TLG 0087 001 :: Aelius HERODIANUS et Pseudo–HERODIANUS :: De prosodia catholica Aelius HERODIANUS et Pseudo–HERODIANUS Gramm.
Rhet. De prosodia catholica Citation: Part+volume — page — (line) | ||
3,11(1t) | ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ | |
2t | ΠΕΡΙ ΚΑΘΟΛΙΚΗΣ ΠΡΟΣΩιΔΙΑΣ. | |
---|---|---|
3,13(1t) | ΠΙΝΑΞ ΤΟΥ ΟΛΟΥ ΒΙΒΛΙΟΥ ΤΟΥ ΠΕΡΙ ΤΟΝΩΝ. | |
2 | Βιβλίον αʹ. Τὸ μὲν οὖν πρῶτον βιβλίον περιέχει τὰ εἰς ν λήγοντα ὀνόματα ὑπὲρ μίαν συλλαβὴν ἀρσενικὰ καὶ θηλυκά. Βιβλίον βʹ. Τὸ δεύτερον περιέχει τὰ εἰς ξ καὶ εἰς ρ καὶ τὰ εἰς ας. | |
5 | Βιβλίον γʹ. Τὸ δὲ τρίτον τὴν εἰς ης κατάληξιν. Βιβλίον δʹ. Τὸ δὲ τέταρτον τὴν εἰς ις. Βιβλίον εʹ. Τὸ δὲ πέμπτον τὰ εἰς ος λήγοντα καθαρά. Βιβλίον ϛʹ. Τὸ δὲ ἕκτον ἀρξάμενον ἀπὸ τῶν εἰς βος συμπληροῖ τὰ εἰς λος· κατὰ γὰρ τὴν τῶν στοιχείων τάξιν ἡ παράθεσις | |
10 | ὡς καὶ ἐπὶ τῶν εἰς ων ληγόντων. Βιβλίον ζʹ. Τὸ δὲ ἕβδομον ἀπὸ τῶν εἰς μος μέχρι τῶν εἰς πος. Βιβλίον ηʹ. Τὸ δὲ ὄγδοον ἀπὸ τῶν εἰς ρος μέχρι ψος καὶ ἔτι περὶ τῶν εἰς ος οὐδετέρων. Βιβλίον θʹ. Τὸ ἔννατον περὶ τῶν εἰς ος συνθέτων. | |
15 | Βιβλίον ιʹ. Τὸ δὲ δέκατον περιέχει τὰ εἰς υς ἀρσενικὰ καὶ θηλυκὰ καὶ τὰ ἔχοντα διφθόγγους πρὸ τοῦ ς· ἔτι τὰ εἰς ως καὶ ψ. Βιβλίον ιαʹ. Τὸ ἑνδέκατον περιέχει τὰ εἰς α λήγοντα θηλυκά. Βιβλίον ιβʹ. Τὸ δωδέκατον τὴν εἰς η κατάληξιν τῶν θηλυκῶν κατὰ τὴν τῶν συμφώνων πάλιν τάξιν καὶ τὴν εἰς ω. | |
20 | Βιβλίον ιδʹ. Τὸ τεσσαρεσκαιδέκατον περιέχει πᾶν ὄνομα μονοσύλλαβον. Βιβλίον ιεʹ. Τὸ δέκατον πέμπτον τὰς πλαγίας τῶν ὀνομάτων κανονί‐ ζει καὶ τοὺς κατὰ κλίσιν ἀριθμοὺς καὶ τοὺς κατὰ θέμα εἰρημένους. Βιβλίον ιϛʹ. Τὸ ἑκκαιδέκατον περιέχει τὰ εἰς ω καὶ τὰ εἰς μι ῥήματα | |
25 | κατὰ πᾶν πρόσωπον. Βιβλίον ιζʹ. Τὸ δέκατον ἕβδομον περιέχει πᾶν σύνθετον ῥῆμα καὶ πᾶσαν μετοχήν. Βιβλίον ιηʹ. Τὸ δέκατον ὄγδοον ἀντωνυμίας ἄρθρα καὶ προθέσεις. Βιβλίον ιθʹ. Τὸ δέκατον ἔννατον περιέχει ἐπιρρήματα καὶ συνδέσμους. | |
30 | Βιβλίον κʹ. Τὸ εἰκοστὸν περὶ χρόνων τῶν ἐν φωνήεσι καὶ πνευμάτων. | 3 |
3,14 | Ἐπὶ δὲ τοῖς εἴκοσι ἐν ἄλλῳ βιβλίῳ τὸ ἀναγνωστικὸν εἶδος κατὰ σύνταξιν τῶν λέξεων παραδέδοται, ἀκολούθως μετὰ τὴν δήλωσιν τῆς καθ’ ἑκάστην προσῳδίας γινομένης διδασκαλίας περὶ διαστολῆς καὶ συνα‐ λοιφῶν καὶ τῶν ἄλλων τῶν παρακολουθούντων τῇ ἀναγνώσει, οἷον | |
5 | ὅτε τὸ Ζεύς ὀξυνόμενον οὐκ ἔχει τὴν ὀξεῖαν ῥωννυμένην ἐν τῷ «Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶας» (Il. 13, 1), ἀλλ’ ἐγκλινομένην διὰ τὴν ἐπιφορὰν τοῦ δέ συνδέσμου. ἐν γοῦν τῷ «Ζεύς τε καταχθόνιος» (Il. 9, 450) ῥών‐ νυται διὰ τὴν ἐπιφορὰν τοῦ τέ. ἡ δὲ οἱ ἀντωνυμία ἐν τῷ «οἷ αὐτῷ θάνατον» οὐκ ἐφύλαξε τὴν περισπωμένην ἐν τῷ «καί οἱ ἐπευχόμενος» | |
10 | (Il. 16, 829) τῆς συντάξεως τοῦτ’ ἀπαιτούσης τοῦ σημαινομένου. οὕτως | |
ἔχει καὶ τὸ «μάχῃ ἔνι κυδιανείρῃ» (Ζ 124). | 4 | |
3,15 | Προσῳδία ἐστὶ ποιὰ τάσις ἐγγραμμάτου φωνῆς ὑγιοῦς, κατὰ τὸ ἀπαγγελτικὸν τῆς λέξεως ἐκφερομένη μετά τινος τῶν συνεζευγμένων περὶ μίαν συλλαβήν, ἤτοι κατὰ συνήθειαν διαλέκτου ὁμολογουμένης, ἤτοι κατὰ τὸν ἀναλογικὸν ὅρον καὶ λόγον. (τοῦτον δὲ τὸν ὅρον Ἡρω‐ | |
5 | διανὸς ἐν τῷ περὶ καθόλου προσῳδιῶν ὡρίσατο.) | 5 |
3,16 | Τὸ ἑκάστῃ λέξει τὴν δέουσαν προσῳδίαν τιθέναι συμπέρασμα σχεδὸν πάσης τῆς γραμματικῆς τυγχάνει μεθόδου· καὶ γὰρ τὸν περὶ διχρόνων ὡς ὅτι μάλιστα διηκριβωκέναι ἀναγκαῖον τῷ τοῦτο ποιεῖν ἐθέλοντι· ἐπεὶ πόθεν τὸ μὲν Ἶρος καὶ μῖμος προπερισπάσει, τὸ δὲ κτίλος καὶ | |
5 | Χίος, τὴν νῆσον φημί, παροξυνεῖ μὴ γνοὺς ὡς τὰ μὲν πρῶτα ἐκτετα‐ μένον ἔχει τὸ ι, τὰ δὲ δεύτερα συνεσταλμένον; ἔτι καὶ τὸν περὶ κλί‐ σεως· ἐπεὶ πόθεν τὸ μὲν σωλῆνος προπερισπάσει, τὸ δὲ ποιμένος παρ‐ οξυνεῖ, ἀγνοῶν ὡς ἐν τῇ κλίσει τὸ μὲν φυλάττει τὸ η, τὸ δὲ εἰς ε μεταβάλλει; καὶ προσέτι πόθεν τὸ μὲν προστακτικὸν ἵζε παροξυνεῖ, τὸ | |
10 | δὲ παρῳχημένον ἷζε προπερισπάσει, ἀγνοῶν ὡς τὸ μὲν ἵζω βραχὺ τὸ ι ἔχει, τὸ δὲ ἷζον μακρόν, ὅθεν καὶ προπερισπᾶται κατὰ τὸ κοινὸν ἔθος. τά τε τῶν διαλέκτων ἰδιώματα δεήσει ἀκριβῶς εἰδέναι· ἐπεὶ πῶς γνώ‐ | |
σεται ὅτι παρὰ Δωριεῦσι τὸ «ἐλέγον ἐκεῖνοι» παροξύνεται, τό τε Ἀφρό‐ | 6 | |
3,17 | διτα παρὰ μὲν Αἰολεῦσι πρὸ δύο ἔχει τὸν τόνον, παρὰ δὲ Δωριεῦσι πρὸ μιᾶς; Τί δ’ ἂν εἴποι τις, τὴν περὶ ἐγκλιτικῶν μορίων καὶ περὶ πνευμάτων πραγματείαν μὴ γνοὺς ὡς χρειώδης τῇ προκειμένῃ μεθόδῳ, τίνα τέ ἐστι τὰ ἐγκλινόμενα καὶ πότε ἐγκλίνεται καὶ πότε οὔ, καὶ πότε | |
5 | μὲν τὸ δασὺ πνεῦμα ταῖς λέξεσιν ἐπιτίθεμεν, πότε δὲ τὸ ψιλόν; Ἀναγ‐ καῖον καὶ τὴν περὶ στιγμῶν εἰδέναι πραγματείαν, εἴγε τὰς ὀξυνομένας τῶν λέξεων, εἰ μὴ στιγμὴ μετὰ ταῦτα ἐπιφέροιτο, βαρύνειν χρεών. ἐν μὲν γὰρ τῷ τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· (Α 84) | |
10 | οὐ κοιμίζεται ἡ ὀξεῖα εἰς βαρεῖαν, ἐπειδὴ ἐπιφέρεται στιγμή. ἐν δὲ τῷ καὶ Ἀχιλλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ (Η 113) βαρύνομεν τὴν τελευταίαν τοῦ Ἀχιλλεὺς διὰ τὴν σύμφρασιν. Ἀλλὰ καὶ ὁ περὶ συντάξεως λόγος χρειώδης τυγχάνει πρὸς τοῦτο· ἐπεὶ πόθεν εἰσόμεθα ἐν τῷ «Ξάνθῳ ἔπι δινήεντι» (Ε 479) πότερον ἀναστρεπτέον | |
15 | τὴν ἐπί πρόθεσιν ἢ ὀρθοτονητέον, εἰ μὴ ὁ περὶ συντάξεως λόγος διδά‐ ξει ἡμᾶς, εἴτε πρὸς τὸ ἐπιφερόμενον ὄνομα τὸ δινήεντι ἡ πρόθεσις φέ‐ ροιτο εἴτε πρὸς τὸ προηγούμενον τὸ Ξάνθῳ; Ἀναγκαῖόν τε πρὸς τού‐ τοις εἰδέναι ἑκάστην λέξιν ἐπὶ ποίας συλλαβῆς τὸν τόνον ἔχει· ὅπερ ἐν ἓξ μυριάσιν Ἡρωδιανῷ πεπραγμάτευται· τήν τε κατὰ τὴν ὀρθογραφίαν | |
20 | ἀκρίβειαν· ἐπεὶ πόθεν τὰ μὲν μηνί καὶ χηνί ὀξύνομεν, τὸ δὲ Ἀτρεῖ καὶ Πηλεῖ, δίφθογγον ἔχοντα ἐπὶ τέλους, περισπῶμεν; καὶ ἁπλῶς εἰπεῖν τὰ ἄλλα σχεδὸν ἅπαντα τούτοις τυγχάνει ὕλη. Ἀλλ’ ὅμως νῦν διὰ τοὺς | |
αἰτήσαντας τὰ κεφαλαιωδέστερα τῶν θεωρημάτων, δι’ ὧν ἄν τις τὸν | 7 | |
3,18 | δέοντα τόνον ἐπιθείη ταῖς λέξεσι, πειράσομαι παραδοῦναι, προομολο‐ γουμένου δηλονότι τοῦ ἐπὶ ποίας ἑκάστη λέξις συλλαβῆς δέχεται τὸν τόνον, καὶ ἐπὶ τῆς τῶν χρόνων δυνάμεως πότε ἐκτείνονται καὶ πότε συστέλλονται, καὶ προσέτι πότε διὰ μόνου τοῦ ι καὶ πότε διὰ τῆς ει | |
5 | διφθόγγου γράφειν ἑκάστην δεήσει λέξιν· πλὴν ὅτι, ἐφ’ ὧν ἂν δυνα‐ τὸν εἴη συντομώτερον ὡς πρὸς τὴν παροῦσαν ἐπαγγελίαν καὶ τὴν συλ‐ λαβὴν διδάξαι, ἐφ’ ἧς δεήσει τὸν τόνον τιθέναι, καὶ τοῦτο παραδώσο‐ μεν ἐκ τῶν τοῦ πολυμαθεστάτου Ἡρωδιανοῦ ἐν ἐπιτομῇ ἐκλεξάμενοι τὰ χρησιμώτερα. ἄρξομαι δὲ ἐντεῦθεν, παρήσω δὲ καὶ τὰ τῶν διαλέκτων | |
10 | ἰδιώματα. Ἡ ὀξεῖα ἢ ἐν τέλει τίθεται ἢ πρὸ μιᾶς τοῦ τέλους ἢ πρὸ δύο· πρὸ τριῶν δὲ οὐκ ἔτι. τὸ γὰρ Μήδεϊα παρὰ Σαπφοῖ πεπονθὸς παραιτούμεθα, ὅτι τὴν ει δίφθογγον διεῖλεν. Ἡ περισπωμένη ἢ ἐν τέλει τίθεται ὡς ἐπὶ τοῦ Ἑρμῆς, Ἡρακλῆς. | |
15 | ἢ πρὸ μιᾶς τοῦ τέλους ὡς ἐπὶ τοῦ κῆπος, μῶλος· πρὸ δύο δὲ οὐκέτι. οὐδέ ποτε ἐπὶ βραχείας τίθεται περισπωμένη οὔτε ἐπὶ θέσει μακρᾶς, ἀλλὰ μόνον ἐπὶ φύσει μακρῶν. Ἰστέον δὲ ὅτι πᾶσα βραχεῖα συλλαβὴ πρὸ βραχείας ἢ πρὸ μακρᾶς ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον ὀξύνεται· τοῦ μὲν προτέρου φίλος, τοῦ | |
20 | δὲ δευτέρου Ἕκτωρ, ἔρως. πᾶσα συλλαβὴ πρὸ δύο τοῦ τέλους ἐφ’ ἑαυ‐ τῆς ἔχουσα τὸν τόνον ὀξύνεται, Ὅμηρος, Μενέλαος. Οὐδέποτε, μακρᾶς οὔσης τῆς ἐπὶ τέλους, τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα· ἔνθεν τῆς εὐθείας τοῦ Ὅμηρος καὶ αἰτιατικῆς καὶ κλητικῆς προπαροξυνομένων, Ὅμηρος Ὅμηρον Ὅμηρε, ἡ γενικὴ καὶ δοτική, τοῦ Ὁμήρου καὶ τῷ | |
25 | Ὁμήρῳ, διὰ τὴν ἐπὶ τέλους μακρὰν παροξύνονται, σεσημειωμένων τῶν Ἀττικῶν, πόλεως, μάντεως. τὸν γὰρ τῶν κοινῶν εὐθειῶν τόνον φυ‐ λάττουσι τὰ Ἀττικὰ ἐπὶ πάσης πτώσεως· ὁ ναός ὀξύνεται, διὰ τοῦτο καὶ ὁ νεώς, τοῦ νεώ καὶ αἱ λοιπαὶ πτώσεις ὀξύνονται ὁμοίως. καὶ ἔτι τοῦ Μενέλαος προπαροξυνομένου τὸ Μενέλεως καὶ αἱ λοιπαὶ πτώσεις | |
30 | καὶ οἱ ἀριθμοὶ προπαροξύνονται, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ | |
ἐπέκτασις ὡς ἐπὶ τοῦ πόλεως καὶ μάντεως. Πᾶσα φύσει μακρὰ πρὸ | 8 | |
3,19 | βραχείας ληκτικῆς ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται, οἶκος, ἦθος, ὦμος· χωρὶς τῶν διὰ τοῦ ι ἢ θε ἐπεκτεταμένων· ταῦτα γὰρ φυλάττει τὸν τόνον, ἅτε δὴ περιττῆς οὔσης τῆς συλλαβῆς. παροξύνεται γοῦν τὸ ναίχι καὶ εἴθε καὶ αἴθε. ἔνθεν σημειούμεθα τὸ οὐχί ὀξυνόμε‐ | |
5 | νον· τὸ δὲ ᾗχι προπερισπᾶται «ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκά‐ μανδρος» (Ε 774). Ἡ αι καὶ οι ἐν τέλει λέξεων κείμεναι, μὴ ἐπιφε‐ ρομένου συμφώνου, ἐπὶ μὲν τῶν ἄλλων πάντων ἀντὶ βραχείας παρα‐ λαμβάνονται, ἐπὶ μέντοι τῶν εὐκτικῶν καὶ τῶν ἐπιῤῥημάτων ἀντὶ μακρᾶς· οἷον τοῦ μὲν πρώτου τὸ Μήδειαι καὶ ἄνθρωποι προπαροξύ‐ | |
10 | νονται· ἔτι δὲ καὶ τὸ μοῦσαι καὶ κοῦροι προπερισπᾶται, ὡς τῶν τελευ‐ ταίων συλλαβῶν βραχειῶν οὐσῶν. εἰ δὲ σύμφωνον ἐπιφέρεται, μακραὶ γίνονται, ὅθεν τοῖς Ὁμήροις καὶ ταῖς Μηδείαις ὁ τόνος καταβιβάζεται καὶ πρὸ μιᾶς τοῦ τέλους ὀξὺς δίδοται· ὁμοίως καὶ ἐπὶ ταῖς μούσαις καὶ κούροις. τὸ μέντοι οἴκοι τοπικὸν ἐπίῤῥημα καὶ οἴμοι σχετλιαστικὸν | |
15 | παροξύνονται· καίτοι, ὅτε ἐστὶν ὄνομα τὸ οἶκοι, προπερισπᾶται. | |
ἀλλὰ καὶ τὸ ποιῆσαι καὶ κεῖραι, εἰ μὲν ἀπαρέμφατον εἴη, προπερισπᾶ‐ | 9 | |
3,110 | ται· εἰ δὲ εὐκτικόν, παροξύνεται· ὅτε δέ ἐστι τὸ ποίησαι προστακτικῆς μέσης ἀόριστος πρῶτος, προπαροξύνεται. Πᾶσα ὀξεῖα ἐπὶ τέλους λέξεως οὖσα, εἰ μὴ ἐπιφέροιτο μετ’ αὐτὴν στιγμή, πάντως ἐν τῇ συμφράσει κοιμίζεται εἰς βαρεῖαν οἷον «Ζεὺς δ’ | |
5 | ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα» (Il. 13, 1) τό τε Ζεὺς καὶ ἐπὶ βαρύνε‐ ται, ὅτι στιγμὴ μετὰ ταῦτα οὐ τίθεται. Ἰστέον δὲ ὅτι καθ’ ἑκάστην λέξιν ἐν μιᾷ συλλαβῇ τίθεμεν ἢ ὀξεῖαν ἢ περισπωμένην, ἐν δὲ ταῖς λοιπαῖς συλλαβαῖς βαρεῖαν· οἷον ἐν τῷ Μὲνέλὰὸς δευτέρα συλλαβὴ ὀξύνεται, αἱ δὲ λοιπαὶ βαρύνονται, καὶ ἐν τῷ ἂλλοῖὸς ἡ μέση περι‐ | |
10 | σπᾶται, ἡ δὲ πρώτη καὶ τρίτη βαρύνονται· διὸ καὶ βαρύτονα καλεῖται τὰ παροξύτονα καὶ προπαροξύτονα καὶ προπερισπώμενα, διὸ ἡ τελευταία τούτων βαρύνεται· ἀλλ’ ὡς ὁμολογουμένας τὰς τοιαύτας βαρείας ἐῶμεν, διὰ τὸ μὴ καταστίζειν τὰ βιβλία. Ἡ ὀξεῖα οὖν καὶ ἡ βαρεῖα περισπωμένην ποιοῦσιν οἷον φάὸς φῶς, εὐγενέὸς εὐγενοῦς. ἀνάπαλιν δὲ ἡ βαρεῖα καὶ | |
15 | ὀξεῖα εἰς ὀξεῖαν συναιροῦνται, εἰ μὴ τονικὸν κωλύσῃ παράγγελμα, οἷον ζὼός ζώς, Πρὸΐτου Προίτου, κὸΐλου κοίλου· τὸ γὰρ κόϊλος κοῖλος διὰ τονικὸν παράγγελμα περιεσπάσθη. τὸ δὲ ἀδελφιδὲός ἀδελφιδοῦς καὶ τὰ ὅμοια δι’ ἕτερον λόγον περιεσπάσθη· τὰ γὰρ εἰς ους ἁπλᾶ πάντα περι‐ σπᾶται οἷον βοῦς, χοῦς, πλοῦς. τὰ δὲ σύνθετα βαρύνεται οἷον Με‐ | |
20 | λάμπους, Οἰδίπους, ὅθεν σημειούμεθα τὸ πούς καὶ ὀδούς παραλόγως | 10 |
3,111 | ὀξυνθέντα. αἱ δύο βαρεῖαι εἰς βαρεῖαν συναιροῦνται, ὡς τὸ Δημοσθέ‐ νὲὸς Δημοσθένους. πάλιν τὸ χρύσὲὸς καὶ ἀργύρὲὸς μετὰ τὴν συναίρεσιν περιεσπάσθη διὰ τὸν εἰρημένον κανόνα, ὡς τὰ εἰς ους ἁπλᾶ περιεσπᾶ‐ σθαι θέλει. | |
5 | Ταῦτα μὲν οὖν ἱκανὰ τοῖς εἰδόσιν ἐπὶ ποίας συλλαβῆς ἔδει τὸν τόνον τιθέναι. Πολλῆς δὲ οὔσης τούτων διδασκαλίας, ἣν ἡμῖν Ἡρω‐ διανὸς ἐν τῇ καθόλου παρέδωκε πραγματείᾳ, ὀλίγα ἐξ αὐτῶν τὰ χρειω‐ δέστερα συντόμως ἐκλεξάμενοι παραθήσομεν, ὡς εὐχερεστέραν εἶναι τοῖς | |
στίζειν ἐθέλουσι τὴν τούτου μάθησιν. | 11 | |
3,112(1t) | ΤΑ ΕΙΣ ν. | |
2t | ΒΙΒΛΙΟΝ αʹ. | |
2 | Τὰ εἰς αν λήγοντα ἁπλᾶ ὀνόματα ὀξύνεσθαι θέλει, ἐπ’ εὐθείας πτώσεως μὴ τροπὴν ἀναδεξάμενα ἀπὸ τῶν εἰς ην βαρυτόνων οἷον Παιάν, Ἰάν, Δωριάν, Ἀλκμάν, τιτάν, πελεκάν. Ἀθαμάν | |
5 | ἔθνος Ἰλλυρίας, οἱ δὲ Θετταλίας. Ἀζάν ὁ Ἀρκάδος καὶ ἔθνος τῆς Ἀρκαδίας· λέγεται δὲ καὶ Ἀζήν. Ἀγριάν ἔθνος Παιονίας, ὡς ἐν τῷ ἐπιγράμματι γραφέντι εἰς Νεοπτόλεμον Πισίδην οὕτως εἰμὶ Νεοπτόλεμος Κρεσσοῦ, τρισσῶν δ’ ἕν’ ἀδελφῶν ἔστασαν Τλωεῖς, κῦδος ἐμὸν δόρατος· | |
10 | οὕνεκεν ὢν Πισίδας καὶ Παίονας ἠδ’ Ἀργιᾶνας | |
καὶ Γαλάτας τόσσους ἀντιάσας στόρεσα. | 12 | |
3,113 | Αἰνιάν ἔθνος Πεῤῥαιβῶν· λέγονται δὲ καὶ Αἰνιεῖς. ἐκαλοῦντο δὲ καὶ Μηλιεῖς οἱ αὐτοί. Στράβων δὲ ἐν τῇ ἑνδεκάτῃ (p. 508) φησὶν ἐν τῷ Πόντῳ Αἰνιᾶνας ἄλλους εἶναι, οὓς καλεῖσθαι νῦν Παρσίους· καὶ εἰ μὲν ἀπὸ τοῦ κυρίου Αἰνιᾶνος γέγονεν, εὔλογος ἡ ὁμοφωνία αὐτοῦ ὡς | |
5 | τὸ Τρώς καὶ Ἀχαιός μὴ ὁμοφωνοῦντος τοῦ Τευκρός καὶ Γραικός· εἰ δὲ παρὰ τὴν πόλιν Αἰνίαν, εὑρεθήσεται πρότερον Αἴνιος ὡς τῆς Λυκίας Λύκιος, εἶτα διὰ τὴν ὁμοφωνίαν τοῦ ποταμοῦ πρὸς διάκρισιν Αἰνιάν γενέσθαι ὡς μέγιστος μεγιστάν καὶ ἄλκιμος Ἀλκιμάν ὅθεν ὁ Ἀλκμάν, καὶ νέος νεάν, ὅθεν ἡ νεᾶνις καὶ νεανίας. Ἀκαρνάν ὁ ἥρως καὶ | |
10 | ἔθνος πρὸς τῷ Ἀχελῴῳ. Ἀρκτάν ἔθνος Ἠπειρωτικόν. Ῥιανὸς ἐν τετάρτῃ Θεσσαλικῶν. Ἀτιντάν υἱὸς Μακεδόνος καὶ ἔθνος Μακεδονίας. Βραχμάν Ἰνδικὸν ἔθνος σοφώτατον, οὓς καὶ Βράχμας καλοῦσιν. Γιν‐ δάν ἔθνος Λιβυκὸν λωτοφάγον «οἳ τὸν καρπὸν μόνον τοῦ λωτοῦ ἐσθίοντες ζῶσι» (Herodot. IV, 177). Δυμάν ὁ υἱὸς Αἰγιμίου, ὡς | |
15 | Ἔφορος αʹ «Αἰγίμιος γὰρ ἦν τῶν περὶ Οἴτην Δωριέων βασιλεύς. ἔσχε δὲ δύο παῖδας Πάμφυλον καὶ Δυμᾶνα καὶ τὸν τοῦ Ἡρακλέους Ὕλλον ἐποιήσατο τρίτον, χάριν ἀποδοὺς ἀνθ’ ὧν Ἡρακλῆς ἐκπεπτωκότα κατή‐ γαγεν.» καὶ Δυμᾶνες φυλὴ Δωριέων. Ἐγχελᾶνες ἔθνος Ἰλλυρίας οἱ αὐτοὶ τοῖς Ἐγχελέαις, ὡς Μνασέας ἐν γʹ τῶν περιηγήσεων. λέγεται δὲ | |
20 | Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας· λέγονται δὲ καὶ Ἐγχελεῖς ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. Εὐρυτάν ἔθνος Αἰτωλικόν. Λυκόφρων «μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεώς» (v. 799). Λυκάν ἐκ τοῦ Λυκάων κατὰ συγκοπὴν ὡς Ἰάν ἐκ τοῦ Ἰάων. Φαράν πόλις μεταξὺ Αἰγύπτου καὶ Ἀραβίας. Ἀρετάν ποταμὸς Κροτωνιάδος χώρας | |
25 | παρὰ τὴν Ἀρέταν τὴν γυναῖκα Ἀλκίμου, ἧς περιῤῥεῖ τὸ μνῆμα, ὡς μαρτυρεῖ Φιλοστέφανος. Τὰ εἰς αν σύνθετα ἀπὸ ἁπλῶν ῥητῶν πάντα βαρύνονται οἷον εὐ‐ παίαν, Αἰγίπαν, Ἑρμόπαν, Ἀντίπαν, Εὐήπαν, Τιτανόπαν, Αἰνοτίταν. τὸ δὲ καρβάν ὀξύνεται καὶ ὅσα μὴ ἀπὸ ἁπλῶν ῥητῶν. | |
30 | Τὰ εἰς αν λήγοντα ἢ καθαρεύειν ἐθέλει ὡς τὸ Παιάν Ἰάν ἢ ἓν ἔχειν σύμφωνον πρὸ τοῦ α ὡς τὸ Λυκάν Ἀζάν, ἢ δύο καὶ ταῦτα ἢ κατὰ σύλληψιν ὡς τὸ ἰδμάν μεγιστάν ἢ κατὰ διάστασιν ὡς τὸ Πορ‐ | |
θάν Πελλάν, οὐδέποτε δὲ τρία· σεσημείωται τὸ Ἀλκμάν ἔχον τρία | 13 | |
3,114 | σύμφωνα καὶ κατὰ σύλληψιν καὶ κατὰ διάστασιν· καὶ δηλονότι πλεο‐ νασμὸς ἐγένετο συμφώνου ἐν τῷ ὀνόματι· εἰ γὰρ παρὰ τὴν ἀκμήν ἐγέ‐ νετο, πεπλεόνακε τὸ λ, εἰ δὲ παρὰ τὴν ἀλκήν, πεπλεόνακε τὸ μ· εἰ δὲ παρὰ τὸ ἄλκιμος, ἐν συγκοπῇ γέγονεν· τῷ γὰρ κύριον εἶναι τὸ | |
5 | ὄνομα οὐκ εὐθύνεται ὑπὸ τοῦ σημαινομένου. Τὰ εἰς αν οὐ παραλήγονται τῇ ει διφθόγγῳ οἷον Ἀλκμάν, Παιάν· τὸ γὰρ Ἀργειάν, ἔστι δὲ ὄνομα ὄρους Μεσσηνίας, ἀπὸ τοῦ Ἀργεῖος ἔχει τὴν δίφθογγον. Τὰ εἰς ην λήγοντα μὴ συντεθειμένα ἀπὸ τῶν εἰς ην ῥητῶν, εἰ | |
10 | ἔχοι πρὸ τοῦ ην δασὺ σύμφωνον ἢ ψιλόν, ὀξύνεσθαι θέλει οἷον ἀχήν, λειχήν, αὐχήν, Κηφήν ἀπὸ Κηφέως τοῦ πατρὸς Ἀνδρομέδας ὁ Αἴθιοψ, Ὀρφήν. in huiuscemodi tamen terminatione (sc. ευς) quae‐ dam inveniuntur mutatione eus diphthongi in es longam prolata ut Ἀχιλλεύς Achillēs, Περσεύς Persēs, Οὐλιξεύς Ulixēs, in quo Doris | |
15 | sequimur, qui pro Φυλεύς Φύλης, pro Ὀρφεύς Ὄρφης et Ὀρφήν di‐ cunt, pro Τυδεύς Τύδης. Sic Antimachus in I Thebaidos: «Τύδης τ’ Οἰνείδης» et vocatinum in e productam: «τὸν καὶ φωνήσας προσ‐ έφης, Οἰνήϊε Τύδη» teste Herodiano, qui hoc ponit in I Catholicorum. similiter Ibycus ὀνομακλυτὸς Ὀρφήν dixit (Priscian. lib. VI c. 92 | |
20 | p. 276 Hertz.). Κωφήν πόλις οὐκ ἄπωθεν Μασσαγετῶν, ἣ καὶ Ἀρα‐ χωσία καλεῖται. Τὰ εἰς ην ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ α ἤτοι μόνον ἢ | |
καὶ σὺν ἑτέρῳ φωνήεντι δισύλλαβα ὀξύνεται, εἰ μὴ ἔχοι οὐδετέρου | 14 | |
3,115 | παρασχηματισμὸν οἷον Ἀγήν, αὐχήν, ἀτμήν, ἀπτήν, ἀκτήν, ἁδήν ἡ νόσος. Τὰ εἰς ην λήγοντα ἔχοντα πρὸ τοῦ η τὸ ς ἢ διπλοῦν σύμφωνον μὴ παραληγόμενον τῇ ου διφθόγγῳ ὀξύνεσθαι θέλει, εἰ μὴ παρασχημα‐ | |
5 | τίζοιτο οὐδετέρῳ γένει οἷον ἐσσήν ὁ οἰκιστής «Μυρμιδόνων ἐσσῆνα» Καλλίμαχος. καμασήν ὁ ἰχθῦς, Δαμασήν, ἐρσήν, Αἰζήν, Ταντά‐ λου παῖς, ἀφ’ οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοί. Ἀζήν ἔθνος τῆς Ἀρκα‐ δίας ὃ καὶ Ἀζάν, ἀζήν ὁ πώγων κατὰ Φρύγας, ἀψήν. Τροιζήν καὶ ὁ κτιστὴς καὶ ἡ πόλις. εὑρίσκεται γὰρ καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ | |
10 | τῶν κτιστῶν ὀνόματα· Καμικός Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος· οὕτως καὶ Τροιζήν· ἔστι δὲ πόλις Πελοποννήσου· ἔστι καὶ ἄλλη Τροιζήν ἐν Μασσαλίᾳ τῆς Ἰταλίας, ἣν Χάραξ Τροιζηνίδα χώραν φησίν. Τὰ εἰς λην λήγοντα ὀξύνεται βαλλήν οὕτως ὁ βασιλεύς, Τελ‐ λήν, Ὠλήν, σωλήν, κωλήν, στελήν. σεσημείωται τὸ Ἕλλην βα‐ | |
15 | ρυνόμενον. Τὰ εἰς ην ἁπλᾶ ἔχοντα δεδιπλασιασμένον σύμφωνον ὀξύνεται ἐσ‐ σήν, ὀσσήν, Τελλήν, βαλλήν πλὴν τοῦ Ἕλλην καὶ ὁ ἥρως καὶ τὸ ἔθνος. τὸ δὲ ἄρρην Ἀττικῶς ἀπὸ τοῦ ἄρσην γέγονε. Τὰ εἰς ην κατ’ ἐπιπλοκὴν δύο συμφώνων ὀξύνεται, πυθμήν, | |
20 | Κεβρήν ποταμός, ἀφ’ οὗ Κεβρηνία χώρα τῆς Τρῳάδος. Δίδυμος δὲ | |
Κεβρῆνα τὴν πόλιν φησίν—πλὴν τοῦ Ἕκτην, ὃ ἔχει τὴν πρὸ τέλους | 15 | |
3,116 | καὶ διὰ τριῶν συμφώνων Ἔγκτην. Ἔγκτηνες δὲ ἐλέγοντο οἱ μετὰ τοὺς Ὕαντας τὴν Βοιωτίαν οἰκήσαντες. Τὰ εἰς ην ἔχοντά τι τῶν μέσων πρὸ τοῦ η ὀξύνεται, ὁπότε δι‐ χρόνῳ παραλήγοιτο ἢ φύσει μακρᾷ οἷον Ὠγήν, ἁδήν, ταγήν ὁ ἀτ‐ | |
5 | ταγήν, τριβήν ὁ τρίπους. Τὰ εἰς ην ὑπὲρ δύο συλλαβὰς χαίρουσι τῇ ὀξείᾳ οἷον ἀτταγήν, κορδυλήν, μαριθήν, δοθιήν, ἠλακατήν ὄνομα ἰχθύος κητώδους καὶ κύριον. Ἀραδήν πόλις Κρήτης, Ἀραφήν εἷς τῶν ἑκατὸν ἡρώων καὶ δῆμος Αἰγηΐδος φυλῆς, Κεφαλλήν ἔθνος ἀπὸ Κεφάλου τοῦ Δηϊο‐ | |
10 | νέως κληθέν, κεῖται δὲ παρὰ Σοφοκλεῖ ἐν τῷ «ὦ ξεῖνε Κεφαλλήν». γίνεται δὲ παρὰ τὸ Κέφαλος Κεφαλήν ὡς παρὰ τὸ κῶλος κωλήν, μέ‐ γιστος μεγιστήν καὶ μεγιστάν. ἡ δὲ παλαιὰ χρῆσις ἅπασα ἔχει τοὺς Κεφαλλῆνας καὶ τὴν Κεφαλληνίαν ἐν δυσὶ λλ—πλὴν τοῦ περπέρην. Τὰ εἰς ην ἀπὸ ῥητῶν ἤτοι διαλεγομένων τῶν εἰς ην βαρύνεται | |
15 | οἷον Ἕλλην φιλέλλην, Πανέλληνες ὡς Παναχαιοί ἀπὸ μέρους τὸ πᾶν ὡς παρὰ τῷ ποιητῇ «Λέλεγας καὶ Τρῶας ἀναίρειν» (Il. 20, 96). Ἕλληνες γὰρ παρ’ αὐτῷ οἱ τὴν Φθιῶτιν Ἑλλάδα κατοικοῦντες «Μυρ‐ μιδόνες δὲ καλεῦνται καὶ Ἕλληνες καὶ Ἀχαιοί» (Il. 2, 684), εἴρην μελλείρην, ποιμήν ἀρχιποίμην, αὐχήν ἐριαύχην, ῥήν πολύρρην | |
20 | παρὰ τῷ τὰ Ναυπακτικὰ ποιήσαντι· | 16 |
3,117 | ἀλλ’ ὃ μὲν οὖν ἀπάνευθε θαλάσσης εὐρυπόροιο οἰκία ναιετάασκε πολύῤῥην, πουλυβοώτης. τούτου καὶ πληθυντικὸν παρὰ τῷ ποιητῇ (Ι 154) ἐν δ’ ἄνδρες ναίουσι πολύῤῥηνες, πολυβοῦται. | |
5 | Τὰ εἰς μην ὀξύνεται, εἰ μὴ σύνθετα ἀπὸ ἁπλῶν εἴη τῶν εἰς μην, Δαμήν· ἔστι δὲ Ἀργολικὸς συγγραφεύς. λιμήν, ὑμήν, ποιμήν· ἔστι καὶ Ποιμήν ὄρος τῆς Ποντικῆς, ἀφ’ οὗ καταῤῥεῖ ὁ Παρθένιος σχίζων τὴν Ἄμαστριν, πυθμήν, ἀϋτμήν. Τὰ εἰς ρην καθαρὸν μὴ ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς τὸ ε φω‐ | |
10 | νῆεν καταλήγουσαν ὀξύνεται, Σειρήν, Πειρήν καθ’ Ἡσίοδον πατὴρ Ἰοῦς, πυρήν, πλὴν τοῦ ἄῤῥην. Τὰ εἰς ρην καθαρὸν τῷ ε παραλήγοντα παροξύνεται, Γέρην πό‐ λις καὶ κώμη Λέσβου ἀπὸ Γέρηνος τοῦ Ποσειδῶνος. τὸ ἐθνικὸν ὁμο‐ φώνως, τέρην, Θέρην ποταμός, περπέρην. | |
15 | Τὰ εἰς ιν δικατάληκτα ἁπλᾶ μὲν ὀξύνεται, δελφίν καὶ δελφίς, Τελχίν καὶ Τελχίς. Τελχῖνες δὲ ἐλέγοντο οἱ Κρῆτες. εἰσὶ δὲ καὶ φθονεροὶ δαίμονες οἰκήσαντες τὴν Ῥόδον· λέγονται δὲ καὶ Τελχῖνες θηλυκῶς αἱ ὑπὸ πληγῆς εἰς θάνατον καταφοραί· ἔστι δὲ καὶ Τελχίς πόλις Αἰθιοπίας πρὸς τῇ Λιβύῃ. Σαλαμίν καὶ Σαλαμίς, Ἐλευσίν καὶ | |
