TLG 0087 004 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ διχρόνων Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Περὶ διχρόνων Citation: Part+volume — page — (line) | ||
3,27(1t) | ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ | |
2t | ΠΕΡΙ ΔΙΧΡΟΝΩΝ. | |
---|---|---|
3 | Καθόλου τὰ τρία δίχρονα τὰ ἐκ συναλοιφῆς ἐκτείνεσθαι θέλει, ἀέκων ἄκων, κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξε‐ | |
5 | ται τῆς τα συλλαβῆς, τοῦ κέρατα κέρα, καὶ κρέατα κρέα, συνεσταλμένον ἐστὶ τὸ δίχρονον. Θέτιι Θέτι, πάντα Θέτι καλλιπλοκάμῳ (Σ 407). μήτιι μήτι, μήτι δ’ ἡνίοχος περιγίγνεται (Ψ 318). | |
10 | ἱερεύς ἱρεύς, βότρυες βότρυς, νέκυες νέκυς. Πᾶν ὄνομα μονοσύλλαβον ἀπαθὲς εἰς ν λῆγον ἢ εἰς ρ ἢ εἰς ς, εἴτε θηλυκὸν εἴτε ἀρσενικὸν εἴτε οὐδέτερον, ἀπαρασχημάτιστον εἴτε παρεσχηματισμένον ἀρσενικῷ, εἰ ἔχοι δίχρονον, ἐκτείνειν αὐτὸ θέλει, ὡς ἔχει τὸ πᾶν, πᾶς, Γρᾶς, Πράς, κράς, λίς, κίς, μῦς, σῦς, δρῦς, πῦρ, | |
15 | ψάρ, Κάρ. διὸ τὸ τίς σημειούμεθα συστελλόμενον τὸ ι· τὸ δὲ στάδα λίμνην ἢ κλάδα χρυσεόκαρπον οὐχ ἕξει τινὰ εὐθεῖαν στάς ἢ κλάς. μεταπλασμοὶ γάρ εἰσι, τὸ | |
20 | ἐξ ὀρέων ἐπὶ κάρ (Π 392) κατὰ πάθος. ἀπὸ γὰρ τοῦ κάρη κατὰ ἀποκοπὴν τοῦ η γέγονεν. Πᾶν εἰς αν λῆγον ἀρσενικὸν ἐπ’ εὐθείας ἐκτείνεσθαι θέλει, Παιάν, Τιτάν, Ἀλκμάν, καὶ ὅσα τοιαῦτα. Πᾶν εἰς ας ἀρσενικὸν βαρύτονον ἐπ’ εὐθείας ἐκτείνεσθαι θέλει, εἴτε | |
25 | ὄνομα εἴη εἴτε μετοχή, Αἴας, Δρύας, Θόας, λέξας, γράψας, ποιήσας. διὸ σημειούμεθα τὸ ποιητικὸν προσηγορικὸν «λᾶας ἀναιδής» καὶ μέγας ἐπίθετον. τὸ δουρὶ δὲ ξυστῷ μέμηνεν Αἶας (Alcmanis) καὶ ὅσα τοιαῦτα κατὰ διάλεκτον, | |
30 | δῆσας ἀλυκτοπέδῃσι (Theogn. 521). Τὰ εἰς ας ὀξύτονα ὀνόματα δισύλλαβα διὰ τοῦ δος κλινόμενα συ‐ | |
στέλλεσθαι θέλει, Ἀρκάς, φυγάς, ἐθάς, πολυδειράς. | 7 | |
3,28 | Τὰ εἰς ας περισπώμενα ἀναγκαίως ἔχει τὸ α μακρόν, ἀλλᾶς, Ἡρᾶς, Βορρᾶς, πελεκᾶς. Τὰ εἰς ας λήγοντα οὐδέτερα καὶ βαρύνεται καὶ συστέλλονται, κρέας, τέρας, δέπας, κέρας. | |
5 | Τὰ εἰς αξ λήγοντα καὶ ἐκτείνει τὸ α καὶ συστέλλει. ὅσα μὲν οὖν δισύλλαβα ὄντα ἔχει πρὸ τέλους μὴ φύσει μακράν, ἀλλ’ ἢ βραχεῖαν ἢ θέσει μακράν, ἀδιάφορον ἔχει τὸν χρόνον τοῦ α, κόραξ, κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, ὄμφαξ, φόρταξ· εἰ μέντοι ἡ πρὸ τέλους φύσει μακρὰ εἴη, ἡ δὲ τελευταία συστέλλοιτο, γένος θηλυκὸν ὁρᾶται, πῖδαξ, κλῖμαξ, | |
10 | λεῖμαξ, βῶλαξ. διὸ καὶ τὸ μεῖραξ ἐπὶ θηλυκῷ τιθέμενον εὖ ἂν ἔχοι. οὐκ ἀγνοῶ δὲ ὡς ἔσθ’ ὅτε οἱ κωμικοὶ καὶ ἀρσενικῷ γένει τὴν σύνταξιν ποιοῦνται· ἀλλ’ εἰκὸς αὐτοὺς θηλυκῇ προσηγορίᾳ σκώπτειν τοὺς πασχη‐ τιῶντας. ὅσα μέντοι ἔχει τὴν πρὸ τέλους φύσει μακρὰν ἀρσενικὰ ὄντα καὶ τὸ α θέλει ἔχειν ἐκτεταμένον, ὡς ἔχει τὸ Φαίαξ, θώραξ, οἴαξ, | |
15 | πλούταξ, βώμαξ, κνώδαξ· σημειούμεθα τὸ Γῦναξ καὶ Γῦλαξ ἔχοντα φύ‐ σει μακρὰν τὴν παραλήγουσαν καὶ συστέλλοντα τὸ α, εἰσὶ δὲ ταῦτα κύρια ὀνόματα, καὶ τὸ σαῦσαξ, φασὶ δὲ εἶναι τοῦτο ὄσπρεον, καὶ τὸ καύαξ διφορούμενον· τοῦτο γάρ ποτε μὲν συστέλλει τὸ α, ποτὲ δὲ ἐκ‐ τείνει αὐτό· ἔστι δὲ ὄρνεον. Τὰ μέντοι ὑπὲρ δύο συλλαβὰς ἐκτείνει τὸ | |
20 | α μὴ ὄντα σύνθετα, ἱέραξ, Ἐπιδαύραξ, ὀρθίαξ, θυμέλαξ. τὰ δὲ σύν‐ θετα βαρύτονα καὶ τὸν τῶν ἁπλῶν χρόνον φυλάττει, Ἀχαρνοφαίαξ, Ἱππῶναξ, Ἀρχεάναξ, ἐριβῶλαξ, πολυπῖδαξ· τὰ δὲ ὀξύτονα σύνθετα συστέλλει τὸ α, διασφάξ, βλεφαροσπάξ. Τὰ μέντοι μονοσύλλαβα, θη‐ λυκὰ μὲν ὄντα, θέλει συστέλλειν τὸ α, σπάξ, οὕτως ἡ κύων παρὰ | |
