TLG 0087 003 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: Περὶ κυρίων καὶ ἐπιθέτων καὶ προσηγορικῶν μονόβιβλον Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. Περὶ κυρίων καὶ ἐπιθέτων καὶ προσηγορικῶν μονόβιβλον Citation: Part+volume — page — (line) | ||
3,21(1t) | ΗΡΩΔΙΑΝΟΥ | |
2t | ΠΕΡΙ ΚΥΡΙΩΝ ΚΑΙ ΕΠΙΘΕΤΩΝ ΚΑΙ | |
---|---|---|
3t | ΠΡΟΣΗΓΟΡΙΚΩΝ ΜΟΝΟΒΙΒΛΟΝ. | |
5 | Sch l. ad Eurip. Hippolyt. 408: Ἡρωδιανὸς ἐν τῷ μονο‐ βίβλῳ περὶ κυρίων καὶ ἐπιθέτων καὶ προσηγορικῶν λέγει εἶναι τὰς πρῶτον πορνευσάσας θυγατέρας Εὐρυπύλου, οὐ τοῦ Κῴου, ἀλλὰ ἄλλου τινός. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν Μορφή καὶ Κλυτή. ὡς φιλόσοφος δὲ συμβάλλει τοῦτο, ὅτι εὐγενεῖς καὶ πλούσιαι κατήρξαντο | |
10 | τῆς πορνείας, οὐ μόνον ἐκ τοῦ ὑπερτρυφᾶν, ὅπερ τὸν ἔρωτα προκα‐ λεῖται, ἀλλὰ καὶ ἐκ τοῦ μὴ ἐπιζηλωθῆναι τὸ ἁμάρτημα ἐξ εὐτελοῦς τινος γινόμενον. Ante ἐπιζηλωθῆναι inseruit μὴ Heathius; fortasse ἂν post ἐπιζηλωθῆναι excidit. | |
15 | Ep. Cr. I 277, 29: Μοῦσα: ἀπὸ μιᾶς αἱ πᾶσαι λέγονται. Μνα‐ σέας δέ φησιν, ὅτι αἱ πᾶσαι τρεῖς εἰσιν, Μοῦσα, Θεά, Ὑμνώ. ἐν μὲν οὖν Ἰλιάδι μεμνῆσθαι τῆς Θεᾶς «μῆνιν ἄειδε Θεά». ἐν δὲ Ὀδυσσείᾳ τῆς Μούσης «ἄνδρα μοι ἔννεπε Μοῦσα», ἐν δὲ τῇ Παλαμηδείᾳ τῆς Ὑμνοῦς. ἀλλ’ ὁπότε οὐκ ἔστι κύριον, ὥσπερ καὶ τὸ χάρις καὶ κύριον | |
20 | ὄνομα καὶ τὸ πρᾶγμα, ζητήσεις· τὸ μὲν γὰρ προσηγορικὸν θεά, εἶτα μοῦσα, εἶτα ἑκάστης τὰ κύρια· Κλειώ τ’ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε (Hesiod. theog. 77). ὥστε τὸ μὲν προσηγορικὸν εἶναι γενικὸν τὸ θεά, τὸ δὲ εἰδικώτερον προσηγορικὸν τὸ μοῦσα· οὐ γὰρ ἐπιθετικά· ὥσπερ πάλιν θεά, εἶτα μοῖρα, | |
25 | εἶτα «Κλωθώ τε Λάχεσίς τε καὶ Ἄτροπος» (Hesiod. theog. 218 et 905)· πάλιν αὖ θεά, εἶτα χάριτες, εἶτα Πασιθέη καὶ ὅσα ἐστὶν ὀνόματα. καὶ πάλιν καθόλου μὲν ἰχθῦς, εἶτα κεστρεύς, ὄρνις, εἶτα ἀετός, ὥστε εἶναί τι καθο‐ λικὸν προσηγορικόν, εἶτα εἰδικώτερον προσηγορικόν, εἶτα τὸ κύριον. ἐκ τοῦ μοῦσα καὶ μοισῶ ῥῆμα παρὰ Συρακουσίοις. Ἀργεῖοι δὲ λέγουσι | |
30 | μόνσα, Αἰολεῖς μοῖσα, ὧν ἐστι Πίνδαρος. Ἀττικοὶ δὲ καὶ Ἴωνες καὶ | |
Συρακούσιοι μοῦσα, Λάκωνες μῶσα καὶ οἱ μεταγενέστεροι Λάκωνες ἄνευ | 1 | |
