TLG 0087 002 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: De enclisi (epitome ap. Arcadium)

Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm. Rhet.
(Alexandrinus Romanus: A.D. 2)

De enclisi (epitome ap. Arcadium)

Source: Lentz, A. (ed.), Grammatici Graeci, vol. 3.1. Leipzig: Teubner, 1867 (repr. Hildesheim: Olms, 1965): 551–564.

Citation: Part+volume — page — (line)

3,1

551

(1t)

ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ
2tπερὶ ἐγκλινομένων.
3 Ἐγκλινόμενόν ἐστι μόριον λέξις κατὰ τὸ τέλος ὀξυνομένη, τρέπουσα δὲ εἰς βαρεῖαν κατὰ τὴν τοῦ λόγου σύνταξιν, καθάπερ ἔχει «εἰ μὴ μη‐
5τρυιὴ περικαλλὴς Ἠερίβοια» (Ε 389). Ἐγκλιτικὸν δέ ἐστι μόριον, ὃ τὴν ἰδίαν ὀξεῖαν κοιμίζον τὴν προκειμένην βαρεῖαν εἰς ὀξεῖαν μεθίστησιν, ᾧ ἢ δυνάμει ἢ φύσει ἑτέρα βαρεῖα ὑπέρκειται, δυνάμει μὲν ὡς τὸ «δώματά μοι», φύσει δὲ καθάπερ «Ἀρκεσίλαός τε». Συνεγκλιτικὸν δέ ἐστι σύνταξις δυοῖν ἢ πλειόνων μορίων ἐγκλιτικῶν ἐπαλλήλων ὀξυνο‐
10μένων, ὡς ἔχει τὰ τοιαῦτα «ἤ νύ σέ που δέος ἴσχει» (Ε 812). ὁ μὲν γὰρ ἤ ὀξύνεται διὰ τὸ νύ ἐγκλιτικόν, τὸ δὲ νύ διὰ τὴν ἀντωνυμίαν τὴν σέ, ἡ δὲ σέ ἀντωνυμία διὰ τὸ ποῦ ἐπίρρημα, ὅπερ τινὲς παραπληρωματικὸν σύνδεσμον λέγουσιν οὐκ ὀρθῶς. εἴρηται δὲ συνεγκλιτικὸν διὰ τὸ σὺν ἐγκλιτικῷ παραλαμβανόμενον διε‐
γείρειν τὴν ὑπερκειμένην ἐν τῷ τέλει τῆς λέξεως ὀξεῖαν.551

3,1

552

Διαφέρει δὲ ἐγκλινόμενον ἐγκλιτικοῦ, ᾗ τὸ μὲν ἐγκλινόμενον κοι‐ νὸν ὄνομα πάσης λέξεώς ἐστι κατὰ τὸ τέλος ὀξυνομένης τρεπούσης τε εἰς βαρεῖαν, τὸ δὲ ἐν ἰδίοις θέμασι καταλειπόμενον ἀριθμῷ ἰδίῳ· καὶ ὅτι τὸ μὲν αὐτὴν μόνην τὴν ἐπὶ τέλους ὀξεῖαν ἀμείβει εἰς βαρεῖαν, τὸ
5δὲ καὶ μετατίθησιν εἰς τὴν ὑπερκειμένην συλλαβήν, εἰ καὶ τὰ τοῦ λόγου ἐπιδέχοιτο. Πᾶν τοίνυν ἐγκλιτικὸν μόριον ἢ μονοσύλλαβόν ἐστιν ἢ δισύλλαβον καὶ πᾶν ἐγκλιτικὸν ὑπὲρ μίαν συλλαβὴν ἢ δίχρονον ἢ τρίχρονόν ἐστιν. Πᾶν ἐγκλινόμενον μόριον ἢ ὀξύνεται ἢ περισπᾶται, οὐδὲν δὲ βα‐
10ρύνεται. Πᾶν ἐγκλινόμενον ὑποτάσσεται πάντως ἐκείνῳ, ᾧ καὶ τὸν ἑαυτοῦ τόνον ἐγκλίνει, ἦλθέ τις, ἔδωκάς μοι, ἤκουσά σου. Ὀκτὼ δὲ ὄντων τῶν μερῶν τοῦ λόγου τὰ πέντε ἐγκλίνονται, ὄνομα, ῥῆμα, ἀντωνυμία, ἐπίρρημα, σύνδεσμος. Πάλιν τῶν ἐγκλινομένων τὰ
15μὲν χάριν κόσμου ἐγκλίνονται, ὡς τὰ ῥήματα καὶ οἱ σύνδεσμοι, τὰ δὲ σημασίας, ὡς τὰ λοιπά. Ἐν μὲν οὖν ὀνόμασι τὸ τίς μόνον ἐγκλίνεται καὶ αἱ τούτου πτώ‐ σεις καὶ τὰ ἰσοδυναμοῦντα τούτῳ, ὅτε ἀοριστωδῶς ἐκφέρεται, οἷον ἦλθέ τις, ἐλάλησέ τις, ἐν οἷς καὶ πάντοτε ὑποτακτικόν ἐστι. τὸ μὲν οὖν
20τίς ἐγείρει ἐν τῷ «εἰ μέν τις τὸν ὄνειρον» (Β 80), τινός «μή τινος», τινί «οὔ τινι κοιμηθεῖσα» (Hesiod. Theog. 213), τινά «καί τινα Τρωϊά‐ δων» (Σ 122), τινές «οἵτινες ἀνέρες εἶεν» (Od. ι 89), τινάς «οὕσ‐ τινας αὖ μεθιέντας ἴδοι» (Δ 240). ἰσοδυναμεῖ δὲ τῷ μὲν τινός τὸ τεῦ
«ἀλλ’ οὔ τευ οἶδα». τῷ δὲ τινί τὸ τῷ οἷον «οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ»552