25 | Πέρσαις, κλάξ, πλάξ, γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτέταται· τὰ δὲ ἐκτεί‐ | 8 |
3,29 | νοντα τὸ α ἀρσενικά ἐστι, βλάξ, κράξ, πτάξ· τὸ δὲ Πράξ ἱστορεῖται μὲν ἐκτείνεσθαι· ἐγένετο δὲ Ἀχιλλέως ἀπόγονος, ἔνθεν οἱ Πρᾶκες· συστέλλεται δὲ ἔσθ’ ὅτε τὸ α. Τὰ μέντοι εἰς ιξ μονοσύλλαβα συστέλλει τὸ ι ἔχοντα δύο σύμφωνα | |
5 | πρὸ τοῦ ι, στίξ, φρίξ, θρίξ. τὸ μέντοι ἴξ καὶ Φίξ ἐκτείνεται. Τὰ μέν‐ τοι εἰς ιξ λήγοντα ὑπὲρ μίαν συλλαβὴν πάντα συστέλλει τὸ ι. ἐπὶ μέντοι γενικῇ πῇ μὲν φυλάττει τὸ ι συνεσταλμένον, πῇ δὲ ἐκτείνει. καί φασι τήρησίν τινα εἶναι τοιαύτην, ὡς τὰ ἔχοντα πρὸ τέλους μα‐ κρὸν ἔχει ἐν τῇ γενικῇ ἐκτεινόμενον τὸ ι, φοῖνιξ, βέμβιξ, Τέμμιξ, | |
10 | πέμφιξ, τέττιξ, σκάνδιξ, πέρδιξ, χοῖνιξ. Πτολεμαῖος δὲ ὁ Ἀσκαλωνί‐ της φησὶν ὡς τῆς πέρδικος καὶ χοίνικος γενικῆς ἡ μέση συστέλλεται, πεισθεὶς Ἀριστοφάνει τῷ γραμματικῷ καὶ τοῖς οὕτω χρησαμένοις ποιη‐ ταῖς διὰ μέτρον· ἀλλὰ ταῦτα διὰ μέτρον ἐγένετο. ἔστι γὰρ αὐτὰ εὑρεῖν ἐκτεταμένα πολλάκις. τὸ μέντοι Θρήϊκος συστέλλει τὸ ι, ἔχον διαλλα‐ | |
15 | γήν. λέγεται γὰρ καὶ κατὰ συναλοιφὴν Θρῃκός. τὸ δὲ ἧλιξ συνεξῆλθε τοῖς ἔχουσι τὸ λ πρὸ τοῦ ι, χόλικος, ἕλικος, χάλικος, κύλικος. τὸ σύμμιγος σύνθετόν ἐστι. Τὰ εἰς υξ μονοσύλλαβα συστέλλει τὸ υ, τρύξ, Φρύξ, πτύξ, Στύξ. Χρόνος ὁ αὐτὸς καὶ ἐπὶ γενικῆς. Τὰ εἰς υξ δισύλλαβα καὶ αὐτὰ συστέλ‐ | |
20 | λει τὸ υ, φυλάττει μέντοι τὸ υ συνεσταλμένον, ὁπότε τὸ χ ἢ τὸ γ ἐπὶ γενικῆς ἔχει, στόνυχος, ὄνυχος, ὄρτυγος, ἤλυγος, δίζυγος, φάρυ‐ γος, τὸ δὲ κόκκυγος συστέλλουσι καὶ ἐκτείνουσιν. εἰ μέντοι διὰ τοῦ κ ἡ κλίσις ὑπάρχοι, πῇ μὲν φυλάττει τὸ υ συνεσταλμένον, πῇ δὲ ἐκτείνει. Ἔρυκος γὰρ συνεσταλμένως καὶ ἄμβυκος, Βέβρυκος, κάλυκος, Γάνυκος, | |
25 | ἴβυκος, ἐκτεταμένως δὲ βόμβυκος, αἴθυκος, κήρυκος. τὸ κήρυκι Ἠπυτίδῃ (Ρ 324) διὰ μέτρον φασὶν ἔχειν συστολήν. Τὰ μέντοι εἰς υξ ὑπὲρ δύο συλλαβὰς ἤτοι σύνθετα ἢ καὶ ἁπλᾶ πρόδηλον ἔχει τὸν χρόνον, ὡς ἐν τῇ κλίσει παραδέδοται. | |
30 | Τὰ εἰς ιψ μονοσύλλαβα ἐκτείνεται. ὁμοίως καὶ ἐπὶ γενικῆς. διὸ ἡ λιβός γενικὴ σημειώδης· τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν συστέλλεται θέλουσι δὲ πεδότριψ ἐκτείνειν, πλανώμενοι ἐκ τοῦ παρ’ Ἀρχιλόχῳ | |
ἄνδρας ἀμφιτρίβας. | 9 | |
3,210 | Τὰ εἰς αψ λήγοντα ὑπὲρ μίαν συλλαβήν φαμεν συστέλλειν τὸ α, λαῖλαψ. ἐν δὲ μονοσυλλάβοις τὸ δράψ ἐκτείνεται κείμενον παρὰ Ἀρι‐ στοφάνει, καὶ τὸ λάψ παρὰ Ταραντίνοις. ἡ δὲ γράψ καὶ φάψ θηλυκῷ γένει κατακλειόμενα συστέλλεται. | |
5 | Τὰ διὰ τοῦ ανω ῥήματα ὑπὲρ δύο συλλαβὰς βαρυνόμενα ἔχει τὸ α συνεσταλμένον, λιμπάνω, μανθάνω, λανθάνω, λαμβάνω. τὸ μέντοι ἱκάνω καὶ κιχάνω ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίστου ἐκτείνει τὸν δεύτερον. Τὰ εἰς πτω λήγοντα ῥήματα, εἰ ἔχοι τὸ ι πρὸ τοῦ τέλους, συν‐ | |
10 | εσταλμένον αὐτὸ ἔχει, λίπτω, ἴπτω, χρίπτω· διὸ σημειούμεθα τὸ πίπτω καὶ ῥίπτω. Τὰ εἰς νος λήγοντα δισύλλαβα ἐπ’ εὐθείας καθαριεύοντος τοῦ ν εἰ ἔχει πρὸ τέλους τὸ υ ἐκτείνει αὐτό, ὡς ἔχει τὸ φρυνός, θυνός, γρυνός καὶ βαρυνόμενον τὸ Κῦνος. τὸ μέντοι πλυνός οὐχ οὕτως ἔχει. | |
15 | Τὰ εἰς νος λήγοντα ὑπὲρ δύο συλλαβάς, εἰ παραλήγοιτο τῷ υ, πῇ μὲν συστέλλει αὐτό, ἐπὰν τὸ ς προηγῆται αὐτοῦ, ὡς ἔχει τὸ δεσπόσυ‐ νος, θάρσυνος, πίσυνος· τὸ δὲ μόσυνος ἐκτεταμένον ἀπὸ γενικῆς ἐστι γενόμενον, αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ νος ὑπὲρ δύο συλλαβὰς ὑπάρ‐ χουσαι εἰ παραλήγοιντο τῷ υ ἐκτεταμένῳ παραλήγονται, Φόρκυνος, | |