3,22 | τοῦ ς μῶα καὶ ἡ γενικὴ τῶν πληθυντικῶν μωσᾶν παρὰ Λάκωσι, παρὰ δὲ Σαπφοῖ μοισᾶν· τὸ Ἰωνικὸν μουσέων, τὸ Βοιωτικὸν μωσάων, τὸ Ἀργεῖον μονσᾶν. τὸ μοῦσα δὲ παρὰ τὸ μῶ, ὅ ἐστι τρίτης συζυγίας, σημαντικὸν τοῦ ζητῶ. ἡ μετοχὴ μῶν, τὸ θηλυκὸν μοῦσα· εἰς σα δὲ | |
5 | τρία ἔχομεν τὴν ου δίφθογγον παραληγόμενα ὑπὲρ δύο συλλαβὰς καὶ μετὰ δισσοῦ τοῦ ς αἴθουσσα Ἔμπουσσα καὶ Συράκουσσα· δισύλλαβα δὲ οὐκ ἔχομεν ὅμοιον τῷ μοῦσα ὑπάρχον. τὸ γὰρ λεγόμενον Σοῦσα οὐ‐ δέτερόν ἐστι πληθυντικὸν ἐπὶ πόλεως τεταγμένον. | |
9t | Περὶ ἐπιθέτων ἐπὶ κυρίων τεθέντων. | |
10 | Il. Pr. Σ 39, Arcad. 28, 10, Choer. Dict. 352, 19: τὸ Νημερ‐ τής καὶ Ἀψευδής παρὰ τῷ ποιητῇ (Σ 46) «Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα» κύρια γινόμενα τὴν αὐτὴν τάσιν ἐφύλαξε. Arc. 27, 11: τὰ εἰς ης ἐπίθετα παρὰ ῥῆμα σύνθετα εἰς ους ποι‐ οῦντα τὴν γενικὴν ὀξύνεται, εὐσεβής, εὐλαβής, θεοφιλής, αὐτοσφαγής, | |
15 | πολυδευκής, Πολυδεύκης δὲ τὸ κύριον βαρύνεται. Arc. 27, 17, Il. Pr. Π 57, Epim. Cr. I 159, E. M. 435, 40: τὰ εἰς ης κύρια ἀπὸ τῶν εἰς ος οὐδετέρων βαρύνεται, Δημοσθένης, Διογένης, ὅσοις δὲ κυρίοις εἰς ης λήγουσι βαρυτόνοις συνθέτοις παρά‐ κειται ἐπιθετικά, ταῦτα ὀξύνεται, Διογένης διογενής, Πολυνείκης | |
20 | πολυνεικής, Εὐρυσθένης εὐρυσθενής· οὐ μάχεται τὸ Εὐμενής· οὐ γὰρ πάντως τὰ μὲν κύρια ἀεὶ βαρύνεται, τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, ἀλλ’ εἴ που βαρύνεται τὸ κύριον, τὸ ἐπιθετικὸν ὀξύνεται. Arc. 37, 5: σκαιός τὸ ἐπίθετον, Σκαῖος τὸ κύριον. Arc. 43, 28: Παλαῖος τὸ κύριον, παλαιός δὲ τὸ ἐπίθετον. | |
25 | Il. Pr. Β 842: τοῦ Πύλαιος τὴν πρώτην ὀξυτονητέον πρὸς ἀν‐ τιδιαστολὴν τοῦ τοπικοῦ καὶ τὸν Ἑρμῆν τὸν Πύλαιον. Il. Pr. Ν 791, Arcad. 43, 14: Ἀθηναῖος· τὸ δὲ Ἀθήναιος κύριον προπαροξύνεται εἰς διαστολήν. Arc. 39, 15, Eustath. 890: τὰ διὰ τοῦ διος προπαροξύνεται, εἰ μὴ | |
30 | τρισύλλαβα ὄντα τριβράχεα εὑρεθῶσι καὶ παροξύτονα πρὸς ἀντιδιαστο‐ λὴν κυρίων καὶ ἐπιθέτων ὥσπερ ἔχει τὸ Ῥοδίος ποταμός (Il. Pr. | |
Μ 20) καὶ Σχεδίος καὶ Ὁδίος. | 2 | |
3,23 | Arc. 40, 5: Ὅσα ἀπὸ τῶν εἰς ξ ἢ ρ γίνεται διὰ τοῦ ι βραχέος, προπαροξύνεται, εἰ μὴ διαστολὴ κυρίου γένοιτο ἐν τρισυλλάβοις καὶ τριβραχέσιν ὥσπερ Φρυγίος Φλογίος. Il. Pr. Ζ 24, Arc. 40, 21: σκότιος ὡς λόγιος. τὸ γὰρ κύριον | |