20 | Ἐλευσίς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ἀκτίν καὶ ἀκτίς. Τούτοις ὅμοιον καὶ τὸ Ἀβοριγῖνες ἔθνος Ἰταλικόν, ὡς Ἰόβας ἐν Ῥωμαϊκῆς ἱστορίας πρώτῳ· «μέχρι μὲν οὖν τοῦ Τρωϊκοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομασίαν διέσωζον, Λατίνου δὲ βασιλεύσαντος οὕτως προσ‐ | |
ηγορεύθησαν». τὰ αὐτὰ καὶ Χάραξ. εἰκὸς οἴεσθαί τινας τούτου τὴν | 17 | |
3,118 | κλίσιν ἀπὸ τῆς Ἀβοριγῖνος εὐθείας ὡς Λεοντῖνος Ἀκραγαντῖνος. ἀλλὰ Διονύσιος ὁ Ἁλικαρνασσεὺς Ἀβοριγῖνες καὶ Ἀβοριγῖσι φησὶν ὡς δελ‐ φῖσιν. ἔστι δὲ καὶ ἄλλη κλίσις ἐν χρησμῷ κειμένη, ὃν αὐτὸς παρατί‐ θησιν (I 19). ὡς γὰρ ἀπὸ τοῦ ναῦται ναυτέων, οὕτως Ἀβοριγίναι | |
5 | Ἀβοριγινέων· ἔχει δ’ ὁ χρησμὸς οὕτως· στείχετε μαιόμενοι Σικελῶν Σατουρνίαν αἶαν, ἠδ’ Ἀβοριγινέων Κοτύλην, οὗ νᾶσος ὀχεῖται, οἷς ἀναμιχθέντες δεκάτην ἐκπέμψατε Φοίβῳ, καὶ κεφαλὰς Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα. | |
10 | ἀλλ’ αὐτὸς τῷ χρησμῷ μὴ πειθόμενος ταῖς προειρημέναις ἐχρήσατο κλίσεσιν. σύνθετα δὲ βαρύνεται, εὐάκτιν, χρυσάκτιν, τριγλώχιν ὡς παρὰ Σιμωνίδῃ «τριγλώχιν ὀϊστός» καὶ παρὰ Καλλιμάχῳ «τριγλώχιν ὀλοῷ νῆσος ἐπ’ Ἐγκελάδῳ». Τὰ εἰς υν λήγοντα βαρύνεται ἐξαιρέτως παρὰ τοῖς Αἰολεῦσιν, Φόρ‐ | |
15 | κυν, Πόλτυν, Γόρτυν ὄνομα ἥρωος καὶ πόλις Κρήτης, Κότυν, Κά‐ πυν, μόσυν, τέκτυν ὁ τέκτων, κίνδυν· οὕτω δὲ ἔφη Σαπφὼ τὸν κίνδυνον· ὁ γοῦν Ἀλκαῖος τὴν δοτικὴν ἔφη τῷ κίνδυνι. Τὰ εἰς ων τοὺς τρεῖς ἐπιδέχεται τόνους, τὰ μὲν γὰρ ὀξύνεται ὡς | |
20 | αἰών, τὰ δὲ βαρύνεται ὡς Πλάτων, τὰ δὲ περισπᾶται ὡς Ξενο‐ φῶν. Τὰ εἰς ων ἀρσενικὰ δισύλλαβα παραληγόμενα α βραχεῖ ἢ ε βαρύ‐ νεται, μὴ ὄντα περιεκτικά, Φάων, Κάων, Κρέων, Θέων, Κλέων, λέων, Νέων, νεών δὲ ὡς περιεκτικόν· ὡσαύτως δὲ καὶ Νεών πόλις | |
25 | Φωκίδος. Ἡρόδοτος ὀγδόῃ (c. 32). | |
25 | Τὰ εἰς ων παραληγόμενα α μακρῷ βαρύνεται, Ἄων ἔθνος Βοιω‐ | 18 |
3,119 | τίας, Δάων ἔθνος τῆς Ἰνδικῆς ἀπὸ Δάονος, Χάων ἔθνος Ἠπείρου. Ἑλλάνικος ἱερειῶν Ἥρας τρίτῳ «Ἀμβρακιῶται καὶ οἱ μετ’ αὐτῶν Χάονες καὶ Ἠπειρῶται». καὶ ὁ Πρόξενος δὲ καταλέγων αὐτούς φησι· «Χάονες, Θεσπρωτοί, Τυμφαῖοι, Παραυαῖοι, Ἀμύμονες, Ἄβαντες, Κασσωποί». | |
5 | Ἰάων, Κατάων ἔθνος Καππαδοκίας, ὡς Στράβων (12 p. 533), Βαγα‐ δάων ἔθνος Καππαδοκίας, Λυκάων ἔθνος Λυκίας τε καὶ Ἰσαυρίας ὁμοφώνως τῷ κτιστῇ, ὀπάων, Μαχάων, Ποσειδάων, Ἀρετάων, Ἱκετάων, Ἀμυθάων ὁ Κρηθέως. * Τὰ εἰς ων ἀρσενικὰ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα ε βαρύ‐ | |
10 | νεται, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέρος σώματος σημαίνοντα ἢ ὑπο‐ κοριστικά, Γελέων· Γελέοντες δέ εἰσι φυλὴ παλαιά, μία τῶν τεσσάρων τῶν ἀπὸ Ἴωνος παίδων, Ἀλκμέων, Τυφέων, Ποσειδέων, ἐξ οὗ Ποσειδῶν συνῃρέθη—τὸ δὲ Ποσειδεών ὄνομα μηνὸς ὀξύνεται— τὸ ἀνδρεών, παρθενεών ἐστι περιεκτικά, τὸ δὲ ἀνθερεών καὶ κε‐ | |
15 | νεών μέρος σώματος σημαίνει, καὶ τὸ πορθεών, λυμεών, ἀπατεών ὑποκοριστικά, τὸ δὲ Ἐλεών πόλις τῆς Ταναγρικῆς θηλυκόν ἐστι, ὡς καὶ Μεδεών πόλις, ᾗ συμφωνεῖ τὸ κύριον Μεδεών. τούτῳ δὲ συν‐ ηκολούθησε Ξυπετεών ὁ οἰκήτωρ δήμου Ξυπετῆς. Τὰ εἰς ων ὑπὲρ δύο συλλαβὰς τὸ η παραλήγοντα βαρύνεται, προ‐ | |
20 | πρήων, ξυνήων, παιήων, Ἰήων. Τὰ εἰς ιων πατρωνυμικὰ καὶ ἐθνικὰ καὶ ὑποκοριστικὰ βαρύνονται, Κρονίων, Πριαμίων, Μολίων, Αἰολίων· οἱ γὰρ τὴν Λέσβον κατοικοῦντες Αἰολεῖς καὶ Αἰολίωνες ὀνομάζονται. Βουπρασίων ὁ Βουπράσιον πόλιν τῆς Ἤλιδος κατοικῶν, λέγεται δὲ καὶ Βουπράσιος | |
25 | καὶ Βουπρασιεύς, Ὠστίων ἔθνος παρὰ τῷ δυτικῷ ὠκεανῷ, οὓς Κοσσί‐ | |
νους Ἀρτεμίδωρός φησι, Πυθέας δὲ Ὠστιαίους «τούτων δ’ ἐξ εὐωνύ‐ | 19 | |
3,120 | μων οἱ Κόσσινοι λεγόμενοι Ὠστίωνες, οὓς Πυθέας Ὠστιαίους προσαγο‐ ρεύει». Ἡφαιστίων, Ξενίων, Μοσχίων, Μελανίων, Πορφυ‐ ρίων, Τυραννίων. Τὰ διὰ τοῦ ιων ι βραχεῖ παραληγόμενα βαρύνεται, Δίων, Ἴων τὸ | |
5 | κύριον καὶ τὸ ἐθνικόν, Ἠμαθίων, Ἐνδυμίων, Ἠετίων, Εὐρυτίων, Εὐρυθαλίων, Ἀστερίων, Δευκαλίων, Ἰασίων ὁ πατὴρ Παρίου. Ὠρίων. ἔστι δὲ ἀναλογώτερον συστέλλον τὸ ι ὡς παρ’ Εὐριπίδῃ «τά τ’ ἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι» (Cycl. 213)· ὁ γὰρ ποιητὴς ἐξέ‐ τεινε αὐτὸ εἰπὼν «ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δοκεύει» (Σ 488). | |
10 | σεσημείωται τὸ Κνακιών ὄνομα ποταμοῦ καὶ Ἀσιών, ἔστι δὲ ὄνομα ὄρους· καὶ κυρηβιών, σημαίνει δὲ τὸν καθαρματώδη καὶ τὸ δοθιών τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ἀντὶ τοῦ δοθιήν. Ἔτι καὶ τὰ ἔχοντα ι μακρὸν βαρύνεται, κίων, πίων, πρίων προσηγορικὸν καὶ ποταμός, Ἐχίων ὃς ἔκτισεν Ἐχῖνον, πόλιν Θεσσα‐ | |
15 | λίας, ἣν Ῥιανὸς «Ἐχίονος ἄστυ» εἶπε, Δηΐων, Ἀμφίων, Πανδίων, Δολίων· Δολίονες οἱ τὴν Κύζικον οἰκοῦντες, οὓς Δολιέας εἶπεν Ἑκα‐ ταῖος, βραχίων. * Τὰ εἰς ιων θηλυκὰ ὀξύνονται, χιών, ἠϊών· ἔστι καὶ πόλις ἐν χεῤῥονήσῳ, ὡς Θουκυδίδης· ἔστι δὲ καὶ ἄλλη πρὸς τῇ Πιερίᾳ. Ἑρ‐ | |
20 | μιών πόλις Ἀργολίδος· ἐλέγετο δὲ καὶ Ἑρμιόνη ἀπὸ τῆς Ἑρμιόνος | 20 |
3,121 | γενικῆς ὡς ἀπὸ τοῦ κάλυκος ἡ Καλύκη καὶ τῆς χιτῶνος ἡ Χιτώνη καὶ ἡγεμόνος Ἡγεμόνη. Ἑρμιών δὲ ἐλέγετο ἀπὸ τοῦ τὸν Δία καὶ τὴν Ἥραν ἐνταῦθα ἀπὸ Κρήτης ἀφικομένους ὁρμισθῆναι καὶ τροπῇ τοῦ ο εἰς ε, ὅθεν καὶ ἱερὸν Ἥρας παρθένου ἦν ἐν αὐτῇ· Μεδιών πόλις πρὸς τῇ | |
5 | Αἰτωλίᾳ· Πολύβιος ὀκτωκαιδεκάτῳ. Αὐενιών πόλις Μασσαλίας πρὸς τῷ Ῥοδανῷ, Καβελλιών πόλις Μασσαλίας. Ἀρτεμίδωρος ἐν πρώτῃ γεωγραφουμένων. Κορουιών πόλις Αἰκανῶν ἐν Ἰταλίᾳ. Διονύσιος ιʹ Ῥωμαϊκῆς ἀρχαιολογίας (c. 24). Ἰβιών πόλις ἐν Αἰγύπτῳ, μᾶλλον δὲ νῆσος. | |
10 | Τὰ εἰς ων πατρωνυμικὰ καὶ ἐθνικὰ τῇ ει διφθόγγῳ παραληγόμενα βαρύνεται, Ἀτρείων, Πηλείων, Ἀργείων, Καδμείων, Βακχείων, Ἡρακλείων, Χαρικλείων. * Τὰ εἰς αιων δισύλλαβα βαρύνεται, Μαίων τὸ ἐθνικὸν ὁμωνύ‐ μως τῷ κτιστῇ καὶ ποταμὸς περὶ τὴν Ἀσιάδα γῆν ῥέων· καὶ τροπῇ τῆς | |
15 | αι διφθόγγου εἰς η Μήων· Μήονες δὲ ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν, εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος· τὸ δὲ αἰών ὄνομα χρόνου ὀξύ‐ νεται. Τὰ εἰς αιων ὑπερδισύλλαβα, εἰ μὴ εἴη ὀνόματα μηνῶν ἢ ποταμῶν | |
ἢ περιεκτικά, βαρύνονται οἷον Εὐφραίων, Αἰγαίων, Ἀκταίων, | 21 | |
3,122 | Ἀλκμαίων, Ἀνταίων, ἀφ’ οὗ Ἀνταιούπολις πόλις ἐν Αἰγύπτῳ, καὶ τὸ ἐθνικὸν ὁμοφώνως, Εὐγαίων, Καδμαίων, Ἀθηναίων, εὐαίων, δυσαίων, ἰσαίων. τὸ δὲ Ἑκατομβαιών ὄνομα μηνός, τὸ δὲ ...... ὄνομα ποταμοῦ, τὸ δὲ ἐλαιών περιεκτικόν. | |
5 | * Τὰ εἰς αυων βαρύνεται, Χαύων χώρα τῆς Μηδίας· Κτησίας ἐν πρώτῳ Περσικῶν «ἡ δὲ Σεμίραμις ἐντεῦθεν ἐξελαύνει αὐτή τε καὶ ἡ στρατιὰ καὶ ἀφικνεῖται εἰς Χαύονα τῆς Μηδίας». καὶ τὸ ἐθνικὸν ὁμο‐ φώνως. * Τὰ εἰς υων δισύλλαβα βαρύνεται, κύων τὸ ζῷον, Μύων πόλις | |
10 | Λοκρῶν ἐν τῇ ἠπείρῳ ἡ καὶ Μυονία· τὸ ἐθνικὸν ὁμοφώνως. Θουκυ‐ δίδης δὲ τρίτῃ (101) Μυονέας αὐτούς φησι. Τὰ εἰς υων ὑπὲρ δύο συλλαβὰς καὶ βαρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν ὅσα κλίνεται διὰ τοῦ ω, μὴ συμπίπτοντα πόλεσιν ὡς ἔχει Ἀμφιτρύων, Ἠλεκτρύων, Ἰχθύων, Ἡμικύων, Ἡμίκυνες ἔθνος | |
15 | οὐ πόρρω Μασσαγετῶν καὶ Ὑπερβορέων. Σιμμίας ἐν Ἀπόλλωνι Ἡμικύνων τ’ ἐνόησα γένος περιώσιον ἀνδρῶν, τοῖς ὤμων καθύπερθεν ἐϋστρεφέων κύνεος κράς τέτραφε γαμφηλῇσι περικρατέεσσιν ἐρυμνός. τῶν μέν θ’ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε | |
20 | ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν. καὶ Ἡσίοδος· τὸ δὲ Σικυών ὀξύνεται· ἔστι δὲ πόλις Πελοποννήσου καὶ ὁ κτιστὴς ὁμοφώνως. ὡσαύτως δὲ καὶ Κρεμμυών κώμη Κορίνθου. Εὔδοξος ἐν ἕκτῳ γῆς περιόδου. καὶ Κρομμυών πόλις Λιβύης. Ἑκα‐ ταῖος. Τὰ μέντοι κατὰ γενικὴν τρέποντα τὸ ω εἰς ο ὀξύνεται, ἀλεκ‐ | |
25 | τρυών, Γηρυών, Κερκυών, Ἀμφικτυών, κελενδρυών, κολοκ‐ τρυών. Τὰ εἰς βων δισύλλαβα ἀρσενικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος δηλοῖ οἷον στίλβων, Στίβων, τρίβων, Στράβων, ἄμβων, Νάρ‐ | |
βων ἐμπόριον καὶ πόλις Κελτική. Στράβων τετάρτῃ (p. 181), Σίρβων | 22 | |
3,123 | λίμνη πλησίον τοῦ Κασίου. τὸ δὲ βουβών, ὅπερ τινές φασι βομβών, μέρος σώματος δηλοῖ. Μένανδρος ἐν τῷ Γεωργῷ (Mein. fr. Com. p. 886 ed. min.) Βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε | |
5 | ἐπέλαβεν αὐτόν. ἔστι καὶ Βουβών πόλις Λυκίας. «Βουβών γὰρ καὶ Βάλβουρα πόλεις Λυκίας, ἀπὸ Βαλβούρου καὶ Βουβῶνος· οὗτοι δὲ λῃσταὶ πόλεις ἔκτισαν ὁμωνύμους». Τὰ εἰς βων ὑπερδισύλλαβα ὀξύνεται, Ἀλαβών πόλις Σικελίας καὶ | |
10 | ποταμὸς ὡς Δημήτριος ἐν συνωνύμοις. ἀῤῥαβών. τὸ δὲ Χαρνα‐ βῶν περισπᾶται. Σοφοκλῆς Τριπτολέμῳ καὶ Χαρναβῶντος, ὃς Γετῶν ἄρχει τὰ νῦν. Τὰ εἰς γων δισύλλαβα ἀρσενικά, ὁπότε μὴ περιεκτικὴν ἔχοι δύνα‐ μιν ἢ διὰ τοῦ ο κλίνοιτο κατὰ τὴν πρὸ τέλους συλλαβήν, βαρύνεται | |
15 | οἷον πώγων, Αἴγων, Μέγων, Γίγων ὁ Αἰθιόπων βασιλεύς, τρί‐ γων, Φλέγων· τὸ δὲ φηγών καὶ ἀγών ὀξύνονται ὡς περιεκτικά. τὸ δὲ Ὀργών νῆσος πλησίον Τυρρηνίας ὡς τοπικὸν ὀξύνεται. τὸ δὲ πυ‐ γών καὶ λαγών καὶ σταγών καὶ τρυγών καὶ γοργών διὰ τοῦ ο κλίνεται. | |
20 | Τὰ εἰς γων ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύ‐ | |
νεται μὲν ὅσα φυλάττει τὸ ω κατὰ τὴν γενικὴν ἢ διὰ τοῦ ντ κλίνεται, | 23 | |
3,124 | Οὐκαλέγων, Πελάγων, Ἁρπάγων, προάγων, Σαλάγγων «μέσφα Σαλάγγωνος ποταμοῦ» (Apollon. Rhod. IV 334), Ἐρίγων, ἀρίγων εἶδος δόρατος ὀξύνεται δὲ τὰ διὰ τοῦ ο κλινόμενα, εἰ μὴ ἀπὸ συνθέ‐ του τοῦ εἰς ος παρώνυμα ὑπάρχοι οἷον Παφλαγών Λαιστρυγών | |
5 | «παλαιότατοι μὲν λέγονται ἐν μέρει τινὶ τῆς χώρας (ἤτοι Σικελίας) Κύ‐ κλωπες καὶ Λαιστρυγόνες οἰκῆσαι». Θουκυδίδης ἕκτῃ (c. 2), Πηλα‐ γών ὁ οἰκήτωρ τῆς Πηλαγονίας «Πηλαγόνων ἐλατῆρα» Καλλίμαχος (Hymn. in Iov. v. 3). ἔστι δὲ καὶ ὄνομα κύριον «ὃς τέκε Πηλεγόνα» (Il. Φ 159). ἔοικε δὲ γράφεσθαι τὸ ὄνομα ἐθνικὸν κατὰ τὴν δευτέραν | |
10 | συλλαβὴν διὰ τοῦ α, τὸ δὲ τοῦ ἥρωος διὰ τοῦ ε. ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ συμμάχου ἀρσενικῶς «ἀρηγόνος ἡμετέροιο», πλὴν τοῦ καταπύγων· τὰ γὰρ ἀπὸ συνθέτων εἰς ος παραχθέντα κατὰ τοῦ αὐτοῦ σημαινομένου βαρύνεται, ἄπειρος ἀπείρων, ἄναιμος ἀναίμων, ἄκυμος ἀκύμων, ἔγκυμος ἐγκύμων, ἄσχημος ἀσχήμων. | |
15 | Τὰ εἰς δων δισύλλαβα ὀξύνεται καὶ βαρύνεται· βαρύνεται μέν, ὅσα ἐστὶν διὰ τοῦ ντ κλινόμενα καὶ φυλάττοντα τὸ ω κατὰ τὴν γενικήν, χωρὶς τῶν συνεμπιπτόντων πόλει οἷον κώδων, Φαίδων, Φείδων, Μείδων, κλύδων, κνώδων, Λάδων πατὴρ νύμφης Τελφούσης, ἔστι δὲ καὶ ὄνομα ποταμοῦ, Νέδων ποταμὸς καὶ τόπος τῆς Λακωνικῆς, | |
20 | Κύδων ὁ Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρός, ἀφ’ οὗ Κυδωνία, καὶ ὁ πολίτης ὁμοφώνως. Μύνδων ἔθνος Λιβύης. Ἔφορος εἰκοστῷ ὀγδόῳ «Μύνδωνες, οἵπερ εὐγνωμότατοι δοκοῦσιν εἶναι πλου‐ σιώτατοι τὸν βίον». Σάνδων κύριον καὶ πόλις Ἰλλυρίας. Δώδων | |
ποταμὸς Ἠπείρου, Μέδων, σπάδων, Κόδων, χλίδων, οὕτως δὲ | 24 | |
3,125 | λέγεται κόσμος ὁ περὶ τοὺς βραχίονας, ψίδων, Κύνδων ὄνομα ποτα‐ μοῦ. τὸ δὲ Σιδών πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ. ἀλλὰ καὶ Σιδών ἐθνικόν. Ὀξύνεται δὲ τὰ διὰ τοῦ ο μόνον κλινόμενα οἷον Μυγδών, Σαρδών, ὃ τῇ Σαρδοῖ παράκειται ὡς τῇ Πυθώ Πυθών, σινδών, | |
5 | Μαρδών Ἠπειρωτικὸν ἔθνος. Εὔπολις Πόλεσι «καὶ Χαόνων καὶ Παιό‐ νων καὶ Μαρδόνων» (Mein. p. 199 ed. min.), φλεδών, κληδών. τὸ δὲ Ἠδῶνες μεταπέπλασται ἐκ τοῦ Ἠδωνοί· λέγονται δὲ καὶ Ἠδῶναι. Τὰ εἰς δων ὑπὲρ δύο συλλαβὰς, εἰ παραλήγοιτο τῷ ο ἢ α ἢ υ, βαρύνεται οἷον ἀνόδων, χαυλιόδων, Κινάδων, Κελάδων, ἔστι | |
10 | δὲ ὄνομα ποταμοῦ, Παμπάδων, Κορύδων. Τὰ εἰς δων ὑπερδισύλλαβα ὀξύνεται παραλήγοντα τῷ ι ἢ ὀνόματα ὄντα πόλεων ἢ ἐθνικά, Ἀμυδών πόλις Παιονίας «τηλόθεν ἐξ Ἀμυ‐ δῶνος ἀπ’ Ἀξίου εὐρὺ ῥέοντος» (Il. 2, 849) καὶ ἥρως, Καλυδών πόλις Αἰτωλίας ἀπὸ Καλυδῶνος Ἐνδυμίωνος ἢ Αἰτωλοῦ υἱοῦ. Ἀβυ‐ | |
15 | δών χωρίον Μακεδονίας ὡς Στράβων (7 p. 330). Ἀπιδών ὁ τὴν Ἀπίαν, ὡς οἱ νεώτεροι τὸ Ἄργος φασίν, κατοικῶν. Ἀπιδόνες δὲ καὶ οἱ Ἀρκάδες ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέως Ἄπιδος. χελιδών τὸ ὄρνεον καὶ Χελιδών ὁ βάρβαρος, Χελιδόνας γὰρ ἀρσε‐ νικῶς τοὺς βαρβάρους Ἴων ἐν Ὀμφάλῃ φησὶν ὡς καὶ Αἰσχύλος τὸ βαρ‐ | |
20 | βαρίζειν χελιδονίζειν φησίν. ἔστι δὲ καὶ Χελιδών περὶ τελετῶν γράψας. Μυρμιδών. Τὰ εἰς δων θηλυκὰ ὀξύνεται, ληθεδών, τηκεδών, σηπεδών, ἀηδών, ἀκηχεδών, ἀλθεδών, τυφεδών, ὃ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα | |
25 | λεσχαίνεις— | 25 |
3,126 | ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν ὡς μελεδῶνος, ἀκηδών, ἀλγηδών, ἀχθηδών. * Τὰ διὰ τοῦ εδων ἀρσενικά τε καὶ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ ὀξύνεται, Μακεδών τὸ ἐθνικὸν ὁμοφώνως τῷ κτιστῇ, σηπε‐ | |
5 | δών τηκεδών καὶ τὰ λοιπά. τὰ δὲ σύνθετα βαρύνεται Λαομέδων, Αὐτομέδων, Εὐρυμέδων ποταμὸς Παμφυλίας καὶ τόπος πρὸς Ταρσόν. * Τὰ διὰ τοῦ ηδων ἀρσενικὰ καὶ θηλυκὰ ὑπερδισύλλαβα διὰ τοῦ ο κλινόμενα ὀξύνεται, Φαρκηδών πόλις Θεσσαλίας. Θεόπομπος δὲ δʹ Φιλιππικῶν Φαρκαδόνα διὰ τοῦ α φησίν. Τερηδών πόλις ἐπὶ τῇ | |
10 | Ἐρυθρᾷ. Καρχηδών μητρόπολις Λιβύης ἀπὸ Καρχηδόνος Φοίνικος. ἔστι καὶ ἄλλη Καρχηδών πόλις Ἰβηρίας. Χαλκηδών πόλις Βιθυνίας ἡ πρὸς τῷ στόματι τοῦ Πόντου καταντικρὺ τοῦ Βυζαντίου. Μένιππος ἐν περίπλῳ Βιθυνίας «ἀπὸ ἱεροῦ Διὸς οὐρίου καὶ τοῦ στόματος τοῦ Πόντου ἀριστερὰν ἔχοντι τὴν ἤπειρον καὶ ἐπιπλέοντι εἰς Χαλκηδόνα | |
15 | τὴν πόλιν εἰσὶ στάδια ρκʹ, ἀπὸ δὲ ταύτης ἕως τοῦ Ἀκρίτου στάδια ξʹ». γράφεται καὶ Καλχηδών. εὑρίσκομεν γὰρ διφορουμένην τὴν χρῆσιν. Ἀνθηδών πόλις Βοιωτίας. Ὅμηρος «Ἀνθηδόνα τ’ ἐσχατόωσαν» (Il. 2, 508) ἀπὸ Ἀνθηδόνος τοῦ Δίου τοῦ Ἄνθου τοῦ Ποσειδῶνος καὶ Ἀλ‐ κυόνος τῆς Ἄτλαντος. συνῴκισαν δ’ αὐτὴν Θρᾷκες, ὡς Λυκόφρων | |
20 | «ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος» (v. 754) ἢ διὰ τὸ πασῶν ἀνθη‐ ροτάτην εἶναι. ἔστι καὶ ἑτέρα πόλις πλησίον Γάζης πρὸς τῷ παραλίῳ μέρει. Ἀσπληδών, πόλις Φωκίδος. Παυσανίας ἐνάτῳ (c. 38, 9)· ἀπὸ Ἀσπληδόνος υἱοῦ νύμφης Μιδείας καὶ Ποσειδῶνος ἢ Πρέσβωνος ἢ Ὀρχομενοῦ. Ὀρχομενοῦ γὰρ υἱεῖς «Ἀσπληδών Κλύμενός τε καὶ Ἀμ‐ | |
25 | φίδοκος θεοειδής» (Hesiod. fr. 47 Markscheffel). τὴν δὲ παρ’ Ὁμήρῳ τῆς Βοιωτίας φασί. γράφεται καὶ χωρὶς τοῦ α, ἀλλ’ οὐ παρ’ Ὁμήρῳ. Ἰσσηδών ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. Ἀλκμὰν δὲ μόνος Ἐσση‐ | |
δόνας αὐτούς φησιν. εὑρίσκεται δὲ ἡ δευτέρα παρ’ ἄλλοις διὰ τοῦ ε. | 26 | |
3,127 | λέγονται καὶ Ἴσσηδοι τρισυλλάβως. ἔστι καὶ Ἰσσηδών πόλις. Τενθρη‐ δών Πρόθου πατήρ. Σαρπηδών ἥρως καὶ πέτρα καὶ ἀκτὴ καὶ νῆσος ὡς παρὰ Σοφοκλεῖ ἐν Αἰχμαλωτίσιν εἴρηται «Σαρπηδὼν ἀκτή». ἐν Τυμπανισταῖς «ἡμεῖς δ’ ἐν ἄντροις, ἔνθα Σαρπηδὼν πέτρα». καὶ ἡ νῆσος | |
5 | ἰδίως ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖσα ὡς ὁ τὰ Κύπρια φησί· τῷ δ’ ὑποκυσαμένη τέκε Γοργόνας, αἰνὰ πέλωρα, αἳ Σαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ, νῆσον πετρήεσσαν. ἀκηδών. —τὸ δὲ Σαρπήδων καὶ Ἀκήδων ὄνομα ποταμοῦ διὰ τοῦ | |
10 | οντος κλινόμενα βαρύνονται «Σαρπήδοντος» (Il. Μ 379). * Τὰ διὰ τοῦ ωδων βαρύνεται, Θερμώδων, ἔστι δὲ ὄνομα ποτα‐ μοῦ, Χαλκώδων, ἀμφώδων, κρατερώδων. Τὰ εἰς ζων λήγοντα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ εἴη ὑπερδισύλ‐ λαβα καὶ πρὸ τέλους ἔχοι μακρὸν τὸ α ἢ πόλει ὁμωνυμεῖ οἷον μεί‐ | |
15 | ζων, Ῥίζων ὁ τοῦ Κάδμου υἱὸς καὶ πόλις Ἰλλυρίας καὶ ποταμὸς ὁμώνυμος, Ὄζων ὄνομα ποταμοῦ, Ἄζων ποταμὸς Λυκίας καὶ παῖς Ἡρακλέους. Ὑψίζων ὄνομα ποταμοῦ, Ἁλίζων ἔθνος. Ὅμηρος «αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον» (Il. 2, 856). Ἔφορος οἰκῆσαί φησι τοὺς Ἁλίζωνας τὴν παραλίαν τὴν μεταξὺ Μυσίας καὶ Κα‐ | |
20 | ρίας καὶ Λυδίας κειμένην. εἴρηται δὲ οὕτως ὅτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερρόνησός ἐστιν, ὑπὸ τοῦ Εὐξείνου τῆς Προπον‐ | |
τίδος διεζωσμένη. Ἐπαφρόδιτος δὲ ἀλαζόνας τινὰς εἶναι αὐτοὺς ὑπὸ | 27 | |
3,128 | τῆς εὐδαιμονίας τῆς χώρας ἐπῃρμένους τοῦ α εἰς τὸ ι τραπέντος. ὀλίζων· τὸ δὲ Ὀλιζών πόλις Θετταλίας—Ἑκαταῖος Εὐρώπῃ «καὶ Πιτύειαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν» (Il. Β 717)—κλίνεται διὰ τοῦ ω καὶ ὀξύνεται πρὸς ἀντιδιαστολὴν τοῦ «λαοὶ δ’ ὑπ’ ὀλίζονες ἦσαν» | |
5 | (Σ 519). ὠνομάσθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεσσαλοὶ γάρ, ὡς ἱστορεῖ Δημοσθένης ἐν κτίσεσι, τὸ μικρὸν ὄλιζον καλοῦσι. τὸ δὲ Ἀμαζών ἔχει μακρὸν τὸ α· ἔστι δὲ ἔθνος γυναικεῖον πρὸς τῷ Θερμώδοντι, ὡς Ἔφορος. τινὲς ἀπὸ τοῦ ἐστερῆσθαι μαζῶν· ἀπίθανος δὲ ἡ τοιαύτη ἐτυμολογία· Θεμισταγόρας δὲ καὶ ἐν τῇ χρυσῇ βίβλῳ φησίν «ὅτι κατὰ | |
10 | τὴν Ἀλόπην τὴν νῦν καλουμένην Λυκίαν τὴν πρὸς τῇ Ἐφέσῳ γυναῖκες μίᾳ συμβουλῇ τὰ συνήθη ταῖς γυναιξὶν ἔργα ἀπαρνησάμεναι καὶ ζώναις χρησάμεναι καὶ ὁπλισμοῖς τὰ τῶν ἀνδρῶν πάντα ἐπετήδευον· πρὸς δὲ τὰ ἄλλα καὶ ἤμων σὺν αὐταῖς ζώναις, ὅ ἐστιν ἐθέριζον. διὰ τοῦτο καὶ Ἀμαζόνας κεκλῆσθαι τὰς σὺν ταῖς ζώναις ἀμώσαις». ἢ ὅτι τὸν ἕνα τῶν | |
15 | μαζῶν ἔκαιον χάριν τοῦ τοξεύειν ἢ ὅτι μάζαις οὐκ ἐχρῶντο, ἀλλ’ ὄφεσι καὶ σκορπίοις καὶ σαύραις καὶ χελώναις. οἱ δὲ ἀπὸ μητρὸς Ἀμαζοῦς. λέγεται δὲ καὶ Ἀμαζών ἀρσενικῶς ὡς παρὰ Καλλιμάχῳ «ἵν’ Ἀμαζόνες ἄνδρες ἔωσιν». τὸ δὲ ἀλαζών ὁ ὑπερήφανος μακρὸν ἔχον τὸ α ὀξύ‐ νεται· τὸ δὲ ἐπὶ ἔθνους ὁμόρου τοῖς Σκύθαις φυλάττει τὸ ω ἐν ταῖς | |
20 | πλαγίαις πρὸς ἀντιδιαστολήν. Τὰ εἰς θων δισύλλαβα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ ἐθνικὰ εἴη ἢ περιεκτικά, μόθων, οὕτω γὰρ οἱ Λακεδαιμόνιοι τὸν οἰκογενῆ δοῦλον καλοῦσιν, οἱ δὲ Ἀθηναῖοι οἰκότριβά φασι, σημαίνει δὲ καὶ εἶδος αἰσχρᾶς καὶ ἀπρεποῦς ὀρχήσεως, Ὄθων, Μάθων ὁ Θηβαῖος, πίθων ὁ πίθη‐ | |
25 | κος ὑποκοριστικῶς, Ῥίνθων, αἴθων, ῥώθων, κώθων εἶδος ποτη‐ ρίου καὶ τὸ ἐν τῇ συνηθείᾳ ἐφ’ ὕβρει λεγόμενον καὶ νῆσος οὐ πόρρω | |
Κυθήρων. Ἀρτεμίδωρος. μάλθων ὁ μαλθακός. Πύθων ὁ δράκων. | 28 | |
3,129 | τὸ δὲ Πυθών πόλις καὶ Σιθών ἐθνικὸν καὶ πιθών καὶ κιθών ὁ χι‐ τών ὀξύνεται. Τὰ εἰς θων ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ὁπότε μὴ τόπου ἢ ὄρους ὄνομα ὑπάρχοι, ἢ διὰ τοῦ ντ κλίνοιτο καὶ φυλάττει τὸ ω τῆς εὐθείας, | |
5 | οἷον Φαέθων Φαέθοντος, Περιφλεγέθων Περιφλεγέθοντος, Κιναί‐ θων, Ἀγάθων, ἐνοσίχθων. τὸ μέντοι Μαραθών δῆμος τῆς Λεον‐ τίδος φυλῆς, Ἀργανθών ὄρος Μυσίας ἐπὶ τῇ Κίῳ ἀπὸ Ἀργανθώνης Ῥήσου γυναικός. λέγεται καὶ Ἀργανθώνη τὸ ὄρος—ἀκανθών ὀξύ‐ νεται. τὸ δὲ Ἱπποθῶν περισπᾶται φυλάττον τὸ ω μέγα καὶ διὰ τοῦ | |
10 | ντ κλινόμενον. σημαίνει δὲ τὸν ἀδελφὸν τοῦ Ἀλκαίου. Τὰ εἰς κων δισύλλαβα ἀρσενικά, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέρος σώματος σημαίνει, βαρύνεται, Χάλκων, δράκων, Κίκων, ἔθνος Θρᾳκικόν, οὐ μακρὰν οἰκῆσαν τῶν Μαρωνειτῶν, ὡς δηλοῖ ...... «Εὐάνθης δ’ οἴκησεν ἐν Κικονίῃ, ἵνα Μαρώνεια καλέεται», Δίκων, | |
15 | Λάκων, ὃ κατὰ συγκοπὴν λέγεσθαι Ἀπολλόδωρός φησιν ὡς τοῦ Κυ‐ δωνιᾶται τὸ Κύδωνες, ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ συγκοπή. τινὲς δὲ τὸ Λάκων ὑποκοριστικόν φασιν. Καύκων βασιλεύς ἢ ποταμὸς καὶ ἔθνος. Τάρκων, ἀφ’ οὗ Ταρκυνία, Σάκων ὄνομα κύριον, Γλαύ‐ κων, Δόρκων, κνάκων, ἄκων τὸ ἀκόντιον, ἐξ οὗ τὸ «ἐς δοῦπον | |
20 | ἀκόντων» παρὰ τῷ ποιητῇ (Υ 451), φάλκων, μήκων, Μίκων, Νί‐ κων. τὸ δὲ κροκών, πευκών, χαλκών ὡς περιεκτικὰ ὀξύνεται, καὶ τὸ ἀγκών μέρος σώματος καὶ τὸ Ἀγκών πόλις Πικεντίνων ὡς θηλυ‐ κόν. ἴσως δὲ βαρύνεται κατὰ τοὺς ἐγχωρίους. καὶ τὸ εἰκών. τὸ δὲ ἑκών μετοχή. | |