20 | Πόλτυνος, αἱ μέντοι εὐθεῖαι αὐτῶν συστέλλουσι τὸ υ. τὰ μέντοι διὰ τοῦ νος ἐπ’ εὐθείας μὴ ἔχοντα τὸ ς πρὸ τοῦ υ, ὑπὲρ δύο συλλαβὰς ὄντα, ἐκτείνειν θέλει τὴν πρὸ τέλους, κίνδυνος, εὔθυνος, Πάχυνος, Λάμυνος. διὸ καὶ τὸ βόθυνος ἀναλόγως οἱ Ἀττικοὶ ἐκτείνουσιν· κἂν ὀξύνηται δὲ τοιαῦτά ἐστι, Μαρυανδυνός, Βιθυνός. τὸ ἄγυνος ἢ ἀνδρόγυνος οὐ | |
25 | μάχεται, σύνθετα γάρ ἐστι καὶ ἔχει τὸν τοῦ ἁπλοῦ χρόνον, λέγω δὲ τοῦ γυνή, ὅπερ καὶ αὐτὸ ἠλόγητο κατὰ χρόνον· τὰ γὰρ εἰς νη καθα‐ ριεύοντα δισύλλαβα, εἰ ἔχοι πρὸ τέλους τὸ υ, ἐκτεταμένον αὐτὸ ἔχει, ὡς ἔχει τὸ Βύνη, μύνη, Φρύνη, ὑπεσταλμένου δηλονότι τοῦ γυνή. προσέθηκα δὲ δισύλλαβα, ἐπεὶ τὰ ὑπὲρ δύο συλλαβάς, διὰ μέντοι τοῦ | |
30 | συνη ὄντα, ἀεὶ συστέλλει τὸ υ, βριθοσύνη, ὑποθημοσύνη, καλλοσύνη εἰ δὲ μὴ ἔχει τὸ ς πρὸ τοῦ υ, ἀδιάφορον ἔχει τὸν χρόνον· Δελφύνη γὰρ καὶ χελύνη ἐκτεταμένως, κορύνη δὲ καὶ Ταμύνη συνεσταλμένως, | |
ὡς τορύνη, Ἀττικοὶ δὲ ἐκτεταμένως. | 10 | |
3,211 | Πᾶν εἰς α λῆγον θηλυκὸν ὀξυνόμενον ἢ περισπώμενον μακρῷ χρῆ‐ ται τῷ α, φοβερά, Ἀθηνᾶ. Πᾶν εἰς α λῆγον θηλυκὸν προπαροξυνόμενον ἢ προπερισπώμενον συνεσταλμένον ἔχει τὸ α, Ἀντιόχεια, Μήδεια, ταχεῖα, ὀξεῖα. | |
5 | Πᾶν εἰς α λῆγον θηλυκὸν ὄνομα ἔχον πρὸ τοῦ α ἕν τι τῶν διπλῶν ἢ τὸ ς ἢ τὸ ν, μὴ κατὰ πάθος ἢ διάλεκτον, ἔχει τὸ α συνεσταλμένον, χάλαζα, ἅμαξα, ἀμφίσβαινα, Λάκαινα, χαρίεσσα, μοῦσα. τὸ δὲ Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ καὶ ὅσα τοιαῦτα ἐστὶ κατὰ πάθος, τὸ δὲ Ἑλένα καὶ ὅσα τοιαῦτα ἐστὶ κατὰ διάλεκτον. | |
10 | Τὰ εἰς ρα λήγοντα καθαρόν, εἰ παραλήγοιτο τὸ υ, ἀμοιβαῖον ποιεῖται χρόνον· εἰ γὰρ ἐκτείνοιτο τὸ υ, τὸ α συστέλλεται καὶ προ‐ παροξύνεται, ὡς ἔχει τὸ ἄγκυρα, Κέρκυρα, ὄλυρα· εἰ δὲ συστέλλοιτο τὸ υ, τὸ α ἐκτείνεται καὶ παροξύνεται θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ὄντα, Ἐφύρα, πορφύρα. τὸ οὖν κολλύρα κατ’ ἀμφότερα δίχρονα ἐκταθὲν | |
15 | σημειῶδες. Τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν δισυλλάβων· πυρά ἐκτείνει τὸ α, συστέλλει δὲ τὸ υ, τό τε λύρα καὶ θύρα βαρυνόμενα, τὸ δὲ σφῦρα ἐκ‐ τεῖνον τὸ υ καὶ συστέλλον τὸ α. Τὰ εἰς ρα λήγοντα μετ’ ἐπιπλοκῆς συμφώνου ἐκτείνει τὸ α, ποτί‐ στρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα. σημειῶδες οὖν τὸ Τάναγρα | |
20 | καὶ σκολόπενδρα. Τὰ εἰς α λήγοντα, ὁπότε ἔχει πρὸ τοῦ α διπλοῦν, δίχρονον δὲ πρὸ τοῦ διπλοῦ, πάντως συνεσταλμένον αὐτὸ ἔχει, γάζα, μύζα, ὄρυζα, φύζα, δίψα, σχίζα, ῥίζα· ὅθεν σημειῶδες τὸ μᾶζα ἐκτεῖνον τὸ πρὸ τοῦ διπλοῦ α. | |
25 | Τὰ παρώνυμα τὰ διὰ τοῦ αια παραγόμενα ἐκ θηλυκῶν εἰς α ἢ εἰς η ἐκτεταμένον ἔχει τὸ α, σεληναία, ἁμαξαία, ἀναγκαία, ἀρχαία. ὅθεν ἐχρῆν καὶ τὸ γαῖα ἐκτείνεσθαι, χωρὶς εἰ μὴ ἡ ποσότης τῶν συλλαβῶν ποιεῖ συνεσταλμένον τὸ α· τοιαῦτα γὰρ τὰ δισύλλαβα, γραῖα, μαῖα. Τὰ εἰς α λήγοντα καθαρὸν συνεσταλμένον, ὁπότε ἐστὶν ὑπὲρ δύο | |
30 | συλλαβάς, τὴν πρὸ τέλους ἔχει φύσει μακράν, Μήδεια, Θάλεια, Πηνε‐ λόπεια, εὔνοια, εὔχροια, ὑπεσταλμένων τῶν πρὸ τέλους ἐχόντων τὴν | |
τρι συλλαβήν, οἷον ποιήτρια, μεσήτρια, ὁδηγήτρια, ὀρχήστρια, αὐλή‐ | 11 | |
3,212 | στρια, μαθήτρια. παράλογος οὖν ὁ πρὸ τέλους χρόνος τοῦ πότνια, ὄμπνια, Πολύμνια, Ἰάμνια, Λάμια. ὅσα γὰρ ἔχει πρὸ τέλους τὸ ι ὑπὲρ δύο συλλαβὰς ὄντα μὴ διὰ τοῦ τρια, οὐκ ἐν συστολῇ ἔχει τὸ α, ἀλλ’ ἐκτάσει, κακία, φιλία, κοπία, ἐσχατιά. τοῦ οὖν πότνια καὶ ὄμπνια καὶ | |