5 | πρὸ τέλους ἔχει τὴν ὀξεῖαν. Arc. 41, 19: τὸ Τυχίος, Φρυγίος, Πλυτίος, Κλυτίος, Σκυ‐ φίος παροξύνεται ὡς κύρια. Il. Pr. Β 495: Κλονίος παροξύνεται, ἐπεὶ τὰ εἰς ος λήγοντα τῷ ι παραληγόμενα, τριβράχεα, ἐπὶ κυρίων παροξύνεται, Σχεδίος, Δο‐ | |
10 | λίος, ἀντιπίπτει τὸ Ἅλιος κατὰ τὴν παράδοσιν καὶ Κρόνιος καὶ Ξένιος (Χρομίος et Ἄνιος quae non adiective usurpantur, omisi). Arc. 46, 17: Γόργος τὸ κύριον, γοργός δὲ τὸ ἐπίθετον. Arc. 46, 22: ἀργός τὸ ἐπιθετικόν, τὸ μέντοι Ἄργος βαρύνεται. Arc. 49, 1: Ξοῦθος τὸ κύριον βαρύνεται. | |
15 | Il. Pr. Υ 72: σῶκος: ἐριούνιος Ἑρμῆς. Τυραννίων ἀξιοῖ ὀξύνειν, ἵνα ἀποφύγοι τὸ κύριον βαρυνόμενον «ὦ Σῶχ’ Ἱππάσου υἱέ» (Il. Λ 450) ὥσπερ ἐπὶ τοῦ λευκός, γλαυκός. οὐκ ἔστι δὲ ὅμοιον τοῖς προ‐ κειμένοις κοινοῖς ἐπίθετον, ἀλλὰ ἴδιον τοῦ Ἑρμοῦ ὥσπερ καὶ τοῦ Ἀπόλλων βαρυνόμενον τὸ Φοῖβος. διὸ βαρυτονητέον ὁμοίως καὶ αὐτῷ | |
20 | τῷ κυρίῳ. Arc. 50, 6, Steph. B. s. v.: Γραικός ὁ Ἕλλην ὀξυτόνως, τὸ δὲ Γραῖκος κύριον βαρύνεται. Theogn. 62, 15, Ep. Cr. I 436, 8, E. M. 816, 22: Χῶλος βα‐ ρυτόνως ὄνομα κύριον ὥσπερ καὶ τὸ Πῶλος ὄνομα, χωλός δὲ ὁ τοὺς | |
25 | πόδας βεβλαμμένος. Arc. 52, 22: Ἴλλος τὸ κύριον βαρύνεται, ἰλλός δὲ ὁ διεστραμμένος. Arc. 53, 15: Μύλλος ποιητὴς κωμικός, τὸ δὲ μυλλός ἐπίθετον, Κύλλος τὸ κύριον, οὗ μέμνηται καὶ Ἀριστοφάνης καὶ Κρατῖνος ἐν Μαλθακοῖς (Mon. 11, 17), τὸ δὲ κυλλός ὀξύνεται ὡς ἐπιθετικόν. | |
30 | Apc. 56, 5 coll. Steph. B. s.: Αἰολία: Αἴολος τὸ ἐθνικὸν ὁμο‐ φώνως τῷ οἰκιστῇ ὡς Θετταλός Ἰταλός. τὸ δὲ αἰόλος εἴτε κύριον εἴτε ἐπίθετον παροξύνεται. Arc. 56, 16 et 57, 6: ἀγκύλος τὸ ἐπιθετικὸν παροξύνεται, τὸ δὲ Ἄγκυλος κύριον προπαροξύνεται. | |
35 | Arc. 63, 10: Φᾶνος τὸ κύριον βαρύνεται, τὸ μέντοι ἐπιθετικὸν φανός ὀξύνεται. Arc. 64, 25, Mon. 8, 32, Il. Pr. Φ 142: ὀξυτονητέον τὸ Ἀκεσσα‐ μενός, ἵνα ὄνομα γένηται, οὕτως δὲ ἔχει καὶ Δεξαμενός Τισαμενός. Arc. 66, 9: τὸ Κόρωνος κύριον, τὸ δὲ κορωνός ἐπίθετον. | |
40 | Arc. 66, 22: Λάμπος κύριον, λαμπός δὲ τὸ ἐπίθετον. Arc. 69, 10: Χλῶρος τὸ κύριον βαρύνεται. Theogn. 70, 7: Πῶρος ὄνομα κύριον, πωρός ὀξυτόνως. | |
