάδε ὁ ἠ ἐρωτηματικός, διὸ περισπασθήσεται· ἐπὶ δὲ τοῦ Κύκλωπος ἀποφαντικός,
20διὸ ὀξύνεται. H. 247. ἀρδμο: ἀρδμός, ἐκτατέον τὸ α. ὁμοίως καὶ τὸ ἄρδω ὁ Ἀριστοφάνης. H. 258. χρήμασι σὺν τοίσδεσσι: προπαροξυτονητέον τὸ τοίσδεσσι. H. †269. νὺξ δὲ μάλα στυγερὴ κάτεχ’ οὐρανόν: προπαροξύ‐
25νειν δεῖ τὸ κάτεχε. Il. Pr. Γ 426. 276. ἄλλ’ ἤτοί σφεας: ἐγκλιτικὴ ἡ σφεας. διὸ τὴν τοι συλλα‐ βὴν ἐγερτέον. H. †293. ποικιλομῆτα: προπερισπαστέον τὸ ποικιλομῆτα ὁμοίως
τῷ δολομῆτα (Α 50). Il. Pr. h. l.155

3,2

156

332. οὕνεκ’ ἐπητής ἐσσι: τῇ προσῳδίᾳ ὡς ἀεικής, φησὶν Ἀρί‐ σταρχος. οὕτω δὲ καὶ Ἡρωδιανός. H. 357. ὔμμ’: ὑμᾶς Αἰολικῶς. H. 405. ὅς τοι ὑῶν ἐπίουρος: ἐπίσκοπος. δύναται ἡ πρόθεσις
5εἶναι καὶ ἐν πλεονασμῷ, ἵν’ ᾖ ἐφορῶν καὶ ἐπιβλέπων· ἢ παρέλκει ὡς τὸ βοῶν ἐπιβουκόλος. Q. †ὁμῶς δέ τοι ἤπια οἶδεν: τῷ ἐπιθετικῷ ὁμὸς παράκειται τὸ ἐπίρρημα εἰς ως λῆγον περισπώμενον ὡς θερμῶς. Il. Pr. Ο 209.
9tΕΙΣ ΤΗΝ Ξ.
10 30. οἱ μὲν κεκλήγοντες: κεκληγῶτες καὶ κεκλήγοντες διχῶς αἱ Ἀριστάρχου. εἰ μὲν διὰ τοῦ ω, περισπᾶται, εἰ δὲ διὰ τοῦ ντ, προ‐ παροξύνεται. HQ. 33. μετασπών: ὀξυτονητέον. ἔστι γὰρ δεύτερος ἀόριστος καὶ μετασπόντος ἡ γενική. H.
1538. καί κέν μοι: ἀπόλυτος ἡ μοι. B. 65. θεὸς δ’ ἔπι ἔργον ἀέξ: ἀναστρεπτέον τὴν ἐπί. H. 73. ἔθνεα ἔρχατο: ψιλωτέον τὸ ἔθνεα καὶ τὸ ἔρχατο. H. 99. ἔστ’ ἄφενος: ὅτε ἐστὶν ἐν ἀρχῇ στίχου, παροξύνεται. H. 103. ἐνθάδε τε: διχῶς ἐνθάδε καὶ ἔνθα δέ. H.
20 113. ἐνίπλειον: προπαροξυτόνως. H. 161. τοῦδ’ αὖ τοῦ λυκάβαντος: τοῦδ’ αὖ τοῦ τρεῖς τόνοι. οὐ δύναται γὰρ εἶναι ἡ αὐτοῦ ἀντωνυμία. τὸ γὰρ αὐτοῦ οὐ λέγει Ὅμη‐ ρος εἰ μὴ ἐπὶ εἰρημένοις τισὶν ἀναφορικῶς. HQ. 185. ἐνίσπες: σπές ἐνίσπες ὡς θές ἐπίθες, σχές ἐπίσχες. ἔνισπε
25δὲ ἀπὸ τοῦ ἐνίσπω ὡς ἔλαυνε ἀπὸ τοῦ ἐλαύνω. HQ. †222. τοῖος ἔα ἐν πολέμ: τὸ ἔα Ἰωνικόν ἐστιν ἐκ τοῦ ἦν γεγονός. διὸ συσταλτέον τὸ α. λέγεται καὶ διὰ τοῦ η «οὐκ ἀποφώ‐ λιος ἦα οὐδὲ φυγοπτόλεμος» (213). Il. Pr. Ε 887. 260. ἔρυσθαι: ἐνεστῶτός ἐστιν ὡς πήγνυσθαι, παρακειμένου δὲ
30εἰρύσθαι. Q.156