25 | Τὰ εἰς κων ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται καὶ περι‐ | |
σπᾶται. τὰ μὲν οὖν διὰ ντ κλινόμενα καὶ ο ἢ ι ἢ α παραληγόμενα | 29 | |
3,130 | περισπᾶται, Ἱπποκῶν, Λαοκῶν, Καλλικῶν, Δηϊκῶν ὁ Ἠρακλέους, Ἀθηνακῶν ὁ τὰ Σαμοθρᾴκια γράψας. τὰ μέντοι μὴ οὕτως κλινόμενα καὶ παραληγόμενα τῷ α ὀξύνεται, εἴ ἐστι τοπικώτερα οἷον χαρακών, ἀνθρακών, φαρμακών τὸ βαφεῖον. τοιοῦτο καὶ τὸ γυναικών, | |
5 | Ἑλικών, ὡς τοπικόν. τὸ μέντοι Τριάκων, σαλάκων καὶ Αἰολο‐ σίκων ὑγιῶς βαρύνεται. οὐ γάρ εἰσι τοπικά. Τὰ εἰς λων δισύλλαβα βαρύνονται μὴ ὄντα τοπικὰ οἷον δόλων καὶ Δόλων, Φίλων, Γέλων ὁ Αἴτνης καὶ Ἱμέρου, ἀφ’ οὗ Γέλα πόλις Σικελίας, ὡς Πρόξενος ἐν πρώτῃ τῶν περὶ πόρων Σικελικῶν καὶ Ἑλλά‐ | |
10 | νικος. Μόλων, Πέλλων, Χέλλων Καλλίμαχος «δημεχθέα Χέλλωνα», Τρέλλων, παρὰ Σώφρονι τὸ ὄνομα, Θάλλων ὄνομα κύριον κυνὸς παρὰ Ξενοφῶντι, Σίλλων Ἐπίχαρμος Χορευταῖς, Κάλλων ὁ ἀθλητὴς κατὰ ὑποκορισμόν. Βούλων, ἀφ’ οὗ Βοῦλις πόλις Φωκίδος, Ὕβλων, ὃς καὶ Ὕβλος, οἰκιστὴς Ὕβλης πόλεως, Μίλων, Χίλων, Σόλων, | |
15 | Μέλων, Μήλων ὁ Ἡρακλῆς, κήλων, Κύλων, Πύλων τὸ κύριον, τίλων, βρίλων ὁ βαλανεύς. τὸ δὲ πυλών καὶ αὐλών καὶ μυλών ὡς τοπικὰ ὀξύνονται. ὁμοίως καὶ Αὐλών πόλις Λακωνικῆς, μία τῶν ἑκα‐ τόν. δευτέρα πόλις Ἀρκαδίας. τρίτη πόλις Κρήτης ἢ τόπος. ἔστι καὶ τόπος Ἀραβίας. ἔστι καὶ Αὐλών ὃν ἐπόλισαν Κροτωνιᾶται, ἥτις ὠνο‐ | |
20 | μάσθη Καυλωνία—καὶ Βελών πόλις καὶ ποταμὸς ἐν τῇ Βαιτίκῃ τῆς Ἱσπανίας. Τὰ εἰς λων λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύνονται μὴ ὄντα περιεκτικά, Ἀσκάλων πόλις Συρίας πρὸς τῇ Ἰουδαίᾳ Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν φησιν ὅτι Τάνταλος καὶ Ἄσκαλος παῖδες Ὑμεναίου. τὸν δὲ | |
25 | Ἄσκαλον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν βασιλέως αἱρεθέντα στρατηγὸν εἰς | 30 |
3,131 | Συρίαν στρατεῦσαι κἀκεῖ παρθένου ἐρασθέντα πόλιν κτίσαι, ἣν ἀφ’ ἑαυτοῦ οὕτως ὠνόμασε. τὰ αὐτὰ καὶ Νικόλαος ἐν τετάρτῃ ἱστοριῶν. Καστά‐ λων μεγίστη πόλις Ὠρητανίας, ὡς Ἀρτεμίδωρος τρίτῳ γεωγραφουμέ‐ νων. Ἀπόλλων, Κεφάλων, Ἀτιτάλλων. τὸ δὲ ἀμπελών καὶ | |
5 | καμηλών ὡς περιεκτικὰ ὀξύνεται· τὸ Βαβυλών ἀρσενικῶς, ἀφ’ οὗ καὶ ἡ πόλις. ἔστι γὰρ κτίσμα Βαβυλῶνος παιδὸς Βήλου παλαίτατον, οὐχ ὡς Ἡρόδοτος ὑπὸ Σεμιράμιδος· ταύτης γὰρ ἦν ἀρχαιοτέρα ἔτεσι χιλίοις δύο, ὡς Ἑρέννιος. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις. ὁμοίως καὶ τὸ μιμαλλών θηλυκόν, ἤτοι μαινάς. οὕτω Καλλίμαχος. | |
10 | Τὰ εἰς μων μὴ ὄντα τοπικὰ ἢ ὁπότε μὴ ἐπὶ καιροῦ λαμβάνοιτο ἢ ἔχοι πρὸ τέλους τὸ υ ἐκτεταμένον, βαρύνεται, Ἕρμων, Ἄλμων ἢ Σάλμων, πόλις Βοιωτίας, ἣν Ἑλλάνικος Ἄλμον φησὶ καὶ Σάλμον ἐν | |
δευτέρῳ Δευκαλιωνείας, Τίμων, Σίμων, Ἄμμων, ἀφ’ οὗ πᾶσα ἡ | 31 | |
3,132 | Λιβύη Ἀμμωνία ἐκαλεῖτο, ἄκμων καὶ Ἄκμων ὁ Μάνεω, ἀφ’ οὗ Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας, καὶ Ἀκμόνιον ἄλσος περὶ Θερμώδοντα, ὡς Φερεκύδης, ἐφ’ οὗ μιγεὶς Ἄρης τῇ Ἁρμονίᾳ τὰς Ἀμαζόνας ἔσχεν, ὡς Ἀπολλώνιος ἐν δευτέρῳ | |
5 | (v. 994). Λάκμων ἄκρα τοῦ Πίνδου ὄρους, ἐξ ἧς ὁ Ἴναχος καὶ Αἴας ῥεῖ ποταμός, ὡς Ἑκαταῖος ἐν πρώτῳ· ἔστι δὲ παρώνυμον ὡς ἀπὸ τοῦ Λάκμος. Ὄλμωνες κώμη Βοιωτίας. Τέκμων πόλις Θεσπρωτῶν. Ῥήμων, Πάμμων, Θέμων, Βρέμων, τέρμων, σίρμων, Χάρμων, τλήμων, μνήμων, κτήμων, στήμων, γνώμων, ἴδμων, φρά‐ | |
10 | δμων. τὰ μέντοι ὀξυνόμενα τοπικά ἐστιν ὡς λειμών, κευθμών, θημών, ἢ ἐπὶ καιροῦ λαμβάνεται ὡς χειμών, ἢ ἔχει τὸ υ ἐκτεταμέ‐ νον ὡς Στρυμών ποταμὸς Ἀμφιπόλεως, ἀφ’ οὗ ὁ βορρᾶς «Στρυμονίου βορέαο» (Callim. Del. 26). καὶ δρυμών. καὶ τὸ κρεμών ὀξύνεται. λέγε‐ ται γὰρ καὶ δισυλλάβως ἐπὶ τῆς αὐτῆς σημασίας τῷ τρισυλλάβῳ ἀκρεμών. | |
15 | Τὰ εἰς μων ὑπὲρ δύο συλλαβάς, εἰ παραλήγοιτο φύσει ἢ θέσει μακρᾷ βαρύνεται, ἀμύμων, ἐγκύμων, οἰκτίρμων, Ἡγήμων, Φι‐ λήμων, νοήμων, ἀσχήμων, εὐσχήμων, χαιρήμων, ἐλεήμων, μελανείμων, λευχείμων, βαθυλείμων. Τὰ εἰς μων ὑπὲρ δύο συλλαβὰς παραληγόμενα α βραχεῖ καὶ μὴ | |
20 | κλινόμενα διὰ τοῦ ο ὀξύνεται· εἰ δέ τι ἐβαρύνθη, ὡς κύριον. καὶ ὀξύ‐ τονα μὲν Τελαμών καὶ τὸ κύριον—ἔστι δὲ καὶ πόλις Τυρρηνίας— καὶ τὸ προσηγορικόν, καλαμών, πλαταμών, κεραμών περιεκτικόν. Κεράμων δὲ τὸ κύριον ὡς τὸ Ποτάμων, Ἀσάμων καὶ Νασάμων βασιλεύς τις, ἀφ’ οὗ οἱ Νασαμῶνες τὸ Λιβυκὸν ἔθνος, ὡς Καλλί‐ | |
25 | μαχος, ὀξυτόνως πρὸς ἀντιδιαστολὴν ἴσως τοῦ κυρίου ὀνόματος. Ἀβρά‐ μων ἀφ’ οὗ Ἰουδαῖοι Ἑβραῖοι, ὥς φησι Χάραξ. τὸ δὲ τεράμων βαρύνεται ὡς διὰ τοῦ ο κλινόμενον. Τὰ εἰς μων ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν | |
βραχεῖαν, ὑπεσταλμένης τῆς εἰς τὸ α παραλήξεως, εἰ μὲν κλίνοιτο διὰ | 32 | |
3,133 | τοῦ νος, τῆς πρὸ τέλους οὔσης διὰ τοῦ ο, ὀξύνεται· εἰ δὲ διὰ τοῦ ω, βαρύνεται, οἷον ἐπὶ τῶν βαρυτόνων Ἀρτέμων, Πολέμων, Διδύ‐ μων· τῶν δὲ ὀξυτόνων τὸ δαιτυμών, Ἰτυμών, κηδεμών, ἀκρε‐ μών, ἡγεμών, ἐθνυμών τὸ ἔθνος. | |
5 | Τὰ διὰ τοῦ αιμων βαρύνεται, δαίμων, αἵμων καὶ Αἵμων υἱὸς μὲν Χλώρου τοῦ Πελασγοῦ, πατὴρ δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς καὶ ἄλλοι, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ἀναίμων. Εὐαίμων πόλις Ὀρχομενίων. Θεόπομπος ἐν ἕκτῳ. κακοδαίμων, εὐδαίμων, Λακεδαίμων πόλις ἐνδοξοτάτη τῶν ἐν Πελοποννήσῳ. Λακεδαίμονα δὲ οἱ μὲν ἀπὸ Λακε‐ | |
10 | δαίμονος ἢ ὅτι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον συνθεμένων κλήρῳ διανείμασθαι τὴν χώραν καὶ τὸν λαχόντα πρῶτον ταύτην λαβεῖν καὶ Λαχεδαίμονα κληθῆναι ἢ Λαβεδαίμονα, διότι ἀγαθῷ δαίμονι ταύτην ἔλαβεν ὁ λαβὼν ἢ ἔλαχεν ὁ λαχὼν καὶ τροπῇ τοῦ β ἢ τοῦ χ εἰς κ Λακεδαίμονα. ἔστι δὲ καὶ ἑτέρα Λακεδαίμων Κύπρου μεσόγειος. ὀλβιο‐ | |
15 | δαίμων, Παλαίμων. Τὰ εἰς νων ἔχοντα σύμφωνον ἐν ἐπιπλοκῇ ἢ κατὰ διάστασιν, εἰ μὴ ἐπὶ πόλεως εἴη ἢ περιεκτικά, βαρύνεται, Μέμνων, ἔστι καὶ ἔθνος Αἰθιοπικόν, ὃ ἑρμηνεύεται, ὡς ὁ πολυίστωρ φησίν, ἀγρίους τινὰς ἢ μαχίμους καὶ χαλεπούς. Δάφνων, Ἅγνων. Σέννων ἔθνος Γαλα‐ | |
20 | τικόν. τὸ Κραννών ὡς ἐπὶ πόλεως ὀξύνεται· ἔστι δὲ πόλις τῆς Θεσ‐ σαλίας τῆς Πελασγιώτιδος ἐν τοῖς Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη πόλις Ἀθαμανίας ἀπὸ Κραννῶνος τοῦ Πελασγοῦ. καὶ τὸ δαφνών ὡς περιεκτικόν. Τὰ εἰς νων ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν ἢ φωνήεντα λή‐ | |
25 | γοντα, εἰ μὴ τοπικὰ εἴη, βαρύνεται καὶ τὰ διὰ τοῦ ονος ὡς ἀμείνων | 33 |
3,134 | ἀμείνονος ἢ διὰ τοῦ οντος κλινόμενα ὡς Ὑγιαίνων ὄνομα ἰατροῦ, Αὐξάνων κύριον ἰσοδυναμεῖ τοῖς διὰ τοῦ ωνος οἷον Κόνων, Σίνων, Ζήνων, Φαίνων, Μόνων ὃς ἔκτισε Μακτώριον πόλιν Σικελίας, Σή‐ νων ὁ κατοικῶν Σήνην πόλιν Κελτικήν, Φλάνων πόλις καὶ λιμὴν πρὸς | |
5 | τὴν Ἄψυρτον νῆσον. Ἀρτεμίδωρος. τὸ δὲ κανών ὀξύνεται, προσέτι πλατανών καὶ ξενών καὶ παρθενών. Τὰ εἰς ξων ὁπότε μὴ εἴη ἐπίθετα, δυνάμενα καὶ ἐπὶ θηλυκοῦ τάτ‐ τεσθαι, βαρύνονται, ἄξων, Πράξων, Δέξων, Αἴξων, Σάξων ἔθνος οἰκοῦν ἐν τῇ Κιμβρικῇ χερρονήσῳ. τὸ μέντοι δραξών ὀξύνεται ὡς | |
10 | ἐπιθετικόν. ἔστι δὲ λέξις Σικελική. σημαίνει δὲ τοὺς κατ’ ἀγορὰν τῶν ἀλφίτων ἢ τοὺς ἄλλων τινῶν δραττομένους καὶ ἁρπάζοντας, οὓς Ἐρα‐ τοσθένης καπηδάλους καλεῖ. ὡσαύτως καὶ πραξών. οὕτως δὲ τοὺς ἀγοραίους καλοῦσι Σικελοί. Τὰ εἰς πων μὴ ὄντα περιεκτικὰ βαρύνεται, Λάμπων, δράπων | |
15 | ὁ δραπέτης ὑποκοριστικῶς, Δούπων εἷς τῶν Κενταύρων, Κάπων, Σάπων, Ἕρπων, Λύπων, σκήπων, θεράπων, Ἵππων τὸ κύριον, ἱππών περιεκτικὸν καὶ Λιβύης πόλις. Πολύβιος δωδεκάτῳ. πέπων τὸ πεπαινόμενον, πεπών περιεκτικόν. τὸ δὲ Εὐρυπῶν ὡς διὰ τοῦ ωντος κλινόμενον περισπᾶται. | |
20 | Τὰ εἰς ρων μετ’ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ εἴη περιεκτικὰ ἢ ἐπὶ πόλεων ἢ διὰ τοῦ ντ κλινόμενα, βαρύνεται, Ἅβρων, ἄφρων, πρό‐ φρων, σώφρων, Σώφρων, Λυκόφρων, περίφρων, δαΐφρων, ἐχέφρων, μεγαλόφρων, μάκρων καὶ Μάκρωνες οἱ κατοικοῦντες τὴν Εὔβοιαν, ἣ καὶ Μάκρις, οἱ νῦν Σάννοι. Στράβων δωδεκάτῃ (p. 548) | |
25 | καὶ Ἑκαταῖος Ἀσίᾳ καὶ Ἀπολλόδωρος δευτέρῳ. τὸ μέντοι ἀντρών, | 34 |
3,135 | λουτρών, ἀνδρών ὡς περιεκτικὰ ὀξύνεται. ὡς δὲ ἐπὶ πόλεων ὀξύ‐ νονται Ἀντρών «ἀγχίαλον τ’ Ἀντρῶνα» (Β 697). Ζηνόδοτος δὲ γράφει «ἀγχιάλην Ἀντρῶνα». καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐστι τὸ ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος. λέγεται δὲ διὰ τὸ τοὺς | |
5 | τόπους ἀντρώδεις εἶναι. Ἑβρών πόλις ἐν Χαναναίᾳ τῆς Ἰουδαίας. Ἰστρών, ὡς Ἀρτεμίδωρός φησιν Ἴστρον, πόλιν Κρήτης. τὸ δὲ Δεξι‐ κρῶν καὶ Ἑρμοκρῶν παιδοτρίβης τις ἱστορεῖται ὡς διὰ τοῦ ντ κλι‐ νόμενα περισπᾶται. Τὰ εἰς ρων μὴ παραληγόμενα τῇ οι ἢ αι διφθόγγῳ, εἰ μὴ τοπικὰ | |
10 | εἴη ἢ πόλει ὁμωνυμεῖ, βαρύνονται, Θήρων, Νέρων, γέρων, Τρή‐ ρων, Χάρων, Χείρων Χείρωνος ἐπὶ τοῦ Κενταύρου καὶ χείρων χείρονος τὸ συγκριτικόν. Μάρων, Νάρων ποταμός, Σάρων τόπος Τροιζῆνος, πτέρων, Πέρων, Φέρων, Ἱέρων, Ἀχέρων, εἴρων, ἀπείρων, Ὑπείρων, Σκίρων, Μύρων, Πύρων. τὸ δὲ οἰρών, | |
15 | οὕτως δὲ ἡ χάραξις τοῦ ἀρότρου, καὶ σφαιρών καὶ Χαιρών ὄνομα κύριον. τοῦτον δὲ μυθολογοῦσιν Ἀπόλλωνος καὶ Θηροῦς, ὡς Ἑλλά‐ νικος δευτέρῳ ἱερειῶν Ἥρας—διὰ τὰς διφθόγγους. καὶ τὸ προθυ‐ ρών, θυρών, ἀχυρών, Πλευρών ἥρως καὶ πόλις Αἰτωλίας, Βραυ‐ ρών ἥρως καὶ δῆμος τῆς Ἀττικῆς, Τιταρών, ἥρως καὶ πόλις Θετταλίας, | |
20 | ἣν Τίταρον Λυκόφρων (v. 904) φησί, Κιθαιρών ὡς τοπικὰ ἢ πόλει ὁμώνυμα. | |
Τὰ εἰς σων ἀρσενικὰ καὶ θηλυκά, εἰ μὴ ἐθνικὰ εἴη ἢ ἐπὶ πόλεων | 35 | |
3,136 | ἢ περιεκτικά, βαρύνεται, Παύσων, Θράσων, Γράσων, καὶ γράσων, καύσων, μάσσων καὶ Μάσσων ποταμὸς ἐν Πελοποννήσῳ, κρείσσων, πάσσων, Πράσων εἷς τῶν Αἰγύπτου παίδων, Κτήσων, Μύρσων, Λεύ‐ σων ὄνομα κυνός, Γλίσων, Ἰάσων, Τελέσων, Ὀνάσων, Τυλίσων. | |
5 | Αὔσων ὃς ἐκ Καλυψοῦς ἐγεννήθη τῷ Ἄτλαντι. τὸ δὲ Αὐσών ὁ Ἰταλός, Λυκόφρων «κτείνουσιν αὐτὸν Αὐσόνες Πελλήνιοι» (v. 922) ὡς ἐθνικὸν ὀξύνεται. Αἴσων ὁ Ἰάσονος πατήρ. τὸ δὲ Αἰσών πόλις Θεσσαλίας, ἣν Φερεκύδης Αἰσωνίαν φησί, καὶ τὸ Ὀλοοσσών πόλις Μαγνησίας. Ὅμηρος «πόλιν Ὀλοοσσόνα λευκήν» (Β 739) ὀξύνεται ὡς ἐπὶ πόλεων. | |
10 | καὶ τὸ κισσών ὡς περιεκτικόν. τὸ δὲ Συλοσῶν ὡς διὰ τοῦ ντ κλι‐ νόμενον περισπᾶται. Τὰ εἰς των μὴ περιεκτικὰ ἢ ἐθνικὰ διὰ τοῦ ο κλινόμενα βαρύνεται· εἰ δέ τι ὀξυνθῇ, τοῦτο διαστολὴν ἀνεδέξατο βαρυνομένου, Πλούτων, Πλάτων, Κράτων, Κρίτων, Γίτων, Βίτων, Τρίτων ποταμὸς | |
15 | μέγας ἐν Αἰγύπτῳ· ἔστι δὲ ἕτερος Βοιωτίας, Μύτων ὁ Ποσειδῶνος καὶ Μυτιλήνης καὶ ὁ Μυτιληναῖος, Μέτων, γείτων, τέκτων, Σπάρ‐ των ὁ Φορωνέως, Βάτων ὁ Ἀμφιαράου ἡνίοχος. τὸ δὲ Κρότων, ὅτε τὸν κτιστὴν ἢ τὴν πόλιν—ἔστι δὲ Ἰταλίας εὔσημος παρὰ τὸ Ῥήγιον καὶ ἑτέρα Τυρρηνίας μητρόπολις—ἢ τὸ ὄρος σημαίνει, ὅθεν | |
20 | ὁ Αἴσαρος ῥεῖ ποταμός, βαρύνεται, τὸ μέντοι ἐπὶ τοῦ φθαρτικοῦ τῶν κυνῶν (Β 738) ὀξύνεται. καὶ τὸ χιτών τὸ ἱμάτιον ὀξύνεται πρὸς ἀντιδιαστολὴν τοῦ κυρίου καὶ ποταμοῦ. τὸ Ἀρίστων, Ἑκάτων, Χα‐ ρίτων, Μελίτων, ἀχίτων, χαλκοχίτων, ἀρχιτέκτων βαρύνονται. | |
τὸ δὲ κοιτών καὶ προκοιτών, ἱστών, προβατών ὡς περιεκτικὰ | 36 | |
3,137 | ὀξύνεται, οἷς ἠκολούθησε καὶ τὸ Πλατανιστών ὄνομα ποταμοῦ. τὸ δὲ Βιστών ὡς διὰ τοῦ ο κλινόμενον ἐθνικὸν ὀξύνεται. ὁμοφωνεῖ δὲ τῷ κτιστῇ Βιστόνι τῷ Ἄρεος καὶ Καλλιρρόης τῆς Νέστου. ἀδελφὸς δὲ ἦν Ὀδομάντου ἢ Ἠδωνοῦ. ἔνιοι δὲ Παίονος τοῦ Ἄρεος παιδός. | |
5 | Τὰ εἰς φων ἀρσενικὰ σύνθετα διὰ τοῦ ντ κλινόμενα περισπᾶται, Ἀγλαοφῶν, Ξενοφῶν, Ἀντιφῶν, Δημοφῶν, Εὐρυφῶν Ὁμήρου υἱός, Νικοφῶν ὁ κωμικός, Ἀριστοφῶν, ὁ Βελλεροφόντης κατά τινας Βελλεροφῶν, Κτησιφῶν κύριον καὶ πόλις Ἀσσυρίας. Τὰ εἰς φων ἀρσενικὰ μὴ διὰ τοῦ ντ κλινόμενα βαρύνεται, Τρύφων, | |
10 | Σόφων, σίφων, Ξίφων ὄνομα κυνός, κύφων. τὸ δὲ Κολοφών πόλις, ᾗ ὁμοφωνεῖ τὸ τοῦ κτιστοῦ ὄνομα, καὶ Τολοφών, πόλις Λο‐ κρῶν τῶν Ὀζολῶν, καὶ κατηφών ὀξύνεται ὡς θηλυκά. τὸ δὲ Τυφῶν περισπώμενόν ἐστι δικατάληκτον. λέγεται γὰρ καὶ Τυφῶς. Τὰ εἰς χων δισύλλαβα ἀρσενικὰ βαρύνονται μὴ ὄντα μηνῶν ὀνό‐ | |
15 | ματα, Βρύχων ὄνομα ποταμοῦ, Τύχων ὁ Ἑρμῆς καὶ δαίμων περὶ τὴν Ἀφροδίτην καὶ κύριον, Σπέρχων ὄνομα κυνός, Τάρχων πατὴρ Τηλέφου. τὸ δὲ γλήχων ὤφειλε βαρύνεσθαι· εἰ δὲ θηλυκὸν καὶ διὰ τοῦ β, ὀξύνεται. τὸ δὲ παχών ὀξύνεται, ὄνομα μηνὸς παρ’ Αἰγυπτίοις ὄν. τὸ δὲ Πολυσπερχῶν διὰ τοῦ ντ κλινόμενον περισπᾶται. | |
20 | Τὰ εἰς ων ἀρσενικὰ ἐν τέλει ἔχοντα τὸν τόνον καὶ διὰ τοῦ ντ κλι‐ | 37 |
3,138 | νόμενα περισπᾶται, Ξενοφῶν, Ἱπποκῶν, Δημοφῶν, Ἀντιφῶν, ἀμνοκῶν. σεσημείωται τὸ Ποσειδῶν καὶ ταῶν καὶ Τυφῶν περι‐ σπώμενα μέν, οὐ μέντοι διὰ τοῦ ντ κλινόμενα. καὶ τὸ μὲν Ποσειδῶν ἔχει τοιαύτην ἀπολογίαν. οὐδὲν περισπώμενον εἰς δων λήγει. τὸ δὲ | |
5 | Ποσειδῶν ἔχει τὸ δ πρὸ τοῦ ω. τῶν μὲν εἰς ων περισπωμένων γίνε‐ ται διαίρεσις διὰ τοῦ ο, τοῦ δὲ Ποσειδῶν οὐ διὰ τοῦ ο, ἀλλ’ ἢ διὰ τοῦ ε ἢ διὰ τοῦ α οἷον Ποσειδέων καὶ Ποσειδάων· οὐκ ἄρα περισπᾶται. τὰ εἰς ων περισπώμενα οὐ παραλήγεται φύσει μακρᾷ οἷον Κτησιφῶν Δεξικρῶν. τὸ δὲ Ποσειδῶν φύσει μακρᾷ παραλήγεται, ὥστε οὐ περι‐ | |
10 | σπώμενον. οὐδὲν περισπώμενον ἀποκόπτεται κατὰ γενικὴν πτῶσιν, τὸ δὲ Ποσειδῶν ἐξεκόπη παρ’ Ἀριστίᾳ Ποσειδῶ. Πάλιν τῶν εἰς ων περι‐ σπωμένων ὁμόχρονος ἡ κλητικὴ τῇ εὐθείᾳ· ὁ Ξενοφῶν ὦ Ξενοφῶν ὁ Κτησιφῶν ὦ Κτησιφῶν. τοῦ Ποσειδῶνος δὲ οὐχ ἡ αὐτὴ κλητική, ὁ Ποσειδῶν γὰρ καὶ ὦ Πόσειδον διὰ τοῦ ο μικροῦ, ὥστε οὐ περισπώμενον. | |
15 | οὐδὲν περισπώμενον ὑπὲρ δύο συλλαβὰς τρέπει τὸ ω εἰς α παρ’ Αἰολεῦσιν. τὸ δὲ Ποσειδῶν ἐγένετο Ποσίδαν. οὐκ ἄρα περισπώμενον. ἰδοὺ οὖν κατὰ ἑπτὰ τρόπους καὶ κανόνας δείκνυται τὸ Ποσειδῶν μὴ περισπώμενον, λέγω δὲ ἀπὸ ληγούσης, ἀπὸ διαιρέσεως, ἀπὸ κλίσεως, ἀπὸ παραληγούσης, ἀπὸ ἀποκοπῆς, ἀπὸ κλητικῆς καὶ ἀπὸ διαλέκτου. εἰ δὲ περισπώμενον | |
20 | οὐκ ἔστι, δηλονότι ὀξύνεται. καὶ γὰρ εἰς δων πολλὰ ὀξύτονα Χελιδών Μυρμιδών. τὰ δ’ εἰς δων λήγοντα διὰ ο κλίνεται, χωρὶς εἰ μὴ παρα‐ λήγοιτο τῷ υ οἷον Καλυδών Ἀμυδών. εἴπερ οὖν ὀξύτονον τὸ Ποσει‐ δῶν, ἔδει διὰ τοῦ ο κλίνεσθαι. οὐ κλίνεται δέ. οὐκ ἄρα ὀξύτονον. Δῆλον οὖν, ὅτι κατὰ ταῦτα πάντα μονῆρές ἐστι τὸ ὄνομα οὔτε τοῖς | |
25 | ὀξυνομένοις τὴν αὐτὴν ἀκολουθίαν σῶζον οὔτε τοῖς περισπωμένοις. Ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι Ποσειδέων παροξυτόνως παρ’ Ἴωσι λέγεται ὁ θεός. ἐκ δὲ τούτου τοῦ Ποσειδέων συνῃρέθη Ποσειδῶν. ἐκ ταύτης οὖν συναλοιφῆς δείκνυται περισπώμενον. ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰς περι‐ σπωμένην συνέρχονται. —τὸ δὲ Τυφῶν καὶ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ | |
30 | ντ, ἐπεὶ καὶ ἑτέραν ἔσχε κατάληξιν· Τυφῶς γὰρ καὶ ταῶς διὰ τοῦ ς. Τὰ εἰς ων θηλυκὰ μὴ ἐπὶ πόλεων κατηγορούμενα ὀξύνεται, ὁπότε | |
μὴ διὰ τοῦ ω κλίνεται, χιών, λαγών, τρυγών, σταγών, γοργών. | 38 | |
3,139 | τὸ δὲ τρήρων, μήκων, γλήχων βαρύνονται φυλάττοντα τὸ ω ἐπὶ τῆς γενικῆς. Τὰ εἰς ων δισύλλαβα ἐπὶ πόλεων ὀξύνονται· εἰ δέ τι βαρυνθῇ, ἑτέρῳ χαρακτῆρι ἢ διαστολῇ σημαινομένου, Ἠϊών, Πλευρών, Πυ‐ | |
5 | θών, Σιδών, Γυρτών πόλις Θεσσαλίας καὶ Περραιβίας, ἣν Ὅμηρος Γυρτώνην καλεῖ ὡς Ἰτώνην καὶ Ἴτωνα, ἀπὸ Γύρτωνος τοῦ Φλεγύου ἀδελφοῦ, ὅστις αὐτὴν ἔκτισεν. Αἰσών. Δερτών πόλις Λιγύρων, Κρηστών πόλις Θρᾴκης παρ’ Ἡροδότῳ (I 57)· λέγεται καὶ Κρηστώνη Λυκόφρων (v. 937) «ὁρμοκωτῆσαι τόν τε Κρηστώνης θεόν». Κραννών, | |
10 | Νεών. τὸ Ἴτων πόλις Θεσσαλίας βαρύνεται ὡς ἑτέρῳ κανόνι ὑπο‐ πεσόν—καθόλου γὰρ τὰ εἰς των δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύνεται, μὴ ὄντα τοπικά. πρόσκειται μὴ ὄντα τοπικὰ διὰ τὸ κοι‐ τών. τὰ δὲ ἄλλα βαρύτονα. Πλούτων, γείτων, Τρίτων, Κρίτων, Βίτων. ἐκτέταται δὲ ποιητικῶς τὸ «Ἴτωνά τε μητέρα μήλων» (Β 696). | |
15 | οἱ δὲ ἐγχώριοι ὀξυτόνως αὐτήν φασιν Ἰτών· τινὲς δὲ Σιτῶνα αὐτήν φασι διὰ τὸ σιτοφόρον. λέγεται δὲ καὶ ἡ Ἴτωνος ἀπὸ Ἰτώνου ἥρωος, ἀφ’ οὗ καὶ Ἰτωνία ἡ Ἀθηνᾶ, ἥτις καὶ Ἰτώνη. σεσημείωται τὸ Σούλμων πόλις Σικελίας. τὸ δὲ Κρότων διαστολὴν ἔχει σημαινομένου. Τὰ εἰς ων ὑπὲρ δύο συλλαβὰς ἐπὶ πόλεων ὀξύνεσθαι θέλει, εἰ μὴ | |
20 | εἰς λων λήγοι, ἔχοντα πρὸ τοῦ τέλους α, ἢ ἔννοιαν συνθέσεως ἔχοι, Ἐλεών, Μεδεών Βοιωτικὴ πόλις. καὶ Φωκικὴ ἑτέρα. Στράβων ἐνάτῃ (p. 410. 423). ἐκλήθη δὲ ἀπὸ Μεδεῶνος τοῦ Πυλάδου καὶ Ἠλέκτρας. ἔστι καὶ τῆς Ἠπείρου πόλις καὶ κώμη .... Πετεών πόλις Βοιωτίας, Πορ‐ φυρεών πόλις Φοινίκη, Μεδιών, Σικυών, Βαβυλών. σεσημείωται | |
25 | τὸ Ἀσκάλων καὶ Καστάλων βαρύτονα ὡς εἰς αλων ληγόμενα· τὸ δὲ | 39 |
3,140 | Εὐαίμων πόλις Ὀρχομενίων καὶ τὸ Λακεδαίμων βαρύνεται ὡς ἔχοντα ἔννοιαν συνθέσεως. Τὰ εἰς ων περιεκτικὰ ἢ μέρος σώματος σημαίνοντα καὶ τοπικὴν ἔχοντα ἔννοιαν ὀξύνεται, ἀγών, ἀγκών, φηγών, πιθών, κροκών, | |
5 | πευκών, χαλκών, πυλών, αὐλών, μυλών, κευθμών, δρυμών, δαφνών, ξενών, ἱππών, πεπών, ἀντρών, λουτρών, ἀνδρών, θυρών, κισσών, κοιτών, ἱστών, χαρακών, ἀνθρακών, φαρμα‐ κών, γυναικών, ἀμπελών, καμηλών, καλαμών, πλαταμών, κεραμών, πλατανών, παρθενών, ἀχυρών, προβατών, ἐλαιών, | |
10 | ἀνδρεών, ἀνθερεών, κενεών, κυκεών, πυλεών, ξενεών, λουτρεών, περιστερεών, παρθενεών, λαυρεών, οἰνεών καὶ Οἰνεών Λοκρίδος λιμήν. Θουκυδίδης τρίτῃ (c. 95. 102). Μαραθών, Ἀργανθών, Ἑλικών, Κιθαιρών. Τὰ εἰς ων ὀνόματα μηνῶν ἢ χρόνων ὀξύνεται, Ἑκατομβαιών, | |
15 | Μεταγειτνιών, Βοηδρομιών, Πυανεψιών, Μαιμακτηριών, Πο‐ σειδεών, Γαμηλιών, Ἀνθεστηριών, Ἐλαφηβολιών, Μουνυχιών, Θαργηλιών, Σκιροφοριών, μῆνες τῶν Ἀθηναίων, παχών ὄνομα μηνὸς παρ’ Αἰγυπτίοις, αἰών, χειμών, πλειών ὁ ἐνιαυτός. Τὰ εἰς ων σύνθετα, ἀπὸ ἁπλῶν συντεθειμένα ῥητὰ ἀπὸ βαρυτόνων | |
20 | βαρύνονται, Ἀνακρέων, Χαμαιλέων. τὰ δὲ ἀπὸ περισπωμένων περισπῶνται, φιλοξενοφῶν, φιλοκτησιφῶν. καὶ τὰ ἀπὸ ὀξυτόνων φυλάττει τὴν ὀξεῖαν, φιλομακεδών, ἱππαλεκτρυών. Τὰ εἰς ων ὀξύτονα δισύλλαβα καὶ μονοσύλλαβα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον, ὁπότε μὴ σχέσει τοπικῇ ἥνωται, ὡς ἔχει τὸ | |
25 | κατὰ συνήθειαν, προκοιτών, προπυλών, προθυρών. τὰ δὲ ἄλλα ἀναβιβάζουσι τὸν τόνον οἷον βαθυλείμων, εὐλείμων, ἀχίτων, μακραίων, αὐτόχθων. Τὰ εἰς ιων λήγουσαι μετοχαὶ δισύλλαβοι ὀξυτονούμεναι καὶ ὀνόματα | |
κύρια γινόμενα μετατιθέασι τὸν τόνον οἷον Ἀμφίων, Ὑπερίων, τὰ | 40 | |
3,141 | δὲ κοινὰ τῷ γένει φυλάττουσι τὸν τόνον, περικτιών, ἀμφικτιών, ἰθυκτιών, ὧν καὶ βραχεῖα ἡ παραλήγουσα. * Τὰ εἰς ων συγκριτικὰ πάντα βαρύνεται, μείζων, ὀλίζων, κρείσσων, ἥσσων, θάσσων, ἐλάττων, ἀμείνων, χερείων χεί‐ | |
5 | ρων, πλείων, μείων, ἀρείων, βελτίων, ἡδίων, γλυκίων, κα‐ κίων, βραχίων εἴτε ἐπὶ τοῦ συγκριτικοῦ εἴτε ἐπὶ τοῦ μέρους σώματος, οὐδὲ γὰρ λέγομεν βραχιών ὀξυτόνως, ὡς λέγουσιν ἐν τῇ συνηθείᾳ, | |
ἀλλὰ βραχίων βαρυτόνως. | 41 | |
3,142 | ΠΕΡΙ ΤΩΝ ΕΙΣ ξ ΚΑΙ ΕΙΣ ρ ΚΑΙ ΕΙΣ ας ΛΗΓΟΝΤΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ βʹ. Πᾶν ὄνομα εἰς αξ λῆγον ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένον, καὶ μίαν συλλαβὴν φυλάττοι τοῦ ῥήματος καὶ | |
5 | ἐπιθετικὸν ὑπάρχοι, μὴ ἐθνικόν, κόραξ, ἔστι καὶ Κόραξ ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου. Πολύβιος εἰκοστῷ· κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, φέναξ, κόρδαξ, ἅρπαξ, κέκραξ, λάλαξ, λάταξ, χάραξ, ἔστι καὶ Χάραξ Ἀλεξάνδρου τόπος περὶ Κελαινὰς τῆς Φρυγίας, ἔνθα Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐστρατοπεδεύσατο. ἔστι καὶ | |
10 | Καρίας ἄλλη πόλις Χάραξ ἡ νῦν Τράλλις. ἔστι καὶ ἄλλος Χάραξ ἐμ‐ πόριον μέγιστον, ἐν τῷ τῆς Νικομηδείας κόλπῳ πλησίον αὐτῆς. ἔστι καὶ ἄλλος τόπος τῆς Ποντικῆς. Ἄταξ ποταμός, Μίμαξ ἔθνος Λιβυ‐ κόν. Φίλιστος Σικελικῶν ὀγδόῳ. Μύλαξ ἔθνος Ἠπειρωτικόν. Λυκό‐ φρων (v. 1021) «Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὄρος». Νύραξ πόλις | |