3,1

553

(Α 299). τὸν δὲ κατὰ φύσιν τόνον ἔχοντα πυσματικὰ γίνονται· τίς τίνος τίνι τίνα. Ἐν δὲ ῥήμασιν ἐγκλίνεται τὸ φημί καὶ τὸ εἰμί· «πεζὸς δ’ ἕνδεκά φημι» (Ι 329) «τόσσον ἐγώ φημι» (Β 129). τούτου τὸ δεύτερον φῄς
5ἀνέγκλιτον. τὸ δὲ τρίτον ἐγκλίνεται «τί φησιν οὗτος»; ἔσθ’ ὅτε καὶ τὰ πληθυντικὰ ἐγκλίνονται «ἐκεῖνό φαμεν ἢ φατε ἢ φασιν». ἔτι καὶ τὸ εἰμί «Διὸς δέ τοι ἄγγελός εἰμι» (Β 26). τὸ δὲ εἶ ἀνέγκλιτον, καθ‐ ότι οὐ τῶν εἰς μι ἐστί. τὸ δὲ εἴς ἐγκλιτικὸν οἷον «αἵματός εἰς ἀγαθοῖο» (Δ 611). καὶ ἐσσί δεύτερον ἑνικὸν ἐγκλίνεται «σχέτλιός ἐσσι γεραιέ»
10(Κ 164). τὸ ἔστιν ἡνίκα ἄρχεται λόγου ἢ ὅτε ὑποτάσσεται τῇ οὔ ἀπο‐ φάσει ἢ τῷ καί ἢ εἴ ἢ ἀλλά συνδέσμῳ ἢ τῷ ὡς ἐπιρρήματι ἢ τῷ τοῦτο, τηνικαῦτα τὴν ὀξεῖαν ἔχει ἐπὶ τοῦ ε οἷον
ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο (Ζ 152)
οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι (θ 357)
15«ὡς ἔστι κακὸν ἀμαθία, εἰ ἔστιν οὕτως, ἀλλ’ ἔστιν εἰπεῖν, τοῦτ’ ἔστιν ἁμάρτημα». ἐὰν δὲ ὑποτάσσηται ὀξυτόνῳ λέξει ἢ περισπωμένῃ, ἐγκλί‐ νεται οἷον «καλός ἐστιν, Ἑρμῆς ἐστιν», ἢ τροχαίῳ μὴ παροξυτόνῳ, ἀλλὰ προπερισπωμένῳ οἷον «οἶκός ἐστι, δῆμός ἐστι». δεῖ προσθεῖναι, εἰ μὴ ἔχοι τὴν τελευταίαν συλλαβὴν ὁ τροχαῖος θέσει μακράν, ὡς ἔχει
20τὸ «φοῖνιξ ἐστί, κῆρυξ ἐστί». διὰ γὰρ τὴν τοῦ ξ ἐπιφορὰν οὐ γίνεται
ἔγκλισις. μὴ παροξυτόνῳ δὲ εἶπον διὰ τὸ «φύλλα ἐστίν». παροξύτο‐553