3,2

157

†272. τοὺς δ’ ἄναγον ζωοὺς σφίσιν ἐργάζεσθαι: ἡ σφίσιν ὀρθοτονεῖται εἰς σύνθετον μεταλαμβανομένη. ἔστι δὲ καὶ ὅτε εἰς ἁπλῆν μεταλαμβανομένη ὀρθοτονεῖται «τοὺς δ’ ἄναγον ζωοὺς σφίσιν ἐργάζε‐ σθαι». οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖς ἐργάζεσθαι, ἀλλ’
5αὐτοῖς τοῖς ἄγουσιν. Il. Pr. Δ 2. 290. παρπεπιθών: ὀξυτόνως ἡ μετοχή, δευτέρου γὰρ ἀορί‐ στου. BQ. 328. ἐπακούσαι: παροξυτόνως τὸ ἐπακούσαι. H. 332. κατειρύσθαι: παρακειμένου ἐστί. διὸ παροξύνεται. H.
10 †400. ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπευτής: συστολὴ ἐγένετο ἢ μεταβολὴ ἐγκλίσεως ὁμοίως τῷ «ἐπεὶ ἄρ κεν ἀμεί‐ ψεται ἕρκος ὀδόντων» (Il. Ι 409). Il. Pr. Λ 192. 411. ἔρξαν: ψιλωτέον τὸ ἔρξαν ἀντὶ τοῦ κατέκλεισαν, τὸ γὰρ δασυνόμενον ἀντὶ τοῦ ἔθυσαν. ἐτυμολογεῖται δὲ τὸ ἔρξαν ἀντὶ τοῦ κατέ‐
15κλεισαν ἀπὸ τοῦ εἴργω τὸ κωλύω, τὸ δὲ ἕρξαν ἀντὶ τοῦ ἔθυσαν ἀπὸ τοῦ ἕρδω τὸ θύω. BQ. 432. βάλλον δ’ εἰν ἑλεοῖσιν: δασύνεται τὸ ἑλεοῖσιν. H. ? 476. πηγυλίς: ὀξυτόνως τὸ πηγυλίς ἀντὶ τοῦ παγετώδης. BQ. 533. Βορέω ὑπιωγ: σύνθετόν ἐστι τὸ ὄνομα ἀντὶ τοῦ σκέποντι
20καὶ ἀπείργοντι τὸν βορρᾶν τόπῳ. B.
21tΕΙΣ ΤΗΝ Ο.
22 10. δόμων ἄπο τῆλ’ ἀλάλησαι: τὸ ἀπὸ ἀναστρεπτέον. τὸ δὲ ἀλάλησαι προπαροξυτόνως, ὅτι ἀπὸ τοῦ παρακειμένου ἀλάλημαι, ἢ ὅτι ἀπὸ τοῦ ἀλάλημι. H.
25 19. μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται: ὀρθο‐ τονητέον τὴν σεῦ καὶ τὴν ἐκ τῷ δόμων συναπτέον. H. 27. ἄλλο δέ τοι τι ἔπος ἐρέω: οὐ δύναται τὸ τοι ὀξύνεσθαι. ἴαμβος γάρ ἐστι τὸ δέ τοι. H. ? 58. Ἑλένης πάρα καλλικόμοιο: ἀναστρεπτέον τὴν παρά. H.
30 105. ἔνθ’ ἔσάν οἱ πέπλοι: τρεῖς ὀξεῖαι. καὶ εἴπομεν ἐν τῇ Ἰλιάδι (Β 255) τὸ αἴτιον. H. 168. ἢ—ε: τὸ δεύτερον περισπαστέον ὡς ἐρωτηματικόν. H.
242. Μάντιον: ὡς Φήμιον. H.157