15 | Κελτική. Ἑκαταῖος Εὐρώπῃ. Ῥύνδαξ ποταμὸς μεταξὺ Φρυγίας καὶ Ἑλλησπόντου ὁ καὶ Ῥύνδακος. Κάσταξ πόλις Ἰβηρίας. Μάρμαξ ἔθνος Αἰθιοπικόν· Ἑκαταῖος Ἀσίᾳ. Θόρναξ ὄρος τῆς Λακωνικῆς. Νι‐ κόλαος δʹ. Ἄμβραξ καὶ Ἄμπραξ ὁ παῖς Θεσπρωτοῦ τοῦ Λυκάονος. Τάμβραξ πόλις Παρθυαίων. ὄμφαξ, φόρταξ, Φαίαξ· Ἑλλάνικος | |
20 | Ἱερειῶν αʹ «Φαίαξ ὁ Ποσειδῶνος καὶ Κερκύρας τῆς Ἀσωπίδος, ἀφ’ ἧς ἡ νῆσος Κερκύρα ἐκλήθη, τὸ πρὶν Δρεπάνη τε καὶ Σχερία κληθεῖσα». καὶ τὸ ἐθνικὸν ὁμοφώνως. θώραξ· ἔστι καὶ πόλις Αἰτωλίας καὶ Μα‐ γνησίας, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ. Νῶραξ ὁ Ἐρυθείας καὶ Ἑρμοῦ ὡς Παυσανίας, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ, μεῖραξ, | |
25 | Γῦναξ, Γῦλαξ, εἰσὶ δὲ ταῦτα κύρια ὀνόματα, σαῦσαξ, φασὶ δὲ εἶναι τοῦτο ὄσπρεον, σχίδαξ, αὖλαξ, θρῖδαξ, καύαξ, ἀσπάλαξ, ἱέραξ, Ἐπιδαύραξ, Τεκτόσαξ ἔθνος Γαλατικόν. εὕρηται καὶ Τεκτοσάγης εὐθεῖα καὶ Τεκτοσάγαι· ὡς γὰρ Καππάδοκος Καππαδόκης, οὕτω Τεκτό‐ σαγος Τεκτοσάγης. ὀρθίαξ, θυμέλαξ, Ἀχαρνοφαίαξ, λινοθώραξ, | |
30 | Σαμόθρᾳξ, Ἱππῶναξ, Ἀρχεάναξ, χαρτοφύλαξ, φιλάρπαξ, | |
ἐριβῶλαξ, πολυπῖδαξ. τὰ δὲ ἀπὸ ῥήματος συγκείμενα ὀξύνεται | 42 | |
3,143 | ἀποσφάξ, διασφάξ, βλεφαροσπάξ καὶ φιτροβαστάξ καὶ νεκρο‐ βαστάξ. τὸ δὲ Ἄσφαξ βαρύνεται ὡς ἐθνικόν. μή τις δὲ Ἄσφαξ τὸ ἔθνος καὶ τὸ Ἄτραξ τὸ κύριον σύνθετον οἰηθείη. ἁπλᾶ γάρ ἐστιν. καὶ τὸ μὲν Ἄσφαξ ἐστὶν ἔθνος ἐποικίσαν τὴν Κύπρον. ὁ δὲ Ἄτραξ Πηνειοῦ | |
5 | καὶ Βούρας παῖς, ἀφ’ οὗ πόλις Θεσσαλίας κτισθεῖσα ἐκλήθη Ἄτραξ καὶ Ἀτρακία. καὶ τὸ ἐθνικὸν Ἄτραξ ὁμοφωνεῖ τῇ πόλει. Λυκόφρων (v. 1309) «καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους». Τὰ εἰς εξ ὀνόματα βαρύνεται, Λέλεξ, Βέρεξ ἔθνος μεταξὺ Ἰν‐ δίας καὶ Αἰθιοπίας ὡς Τιμοκράτης ὁ Ἀδραμυττηνός, ἐπίτεξ, ἀγχίτεξ, | |
10 | πινυτάλεξ καὶ εἴ τι ὅμοιον. Τὰ εἰς οξ ὀνόματα βαρύνονται· σπάνια δέ εἰσιν· Ἀλλόβροξ, ἔθνος Γαλατικόν· Πολύβιος δὲ διὰ τοῦ ι αὐτοὺς καλεῖ Ἀλλόβριγας καὶ ὡσαύτως δὲ οἱ πλείους, Ἀπολλόδωρος δὲ διὰ τοῦ υ Ἀλλόβρυγας, Χάραξ δὲ διὰ τοῦ ο Ἀλλόβρογας. ἴσοξ ποιός τις ἰχθῦς, ἄλοξ, παρὰ | |
15 | δέ τισιν αὖλαξ, πρὸς τούτοις δὲ καὶ τὸ Καππάδοξ ἔθνος τῇ Κιλικίᾳ πρόσχωρον. τοῦτο δὲ λέγεται καὶ Καππάδοκος—οὕτως καὶ ὁ κτιστὴς εἴρηται ὑπὸ Μενάνδρου—καὶ Καππαδόκης. Ἡρόδοτος δέ φησιν (I 72). Τὰ εἰς ιξ βαρύνεται· φοῖνιξ· ἔστι δὲ καὶ κύριον Φοῖνιξ Ἀγήνο‐ ρος παῖς ἢ Ποσειδῶνος καὶ Λιβύης, ᾧ ὁμοφωνεῖ τὸ ἐθνικόν. ἔστι καὶ | |
20 | φρούριον Καρίας οὐ πολὺ ἀπέχον Ῥόδου. καὶ ποταμός ἐστι Φοῖνιξ. βέμβιξ, Τέμμιξ ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων «Ἄρ‐ νης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι» (v. 644), πέμφιξ, τέττιξ, σκάνδιξ λάχανόν τι ποιόν, πέρδιξ, χοῖνιξ, Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Αἶθιξ ἔθνος. ἐν Θετταλίᾳ δ’ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει· | |
25 | Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν. | |
Ἕρνιξ ἔθνος Λατίνων. Διονύσιος ὀγδόῳ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας. | 43 | |
3,144 | Θρέϊξ καὶ Θρῆϊξ καὶ κατὰ συναλοιφὴν Θρῇξ, ἆϊξ, κῶδιξ, ἧλιξ, πάλλιξ, μάστιξ, χάλιξ, χόλιξ, ἕλιξ, κύλιξ, ἄδδιξ μέτρον τετρα‐ χοίνικον, Μαγίστριξ ἔθνος τῶν Ταυρίσκων τοῖς Γερμανοῖς ὁμοροῦν. μῆνιγξ τὸ προσηγορικὸν καὶ νῆσος περὶ τὰς Σύρτεις καὶ πόλις. ὄστλιγξ | |
5 | ὃ παρὰ μὲν Ἀπολλωνίῳ καὶ Φιλητᾷ διὰ τοῦ α, σάλπιγξ, σύριγξ· σημαίνει τὴν ὀπὴν τῶν μουσικῶν αὐλῶν καὶ πάθος καὶ τὴν δορατοθήκην. ἔστι δὲ κατὰ μίμησιν τοῦ γινομένου ἤχου. ὄρνιξ οἱ Δωριεῖς λέγουσι τὸ ὄρνις. ὁμοίως δὲ καὶ τὰ σύνθετα Λιβοφοῖνιξ, ὁμόστιξ, σύμ‐ μιξ, ὁμῆλιξ, καλλίθριξ, πολυᾶϊξ, κορυθᾶϊξ. | |
10 | Τὰ εἰς υξ βαρύνεται, εἰ μὴ ἔχοι ἔννοιαν περιεκτικήν· αἶθυξ ὁ εὐκίνητος παρὰ τὸ αἰθύσσω, ἔστι δὲ καὶ ὄνομα ἔθνους καὶ κύριον. βαῖ‐ βυξ, δοῖδυξ, θρᾶνυξ ἐπὶ τοῦ θρόνου παρὰ Κορίννῃ, θρῆνυξ ἐπὶ τοῦ αὐτοῦ καὶ ἔστιν ἡ χρῆσις παρ’ Εὐφορίωνι ἐν Πολυχάρει, ἶβυξ, ἔστι δὲ εἶδος ὀρνέου, ἶδυξ ἐπὶ τῆς ἴκτιδος ὡς Ἀλέξανδρος ὁ Μύνδιος, | |
15 | κῆρυξ, Κῆϋξ, κῶδυξ ἐπὶ τοῦ κωδύου, Νᾶρυξ· ἔστι δὲ πόλις Λο‐ κρίδος θηλυκῶς λεγομένη, τινὲς δὲ Ναρύκιον τὴν πόλιν φασίν· λέγεται καὶ Ναρύκη. βαῖτυξ ἡ βδέλλα, ἦλυξ ἡ σκιά, πῶϋγξ. Βέβρυξ, ἔστι δὲ ἔθνη δύο τὸ μὲν πρὸς τῷ Πόντῳ ἐν τῇ Ἀσίᾳ, τὸ δὲ πρὸς τοῖς Ἴβηρσιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀσίᾳ διάφοροι γεγόνασι δόξαι, | |
20 | ὅτι ἀπὸ Βέβρυκος ἢ Βεβρύκης καὶ ἄλλοι ἄλλως. βόμβυξ αὐλοῦ τι εἶδος καὶ ζῷον, ἀφ’ οὗ τὰ βομβύκινα ὑφάσματα, κατὰ Λάκωνας δὲ στάμνον δηλοῖ. Σάμβυξ κύριον· ἔστι δὲ καὶ ποταμὸς καὶ ἔθνος. Ἄμπυξ κύ‐ ριον ὄνομα καὶ κόσμος ἤγουν κεφαλοδέσμιον καὶ τροχός. Ἔρυξ ὁ ἥρως ὁ Ἀφροδίτης καὶ Βύτου καὶ ἡ πόλις Σικελίας παρὰ τῷ Ἐρατοσθένει | |
25 | ἀρσενικῶς. Ἄδρυξ πόλις Συρακουσίων, ἀρσενικῶς λεγομένη «ἔφυγον εἰς τὸν Ἄδρυκα». Φίλιππος ὁ ἱστορικός φησιν. ἄμβυξ, Γάνυξ ὁ Γα‐ νύκτωρ παρὰ τῷ Ἐρατοσθένει, κάλυξ· θηλυκῶς δὲ λέγεται καὶ σημαίνει | |
τὸ καλούμενον ῥόδον. ψάλυξ· τινὲς δὲ τὰς ψυχὰς ἐδέξαντο σημαίνειν | 44 | |
3,145 | τὴν λέξιν, Δίδυμος δέ φησιν τοὺς ἀσθενεῖς σπινθῆρας δηλοῦν τὴν λέξιν· ἔστι δὲ ἀπὸ τοῦ φεψάλυξ καὶ κατ’ ἀφαίρεσιν τῆς πρώτης συλλαβῆς. ἄντυξ, βλέκυξ ἡ φλυαρία, ὄρτυξ, ὄρυξ, κόκκυξ, Μόρτυξ βασι‐ λεὺς Κερκυραίων, φάρυξ. γράφεται δὲ χωρὶς τοῦ γ ἡ εὐθεῖα καὶ | |
5 | ἡ γενικὴ δι’ ἑνὸς γ «φάρυγος δ’ ἐξέσσυτο οἶνος» (Od. ι 373). μαρ‐ τυρεῖ δὲ τῇ δι’ ἑνὸς γ γραφῇ τῆς φάρυγος καὶ τὸ φαρύγεθρον· ἔστι καὶ αἱ Φαρύγαι τόπου ὄνομα. καὶ ἀρσενικῶς μὲν παρὰ Δωριεῦσι, θη‐ λυκῶς δὲ παρὰ Ἀθηναίοις λέγεται. στόνυξ. ὄνυξ, ἴυγξ, λάρυγξ, στόρθυγξ· σημαίνει δὲ πᾶν εἰς ὀξὺ λῆγον. Ἰᾶπυξ· ἔστι δὲ ἔθνος, | |
10 | Ἰᾶζυξ ἔθνος Εὐρωπαῖον, σπινθάρυξ. ταρβάλυξ ὁ ταρακτικός, πομφόλυξ. ἀμάρυγξ ἐπὶ ἀκτῖνος καὶ λαμπηδόνος καὶ ὄφεως· ὡσ‐ αύτως δὲ καὶ τὰ σύνθετα· Κολοῖφρυξ, ἐπῆλυξ, καταῖτυξ, τανυ‐ πτέρυξ, διῶνυξ, μονῶνυξ, μῶνυξ, ἀκρόνυξ, εἰνάνυξ, ἔννυξ. μεσόνυξ εἷς τῶν πλανήτων παρὰ τοῖς Πυθαγορείοις· μέμνηται Στησί‐ | |
15 | χορος. διῶρυξ, τετρῶρυξ, πρόφυξ, πρόσφυξ, ἄζυξ, δίζυξ, σύζυξ, ὁμόζυξ. —Τὸ δὲ πτερύξ σεσημείωται ὑπὸ Ἀριστάρχου ὀξυν‐ θὲν διὰ τὸ ἐννοίας περιεκτικῆς εἶναι· οὕτω γάρ, φησίν, ἀνέγνωμεν ἐν τῇ Β ῥαψῳδίᾳ (v. 316) «πτερύγος λάβεν ἀμφιαχυῖαν». οἱ δὲ ἄλλοι προπαροξύνουσιν τὸ πτέρυγος ὡς ὄρτυγος. | |
20 | Τὰ εἰς ηξ μὴ ὄντα σύνθετα ἐπιθετικὰ βαρύνεται, μύρμηξ· ἔστι δὲ καὶ κύριον Μύρμηξ ἡ Ἐπιμηθέως γυνή, σκώληξ, νάρθηξ, κάχληξ, ἀλώπηξ. Ζάρηξ πόλις Λακωνικὴ πρὸς τῇ θαλάσσῃ καὶ ἥρως Ἀθη‐ ναῖος, ὡς Παυσανίας ἐν πρώτῳ (c. 38, 4) «ἔστι καὶ Ἱπποθόωντος ἡρῷον, ἀφ’ οὗ τὴν φυλὴν ὀνομάζουσι καὶ πλησίον Ζάρηκος». Ζαύηξ ἔθνος Λι‐ | |
25 | βύης. Ἡρόδοτος δʹ (c. 193). «Ζαύηκος ἔθνος» Ἑκαταῖος ἐν περιηγήσει | |
Ἀσίας. πήληξ καὶ Πήληξ δῆμος τῆς Λεοντίδος φυλῆς καὶ ὁ δημότης. | 45 | |
3,146 | ὁ δὲ δῆμος πληθυντικῶς λέγεται, ἑνικῶς δὲ τὰ τοπικὰ ἐν Πήληκι εἰς Πήληκα. Τὰ εἰς ηξ σύνθετα παρὰ ῥῆμα ὀξύνεται, εἰ ἐπιθετικὰ εἴη, βου‐ πλήξ, κωμοπλήξ, κυματοπλήξ καὶ κυμοπλήξ, μεθυπλήξ, οἰ‐ | |
5 | στροπλήξ, παραπλήξ, λαοπλήξ, ἀκανθοπλήξ, βουπλήξ, μο‐ λυβδοτήξ, ὅ τινες βαρύνουσι παραλόγως. τὸ ὕσπληξ καὶ ἀντίπηξ βαρύνεται, ὅτι οὐκ ἐπιθετικά. τὸ δὲ χηναλώπηξ καὶ αὐτὸ βαρύνεται ὡς τὸ χαμαισκώληξ, λεοντομύρμηξ. Τὰ εἰς ωξ ὀξύνεται, ὅσα μίαν συλλαβὴν ἔχει ἐπὶ τέλους ἐν τῇ | |
10 | συνθέσει, ἀρρώξ, ἀπορρώξ, κυαμοτρώξ, γραμματοτρώξ, θυλα‐ κοτρώξ, ἀπτώξ, πολυπτώξ, κυμορρώξ· τὸ δὲ θηροδίωξ, αἰγο‐ δίωξ βαρύνεται ὡς δύο φυλάξαντα συλλαβὰς ἐν τῇ συνθέσει. * Μόνον εἰς αιξ δισύλλαβον τὸ γύναιξ. τοῦτο δὲ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὔ. τὰ γὰρ εἰς αιξ λήγοντα ἢ ἀρσενικοῦ μόνου γένους | |
15 | εἰσὶν οἷον Θρᾷξ καὶ ἐὰν ὦσι θηλυκοῦ γένους, πάντως καὶ ἀρσενικοῦ εἰσιν οἷον ὁ Γραίξ καὶ ἡ Γραίξ, ὁ αἴξ καὶ ἡ αἴξ. ἐπειδὴ οὖν καὶ τὸ γύναιξ οὐκ ἠδύνατο ἀρσενικοῦ γένους εἶναι, ἡ γὰρ σημασία κωλύει, τούτου χάριν ἡ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν, ᾗ συνεπιλείπεται καὶ ἡ ἐν‐ τελὴς κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ «Ζεῦ ἄνα» (Γ 351) λείπεται | |
20 | διπλοῦ τοῦ κατ’ ἀναλογίαν. ἐν δὲ τῇ συνθέσει, ἐπειδὴ γίνεται ἀρσενι‐ κοῦ γένους, ἀναδέχεται τὴν εἰς αιξ κατάληξιν οἷον «ὡς ὢν ἄπαις τε κἀγύναιξ κἀνέστιος» παρὰ Σοφοκλεῖ ἐν Ἀθάμαντι (fr. 4 Nauck). βαρύνεται δέ. Περὶ τῶν ληγόντων εἰς ρ. | |
25 | Τὰ εἰς αρ ὑπὲρ μίαν συλλαβὴν εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ βαρύνε‐ ται, μάκαρ, δάμαρ, Ἄραρ τις λέγεται ποταμός, ὡς παρ’ Ἐρατοσθένει, | |
καὶ ἐπίγραμμα ἔχον οὕτως | 46 | |
3,147 | μισγόμεθ’ ἀλλήλων ὡς Ἄραρος Ῥοδανός. Ἰνσόβαρ ἔθνος Κελτικὸν πρὸς τῷ Πάδῳ. Πολύβιος, οὓς καὶ Ἴνσοβρας φησίν. Τὰ εἰς υρ βαρύνεται οἷον μάρτυρ. γίνεται δὲ ἐκ τοῦ μάρτυς κατὰ | |
5 | τὴν Αἰολέων διάλεκτον· ἐκεῖνοι γὰρ τὸ ς εἰς ρ μεταβάλλουσι τὸ οὗ‐ τος οὗτορ λέγοντες καὶ τὸ ἵππος ἵππορ· οὕτως οὖν καὶ μάρτυς μάρ‐ τυρ, ἀφ’ ἧς ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρες παρά τε κωμικοῖς καὶ Ἱππώνακτι. οἱ δέ γε μάρτυροι ἀπὸ τῆς ὁ μάρτυρος εὐθείας οἷον «Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω» (Η 76). ψίθυρ. ταῦτα δὲ μόνα εἴρηται· | |
10 | τὸ γὰρ Ἴλλυρες καὶ Κέρκυρες καὶ Ἄσσυρες παρὰ Ἐρατοσθένει οὐ κλίσεως ἐστὶν ἀπὸ εὐθείας τῆς Ἴλλυρ, Κέρκυρ, Ἄσσυρ, ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶσιν μεταπέπλασται ἐκ τοῦ Ἰλλυριοί καὶ Κερκυραῖοι καὶ Ἀσ‐ σύριοι ὡς οἱ θεράποντες εὕρηνται θέραπες λεγόμενοι καὶ οἱ πολύποδες πώλυπες. ὡσαύτως ἔχει καὶ τὸ Λίγυρες ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς. | |
15 | Ἀρτεμίδωρος. ἀπὸ Λιγύρου ποταμοῦ· καὶ Φίλυρες ἔθνος πρὸς τῷ Πόντῳ ἀπὸ Φιλύρας τῆς μητρὸς Κρόνου. Τὰ εἰς ηρ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται μὲν ἁπλᾶ ὄντα ἀρσενικά. ὁ δὲ λόγος περὶ τῶν εἰς ηρ τοῦ τ προηγουμένου τοῦ η, στατήρ, ἐλατήρ, καμπτήρ, ὀλετήρ, ξυστήρ, γενετήρ, πατήρ, | |
20 | σωτήρ, χρηστήρ, ζωστήρ, καὶ Ζωστήρ τῆς Ἀττικῆς ἰσθμός, ὅπου φασὶ τὴν Λητὼ λῦσαι τὴν ζώνην καὶ καθεῖσαν ἐν τῇ λίμνῃ λούσασθαι. ἐνταῦθα θύουσιν Ἁλαεῖς Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωστηρίῳ. ἐξαυστήρ. Ἐξαύτηρ δὲ κύριον ὡς τὸ ἀμάτηρ καὶ ἄντηρ καὶ Ἄστηρ κύριον. τὸ | |
δὲ φράτηρ Ἀττικοὶ μὲν βαρύνουσιν, οἱ Δωριεῖς ὀξύνουσιν. φράτερες δέ | 47 | |
3,148 | εἰσιν οἱ συγγενεῖς. ἀρσενικὰ δὲ εἶπον διὰ τὰ θηλυκά. καὶ γὰρ τὰ εἰς ηρ θηλυκά, μὴ μετατιθέμενα κατά τι ἔθος ποιητικὸν εἰς διάφορον γένος, βαρύνεται, μήτηρ, θυγάτηρ, Δημήτηρ, εἰνάτηρ. προσέθηκα δὲ «μὴ μετατιθέμενα κατά τι ἔθος ποιητικὸν εἰς διάφορον γένος» διὰ τὸ, | |
5 | »ῥαιστῆρα κρατερήν» (Σ 477) «ὕλην στεγαστῆρα». τοιαῦτα γάρ ἐστιν ὁποῖον ἡ αἰθήρ ἡ ἀήρ. σημειώδης ἄρα ἡ γαστήρ ὀξυνομένη. Τὰ εἰς ηρ ἐθνικὰ ἢ κύρια, μὴ συνεμπίπτοντα προσηγορικοῖς, βαρύ‐ νονται, Ἴβηρ ὁ ποταμός, οὗ μέμνηται Ἀπολλόδωρος ἐν τῇ περὶ γῆς βʹ ἐντὸς δὲ Πυρήνης Ἴβηρ τ’ ἐστὶν μέγας | |
10 | ποταμὸς φερόμενος ἐνδοτέρω. καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Ἀριστοφάνης Τριφάλητι «μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι» καὶ «τοὺς Ἴβηρας οὓς χορηγεῖς μοι βοηθῆσαι δρόμῳ» καὶ Ἀρτεμίδωρος ἐν δευτέρῳ τῶν γεωγραφουμένων «γραμματικῇ δὲ χρῶνται τῇ τῶν Ἰταλῶν οἱ παρὰ θάλατταν οἰκοῦντες | |
15 | τῶν Ἰβήρων». Ἰλλίβηρ, Δόβηρ ἔθνος Παιονίας, Πίηρ, Βύζηρ ἔθνος ἐν τῷ Πόντῳ. τὸ μέντοι Ἐλευθήρ εἷς τῶν Κουρήτων, ἀφ’ οὗ Ἐλευθεραί πόλις Κρήτης, καὶ υἱὸς Ἀπόλλωνος, ἀφ’ οὗ Ἐλευθεραί πόλις Βοιωτίας, ὀξύνεται ὡς τὸ Ἀστήρ. Τὰ εἰς ηρ μὴ ὄντα σύνθετα μηδὲ ἐθνικὰ ὀξύνεται, ἀνήρ, δαήρ, | |
20 | ἀήρ, αἰθήρ, σπινθήρ. τὸ μέντοι ἐρίηρ ὡς σύνθετον βαρύνεται. Τὰ εἰς ηρ ὀξύτονα φυλάττοντα τὸ η κατὰ τὴν γενικὴν φυλάττει καὶ τὸν τόνον ἐν τῇ συνθέσει οἷον δετήρ ἀμαλλοδετήρ, στατήρ ὀβε‐ λοστατήρ. τὸ μέντοι ἀνήρ λιπάνηρ, δαήρ πολυδάηρ, πατήρ αἰνο‐ πάτηρ ὡς μὴ φυλάττοντα τὸ η βαρύνονται. καὶ τὸ πάνθηρ καὶ σα‐ | |
25 | τυρόφηρ ἀπὸ μονοσυλλάβων. | 48 |
3,149 | Τὰ εἰς ωρ πάντα βαρύνονται, ῥήτωρ, κλήτωρ, ἵστωρ, Ἕκτωρ, πέλωρ, ἐξ οὗ ὁ πελώριος, κέλωρ, σημαίνει δὲ τὸν υἱὸν παρὰ τὸ κελεύεσθαι, ἄκτωρ, Σπέρχωρ, ἄχωρ τὸ τῆς κεφαλῆς πιτύρισμα, ἀνάκτωρ, Ἀννίχωρ ὁ οἰκῶν Ἀννίχωρον, οὗ μέμνηται Ἀλκμάν, πλησίον | |
5 | Περσῶν. λέγονται δὲ οἱ Ἀννίχωρες καὶ Ἀννίχωροι, Κάστωρ, Θέστωρ, Νέστωρ, μήστωρ καὶ Μήστωρ. φράτωρ, ὃ καὶ φράτηρ ἐλέγετο, ἀλλὰ τὸ μὲν φράτηρ ἀρχαῖον μετὰ τῆς αὐτοῦ κλίσεως, θάτερον δὲ νεώ‐ τερον, Μέντωρ κύριον καὶ ἔθνος πρὸς τοῖς Λιβυρνοῖς. Ἑκαταῖος Εὐ‐ ρώπῃ. κωμήτωρ, οἰκήτωρ, παγκράτωρ, προπάτωρ, Νικάνωρ, | |
10 | ἠλέκτωρ ὁ ἥλιος, ταλάωρ τὸ τόξον. Χαλκήτωρ ὁ οἰκήτωρ Χαλ‐ κητορίου πόλεως Κρήτης. Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων, Ἀπολλό‐ δωρος δὲ Χαλκητορεῖς αὐτούς φησι τετάρτῳ χρονικῶν «μεθ’ οὗ Χαρίδη‐ μος ἦν φυγὰς Χαλκητορεύς». ἀλάστωρ ὁ Ζεὺς ὁ ὑποπτεύων τοὺς ἄλαστα καὶ χαλεπὰ ποιοῦντας· ἢ ὁ ἀσεβὴς ἢ ὁ κακοποιός. σημειῶδες | |
15 | ἄρα τὸ ἰχώρ μόνον ὀξυνόμενον. τὸ δὲ αἴτιον, ὅτι τοῦτο μόνον διήλ‐ λαξε περὶ τὴν κλίσιν. τὰ γὰρ εἰς ωρ ἀρσενικὰ δισύλλαβα μὴ ἔχοντα τὸ λ διὰ τοῦ ο κλίνονται οἷον Νέστορος Ἕκτορος· τὸ τοίνυν ἰχώρ μὴ ὁμοίως τοῖς ἄλλοις κλιθὲν ἐνήλλαξε καὶ περὶ τὸν τόνον. Τὰ εἰς ειρ ὑπὲρ μίαν συλλαβὴν ἀσυνήθη μέν, τὰ δὲ εὑρεθέντα βα‐ | |
20 | ρύνεται, Βέχειρ ἔθνος Σκυθικόν, Σάπειρ ἢ μετὰ τοῦ ς Σάσπειρ ἔθνος ἐν μεσογαίᾳ τῆς Ποντικῆς οἱ νῦν διὰ τοῦ β λεγόμενοι Σάβειρες, Ἀλάζειρ, Λίγειρ ποταμὸς περὶ Γαλατίαν, Ἐλάτειρ ὁμοίως ὄνομα | |
ποταμοῦ. ἑκατόγχειρ, ἀντίχειρ, χρυσοέθειρ παρ’ Ἀρχιλόχῳ ἐν | 49 | |
3,150 | Ἰοβάκχοις, ὅπερ ἀποκέκοπται τοῦ χρυσοέθειρος. οἱ μέντοι Βοιωτοὶ πολ‐ λὴν ἴσασι τὴν ειρ κατάληξιν, καθὸ παρ’ αὐτοῖς εἴωθε τὸ η εἰς τὴν ει δίφθογγον τρέπεσθαι· τὸ γὰρ πένης πένεις γράφουσι διὰ τῆς ει διφθόγ‐ γου καὶ τὸ πατήρ καὶ μήτηρ παρ’ ἡμῖν μὲν διὰ τοῦ η, παρ’ αὐτοῖς | |
5 | δὲ διὰ τῆς ει διφθόγγου. Περὶ τῶν εἰς ας ὑπὲρ μίαν συλλαβήν. Τὰ εἰς ας ὑπὲρ μίαν συλλαβὴν ἐκτεταμένον ἔχοντα τὸ α βαρύνεται καὶ περισπᾶται. καὶ βαρύνεται μὲν Αἴας Θόας, Ποίας, Δοίας, ἀφ’ οὗ Δοίαντος πεδίον Φρυγίας καὶ Δοιάντειον ἄλσος, Βίας, Πρίας, | |
10 | Ὕας ἔθνος περὶ Ἀλαλκομένιον, Δρύας, Εὔας, ἔστι δὲ ἐπίθετον τοῦ Διονύσου, Κλεύας, Λάας τὸ κύριον, Λαίας, Καίας. περισπᾶται δὲ ἀτταγᾶς, πελεκᾶς καὶ Μαρικᾶς ὄνομα βάρβαρον παρὰ τῷ κωμικῷ «Εὔπολις τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν» (Nub. 553), κλίνεται δὲ καὶ περιττοσυλλάβως «ἀλλ’ οὖν ἔγωγέ σοι λέγω Μαρικᾶντα μὴ κολά‐ | |
15 | ζειν». (Eupolis Mein. fr. Com. p. 191 ed. min.) τὸ δὲ Γλισᾶς— ἔστι δὲ ἥρως καὶ πόλις Βοιωτίας—«ἠδ’ οἳ Γλισᾶντα νέμοντο» (Β 504) ἡ μὲν συνήθεια περισπᾷ, ἡ δὲ ἱστορία παροξύνει. Διονύσιος γὰρ ἱστο‐ ρεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ι καὶ μὴ περισπᾶν. ἀλλ’ οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωσιν. τὸ | |
20 | δὲ ἀλλᾶς παρὰ τῷ κωμικῷ ἡ μὲν κοινὴ συνήθεια βαρύνει, ἀλλ’ ἐπειδὴ | 50 |
3,151 | ὁ ἀλλᾶς ὡς ἀπὸ τοῦ ἀλλάεις κέκλιται διὰ τοῦ ντος, ἵν’ ᾖ ἀλλάεντος καὶ κατὰ κρᾶσιν ἀλλᾶντος, καὶ ἡ ἐντελὴς εὐθεῖα τοῦ ἀλλᾶντος περισπω‐ μένην ἀπαιτεῖ τὴν ἀπὸ κράσεως ὁμοίως τῷ ἱλάεις ἱλᾶς. Ἔτι δὲ περι‐ σπῶνται ταῦτα μόνως κύρια ἢ ὑποκοριστικά, Ἑρμᾶς Ἀργᾶς, Αἰγᾶς | |
5 | ποταμὸς φερόμενος ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους, ἀφ’ οὗ καὶ τὸ πε‐ δίον Αἰγαῖον, Καρρᾶς ποταμὸς Συρίας, Βορρᾶς, Γονατᾶς ὁ Γού‐ νιος ἐθνικόν, Κομητᾶς, Φιλητᾶς, Μηνᾶς, Ζηνᾶς, Μητρᾶς, ὀστρακᾶς, πινακᾶς, λαχανᾶς, ἢ ἐπὶ σκώμματος τασσόμενα φα‐ γᾶς καταφαγᾶς δακνᾶς ἢ τὰ ἀπὸ συμβεβηκότος οἷον τρεσᾶς. | |
10 | ὡσαύτως δὲ καὶ τὰ Ἰωνικῶς παραλόγως διὰ τοῦ δ κεκλιμένα, ὧν τὸ α μακρόν, Βοιβᾶς, Βιττᾶς, Κυρᾶς· εἰσὶ δὲ ὀνόματα κύρια. οὐδέποτε δὲ ὀξύνεται, χωρὶς εἰ μὴ ὦσιν ἀπὸ παθητικοῦ παρακειμένου σύνθετα διὰ μόνου τοῦ τ κλινόμενα οἷον χαλκοκράς καὶ γαλακτοκράς καὶ νεοκράς. ὅθεν τὸ ἱμάς καὶ ἀνδριάς ὡς ἐκτεταμένον ἔχοντα τὸ | |
15 | ας σημειούμεθα παραλόγως ὀξυνόμενα. οὐκ ἀγνοῶ δὲ ὅτι Ἡλιόδωρος ἐβούλετο ταῦτα περισπᾶν. τὸ δ’ αὐτὸ ἠξίου καὶ Δράκων ὁ Στρατονι‐ κεύς, ἔτι δὲ καὶ Τυραννίων. οὐκ ἔχει δὲ οὕτω τὰ τῆς ἀναγνώσεως. ἐμιμήσαντο δὲ αὐτὰ ἐκτεινόμενα ἐν τῇ ληγούσῃ κατὰ τὰς μετοχὰς καὶ τὴν τῶν μετοχῶν κλίσιν τοῦ ἱστάς ἱστάντος καὶ βιβάς βιβάντος. ἱμάν‐ | |
20 | τος γὰρ καὶ ἀνδριάντος, ἅπερ παρ’ Ἀττικοῖς περισπᾶται. Βαρύνεται | 51 |
3,152 | δὲ τὰ εἰς ας καθαρόν, Νικίας, Λυσίας, Ἀρχίας, Λοξίας, Γορ‐ γίας, Ἐρυξίας, δρακοντίας, ὀνοματίας, κοππατίας, ταρα‐ ξίας, κοχλίας, τραυματίας, Παπίας, Ὠπίας ἔθνος Ἰνδικόν. Ἑκαταῖος Ἀσίᾳ «ἐν δὲ αὐτοῖσι οἰκέουσι ἄνθρωποι παρὰ τὸν Ἰνδὸν πο‐ | |
5 | ταμὸν Ὠπίαι, ἐν δὲ τεῖχος βασιλήϊον. μέχρι τούτου Ὠπίαι, ἀπὸ δὲ τούτων ἐρημίη μέχρις Ἰνδῶν». Προυσίας, Πρακίας ἔθνος ἀπὸ Πρακὸς τοῦ ἐξ Ἠπείρου μὲν ὁρμήσαντος, οἰκήσαντος δὲ ἐν τῇ Λακω‐ νικῇ. Ἀγρίας ἔθνος Παιονίας μεταξὺ Αἵμου καὶ Ῥοδόπης. παρὰ Πο‐ λυβίῳ δὲ διὰ τοῦ α. εὑρέθη δὲ ἐν ὀκτωκαιδεκάτῃ «τὸ γὰρ τῶν Ἀγραῶν | |
10 | ἔθνος». λέγονται καὶ Ἀγράϊοι καὶ Ἀγριεῖς ὡς Θεόπομπος καὶ Ἀγριᾶ‐ νες. Ἀδρίας κόλπος παρὰ τὴν Ἀδρίαν πόλιν καὶ ποταμός, ὡς Ἑκα‐ ταῖος. Καλατίας γένος Ἰνδικόν. Ἑκαταῖος Ἀσίᾳ. Ἀσίας. Ὅμηρος (Β 461) «Ἀσίω ἐν λειμῶνι» ἀντὶ τοῦ Ἀσίου (γενικὴ γάρ ἐστιν, οὐκ Ἀσιανῷ. ἀγνοεῖ γὰρ Ὅμηρος τὴν Ἀσίαν ὡς καὶ τὴν Εὐρώπην)· καὶ | |
15 | Ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς τὸ «ἐϋμμελίω Πριάμοιο» (Δ 47). διὸ χω‐ ρὶς τοῦ ι. Ἱππίας, πωγωνίας, Γλαυκίας, τοξίας, Ἀφίας κύ‐ ριον παρ’ Εὐφορίωνι, Πευκετίας ἔθνος τοῖς Οἰνωτροῖς προσεχές, ὡς Ἑκαταῖος Εὐρώπῃ, Πικίας ἔθνος Ἰταλίας, Παρίας· ἔστι δὲ ὄνομα κύριον καὶ διὰ τοῦ ι γράφεται. τὸ γὰρ σημαῖνον τὸν ὄφιν διὰ τῆς | |
20 | ει διφθόγγου οἷον παρείας· καὶ ἔστιν ἡ χρῆσις παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ (690) «ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις». Βορέας, Ἡρέας, Θρασέας, Κρατέας, Ἀνδρέας, Θαλέας, Μενέας, Ἀριστέας, Μνασέας, Αὐγέας, Πυθέας, Ἐλέας παρὰ Φιλοστεφάνῳ, Φιλέας χωρίον Βυζαντίου. τινὲς δὲ Φιλίαν, ἄλλοι δὲ Φινέαν γράφουσιν. καὶ | |
25 | πλεονασμῷ τοῦ ι Αἰνείας, Αὐγείας, Ἑρμείας. Τηλεβόας ἥρως καὶ ἔθνος τῆς Ἀκαρνανίας· ἔστι καὶ Τηλεβόας ποταμὸς πρὸς ταῖς πη‐ γαῖς Τίγρητος. Γενόας ἄρχων Μολοττῶν, ἀφ’ οὗ ἔθνος Γενοαῖοι. Ματόας· οὕτω πάλαι ὑπὸ Σκυθῶν ἐκαλεῖτο Ἴστρος ὁ ποταμός. Ματόας δέ ἐστι κατ’ Ἕλληνας ἄσιος. πατραλοίας. Μαρσύας, Ἰχθύας, | |
30 | Ὀθρύας, Μινύας ἔθνος Θεσσαλίας, Μιλύας ἔθνος οἱ πρότερον Σό‐ λυμοι ὡς Τιμαγένης πρώτῳ βασιλέων. λέγονται καὶ Μίλυες ἀπὸ Μι‐ | |
λύης τῆς γυναικὸς Σολύμου καὶ ἀδελφῆς, ὕστερον δὲ Κράγου γυναικός. | 52 | |
3,153 | Βιθύας ἔθνος Θρᾴκης ἀπὸ Βίθυος τοῦ Ἄρεος καὶ Σήτης τῆς Ῥήσου ἀδελφῆς. Φλεγύας ὁ Ἄρεος καὶ Χρυσῆς παῖς καὶ ἔθνος Βοιωτίας. Ὅμηρος (Ν 302) «ἠὲ μετὰ Φλεγύας μεγαλήτορας». ἔστι δὲ καὶ Φλεγύης ἡ εὐθεῖα καὶ Φλέγυς. Σατύας κύριον παρ’ Ἡγησίππῳ καὶ Ἀρύας | |
5 | ποταμὸς παρ’ Ἐρατοσθένει «ἡ δὲ ὑπὲρ Ἀρύαντος ἐπὶ προχοαῖς ποτα‐ μίων». τὸ μέντοι τριάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ α. Τὰ εἰς βας βαρύνονται· Βίβας τὸ κύριον, Φόρβας, Ἡλίου υἱὸς καὶ πόλις τῶν ἐν Θεσσαλίᾳ Ἀχαιῶν, Ἄβας ποταμὸς καὶ ἥρως καὶ ἔθνος, Ἴβας, Σκρίβας, Ψευδαρτάβας, Ἀννίβας, Κάβας, Λάβας, | |