3,1

554

νος γὰρ οὗτος ὁ τροχαῖος, οὐχὶ προπερισπώμενος καὶ διὰ τοῦτο τὸ ἔστιν οὐκ ἐγκλίνεται, ἀλλ’ ἐπὶ τοῦ ι ἔχει τὴν ὀξεῖαν. Γίνεται οὖν ἡ ἔγκλισις ὀξυτόνῳ μὲν λέξει «κακός ἐστι», προπαροξυτόνῳ δὲ «ἄκακός ἐστι», περισπωμένῃ δὲ «Ἑρμῆς ἐστι», προπερισπωμένῃ δὲ «φαῦλός ἐστιν». καὶ
5γὰρ ἐπαναγωγὴν τῶν αὐτῶν πεποιήμεθα διὰ σαφεστέραν γνῶσιν. ἐὰν δὲ μὴ οὕτως ἔχῃ ἤγουν ὡς προτέτακται, τὴν ὀξεῖαν ἐπὶ τοῦ ι δέχεται, καὶ ἐὰν προκέηται αὐτοῦ ἢ τροχαῖος παροξύτονος οἷον μάντις, πόρ‐ νος, ἢ περισπώμενος μέν, ἔχων δὲ τὴν τελευταίαν θέσει μακράν, ὡς ἔχει τὸ φοῖνιξ, κῆρυξ, ἢ σπονδεῖος ὁμοίως παροξύτονος ὥσπερ τὸ ἥρως,
10εἵλως, ἢ ἴαμβος πάλιν παροξύτονος ὡς τὸ ἔρως, γέλως, ἢ πυρρίχιος, καθάπερ τὸ λόγος, πόνος, τηνικαῦτα τὸν τόνον ἐπὶ τοῦ ι δέχεται οἷον «μάντις ἐστίν, φοῖνιξ ἐστί, ἥρως ἐστί, γέλως ἐστί, λόγος ἐστί». Καὶ τὸ δυϊκὸν δέ ἐστόν ἐγκλίνεται «οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον». (Ι 198) καὶ τὰ πληθυντικά «ἄνθρωποί ἐσμεν, ἄνθρω‐
15ποί ἐστε, οὗτοί εἰσι». Ἐκ δὲ μετοχῶν οὐχ οἷόν τέ ἐστιν ἐγκλιτικὸν μόριον. ἀεὶ γὰρ ταῦτα ἐκ θέματος ἀνάγεται, εἴγε μεταλήψεις ῥημάτων εἰσίν. ἀλλ’ οὐδὲ ἐξ ἄρθρου. τῇ γὰρ συντάξει ἡ παράθεσις τῶν ἄρθρων μάχεται· ἅπαντα γὰρ ταῦτα προτακτικά ἐστιν, ἀρκτικώτερα ὄντα τῶν καλουμένων προ‐
20τακτικῶν, ᾗ κατάρχει ὅλου λόγου «ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκεν» καὶ «ὃς μάλα πολλὰ πλάγχθη». διὰ τοῦτο καὶ ἰδίῳ ῥήματι κατακλείεται, πρὸ αὐτοῦ τε πίπτουσιν αἱ στιγμαί. καὶ ἐξ ἁπάντων τῶν ὄντων οὐ πολλά ἐστι μόρια εὑρεῖν, ἃ εἰς τὴν προκειμένην σύνταξιν ὑπάγεται. Ἐκ δὲ ἀντωνυμιῶν αἱ μὲν ἐγείρουσαι τὴν ὀξεῖαν τὴν πρὸ αὑτῶν
25ἐγκλιματικαὶ καλοῦνται, αἱ δὲ μὴ ἐγείρουσαι ὀρθοτονούμεναι. Τῶν ἀντωνυμιῶν αἱ μὲν κτητικαὶ οὐδέποτε ἐγκλίνονται, ἀλλ’ οὐδὲ αἱ εὐθεῖαι τῶν πρωτοτύπων. αἱ δὲ τῶν πρωτοτύπων πτώσεις χωρὶς τῆς κλητικῆς ἐγκλίνονται, ἡ γενικὴ καὶ δοτικὴ καὶ αἰτιατική. ἀλλ’ αἱ μὲν τοῦ πρώτου προσώπου ἐγκλινόμεναι καὶ τὸ κατ’ ἀρχὴν ε ἀποβάλ‐
30λουσιν. «ἤκουσάς μου, ἔδωκάς μοι, ἐδίδαξάς με». αἱ δὲ τοῦ δευτέρου554

3,1

555

καὶ τρίτου προσώπου μονοσύλλαβοι οὖσαι οὐδεμίαν στοιχείου ἀποβολὴν ποιοῦσιν· «ἤκουσά σου, ἔδωκά σοι, ἐδίδαξά σε» «καί οἱ ἐπευχόμενος» (Π 829) «καί ἑ νέον πόλεσιν» «καί μιν φωνήσας» (Π 6). Αἱ μὲν οὖν ἀεὶ ἐγείρουσαι τὴν πρὸ αὑτῶν ὀξεῖάν εἰσιν αἷδε, μεῦ
5μοῦ, μοί τοί, μέ μίν, σφίν σφέ σφωέ. τούτων παραδείγματα τῆς μὲν μεῦ «κλῦθί μευ ἀργυροτόξε» (Α 37), μοί «οὐ γάρ μοί ποτε βωμός (Δ 48, Ω 69), τοί «καί τοι ἐγὼ συνέριθος» (ζ 32), με «καί με φίλησεν ὡς εἴτε πατήρ (ρ 111), μίν «καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα» (Π 6), σφίν «καί σφιν ἅμ’ ἐστὶ Μέδων» (Π 252), σφε «γιγνώσκων·
10καὶ γάρ σφε πάρος» (Λ 111). Αἱ δὲ ποτὲ μὲν ἐγείρουσαι τὴν πρὸ αὑτῶν ποτὲ δὲ μή, σεῦ σέο σοῦ σοί σέ, εὗ οἷ ἕθεν, σφί σφώ, σφίσι σφέας. ὅτε μὲν οὖν ἀπολελυ‐ μένως λέγονται καὶ οὐχὶ πρὸς ἕτερον πρόσωπον ἀντιδιαστέλλονται, ἐγείρουσι τὴν πρὸ αὑτῶν ὀξεῖαν· ὅτε δὲ κατὰ τὴν πρός τι ἕτερον δια‐
15στολὴν ἐκφέρονται, ὀρθοτονοῦνται· οἷον ἀπολελυμένως, σεῦ «ἀλλά σευ ἀκάματος», ὀρθοτονουμένως «σεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχήν» (Ω 754), σέο, ἀπολελυμένως «ὥς σεο νῦν ἔραμαι» (Γ 446), ὀρθοτονουμένως δὲ «ὡς σέο νῦν ἔραμαι» (Ξ 328), σέ ἀπολελυμένως «ἐπεί σε πρῶτον ἔθηκα»
(Ζ 355), ὀρθοτονουμένως δὲ «μὴ σέγ’ ἐν ἀμφιάλῳ Ἰθάκῃ» (α 386).555