5 | τῶν τοιούτων ἢ ἡ πρὸ τέλους ἠλάττωται ἢ ἡ ἐπὶ τέλους. Πᾶν εἰς α λῆγον οὐδέτερον ἑνικὸν συνεσταλμένον ἔχει τὸ α, βῆμα, αἷμα, ποίημα, νόημα. τὸ τοίνυν κάρα ἐκτεινόμενον ἐξ ἀποκοπῆς ἐστι τοῦ κάρανον. Τὰ εἰς αρ λήγοντα ὑπὲρ μίαν συλλαβὴν ἐπὶ παντὸς γένους συστέλ‐ | |
10 | λει τὸ α, μάκαρ, δάμαρ, ὄαρ, θέναρ, φρέαρ, στέαρ. Ἀττικοὺς δέ φασιν ἐκτείνειν τὸ στέαρ καὶ φρέαρ. Τὰ εἰς σα λήγοντα θηλυκὰ εἴτε ἐπὶ ὀνομάτων εἴτε καὶ ἐπὶ μετοχῶν, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς δίχρονον καταλήγουσαν, πάντως ἐκτεταμένον αὐτὸ ἔχει, πᾶσα, πτᾶσα, φῦσα, δῦσα, Τῖσα, Κρῖσα, κνῖσα· οὐκ | |
15 | ἀγνοῶ δὲ ὅτι Πίσαν εἶπε τὴν πόλιν κατὰ συστολὴν Πίνδαρος. εἰ μέν‐ τοι εἰς σύμφωνον λήγει ἡ πρὸ τέλους συλλαβή, τὸ δίχρονον συστέλλε‐ ται, θάλασσα, ἄνασσα, πίσσα, νύσσα, λύσσα. Πᾶν εἰς αν λῆγον οὐδέτερον τὸν χρόνον ἔχει τοῦ α τοῦ κατὰ τὴν γενικὴν τοῦ ἀρσενικοῦ, τάλανος τάλαν, μέλανος μέλαν, στάντος στάν, | |
20 | βάντος βάν. ποιητικῶς γὰρ ἐκτέτατο ἵνα μὴ τὸ γῆρας ἐπαναβὰν αὐτὸν λάθῃ. ἐπεὶ οὖν παντός φαμὲν κατὰ συστολὴν καὶ πάν ὀφείλομεν λέγειν κατὰ συστολήν, ὥσπερ Αἰολεῖς καὶ Δωριεῖς ἀποφαίνονται. ἡ μέντοι παρ’ ἡμῖν ἔκτασις τοῦ α καὶ παρὰ τοῖς Ἀττικοῖς καὶ παρὰ τοῖς Ἴωσιν ἀφορ‐ | |
25 | μὴν ἔχει τὸν τόνον. διὰ γὰρ τὸ δέξασθαι τὴν περισπωμένην τοῦ πᾶς ἀρ‐ σενικοῦ ἐκτείνει τὸ α. ὅταν μέντοι τὸ πᾶν δισυλλάβως λέγηται, τότε ἕξει τὸ α συνεσταλμένον, σύμπαν, ἅπαν. εὕρηται παρ’ Ἀθηναίοις ἐκτεῖνον τὸ α. Τὰ εἰς αν λήγοντα ἐπιρρήματα ἐκτείνουσι τὰ α, ἄγαν, λίαν, πέραν, | |
30 | εὔἁν, ὑπεσταλμένου τοῦ πάμπαν. τὸ γὰρ ὅταν δύο μέρη λόγου ἐστί, ὅτε καὶ ἄν. τὸ δὲ τάλαν ὀνοματικόν ἐστι. Τὰ εἰς α λήγοντα θηλυκὰ παρεσχηματισμένα ἀρσενικοῖς, ὁπότε μιᾷ συλλαβῇ τοῦ ἀρσενικοῦ πλεονάζει, συστελλόμενον ἔχει τὸ α, ταχύς ταχεῖα, Κρής Κρῆσσα, ἱερεύς ἱέρεια, τάλας τάλαινα, Κίλιξ Κίλισσα. | |
35 | Ἀττικοὶ μέντοι ἐκτεταμένως ἱερείαν ἀποφαίνονται. | |
Τὰ εἰς ος λήγοντα ὁπότε ἔχει θηλυκὸν εἰς α λῆγον πάντα ἔχει | 12 | |
3,213 | ἐκτεταμένον τὸ α, Ῥόδιος Ῥοδία, Κνίδιος Κνιδία. σημειῶδες ἄρα κατὰ χρόνον τὸ δῖα γυναικῶν, ὁμοίως δὲ καὶ τὸ ἴα, | |
5 | οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς (Il. Δ 437), ὅπερ λέγεται καὶ μία, καὶ τὸ πέπειρα. Αἱ εἰς ς λήγουσαι μετοχαὶ ἀρσενικαὶ ἤτοι βραχυκατάληκτοί εἰσιν, ὡς αἱ εἰς ος λήγουσαι, τυπτόμενος, λεγόμενος, ἢ μακροκατάληκτοι, ὡς αἱ μὴ οὕτως ἔχουσαι, πεποιθώς, διδούς, βιούς· εἰ δὲ εἰς δίχρονον λήγου‐ | |
10 | σιν, ἐκτεταμένον αὐτὸ ἔχουσιν, ἱστάς, βιβάς, ζευγνύς, δύς, φύς. Πᾶν εἰς σσων λῆγον συγκριτικόν, εἰ ἔχει δίχρονον ἐν τῇ πρὸ τέ‐ λους συλλαβῇ, συνεσταλμένον αὐτὸ ἔχει, πάσσων, μάσσων, βράσσων, γλύσσων. σεσημείωται τὸ θάσσων καὶ ἐλάσσων ἐκτείνοντα τὸ δίχρονον. Τὰ εἰς ων λήγοντα καθαρὰ συγκριτικά, ὁπότε παραλήγοιτο τῷ ι, | |
15 | ἐκτεταμένῳ αὐτῷ παραλήγονται, καλλίων, ἡδίων, βελτίων, γλυκίων, κακίων. Ἀριστοφάνης δὲ ἐν Ἀττικαῖς λέξεσιν Ἀττικοὺς ἱστορεῖ προφέ‐ ρεσθαι ἐκτεταμένως. Πᾶσα αἰτιατικὴ ἀπαθὴς εἰς α λήγουσα συστέλλεσθαι θέλει, Ἀλ‐ κμᾶνα, ποιμένα, Ἕκτορα, θώρακα, Αἴαντα, Ἀχιλλέα, βασιλέα. Ἀττικοὶ | |
20 | μέντοι ἐκτείνουσι τὰς ἀπὸ τῶν εἰς ευς, Ἀτρέα λέγοντες καὶ ἱερέα. πρόσκειται δὲ ἀπαθὴς διὰ τὸ χοᾶ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ. Τὰ διὰ τοῦ αριον ὑποκοριστικὰ παρὰ τοῖς παλαιοῖς Ἕλλησι συστέλ‐ λει τὸ α, ἱππάριον, φυτάριον, ἡ μέντοι νῦν συνήθεια ἀπὸ τῆς τῶν Ῥωμαίων διαλέκτου πολλὰ ἐπίσταται διὰ τοῦ αριον ἐκτεταμένα, σουδά‐ | |