3,2

158

260. ἐπεί σε θύοντα κιχάνω: ἀπολύτως ἡ σέ. H. †277. ἐπεί σε φυγὼν ἱκέτευσα; τὴν σε ἀντωνυμίαν ἐγκλιτικῶς ἀναγνωστέον. Il. Pr. Ζ 355. 285. πὰρ δέ οἷ αὐτ: ἀεὶ ἡ οἱ προτασσομένη τῆς ἐπιταγματικῆς
5ὀρθοτονεῖται, σεσημειωμένου τοῦ «ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσειε βίην» (δ 667). H. 297. Φεράς: τὰς Φηρὰς εἶπε διὰ τὸ μέτρον Φεράς. H. Vind. 133. 309. ἵνα μή σε κατατρύχω: ἀπολύτως ἡ σε. H. 312. πύρνον: τὸ μὲν γένος ἄδηλον παρὰ τῷ ποιητῇ, ὁ δὲ τό‐
10νος ὡς τόρνος. BHQ. 317. μετὰ σφίσιν: τὴν σφίσιν ὀρθοτονητέον καίπερ ἀπόλυτον οὖσαν. Q. ὅττ’ ἐθέλοιεν: τρισυλλάβως τὸ ἐθέλω. H. 324. οἷά τε τοῖς ἀγαθοῖσι πάρα δρώωσι χέρειες: ἀναστρε‐
15πτέον τὴν παρά. H. 333. ὅ σφιν ὑποδρώωσιν: ἐχρῆν ἀναστρέφεσθαι τὴν ὑπό, ἵνα ᾖ ὑπό σφισιν. Q. τινὲς δέ φασι παρέλκειν τὴν πρόθεσιν. Il. Pr. Δ 423. †370. ἀγρὸν δὲ προΐαλλε: τὸ ἀγρὸν δὲ δύο μέρη λόγου τὴν ἰδίαν ἕκαστον ἔχον προσῳδίαν. Io. Al. 34, 4.
20 409. πόλιν κάτα: ἀναστρεπτέον τὴν κατά. H. †410. ἐλθὼν δ’ ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν: τὰς μονοσυλλάβους προθέσεις, ἐὰν ἐπὶ τέλει ὦσι στίχου, ἀναστρέφουσιν οἷον «ἐλθὼν—Ἀρτέμιδι ξύν». ῥώννυται γὰρ ὁ τόνος τῆς ξύν προ‐ θέσεως, ἵνα νόηται ἡ ἀναστροφή. Io. Al. 27, 34.
25426. ῥυδόν: ὀξυτόνως τὸ ῥυδόν. H. 451. ἁματροχόωντα: γράφεται καὶ ἅμα τροχόωντα. V. 452. ὁ δ’ ὕμιν μυρίον ὦνον: ἀπόλυτος ἡ ὑμῖν. H. 466. ἠμὲν δέπα ἠδὲ τραπέζας: ἐκτατέον τὸ δέπα. H. 473. ὠκύαλος: ὠκεῖα. παραγώγως. V. διὸ ψιλοῦται. Il. Pr. Ο 705.
30 488. ἀλλ’ ἤτοι σοὶ μὲν παρ: οὐκ ἀναστρεπτέον. H. 539. Πείραιον: προπαροξυτόνως. οὕτως Ἀρίσταρχος. H. †546. τόνδε δ’ ἐγὼ κομι: ἀναγνωστέον τὸ τόνδε ὀξύνοντα τὴν πρώτην, ἵν’ ᾖ ἐπέκτασις ἡ διὰ τοῦ δε. Il. Pr. Ω 17. †κομι: ἡ τοιαύτη ὕφεσις τοῦ ς Ἀττική ἐστι καὶ περισπᾷ τοὺς
35μέλλοντας διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι συνεσταλμένως ὅπερ καὶ
ἐπὶ τοῦ «τόνδε δ’ ἐγὼ κομιῶ». Il. Pr. Λ 454.158

3,2

159

(1t)