3,1

556

Ἰστέον ὅτι ἡ σοί καὶ ὀρθοτονουμένη ἐστὶ καὶ ἐγκλιτική. ἐὰν δὲ φθάσῃ γενέσθαι διὰ τοῦ τ, μόνως ἐγκλιτική, ὥστε ἡ φωνὴ ποιεῖ τὸ ἐγκλι‐ τικόν. καὶ τοῦτο ἐπὶ δευτέρου προσώπου ἐξαίρετον. ἐπὶ γὰρ πρώ‐ των ἐγένετο διὰ τῆς γραφῆς τὸ ὀρθοτονούμενον καὶ ἐγκλιτικὸν δια‐
5στέλλεσθαι οἷον ἐμέ τὸ ὀρθοτονούμενον, τὸ ἐγκλιτικὸν μέ, ἐμοί καὶ μοί. ἀξιοῖ οὖν ἀναγινώσκειν Ζηνόδοτος «οὐ τοί, τέκνον ἐμὸν, δέδοται πολεμήϊα ἔργα» (Ε 428), ἔστι γάρ, φησί, διαστολή. εἰ δὲ διαστολή, ὀρθοτονητέον. ὅτι δὲ διαστολή, δῆλον ἐκ τοῦ ἐπιφερομένου· ἀλλὰ πρῶτον μὲν οὐ δίδωσιν ἐγκλιτικὸν μόριον ἐνθάδε ἡ γραφή. ἡ οὖν γραφή,
10εἰ καὶ διαστολή ἐστι, κωλύει ὀρθοτονεῖν τὴν ἀντωνυμίαν. εἰ δὲ σοί ἦν, ὀρθοτονεῖσθαι ἠδύνατο δευτέρου οὖσα προσώπου. ἡ δὲ τοί μόνως ἐγκλι‐ τική. δεύτερον δὲ οὐδὲ ἔστιν ἐκ τῆς ἀντωνυμίας ταύτης διαστολή. τὸ γὰρ «ταῦτα δ’ Ἄρηϊ θοῷ» (Ε 430) πρὸς τὸ «ἀλλὰ σύγ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο» (Ε 429). ἀλλὰ καὶ ἀλλαχοῦ δὲ ἐμφάσεως οὔσης
15καὶ διαστολῆς ἄντικρυς ἐγκλιτικῶς ἀνέγνωμεν «νῦν δέ τοι οἴῳ πάμπαν ἀπώλετο νόστιμον ἦμαρ» (ρ 253). ἀντιδιαστέλλει γὰρ πρὸς τοὺς ἄλ‐ λους· καὶ ἔστιν ἐπίτασις ἐκ τοῦ λέγειν «τοι οἴῳ». ἀλλὰ πάλιν διὰ τὴν
γραφὴν τῆς ἀντωνυμίας τὸ ἐγκλιτικὸν ἐπεκράτησεν.556

3,1

557

Ἡ σφώ ὅτε μὲν ἐπὶ τοῦ τρίτου προσώπου λέγεται, ἐγείρει τὴν πρὸ αὑτῆς ὀξεῖαν. αἱ δὲ τοῦ τρίτου προσώπου ἑνικαί τε καὶ πληθυν‐ τικαί, ὅτε μὲν τὸ ἐξ αὐτῶν μεταφραζόμενόν ἐστιν αὐτός, ὃ καὶ ἐπίταγμα λέγεται, ἐγείρει τὴν πρὸ αὑτῶν ὀξεῖαν. ἡ μὲν ἕο «ἐπεί ἑο κήδετο λίην»
5(ξ 461). ἔστι γὰρ ἐπεὶ αὐτοῦ (τοῦ Ὀδυσσέως) ἐκήδετο λίαν ὁ Εὔμαιος. ὅτε δὲ μεταφραζομένη μετὰ τοῦ ε λέγεται ἡ ἀντωνυμία τοῦ ε ἐκφερομένου δασυνομένου, οὐκ ἐγείρουσιν οἷον «Δηΐφοβος δὲ—ἀσπίδα ταυρείην σχέθ’ ἀπὸ ἕο» (Ν 162 et 163). ἔστι γὰρ ἀφ’ ἑαυτοῦ. εἰσὶ δὲ ἕο εὗ ἕθεν οἷ ἕ σφέων σφίσι σφέας. αὗται δὲ καὶ σὺν τοῖς ἐπιτάγμασι λέγονται, ὅτε δὴ καὶ
10ὀρθοτονοῦνται πάντως οἷον «παρ’ δὲ οἷ αὐτῷ» (Od. ο 285). ἐὰν δὲ ἐκ περισσοῦ τὸ ἐπίταγμα λαμβάνηται, ἐγκλίνονται «ἀλλά οἱ αὐτῷ—Ζεὺς ὀλέσειε βίην» (δ 667). ἔστι γὰρ ἀλλ’ αὐτῷ ψιλῶς. ὑποδείγματα τῶν ἐγκλινομένων, ἕο «ἐπεί ἑο κήδετο λίην», εὗ «ἐπεί εὕ φημι βίῃ πολὺ
φέρτερος» (Ο 165), ἕθεν «ἐπεὶ οὔ ἑθέν ἐστι χερείων» (Α 114), οἷ «καί557