25 | ριον λέγουσα καὶ κελλάριον. Τὰ διὰ τοῦ ινη παραγωγὰ ὑπὲρ τρεῖς συλλαβὰς μονογενῆ φιλεῖ ἐκτείνειν τὸ ι, Αἰητίνη, ἰατρίνη, θριδακίνη, ἡρωΐνη, Ὠκεανίνη, χωρὶς τοῦ εἰλαπίνη καὶ τοῦ Μολυβδίνη, ἔστι δὲ ὄνομα πόλεως. ὑπὲρ τρεῖς συλλαβὰς ἔφην διὰ τὸ σατίνη, ἔστι δὲ εἶδος ἅρματος, καὶ τὸ Ἀσίνη, | |
30 | ἔστι δὲ ὄνομα πόλεως, καὶ τὸ μυρσίνη, οὐκ ἐκείνου ἀποφαινομένου ὡς τὸ τρισύλλαβον συστέλλει τὸ ι. πολλάκις γάρ ἐστι τὰ ἐκτείνοντα τὸ ι, ὡς ἔχει τὸ δωτίνη, ὑσμίνη, πυτίνη. Τὰ εἰς νος λήγοντα δισύλλαβα ὀξύτονα καθαρεύοντος τοῦ ν, εἰ ἔχοιεν ἐν τῇ πρὸ τέλους τὸ α, ἐκτεταμένον αὐτὸ ἔχουσι, δανός ὁ | |
35 | ξηρός, τρανός, μανός. τοῦτο δὲ παρὰ τοῖς Ἀττικοῖς συστέλλεται. Πᾶν δίχρονον ἔχον διπλασιασμὸν ἀμεταβόλου ἐπιφερομένου συστέλ‐ λεσθαι θέλει, Πράξιλλα, Τελέσιλλα, ἄμμος, Κόριννα, θύννος, ἄλλος, πυρρός. παραλόγως οὖν ἐκτέτατο τὸ μᾶλλον. | |
Τὰ διὰ δύο σς παραγωγὰ ῥήματα ὑπὲρ δύο συλλαβὰς βαρύτονα | 13 | |
3,214 | ὅτε ἔχει δίχρονον πρὸ τέλους συστελλόμενον αὐτὸ ἔχει, ἀράσσω, πα‐ τάσσω, χαράσσω, ἀλλάσσω, ἀφύσσω. δῆλον οὖν ὅτι καὶ τὸ θαάσσω ὀφείλει τὸ α συστελλόμενον ἔχειν. τὸ δὲ ἐλασσῶ περισπᾶται παρὰ τὸ ἔλασσον γενόμενον. διὸ βαρύτονα πρόσκειται. | |
5 | Τὰ διὰ τοῦ αζω δισύλλαβα συστέλλει τὸ α, ὑπεσταλμένων τῶν Αἰολικῶν, διὰ τὸ πτάζω καὶ πλάζω, ὅθεν ἐπιπλάζω ἀντὶ τοῦ ἐπι‐ πλήσσω. ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· στάζω, φράζω, βάζω, σφάζω. παρὰ λόγον ἄρα τὸ κράζω ἐκτέταται. καὶ τὰ ὑπὲρ δύο συλλαβὰς ἔχει συνεσταλμένον τὸ α, χωρὶς εἰ μὴ ἔχοι πρὸς τῷ α τὸ ι, | |
10 | διὰ τὸ ματᾴζω, σφαδᾴζω. ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· σκιάζω, ἐνθουσιάζω, ἀγοράζω. τινὲς δὲ ἐκτείνουσι τὸ ὅδ’ ἀγοράζει κλεῖδ’ ἔχων τουτέστιν ἐν ἀγορᾷ διατρίβει, πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖσθαι. | |
15 | Τὰ εἰς ζε λήγοντα ἐπιρρήματα, ὁπότε ἔχει πρὸ τέλους τὸ α, συν‐ εσταλμένον αὐτὸ ἔχει, Ἀθήναζε, θύραζε, Θήβαζε, ἔραζε. τὸ μέντοι χαμᾶζε ἐκτείνει τὸ α καὶ προπερισπᾶται. Τὸ α ἔχον ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ξ ἢ τὸ ψ μὴ ἐν ῥηματικῇ κλίσει φιλεῖ συστέλλεσθαι, ἄξων, ἄξιος, ἀξίνη, ἁψίς, ἅψεα, Ἄψυρτος, | |
20 | ἀψευδής· τὸ δὲ ἆξον δὴ ἔγχος Διομήδεος (Ζ 306), καὶ τὸ κρᾶξον ἐκτεταμένον ἔχουσι τὸ α. διὸ ἔφην μὴ ἐν ῥηματικῇ κλίσει. Τὸ α πρὸ τοῦ ζ ἐν ὀνόμασι συστέλλεται, γάζα, χάλαζα, ἀζηχές, | |
25 | μαζός· σεσημειωμένου τοῦ μᾶζα καὶ Ἀμαζών καὶ ἀλαζών. Τὰ εἰς νος λήγοντα δισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώνου εἰ ἔχοι πρὸ τέλους ἕν τι τῶν διχρόνων συνεσταλμένον αὐτὸ ἔχει, καπνός, θαλπνός, ἁγνός, ἀμνός. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπὲρ δύο συλλαβάς, ἀλαπαδνός, ἀκιδνός, ὀλοφυδνός· τὸ μέντοι στρυφνός οἱ Ἀττικοὶ ἐκτεί‐ | |
30 | νουσι τὸ υ. Τὰ διὰ τοῦ ιμος παραγωγὰ ὑπὲρ δύο συλλαβὰς συνεσταλμένον ἔχει τὸ ι, κύδιμος, ὠφέλιμος, ὤκιμος· τὸ μέντοι ἄτιμος ἐκτεῖνον τὸ ι συν‐ θετόν ἐστιν. οὕτως δὲ ἀξιοῦται καὶ τὸ βούλιμος ἐκτείνεσθαι κατὰ τὴν δευτέραν συλλαβὴν συνθέτου ὑπάρχοντος τοῦ ὀνόματος· ἀντὶ γὰρ τοῦ | |
35 | ὁ μέγας λιμός. καὶ τὸ ἴφθιμος δὲ ἐκτείνει τὸ πρὸ τέλους ι. Τὰ δὲ διὰ τοῦ ινος ὑπὲρ δύο συλλαβὰς ὀξυνόμενα, κατὰ καιροῦ | |
ἢ χρόνου παραλαμβανόμενα, συνεσταλμένον ἔχει τὸ ι, ἐαρινός, χειμε‐ | 14 | |
3,215 | ρινός, νυκτερινός, ἑωθινός, πρωϊνός, ἡμερινός, ὀπωρινός. παρὰ μέν‐ τοι τῷ ποιητῇ κατ’ ἔκτασιν ἀναγινώσκομεν τοῦτο ἐπιζητοῦντος τοῦ μέτρου· ὡς δ’ ὅτ’ ὀπωρινὸς βορέης (Φ 346), | |