10 | Ἰόβας, Ῥήβας ποταμὸς παρὰ τῷ Πόντῳ καὶ χώρα, Ἄλβας ποτα‐ μὸς ὁ νῦν λεγόμενος Τίβερις Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. Χάλβας ποταμὸς Συρίας, Σάμβας ὄνομα ποταμοῦ, Λυκάμβας, Χη‐ ράμβας. Κύρβας, Θίσβας, λυκάβας, Ἀρύβας κύριον, Ἀρύββας ἐθνικὸν παρὰ τῷ Ἀλκμᾶνι. ἀλίβας. Ἀλύβας· τοῦτον οἱ μὲν Μετα‐ | |
15 | πόντιον ἤκουσαν τῆς Ἰταλίας, οἱ δὲ Θρᾴκης πόλιν, ὡς Ὅμηρος. ἔστι δὲ καὶ ἔθνος. ὀκρίβας. τὸ δὲ Βοιβᾶς περισπᾶται. τὸ δὲ στιβάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ α, καὶ τὸ βιβάς μετοχή ἐστιν. Τὰ εἰς γας πάντα βαρύνεται, εἰ μὴ ἐπὶ σκώμματος εἴη, ὡς ἔχει τὸ φαγᾶς, γίγας, μέγας καὶ Μέγας, Μίγας, Σάγγας, Ἄλγας, | |
20 | Βρίγας κύριον καὶ ἔθνος, Ζύγας ἔθνος Λιβύης «οἵ τινες τὰ ἄνθη συλλέγοντες μέλι ποιοῦσιν ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου», ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου. Σάλγας ποταμὸς τῆς Μαυριτανίας, Βησσύγας ποταμὸς τῆς Ἰνδικῆς. Ἀκράγας πόλις Σικελίας ἀπὸ ποταμοῦ παραρρέοντος. φησὶ γὰρ Δοῦρις ὅτι αἱ | |
25 | πλεῖσται τῶν Σικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Συρα‐ κούσας, Γέλαν, Ἱμέραν, Σελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἁλικύας τε καὶ Θέρμον καὶ Καμάριναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποτα‐ | |
30 | μὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων. | 53 |
3,154 | Σατύργας. Στροάγας. τὸ μέντοι φυγάς ὀξύνεται οὐκ ἔχον τὸ α ἐκτεταμένον. σεσημείωται τὸ ἀτταγᾶς περισπώμενον, ὅπερ καὶ ἀττα‐ γήν λέγεται, καὶ τὸ Αἰγᾶς καὶ τὸ Ἀργᾶς. Τὰ εἰς δας βαρύνεται, εἰ μὴ διὰ τοῦ δος κλίνοιτο, ἢ συναληλιμ‐ | |
5 | μένα εἴη ἢ ὑποκοριστικά, Ἴδας, Λάδας, Δάδας, Σφάδας, Κλύ‐ δας, Λήδας, Δέρδας, Μίδας, Οἴδας οἱ κατοικοῦντες Οἰδάντιον πόλιν Ἰλλυριῶν, ὥς φησιν Ἑκαταῖος, Μείδας, Σακάδας, Τιμαχί‐ δας, Θρακίδας, Λεωνίδας, Βρασίδας, Χαρμάδας, Ἀφείδας βασιλεὺς καὶ ἔθνος Μολοσσῶν, Χαρίδας. τὸ μέντοι Θευδᾶς περι‐ | |
10 | σπᾶται ὡς Μητρᾶς, Ζηνᾶς, Πυθᾶς. τὸ δὲ Κερκιδᾶς ἀπὸ συναλοιφῆς. τὸ δὲ ...... διὰ τοῦ δος κλίνεται. Τὰ εἰς ας ἐκτεταμένον, ἔχοντα πρὸ τοῦ α ἓν τῶν διπλῶν βαρύ‐ νονται, Βύζας ὁ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος καὶ ἔθνος Λιβυκόν, ἀφ’ οὗ ἡ πόλις Βυζάντιον. παρ’ Ἡροδότῳ δὲ ἐν τε‐ | |
15 | τάρτῃ (c. 194) διὰ τοῦ γ Γύζαντες. Ἐλίξας, Ἄψας. Πύζας, Ἀρίζας, Ἀνάξας, Γαρτάζας. τὸ μέντοι ὑψᾶς περισπᾶται καὶ τὸ ἑξᾶς ἐπὶ ποσότητος ὄν. * Τὰ εἰς θας βαρύνονται, Στρούθας, Παγάθας, Ἄρθας, Ἀόρθας. | |
20 | * Τὰ εἰς κας βαρύνονται, Πελέκας, Περδίκκας, Κώκας, Κρίκας ποταμός, Σάκας, Λάκας, Πολύκκας ποταμὸς Μακεδονίας, Ματάκας ὄνομα εὐνούχου, Ἰνδύκας, Κοτύκας βασιλεὺς Παφλαγο‐ νίας. Ἑλίκας ὁ Λυκάονος. Καραμβύκας ποταμὸς Ἐλιξοίας νήσου καὶ ὁ νησιώτης ὁμοφώνως, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης. τὸ δὲ Ἀρκάς συ‐ | |
25 | στελλόμενον ἔχον τὸ α ὀξύνεται. Τὰ εἰς λας δι’ ἑνὸς λ βαρύνονται, εἰ μὴ ἐκ συναλοιφῆς εἴη, Γέ‐ λας ποταμὸς Σικελίας, ὃς οὕτω καλεῖται, ὅτι πολλὴν πάχνην γεννᾷ. | |
ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι. Ὕλας, | 54 | |
3,155 | μέλας. Γάλας, Κάλας, Φύλας, Μύλας ὁ πρῶτος εὑρὼν ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆσιν, Χήλας, Ἄτλας ἔθνος Λιβυκόν. Ἡρόδοτος τετάρτῃ (c. 184). ἔστι δὲ τὸ ὄνομα ἀπὸ τῶν ὀρῶν τῶν δύο Ἀτλάντων. Ῥιανὸς δὲ ἐν Ἀχαϊκῶν δευτέρᾳ Ἀτάραντας εἶναί φησι καὶ μετ’ αὐτοὺς | |
5 | Ἄτλαντας. Πτερέλας, Κωτέλας, Ζηΐλας πατὴρ Νικομήδους, Πριό‐ λας, Μιδιόλας, Γενειόλας, Μεσόλας ὁ Δεξαμενοῦ πατήρ, Ἀρ‐ γόλας ὁ Ἀργεῖος. Ἀριστοφάνης Ἥρωσιν οὐκ ἠγόρευον; οὗτός ἐστ’ ὁ Ἀργόλας. μὰ Δι’ οὐ δέ γ’ Ἕλλην, ὅσον ἔμοιγε φαίνεται. | |
10 | καὶ Εὐριπίδης ἐν Πλεισθένει «ἐγὼ δὲ Σαρδιανός, οὐκέτ’ Ἀργόλας». Δορύλας, Ἀρτύλας, Βουκεφάλας λιμὴν τῆς Ἀργολικῆς καὶ ὁ ἵπ‐ πος τοῦ Ἀλεξάνδρου. Ἀμύκλας ὁ Λακεδαίμονος υἱός. Σιμίας ἐν Μη‐ σίν «ὅν ῥ’ ἀπ’ Ἀμύκλαντος παιδὸς ἀποφθιμένου λαοὶ κικλήσκουσιν». Τὸ μέντοι ἱλᾶς περισπᾶται ἀπὸ τοῦ ἱλάεις. | |
15 | Τὰ εἰς δύο λλ ἐκτεινόμενον ἔχοντα τὸ α βαρύνεται, Μύλλας, Πάλλας, Βάλλας, Κύλλας, Κίλλας κύριον καὶ ἐθνικὸν ὁμοφώ‐ νως, Ἴλλας, Σίλλας, Φέλλας, Σέλλας ποταμὸς ἐν τῇ Μεσηνῶν γῇ, Ἰόλλας, Ἀβόλλας ποταμός, Ἀμύλλας, Λευκόλλας χωρὶς εἰ μὴ ἐπὶ σκώμματος εἴη ἢ ἔχοι τι ἐντελέστερον. τὸ μὲν πελλᾶς ὁ γέρων | |
20 | περισπᾶται ἐπὶ σκώμματος ὂν καὶ τὸ ἀλλᾶς καὶ βιλλᾶς. τὸ δὲ Παλ‐ λάς συστελλόμενον ἔχει τὸ α. Τὰ εἰς μας βαρύνεται, Τόλμας, ἀδάμας, Σίλμας, Τέλμας, Θαύμας, Δύμας, Βρίμας, Μάμας, Δάμας, Ἀρίμμας, Πυρίμ‐ μας, Ἐχέμμας, Λυκόρμας ποταμὸς Αἰτωλίας, ἀκαμαντοχάρμας. | |
25 | Πολυδάμας, Θειοδάμας, Εὐρυδάμας, Ἀλκιδάμας, Ἀθάμας, Σαλάμας καὶ Σπιτάμας Περσικὰ ὀνόματα, Ὀδόμας ἔθνος, Γαρά‐ μας ἔθνος Λιβύης· Ἡρόδοτος τετάρτῃ (c. 174) «οἳ πάντα ἄνθρωπον φεύγουσι καὶ παντὸς ὁμιλίαν». εἰ μὴ κατὰ τροπὴν εἴη Δωρικὴν ὡς τὸ | |
Ἑρμᾶς καὶ τὸ Ἀρτεμᾶς ὑποκοριστικόν. | 55 | |
3,156 | Τὰ εἰς νας ὁμοίως βαρύνεται, εἰ μὴ εἴη ὑποκοριστικὰ ἢ ἐπὶ σκώμ‐ ματος, Ἀρτύνας, Ξένας, Πρατίνας, Πίνας, Κάνας. Μηνᾶς μέντοι καὶ Ζηνᾶς ὑποκοριστικά. τὸ δὲ δακνᾶς περισπᾶται, ὅτι ἐπὶ σκώμματος τάσσεται. | |
5 | * Τὰ εἰς πας βαρύνεται, Κάλπας, Πάπας, Σκόπας, Λάμ‐ πας, Πάμπας, Λίπας, Εὐρώπας, Κύπας, Ἀγρίππας, Ἀράσπας, Γοργόπας, ἅπας. Τὰ εἰς ρας, μὴ ὄντα ὑποκοριστικὰ ἢ συναληλιμμένα ἢ νόμισμα δη‐ λοῦντα βαρύνεται, Θήρας, Ἀθύρας ἐπίνειον καὶ ποταμὸς περὶ Βυ‐ | |
10 | ζάντιον· Εὐφορίων «ὕδατα δινήεντος ἀμευσάμενος Ἀθύραο». ἔστι δὲ καὶ Σικελίας ποταμὸς Ἀθύρας, ὡς Νυμφόδωρος. Τύρας πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ, ὡς ὁ πολυίστωρ. λέγεται δὲ καὶ Τύ‐ ρις. Κιβύρας ἀδελφὸς Μαρσύου. Ἄρας αὐτόχθων τις, ἀφ’ οὗ Ἀραν‐ τία Πελοποννήσου πόλις. Τάρας πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυ‐ | |
15 | μος παρὰ θάλασσαν· ἀρσενικῶς δὲ κατ’ ἀναλογίαν. οὐδὲν γὰρ εἰς ρας θηλυκὸν εὑρίσκεται. τοῦτο δ’ εὕρηται καὶ θηλυκῶς. Κάρας. Λάρας. Πείρας. Καίρρας. Ἱμέρας ποταμός, ὡς Νικάνωρ. Χρυσαόρας πο‐ ταμὸς Λυδίας. Φαναγόρας. Πυθαγόρας. Σιμμόρας. Ξεναγό‐ ρας. Κύδρας. Κόδρας. Λάμπρας. Πρόφρας. Τεύθρας ὁ Πανδί‐ | |
20 | ονος, Τίθρας δῆμος τῆς Αἰγηΐδος φυλῆς, Βάβρας πολίχνιον Αἰολίδος ἐγγὺς Χίου ὁμώνυμον τῷ κτιστῇ. Κοψίφρας. τὸ δὲ Μητρᾶς Ἡρᾶς τετρᾶς βορρᾶς περισπᾶται. τὸ δὲ τετράς τετράδος συστέλλεται. * Τὰ εἰς σας βαρύνεται, εἰ μὴ ἀπὸ συμβεβηκότος εἴη Χρύσας, | |
Βαρβύσας, Κέρσας, Πετίσας, Ἀπέσας ὄρος τῆς Νεμέας ὡς Πίν‐ | 56 | |
3,157 | δαρος καὶ Καλλίμαχος ἐν τρίτῃ, ἀπὸ Ἀφέσαντος ἥρωος βασιλεύσαντος τῆς χώρας ἢ διὰ τὴν ἄφεσιν τῶν ἁρμάτων ἢ τοῦ λέοντος. ἐκεῖ γὰρ ἐκ τῆς σελήνης ἀφείθη. Καλλίμαχος ἐν τοῖς ἰάμβοις (fr. 82 Bentl.) καὶ τὸ ἔθνος Ἀπέσας φησί, | |
5 | κ’ οὐχ ὧδ’ Ἀρείων τῷ Ἀπέσαντι πὰρ Διΐ ἴθυσεν Ἀρκὰς ἵππος. τὸ δὲ τρεσᾶς ἀπὸ συμβεβηκότος. καὶ τὸ Γλισᾶς δὲ ἡ συνήθεια πε‐ ρισπᾷ. * Τὰ εἰς τας λήγοντα βαρύνεται, Σώτας, Μέτας Τυρρηνός, | |
10 | Τύντας, Κώστας, Ἀρχύτας, Εὐρώτας, Τελεύτας, Ὀφέλτας, Ἀκέλτας, Ἀμύντας· ἔστι καὶ ἔθνος Θεσπρωτικὸν Ἀμύνται «μένος πνείοντες Ἀμύνται». καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Ἠπειρωτῶν πολι‐ τείᾳ. τὸ δὲ Γονατᾶς παράλογον διὰ τὸν τόνον καὶ τὸ Φιλητᾶς, Κομητᾶς. | |
15 | * Τὰ εἰς φας λήγοντα βαρύνεται, Δέλφας, Ἄλφας, Ἄφας, Κύφας χωρίον τῆς Λακωνικῆς, Κορύφας, Ὑπέρφας, Περίφας, Ἀκύφας πόλις μία τῆς Λακωνικῆς τετραπόλεως, ὡς Θεόπομπος. Ὀνόφας. * Τὰ εἰς χας βαρύνεται, ῎Υρχας, Λέχας, Καλλίχας, Λίχας, | |
20 | Λάχας, Κάλχας, Τρύχας. Λυκόφρων γὰρ Τρύχας πόλιν Εὐβοίας μεταφράσας Τρύχαντα καλεῖ. Τὰ εἰς ας σύνθετα πάντα βαρύνεται, παιδοπίπας, εὐφαρέτρας, παρθενοπίπας, πατραλοίας, θυννοθήρας, βουβάρας ὅ ἐστι μέ‐ γας καὶ ἀναίσθητος, Εὐρυβίας, Πυθαγόρας, Παυσανίας. τὸ μέν‐ | |
25 | τοι χαλκοκράς ὀξύνεται ἀπὸ τοῦ παθητικοῦ παρακειμένου συντεθέν. τὸ δὲ φιλαπελλᾶς καὶ φιλοβορρᾶς τὸν τῶν ἁπλῶν ἐφύλαξε τόνον. Τὰ εἰς ας συνεσταλμένα ἀρσενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ δος κλίνεται, ὁ φυγάς καὶ ἡ φυγάς, ὁ Ἀρκάς—ὁ πολίτης καὶ ὁ ἥρως. Ἴστρος δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ | |
30 | δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν (ἄρκτῳ γὰρ ὑφ’ Ἥρας αὐτὴν ὁμοια‐ σθῆναι) ταύτης τυχεῖν τῆς προσηγορίας—καὶ ἡ Ἀρκάς. ἔστι καὶ | |
πόλις Κρήτης Ἀρκάδες ὡς Ξενίων ἐν Κρητικοῖς. Δημήτριος δὲ οὐκ | 57 | |
3,158 | Ἀρκάδας τὴν πόλιν, ἀλλ’ Ἀρκαδίαν φησί. Ὀλκάς ἔθνος Ἰβήρων τῶν ἐντὸς Ἴβηρος τοῦ ποταμοῦ. Πολύβιος ἐν τρίτῳ. Νουβάς ἔθνος Λι‐ βύης παρὰ Νείλῳ, οἳ καὶ Νοῦβαι καὶ Νουβαῖοι λέγονται, Ἑλλάς πό‐ λις Θεσσαλίας «πολλοὶ Ἀχαΐδες εἰσὶν ἂν Ἑλλάδα τε Φθίην τε» (Il. 9, 395). | |
5 | ἐκτίσθη ὑπὸ Ἕλληνος οὐ τοῦ Δευκαλίωνος, ἀλλὰ τοῦ Φθίου καὶ Χρυ‐ σίππου τοῦ Ἴρου. ἔστι καὶ ἄλλη πόλις Ἑλλάς κοίλης Συρίας. Παλ‐ λάς. ἐθάς. ἰκμάς παρὰ τὸ ἱκνεῖσθαι ἄνωθεν πρὸς ἡμᾶς ἀπὸ τοῦ Διὸς ὕοντος. μονάς. Ἐχινάς νῆσοι περὶ τὴν Αἰτωλίαν, αἳ καὶ Ἐχῖναι. λαμπάς. Δειράς δῆμος τῆς Λεοντίδος φυλῆς, πολυδειράς, ἀνα‐ | |
10 | δενδράς. Χοιράδες πόλις Μοσσυνοίκων. Ἑκαταῖος Εὐρώπῃ «Τιβα‐ ρηνοῖσι δὲ πρὸς ἥλιον ἀνίσχοντα Μοσσύνοικοι ὁμουρέουσι. ἐν δὲ αὐτοῖσι Χοιράδες πόλις». Λυμφάς πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ (c. 34, 6). Στροφάς νῆσοι πρὸς τῇ Ζακύνθῳ δύο. ἰσχάς. Στοιχάς νῆσοι τρεῖς πρὸς τῇ Μασσαλίᾳ. Πανεάς πολίχνιον Φοινίκης. δυάς. τριάς. | |
15 | ῥυάς. πλειάς. πελειάς «αἱ δὲ βάτην τρήρωσι πελειάσι» (Il. 5, 778), ἣ καὶ πελειά. Ἰάς Ἰλλυρίας μέρος. καὶ ἐθνικὸν θηλυκόν. Φθιάς, παρ’ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (v. 119) «Φθιὰς ὅμως». Διάς πόλις Λυκίας, ἣν Διάδης ἔκτισε. Σκιάς χώρα Ἀρκαδίας. Τρῳάς ἡ χώρα τοῦ Ἰλίου. Πεδιάς φυλὴ τῆς Ἀττικῆς. Μενουθιάς νῆσος Αἰθιοπίας. Θυνιάς | |
20 | νῆσος πρὸς τῷ στόματι τοῦ Πόντου καὶ ἄκρα. Ξυνιάς λίμνη, ἣν Βοι‐ βιάδα φασίν. Ἀπολλωνιάς. οὕτω τινὲς Κυπάρισσον πόλιν φασίν. καὶ ἡ Τροιζὴν οὕτως ἐκαλεῖτο, ἣ καὶ Ποσειδωνιάς. Κωλιάς ἄκρα Φα‐ ληροῖ, ὅπου καὶ Ἀφροδίτη Κωλιάς. ὁ δὲ τόπος ὀρθῶς καλεῖται. ἐκκεί‐ μενος γάρ ἐστι καὶ ὅμοιος ἀνθρώπου κώλῳ. Ἰξιάς πόλις Οἰνωτρῶν | |
25 | ἐν μεσογαίᾳ. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Ἰξιὰς πόλις, ἐν δὲ Μενεκίνη πόλις». Ἰδριάς πόλις τῆς Καρίας ἀπὸ Ἰδρίεω παιδὸς Καρός. Τιβε‐ ριάς πόλις τῆς Ἰουδαίας πρὸς τῇ Γεννησαρίτιδι λίμνῃ. Φαλωριάς πόλις Λοκρίδος. Δημητριάς πόλις Θεσσαλίας ἀπὸ Δημητρίου βασιλεύ‐ σαντος· βʹ Μακεδονίας. γʹ Περσίδος πρὸς Ἀρβήλῳ. Διοσκουριάς | |
30 | μία τῶν ἐν Λιβύῃ Λευκῶν νήσων. ἔστι καὶ ἑτέρα περὶ Πόντον, ἥ τις Σεβαστόπολις καλεῖται. καὶ πρότερον δὲ Αἶα ἐκικλήσκετο, ὡς Νικάνωρ. Μεθουριάς νῆσοι μεταξὺ Αἰγίνης καὶ Ἀττικῆς πλησίον Τροιζῆνος. Ἀνδροτίων πέμπτῳ Ἀτθίδος. Προυσιάς πόλις Βιθυνίας ἀπὸ Πρου‐ σίου τοῦ Ζηΐλα τῶν Βιθυνῶν βασιλέως ἡ Κίος πρότερον ὀνομασθεῖσα. | |
35 | Ἀφροδισιάς πόλις Κιλικίας, περὶ ἧς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τῷ περὶ Κιλικίας φησὶν ὅτι Ζώπυρός φησιν αὐτὴν ἀπὸ τῆς Ἀφροδίτης | |
κεκλῆσθαι, γράφων καὶ ἱστορίας. δευτέρα Ἰβηρίας πρὸς τοῖς Κελτοῖς. | 58 | |
3,159 | τρίτη νῆσος ἡ πρότερον Ἐρυθεία μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυδίας καὶ Καρίας. ἕκτη νῆσος Λιβύης πρὸς τῇ Κυρήνῃ. ἑβδόμη πόλις Λακωνική, μία τῶν ἑκατόν. ὀγδόη Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιοπίας. δεκάτη Κύπρου. | |
5 | εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. Τελ‐ μισσιάς, ἄκρα Λυκίας, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ ἐκ Βολογεσσοῦ βασιλέως ᾠκι‐ σμένη. Ἡφαιστιάς πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Κεραστιάς καὶ Κεραστίς ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν. τὸ μέν‐ | |
10 | τοι μέγας καὶ λᾶας «λᾶας ἀναιδής» (Δ 521) συστέλλοντα τὸ α ὅμως βαρύνονται, ἐπειδὴ οὐ διὰ τοῦ δος κλίνονται. ἡμάρτηται δὲ τὸ μέ‐ γας περὶ τὴν εὐθεῖαν, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ α ὤφειλεν ὀξύνεσθαι κατὰ τὸ Ἀρκάς φυγάς, ἢ βαρυνόμενον ἐκτείνειν τὸ α, ὧν οὐδέτερον ἔχει. καὶ διὰ τοῦτο οὐδὲ ἔσχεν ἀκόλουθον κλίσιν, μέγας γὰρ μεγά‐ | |
15 | λου φαμέν. ΒΙΒΛΙΟΝ γʹ. Πᾶν ὄνομα δισύλλαβον ἁπλοῦν εἰς ης καθαρεῦον ἀσυνάλειπτον βα‐ ρύνεται, εἰ μὴ ἔχοι πρὸ τέλους μόνον τὸ υ καὶ ἰσοσυλλάβως κλίνοιτο ἢ σύνθετα εἴη, Ναίης, Δάης Σκυθικὸν ἔθνος· λέγονται καὶ Δάσαι | |
20 | μετὰ τοῦ ς. Κλεύης, γλοίης, Βρύης. Τὸ δὲ Ὑῆς περισπᾶται ἔχον τὸ υ ὥσπερ καὶ τὸ Θυῆς, Κυῆς ἰσοσυλλάβως κλινόμενα. τὰ δὲ πε‐ ριττοσυλλάβως κλινόμενα βαρύνονται Γύης Γύητος βασιλεὺς τῶν Φρυ‐ γῶν, Μύης πόλις Ἰωνική. Ἑκαταῖος Ἀσίᾳ. τὸ δὲ λυῆς λυῆντος ἀπὸ τοῦ λυήεις· καὶ τὸ ζαής ὡς σύνθετον ὀξύνεται. παραιτητέον δὲ τοὺς | |
25 | βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς ν | |
περατωθείσης «ὦρσε δ’ ἐπὶ ζαῆν ἄνεμον» (Od. μ 313)· τοῦτο δὲ ἔδει | 59 | |
3,160 | χωρὶς τοῦ ν ζαῆ ὡς «ἀκραῆ Ζέφυρον» (β 421)· ἔστιν οὖν Αἰολικὸν τὸ μετὰ τοῦ ν καὶ ἔδει αὐτὸ Αἰολικῶς βαρύνεσθαι ὡς τὸ «αἰνοπάθη πατρίδ’ ἐπόψομαι» παρὰ Ἀνακρέοντι. ὁ δὲ Ἀρίσταρχός φησι περισπᾶ‐ σθαι καὶ οὕτως ἔχει ἡ παράδοσις. | |
5 | Τὰ εἰς βης δισύλλαβα παραληγόμενα φωνήεντι βαρύνεται Λάβης, λέβης, Κέβης, Κάβης, Χάβης, Σίβης, Ἰνδικὸν ἔθνος, Βύβης πό‐ λις κατὰ Πευκετίους καὶ τὸ ἐθνικὸν οἱ Βύβαι ὁμοφώνως ὡς Λοκροί καὶ Δελφοί. Νούβης ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. λέγονται καὶ Νουβαῖοι ὡς Σαβαῖοι καὶ Νουβάδες οἱ αὐτοί. | |
10 | τὸ δὲ κιβῆς περισπᾶται ἀπὸ τοῦ κιβέας. Τὰ εἰς γης δισύλλαβα βαρύνονται χωρὶς εἰ μή τι ἐκ συνθέτου κα‐ ταλελειμμένον εἴη ἢ παρώνυμον ἐπιθετικόν. τότε γὰρ περισπᾶται, ὅτε συναλήλιπται ἢ βραχείᾳ παραλῆγον ἰσοσυλλάβως κλίνοιτο. καὶ ἃ μὲν βαρύτονα, Μέγης «Τεῦκρον Μηριόνην τε Μέγην τ’ ἀτάλαντον Ἄρηϊ» | |
15 | (Il. Ο 302). τοῦτο ὁ μὲν Ἀρίσταρχος βαρύνει ὡς «Μέσθλην τε Γλαῦ‐ κόν τε» (Il. Ρ 216) καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης καὶ ἄλλοι περισπῶσιν ὡς Ἑρμῆν καὶ Ποδῆν. τὰ γὰρ εἰς ης λήγοντα, φασί, βαρύτονα δισύλλαβα, ἀπὸ βραχείας ἀρχόμενα, περιττοσυλλάβως κλίνε‐ ται, λέβητα, Λάχητα· εἰ δ’ οὐχ’ οὕτως ἐκλίθη, δῆλον, ὅτι περισπα‐ | |
20 | σθήσεται. ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου «Φυλλείδην τε Μέγητα» (Il. Τ 239), ὅτε μὴ οὕτως ἔχῃ, περισπασθή‐ σεται ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου πρὸς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἁπλῶς τὰ εἰς ης, ἀλλὰ τὰ ῥηματικὰ μὴ εἰς της λήγοντα τὴν προειρημένην | |
25 | ἀναδέχεται κλίσιν οἷον λέβης, Λάχης, Δάρης, Χάρης, πλάνης, πένης, Τρό‐ μης, Κράτης. πρόσκειται δὲ «μὴ εἰς της» διὰ τὸ δότης, πλύτης, θύτης. ἔπειτα πολλά ἐστι διχῶς κεκλιμένα. τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλάβως ἔκλινεν «πέρσεν δὲ πόλιν θείοιο Μύνητος» (Il. Τ 296)· ὁ δὲ Σοφοκλῆς ἐν Αἰχμαλωτίσιν ἰσοσυλλάβως «Μύνου Ἐπιστρό‐ | |
30 | φου τε», μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις· σημαίνει γὰρ καὶ τοὺς σπινθῆρας τοὺς ἐπικειμένους τοῖς λύχνοις ὡς παρὰ Καλ‐ | |
λιμάχῳ ἐν Ἑκάλῃ (fr. 4) | 60 | |
3,161 | ὁπότε λύχνου δαιομένου πυρόεντος ἄδην ἐγένοντο μύκητες. σημαίνει δὲ καὶ τοὺς ἀμανίτας τοὺς περὶ τὰ δένδρα γινομένους ὡς παρὰ Ἀντιφάνει «ὄπτα μύκητας πρινίνους τοῦσδε δύο» (Mein. fr. com. p. 557 | |
5 | ed. min.). σημαίνει δὲ καὶ τὸ μέρος τῆς λαβῆς τοῦ ξίφους «ἔνθα κρα‐ τεῖ τις, οὗ πεσόντος ἐκ Περσέως Μυκήνας συνέβη κτισθῆναι», σημαίνει δὲ καὶ τὸ αἰδοῖον τοῦ ἀνθρώπου, ὅπερ ἰσοσυλλάβως ἔκλινεν Ἀρχίλοχος (fr. 96 Bergk) ἀλλ’ ἀπερρώγασί μοι | |
10 | μύκεω τένοντες· καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι, δῆλός ἐστι Ἑκαταῖος οὕτως κλίνας· φησὶ γὰρ «καὶ ἐπαφήσας τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην εὗρεν ἀπο‐ πεπτωκότα». ὁ δὲ Ἄρατος περιττοσυλλάβως ἔκλινεν «ἢ λύχνοιο μύ‐ κητες ἀγείρονται περὶ μύξαν» (Dios. 244). καὶ μήποτε ταῦτα συναγω‐ | |
15 | νίζεται τῷ Ἀριστάρχῳ. καὶ γὰρ ταῦτα διχὼς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷς ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγης. Γύγης ἐπὶ τοῦ γίγαν‐ τος καὶ ἐπὶ τοῦ βασιλέως τῆς Λυδίας. Δράγγης ἔθνος Περσικῆς. Στράβων πεντεκαιδεκάτῃ (p. 721). Μόργης ἔθνος Ἰταλίας. Βρίγης ὁ κατοικήσας ἐν Μακεδονίᾳ, ἀφ’ οὗ Βριγία ἡ Τρωϊκή, τουτέστιν ἡ | |
20 | Φρυγία. Βρύγης ἔθνος Μακεδονικὸν προσεχὲς Ἰλλυριοῖς ὃ καὶ Βρύξ, Μίσγης ἔθνος Ἰβήρων. Ἑκαταῖος Εὐρώπῃ, Λίργης, Ἄργης κύριον «Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον» παρ’ Ἡσιόδῳ (Theogon. 140). τὸ μέντοι ἀργής ἐπιθετικὸν ὥσπερ καὶ τὸ ἀγής ἀπὸ συνθέτου καταλελειμμένον τοῦ ἀαγής ὁ μὴ κλώμενος. τὸ δὲ Μο‐ | |
25 | γῆς καὶ Δρογῆς ἰσοσυλλάβως κλινόμενα περισπᾶται. καὶ τὸ ἀργῆς ἐκ τοῦ ἀργήεις καὶ τὸ φθογγῆς ἐκ τοῦ φθογγήεις καὶ τὸ Αὐγῆς ἐκ τοῦ Αὐγέας. Τὰ εἰς δης δισύλλαβα μὴ διὰ τοῦ ους κλινόμενα ἢ τὸ ο παραλη‐ | |
γόμενα βαρύνονται, Πύδης πόλις καὶ ποταμὸς Πισιδίας ὡς παρὰ Ἀν‐ | 61 | |
3,162 | τιμάχῳ «καδδ’ ᾖα Πύδην ἐρόεντα» (fr. 79 Duebner) καὶ «Πύδητος τηλεκλείτου ποταμοῖο» (ibid). ᾅδης, Γράδης, Μένδης πόλις Αἰγύ‐ πτου παρὰ τὴν Λύκων πόλιν. Στράβων ιζʹ (p. 802), «καὶ Λύκων πόλις καὶ Μένδης, ὅπου τὸν Πᾶνα τιμῶσι καὶ τὸν τράγον» Πάνδης καὶ | |
5 | Σίνδης ἔθνη Ἰνδικά, Ἔσδης ἔθνος Ἰβηρικόν. Ἑκαταῖος Εὐρώπῃ. Ἴδης. Ὕδης, ἐξ οὗ ἡ πόλις Ὑδισσός. τὸ μέντοι ψευδής καὶ φρα‐ δής ἐπιθετικά. καὶ τὸ Ποδῆς καὶ Ῥοδῆς περιεσπάσθη, ὅτι τὸ ο παραλήγει. Τὰ εἰς ης ἀσυνάλειπτα βαρύνονται, Ἄνθης, Σκύθης ἔθνος Θρᾴ‐ | |
10 | κιον ἀπὸ Σκύθου παιδὸς Ἡρακλέους· τινὲς δὲ ἀπὸ τοῦ σκύζεσθαι. ὀρ‐ γιλώτατοι γάρ. «Σκύθης ὅμιλος» (Aeschyl. Prom. 415) καὶ «Σκύθην ἐς οἶμον» (ibid. v. 2) καὶ «Σκύθης σίδηρος» (Septem 799). ὅθεν τὸ ἀποσκυθίσαι τὸ τῷ σιδήρῳ τὰς τρίχας τεμεῖν. Σεύθης, Λάχης, Πάχης, λέσχης, Σάκης ἔθνος· τοὺς Σκύθας οὕτω φασίν, ἀπὸ τοῦ | |
15 | ὅπλου, ὅτι αὐτὸ εὕραντο. Μέλης ποταμὸς Σμυρναῖος, Μήλης ποτα‐ μὸς Κολοφῶνος, Πόλλης, Κόμης κύριον, Τρόμης πατὴρ Αἰσχίνου τοῦ ῥήτορος, Σάπης ἔθνος Θρᾴκης, λέγονται καὶ Σαπαῖοι καὶ Σάϊοι, τάπης, Βρύκης ἔθνος Θρᾴκης. λέγονται καὶ Βρυκεῖς καὶ Βρυκήϊοι, Μάκης ἔθνος μεταξὺ Καρμανίας καὶ Ἀραβίας. Βύζης, ἀφ’ οὗ κατά | |
20 | τινας Βυζάντιον ἐκτίσθη. Βούσης ἔθνος Μήδων· Ἡρόδοτος πρώτῃ (101). Κάλπης λιμήν. Τύμης πόλις Λιβύης. Γέτης Θρᾳκικὸν ἔθνος καὶ τὸ κύριον. Ῥιανὸς δὲ Γετηνοὺς αὐτούς φησι. Ἄστης ἔθνος Θρᾴ‐ κης. Ἀρτεμίδωρος. Κέλτης· οὕτως γὰρ Στράβων φησὶ τοὺς Κελτούς. Κώφης Ἰνδικὸς ποταμός, ὡς Στράβων «Χοάσπης εἰς τὸν Κώφην ἐμ‐ | |
25 | βάλλει» (p. 697) καὶ πάλιν «μετὰ τὸν Κώφην ὁ Ἰνδός, εἶτα ὁ Ὑδά‐ σπης, εἶτα ὁ Ἀκεσίνης καὶ ὕστατος ὁ Ὕπανις» (ibid.). Ἀριστοτέλης δὲ ἐν πέμπτῳ περὶ Ἀλεξάνδρου τὸν Κωφῆνά φησιν ὡς σωλῆνα. δό‐ της, πλύτης, θύτης, πράτης. τὸ μέντοι κριτής ὀξύτονον καὶ τὸ | |
ψαλτής δὲ Ἀττικῶς ὀξύνεται, ὡς ἱστορεῖ Ἀπολλόδωρος, καὶ ἔτι τὸ | 62 | |
3,163 | λῃστής ἀπὸ τοῦ ληϊστής τρισυλλάβου· διὸ ἔχει προσκείμενον τὸ ι. τὸ δὲ πότης ἀρσενικόν, τὸ δὲ ποτής θηλυκόν. τὸ μέντοι ψιλής παρ’ Αἰ‐ σχύλῳ ἐπιθετικόν. τὸ δὲ Πυθῆς συναλήλιπται. Τὰ εἰς ης δισύλλαβα μὴ ὄντα προσηγορικὰ ἢ ἐπιθετικὰ συναληλιμμένα βαρύνονται, | |
5 | ἔχοντα πρὸ τοῦ η ἢ ς ἢ ξ. Ξέρξης, Χρύσης. Μάσης πόλις Ἀργείων. Παυσανίας δευτέρῳ (c. 36, 2) «ὁδός ἐστιν ἐπὶ Μάσητα». Ὅμηρος «οἵ τ’ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν» (Β 562). λέγεται δὲ ἡ πόλις καὶ ἡ Μάσητος. Πέρσης τὸ ἔθνος. λέγεται καὶ Πέρσης ὄνομα. Βού‐ σης, Μάρσης, ἀφ’ οὗ Μαρσύα πόλις φοινίκης. τὸ δὲ κασῆς τὸ πι‐ | |