ΕΙΣ ΤΗΝ Π.
2 19. τῷ ἐπ’ ἄλγεα πολλὰ μογήσ: οὐκ ἀναστρεπτέον τὴν ἐπί πρόθεσιν. H. 28. εὔαδε: ἔστιν ἧδον ἧδες ἧδε κατὰ διάλυσιν ἕαδε καὶ πλεο‐
5νασμῷ τοῦ υ εὔαδε. Ms. Barn. διὸ ψιλοῦται Eustath. ad h. l. ἡ δὲ συνήθης ἀνάγνωσις δασύνει τὸ α, ψιλοῖ δὲ τὴν ευ δίφθογγον (Il. Pr. Ξ 340) ἀπὸ τοῦ εὖ μορίου καὶ τοῦ ἁδῶ τὸ ἀρέσκω. BQ. †45. πάρα δ’ ἀνὴρ ὃς καταθήσει: τὸ παρά ἀντὶ τοῦ πάρεστι. διὸ καὶ τὴν πρώτην ὀξυτονητέον. Il. Pr. Ψ 479.
10 47. χεῦεν ὕπο: ἀναστρεπτέον τὴν ὑπό. H. 72. ὅ τε τις πρότερος χαλεπήν: δύο μέρη λόγου τὸ ὅ τε· σημαίνει δὲ ὅς τε, ἵν’ ᾖ, τὸν ἄνδρα ὃς ἂν πρῶτος ᾖ χαλεπώτερος. H. 79. ἕσσωμι: τηρητέον τοῦ ἕσσω τὸν τόνον. πλεονάζει γὰρ τὸ μι ὡς κτείνωμι, ἀγάγωμι, τύχωμι. H.
15 91. ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν: τὴν τελευ‐ ταίαν τοῦ ἐπεί ὀξυτονητέον, διὰ τὴν μοι ἐγκλιτικὴν οὖσαν. H. 93. οἷά φατε: ὀξυτόνως τὸ φατέ. H. ? 95. ἠὲ ἑκὼν ὑποδάμνασαι ἦ σέ γε λαο: ὁ δεύτερος ἦ περι‐ σπᾶται. H.
20 128. τάχα δή με διαρραίσουσι καὶ αὐτόν: ἐχρῆν ὀρθοτονεῖ‐ σθαι τὴν με. H. 171. ἀπὸ σφῶϊν: ὀρθοτονητέον τὴν σφῶϊν. H. 175. μελαγχροιής: ὀξυτόνως. τοῦτο δὲ κατὰ συγκοπὴν Ἀττικοὶ μελαγχρής φασιν ὡς Εὔπολις. HQ. καὶ τὸ οὐδέτερον Μένανδρος εἴρηκε
25«μελαγχρὲς μειράκιον». H. 234. φόνου πέρι βουλεύσωμεν: ἀναστρεπτέον τὴν περί. H. 255. πολύπικρα: σύνθετον τὸ πολύπικρα καὶ ἔστιν ἀντὶ τοῦ πολυπίκρως. H. 305. καί κέ τεο δμώων: τὸ τεο ἀόριστον. διὸ καὶ ἐπὶ τοῦ κέ
30ὁ τόνος. ὁ δὲ Ἀσκαλωνίτης ἐτεοδμώων τῶν ἀγαθῶν θεραπόντων. τινὲς
δὲ οὕτως ἐτεοδμώων τῶν ὄντων ἡμετέρων δμώων. HQ.159

3,2

160

†316. ἀλλ’ ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα: τὸ δεύτερον α (sc. τοῦ δεδάασθαι) συστέλλεται καὶ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. Il. Pr. Ζ 268. 347. φάμεν: παροξυτόνως, ἵν’ ᾖ παρατατικός. B.
5 418. καὶ δέ σέ φασιν: ἄμεινόν ἐστιν ὀρθοτονεῖν τὴν σέ. H. 421. μάργε: βαρυτονητέον τὸ μάργε, ἔδει δὲ ὀξύνεσθαι. H. 427. οἱ δ’ ἥμιν ἄρθμιοι ἦσαν: πολλοὶ ὀρθοτονοῦσι τὴν ἥμιν, κακῶς. H. 466. ἄστυ κάτα βλώσκοντα: ἀναστρεπτέον τὴν κατά. H.
10 †471. Ἕρμαιος λόφος: τὸ «ὅθι θ’ Ἕρμαιος λόφος ἐστίν» ὡς εἰς ἰδιότητα καὶ ἐπὶ τοῦ κυρίου. πρὸς ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο ὡς Ἀθηναῖος καὶ Ἀθήναιος, ἀγοραῖος καὶ ἀγόραιος. Il. Pr. Ν 791.
14tΕΙΣ ΤΗΝ Ρ.
15 51. ἄντιτα: ἀνάτιτα. ἔστι δὲ συγκοπή. Q. 81. αὐτὸν ἔχοντά σε: ἐχρῆν ὀρθοτονεῖν τὴν σέ. H. 170. ἀλλ’ ὅτε δὴ δείπνητος ἔην: ὀξυτόνως μὲν τὸ δεῖπνον, βαρυτόνως δὲ ὁ καιρὸς τοῦ δείπνου. BHQ. †199. σκῆπτρον θυμαρές: τῇ ψυχῇ ἀρέσκον. σύνθετον δέ ἐστι
20παρὰ τὸ ἄρω θυμαρές καὶ οὕτως ἀνέγνωμεν διὰ τοῦ α ὀξυτόνως. οὐ γάρ ἐστι παρώνυμον διὰ τοῦ ηρης, τὰ γὰρ διὰ τοῦ ηρης καὶ ωδης παρώνυμα βαρύνεται. Il. Pr. Ι 336. †218. ὣς ἀεὶ τὸν ὅμοιον ἄγει θεὸς ὣς τὸν ὅμοιον: τὸ ὥς ὀξύνεται κἂν ἐν ἀρχῇ κἂν ἐν μέσῳ κἂν ἐν τέλει ᾖ πλὴν μόνον ὅτε
25σημαίνει τὸ ὅμως. ὀξύνεται μὲν ἐν ἀρχῇ οὕτως «ὣς δὲ λέων ἐχάρη» (Γ 23) καὶ ἐν μέσῳ (h. l.) καὶ ἐν τέλει «ὄρνιθες ὥς» (Γ 2). Io. Al. 31, 21. 225. καί κεν ὀρὸν πίνων: ὀρός ψιλῶς καὶ ὀξέως. H. 228. γαστέρ’ ἄναλτον: ὁ Ἡρωδιανὸς τὴν γαστέρα ἀναύξητον
30ἄναλδόν τινα οὖσαν τὴν ἀεὶ ξηρὰν καὶ ταπεινήν. BQ. Vind. 133. 231. ἀμφὶ κάρη σφέλα: ὁ μὲν Ἀσκαλωνίτης ἀμφικαρῆ σφέλα
τὰ μικρὰ ὑποπόδια διὰ τὰς βάσεις· ὁ δὲ Ἡρωδιανὸς ἀμφὶ κάρη ὡς εἰ160