5 | καὶ πάλιν ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον (Ε 5). Τὰ εἰς μα δισύλλαβα τῷ υ παραληγόμενα συστέλλειν αὐτὸ θέλει, πλύμα, χύμα, ῥύμα, φύμα, θύμα, λύμα, διὸ σημειούμεθα τὸ κῦμα μό‐ νως ἐκτεινόμενον. ἱστοροῦσι μέντοι Ἀττικοὺς τὸ λῦμα ἐκτείνειν καὶ | |
10 | τὸ φῦμα. Τὰ εἰς ρος λήγοντα ὀξύτονα, ὅτε ἔχει τὴν τρίτην ἀπὸ τέλους ἤτοι θέσει μακρὰν ἢ φύσει, πάντως ἔχει τὴν πρὸ τέλους μηκυνομένην. εἰ δὲ ἡ πρὸ τέλους εἴη βραχεῖα, καὶ ἡ τρίτη ἀπὸ τέλους. βλαβερός, φα‐ νερός, ῥυπαρός, ὀχυρός, καπυρός, ἱερός. τὸ γὰρ ἐκτεῖνον τὸ ι ποιη‐ | |
15 | τικόν ἐστι· κρατερός, τὸ γὰρ καρτερός ὑπέρθεσιν ἔχει. τὰ μέντοι ἔχοντα τὴν πρὸ τέλους τρίτην μακράν, ὡς ἔφην, ἔχει καὶ τὴν πρὸ τέλους μακράν, ποιηρός, ἀτηρός, ἀλγηρός, πνιγηρός, ἀνθηρός, τολμη‐ ρός, ἰσχυρός. ὅθεν ἐπεὶ τὸ ἁλμυρός ἔχει τὴν τρίτην ἀπὸ τέλους μα‐ κρὰν ὑγιῶς ἕξει καὶ τὴν πρὸ τέλους μακράν. ἀναλογώτεροι οὖν οἱ | |
20 | Ἀττικοὶ ἐκτείνοντες αὐτό. παρὰ μέντοι τῷ ποιητῇ ἀνέγνωμεν «ἁλμυ‐ ρὸν ὕδωρ» (δ 511). ἀντιπίπτει τὸ πενθερός μακρὰν ἔχον τὴν τρίτην ἀπὸ τέλους, βραχεῖαν τὴν πρὸ τέλους. ἀλλ’ οὖν γε εἴρηται πενθηρός τὸ ἐπίθετον διὰ τοῦ η, ὥσπερ ἐπὶ ἱματίου μέλανος, Α. φέρ’ αὔτ’ ἀνύσας. Β. ἀλλ’ ἔστι πενθηρὸν πάνυ· | |
25 | οὕτως γὰρ ἔφη Ἀναξίλας. οὐκ ἀναστρέφει ὁ κανών. οὐ γὰρ πάντως τὰ ἔχοντα πρὸ τέλους μακρὰν ἔχουσι καὶ τὴν τρίτην μακράν· ἰδοὺ γὰρ πονηρός, τυχηρός. Τὸ α ἡ στέρησις συστέλλεσθαι θέλει, ἄκακος, ἄσεμνος, ἄφιλος. τὸ γὰρ ἀθάνατος καὶ ἀκάματος ἐξέτειναν τὸ α διὰ τὰς ἐπαλλήλους τέσσα‐ | |
30 | ρας βραχείας, αἵ τινες ἄθετοί εἰσιν εἰς ἡρωϊκὸν μέτρον. Πᾶν οὐδέτερον εἰς ος λῆγον δισύλλαβον, ἔχον πρὸ τέλους τὸ α. συνεσταλμένον αὐτὸ ἔχει, ὁπότε μὴ κατὰ διάλεκτον εἴη, ἄχος, δάος, δάος μετὰ χερσὶν ἔχουσα (ψ 294), φάος, χάος, σάκος, βάρος, πάθος, κράτος, θράσος. ὅθεν καὶ τὸ φά‐ | |
35 | ρος συστέλλον τὸ α, ὡς παρὰ Σοφοκλεῖ ἐν Κρίσει σατυρικῇ | 15 |
3,216 | καὶ δὴ φάρει τῷδ’ ὡς ἐμῷ καλύπτομαι καὶ ἐν Τηρεῖ σπεύδουσαν αὐτήν· ἐν δὲ ποικίλῳ φάρει ἀναλογώτερόν ἐστι τοῦ ἐκτείνοντος τὸ α, ὡς παρ’ Αἰσχύλῳ ἐν Σαλα‐ | |
5 | μινίαις ἐμοὶ γένοιτο φᾶρος ἴσον ἐν οὐρανῷ. τὸ πρᾶγος παρὰ τὸ πρήσσω καὶ πράσσω γενόμενον συνεκτεινόμενον ἔσχε τῷ ῥήματι τὸ α. πρόσκειται δὲ ὁπότε μὴ κατὰ διάλεκτον εἴη διὰ τὸ μῆκος μᾶκος. | |
10 | Τὰ εἰς λος λήγοντα δισύλλαβα ὀξύτονα, ὁπότε ἔχει πρὸ τέλους δίχρονον, τοῦτο ἔχει ἢ ἐκτεινόμενον δι’ ἑαυτοῦ ἢ διὰ συμφώνου μεγε‐ θυνόμενον. καὶ τὰ μὲν διὰ συμφώνων μεγεθυνόμενα τὰ τοιαῦτά ἐστι, κυλλός, μαλλός, θαλλός, τὰ δὲ δι’ ἑαυτῶν τὰ τοιαῦτα, ψιλός, χυλός, δαλός, βαλός, οὕτως ὁ βαθμός καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ. | |
15 | ἐχρῆν οὖν καὶ τὸ καλός ἢ βοηθεῖσθαι συμφώνῳ ἢ αὐτόθεν ἐκτείνεσθαι· ὑγιὴς οὖν ἡ ἔκτασις παρὰ τῷ ποιητῇ. Τὰ εἰς σι λήγοντα ῥήματα τὴν πρὸ τέλους ἔχει φύσει μακράν, ἑστήκασι, βεβασιλεύκασι, τετύφασι, γεγράφασι, νενοήκασιν. οἱ μέντοι ποιηταὶ πολλάκις ἐπὶ τούτοις συστολὰς ποιοῦνται, ὡς παρὰ Ξενοφάνει | |
20 | ἐξ ἀρχῆς καθ’ Ὅμηρον ἐπεὶ μεμαθήκασι πάντες, καὶ πάλιν ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι, καὶ παρ’ Ἀντιμάχῳ οἱ δὲ πάροιθε πόνοιο νενεύκασιν ἄλλος ἐπ’ ἄλλῳ, | |
25 | καὶ παρὰ Ὁμήρῳ τιμὴν δὲ λελόγχασι (λ 304). τοιοῦτο δὲ καὶ τὸ ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκασι (η 114), καὶ ἕτερα πλεῖστα. | |