10 | λωτὸν ἱμάτιον περισπᾶται. τὸ δὲ Κισσῄς ὀξύνεται ὡς ἐπίθετον. Τὰ εἰς νης καὶ ρης δισύλλαβα ἁπλᾶ μὴ ἔχοντα κατ’ ἐπιπλοκὴν σύμφωνον βαρύνεται· εἰ δέ τι περισπασθῇ, τοῦτο κατὰ συναλοιφὴν ἐγέ‐ νετο ἢ ἰαμβικόν ἐστι καὶ ἰσοσύλλαβον. ὅσα δὲ ὀξύνεται εἰς ους ἔχει τὴν γενικὴν ἢ εἰς τος. τὰ βαρύτονα πένης, πλάνης, Μύνης, | |
15 | χλούνης, Φάνης. Τένης ὁ Κύκνου, Τύνης πόλις Λιβύης ἀντικρὺ Σικελίας, Κύνης ἔθνος Ἰβηρίας, Γένης ποταμὸς Καππαδοκίας παρὰ Σοφοκλεῖ, ὃς καὶ Γενήτης καλεῖται ἐκ τῆς γενικῆς ὡς τῆς Οἰδιπόδος Οἰδιπόδης καὶ τρίποδος τριπόδης. Σίνης ἔθνος. Ἄρης ὁ θεὸς παρὰ τὸ ἀρῶ καὶ ἀρῶμαι, ἔστι καὶ Ἄρης χωρίον Εὐβοίας. Θεόπομπος εἰ‐ | |
20 | κοστῇ τετάρτῃ Φιλιππικῶν. Δάρης· γέγονε δὲ ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸς γὰρ ἱερεῖ) καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέ‐ ρης. ἐτράπη οὖν τὸ ε εἰς α. ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ. Χάρης. Κάρης πατὴρ Κρυασσοῦ, Φάρης ἔθνος Βοιωτίας. Βέρης υἱὸς Μακεδόνος καὶ πόλις Θρᾴκης ὁμωνύμως. Κέρης ἔθνος | |
25 | τοῖς Ἴβηρσιν ὁμοροῦν. Κύρης πόλις. τὸ δὲ πρηνής εἰς ους ἔχει τὴν | |
γενικήν, τὸ δὲ Κουρής Κουρῆτος τὸ ἔθνος «Κουρῆτες τ’ ἐμάχοντο καὶ | 63 | |
3,164 | Αἰτωλοί». Ὅμηρος (Il. Ι 529) ὀξύνεται πρὸς διαστολὴν τοῦ «κού‐ ρητες Ἀχαιῶν (Il. Τ 248). τοῦτο γὰρ ἀπὸ τοῦ κόρος ὁ νέος κό‐ ρης ὡς ἰαμβικὸν κλίνεται διὰ τοῦ τος καὶ βαρύνεται ὡς πένης· καὶ τὸ ἔθνος δὲ οὐκ ἐχρῆν ὀξύνεσθαι, καθότι οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ | |
5 | ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι, ἀλλὰ συνεξωμοιώθη τῷ ἀδμής καὶ ἀβλής. «ἐκλήθησαν δὲ Κούρητες, ὡς Ἀρχέμαχος ὁ Εὐβοιεύς φησιν, ὅτι, ἐπεὶ οἱ πολέμιοι τῆς κόμης αὐτῶν δραττόμενοι τῆς ἔμπροσθεν κατέσπων αὐτούς, ὄπισθεν τοῦ λοιποῦ ἐκόμων, κειρόμενοι τὰ ἔμπροσθεν. ἔνιοι δὲ ἀπὸ ἥρωος τοὔνομα ἔχειν τὸ φῦλον, οἱ δὲ ἀπὸ ὄρους τοῦ Κουρίου | |
10 | τοὺς Κουρῆτας εἶναί φασιν, οἱ δὲ θηλυστολοῦντας ὡς αἱ κόραι τοὔ‐ νομα σχεῖν τοὺς περὶ τὴν Αἰτωλίαν φασίν. εἶναι γὰρ καὶ τοιοῦτόν τινα ζῆλον ἐν τοῖς Ἕλλησιν ὡς καὶ Ἰάονες ἑλκεχίτωνας εἰρῆσθαι καὶ κρω‐ βύλον καὶ τέττιγα ἐμπλέκεσθαι καὶ τοὺς περὶ Λεωνίδαν κτενιζομένους τὴν κόμην, ὅτ’ ἐπεξῄεσαν εἰς τὴν μάχην, καταφρονηθῆναι ὑπὸ Περ‐ | |
15 | σῶν». τὸ μέντοι σθενῆς, τεχνῆς, λαχνῆς, ζαχρῆς ἀπὸ συναλοιφῆς γίνονται· καὶ τὸ Φανῆς ἰαμβικὸν ἰσοσύλλαβον. Τὰ εἰς ης δισύλλαβα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον μετ’ ἐπιπλοκῆς συμφώνου ἑτέρου κύρια ὄντα ἢ προσηγορικὰ βαρύνεται, Μέσθλης, μάσθλης, Μάγνης ὁ πολίτης Μαγνησίας ὁμωνύμως τῷ οἰκιστῇ, Πί‐ | |
20 | γρης ὁ Τίγρης, Ὅπλης· Ὅπλητες δέ εἰσιν φυλὴ παλαιά, μία τῶν τεσσάρων τῶν ἀπὸ Ἴωνος παίδων, Πέτρης λιμήν τις. Μέμβλης, Βάμβλης, λάγνης, Πάσνης, Μάσνης ὀνόματα ποταμῶν, Τρί‐ σπλης ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ, Πάρνης τὸ ὄρος τῆς Ἀττι‐ κῆς. τοῦτο καὶ ἀρσενικῶς λέγεται. Ἀντιφάνης ἐν Πυραυνῷ «ἐς κόρα‐ | |
25 | κας· ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθ’ ὅλον»· καὶ θηλυκῶς ὡς παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις (v. 323) «βλέπε νῦν δευρὶ πρὸς τὴν Πάρ‐ νηθα». Ἴγνης ἔθνος οἰκῆσαν τὴν Ῥόδον, ὃ καὶ χωρὶς τοῦ ι λέγεται. Φάγρης πόλις Θρᾴκης· Ἑκαταῖος Εὐρώπῃ καὶ Θουκυδίδης δευτέρᾳ (c. 99). Βάβρης, Ἔγκρης, Σάτρης ἔθνος Θρᾴκης ὡς Ἑκαταῖος ἐν | |
30 | Εὐρώπῃ φησίν. Γόνδρης Θρᾴκιον ἔθνος. Νίγρης ποταμὸς Λιβύης καὶ ἔθνος, Γύμνης ἔθνος· ἐκλήθη δὲ ὅτι τῷ θέρει γυμνοὶ μένουσιν. εἴ τι δὲ περισπασθῇ, κατὰ πάθος γέγονε· τὸ γὰρ τεχνῆς, λαχνῆς, ζαχρῆς ἀπὸ συναλοιφῆς γίνονται. τὸ μέντοι γυμνής, χερνής, | |
ἀβλής, προβλής, ἀδμής, ἀκμής ἐπιθετικὰ ὄντα ὀξύνονται. | 64 | |
3,165 | Τὰ εἰς ης ἐπιθετικὰ δισύλλαβα εἰς ους τὴν γενικὴν ποιοῦντα καὶ μὴ παθόντα συγκοπὴν ὀξύνεται, ψευδής, πρηνής, ζαής, ἁλής, σα‐ φής, πρυλής, φραδής, νωθής. τὸ δὲ πλήρης βαρύνεται, πλει‐ ήρης γάρ, ὡς ξιφήρης, ὀλιγήρης. καὶ τὸ Ἄρης κύριον. | |
5 | Τὰ εἰς ης δισύλλαβα κύρια ἔχοντα υ ἐν τῇ παραληγούσῃ περισπᾶ‐ ται, Μυῆς, Θυῆς, Κυῆς· βαρύνεται δὲ τὸ Βρύης, Κύης, Γύης πε‐ ριττοσύλλαβα. τὸ γύης δὲ οὐ κύριον, ἔστι δὲ μέτρον τι γῆς καὶ μέρος ἀρότρου κατὰ Ἡσίοδον. Τὰ εἰς ης κύρια ἀπὸ ἐντελεστέρου περισπᾶται, Ἑρμῆς, Θαλῆς, | |
10 | Πυλῆς, Ποδῆς ὁ παρ’ Ὁμήρῳ (Ρ 590), Φαλῆς, Κισσῆς, Σωσῆς. * Τὰ παρὰ τὸ ἄω συντιθέμενα καὶ εἰς ης λήγοντα ὀξύνεται, ἀκραής, δυσαής, ὑπεραής. Τὰ παρὰ τὸ κλέος ἐπίθετα ὄντα ὀξύνεται, εὐκλεής, ἀκλεής, δυσκλεής. κύρια δὲ ὄντα ἐν μὲν τῇ ἐντελείᾳ βαρύνεται, ἐν δὲ τῇ | |
15 | συναιρέσει περισπᾶται, Ἡρακλέης, Ἡρακλῆς, Σωκλῆς, Προκλῆς, Σοφοκλῆς. ὡς καὶ τὰ εἰς εας Ἀρτεμέας Ἀρτεμῆς, Θαλέας Θα‐ λῆς, Ἀπελλέας Ἀπελλῆς. Τὰ εἰς ης ἀπὸ τῶν εἰς ηεις περισπῶνται, τιμῆς «τιμῆς ἔσεται» (Ι 605) οὕτως καὶ τὴν αἰτιατικὴν εἶπε «καὶ χρυσὸν τιμῆντα» (Il. Σ | |
20 | 475). τινὲς μὲν τὸ τιμῆς ὡς ἀπὸ τοῦ τιμήεις διὰ τοῦ ι γράφουσιν, ἀλλὰ λόγος ἐστίν, ὡς πᾶσα εὐθεῖα ἀρσενικοῦ ὀνόματος ἐν τῇ τελευ‐ ταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα ἐκφωνεῖ χωρὶς τοῦ Θρᾷξ. καὶ ἄλλως οἱ Δωριεῖς ἄνευ τοῦ ι προφέρονται τιμῆες χαρίες αἱματόες καὶ ἡμεῖς λοιπὸν προσθέσει τοῦ ι γράφομεν. τεχνῆς, δαφνῆς, φθογγῆς, | |
25 | σθενῆς, λαχνῆς, ζαχρῆς, ἀργῆς. τὸ δὲ «ὑψιπέτης» (Il. Μ 202) Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ «ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν» (Il. Θ 42) | |
οὕτως κεκλιμένον ὡσεὶ καὶ ἀπὸ τοῦ παντοπώλης παντοπῶλα. πρόδηλον | 65 | |
3,166 | δὲ κἀκ τῶν διαλέκτων. ὑψιπέτας γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς α, ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις· τινὲς μέντοι ἐτόλμησαν ὡς τὸ «τιμῆς ἔσεται» οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλ’ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν αἰτιατικήν, ἥτις ἐδίδασκε τὸ τῆς εὐθείας πάθος. ἐπὶ δὲ | |
5 | τοῦ ὑψιπέτης οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ. * Τὰ εἰς γης ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, Ποδάργης ἔθνος Θρᾴκης, Τεκτοσάγης ἔθνος Γαλατικόν· ὡς γὰρ Καππάδοκος Καππα‐ δόκης, οὕτω Τεκτόσαγος Τεκτοσάγης. Σαννίγης ἔθνος Σκυθίας τοῖς Ἀβασγοῖς παρακείμενον. | |
10 | Τὰ εἰς δης πατρωνυμικὰ ἢ ὡς πατρωνυμικὰ βαρύνεται, Πηλεί‐ δης, Ἀτρείδης, Κρονίδης, Θουκυδίδης. Ἰστέον δὲ ὅτι τὰ εἰς δης πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ πρὸ τοῦ δ ἔχει ἢ τὸ α ἢ τὸ ι. τὸ μὲν α οἷον Ἰλιάδης, Μενοιτιάδης, Πυλάδης, Ἀλκιβιάδης· Μιλτιάδης, Δημάδης ἐκ τοῦ Δημεά‐ | |
15 | δης· Ἀργεάδης ὁ Ἀργεῖος· Δειράδης, ἀφ’ οὗ δῆμος Δειράδες, Δολογκιάδης οἱ Δόλογκοι ἔθνος Θρᾴκης· Ἐνδυμιωνιάδης οἱ Ἐπειοί, Ἠλιάδης ὁ Ἠλεῖος, Βερενικιάδης ὁ Βερενικεύς, Παρο‐ πανισσάδης οἱ Παροπανίσσῳ ὄρει Ἰνδικῆς παροικοῦντες. Σκυμνιά‐ δης ἔθνος σὺν Γέταις. Εὔδοξος τετάρτῃ γῆς περιόδου «Σκυμνιάδαι καὶ | |
20 | Γέται». Βουτάδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Βούτου τοῦ Παν‐ δίωνος· λέγονται γὰρ δῆμοι πατρωνυμικῶς. Ἐροιάδαι δῆμος τῆς Ἱπ‐ ποθοωντίδος φυλῆς. Ἱπποταμάδαι τῆς Οἰνηΐδος, Κειριάδαι τῆς Ἱπποθοωντίδος, Λακιάδαι τῆς Οἰνηΐδος. Παμβωτάδαι Ἐρεχθηΐδος φυλῆς. Ὑβάδαι τινὲς τὸν δῆμον «Ὕβα» λέγουσιν. Οἰνειάδαι πόλις | |
25 | Ἀκαρνανίας πρὸς τῷ Ἀχελῴῳ ἡ καὶ Ἐρυσίχη· ἔστι καὶ ἑτέρα τῆς Οἰταίας πόλις Οἰνειάδαι. Πατριαργάδαι τόπος Περσικός. οἱ οἰκήτο‐ ρες ὁμοίως Πατριαργάδαι. Πασαργάδαι πόλις Περσική. Ἀπολλόδω‐ ρος ἀρσενικῶς φησιν, θηλυκῶς δὲ Διότιμος ἐν ἑξηκοστῷ πέμπτῳ παν‐ τοδαπῶν ἀναγνωσμάτων παρατιθέμενος Ἀναξιμένην ἐν μεταλλαγαῖς | |
30 | βασιλέων οὕτω γράφοντα «τὰς δὲ Πασαργάδας ἔκτισεν ὁ Κῦρος ἐφ’ οὗ | |
τόπου παραταξάμενος Ἀστυάγην ἐνίκησεν. ὀνομάζεται δὲ ἡ πόλις | 66 | |
3,167 | διερμηνευθεῖσα Περσῶν στρατόπεδον». ἔοικε δὲ ἀρσενικῶς καὶ θηλυ‐ κῶς εἰρῆσθαι, τάχα δέ, ὅπερ ἄμεινον, ἐπὶ τῆς πόλεως θηλυκῶς, ἐπὶ δὲ τῶν οἰκητόρων ἀνδρωνύμως. τῷ δὲ ι παραλήγεται ἢ μόνῳ ἢ μετὰ ἑτέρου φωνήεντος ἐν διφθόγγῳ ἢ ἀνεκφωνήτῳ. καὶ ἀνεκφωνήτῳ μὲν | |
5 | οἷον Μίνως Μινωΐδης καὶ συναιρέσει Μινῴδης καὶ ἥρως Ἡρωΐδης καὶ Ἡρῴδης, ἐν διφθόγγῳ δὲ οἷον Περιθοίδης καὶ Περιθοῖδαι δῆ‐ μος Οἰνηΐδος φυλῆς, Χολλεῖδαι δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ τὰ δὲ ἀπὸ τῶν εἰς ευς ὄντα πατρωνυμικὰ πάντα διὰ τῆς ει θέλουσι γρά‐ φεσθαι Πηλείδης, Ἀτρείδης, Αἰγείδης, Ὠρείδης. τὸ δὲ Ἀλ‐ | |
10 | κείδης ἀπὸ τοῦ Ἀλκαῖος τροπῇ τῆς αι διφθόγγου εἰς τὴν ει· ἔτι τὰ ἀπὸ τῶν εἰς ως Ἀττικῶν διὰ τῆς ει γράφονται Νείλεως Νειλείδης, Εὔνεως Εὐνείδης· καὶ τὰ ἀπὸ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικήν, εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ι γράφεται Εὐτυχίδης, Πλει‐ σθενίδης, Ἀχαιμενίδης, εἰ δὲ μακρᾷ παραλήγεται, διὰ τῆς ει Εὐή‐ | |
15 | ρης Εὐήρους Εὐηρείδης, Εὐκλείδης, Ἡρακλείδης, Χαρικλείδης· τύπου δὲ πατρωνυμικοῦ ἀπὸ τῶν εἰς ος ὄντα παρετάθησαν διὰ τῆς ει Λυσιθείδης, Κηκείδης, Καλλείδης, Ἀχιλλείδης, Ἐχεφυλλεί‐ δης, Σκυθρωπείδης, Θαρρελείδης, Φιλομηλείδης «Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς» (Od. ρ 134). Κυθνείδης. ι μόνῳ δὲ παραλή‐ | |
20 | γεται τὰ ἀπὸ τῆς εἰς ος εἴτε εὐθείας εἴτε γενικῆς ἢ ἀπὸ τῶν εἰς ης εἰς ου ἐχόντων τὴν γενικὴν γινόμενα πατρωνυμικά, Πριαμίδης, Ταν‐ ταλίδης, Ἑκτορίδης, Πελοπίδης, Κεκροπίδης, Μεμνονίδης, Φοινικίδης. Ἀστακίδης Πείσανδρος δεκάτῃ. Ἀρκασίδης ὁ Ἀρκάς· ὤφειλε μὲν Ἀρκαδίδης, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτως ἐγένετο καὶ τὸ | |
25 | θηλυκὸν Ἀρκασίς. Ἀρσακίδης ἔθνος ἀπὸ Ἀρσάκου, Δαρδανίδαι οἱ Δάρδανοι, Ἰδηΐδαι οἱ Ἰδαῖοι ἀπὸ τῆς Ἰδηΐς εὐθείας θηλυκῆς, Δρυΐ‐ δης ἔθνος Γαλατικὸν φιλόσοφον. Ἐρεβίδαι μέρος Λωτοφάγων· Φίλι‐ στος ὀγδόῳ. Ὀδρυσίδης ὁ Ὀδρύσης, Ἀδυρμαχίδης Λιβυκὸν ἔθνος ὡς Ἡρόδοτος (IV 168). Πηδασίδης ὁ Πηδασεύς. Τευθίδης ὁ οἰκῶν | |
30 | Τευθίδα πόλιν Ἀρκαδίας. Πισίδης ἔθνος βάρβαρον κατοικοῦν παρὰ τὴν Ἄσπενδον καὶ τὴν Κιλικίαν. εἴρηται δὲ ἀπὸ Πισίδου. συστέλλονται δὲ τοῦ Πισίδης καὶ Πισιδία αἱ δεύτεραι καὶ αἱ πρῶται· Πισιδικὴ δὲ καὶ Πισιδικὸν καὶ Πισιδεῖς μετὰ ἐκτάσεως τοῦ ι. Αἰθαλίδαι δῆμος τῆς | |
Λεοντίδος φυλῆς καὶ οἱ δημόται ὁμοφώνως, Βερενικίδαι ἀπὸ Βερε‐ | 67 | |
3,168 | νίκης τῆς Μάγα θυγατρός, γυναικὸς δὲ Πτολεμαίου δῆμος τῆς Πτολε‐ μαΐδος φυλῆς· καὶ ἄλλα ἐξηνέχθη πατρωνυμικῶς. Δαιδαλίδαι δῆμος τῆς Κεκροπίδος φυλῆς, Εἰρεσίδαι τῆς Ἀκαμαντίδος, Εὐπυρίδαι τῆς Λεοντίδος, Ἐχελίδαι δῆμος τῆς Ἀττικῆς, Ἰωνίδαι δῆμος τῆς Αἰγηΐ‐ | |
5 | δος φυλῆς, Κυνδατίδαι τῆς αὐτῆς, Κοθωτίδαι, Περρίδαι δῆμος τῆς Ἀντιοχίδος φυλῆς, Σημαχίδαι δῆμος τῆς Ἀττικῆς ἀπὸ Σημάχου· ἔστι δὲ Ἀντιοχίδος φυλῆς· Φιλόχορος δὲ τῆς Ἐπακρίας φησὶ τὸν δῆ‐ μον. Σκαμβωνίδαι δῆμος Ἀττικῆς Ἀντιοχίδος φυλῆς, Συβρίδαι δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, Βωταχίδαι τόπος Ἀρκαδίας ἀπὸ | |
10 | Βωτάχου. Φιλαΐδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Φιλαίου τοῦ Αἴαντος υἱοῦ καὶ Λυσιδίκης, τῆς Κορώνου τοῦ Λαπίθου, ὡς Πειραΐ‐ δης «Πειραΐδαο» (Δ 228)· τοῦτο γὰρ ἐν τέσσαρσι συλλαβαῖς προφέ‐ ρονται οἱ ἄλλοι. Τυραννίων δὲ τρισυλλάβως, λέγων ὡς ὅτι οὐδὲν πα‐ τρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλους διεσταλμένον τὸ ι ἀπὸ | |
15 | ἑτέρου φωνήεντος οἷον Πυθοίδης, Βοηθοίδης, Πηλείδης. οὐκ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλλάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡς ὅτι ἐντελές ἐστι τὸ κατὰ διάλυσιν τοῦ ι, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ι πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραΐδης ἐγένετο. ὠγενίδης ὁ ἀρχαῖος ἀπὸ | |
20 | Ὠγένου ἀρχαίου θεοῦ. Καὶ τὰ μητρωνυμικὰ δὲ διὰ τοῦ ι γράφεται, Λητοΐδης, Δαναΐδης, Νιοβίδης, ὅθεν τὸ Φιλομηλείδης κύριον λέγεται εἶναι· εἰ γὰρ ἦν μητρωνυμικόν, διὰ τοῦ ι ἐγράφετο ἄν· ἀλλ’ οὐδὲ Ὅμηρος ἀπὸ μητέρων σχηματίζει πατρωνυμικόν, ὥς φησι Διο‐ νύσιος. | |
25 | Ἔτι τὰ διὰ τοῦ ωδης βαρύνονται, εὐώδης, πετρώδης, δυσώ‐ δης, γεώδης, ὀνώδης, βοώδης, λιμώδης, κτηνώδης, πυρώ‐ δης, ἀμμώδης, γραώδης, σαρκώδης. * Τὰ εἰς κης κύρια βαρύνονται· Ἀρτάκης ὁ κατοικῶν Ἀρτάκην πόλιν Φρυγίας. Σοφοκλῆς δὲ ἀπὸ τοῦ Ἀρτακεύς εἶπε «τί μέλλει Ἀρ‐ | |
30 | τακῆς τε καὶ Περκώσιοι»· ἔστι δὲ καὶ κύριον Ἀρτάκης «ἠδὲ καὶ Ἀρτά‐ κεα, πρόμον ἀνδρῶν» (Apoll. Rhod. I 1047). Ἀριαράκης ἔθνος παρὰ τὴν Ἀριαράκην, πόλιν πρὸς τῇ Κασπίᾳ θαλάσσῃ ὡς λέσχη λέσχης, ἀράχνη ἀράχνης. Ὑδάρκης ἔθνος Ἰνδικόν. Ἀπασιάκης Μασσαγετῶν ἔθνος. Στράβων ἑνδεκάτῃ (p. 513) καὶ Πολύβιος δεκάτῃ (c. 48) «οἱ | |
35 | δ’ Ἀπασιάκαι νομάδες κατοικοῦσι μὲν ἀνὰ μέσον Ὤξου καὶ Τανάϊδος». | 68 |
3,169 | Δαδίκης ἔθνος Περσικόν. Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ὀξυδράκης ἔθνος Ἰνδικόν, ἀφ’ ὧν σώσας Ἀλέξανδρον Πτολεμαῖος σωτὴρ ἐκλήθη· οἱ δὲ ψεῦδος τὸ περὶ τῶν Ὀξυδρακῶν. Δερβίκκης ἔθνος πλησίον τῶν Ὑρκανῶν. Ἀπολλώνιος δὲ δὶς τὸ κ καλῶς γράφει. Κτησίας δὲ Δερ‐ | |
5 | βισσοὺς αὐτούς φησιν ἢ Τερβισσούς. Καππαδόκης. Ἡρόδοτος δέ φη‐ σιν (I 72). λέγεται καὶ Καππάδοξ καὶ Καππάδοκος. Καραμβύκης ἔθνος Ὑπερβορέων ἀπὸ ποταμοῦ Καραμβύκα ὡς Ἑκαταῖος ὁ Ἀβδηρί‐ της. Παυσάρκης ἔθνος ὑπὸ τὸν Καύκασον. Πολυδεύκης, Πολυ‐ νείκης. βαρύνεται δὲ καὶ ὅσα παρὰ ῥῆμα προσηγορικά, ἱερονίκης, | |
10 | Ὀλυμπιονίκης. τὰ δὲ ἐπίθετα ὀξύνεται πολυδευκής, πολυνει‐ κής πλὴν τῶν παρὰ τὸ ἀρκῶ αὐτάρκης, ποδάρκης. Τὰ εἰς λης βαρύνεται, εἰ διὰ τοῦ ητος ἢ διὰ τοῦ ου κλίνονται, Ἐπιάλης Ἐπιάλητος, οὗ χρῆσις παρὰ Σώφρονι οἷον «Ἡρακλῆς Ἠπιάλητα πνίγων» Κεφάλλης Κεφάλλητος ὄνομα κύριον, Ἀκέλης | |
15 | Ἀκέλητος ὄνομα ποταμοῦ· ἔστι καὶ πόλις Ἀκέλης καὶ ὁ πολίτης ὁμο‐ φώνως. Ἑλλάνικος δ’ εἶπεν «εἰς πόλιν Ἀκέλην»· ἐχρῆν δὲ Ἀκέλητα εἶναι. ἔοικε δὲ λέγεσθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέους καὶ Μαλίδος παι‐ δός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος. Ἀμέλης Ἀμέλητος ὄνομα ποταμοῦ, Τρεμίλης Τρεμίλου καὶ Τρεμίλητος, ἀφ’ οὗ ἡ Λυκία ἐκαλεῖτο | |
20 | Τρεμίλη ὡς Πανύασις ἔνθα δ’ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπ’ ἀργυρέῳ ποταμῷ παρὰ δινήεντι· τῆς δ’ ὀλοοὶ παῖδες Τλῶος Ξάνθος Πίναρός τε | |
25 | καὶ Κράγος, ὃς κρατέων πάσας ληΐζετ’ ἀρούρας. Ἑκαταῖος Τρεμίλας τοὺς κατοικοῦντας καλεῖ ἐν τετάρτῳ τῶν γενεαλο‐ γιῶν, Ἀλέξανδρος δὲ Τρεμιλέας «τελευτήσας τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν». Ἡρόδοτος δὲ Τερμίλας αὐτοὺς καλεῖ ἐν πρώτῳ (c. 173). ὁ δὲ χρησμὸς ὁ περὶ αὐτῶν Τερμιλέας αὐτούς φησι. | |
30 | Δημομέλης Δημομέλου. Ἀψίλης ἔθνος Σκυθικὸν γειτνιάζον Λαζοῖς, ὡς Ἀρριανὸς ἐν περίπλῳ τοῦ Εὐξείνου πόντου (p. 12). Μυτίλης ὁ οἰκιστὴς τῆς Μυτιλήνης· Δασκύλης ὁ υἱὸς Περιαύδου, ἀφ’ οὗ Δα‐ | |
σκύλιον πόλις Καρίας. Ὀζόλης ἔθνος. Λοκρῶν μοῖραι τρεῖς εἰσιν Ἐπι‐ | 69 | |
3,170 | ζεφύριοι Ἐπικνημίδιοι, οἱ καὶ Ὀπούντιοι ὧν ἦν Αἴας, καὶ Ὀζόλαι. φαι‐ νόλης, γενειόλης. τὸ δὲ ἀμελής, ἀφελής, καὶ ἀελλής καὶ ἀολλής ἐπίθετα καὶ εἰς ους ἔχουσι τὴν γενικήν. Ἔτι βαρύνονται τὰ παρὰ τὸ ὄλω, πανώλης, ἐξώλης, προώλης | |
5 | καὶ τὰ παρὰ τὸ πωλῶ παντοπώλης. * Τὰ εἰς μης βαρύνονται, Γιλγάμης ἔθνος Λιβύης· Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύ‐ μης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός | |
10 | καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμης· αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται. Ἔτι τὰ εἰς ανης κύρια, Τιγράνης, Ἰορδάνης, Ἐξοστάνης, Ἀϊάνης, Βαρδάνης, Ἀριστοφάνης, Θεοφάνης. τὸ δὲ ἐπίθετον | |
15 | θεοφανής ὀξύνεται. καὶ τὰ εἰς αννης διὰ δύο νν Ὀρθάννης. καὶ τὰ εἰς νης παραληγόμενα τῷ ρ. Βαστάρνης ἔθνος ὑπὲρ τὸν Ἴστρον οἰκοῦν. καὶ τὰ εἰς ης Περσικὰ πάντα, Ἀρταφέρνης, Ἰνταφέρνης. * Τὰ διὰ τοῦ ενης κύρια βαρύνονται, Δημοσθένης, Διογένης, Ἀντιγένης, Ἀριστομένης, Βορυσθένης πόλις καὶ ποταμὸς τοῦ | |
20 | Πόντου παρὰ τὴν Μαιῶτιν λίμνην καὶ Τάναϊν τὸν ποταμόν. οὕτως καὶ ὁ Ἑλλήσποντος πρὸ τῆς Ἕλλης ἐκαλεῖτο. ἔστι δὲ καὶ πόλις Ἑλλη‐ νὶς πρὸς ἑσπέραν Βορυσθένου τοῦ ποταμοῦ, Μιλησίων ἄποικος, ἣν οἱ μὲν ἄλλοι Βορυσθένην, αὐτοὶ δὲ Ὀλβίαν. κεῖται δ’ ἐν νήσῳ, ἣν ποι‐ οῦσιν ὅ τε Βορυσθένης καὶ Ὕπανις. ἀμένης ἀμένητος τὸ παιδίον διὰ | |
25 | τὸ μὴ ἔχειν μένος. τὰ δὲ ἐπίθετα ὀξύνεται, ἀμενής, εὐμενής, δυσ‐ μενής, ἀγενής. * Τὰ διὰ τοῦ ηνης ὀξύνονται, σαφηνής ὁ σαφής, παιδηνής ὁ παιδικός, γαληνής ὁ γαληνὸς τρόπος, δυσδηνής, ἀπηνής, προσ‐ | |
ηνής, δυσηνής. | 70 | |
3,171 | * Τὰ εἰς ινης κύρια βαρύνονται, Αἰσχίνης, Σμικρίνης, Λεπτί‐ νης, Θεοκρίνης, Μηκίνης, Ἀξίνης, Ἀψίνης, Σπασίνης ἀφ’ οὗ Σπασίνου χάραξ πόλις ἐν τῇ μέση τοῦ Τίγρητος Μεσήνῃ. Ἀκεσίνης ποταμὸς ὁ Τάναϊς. Ἀρκεσίνης· οὕτως ἀρσενικῶς Πολύβιος τὴν Ἀρ‐ | |
5 | κεσίνην πόλιν ἐν Ἀμόργῳ τῇ νήσῳ φησίν. Βαρδίνης ποταμὸς Συ‐ ρίας. τὸ δὲ ἀπινής ὁ ἀμόλυντος καὶ ἀκλινής ἐπίθετα καὶ εἰς ους τὴν γενικὴν ἔχει. Τὰ εἰς ονης βαρύνεται, Μηριόνης, Κεβριόνης ὁ Πριάμου. * Ἔτι τὰ εἰς υνης, Κερύνης καὶ τὰ εἰς ωνης τελώνης. | |
10 | * Τὰ εἰς ξης βαρύνεται, Ἀράξης ποταμὸς Ἀρμενίας καὶ Θεττα‐ λίας· οὕτως γὰρ ὁ Πηνειὸς ἐκαλεῖτο ἐκ τοῦ ἀράξαι. ἔστι δὲ καὶ ἔθνος Ἰλλυρίας, ὃ καὶ Ἄραξος λέγεται, ὡς Ἀλέξανδρος Κορνήλιος ἐν τῷ περὶ τῶν παρ’ Ἀλκμᾶνι τοπικῶς εἰρημένων. Σαΐξης ἔθνος παρὰ τῷ Ἴστρῳ. | |
15 | * Ἔτι τὰ εἰς πης Παντικάπης ποταμός, Ὑστάσπης ἔθνος Περσικόν. Ἔτι τὰ εἰς αρης, εἰ μὴ ἐπίθετα εἴη, Κυαξάρης, Παντάρης, Σωχάρης, Τυνδάρης, Ἀφάρης, Ἀμφιάρης, Καβάρης ὄνομα ποταμοῦ, Γανδάρης Ἰνδῶν ἔθνος. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ | |
20 | Γανδάριοι παρ’ αὐτῷ. Δουσάρης θεὸς παρὰ Ἄραψι καὶ Δαχαρηνοῖς τιμώμενος, ἀφ’ οὗ Δουσαρή σκόπελος Ἀραβίας. τὸ δὲ θυμαρής «ἔχει δ’ ἄλοχον θυμαρέα» (Il. Ι 336) καὶ «σκῆπτρον θυμαρές» (Od. ρ 199) ὀξύνεται· ἔστι γὰρ ἐπίθετον παρὰ τὸ θυμός καὶ ἀρῶ. * Τὰ εἰς ερης βαρύνονται, εἰ εἰς ητος τὴν γενικὴν ἔχει, Ὑπέρης | |
25 | Ὑπέρητος ὁ Λυκάονος υἱός, ἀφ’ οὗ Ὑπερησία πόλις τῆς Ἀχαΐδος, ὑψικέρης ὑψικέρητος ὁ ἐν ὕψει κεκτημένος τὰ κέρατα, τὸ δὲ ἀμε‐ ρής διὰ τοῦ ους κλινόμενον ὀξύνεται. Ἔτι τὰ διὰ τοῦ ηρης βαρύνονται, χαλκήρης, χρυσήρης, θυ‐ μήρης, ἔνθεν τὸ «θυμῆρες κεράσασα» (Od. κ 362), φρενήρης, | |
30 | τριήρης· ἔστι καὶ πόλις Συρίας, ὀλιγήρης, ποδήρης· τὸ δὲ ἀπη‐ | 71 |
3,172 | ρής ὁ ἀβλαβής Ἀπολλώνιος Ἀργοναυτικοῖς (I 556) «νόστον ἐπευφή‐ μησαν ἀπηρέα νισσομένοισι» οὐκ ἔστι τύπου τῶν διὰ τοῦ ηρης, ἐβαρύ‐ νετο γὰρ ἂν ὡς χαλκήρης, κωπήρης. Ἔτι τὰ διὰ τοῦ ωρης βαρύνονται, νεώρης, αὐτώρης, κατώ‐ | |
5 | ρης, ὑληώρης, μεσσώρης, Διώρης ὄνομα κύριον. Λυκώρης. ἡ δὲ Λυκωρέος γενικὴ παρὰ Καλλιμάχῳ (hymn. Apoll. 94) ἀπὸ τῆς Λυ‐ κωρεύς εὐθείας ἐκφέρεται. * Τὰ εἰς σης βαρύνεται, Ἀγχίσης, Ἀντίσης, Ἀμφίσης, Ἐρί‐ σης, ὄνομα κύριον, Κυρίσης ποταμὸς Κελτικῆς, Τιπανίσης, ἔθνος | |
10 | παρὰ τὸν Καύκασον. Ἑκαταῖος Εὐρώπῃ. Βασανίσης ἔθνος Θρᾴκιον, Ὀδρύσης ἔθνος Θρᾴκης· Στράβων ἑβδόμῃ (fr. 48), Λαπέρσαι· οὕτως οἱ Διόσκουροι ἐκλήθησαν Λᾶν πόλιν Λακωνικὴν ἑλόντες. Τὰ εἰς της ἁπλᾶ ἀρσενικὰ καθαρὸν ἔχοντα τὸ τ βραχείᾳ παραλη‐ γόμενα ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ἐργάτης, ἐλάτης, Ἰξιβάτης | |
15 | ἔθνος πρὸς τῷ Πόντῳ προσεχὲς τῇ Σινδικῇ. Ἑκαταῖος Ἀσίᾳ. Ἰαζα‐ βάτης ἔθνος παρὰ Μαιῶτιν, οὓς Σαυρομάτας φησὶν Ἔφορος. Σαρ‐ μάτης ἔθνος Σκυθικόν, Σαυρομάτης ἔθνος Ἰνδικόν. λέγονται καὶ Συρμάται, ὡς Εὔδοξος πρώτῳ «ποταμὸν τοῦ Τανάϊδος Συρμάτας κατοικεῖν». Γαλάτης ἔθνος πρὸς νότον τοῖς Παφλαγόσιν· ἀπὸ τῶν | |