3,2

161

ἔλεγε πεμπόμενα ἐπὶ τὸ κάρη καὶ κατερχόμενα εἰς τὰς πλευρὰς συντρί‐ ψουσι αἱ πλευραί. BHQ. 237. ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας: τὸ η τὸ δεύτερον περισπαστέον. τὸ δὲ ἀμφουδίς ὀξύνεται ὡς λικριφίς. H.
5 246. ἄστυ κάτ’: εἰ καὶ συναλοιφή, ὅμως δύναται ἀναστρέφεσθαι διὰ τὴν ἀνάπαυσιν. H. 317. περιῄδη: περισσῶς ᾔδη. B. †330. νεῦς’ ἐπὶ οἷ καλέσας: ἔστι καὶ ἐγκλιτικὴν εὑρέσθαι τὴν οἷ ἀντὶ γενικῆς κειμένην ἐπὶ τοῦ «οἱ δ’ οἱ ἐβλάφθησαν» (Il. Ψ 387)·
10ἔστι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆς ὥσπερ ἐπὶ τοῦ «νεῦς’ ἐπὶ οἷ καλέσας». Il. Pr. Τ 384. 343. οὖλον: ὅλον κατὰ ἐπένθεσιν τοῦ υ V. τὸ δὲ ἐπεντιθέμε‐ νον υ ψιλοῖ τὰ δασυνόμενα φωνήεντα, ὅρος οὖρος, ὅλος οὖλος. Il. Pr. Α 554.
15 352. ἀνδρὶ προΐκτ: ἴκτης ψιλωτέον, παρὰ γὰρ τὸ παραβάλ‐ λειν τὴν χεῖρα καὶ αἰτεῖν δωρεάν. ἢ ὁ πρὸ τοῦ αἰτεῖν ἱκετεύων, εἰ δασύνεται. Q. 365. ἐνδέξια: διχῶς ἐνδέξια καὶ ἐν δεξιά. H. 379. καί ποθι: ἐγκλιτικὸν τὸ ποθι. H.
20 398. δίεσθαι: προπαροξυτόνως ἀπὸ τοῦ δίημι. οἶδε δὲ τὸ δίω καὶ διῶ καὶ δίημι. H. †441. τοὺς δ’ ἄναγον ζωοὺς σφίσιν ἐργάζεσθαι ἀνάγκ: εἰ καὶ μὴ εἰς σύνθετον ἡ μετάληψις, ὅμως ἡ πρώτη τοῦ σφίσιν ὀρθο‐ τονεῖται. Il. Pr. Α 368.
25 455. οὐδ’ ἅλα: οὕτως Ἀρίσταρχος ἀνέγνωκε καὶ ἀπέδωκε τοὺς ἅλας. ὁ δὲ Καλλίστρατος οὔδαλα τὰ κόπρια παρὰ τὸ ἐν τῷ οὐδῷ κεῖσθαι. οὐδὸς δὲ ὁ βατήρ. BHMQ. 530. ἑψιαάσθων: παιζέτωσαν. ἀπὸ τοῦ ἕπω ἕψω ἑψιάω. BQ. διὸ δασυντέον. Eustath. ad h. l. 1831, 1.
30tΕΙΣ ΤΗΝ Σ.
31 †1. ἦλθε δ’ ἐπὶ πτωχὸς πανδήμιος: οὐκ ἀναστρέφεται ἡ πρόθεσις διὰ τὸ μεσοσυλλαβῆσαι τὸν δέ. Io. Al. 27, 19. 5. Ἀρναῖος δ’ ὄνομ’ ἔσκε: γέγονε τὸ ὄνομα παρὰ τὴν ἀρὰν ἀραῖος καὶ πλεονασμὸς τοῦ ν ἀρναῖος ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος Q.
35προπερισπᾶται δέ· τὰ γὰρ διὰ τοῦ αιος τρισύλλαβα, ἔχοντα τὴν πρώ‐161