3,1

558

οἱ ἐπευχόμενος» (Π 6), ἕ «καί ἑ κακὴ βούβρωστις» (Ω 532), σφέων «τῷ σφεων πολέες κακὸν οἶτον ἐπέσπον» (γ 134), σφίσιν «ἀπό τέ σφι‐ σιν ὕπνος ὄλωλεν» (Κ 186), σφέας «καί σφεας φωνήσας» (Δ 284). τῶν δὲ ὀρθοτονουμένων, ἕο «Δηΐφοβος δὲ—ἀσπίδα ταυρείην σχέθ’
5ἀπὸ ἕο», εὗ «φρίξας δ’ εὗ λοφιήν» (Od. τ 446), ἕθεν «Αἰνείας δ’ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ’ ἀνέσχεν» (Ε 278), οἷ «ἐπεὶ οὔ τινά φησιν ὁμοῖον —οἷ ἔμμεναι Δαναῶν» (Ι 305), ἕ «κάλεόν τέ μιν εἰς ἓ ἕκαστος» (Ψ 203), σφῶν «σφῶν τ’ αὐτῶν καὶ κλισιάων (Μ 155), σφίσι «καὶ τὰ μὲν εὖ δάσαντο μετὰ σφίσι» (Α 368), σφέας «ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας»
10(η 40). Αἱ δυϊκαὶ τοῦ πρωτοτύπου τοῦ αʹ καὶ βʹ προσώπου οὐδέποτε ἐγ‐ κλίνονται διὰ τὴν βαρεῖαν τάσιν, νῶϊν, σφῶϊν. προπερισπῶνται γάρ. αἱ δὲ τοῦ τρίτου ὀξυνόμεναι ἐγκλίνονται «τίς τάρ σφωε θεῶν» (Α 8) «καί σφωϊν δὸς ἄγειν» (Α 338). Καὶ τὰ πληθυντικὰ τοῦ τε πρώτου προσώ‐
15που καὶ δευτέρου, ἡμῶν ὑμῶν ἡμῖν ὑμῖν ἡμᾶς ὑμᾶς τετράχρονοι οὖ‐ σαι, ἐπειδὰν ἐγκλίνωνται, τὴν πρώτην συλλαβὴν ὀξύνουσιν «ἤκουσεν ἥμων, ἔδωκεν ἥμιν καὶ ἐπὶ τῶν λοιπῶν οὕτως. ἀδύνατον γὰρ ὑπερ‐ βῆναι τοὺς τέσσαρας χρόνους τὴν ὀξεῖαν. καὶ αἱ τοῦ τρίτου προσώπου πληθυντικαὶ περισπώμεναι καὶ ὀξυνόμεναι ἐγκλίνονται, καί σφων, καί σφιν,
20καί σφας, καί σφεων, καί σφισι, καί σφεας. καὶ εὔλογόν γε οἶμαι λέγειν ὅτι μετὰ τὴν ἔγκλισιν τὸ πάθος ἐπηκολούθησεν, ἵνα μὴ βαρύτονοι οὖσαι
ἐγκλίνωνται. τῶν καλουμένων μονοπροσώπων μόνη ἡ αἰτιατικὴ τῆς558

3,1

559

αὐτός ἐνέκλινε τὸν τόνον «κόψε γάρ αὐτον» (Μ 204). ἐγκλίνεται δὲ ἀεὶ καὶ ἡ μίν «καί μιν φωνήσας» καὶ ἡ ἕθεν παραλόγως, διότι παρα‐ γωγὸς καὶ βαρύτονος. Αἱ μὲν οὖν ἐγκλινόμεναι τῶν ἀντωνυμιῶν αὗταί εἰσιν, αἵτινες ὀρθο‐
5τονούμεναι μὲν ἀντιδιαστολὴν ἔχουσιν ἑτέρου προσώπου, ἐμοῦ ἤκουσας, οὐκ ἄλλου· ἐμοὶ ἔδωκας, οὐκ ἄλλῳ· ἐμὲ ἐδίδαξας, οὐκ ἄλλον. ἐγκλι‐ νόμεναι δὲ ἀπόλυτα πρόσωπα δηλοῦσιν, ἤκουσά σου, ἔδωκά σοι. καὶ ἡ μὲν γενικωτάτη αἰτία τῆς ὀρθῆς τάσεως ἡ ἀντιδιαστολὴ τοῦ προσώπου. αὕτη δὲ διαιρεῖται εἰς πλείονα εἴδη· αἵ τε γὰρ διεζευγμέναι ὀρθοτο‐
10νοῦνται, καὶ ἐμοὶ καὶ Ἀπολλωνίῳ, ἢ ἐμοὶ ἢ Ἀπολλωνίῳ· καὶ αἱ μετὰ τοῦ ἕνεκα συνδέσμου ἕνεκα σοῦ, ἕνεκα ἐμοῦ. καὶ αἱ μετὰ προθέσεως
δὲ ἀεὶ ὀρθοτονοῦνται, διὰ σέ, περὶ σοῦ, κατ’ ἐμέ, ἐπὶ σοί.559