20 | ἐν τῇ Κελτικῇ Γαλατῶν, οἳ πλανηθέντες πολὺν χρόνον καὶ καταλαβόν‐ τες τὴν χώραν οὕτως ὠνόμασαν. παρήχθη δὲ τὸ Γαλάτης ἐκ τοῦ Γάλ‐ λος ὑφέσει τοῦ ἑνὸς λ. Ἀβρινάτης Ποντικὸν ἔθνος καὶ μετὰ τοῦ ρ καὶ χωρὶς τοῦ ρ. Δαλμάτης ἔθνος Ἰταλίας. λέγονται δὲ καὶ Δελ‐ ματεῖς καὶ Δάλμιοι καὶ Δαλμιεῖς. Χαριμάτης ἔθνος πρὸς τῷ Πόντῳ. | |
25 | Παλαίφατος ἐν ἑβδόμῳ Τρωϊκῶν «Κερκετέων ἔχονται Μόσχοι καὶ Χαρι‐ μάται τοῦ Παρθενίου κρατέουσιν εἰς τὸν Εὔξεινον πόντον». καὶ Ἑλλά‐ | |
νικος ἐν κτίσεσιν ἐθνῶν καὶ πόλεων «Κερκετέων δ’ ἄνω οἰκέουσι Μόσχοι | 72 | |
3,173 | καὶ Χαριμάται, κάτω δ’ Ἡνίοχοι, ἄνω δὲ Κοραξοί». Ναβάτης ἀφ’ οὗ ἔθνος τῶν εὐδαιμόνων Ἀράβων. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. οἰκέτης, ὀφελέτης, φυλέτης, εὐνέτης, ἐρέτης, γενέτης, γαμέτης, Μακέτης ὁ Μακεδών, Ματυκέτης ἔθνος Σκυθικόν. | |
5 | Ἑκαταῖος Εὐρώπῃ. Μασσαγέτης ἔθνος Σκυθῶν, ἔνθα Κῦρος ἐτελεύ‐ τησε. Εὐεργέτης Σκυθικὸν ἔθνος. Στράβων (p. 724) ὃ καὶ Ἀριμα‐ σποί ἐλέγετο. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆς Ἀργοῦς χειμῶνος πνεύσαντος δια‐ σωθῆναι τὸ σκάφος καὶ οὕτω κληθῆναι. Θυσσαγέτης ἔθνος περὶ τὴν Μαιῶτιν λίμνην ὡς Ἡρόδοτος (IV 22). Τορέτης ἔθνος Ποντικόν. | |
10 | Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. Μυργέτης ἔθνος Σκυθικόν. Ἑκα‐ ταῖος Εὐρώπῃ. ἀρότης, ἀγρότης, δημότης, ὀμότης καὶ ξυνω‐ μότης, τοξότης, ἱππότης, δεσπότης. σεσημείωται τὸ εὑρετής· τὸ μέντοι ἀθλητής, μαθητής, ποιητής, μαχητής, ἐγγυητής, φοιτητής, τρυγητής, ἀκονητής, αὐλητής, πειρατής, θεατής, | |
15 | τορευτής, βραβευτής, χρυσωτής, σταυρωτής, βεβαιωτής, ζη‐ λωτής, διορθωτής ὀξύνεται, ὅτι οὐ βραχεῖαν ἔχει τὴν παραλήγου‐ σαν. Τὰ γὰρ εἰς της ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς φύσει μακρᾷ παρα‐ ληγόμενα ὀξύνεσθαι θέλει. οὐκ ἄρα ὑγιῶς Τυραννίων παροξύνει τὸ ἑεδνωτής σχηματισθὲν παρὰ τὸ «ἑεδνώσαιτο θύγατρα» (Od. β 53). | |
20 | μάχεται δὲ τὸ κυβερνήτης. τὸ γὰρ ἀήτης οὐ παρὰ ῥῆμα γέγονε. | |
τὰ γὰρ εἰς της φύσει μακρᾷ παραληγόμενα μὴ ῥηματικὰ βαρύνεται, κο‐ | 73 | |
3,174 | μήτης, πεδήτης, πλανήτης, ἀλήτης, λιμνήτης, ὑπηνήτης, κορυνήτης, νικήτης, κωμήτης, λιπερνήτης ὁ πρότερον πλού‐ σιος, ὕστερον δὲ πένης παρὰ τὸ λείπεσθαι ἐρνέων ἤγουν φυτῶν. Δαν‐ θαλήτης ἔθνος Θρᾳκικόν. Θεόπομπος μή. Δασσαρήτης ἔθνος Ἰλλυ‐ | |
5 | ρίας. Πολύβιος ὀγδόῳ. Δεκιήτης ἔθνος Ἰταλίας, ὡς Ἀρτεμίδωρος ἐν αʹ γεωγραφουμένων. Γαζήτης ἔθνος Γαλατῶν χρυσοφοροῦν. Σιδήτης, πολιήτης κατὰ πλεονασμὸν τοῦ η ὥσπερ μυθιήτης καὶ Κεραμιή‐ της καὶ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. Αἰγινήτης κατὰ τροπὴν ἀπὸ τοῦ Αἰγινάτης· ἔστι καὶ Αἰγινήτης πολίχνιον καὶ ποταμὸς Παφλα‐ | |
10 | γονίας· οὕτω καὶ Βεμβινήτης, ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ «δέρμα τε θήρειον Βεμβινήταο λέοντος» καὶ ἄλλως «καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος». καὶ Βαργυλιήτης, Μασσαλιήτης, Μα‐ λειήτης «Μαλειήτης τρύπανον αἰπολικόν». στρατιώτης, νησιώ‐ της, ταξεώτης, βοώτης, γαλεώτης. ἔστι δὲ καὶ Γαλεώτης ἔθνος | |
15 | ἐν Σικελίᾳ ἢ ἐν τῇ Ἀττικῇ ἀπὸ Γαλεώτου υἱοῦ Ἀπόλλωνος καὶ Θεμι‐ στοῦς, τῆς θυγατρὸς Ζαβίου, τοῦ βασιλέως τῶν Ὑπερβορέων. τινὲς δὲ ὅτι Γαλεῶται μάντεων εἶδος Σικελῶν. ἀγγελιώτης. Περκώτης. Μαλλώτης. Ἠπειρώτης. Κολώτης. ἀσκαλαβώτης, δεσμώτης, | |
δενδρώτης, λεσχηνώτης, ἀγρώτης καὶ ἐν πλεονασμῷ τοῦ ς ἀγρώ‐ | 74 | |
3,175 | στης ἀγροιώτης, μονώτης καὶ μονώστης. Μαιώτης ἔθνος Σκυθι‐ κὸν μέγιστον καὶ πολυάνθρωπον. ἔστι καὶ μαιώτης ἰχθῦς τις. Ἀρα‐ χώτης ποταμὸς Ἰνδικός, ὃς καὶ Ἀραχωτός. Ἀζειώτης ἔθνος τῆς Τρῳάδος, ὡς Ἑλλάνικος ἐν τοῖς περὶ Λυδίαν λέγει. ἔοικε δὲ τὸ πρω‐ | |
5 | τότυπον Ἄζεια εἶναι, ἵν’ ᾖ ὡς Μάρεια Μαρειώτης, Ῥάφεια Ῥαφειώ‐ της. λέγεται δὲ καὶ Ἀζειοί. Ἡρακλεώτης, Ῥαφανεώτης, Ἀμβρα‐ κιώτης, Πηλιώτης, Φθιώτης, Ἰταλιώτης, Σικελιώτης. ἀσπι‐ διώτης—τὸ δὲ προπετής, ἀκρατής, τριετής σύνθετα. Τὰ διὰ τοῦ ατης τὸ α μακρὸν ἔχοντα μὴ ὄντα ῥηματικὰ βαρύνεται, | |
10 | Εὐφράτης ποταμός, Νιφάτης ὄρος Ἀρμενίας. ἔοικε δὲ παρὰ τὸ νείφειν, ἀλλ’ ὀνοματικῶς διὰ τοῦ ι γράφεται. καὶ Πείσανδρος ἑβδό‐ μῳ «ταῦρον πρυμνώρειαν ἐϋσκόπελόν τε Νιφάτην». Ἰλαραυγάτης ὁ Ἴβηρ· Ἑκαταῖος Εὐρώπῃ. καὶ Ἰλαραυγάτης ποταμός. Ἀντεμνάτης, Βεμβινάτης, Μεσολάτης, Ναπάτης, Πισάτης, Ῥαβεννάτης, | |
15 | Ῥεσινάτης, Σπινάτης, Ζαιάτης, Βαιάτης, Ἐλεάτης, Τεγεά‐ της, Μαλεάτης. Ἀνδροτίων πέμπτῳ. Γυθεάτης, Σερρεάτης, Φε‐ νεάτης, Πανεάτης, Κορσεάτης, Ὑδρεάτης, Ὀρνεάτης, Ζε‐ λειάτης, Κορωνειάτης, Καυλωνειάτης, Ἐρευάτης πόλις Λυ‐ κίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Σπαρτιάτης κατὰ πλεονασμὸν τοῦ | |
20 | α ἀπὸ τοῦ Σπαρτίτης ὡς Κροτωνιάτης, Φαριάτης, Φασιάτης, Νω‐ νακριάτης, οἰκιάτης. Ἰάτης, Σκιάτης, Ἐρινιάτης κώμη Μεγαρί‐ δος. Παυσανίας αʹ (c. 44, 5) καὶ ὁ οἰκήτωρ Ἐρινιάτης διὰ τὸ προ‐ κατειληφός. Βρενθιάτης ποταμὸς Ἀρκαδίας. Αὐταριάτης ἔθνος Θεσπρωτικόν. Χάραξ ἐν ἑβδόμῃ χρονικῶν καὶ Φαβωρῖνος ἐν παντοδα‐ | |
25 | παῖς καὶ Ἐρατοσθένης. Γενοάτης, Θεισοάτης, Λυκοάτης, Μεσ‐ σοάτης, Οἰάτης, Καρυάτης, Καφυάτης, Μωλυάτης, ἀγυιάτης. τὸ δὲ θεατής καὶ πειρατής ῥηματικὰ ὄντα ὀξύνεται. Τὰ εἰς ιτης τοῦ ι μακροῦ ὄντος καὶ ειτης βαρύνεται, πολί‐ | |
της, τεμενίτης, ἔστι καὶ λόφος ἐν τῇ Θρᾴκη πρὸς τῇ Τριβαλλῶν. | 75 | |
3,176 | ζευγίτης, στυλίτης, ἑρκίτης, Θερσίτης, ἔστι καὶ ἔθνος Ἰβηρικόν. Πολύβιος ἐν τρίτῳ. μεσίτης, στεφανίτης, πυρίτης, ὁδίτης, ἐπαλ‐ ξίτης, μαγνίτης, φεγγίτης, λυχνίτης, αἰθερίτης, ἀγρίτης, τοπίτης, χωρίτης· Σοφοκλῆς Αἰγεῖ «ἐκλύομεν. οὐκ ἔγωγε χωρίτην | |
5 | γ’ ὁρῶ». καὶ ἐν Ἡρακλεῖ «τρέφουσι κρήνης φύλακα, χωρίτην ὄφιν». καὶ Αἰσχύλος ἐν Λέοντι σατυρικῷ «ὁδοιπόρων δήλημα, χωρίτης δρά‐ κων». καὶ Ἀπολλώνιος ἐν τῷ Κανώβῳ «τέρψει δὲ νηῶν ὁ γλυκύς σε χωρίτης πλόος κομίζων δῶρα πλουσίου Νείλου». | |
10 | ἑδρίτης, Ὠρίτης ἔθνος Ἰνδῶν αὐτόνομον. Στράβων πεντεκαιδεκάτῃ (p. 720) «τῷ ὁρίζοντι αὐτοὺς ἀπὸ τῶν ἑξῆς Ὠριτῶν· Ἰνδῶν δέ ἐστι καὶ αὕτη μερίς, ἔθνος αὐτόνομον». καὶ Ἀπολλόδωρος δευτέρῳ «ἔπειτα Ὠρίτας τε καὶ Γεδρωσίους, ὧν τοὺς μὲν Ἰνδοὺς ὡς ἐνοικοῦντας πέ‐ τραν ....» Ὑθμίτης ἔθνος πρὸς τοῖς Λιβυρνοῖς καὶ Συωπίοις, ὥς | |
15 | φησιν Ἑκαταῖος Εὐρώπῃ. Αὐσχίτης ἔθνος Λιβύης ὑπὲρ Βάρκης, Ἀπολ‐ λόδωρος περὶ γῆς δευτέρῳ. Ἀμαλεκίτης ἔθνος Ἑβραϊκόν. Αὐαλί‐ της κόλπος ἐν δεξιοῖς μέρεσι τῆς Ἐρυθρᾶς θαλάσσης. Ἀμμανίτης διὰ δύο μμ γένος τῶν Ναβαταίων Ἀράβων ὡς Ἰώσηπος (Ant. Iud. 1, 11, 5) ἐκλήθησαν δὲ ἀπὸ Ἀμμάνου τοῦ παιδὸς Λώτου καὶ τῆς νεωτέ‐ | |
20 | ρας θυγατρός. Ἀμανίτης ὁ οἰκήτωρ Ἀμάνου ὄρους πρὸς τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθήκοντος. Αὐσονίτης. Λυκόφρων «παρ’ Αὐσονίτην Φύλαμον δομήσεται» (v. 593). Βοιίτης. Γεβεωνίτης ἔθνος πλησίον Ἱεροσολύμων, ὡς Ἰώσηπος (A. I. 1, 2). Γολομίτης ἔθνος τῆς Ἰδου‐ μαίας. Διοχίτης κώμη Αἰγύπτου, ἐν ᾗ τέθαπται .... Ὄσιρις. ἐθνι‐ | |
25 | κὸν τὸ αὐτὸ Διοχίτης. Ἁρματίτης ἐθνικὸν Ἁρμάτων πόλεως πλη‐ θυντικῶς Ἰνδικῆς ὡς τοῦ ἕρμα ἑρματίτης· ἔστι καὶ πόλις Ἁρματίτης. Ἐπαρίτης ἔθνος Ἀρκαδίας, περὶ οὗ Ξενοφῶν καὶ Ἔφορος καὶ Ἀν‐ δροτίων φασίν. Εὐωνυμίτης ἔθνος Αἰγύπτιον πρὸς τῇ Αἰθιοπίᾳ. Ἀλέξανδρος Αἰθιοπικῶν πρώτῳ. Ἰβηρίτης ὁ καὶ Ἴβηρ ἔθνος. Παρ‐ | |
30 | θένιος ἐν Λευκαδίᾳ «Ἰβηρίτῃ πλεύσει ἐν αἰγιαλῷ». Νεφθαλίτης ἔθνος κρατῆσαν τῆς ἕω, ὡς Ἰώσηπος (A. I. 5, 1). Ὁμηρίτης ἔθνος Αἰθιόπων. Ὀρβίτης ἔθνος Ἰνδικόν, ὡς Ἀπολλόδωρος δευτέρῳ, περὶ Ἀλεξάνδρειαν. Σαυνίτης τῶν Ἰαπύγων ὅμορος. Τρωΐτης ποταμὸς Αἰγύπτου. ἀστίτης. Σοφοκλῆς Ἀλεξάνδρῳ «οὐ γάρ τι θεσμὰ τοῖσιν | |
35 | ἀστίταις πρέπει» καὶ «βοτῆρα νικᾶν ἄνδρας ἀστίτας. τί γάρ;» ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ προαστίτης. οὐ γὰρ παρὰ τὸ προάστιον· ἦν γὰρ προαστεύς ὡς Δουλιχιεύς, ἢ προάστιος ὡς Βυζάντιος. οὕτω γὰρ καὶ τὸ θηλυκὸν εὑρίσκεται προαστία γῆ ἐν Φρίξῳ Σοφοκλέους «ὅρια κελεύθου τῆσδε γῆς προαστίας». ἀσπιδίτης. Σοφοκλῆς ἐν Ναυπλίῳ | |
40 | καταπλέοντι «ἀλλ’ ἀσπιδίτην ὄντα καὶ πεφραγμένον». παραιγιαλί‐ | |
της ἰχθῦς παρὰ τὸν αἰγιαλὸν εὑρισκόμενος ὡς Παρωκεανίτης, Πα‐ | 76 | |
3,177 | ραχελωΐτης. Σινωπίτης, Ἰοπίτης, Ἀκεσίτης, Παγασίτης, Ἀκμονίτης, Ἀβδηρίτης, Γαβαλίτης, Διολκίτης, Μεμφίτης, Ναυκρατίτης, εὐρείτης, βαθυρρείτης, ἀκαλαρείτης ὁ ἡσύχως ῥέων. ἀκαλὸν γὰρ παρὰ Σικελοῖς τὸ ἥσυχον. ἱερείτης, Σαμαρεί‐ | |
5 | της, Ἀταρνείτης, Ἑλείτης, Ἁγνωνείτης, Μαρωνείτης, Καυ‐ κωνείτης, Δικαιαρχείτης, Ζελείτης, Ὠρείτης, ἀλείτης, ᾧ ἀντιπαράκειται τὸ ἀλοίτης. τὸ τραπεζίτης ἐπὶ μὲν τοῦ ἐν τῇ ἀγορᾷ διαπονουμένου διὰ τοῦ ι γράφεται, παρὰ γὰρ τὸ τράπεζα· ἐπὶ δὲ κυ‐ νός, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύς παρῆκται, διὰ τῆς ει διφθόγγου γράφε‐ | |
10 | ται· τοῦτο δὲ παρ’ Ἰβύκῳ εὕρηται κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η. Καὶ ὅσα παρώνυμα τὸ υ μακρὸν ἔχοντα βαρύνεται, πρεσβύτης, ἐλύτης, βασανύτης, ἁλκυονύτης, Ἀρχύτης, Πιδύτης, Αἰγύ‐ της ἐθνικόν, ὡς Παυσανίας, Κωβρύτης, Μωλύτης, Αἰπύτης, Πα‐ τρασύτης· τὸ μέντοι κωλυτής, μηνυτής ῥηματικὰ καὶ οὐ παρώνυμα. | |
15 | Τὰ εἰς οιτης ἰσοσύλλαβα βαρύνεται, Δαμοίτης, Μενοίτης, Θυ‐ μοίτης, Ἀγροίτης, Φιλοίτης, Λαοίτης, Ἀνεμοίτης, Ὀροίτης, Ἀνδροίτης, Σακοίτης, ἀλοίτης, Ζιποίτης βασιλεὺς Βιθυνίας· καὶ τὰ ἐθνικὰ Βουτοίτης ἐκ τοῦ Βουτοΐτης παρὰ τὴν Βουτὼ πόλιν Αἰγύπτου, Σαβοΐτης Σαβοίτης ὁ πολίτης τῆς Σαβοῦς, Κυβοίτης τῆς | |
20 | Κυβώ. * Τὰ εἰς ουτης βαρύνεται, Μαντούτης κατὰ συγκοπὴν παρὰ τὸ Μάντουα ὡς Ζελείτης παρὰ τὸ Ζέλεια. τριακοντούτης. * Τὰ εἰς της ἔχοντα τὴν παραλήγουσαν εἰς ἀμετάβολον λήγουσαν, ἀπρόσληπτα τοῦ ς κατὰ τὴν γενικήν, βαρύνεται, εἰ μὴ εἴη μετοχικά, | |
25 | ὑφάντης, ἀγύρτης, εὐφράντης, ὀξύντης, ἐγέρτης, ὀρίντης, αὐθέντης. Λαέρτης· ἔστι καὶ Κιλικίας χωρίον· Στράβων ιδʹ (p. 669) | |
Ἀλέξανδρος δὲ «καὶ ὄρος καὶ πόλις» φησί. Σιβύρτης· Βερεκύντης, | 77 | |
3,178 | ἀφ’ οὗ ἡ Βερεκυντία χώρα. Βισάλτης ὁ Ἡλίου καὶ Γῆς, ἀφ’ οὗ Βι‐ σαλτία πόλις καὶ χώρα Μακεδονίας. καὶ τὸ ἐθνικὸν ὁμοφώνως· ἔστι καὶ Βισάλτης ποταμός. Ἰαξάρτης ποταμὸς ὁ Τάναϊς. τὸ δὲ ἑκοντής, ἐθελοντής μετοχικά. παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τὸ καθαρτής, | |
5 | ἀμυντής ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, καλλυντής, πραϋντής. * Τὰ εἰς στης ῥηματικὰ πολυσύλλαβα ὀξύνεται, λυριστής, λεπι‐ στής, ὑβριστής, ἐρανιστής, Αἰτωλιστής ὁ αἰτωλίζων καὶ τὰ τῶν Αἰτωλῶν φρονῶν, Ἐορδιστής ἀπὸ τοῦ ἐορδίζω ὡς Λυδός λυδίζω | |
10 | Λυδιστής, δικαστής, ἡλιαστής, δανειστής, παλαιστής, χη‐ ρωστής παρὰ τὸ «χήρωσας δὲ γυναῖκα» (Il. Ρ 36). τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ «στείχων δ’ ἀγρώστην ὄχλον» παρώνυμον ὡς καὶ τὸ μονώτης μονώστης. Τὰ διὰ τοῦ εστης μὴ ὄντα ἐπιθετικὰ βαρύνεται, Ὀρέστης παρὰ | |
15 | τὸ ὄρος, Ὀφελέστης παρὰ τὸ ὄφελος, Θυέστης παρὰ τὸ θύος, Ἀκέστης. Διέστης—Παυσανίας δὲ Διάστας αὐτοὺς καλεῖ—Μακε‐ δονικὸν ἔθνος ὡς καὶ Ὀρέστης παρ’ Ἑκαταίῳ Εὐρώπῃ. Πενέστης καὶ Ἐθνέστης—ἀπὸ Ἐθνέστου τοῦ Νεοπτολέμου παιδῶν ἑνός, ὡς Ῥιανὸς δʹ καὶ εʹ—Θεσσαλικὰ ἔθνη. καὶ Κυρρέστης ἔθνος Συρίας, | |
20 | ὡς Πολύβιος πέμπτῳ· Δημήτριος δὲ ὁ Ἀντιγόνου τὸ Κυρήστης διὰ τοῦ η φησὶ καὶ καθ’ ὕφεσιν τοῦ ἑνὸς ρ. ὁμοίως δὲ τῷ Ὀρέστης βαρύνε‐ ται καὶ Πιάστης ἔθνος πρὸς τῷ Πόντῳ καὶ Προνάστης ἔθνος Βοιω‐ τίας «Βοιωτῶν δέ τινες τὸ πάλαι ἔθνος Προνάσται καλέονται». καὶ | |
Ἀσβύστης ἔθνος Λιβύης «οἵ τε Τρίτωνος ἐφ’ ὕδασιν Ἀσβύσταο» Καλ‐ | 78 | |
3,179 | λίμαχος Αἰτίων πρώτη. τὸ μέντοι κηδεστής καὶ ἀργεστής «ἄνεμος ἀργεστᾶο Νότοιο» (Λ 306) ἐπιθετικὰ ὀξύνονται. τὸ δὲ Κηδέστης ὄνομα κύριον βαρύνεται. Τὰ εἰς στης λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ | |
5 | ς, ὑπὲρ δύο συλλαβὰς ὄντα ὀξύνεται, ἑρπηστής, ὀρχηστής, τευ‐ χηστής, ἀλφηστής. τὸ ὠμηστής Ἀρίσταρχος ὡς ἀθλητής, Τυραν‐ νίων δὲ ὡς κομήτης, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἐπεκράτησε δὲ ἡ τοῦ Ἀριστάρχου προσῳδία. Τὰ εἰς ης πολυσύλλαβα παρώνυμα μεταθέσει τῆς εἰς ος εἴτε εὐθείας | |
10 | εἴτε γενικῆς εἰς ης γινόμενα βαρύνονται, Ἄραξος Ἀράξης ἔθνος Ἰλλυ‐ ρίας, Λάπιθος Λαπίθης ἔθνος Θεσσαλίας, εἴσπνηλος εἰσπνήλης ὁ ἐρώμενος, ἀγκυλόχειλος ἀγκυλοχείλης, Ἄσκαλος Ἀσκάλης, δάμα‐ λος δαμάλης «δαμάλης ἔρως», ἀπὸ τοῦ χαράξω Χάραξος Χαράξης, εὔπατρις εὐπάτριδος εὐπατρίδης εὐπατρίδου, ἑπτάπους ἑπτάποδος | |
15 | ἑπταπόδης παρ’ Ἡσιόδῳ, τρίπους τρίποδος τριπόδης, Οἰδίπους Οἰδίποδος Οἰδιπόδης. Γένης Γένητος Γενήτης λιμὴν καὶ ποταμὸς Καππαδοκίας. τὸ δὲ ἐθελοντής ἀπὸ τοῦ ἐθέλοντος καὶ ἑκοντής ἀπὸ τοῦ ἑκόντος γενικῆς μετοχῆς. τὸ δὲ νεοπτορθής παρὰ τὸ νεό‐ πτορθος καὶ πολυκλαδής παρὰ τὸ πολύκλαδος ὀξύνονται ὡς διὰ τοῦ | |
20 | ους κλινόμενα. Τὰ εἰς ης ἐπίθετα παρὰ ῥῆμα σύνθετα εἰς ους ποιοῦντα τὴν γενι‐ κὴν ὀξύνεται, εὐσεβής, ἀσεβής, εὐλαβής, θεοφιλής, αὐτοσφα‐ γής, ἀνηλεγής, ὅθεν τὸ «νίσσετ’ ἀνηλεγέως» (Apoll. Rhod. Α 785), δυσηχής, πολυηδής, λαθικηδής, οἰνοπληθής, ἀληθής, ἀναι‐ | |
25 | δής, θυμαρής, δυσαής, ζαχρηής, πολυσπειρής, νεοαρδής, | 79 |
3,180 | πρωτοπαγής, ἀριφραδής, διοπειθής, πολυδευκής, ἀϊδής «δυσμενέων δ’ ἀϊδής» λέγει Βακχυλίδης, οὗ τὸ οὐδέτερον ἀϊδές «τοῦ δὲ τάφον καὶ σῆμ’ ἀϊδὲς ποίησεν». Ἡσίοδος (Scut. 447), Ἀριφρά‐ δης δὲ καὶ Διοπείθης, Πολυδεύκης, Ἀΐδης τὰ κύρια βαρύνονται | |
5 | ὡς καὶ τὸ Ἀριστοφάνης Διομήδης. ὁμοίως ὀξύνονται καὶ τὰ εἰς τος τὴν γενικὴν ποιοῦντα, ἡμιθνής, ἡμιτρής, ἐπιβλής· διὸ καὶ παρὰ Ἀριστοφάνει (Vesp. 590) τὸ «ὁ μέγας οὗτος κολακώνυμος ἀσπι‐ δαποβλής», ὅ ἐστι ῥίψασπις, καίτοι ἐκ τριῶν συγκείμενον λέξεων, ὅμως ὀξύνεται· οὐ καλῶς οὖν τὸ ἐπιβλής βαρύνει Ἀρίσταρχος, ὅτι δο‐ | |
10 | κός ἐστιν. οὐ γάρ ἐστι βλής μονοσύλλαβον καθ’ ἑαυτὸ ἐπὶ ταύτης τῆς ἐννοίας, ἵνα ἐν συνθέσει βαρύνηται ὥσπερ τὸ Κρής Ἐτεόκρης. Βαρύ‐ νονται δὲ τὰ παρὰ τὸ ὄλω πανώλης, ἐξώλης, προώλης καὶ τὰ παρὰ τὸ ἀρκῶ αὐτάρκης, ποδάρκης—σημαίνει τὸν ταχὺν περὶ τὸν δρόμον ὁ τοῖς ποσὶ τοῖς ἑαυτοῦ ἐπαρκεῖν δυνάμενος πρὸς τὸ ὑπεκ‐ | |
15 | φυγεῖν ἢ διώκειν τοὺς πολεμίους. Ὅμηρος «ποδάρκης δῖος Ἀχιλλεύς» (Α 121). ἔστι δὲ καὶ ὄνομα κύριον. ὤφειλε δὲ εἶναι ποδαρκής ὀξυτό‐ νως ὡς ἐπίθετον, ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀρκῶ. γίνεται δὲ ἡ κλητικὴ πόδαρκες ὡς αὔταρκες· καὶ τὸ οὐδέτερον ποδαρκές ὀξυτό‐ νως, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ. σεση‐ | |
20 | μείωται δὲ καὶ τὰ παρὰ τὸ ἀντῶ προσάντης καὶ τὰ παρὰ τὸ ἅδω αὐθάδης. Τὰ μέντοι παρὰ ῥῆμα σύνθετα εἰς ου ἔχοντα τὴν γενικὴν βαρύνεται οἷον πωλῶ παντοπώλης, μετρῶ γεωμέτρης, τρίβω παι‐ δοτρίβης, ὀφείλω χρεωφείλης, βαίνω ναυβάτης, μισῶ ἐργομί‐ σης, τύπτω πατροτύπτης. τὸ μέντοι φιλαλήθης καὶ μισαλήθης | |
25 | καὶ εὐήθης καὶ κακοήθης παρώνυμά εἰσιν, οὐ παρὰ ῥῆμα. Τὰ παρ’ οὐδέτερα δισύλλαβα εἰς ος λήγοντα, μὴ τῷ η παραληγό‐ μενα, συντιθέμενα, εἰς ης λήγοντα, ἀρσενικὰ ὀνόματα ὀξύνεται ἐπιθε‐ | |
τικὰ ὄντα, εἶδος εὐειδής, βάθος «ἀγχιβαθής δὲ θάλασσα» (Od. ε 413), | 80 | |
3,181 | λέχος ἀγχιλεχής· Ἀντίμαχος «τό ῥά οἱ ἀγχιλεχὲς κρέματο περὶ πάσσαλον ἀεί», κράτος ἐγκρατής, γένος εὐγενής, ἀγενής, δυσγε‐ νής, προσγενής, τέλος εὐτελής, ἐντελής, μένος εὐμενής, δυσ‐ μενής, μέρος ἀμερής, κλέος δυσκλεής, τεῖχος εὐτειχής. τὸ δὲ | |
5 | »εὐτείχεα» (Il. Π 57) οὐ παρὰ τὸ εὐτειχής, ἀλλὰ παρὰ τὸ εὐτεί‐ χεος, ἀφ’ οὗ τὸ «δῷσι πόλιν Τροΐην εὐτείχεον ἐξαλαπάξαι» (Il. Α 129), κατὰ μεταπλασμὸν ὡς πυργοκέρατον πυργοκέρατα· τὸ η παρῃτησάμην διὰ τὸ εὐμήκης, ἐπιμήκης, συνήθης, κακοήθης, μεγακήτης, τὴν δισυλλαβίαν διὰ τὸ εὐμεγέθης, εὐστελέχης. τὰ δὲ παρὰ τὸ | |
10 | ἔτος παρ’ ἡμῖν μὲν ὀξύνονται, διετής, τριετής, παρὰ δὲ τοῖς Ἀθη‐ ναίοις βαρύνονται· οἱ γὰρ Ἀθηναῖοι διέτης, τριέτης, ἑξαέτης λέ‐ γουσι βαρυτόνως ὁμοίως τῷ εὐνέτης, οἰκέτης καὶ ἱκέτης, εἰ καὶ ταῦτα εἰς ου δίφθογγον ἔχουσι τὴν γενικὴν τῶν παρὰ τὸ ἔτος εἰς ους αὐτὴν ἐχόντων. οὐ μόνον δὲ περὶ τὸν τόνον πταίουσιν οἱ Ἀττικοὶ τοῖς παρὰ | |
15 | τὸ ἔτος βαρυτόνως αὐτὰ προφέροντες, ἀλλὰ καὶ περὶ τὴν κλίσιν. οἷον δωδεκαέται γὰρ λέγουσι τὴν εὐθεῖαν τῶν πληθυντικῶν, ἀπὸ ἰσοσυλλά‐ βου κλίσεως ποιούμενοι αὐτὴν ὥσπερ ὁ οἰκέτης τοῦ οἰκέτου οἱ οἰκέται, ὀφείλοντες εἰπεῖν οἱ δωδεκαέτεις ὥσπερ οἱ Δημοσθένεις· ὡσαύτως καὶ τὰ θηλυκὰ τούτων ὡς ἀπὸ ἰσοσυλλάβου κλίσεως ποιοῦνται· ὥσπερ γὰρ | |
20 | ὁ πολίτης τοῦ πολίτου καὶ ἡ πολῖτις τῆς πολίτιδος καὶ ὁ κυνηγέτης τοῦ κυνηγέτου καὶ ἡ κυνηγέτις τῆς κυνηγέτιδος, οὕτω καὶ ἀπὸ τοῦ τριακονταέτης τριακονταέτου ποιοῦσι τὸ θηλυκὸν ἡ τριακονταέτις τρια‐ κονταέτιδος, ὡς παρὰ τῷ συγγραφεῖ (Thucyd. I 87) «τῶν τριακοντα‐ ετίδων σπονδῶν» καὶ κατὰ κρᾶσιν τριακοντουτίδων, ὀφείλοντες εἰπεῖν | |
25 | ἡ τριακονταετής τῆς τριακονταετοῦς. τούτων οὕτως ἐχόντων «ὄτριχας οἰέτεας (Il. Β 765) ἀναγινώσκουσι κατὰ βαρεῖαν τάσιν, ἀλλ’ οὐδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες· «ἑξετέα γὰρ ἀδμήτην» (Il. Ψ 266) ἀναγινώσκουσιν ὡς εὐσεβέα. Τοῖς μέντοι ἐπιθετικοῖς ὀξυνομένοις συν‐ θέτοις παράκειται κύρια βαρύτονα «αὐτὰρ ὁ διογενής», ἀλλὰ Διο‐ | |
30 | γένης, «πολυνεικὴς δῖ’ Ἑλένα», ἀλλὰ Πολυνείκης, «παγκρατὴς ἀλήθεια» (Bacchyl. fr. 20)—Παγκράτης, «ὁ πλοῦτος εὐρυ‐ σθενής» (Pind. Pyth. V 1)—Εὐρυσθένης, εὐτειχής—Εὐτείχης | |
ὄνομα κύριον παρ’ Ἀλκμᾶνι «Εὐτείχη τ’ ἄνακτ’ Ἀρήϊον», τηλαυγής | 81 | |
3,182 | Τηλαύγης, Καλλισθένης, Δημοσθένης, Ἀντιγένης, Ἀριστο‐ μένης, Πυλαιμένης. οὐ μάχεται τὸ Εὐμενής· οὐ γὰρ πάντως τὰ μὲν κύρια ἀεὶ βαρύνεται, τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, ἀλλ’ εἴ που βαρύ‐ νεται τὸ κύριον, τὸ ἐπιθετικὸν ὀξύνεται. | |
5 | Τὰ παρὰ τὰ εἰς η λήγοντα θηλυκὰ συντιθέμενα καὶ εἰς ης περα‐ τούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι θέλει, ὅταν ἔχῃ οὐδετέρου παρασχη‐ ματισμὸν καὶ τὴν γενικὴν εἰς ους περατουμένην, εὐτυχοῦς εὐτυχές εὐ‐ τυχεῖς, εὐρυπυλοῦς εὐρυπυλές εὐρυπυλεῖς. οὕτως οὖν ἐχρῆν καὶ τὸ νεήκης παρὰ τὸ ἀκή συντιθέμενον. ὅμως μέντοι ἡ παράδοσις τὸ | |
10 | νεήκης καὶ ταναήκης βαρύνει κατὰ συνεκδρομὴν τοῦ εὐμήκης, μεγα‐ κήτης. Τὰ δὲ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ης γινόμενα μὴ ἔχοντα οὐ‐ δέτερον καὶ εἰς ου ἔχοντα τὴν γενικὴν βαρύνονται, ἀκειροκόμης, ἑλλανοδίκης, μισογύνης, κυανοχαίτης, κλυτοτέχνης. Τὰ εἰς ης παρὰ τὸ ἔργον ὀξύνεται, λεπτουργής, Ναξιουργής, | |
15 | Ἀττικουργής, Κορινθουργής. Τὰ εἰς ης ἀπὸ τῶν εἰς υς ὀξυτόνων μὲν ὀξύνονται, βριθύς ἐμβρι‐ θής, βαρύς ἀβαρής, ἡδύς ἀηδής, ἠΰς ἐνηής· οὕτως οὖν ὤφειλε καὶ τὸ ποδώκης ὀξυτονεῖσθαι, γινόμενον ἀπὸ τοῦ ὠκύς· ἀλλά φασιν εἰς ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης. παρὰ γοῦν τῷ | |
20 | Ἡσιόδῳ ἀνεγνώκασι «ποδωκὴς δ’ Ἀταλάντη (catal. XXVI Marksch.). τί οὖν ἐπὶ τοῦ Δόλωνος κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασι καὶ ἐπὶ τού‐ του; «ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης» (Il. Κ 316). τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνονται, πῆχυς τριπήχης, τετραπήχης. Τὰ εἰς ης σύνθετα μὴ ἀπὸ μονοσυλλάβων τὴν πρωτοτύπων τάσιν | |
25 | φυλάττει, ἐρανιστής ἀρχιερανιστής, δανειστής μισοδανειστής, λῃ‐ στής ἀρχιλῃστής, κορυστής ἱπποκορυστής, Ἀπελλῆς Φιλαπελ‐ λῆς, σαφής ἀσαφής, ἀντεραστής, φιλαθλητής, φιλοψευδής. σεσημείωται ἀληθής φιλαλήθης—ἐπειδὴ τὰ διὰ τοῦ ηθης σύνθετα παρώνυμα βαρύνεται οἷον ἦθος εὐήθης, συνήθης, κακοήθης, τούτοις | |