3,2

162

την συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, προπερισπᾶσθαι θέλει. Il. Pr. Ν 791. 27. γρηῒ καμινο: τῇ καμινοκαυστρίᾳ, τῇ φρυττούσῃ τὰς κριθὰς πρὸς τὸ ποιῆσαι ἄλευρα. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. ὁ δὲ Κο‐
5μανὸς τῇ καμούσῃ τὰς ἶνας διὰ τὸ γῆρας. BHQ. Vind. 133. 70. μέλε’ ἤλδανε: ψιλῶς ἀπὸ τοῦ ἀλδαίνω. καὶ Αἰολεῖς ἄλ‐ ματα καλοῦσι τοὺς κλάδους οἷον ἀλδήματα καὶ αὐξήματα. BQ. 128. ἐπητ: περισπωμένως. B. 184. οὐ κεῖς’ εἶμι: τὸ πλῆρες οὐ κεῖσε εἶμι· τινὲς δὲ οὐκ εἴσειμι.
10ἄμεινον δὲ τὸ πρῶτον. H. 238. λελῦτο δὲ γυῖα ἑκάστου: προπερισπωμένως τὸ λελῦτο. H. 257. λιπὼν κάτα πατρίδα γαῖαν: ἀναστρεπτέον τὴν κατά. Q. 282. τῶν μὲν δῶρα παρέλκετο: εἰ μὲν ὑπὸ ἓν παρέλκετο, παρολκὴν ἐλάμβανεν· εἰ δὲ διῃρημένως, παρὰ τούτων ἐλάμβανε καὶ
15ἀνεπλήρου τὰ ἀναλώματα. HQV. 289. πρίν γέ σέ τῳ γήμασθαι Ἀχαιῶν, ὅστις ἄριστος: ἐγκλιτικὸν τὸ τῷ. H. 373. ἥλικες ἰσοφόροι: παροξυτονητέον τὸ ἰσοφόροι· κατὰ γὰρ ἐνέργειαν ἡ σύνθεσις. H.
20404. ἦδος: ψιλωτέον τὸ ἦδος. H.
21tΕΙΣ ΤΗΝ Τ.
22 †44. ἀλλὰ σὺ μὲν κατάλεξαι: τὸ προστακτικὸν φυλάξει τὸν ἴδιον τόνον. Il. Pr. Α 302. 61. ᾕρεον: δασέως τὸ ᾕρεον. H.
25 62. καὶ δέπα, ἔνθεν: ἐκτατέον τὸ δέπα. H. 121. δμῳῶν: δμῳῶν σὺν τῷ ι καὶ περισπωμένως. θηλυκὸν γάρ ἐστι. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. H. 122. δακρυπλώειν: σύνθετον τὸ δακρυπλώειν. BHQ. †183. ἐμοὶ δ’ ὄνομα κλυτὸς Αἴθων: ἐν τῇ Ὀδυσσείᾳ (h. l.)
30κατὰ παράθεσιν ἀναγνωστέον «ἐμοὶ δ’ ὄνομα κλυτὸς Αἴθων». ἰδίᾳ συ‐ στῆσαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔσται κρεμάμενος λόγος. Il. Pr. Χ 51. †320. λοέσσαί τε χρῖσαί τε: ἐν τῇ τ τῆς Ὀδυσσείας (h. l.) παραλόγως ἐνεκλίναμεν ἐν τῷ «ἠῶθεν δὲ μάλ’ ἦρι λοέσσαί τε χρῖσαί
35τε», ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν. Il. Pr. Η 199.162