Arc. 70, 3: Φροῦρος τὸ κύριον, φρουρός τὸ ἐπίθετον. | 3 | |
3,24 | Arc. 73, 20: Φαῖδρος τὸ κύριον, φαιδρός δὲ ὁ λαμπρός ὀξύνεται. Arc. 74, 19: πυρρός τὸ ἐπίθετον, Πύρρος δὲ τὸ κύριον. Arc. 74, 5: Τευκρός τὸ ἐπίθετον, Τεῦκρος δὲ τὸ κύριον. Arc. 74, 28: Ἔρυθρος τὸ κύριον προπαροξύνεται. | |
5 | Il. Pr. Π 415: Ἀμφοτερός: εἰς διαστολὴν τὸ κύριον ὀξυτόνως ἀνέγνω ὁ Ἀρίσταρχος ὡς δεξιτερόν· καὶ ἐπείσθησαν οἱ γραμματικοί. περὶ δὲ τῆς τοιαύτης ἀνωμαλίας τοῦ ἀνδρὸς ἐν ἑτέροις ἡμῖν εἴρηται. Arc. 75, 17: βλαισός τὸ ἐπιθετικὸν ὀξύνεται, τὸ μέντοι Βλαῖσος κύριον βαρύνεται. | |
10 | Il. Pr. Ο 445: Κλειτός ὄνομα κύριον. ὀξυντέον δὲ ὁμοίως τῷ ἐπιθέτῳ, ἐπειδὴ κόσμου ἐστὶ τὸ ἐπίθετον. Arc. 78, 14, Theogn. 74, 15: Κλῆτος ὄνομα ποταμοῦ, κλητός δὲ ἐπιθετικόν. St. B. 398, 2 Mein.: Κύρτος πόλις Αἰγύπτου. ὁ τόνος τοῦ | |
15 | μὲν ἐθνικοῦ ὀξὺς ὁμοφώνως τῷ πάθει (sc. κυρτός), τοῦ δὲ κυρίου βαρύς ὡς κόστος πόντος. Arc. 81, 10: Μένετος τὸ κύριον, μενετός τὸ ἐπίθετον. Arc. 81, 12: Αἴνετος τὸ κύριον, αἰνετός τὸ ἐπίθετον. Il. Pr. Ρ 37, Arc. 81, 24, Theogn. 75, 10, Eustath. 1474, 15: | |
20 | ἀρητός τὸ ἐπίθετον ὀξύνεσθαι θέλει, τὸ δὲ κύριον Ἄρητος βαρύνεται. Arc. 80, 3: Ἔρατος τὸ κύριον, ἐρατός ὁ ἐπιθυμητικός. Arc. 82, 18: Ἔρυτος Ἄνυτος κύρια ὄντα βαρύνεται. Arc. 84, 15: Σόφος τὸ κύριον, σοφός δὲ τὸ ἐπίθετον. Arc. 87, 18, Schol. Arist. Lysistr. 266: Φιλοῦργος ὡς πανοῦρ‐ | |
25 | γος ὄνομα κύριον, ἐὰν δὲ ὀξυτόνως, ἐπίθετον. Arc. 101, 6: τὸ γλυκερά ὀξύνεται, εἴτε κύριον εἴτε ἐπιθετικὸν εἴη. Arc. 101, 14: τὸ γλαφυρά ὀξύνεται εἴτε ὄνομα πόλεως εἴη εἴτε ἐπίθετον. Arc. 103, 19: θοή τὸ ἐπίθετον, Θόη δὲ τὸ κύριον. | |
30 | Arc. 106, 3: Ξάνθη βαρύνεται. Il. Pr. B 739: Ὀρθή ὀξυτόνως· ἐπιθετικῶς γὰρ τέτακται. Steph. B. s. v.: Ἀγάθη πόλις—Τιμοσθένης δὲ ἐν σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησιν. εἰ δ’ οὕτως λέγοιτο, καὶ ὀξύνοιτ’ ἂν ὡς ἐπιθετικὸν ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον καὶ Ἑρμαῖος λόφος | |
35 | καὶ Ἕρμαιος. Arc. 106, 11, Il. Pr. Σ 39: τὸ Γλαύκη ἐβάρυνεν ὁ Ἀρίσταρχος εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ τοῦ «γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα» (Il. Π 34). St. B. s. Θεσσαλία: τὸ Θεττάλη δρᾶμα Μενάνδρου βαρύνεται | |