3,1

560

Αἱ μετὰ τῆς ἐπιταγματικῆς ἀντωνυμίας τῆς αὐτός ἀεὶ ὀρθοτονοῦν‐ ται, αὐτὸν ἐμέ, αὐτῷ ἐμοί. ὑπεξαιρείσθωσαν δὲ αἱ παρὰ τοῖς ποιηταῖς μετὰ τῆς ἐπιταγματικῆς παραλόγως ἐγκλινόμεναι «ἀλλά οἱ αὐτῷ—Ζεὺς ὀλέσειε βίην» (δ 667) καὶ «Εὐρύαλος δέ ἑ αὐτόν (θ 396) καὶ εἴ τινες
5ἄλλαι μετὰ προθέσεων ἢ συνδέσμων ἐνεκλίθησαν παραλόγως. αἱ κατ’ ἀρχὴν τιθέμεναι, κἂν μὴ ἔχωσιν ἀντιδιαστολήν, διὰ τῶν ἀρκτικῶν τό‐ πων ὀρθοτονοῦνται· «ἐμὲ δ’ ἔγνω καὶ προσέειπεν» (λ 91). Ἐξ ἐπιρρημάτων δὲ ἐγερτικά ἐστι τὰ ἐκ πεύσεως ἀοριστούμενα, ἔχοντα τὴν αὐτὴν ἀκολουθίαν τῶν τόνων τήν τε ποσότητα τῶν συλλα‐
10βῶν. τὸ μὲν γὰρ ποῦ ἐγκλιτικόν ἐστιν, ὡς ἐν τῷ «εἴ που ἐσαθρήσειεν» (Γ 450), τῶν πευστικῶν ἑκάστοτε ὀρθοτονουμένων. ἐκ πεύσεως δὲ ἀοριστούμενα, πότε «πότε γράφεις»; ποτέ «καί ποτέ μοι τρὶς τόσσα»
(Α 213), πόθι «πόθι τοι πτόλις» (α 170), ποθί «αἴ κέ ποθι Ζεύς»560

3,1

561

(Α 128), πῇ «πῇ ἦλθες;» πῇ «ἀλλά πῃ ἄλλῃ» (γ 251), πόθεν «πόθεν ἦλθες», ποθέν «καί ποθεν ἐλθών», πῶς «πῶς ἦλθεν», πῶς «ἀλλ’ οὔ πως ἅμα πάντα» (Δ 320) καὶ χωρὶς τοῦ ς «μηδέ πω ὑπ’ ὄχεσφιν» (Ψ 7).
5 Ἐκ δὲ συνδέσμων ἐγείρουσι τὴν πρὸ αὑτῶν οἷδε, ἐκ μὲν συμπλεκτι‐ κῶν, τέ «καί τε θεοὶ ξείνοισι» (ρ 485), κέν «καί κεν ἐλαφρότερος» (Χ 287), κέ «καί κε τὸ βουλοίμην» (Γ 41), ἐκ δὲ παραπληρωματικῶν, τοί «τοίγαρ ἐγώ τοι» (α 214), γέ «εἴ γε μὲν ᾔδεις», τάρ «εἴ ταρ ὅγ’ εὐχωλῆς» (Α 65), νύ «μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα
10θεοῖο» (Α 28), νύν «δεῦρό νυν ἢ τρίποδος» (Ψ 485), περ «μηδ’ οὕ‐ τως ἀγαθός περ ἐών» (Α 131), θήν «οὔ θην Ἕκτορι πάντα» (Κ 104), ῥά «ἄλλοι μέν ῥα θεοί τε» (Β 1). ὁ δὲ ἄρα οὐ παραλαμβάνεται, ἐπεὶ ἀπὸ φωνήεντος ἄρχεται. ὥσπερ γὰρ αἱ ἀντωνυμίαι τὸ κατ’ ἀρχὰς ε ἀποβάλλουσαι ἐγκλιτικαὶ ἐγίνοντο, ἐμοῦ—μοῦ, ἐμοί—μοί, ἐμέ—
15μέ, οὕτω τὸ ἄρα ἀπέβαλε τὸ α καὶ ἐγένετο ῥά καὶ ἐνεκλίθη. Τὰ μὲν οὖν ἐγκλινόμενα μόρια ταῦτά ἐστιν· οὐχ ὡς ἔτυχε δὲ ἐγ‐ κλίνονται, ἀλλὰ κατά τινα παρατήρησιν τῆς πρὸ αὐτῶν λέξεως. αἱ μὲν οὖν τετράχρονοι τῶν ἐγκλιτικῶν ἐπὶ τὴν πρώτην συλλαβὴν ἑαυτῶν τὴν ἔγκλισιν ἀναπέμπουσιν, ὡς μηδεμιᾶς δεόμενα παρατηρήσεως τῆς πρὸ
20αὐτῶν λέξεως «ἤκουσαν ἥμων, ἔδωκαν ἥμιν», ἐπειδὴ οὐδέποτε πρὸ561