3,2

163

*343. ἐπιήρανα θυμ: κρεῖττον οὕτω γράφεσθαι ἤπερ ἐπίηρ’ ἀνὰ θυμῷ. ἡ γὰρ ἀνά πρόθεσις οὐκ εἴωθεν ἁπλῶς ἐπὶ τοιούτων ση‐ μαινομένων δοτικῇ συντάττεσθαι. Eustath. ad h. l. 1867, 29. †478. ἡ δ’ οὔτ’ ἀθρῆσαι δύναται: πρόδηλον ἐκ τῆς συναλοι‐
5φῆς, ὅτι ψιλοῦται. Il. Pr. Μ 391.
6tΕΙΣ ΤΗΝ Υ.
7 106. εἵατο: ψιλῶς, ἵν’ ᾖ ἦσαν (V) Ἀρίσταρχος. ἔχει δὲ ἐπί‐ στασιν, εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται συστῆναι κατὰ σημαινόμενον ἢ χρῆσιν Ἑλληνικήν. διὸ ἄμεινον δασύνειν καὶ ἐκδέχεσθαι ἐκάθηντο.
10Il. Pr. Ο 10. †131. μήτηρ πινυτ: πινυτή τὸ ἐπίθετον ὀξύνεται, μένει δὲ καὶ τὸ κύριον ὁμοτόνως. Il. Pr. Ι 150. 166. ξεῖν’ ἢ ἄρ τι: δύο μέρη λόγου τὸ ἄρ καὶ τὸ τί. B. 204. ἴδιον ὡς ἐνόησα: ψιλωτέον τὸ ἴδιον. B.
15 †227. βουκόλε ἐπεὶ οὔτε κακ: ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν λέξιν βουκόλε δεῖ, ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλλη‐ νικῶς ἔχῃ. τὸ δὲ μέτρον οὐκ ἂν δόξαι βλάπτεσθαι τοῦ στοιχείου προσ‐ τιθέντος, ἐπεί, ὅταν δέῃ ὑγιὲς αὐτὸ παριστάναι, πάλιν ἀφαιρεθήσεται. Il. Pr. Λ 441.
20 311. τέτλαμεν: προπαροξυτόνως εἴτε κίνημά ἐστιν ἀπὸ τοῦ τέτλημι εἴτε ἀπὸ τοῦ τετλήκαμεν συγκέκοπται. B.
22tΕΙΣ ΤΗΝ Φ.
23 20. ἐξἑσίην: δημοσίαν ἔκπεμψιν, παρὰ τὸν ἥσω ἑσία καὶ ἐξεσία. BHQ.
25 †45. ἐς δὲ σταθμοὺς ἄρσε: ψιλωτέον. τὰ γὰρ φωνήεντα κατα‐ λήγοντα εἰς ρ ἐπιφερομένου τοῦ ς ψιλοῦσθαι φιλεῖ. Il. Pr. Ζ 348. 61. ὄγκιον: παροξυτόνως τὸ ὀγκίον. B. †331. εὐκλεῖας: προπερισπαστέον. ἐκ γὰρ τοῦ εὐκλέας ἐγένετο κατ’ ἐπένθεσιν τοῦ ι. Il. Pr. Κ 281.
30tΕΙΣ ΤΗΝ Χ.
31*136. οὔ πως ἐστ’ Ἀγέλαε διοτρεφές: οὐχ ὃν τρόπον οἴεται
ὁ Ἀσκαλωνίτης τὸ πῶς πάντως ὀξυτονηθήσεται, ἐπεὶ ἤδη ἐμελέτησε163