40 | παρὰ τοῖς Ἀττικοῖς εἰς ἰδιότητα τεθέν. Il. Pr. Ι 150: Ἱρήν· Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ Ἱρήν· εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα ὥσπερ ἐδηλώσαμεν ἐπὶ τοῦ | |
Ῥίπην τε Στρατίην τε» (Il. Β 606). ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ | 4 | |
3,25 | ἐπὶ τῶν εἰς ος. καὶ πάλιν ὡς ἐπ’ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ ἐπὶ τούτων. καί ἐστιν ὁρίσασθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀναστρέφοντος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ | |
5 | μεινάντων Πινυτή «μήτηρ πινυτή» (Od. υ 131 cf. Arc. 114, 10), Ἀγαυή (Arc. 103, 10). οὕτως καὶ Ἱρή. Il. Pr. Β 592: ἐΰκτιτον Αἰπύ: Ἀρίσταρχος ὡς ὀξύ. συγκατατί‐ θεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος· Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ | |
10 | ἐναντίου τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις (Il. Λ 711) εἴρηκεν «ἔστι δέ τις θρυόεσσα πόλις, αἰπεῖα κο‐ λώνη», ὃ νῦν εἴρηκεν Αἰπύ καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυ‐ τονεῖν. Πτολεμαῖος δέ φησι μὲν κύριον εἶναι τὸ Αἰπύ, οὐ μὴν συγκα‐ τατίθεται τῷ τόνῳ, φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προση‐ | |
15 | γορικοῖς, Ἕλος, Αἰγιαλός. χρὴ μέντοι γινώσκειν, ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἦν ἡ βαρεῖα. τὰ γὰρ εἰς υ μονογενῆ οὐδέτερα βαρύνεται, πῶϋ, μέθυ. ταῦτα ἐν τῇ προσῳδίᾳ κτλ. | |
18t | Περὶ προσηγορικῶν ἐπὶ κυρίων τεθέντων. | |
19 | Mon. p. 9: Χελιδών Χελιδόνος εἴτε τὸ ὄρνεον εἴτε ὁ περὶ τελε‐ | |
20 | τῶν γράψας. Steph. B. s. Βιστονία: χιτών πρὸς διαστολὴν ὀξύνεται τοῦ κυρίου καὶ ποταμοῦ καὶ τὸ κροτών τὸ ζωΰφιον πρὸς ἀντιδιαστολὴν τοῦ τῆς πόλεως ὀνόματος. Arc. 20, 1: τὰ εἰς ηρ ἐθνικὰ ἢ κύρια μὴ συνεμπίπτοντα τοῖς | |
25 | προσηγορικοῖς βαρύνεται. τὸ μέντοι Ἐλευθήρ ὀξύνεται ὡς τὸ Ἀστήρ (sc. συνεμπῖπτον προσηγορικῷ) Lehrs Arist. p. 291 ed. Il. E. M. 509, 57: τὸ Κηδέστης τὸ κύριον ὄνομα βαρύνεται ὡς Θυέστης, Ὀρέστης, τὸ δὲ κηδεστής ὀξύνεται ὡς προσηγορικόν. Il. Pr. Ρ 40: Φρόντιδι ὡς Ἤλιδι: οὕτως Τυραννίων καὶ ἐπείσθη | |