30 | Τὸ ἐκτεινόμενον α ἐπὶ πληθυντικῶν αἰτιατικῶν οἱ Δωριεῖς συστέλ‐ λουσι, ναῦτας, Σκύθας. Τὰ διὰ τοῦ αρος ὀξύτονα συστέλλει τὸ α, μαδαρός, χαλαρός, ῥυ‐ παρός, καὶ ὅσα ἄλλα ἐστὶ τοιαῦτα. χρὴ οὖν καὶ τὸ ἀνιαρός συστέλλειν τὸ α. δηλονότι τὸ νομιζόμενον Ἴωσιν ἀνιηρός πρότερόν ἐστι, καὶ λοι‐ | |
35 | πὸν τὸ ἀνιαρός ὡς ἐδέξατο τροπὴν Ἰωνικὴν ἔμεινεν ἐκτεινόμενον. Τὸ α πρὸ τοῦ β ἀεὶ θέλει συστέλλεσθαι, εἰ μὴ κατὰ διάλεκτον εἴη γενομένη τροπὴ ἐκ τοῦ η εἰς α, ὡς ἔχει τὸ ἡβήσομεν ἁβάσομεν, ἄνη‐ | |
βος ἄναβος. ἔστω οὖν μαρτυρία τοῦ συνεσταλμένου α βλάβος, βλάβη, | 16 | |
3,217 | Ἄβυδος, στραβός, Ἄβος, Λάβδακος, ῥάβδος, ἁβρός. οὐ μάχεται τὸ ἆ βάλε ἐκτεῖνον τὸ α. δύο γὰρ μέρη λόγου εἰσί. Τὸ α ἐπιφερομένου τοῦ μ συστέλλεσθαι θέλει κατ’ ἀρχήν, εἰ μὴ διαλέκτῳ εἴη κατὰ τροπὴν γενόμενον, ὡς ἐπὶ τοῦ ἡμέρα ἁμέρα. ἔστω‐ | |
5 | σαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· ἀμύσσω, ἅμαξα, ἀμνός, ἅμιλλα, ἀμάρα, ἀμύμων. σημειούμεθα τὸ ἀμῶ ῥῆμα ἐκτεινόμενον καὶ τὸ ἀμητὸς δ’ ὀλίγιστος (Τ 223) παρ’ αὐτὸ γενόμενον. Τὸ α ἐπιφερομένου τοῦ ς, ᾧ ὑποτέτακται ἄφωνον, συστέλλεσθαι | |
10 | θέλει, ἄσθμα, ἀσπίς, ἄστυ, Ἀσκληπιός, ἀσχάλλω, ἄσβολος, ἀσκός. οὕτως ἄρα ὀφείλει καὶ τὸ ἀσκήσας καὶ ἀσκηθείς. Ἡ αρ συλλαβὴ ἄρχουσα, ἀσυνάλειπτος οὖσα, ἐπιφερομένου συμ‐ φώνου μὴ τοῦ δ, συστέλλεσθαι θέλει, ἄρβηλος, ἄρκευθος, ἀρκῶ, ἄρκιον, ἄρτος, ἄρχων, ἀργής, Ἄργυννος. τὸ ἀργός ἐκτεινόμενον ἐκ τοῦ ἀερ‐ | |
15 | γός ἐστι συναληλιμμένον· τὸ δὲ δ ἐφυλαξάμην, ἐπεὶ τὸ μὲν ἄρδις συ‐ στέλλεται, τὸ δὲ ἄρδω ἐκτείνεται, τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν (Aristoph. Eq. 96, 114). καὶ τὸ ἄρδην δὲ ἐκτείνουσιν. Τὸ ι πρὸ τοῦ τ κατ’ ἀρχὴν συστέλλεσθαι θέλει, ἴτυς, ἰταμός, Ἰτα‐ | |
20 | λός, Ἰταμών (?), [ἴτριον], ἰτέα· τὸ γὰρ ἰτέαι ἐκτέταται ποιητικῶς, ὥσπερ καὶ τὸ Ἴτωνά τε μητέρα μήλων (Β 696). Ἰτωνία γοῦν λέγεται τὸ δὲ Ἰτυμονεύς (Il. Λ 671) ἐκτέταται, ὀφείλει δὲ συστέλλεσθαι διὰ τὸ υ. | |
25 | Τὸ ι κατ’ ἀρχὴν ἐπιφερομένων δύο συμφώνων μὴ κατὰ κλίσιν συστέλλεσθαι θέλει, ἴσχω, ἱστός [ἴκριον], ἴκτινος, Ἴσμαρος, ἴφθιμος. ἐφυλαξάμην δὲ κατὰ κλίσιν διὰ τὸ ἵστανον καὶ ἵστην. Τὸ ι κατ’ ἀρχὴν ἔχον τὴν δευτέραν συλλαβὴν ἀρχομένην ἀπὸ τοῦ | |
ν, μὴ κατὰ κλίσιν ῥηματικήν, ἐκτείνεσθαι θέλει, Ἰνώ, Ἴναχος, ἰνίον | 17 | |
3,218 | ἀντιπίπτει τὸ ἵνα εἴτε ἐπίρρημα εἴη εἴτε σύνδεσμος. προσέθηκα δὲ μὴ ἐν κλίσει ῥηματικῇ διὰ τὸ ἴναι καὶ ἐξίναι ἀπαρέμφατα. Τὰ εἰς ω λήγοντα καθαρὰ βαρύτονα ῥήματα, ὑπὲρ δύο συλλαβὰς ὑπάρχοντα, εἰ παραλήγοιτο τῷ ι, μόνῳ ἐκτεταμένῳ αὐτῷ παραλήγε‐ | |
5 | ται, χωρὶς εἰ μὴ σύνθετα εἴη ἢ κατ’ ἔλλειψιν τοῦ ζ, κυλίων, ἀλίω, μη‐ νίω, δηρίω, κονίω, ἰδίω. τὸ δὲ ἐσθίω συστέλλει τὸ ι. ἐφυλαξάμην δὲ σύνθετα διὰ τὸ ἀτίω τήν τε ἔλλειψιν τοῦ ζ διὰ τὸ μαστίω. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ δὲ κηκίω ἐκ διπλασιασμοῦ, πολλὴ δ’ ἀνεκήκιεν ἅλμη. | |
10 | Τὸ ι ἐπιφερομένου ἑνὸς συμφώνου ἁπλοῦ, ὅπερ ἔχει ὑποτασσό‐ μενον ι ἢ υ, φιλεῖ ἐκτείνεσθαι, ὑπεσταλμένων τῶν κατὰ κλίσιν, ἶβις, Ἴβυκος, ἰδίω, ἰθύς, Ἶρις, Ἴλιον, ἰνίον, ἶφι, Ἰτυμονεύς. τὸ δὲ ἴτυς συστέλλει τὸ ι. τὸ δὲ ἴθι κλίσις ῥηματική. Τὰ εἰς ις λήγοντα βαρύτονα ἀεὶ συστέλλει τὸ ι, εἰ μὴ σύνθετα | |
15 | ὑπάρχοι ἐξ ἁπλῶν ἐκτεινόντων τὸ ι, κόνις, δῆρις, μάντις, ὄρχις, ὄφις, λάτρις, ὄρνις, Ἀριστοκλῆς δὲ ἐν τῷ περὶ διαλέκτων φησὶν Ἀττικοὺς ἐκτείνειν. προσέθηκα δὲ εἰ μὴ σύνθετα εἴη ἐξ ἁπλῶν ἐκτεινόντων τὸ ι διὰ τὸ κνημίς εὐκνήμις, ψηφίς μελαμψήφις καὶ ὅσα τοιαῦτα. Τὰ μέν‐ τοι ὀξύτονα θηλυκὰ εἰς ις λήγοντα μὴ καθαρεύοντα μεμελέτηκε καὶ | |