3,2

164

καὶ ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶς τοῦτο μὴ πά‐ σχειν. «οὔ πως ἐστ’ Ἀγέλαε διοτρεφές» «μήπως με προϊδών» (Od. δ 396). Il. Pr. Υ 464. †188. κουρίξ: ὀξύνεται· τὰ γὰρ εἰς ιξ ἐπιρρήματα ὀξύνεται, ση‐
5μαινομένου τοῦ πέριξ βαρυνομένου. Il. Pr. Ξ 60. †213. 214. Μέντορ μή ς’ ἐπέεσσι παραπεπίθῃσιν Ὀδυσ‐ σεύς—μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ αὐτ: ἐπὶ τούτου κατ’ ὀρθὸν τόνον ἀνέγνωμεν· καὶ τὸ ἑξῆς ἐστι τοιοῦτον μὴ πεισάτω σε Ὀδυσσεὺς ἡμῖν μάχεσθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου
10ἡ οἷ ὁπότε προηγεῖται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν, ὀρθοτονεῖσθαι θέλει εἴτε εἰς ἁπλῆν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύν‐ θετον. Il. Pr. Ο 226.
13tΕΙΣ ΤΗΝ Ψ.
143. ὑπερικταίνοντο: Ἀρίσταρχος μὲν ἄγαν ἐπάλλοντο καὶ ἐκινοῦντο
15προθυμουμένης αὐτῆς βαδίζειν ταχέως, μὴ δυναμένης δέ, ἀλλὰ κατὰ βραχὺ διὰ τὸ γῆρας. οἱ δὲ ὑπερεξετείνοντο. ἄμεινον δῆθεν ἐκινοῦντο παρὰ τὸ ἴκταρ, ὅ ἐστιν ἐγγύς. καὶ γὰρ προείρηκε «γούνατα δ’ ἐρρώ‐ σαντο». ταχέως οὖν ὑπερικνοῦντο, ὅ ἐστι παρεγίνοντο. MS Barnes. †62. ὡς οὐκ ἔσθ’ ὅδε μῦθος: τὸ ἔστι ἐπὶ τῆς πρώτης συλλα‐
20βῆς ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται «ἔστι δέ τις προπάροιθε πόλιος» (Β 811) καὶ ὅταν ὑποτάσσηται τῇ οὐ ἀποφάσει (h. l. c.)· εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο, οὐκέτι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν ὀξεῖαν οἷον «ὃ δὴ τετελεσμένον ἐστίν». Il. Pr. Ζ 152. 191. ἀκμηνὸς θαλέθων: ὁ ἀκμὴν ἔχων τοῦ θάλλειν. HQV.
25ἐπὶ μὲν τούτου ὠξυτόνησεν Ἀρίσταρχος, ἐπὶ δὲ τοῦ ἐν Ἰλιάδι (Τ 163; 346) ἐβαρυτόνησεν· οἱ δὲ τὰ δύο προπαρωξυτόνησαν. V. 220. εἰ ᾔδη: Ἡρωδιανὸς τὸν εἰ ἀντὶ τοῦ ἐπεί φησιν εἶναι καὶ συνάπτει ὅλον τὸν νοῦν οὕτως· εἰ μὴ ἠπατήθη ἡ Ἑλένη ὑπὸ τῆς Ἀφρο‐ δίτης, οὐκ ἂν ἄλλῳ ἠκολούθησεν ἀνδρί. καὶ πόθεν δῆλον ὅτι δι’ ἀπά‐
30την ἠκολούθησε καὶ οὐχ ἑκουσίως; ἐπειδὴ ᾔδη μάλιστα ὅτι οὐκ ἔχει καταφρονηθῆναι τοῖς Ἕλλησιν ἡ αὐτῆς ἁρπαγή. Q. Vind. 56. 281. θάνατος δέ μοι ἐξ ἁλὸς αὐτ: γρ. ἔξαλος ἤγουν ἔξω τῆς θαλάσσης. Vind. 133.
34tΕΙΣ ΤΗΝ Ω.
3510. ἀκάκητα: προπαροξυτόνως. H. †221. ἄσσον ἴεν πολυκάρπου ἀλωῆς: ἴεν ψιλωτέον, ἔστι
γὰρ ἑνικὸν ἀντὶ τοῦ ἐπορεύετο. Il. Pr. Μ 33.164

3,2

165

*229. γραπτῦς: ἐν τῇ Ὀδυσσειακῇ προσῳδίᾳ φανερῶς τὸ γραπτῦς περισπᾷ καί φησιν, ὅτι εἴη εἰρηκὼς ὡς καὶ τὸ κλιτῦς (Π 390) δεῖ περισπᾶσθαι. Schol. ad Il. Π 390. 242. κατ’ ἔχων κεφαλήν: κάτω ἔχων νενευκώς· δύναται δὲ
5καὶ ὑφ’ ἓν κατέχων. V. †331. οὐλὴν μὲν πρῶτον: οὐλή ὡς αὐλή. τὰ γὰρ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ διφθόγγῳ παραληγόμενα ὀξύνεσθαι θέλει, εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως οὐλή αὐλή, ἀπειλή, ὠτειλή. τὸ μέντοι «ἑτέρῃ δ’ ἔχεν οὔλας» (γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν ἴσως βεβαρυ‐
10τόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ οὐλή. Il. Pr. Τ 26. †417. ἐκ δὲ νέκυς οἴκων φόρεον: οὐκ ἀήθης ἡ τοιαύτη συνα‐ λοιφή. τὸ «ἄρχετε νῦν νέκυας φορέειν» (Od. χ 437) ἐν τοῖς ἐφεξῆς
ἔφη «ἐκ δὲ νέκυς οἴκων φόρεον» (h. l.). Il. Pr. Μ 286.165