30 | ἡ παράδοσις. ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντίς. τὰ γὰρ εἰς τις κτλ. οὕτως οὖν καὶ φροντίς, εἰ μὴ ἄρα, εἰ κύριον τοῦτο, καὶ βαρυ‐ τονηθήσεται κτλ. E. M. 539, 20: Κρῖος ὄνομα Τιτᾶνος παρὰ τὸ κεκρίσθαι. προ‐ περισπᾶται πρὸς ἀντιδιαστολὴν τοῦ κριός τοῦ προσηγορικοῦ. ὁ δὲ | |
35 | Ἀρίσταρχος καὶ τὸ κύριον ὀξύνει κτλ. Arc. 56, 11: κρωβύλος προσηγορικὸν καὶ κύριον. Il. Pr. Ω 566, Arc. 51, 8: φυλακός ὁ φύλαξ, Φύλακος δὲ τὸ | |
κύριον, | 5 | |
3,26 | Il. Pr. Π 234, Mon. 11, 24: φελλός τὸ προσηγορικόν, Φέλλος τὸ κύριον. Il. Pr. Σ 319: σκύμνος ὡς ὕμνος εἰς ἰδιότητα ἀνεγνώσθη· τὸ μέντοι ἀνδρωνυμικὸν ὀξύνεσθαι θέλει ὁ Ἀσκαλωνίτης πρὸς διαφοράν. | |
5 | ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει· τὰ γὰρ εἰς νος λήγοντα κτλ. —οὕτως ἄρα καὶ σκύμνος. Eustath. 1825: Ἰκτῖνος: Ἡρωδιανὸς ἱστορεῖ ὅτι Ἰκτῖνος παρὰ Ἀττικοῖς οὐκ ἄσημος δημιουργὸς ὁμώνυμος τῷ ὄρνιθι, οὗ καὶ τὴν περι‐ σπωμένην φυλάσσει ἐν τῇ παραληγούσῃ. | |
10 | E. M. 492, 20: καρπός ὀξύνεται, πρὸς δὲ ἀντιδιαστολὴν ἐβαρύνθη τὸ Κάρπος κύριον ὄνομα. Steph. B. s. Γαληψός E. M. 219, 46: σκινδαψός ὀργάνου ὄνομα καὶ κύριον. Steph. B. s. v.: Στρατία βαρυτόνως Ἀρκαδικὴ πόλις. Ὅμηρος | |
15 | «Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην». βαρυτονητέον δὲ τὰ ὀνόματα εἰς ἰδιότητα. τρία σημαίνει ἡ στρατία, τὴν πόλιν καὶ τὸ σύ‐ στημα τοῦ στρατοῦ μετὰ τῆς αὐτῆς γραφῆς, ἀλλὰ τόνου διαφόρου. ὀξύνεται γὰρ τὸ δηλωτικὸν τοῦ συστήματος, τοῦ τῆς πόλεως βαρυνο‐ μένου. τὸ δὲ ἀξίωμα ἡ στρατεία καὶ διὰ διφθόγγου καὶ βαρύνεται. | |
20 | Arc. 104, 29: κραυγή, Κραύγη δὲ τὸ κύριον. Arc. 105, 7: λαλαγή, Λαλάγη δὲ κύριον. Arc. 106, 19: ἀκή ἡ ἡσυχία ὀξύνεται, Ἄκη δὲ τὸ κύριον βαρύ‐ νεται. Il. Pr. Β 695: Φυλάκη βαρυτονητέον πρὸς ἀντιδιαστολὴν τοῦ | |
25 | ὀξυνομένου. Arc. 110, 15: τὸ τιμή προσηγορικὸν ὀξύνεται, Τίμη δὲ τὸ κύριον. Arc. 113, 10: πομπή παρὰ τὸ πέμπω ὀξύνεται, τὸ δὲ Πόμπη κύριον ὂν παροξύνεται. Steph. B. s. v.: Ῥίπη Ἀρκαδικὴ πόλις. βαρύτονον. | |
30 | Arc. 103, 1: παραψυχή τὸ προσηγορικόν, Παραψύχη δὲ τὸ κύριον. Arc. 115, 24: λόγχη, τὸ δὲ Λογχή κύριον. Theogn. 122, 25: Χώριον ἡ πόλις, ἐπὶ γὰρ ὑποκοριστικοῦ παρ‐ | |
οξύνεται. | 6 |