3,1

562

τεσσάρων χρόνων τόνος πίπτει. αἱ δὲ λοιπαὶ τὴν πρὸ αὐτῶν ἐγείρουσι βαρεῖαν. οὐκ ἐπὶ πάσης συλλαβῆς ταύτην ἐγείρειν δύνανται· οὐ γάρ, εἰ σπονδειακὴ τυγχάνοι ἡ προκειμένη λέξις καὶ βαρύνοιτο, ἡ βαρεῖα ταύτης ἡ ἐπὶ τέλει ἐγείρεται «οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον
5εἶναι» (Β 116), «ἤδη τις εἶπεν» καὶ οὔτε τὴν τω συλλαβὴν τοῦ «οὕτω» ὀξύνομεν οὔτε τὴν δη τοῦ «ἤδη». ἀλλ’ οὔτε, εἰ ἰαμβικὴ τύχοι καὶ βα‐ ρύνοιτο οἷον «λέβης τις», «ὅπως γε». οὔτε, εἰ πυρριχιακὴ τύχοι καὶ βαρύνοιτο οἷον «φίλος τις», «ξένος τις». ἐπὶ γὰρ τούτων τῷ νῷ μόνῳ καταλαμβάνεται ἡ ἔγκλισις. διὸ σημειοῦνται τὸ «ἔνθ’ ἔσάν οἱ πέπλοι
10παμποίκιλοι ἔργα γυναικῶν» (Ζ 289). παραλόγως γὰρ ἐνεκλίθη ἡ οἱ ἀντωνυμία πυρριχίου προκειμένου. σημειοῦνται καὶ τὰς διὰ τοῦ σφ ἀντω‐ νυμίας· αὗται γὰρ ἀναπέμπουσι τὸν τόνον τῇ προηγουμένῃ λέξει οἷον «Ἀτρείδής σφισι» «ἔνθά σφεας ἐκίχαν’ υἱὸς Δολίοιο Μελανθεύς» (ρ 212) «ἵνά σφ’ ἀγορή τε θέμις τε» (Λ 807), «ἵνά σφισι δῶκ’ Ἐνοσίχθων» (η 35),
15«ὅτέ σφεας εἰσαφίκηται» (μ 40), «τόξά σφεών τις ἄριστα Κυδώνια» (Callim. fr. 284), «πολλάκίς σφεας». εἰ μέντοι προπαροξύνοιτο ἡ προ‐ κειμένη λέξις τῶν ἐγκλιτικῶν μορίων, ἐγείρει τὴν ἐν τῷ τέλει αὐτῆς βα‐ ρεῖαν ὡς «ἄνθρωπός τις», ἐν γὰρ τῇ αν συλλαβῇ καὶ τῇ πος ὀξεῖα τίθε‐ ται, «Ἀρκεσίλαός τε», «ἤκουσέ μου», «Ὅμηρός ἐστι», «ἄνθρωποί εἰσι»,
20«κάκιστοί εἰσιν». εἴπομεν γάρ, ὡς ἐν ἐπιρρήμασι μόνοις καὶ ἐν εὐκτι‐ κοῖς ἡ αι καὶ ἡ οι μακροί εἰσιν· ἐν δὲ τοῖς λοιποῖς οὐκ ἔτι μακραί εἰσιν. Ὁμοίως εἰ προπερισπῷτο ἡ προκειμένη λέξις ἐγκλιτικοῦ ἐπιφερο‐ μένου, ἐγείρει τὴν μετὰ τὴν περισπωμένην βαρεῖαν οἷον «οἶκός τις»
«Σχοῖνόν τε Σκῶλόν τε» (Β 497), «γυναῖκές εἰσιν»—χωρὶς εἰ μὴ562