20 | ἐκτείνεσθαι καὶ συστέλλεσθαι. τοῖς μὲν οὖν συστέλλουσι τὸ ι ἀδιάφορος ἡ πρὸ τέλους εἴτε μακρὰ εἴη εἴτε βραχεῖα, βολίς, ῥανίς, αἰγίς, μηλίς, Δωρίς· τοῖς δὲ ἐκτείνουσι τὸ ι, καὶ μάλιστα ἐπὶ δισυλλάβων, ἡ πρὸ τέλους μακρὰ ὑπῆρχεν ἤτοι φύσει ἢ θέσει, κηκίς, κηλίς, νησίς, κρηνίς, ψηφίς, σφραγίς, ἁψίς, βαλβίς, φαρκίς. τὸ μέντοι καρίς καὶ ῥιπίς ἡ | |
25 | μὲν κοινὴ συνήθεια ἐκτείνει, ἡ δὲ τῶν Ἀθηναίων διάλεκτος συστέλλει. δισύλλαβα δὲ παρεθέμην, ἐπεὶ ὁρᾶται τρισύλλαβα βραχείᾳ παραληγό‐ μενα καὶ κατὰ τὴν συνήθη χρῆσιν καὶ κατὰ τὴν τῶν Ἰώνων ἐκτείνοντα τὸ ι· κατὰ δὲ τοὺς Ἀττικοὺς συστέλλονται. πλοκαμίς, κεραμίς, καλα‐ μίς, βλεφαρίς, ῥαφανίς· τὸ δὲ ἀγαθίς ἀεὶ συστελλομένως· οὕτω δὲ καὶ | |
30 | ἡ τρυφαλίς συστέλλεται. Καὶ ἐπίστασιν ἔχει τὸ κληΐς ἐκτεινόμενον καὶ καθαρεῦον· τὰ δὲ λοιπὰ πάντα συστέλλονται, Λαΐς, Ναΐς, Θησηΐς, δμωΐς, ἡρωΐς, Μινωΐς. | |
Τὰ εἰς ρος λήγοντα καθαρεύοντα δισύλλαβα κἄν τε ἀρσενικὰ κἄν | 18 | |
3,219 | τε θηλυκά, τῷ α παραληγόμενα, βαρυνόμενα, μὴ κατὰ Δωρίδα διά‐ λεκτον συστελλόμενον ἔχει τὸ α, οἷον λάρος, γάρος, σκάρος, Σάρος ὁ ποταμός, Πάρος νῆσος, Κλάρος ἡ πόλις. τὸ τοίνυν βᾶρος καὶ ᾿Ρᾶρος παρ’ Ἀττικοῖς κατὰ χρόνον σημειώδη. Τά τε ὑπὲρ δύο συλλαβὰς βαρυ‐ | |
5 | νόμενα πάμπολλα ὄντα συνεσταλμένον ἔχουσι τὸ α, μὴ ὄντα Δώρια μήτε σύνθετα. ἐπίστασιν οὖν ἔχει τὸ ἄγγαρος καὶ Αἴσαρος. τὸ δὲ φλύα‐ ρος ὀφείλει συστέλλεσθαι. Τὰ εἰς μος καθαρὰ δισύλλαβα, ἔχοντα τὸ υ παραληγόμενον, ὀξύ‐ νεσθαι θέλουσι καὶ ἐκτείνειν τὸ υ, οἷον θυμός, χυμός, δρυμός, ῥυμός. | |
10 | εἰ δὲ ὑπὲρ δύο συλλαβὰς ὑπάρχει καὶ προπαροξύνεσθαι θέλουσι καὶ συστέλλουσι τὸ υ, εἰ μὴ ἐκ συνθέσεως ὑπάρχει, οἷον ἔρυμος, ἔλυμος, δίδυμος, ἔτυμος ὁ ἀληθής. τὸ δὲ πρόθυμος καὶ τὸ μεγάθυμος καὶ τὰ τοιαῦτα ἐκ συνθέσεως ἔσχον τὸ υ. Τὰ εἰς σος λήγοντα ὑπὲρ δύο συλλαβὰς προπαροξυνόμενα καὶ | |
15 | ἔχοντα πρὸ τέλους τὸ α συνεσταλμένον αὐτὸ ἔχουσι· ταύτῃ μοι δοκεῖ καὶ τὸ Ἴασος τὸ α συστέλλειν τῷ χαρακτῆρι πεισθέν. ἐπὶ δὲ τῶν ὀξυ‐ τόνων τῶν ἐχόντων τὸ α ὁρᾶται καὶ ἡ συστολὴ καὶ ἡ ἔκτασις, ὡς ἐν τῷ Τάμασος καὶ Ἐγγύασος, ἀλλὰ καὶ Κέρασος καὶ Ἔρασος. Τὰ εἰς τι λήγοντα ἐπιρρήματα, εἰ γένοιτο ἀπὸ τῶν εἰς ζω ληγόν‐ | |
20 | των ῥημάτων ἢ ἀπὸ τῶν εἰς ως ἐπιρρημάτων, συστέλλειν θέλει τὸ ι, Ἰαστί, Λυδιστί, Φρυγιστί, Δωριστί, μεγαλωστί, δημιωστί, ἱερωστί, νεωστί. τὸ μέντοι ἀπνευστί καὶ ἀνωιστί παρὰ τὸ ἄπνευστος καὶ ἀνώιστος· τὰ δὲ ἀπὸ τῶν πτωτικῶν οὕτω μηκύνεται· ὡς ἔχει τὸ ἀκονιτί, ἀναιμωτί, ἀκλαυτί, πανθοινί, ἀκριτί, ἀμογητί· τὸ ι δὲ ἔσθ’ ὅτε καὶ συνεσταλμέ‐ | |
25 | νον προφέρεται ἀδείᾳ ποιητικῇ, Νέστωρ δ’ ὁ γέρων ἀμογητί καὶ τὰ ἑξῆς (Λ 636). οὕτω δὲ καὶ ἀμισθί, ἀμισθὶ γάρ σε πάμπαν Τὰ εἰς υς ἐπιρρήματα εἰ λέγοιτο ἄνευ τοῦ ς ἰσόχρονα λέγεται, | |
30 | μεσσηγύς μεσσηγύ. τὸ μέντοι ἄντικρυς μεταβαλὸν τὸν τόνον μετέβαλε | |
καὶ τὸν χρόνον. | 19 | |
3,220 | Αἱ διὰ τοῦ ι μόνου ἐπεκτάσεις ἐν οἱῳδήποτε μέρει λόγου ἐκτετα‐ μένον ἔχουσι τὸ ι, ὡδί, ἐνθαδί, νυνί, δευρί. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν ἀντωνυμιῶν, ἐκεινοσί, οὑτοσί. Πᾶν ῥῆμα εἰς ζω λῆγον ἔχον πρὸ τέλους τὸ ι συνεσταλμένον αὐτὸ | |
5 | ἔχει, οἰκίζω, κιθαρίζω, πολεμίζω, ἐλπίζω, σκελίζω. τὸ μέντοι δανείζω | |
διὰ τῆς ει διφθόγγου γράφεται, οὐ μέντοι διὰ ἐκτεταμένου τοῦ ι. | 20 |