3,1

563

προκέηται τροχαῖος προπερισπώμενος μέν, ἔχων δὲ τὴν τελευταίαν θέσει μακρὰν οἷον φοῖνιξ ἐστί, κῆρυξ ἐστίν—κἂν παροξύνοιτο τροχαϊκὴ οὖσα «ἄλλός τις», «ἔστί τις», «ἔνθά ποτε» «Λάμπέ τε» (Θ 185), «φύλλά τε καὶ φλοιόν» (Α 237), «τυφθέντά τε».
5 Ἔτι καὶ αἱ ὀξυνόμεναι λέξεις, βαρυνόμεναι δὲ διὰ τὴν συνέπειαν οἷον Ζεύς Ζεὺς δέ, καλός καλὸς ἄνθρωπος, σοφός σοφὸς ἀνήρ, ἐγκλι‐ τικοῦ ἐπιφερομένου τὴν βαρεῖαν ἐγείρουσιν «αὐτός αὐτός μοι», «Ζεύς Ζεύς τε». τὸ δὲ τίς φυλάττει τὴν ὀξεῖαν «τίς πόθεν εἰς ἀνδρῶν» (Φ 150). ἔτι καὶ ἐπιφερομένη στιγμὴ οὐ κοιμίζει τὴν ὀξεῖαν εἰς βαρεῖαν
10«ὠκὺς Ἀχιλλεύς·» (Α 84). εἰ δὲ περισπῷτο ἡ λέξις, φυλάττεται ἡ περι‐ σπωμένη «καλῶς μοι, σαφῶς γε», «ποῖ ποτε», «πῶς ποτε», «πῇ με φέρεις;» Ἐὰν οὖν συμβῇ πλείονα ἐφεξῆς ἐγκλιτικὰ εἶναι, πολλαὶ ἔσον‐ ται αἱ παράλληλοι ὀξεῖαι, ὡς παρ’ Ὁμήρῳ «ἤ νύ σέ που δέος ἴσχει ἀκήριον» (Ε 812). τρεῖς γάρ εἰσιν ἐφεξῆς αἱ ὀξεῖαι. δυνατὸν δὲ καὶ
15πλείους ἐπινοῆσαι οἷον «εἴ πέρ τίς σέ μοί φησί ποτε». τὸ γὰρ «εἰ» ὀξύνεται διὰ τὴν ἐπιφορὰν τοῦ «πέρ» ἐγκλιτικοῦ. τὸ δὲ «πέρ» διὰ τὸ «τίς», τὸ δὲ «τίς» διὰ τὸ «σέ», τὸ δὲ «σέ» διὰ τὸ «μοί», τὸ δὲ «μοί» διὰ τὸ «φησί», τὸ δὲ «φησί» διὰ τὸ «ποτέ». ὥστε ἐφεξῆς εἶναι ἓξ ὀξείας, εἰ καὶ σπάνιον τὸ τοιοῦτον διὰ τὴν τοῦ πνεύματος συνέχειαν
20δεομένην ἀναπαύσεως. Εἰ δὲ παραλλήλων ὄντων ἐγκλιτικῶν ἐν τῷ μεταξὺ περισπώμενον εἴη ὡς ἐπὶ τοῦ ποῦ, πῇ, πῶς, καὶ μετὰ τοῦτο ἐπιφέροιτο ἕτερον ἐγκλι‐ τικόν, τοῦτο τὸ περισπώμενον οὔτε ὀξύνεται οὔτε περισπᾶται διὰ τὸ ἐγκλῖναι τὸν ἴδιον τόνον· ἐπεὶ μὴ πέφυκεν ἡ περισπωμένη κατὰ τὸ
25κοινὸν ἔθος συστολῆς μὴ παρακολουθησάσης εἰς ὀξεῖαν μετατίθεσθαι οἷον «οὔ πως ἐστ’ Ἀγέλαε» (Od. χ 136) (ἐν γὰρ τῇ ου διφθόγγῳ μόνῃ ἡ ὀξεῖα) «ἤ που τίς σφιν εἶπεν» (ἐν τῷ η καὶ ἐν τῷ τίς ἡ ὀξεῖα) «ἄν‐ θρωπόν τινά που φησι μελῳδεῖν» (πάλιν ἐν τῇ πον συλλαβῇ καὶ τῇ
να ἡ ὀξεῖα τίθεται).563

3,1

564

Κἀκεῖνο παραφυλακτέον, ὅτι τῶν ἐγκλινομένων εἰ σπονδειακὴ προη‐ γεῖται λέξις ἢ πυρριχιακὴ ἢ ἰαμβική, εἰ μὲν μονοσύλλαβον εἴη τὸ ἐπι‐ φερόμενον ἐγκλιτικόν, ὥσπερ ἐθέμην, ἐγκλίνεται «οὕτω που, ἤδη τις, «Ἀτρείδης τε» (Α 7), πολλάκις τις, «μεταμέλει μοι» οὔτε τὸ ἐγκλιτι‐
5κὸν δέχεται τὸν ἴδιον τόνον οὐδὲ ἡ βαρεῖα τῆς δευτέρας συλλαβῆς προηγουμένης ἐγείρεται λέξεως, ἀλλὰ νῷ μόνῳ νοεῖται τὰ τῆς ἐγκλίσεως, ὡς ἔφθημεν εἰπόντες. εἰ μέντοι δισύλλαβον εἴη τὸ ἐγκλιτικὸν μόριον, τότε τὸν ἴδιον δέχεται τόνον οὔτε δυνάμει οὔτε ἐνεργείᾳ ἐγκλινόμε‐ νον οἷον «ἤδη φαμέν», ὀξύνομεν γὰρ τὸ φαμέν, «οὕτω ποτέ» καὶ τὸ
10ποτέ ὀξύνομεν, «φίλοι εἰσίν, πολλάκις εἰσίν» ὁμοίως καὶ τὸ εἰσίν ὀξύ‐ νομεν, «μεταμέλει ἡμῖν». καὶ τοῦτο εἰκότως· οὔτε γὰρ τῆς προηγου‐ μένης λέξεως τὴν ἐπὶ τέλει βαρεῖαν ἐγεῖραι δυνατὸν οὔτε τὴν ἔγκλισιν νοεῖσθαι κατὰ τὴν πρώτην συλλαβὴν τῶν σπονδείων ἢ τῶν πυρριχίων
ἢ τῶν ἰάμβων· οὐδὲ γάρ ποτε τετάρτη ἀπὸ τέλους ἡ ὀξεῖα πίπτει.564