30 | συνεξηκολούθησε καὶ τὸ φιλαλήθης παναλήθης—καὶ δικαιοκρίτης, ὀνειροκρίτης, ἐπειδὴ παράλογός ἐστιν ἐν τῇ ἁπλότητι ἡ ὀξεῖα τάσις, | |
ὤφειλε γὰρ βαρύνεσθαι τὸ κριτής· τὸ δὲ ὑποκριτής, προκριτής, | 82 | |
3,183 | παρακριτής οὐ παρὰ τὸ κριτής, ἀλλὰ τὸ ὑποκρίνομαι, προκρίνω, παρακρίνω. τὸ δὲ Ἐτεόκρης καὶ ἑτερόγνης ἀπὸ μονοσυλλάβων συντέθειται· τὰ γὰρ μονοσύλλαβα ὀνόματα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον οἷον χθών αὐτόχθων, Θρᾷξ Σαμόθρᾳξ, παῖς εὔπαις χωρὶς | |
5 | τοῦ πτώξ πολυπτώξ. οὐκ ἀντίκειται ἡμῖν τὸ «Ποσειδάωνος ὑποδμώς» (δ 386)· παρέλκουσαν γὰρ ἔχει τὴν ὑπό πρόθεσιν. Τὰ εἰς της πολυσύλλαβα θηλυκὰ βαρύνονται, λογιότης, λευ‐ κότης, ποιότης, ἑνότης, ἰότης, ἰσότης, κουφότης, δανότης, ὀρσότης, λαμπρότης, ὁσιότης, γενναιότης, μεγαλειότης, | |
10 | κοσμιότης, κακότης, δασύτης, δριμύτης, γλυκύτης. σεσημείω‐ ται ταχυτής, βραδυτής, ἁδροτής, ἀνδροτής, δηϊοτής. καὶ τὰ παρ’ Ἀττικοῖς ὀξύτονα τραχυτής, κουφοτής. τὸ μέντοι ποτής καὶ ἑστής καὶ ἐσθής δισύλλαβα. τὸ δὲ νημερτής καὶ ἀψευδής ἐπίθετα. Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα (Il. Σ 46). | |
15 | ΠΕΡΙ ΤΩΝ ΕΙΣ ις ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ δʹ. Τὰ εἰς ις συνεσταλμένον τὸ ι ἔχοντα ἀρσενικὰ καὶ θηλυκὰ καὶ κοινὰ βα‐ | |
ρύνεται, ὄφις, ἔχις, Θέτις, ὄϊς, πάϊς, μάντις, Ἄλεξις, Πρύτανις. | 83 | |
3,184 | * Τὰ εἰς ις θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν ἁπλᾶ ἐκτείνοντα τὸ ι ἐπὶ τέλους ἔχουσι τὸν τόνον οἷον κνημίς, κρηπίς, σφραγίς, ἁψίς. * Τὰ εἰς ις λήγοντα καθαρόν, μόνως θηλυκά, ὀξύνεσθαι θέλει, Θαΐς, Λαΐς, Ἀμυκλαΐς, Ἀργαΐς νῆσος πρὸς τῇ Λυκίᾳ, Πτολε‐ | |
5 | μαΐς, Κωπαΐς λίμνη, Γερραΐς, Θηβαΐς καὶ χώρα καὶ γυνή, Κυρη‐ ναΐς, Ῥωμαΐς, Φωκαΐς, Δαναΐς, Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφ’ Ἡρακλέους ἀναιρεθεισῶν· πεσεῖν γάρ φη‐ σιν Ἀρριανὸς τὰς μάλιστα διαφερούσας Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. Πλαταιΐς, Τυμφαιΐς, | |
10 | Ἀχαιΐς, Κυταιΐς, Ἀκταιΐς, ληΐς, Κιρφηΐς, Βρισηΐς, Νηρηΐς, Ἀλαλκομενηΐς, ὅπερ οὐ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος, ἦν γὰρ Ἀλαλκηΐς, ἀλλ’ ὥσπερ Θησεύς Θησηΐς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκο‐ μενηΐς, Αἰθιοπηΐς, Αἰγηΐς φυλὴ τῆς Ἀττικῆς, Ἰδηΐς, Ἀλυβηΐς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ «ὅστις μὲν κελέβην Ἀλυβηΐδα μοῦ‐ | |
15 | νος ἀπηύρα» τουτέστι τὴν ἀργυρᾶν διὰ τὰ μέταλλα. Ἀμυρηΐς, Πα‐ ταληΐς, βασιληΐς, Οἰτηΐς, Βοιβηΐς, Καδμηΐς. ἐκαλεῖτο οὕτως ἡ Βοιωτία ὡς Θουκυδίδης (I 12), Βρυγηΐς, Παταρηΐς, Πελοπηΐς, Γολγηΐς, Μινυηΐς, Ῥοιτηΐς, Γρυνηΐς, Θυνηΐς, Δολοπηΐς ἡ χώρα τῶν Δολόπων, Λελεγηΐς. οὕτω πρῶτον Μίλητος ἐκαλεῖτο ἀπὸ | |
20 | τῶν ἐνοικούντων Λελέγων, ὡς Δίδυμος ἐν συμποσιακοῖς. Λιλυβηΐς, Λυκτηΐς, Δραγγηΐς, Ταμυνηΐς, Δρυοπηΐς, Δωτηΐς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν «αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ». Μελανηΐς· οὕτως ἐκαλεῖτο Ἐρέτρια ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. Δρυηΐς, Τριοπηΐς, Μακριηΐς, Ὑλληΐς, Μεγαρηΐς, Φυλληΐς, Φιλυρηΐς | |
25 | πλεονασμῷ τοῦ η παρὰ τὸ Φιλυρίς, Πλατηΐς νῆσος παρὰ τῇ Λυκίᾳ. | |
Ἐπειΐς, Τηλεβοΐς μοῖρα τῆς Ἀκαρνανίας ἀπὸ Τηλεβόου ἣ πρότε‐ | 84 | |
3,185 | ρον Ταφίων ἐκαλεῖτο. Εὐβοΐς, Τρωΐς, Ἀθωΐς, Ὁμολωΐς· Ὁμο‐ λωΐδες Θηβῶν πύλαι πρὸς τῷ ὄρει. Ἀχελωΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλλη‐ νικῶν ὀνομάτων, μή τις τὸ Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρ’ Ἡροδότῳ λεχθέντα παράθηται. ὡσαύτως δὲ καὶ Θμοῦις πόλις Αἰγύ‐ | |
5 | πτου, Σύϊς πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος ἐν τῇ αὐτῆς περιηγήσει, καὶ Κρῶϊς Ἀράβων πόλις βαρύνονται. Τούτῳ τῷ λόγῳ καὶ δαΐς ἡ μάχη ὀξύνεται, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο βεβαρυτονῆσθαι πρὸς ἀντιδια‐ στολὴν τοῦ ὀξυνομένου ὥσπερ καὶ τὸ ἀκρίς. τὸ δὲ Κράταιϊς δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν «βωστρεῖν δὲ Κρά‐ | |
10 | ταιϊν (Od. μ 124)· τάχα δὲ καὶ τοῦτο πρὸς διαστολήν. καὶ τὸ νηΐς μόνως θηλυκὸν ἐπὶ τῆς νύμφης ὀξύνεται, τὸ δὲ νῆϊς τὸ ἀρσενικὸν ἀντὶ τοῦ ἄπειρος οἷον «νῆϊς ἀέθλων» βαρύνεται. Τὰ εἰς ις βαρύτονα καὶ ἐν τῇ συνθέσει βαρύνονται, μῆτις πολύ‐ μητις, ἴδρις ἄϊδρις, πόλις φιλόπολις, χάρις εὔχαρις. | |
15 | Τὰ εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ συνθέσει φυ‐ λάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ μεταληπτικὰ γένοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως. τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον, σκελίς περισκελίς, νυχίς παννυχίς, τοῦ δὲ δευτέρου, | |
20 | ἐλπίς δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύνεται, τὸ δὲ με‐ λάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ εὐκλήϊς καὶ πολυκλήϊς καὶ μελαμψήφις βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις. καὶ γὰρ ἐπὶ Ἀμαζόνος ταγείη ἄν. καὶ τὸ εὐκνήμις ἀμέλει ἐπὶ Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ Θεσσαλικοῖς | |
25 | «τοὶ δ’ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδος Ἰτώνης». * Τὰ εἰς ις παρώνυμα ὀξύνονται, δρυμός Δρυμίς «Δρυμίδες νύμφαι», λόγος «Λογίδες σεμναί», φορμός «φορμίς· ἰσχάδιον» παρ’ Ἀλέξιδι. Κάδμος Καδμίς παρ’ Ἰβύκῳ «παρελέξατο Καδμίδι κούρᾳ», | |
Παρνασσός Παρνασσίς, Μολοσσός Μολοσσίς, Κηφισός Κηφισίς, | 85 | |
3,186 | Τευμησσός Τευμησσίς· τὸ ἄσις ἀντίκειται «τόσσην οἱ ἄσιν ἐφύπερθε καλύψω» (Φ 321)· ὑποπίπτει γὰρ ἑτέρῳ κανόνι· τὰ ἐπὶ τοῦ αὐτοῦ γέ‐ νους παραλαμβανόμενα καὶ ταὐτὰ σημαίνοντα ὁμοτονεῖ φήμη φῆμις, ἄση ἄσις. | |
5 | Τὰ εἰς ις πατρωνυμικὰ ἢ τύπον ἔχοντα πατρωνυμικῶν ὀξύνονται Πριαμίς, Τανταλίς, Τυνδαρίς ἡ τοῦ Τυνδάρεω, Ἑλικωνίς, Αὐ‐ σονίς, Βιστονίς, Ἀβαντίς, Εὐξαντίς καθ’ ὕφεσιν τοῦ α ἐκ τοῦ Εὐξαντιάς. Τὰ εἰς ις ὑποκοριστικὰ ἔχοντα ἐν ἴσαις συλλαβαῖς τὴν παραγωγὴν | |
10 | ὀξύνεται, θεραπαινίς, ἑταιρίς, λυρίς. τὸ δὲ Ἶφις ἀπὸ τοῦ ἶφι γενόμενον βαρύνεται. Τὰ εἰς ις ἐσχηματισμένα ἀπὸ βαρυτόνων μελλόντων ἢ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται καὶ συστέλλουσι τὸ ι, ποιήσω ποίησις, γνώσω γνῶσις, πράξω πρᾶξις, ἕξω ἕξις, | |
15 | μέμψω μέμψις, λέξω λέξις· οὕτω καὶ ἅψω ἅψις ὤφειλεν εἶναι· ὅθεν Ἡσίοδος ἀναλογώτερον εἶπεν ἅψις βαρυτόνως «τρισπίθαμον δ’ ἅψιν τάμνειν δεκαδώρῳ ἁμάξῃ» (op. 424). ἔστιν οὖν εἰπεῖν ὅτι, ἐπειδὴ τὸ ἁψίς ἐκτείνει τὸ ι, ὡς δηλοῖ τὸ «μή πως ὡς ἁψῖσι λίνου ἁλόντε» (Il. Ε 487), τούτου χάριν καὶ ὀξύνεται. | |
20 | * Τὰ εἰς βις δισύλλαβα ὀξύνεται ἢ βαρύνεται· καὶ ὀξύνεται μὲν τὰ παρώνυμα οἷον λαβίς παρὰ τὸ λαβή καὶ ἐπιθετικὰ οἷον Λεσβίς καὶ ἐκτείνοντα τὸ ι οἷον βαλβίς· τὰ δὲ μὴ οὕτως ἔχοντα βαρύνεται, ἶβις, Ἄρβις ποταμὸς Ἰνδικῆς καὶ ἔθνος· λέγεται δὲ καὶ Ἄραβις. Νίβις πόλις Αἰγύπτου, Φλέγων ρμʹ Ὀλυμπιάδι, Τάβις πόλις Ἀραβίας. Ἑκα‐ | |
25 | ταῖος περιηγήσει Αἰγύπτου. Νάρβις Ἰλλυρίας πόλις. Ζόμβις πόλις τῆς Μηδίας. Χέμβις νῆσος ἐν Βουτοῖ, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου «ἐν Βουτοῖ περὶ τὸ ἱερὸν τῆς Λητοῦς ἐστι νῆσος Χέμβις ὄνομα, ἱρὴ τοῦ Ἀπόλλωνος· ἔστι δὲ ἡ νῆσος μεταρσίη καὶ περιπλέει καὶ κινέε‐ ται ἐπὶ τοῦ ὕδατος». | |
30 | Τὰ εἰς βις ὑπερδισύλλαβα ὀξύνεται ἢ προπαροξύνεται· ὀξύνεται τὰ παρώνυμα καὶ ἐπιθετικά, Νιοβίς, Λυκαμβίς, Περραιβίς, Κανω‐ | |
βίς, Ἐρεμβίς, Τορρηβίς «ἐν δὲ τῇ Τορρηβίδι ἐστὶν ὄρος Κάριος | 86 | |
3,187 | καλεόμενον καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ». σεσημείωται τὸ κάνναβις. τὰ δὲ κύρια ἢ προσηγορικὰ βαρύνεται, Ἀθάρραβις πόλις Αἰγύπτου. Ἑκαταῖος δ’ ἐν δευτέρῳ περιηγήσεως δι’ ἑνὸς ρ καὶ τοῦ μ «Ἀθάραμ‐ βις πόλις». Ἄθλιβις πόλις Αἰγύπτου. Νικάνωρ δ’ ὁ Ἑρμείου ἐν τῇ | |
5 | πρὸς Ἀδριανὸν γραφῇ διὰ τοῦ ρ φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων (p 802). ἔστι καὶ ἄλλη ἐν Ἀραβίᾳ. Ἴαβις πόλις τῆς Γαλαδίτιδος. Ἰώσηπος (A. I. 5, 2, 11 et 6, 14, 8). λέγεται καὶ Ἰαβισσός. Κάραμ‐ βις ἄκρα τοῦ Πόντου. Πνέβεβις πόλις Αἰγύπτου, Ψινέκταβις κώμη Αἰγυπτία. Νίσιβις πόλις ἐν τῇ Περαίᾳ τῇ πρὸς τῷ Τίγρητι. | |
10 | Φίλων ἐν Φοινικικοῖς Νάσιβις φησὶ διὰ τοῦ α. σημαίνει δέ, ὥς φησι Φίλων, νάσιβις τὰς στήλας. Δάνουβις ἢ Δάνουσις Ἴστρος ὁ ποτα‐ μός. ἑρμηνεύεται δὲ ὥσπερ τοῦ ἁμαρτεῖν ἔχων αἰτίαν. Ἄνουβις, κάνναβις. σημείωσαι τὸ καλλαβίς. Τὰ εἰς γις δισύλλαβα ὀξύνεται, εἰ μὴ ἄρχοιντο ἀπὸ τοῦ γ, αἰγίς, | |
15 | μαγίς, σφαγίς, σφραγίς, Βρυγίς. τὸ μέντοι Γέργις βαρύνεται· ἀπὸ τοῦ γ γὰρ ὥσπερ καὶ τὸ γέλγις γίγγις. ἔστι δὲ Γέργις πόλις Τροίας. λέγεται καὶ ἡ Γέργιθος εὐθεῖα ἀπὸ γενικῆς ὡς Τροίζηνος Ἔτι τὰ εἰς γις πολυσύλλαβα, στρατηγίς, ἁλουργίς, ἀμοργίς. τὸ δὲ ἄμοργις ἡ ὑποστάθμη βαρύνεται καὶ Μέσσωγις ὄρος Λυδίας. | |
20 | * Τὰ εἰς δις παρώνυμα ὀξύνεται, Μηδίς, Ἀσπενδίς «Ἀσπενδίδα γαῖαν». Λαρανδίς. τὰ δὲ ἄλλα βαρύνεται Βῖδις φρούριον ἐν τῇ τῶν Ταυρομενιτῶν χώρᾳ, Σάρδις πόλις Λυδίας, Βούσμαδις Ἰσαυρικὴ πόλις. * Τὰ εἰς ζις βαρύνεται, Ῥίζις ἄκρα μεγάλη, ἣν οἰκοῦσι Τρω‐ γλοδύται. | |
25 | Τὰ εἰς θις δισύλλαβα, εἰ μὴ μετάληψιν ἔχοι εἰς ἀρσενικὸν γένος, ὀξύνεται, πληθίς, Ἀτθίς, τηθίς ἡ πατρὸς ἀδελφή. Σκυθίς· οὕτω Δῆλον κεκλῆσθαι Νικάνωρ φησίν. Τευθίς πόλις Ἀρκαδίας. Παρθίς | |
χώρα Μακεδονίας. σεσημείωται τὸ Δένθις καὶ κόρθις καὶ Κρᾶθις. | 87 | |
3,188 | Λυκόφρων (v. 1021) «Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὄρος». καὶ Ὦφθις πόλις Λιβύης Αἰγύπτῳ περικειμένη. Τὰ εἰς θις ὑπερδισύλλαβα ὀξύνεται μὴ ὄντα ὀνόματα πόλεων Αἰ‐ γυπτίων, ἀκανθίς, κολοκυνθίς, ἀγαθίς. Ἠμαθίς χώρα ἡ νῦν | |
5 | Μακεδονία. Ἀσπαλαθίς νῆσος Λυκίας. λέγεται οὕτω διὰ τὰς ἐν αὐτῇ πεφυκυίας ἀσπαλάθους. Ἀψυνθίς χώρα. Ἐρυμανθίς, Οἰανθίς, Τι‐ ρυνθίς, Παρνηθίς, Πεπαρηθίς. τὸ δὲ Ταμίαθις καὶ Μένουθις κώμη πρὸς τῷ Κανώβῳ καὶ Τερένουθις, Θέρμουθις, Ἔλβονθις πόλις μεταξὺ Αἰγύπτου καὶ Κυρήνης, Φενέβηθις, Ἕρμωνθις πόλεις | |
10 | Αἰγύπτου βαρύνονται. Τὰ εἰς κις δισύλλαβα ὀξύνεται, Φωκίς χώρα περὶ τὸν Παρνασόν. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Φώκου τινός. κερκίς, χαλκίς. ἔστι καὶ πό‐ λις Εὐβοίας. Ἑκαταῖος Εὐρώπῃ «Χαλκὶς πόλις ἐστίν, ἣ πρότερον Εὔβοια προσηγορεύετο». ἐκλήθη δὲ ἀπὸ Κόμβης τῆς Χαλκίδος καλουμένης, | |
15 | θυγατρὸς Ἀσωποῦ. Ἐπαφρόδιτος δὲ μαρτυρεῖ ἐκεῖ χαλκὸν πρῶτον εὑ‐ ρεθῆναι «καὶ πρῶτοι χαλκὸν ἐκεῖ ἐνεδύσαντο οἱ Κούρητες οἱ μετὰ Διὸς ἐλθόντες, οὓς φύλακας τῆς νήσου καὶ τοῦ ἱεροῦ τῆς Ῥέας κατέλιπεν· ἀφ’ οὗ οἱ Χαλκιδεῖς ὠνομάσθησαν». μέμνηται δ’ αὐτῆς καὶ ὁ ποιητής «Χαλκίδα τ’ Εἰρέτριάν τε πολυστάφυλόν θ’ Ἱστίαιαν» (Il. Β 537). καὶ τὸ | |
20 | θηλυκὸν τοῦ ἐθνικοῦ ὁμώνυμον τῇ πόλει ὡς Φωκίς, Λοκρίς, ἡ χώρα καὶ ἡ γυνή. Ἑλλάνικος ἱερειῶν Ἥρας δευτέρῳ «Ἡρακλέης ἐκ Χαλκί‐ δος μετὰ Χαλκιδέων καὶ Ναξίων ἐν Σικελίῃ πόλεις ἔκτισε». ἔστι καὶ Χαλκίς πόλις Κορίνθου, Αἰτωλίας, ἀφ’ ἧς Ἀχελῷος ῥεῖ, καὶ πόλις ἐν Συρίᾳ κτισθεῖσα ὑπὸ Μονικοῦ τοῦ Ἄραβος, καὶ ἐν Σκυθίᾳ· ἔστι καὶ | |
25 | νῆσος ἔχουσα πόλιν ὁμώνυμον πρὸς τῇ Λέσβῳ. ἔστι καὶ ἐν Ἄθῳ ἄλλη Χαλκίς, ὡς Εὔδοξος τετάρτῳ «μετὰ δὲ τὸν Ἄθω μέχρι Παλλήνης, ἣ ἐπὶ θάτερα πεποίηκε κόλπον βαθὺν καὶ πλατὺν Χαλκίδα ἐπονομαζόμε‐ νον». ἔστι δὲ καὶ Χαλκίς ποταμός, ἀφ’ οὗ ἡ Χαλκῖτις νῆσος ἐκλήθη. φαρκίς, κηκίς. Γραικίς, Σακίς, Συκίς πόλις ἀπὸ τῶν συκῶν κα‐ | |
30 | λουμένη. οἱ τόποι γὰρ ἀπὸ τῶν ἐν αὐτοῖς ὄντων ὀνομάζονται, Κυ‐ πάρισσος, Ἐλαία, καὶ τύπῳ περιεκτικῷ Σικυών Μαραθών καὶ εἰς ους Δαφνοῦς, Κερασοῦς, Φηγοῦς, Μυρρινοῦς, Ἀχερδοῦς, Ἀγνοῦς, Σελι‐ νοῦς. οὐδὲν δὲ τῶν τοιούτων εἰς ις λήγει, Συκίς, ἀλλ’ ἐχρῆν ἢ Συ‐ κᾶς ὡς καὶ λέγονται, ἢ Συκῆν, ὡς Στράβων αὐτὴν λέγει, ἢ Συκοῦντα | |
35 | ἢ Συκῶνα λέγεσθαι. τὸ δὲ Κίκις βαρύνεται. ἔτι καὶ τὰ ὑπερδισύλλαβα, | |
παλλακίς, πινακίς, φαρμακίς. Ὑποχαλκίς πόλις Αἰτωλίας. | 88 | |
3,189 | Ἑκαταῖος Εὐρώπῃ. Ἀρσακίς, Ἀτρακίς, Φαιακίς, Ῥυνδακίς, Σαλμακίς πόλις Καρίας, Βυζακίς χώρα περὶ τὰς Σύρτεις ὡς Πολύ‐ βιος ἐν δωδεκάτῳ «σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερής». Ἰωλκίς, Τεμμικίς, Σελευκίς χώρα. ἔστι καὶ | |
5 | ποτηρίων εἶδος ἀπὸ Σελεύκου. Ναρθηκίς νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσι πρὸς τὴν πόλιν. Τὰ εἰς λις ἀπλᾶ ἔχοντα σύμφωνον κατ’ ἐπιπλοκὴν ἢ διπλασιασμὸν τοῦ λ ὀξύνεται, εἰ μὴ διὰ τοῦ θ κλίνοιτο ἢ πόλιν σημαίνοι, φυλλίς· ἔστι δὲ καὶ χώρα Θρᾴκης. Ἡρόδοτος ἑβδόμῃ (c. 113) «ἡ δὲ γῆ αὕτη | |
10 | περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς». ἔστι καὶ ποταμὸς Βιθυνίας Φυλλίς. κιγκλίς, θυλλίς ὁ θύλακος. Ὑλλίς τὸ θηλυκὸν ἐθνικοῦ παρὰ Καλλιμάχῳ ἀπὸ Ὑλλίδος Ἀργείας μιᾶς τῶν νυμφῶν καὶ Ἀπολ‐ λόδωρος Ὑλλὶς πρόκειται χερρόνησος ἡλίκη | |
15 | μάλιστα Πελοπόννησος, ὥς φασι ..... ............. πεντεκαίδεκα πόλεις ἔχουσα παμμεγέθεις οἰκουμένας. ἔστιν Ὑλλίς καὶ φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. Βυβλίς, ἀδελφὴ Καύνου, οὗ ἐρασθεῖσα φεύγοντος ἐκείνου ἀπήγξατο. οὕτω δὲ | |
20 | καὶ ἐκαλεῖτο Μῆλος μία τῶν Κυκλάδων ἀπὸ τῶν Βυβλίων Φοινίκων. Βρυλλίς χώρα ἐν τῇ Προποντίδι. τὸ δὲ Τράλλις πόλις Λυδίας πρὸς τῷ Μαιάνδρῳ ποταμῷ, καὶ τὸ Βύλλις πόλις Ἰλλυρίδος παραθαλασσία, τῶν μετὰ Νεοπτολέμου Μυρμιδόνων κτίσμα. καὶ τὸ δέλλις τὸ μικρὸν σφηκίον διὰ τοῦ θ κλίνεται. καὶ τὸ βάλλις δὲ βαρύνεται εἶδος ἄνθους, | |
25 | ὃ δοκεῖ ποιεῖν ἀναζῆν τὸν νεκρόν. Τὰ εἰς λις βραχείᾳ παραληγόμενα δισύλλαβα, εἰ μὴ ἀπὸ τοῦ π ἄρχοιτο μήτε ὑποκοριστικὰ εἴη, ὀξύνεται, βολίς, φολίς, σελίς, ψα‐ λίς, πυλίς ὑποκοριστικόν. τὸ δὲ πρύλις βαρύνεται ἡ ἔνοπλος ὄρ‐ | |
χησις ὥσπερ καὶ ἡ πόλις ἀπὸ τοῦ π ἀρχομένη. καὶ Τύλις πόλις | 89 | |
3,190 | Θρᾴκης τοῦ Αἵμου πλησίον, καὶ Σκόλις Ἀχαΐας πόλις καὶ Ψίλις πο‐ ταμὸς τῆς Βιθυνίας ἐκρέων εἰς τὸν Εὔξεινον πόντον. Τὰ εἰς λις δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα, εἰ παραλήγοιτο φύσει μακρᾷ χωρὶς α μακροῦ, ὀξύνεται, μηλίς ἡ μηλέα καὶ Μηλίς ἡ | |
5 | χώρα, δουλίς, Δαυλίς πόλις Φωκίδος. Ὅμηρος «Δαυλίδα καὶ Πα‐ νοπῆα» (Β 520). δαύλον δὲ τὸ δασύ. δασεῖα δὲ ἡ πόλις. Παυσανίας δὲ δεκάτῳ «ἀπὸ νύμφης Δαυλίδος» (c. 4, 7). οἱ δὲ ὕστερον Δαύλειάν φασι προπαροξυτόνως καὶ διὰ διφθόγγου. ἐναντιοῦται τὸ μαῦλις ἡ μάχαιρα καὶ τὸ τῆλις. τὸ δὲ τᾶλις ἡ μελλόγαμος τὸ α μακρὸν ἔχει. | |
10 | Ἔτι βαρύνεται καὶ τὸ Βᾶλις πόλις Λιβύης πρὸς τῇ Κυρήνῃ, ἀπό τινος Βάλεως, οὗ καὶ ἱερὸν ἔχει. καὶ μᾶλις. καὶ Ἦλις πόλις πρὸς τῇ Ὀλυμπίᾳ ἀπὸ Ἠλίου τοῦ Ταντάλου παιδός. ἔστι καὶ ἄλλη Ἀρκαδίας καὶ τρίτη Ἱσπανίας. καὶ ὗλις ἡ ὑλία. καὶ Βοῦλις πόλις Φωκίδος ἀπὸ Βούλωνος οἰκιστοῦ, Πῶλις πόλις Αἰγύπτου. καὶ αὖλις ἡ ἔπαυλις αἰο‐ | |
15 | λικῶς, Αὐλίς δὲ ἡ πόλις Βοιωτίας ὀξύνεται «καὶ Αὐλίδα πετρήεσσαν» (Β 496). ἡ δὲ αἰτιατικὴ «Αὖλιν τ’ ἔσφαγον» παρὰ τῷ Εὐφορίωνι (fr. 129 Mein.) ἀπὸ εὐθείας βαρυνομένης γέγονε· ἡ γὰρ εἰς ιν κατάληξις ἀπὸ βαρυτόνων ἐστίν, ἡ δὲ εἰς δα καὶ βαρυτόνων καὶ ὀξυτόνων. Τρύφων τὸ Αὐλίς παράγει παρὰ τὸ ἀλισθῆναι ἀλίς καὶ αὐλίς, ὅτι εἰς αὐτὴν | |
20 | ἠθροίσθησαν οἱ Ἕλληνες· βέλτιον ἀπὸ τῆς Αὐλίδος τῆς Εὐωνύμου τοῦ Κηφισσοῦ. Τὰ εἰς λις ὑπερδισύλλαβα εἰς α βραχὺ προπαραλήγοντα ἢ ὀξύνε‐ ται ἢ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅσα τυγχάνει ἐπιθετικώτερα, ἢ ἔχει τὴν πρώτην συλλαβὴν καταλήγουσαν εἰς ν ἀφώνου ἐπιφερομένου, | |
25 | Ἀτταλίς φυλὴ τῆς Ἀττικῆς, ἣν Ἀττάλῳ ἀνέθηκαν Ἀθηναῖοι, Αἰγια‐ λίς παρ’ Ἀλκμᾶνι, Αἰθαλίς, Οἰχαλίς, Φαρσαλίς, Δαιδαλίς, Θετταλίς· ἔστι καὶ θετταλίς ὑπόδημά τι ποιόν, ὡς Λύσιππος ἐν Βάκχαις, Ἀρδαλίς, Ἀρδαλίδες αἱ μοῦσαι ἐν Τροιζῆνι. Ἰταλίς, Κα‐ βαλίς τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὡς Στράβων (p. 630) «ἀπόγονοι δὲ | |
30 | Λυδῶν οἱ Κιβυρᾶται τῶν κατασχόντων τὴν Καβαλίδα». ὁ δὲ πολυίστωρ Ἀλέξανδρος Καβάλισσαν φησὶ τὸ θηλυκόν. Τανταλίς, Πανθαλίς ἡ θεράπαινα Ἑλένης, ἀγκαλίς, τὸ γὰρ γ ἐκ τοῦ ν, δενδαλίς. τὰ μέν‐ τοι προσηγορικὰ ἢ κύρια προπαροξύνονται, βούβαλις, δάμαλις, βαύκαλις. Νάρμαλις πόλις Πισιδίας, Κάβαλις πόλις πλησίον Κι‐ | |
35 | βύρας πρὸς νότον Μαιάνδρου. Στράβων τρισκαιδεκάτῃ (p. 629). Κά‐ ραλις πόλις Λιβυκή, Σάδαλις Αἰγυπτία πόλις, Σύαλις πόλις Μαστι‐ | |
ανῶν. σεσημείωται τὸ τροφαλίς ἐπὶ τυροῦ ὀξυνόμενον, ἧς χρῆσις | 90 | |
3,191 | παρὰ τῷ κωμικῷ Ἀντιφάνει ἐν τῷ «τροφαλίδας τε λινοσάρκους. μαν‐ θάνεις; τυρὸν λέγω», ἵνα εἴη αἰνιγματωδῶς λέγων λινοσάρκους ἤγουν λεπτὰς καὶ ἁπαλὰς τροφαλίδας τὸν τοιοῦτον τυρόν. τροφαλίδα δὲ ῥη‐ τέον διὰ τοῦ ο, οὐ τρυφαλίδα διὰ τοῦ υ. ἡ γὰρ λέξις εἴρηται παρὰ | |
5 | τὸ τρέφεσθαι, ὅ ἐστι πήγνυσθαι, ἐξ οὗ καὶ τρόφι κῦμα εἴρηται. χρῆσις δὲ τοῦ εἰρημένου τρέφεσθαι παρὰ τῷ ποιητῇ ἐν τῷ «μάλα δ’ ὦκα πε‐ ριτρέφεται κυκόωντι» (Il. Ε 903). Τὰ εἰς λις ὑπερδισύλλαβα παραληγόμενα η βαρύνεται, κάπηλις, κύβηλις ὁ πέλυξ, ἔπηλις τὸ πῶμα τῆς λάρνακος, τρόπηλις ἡ δέ‐ | |
10 | σμη τῶν σκορόδων. Μέτηλις πόλις πλησίον Ἀλεξανδρείας, Φασάη‐ λις πόλις τῆς Ἰουδαίας ὑπὸ Ἡρώδου κτισθεῖσα τοῦ πρώτου βασιλέως τῆς χώρας, τῷ ὀνόματι τοῦ ἀδελφοῦ, ὡς Ἰώσηπος ἐν αʹ τοῦ πρὸς Ῥω‐ μαίους πολέμου (c. 16), Ὕψηλις κώμη Αἰγύπτου, Φάσηλις νῆσος Παμφυλίας. τὸ μέντοι ἀγγεῖον ὀξύνεται. | |
15 | Τὰ εἰς δύο λλ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ ἐπιθετικὰ παρ‐ ώνυμα εἴη γενόμενα ἀπὸ τῶν εἰς ης, κορυδαλλίς, ἀναβαλλίς ἡ σφαῖρα, συκαλλίς, μοιχαλλίς, θρυαλλίς. Ἀκακαλλίς ἡ Μίνω θυγατήρ, τὸ μέντοι κάβαλλις βαρύνεται. Τὰ εἰς λις ὑπερδισύλλαβα, εἰ ἔχοι ἕν τι τῶν φύσει βραχέων ἢ τὸ ι ἢ | |
20 | τὸ υ βραχύ, ὀξύνεται, κυψελίς, βασιλίς, Αἰολίς, Ἐγχελίς, Κυβε‐ λίς· Πείσανδρος δεκάτῳ, Ἀργολίς, Ὀζολίς ἡ χώρα, Δασκυλίς, πηγυλίς «νὺξ γὰρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος πηγυλίς» (Od. ξ 475), Θηγυλίς ἐπίθετον Ἀθηνᾶς, γογγυλίς. τὸ μέντοι Ἄζιλις τὸ ζι μακρὸν ἔχει. ἔστι δὲ πόλις Λιβύης. τινὲς δὲ Ἄζιριν μετὰ τοῦ ρ | |
25 | λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁμοίως καὶ τὸ Ἄγρυλις προπαροξύνεται διὰ τὸ τοῦ υ μῆκος. καὶ τὸ Σισίγυλις πόλις μεγάλη πλησίον Κελτικῆς. τὸ δὲ Παμφυλίς ἐθνικὸν καὶ Τρι‐ φυλίς ὀξύνεται ὡς Αἰολίς Αἰτωλίς καὶ τὰ ὅμοια. Τὰ εἰς λις παρώνυμα τῷ ω ἢ διφθόγγῳ παραληγόμενα ὀξύνεται, | |
30 | Πακτωλίς, Αἰτωλίς, Ἰουλίς πόλις ἐν Κέῳ τῇ νήσῳ ἀπὸ Ἰουλίδος | |
κρήνης. τὸ Ἄδουλις πόλις Αἰθιόπων προπαροξύνεται καὶ τὸ ἀρτόπωλις. | 91 | |
3,192 | * Τὰ παρὰ τὸ πόλις συντεθέντα ὀνόματα προπαροξύνεται, Ἑρ‐ μούπολις Αἰγύπτου πόλις. εἰσὶ δὲ δύο καὶ μεγάλη καὶ μικρά. Χρυ‐ σόπολις ἐν Βιθυνίᾳ. Ἔφορος εἰκοστῷ τρίτῳ «παραδοῦναι τὴν Καλ‐ χηδονίων Χρυσόπολιν τοῖς συμμάχοις». καὶ Θεόπομπος ἐν πρώτῳ Ἑλ‐ | |
5 | ληνικῶν «ἀνήχθησαν εἰς Καλχηδόνα καὶ Βυζάντιον μετὰ τοῦ λοιποῦ στρατεύματος βουλόμενοι Χρυσόπολιν κατασχεῖν». ἔστι καὶ ἄλλη Κιλι‐ κίας, ὡς ὁ πολυίστωρ. Χυτρόπολις Θρᾴκης χωρίον. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ δευτέρῳ «παρῆλθεν εἰς Χυτρόπολιν, χωρίον ἀπῳ‐ κισμένον ἐξ Ἀφύτεως». Τρίπολις, πόλις Φοινίκης διὰ τὸ ἐκ τριῶν | |
10 | πόλεων ἔχειν ἀποικίας, Ἀράδου, Τύρου καὶ Σιδῶνος. ἔστι καὶ ἑτέρα Μακεδονίας καὶ ἄλλη Περραιβίας, καὶ ἄλλη Καρίας ἡ νῦν Νεάπολις, Μεσσηνίας καὶ Ἀρκαδίας καὶ Ἠπείρου καὶ ἄλλη Ποντική. Τετράπο‐ λις ἔχουσα δήμους καὶ πόλεις τέσσαρας Οἰνόην Προβάλινθον Τρικό‐ ρυνθον Μαραθῶνα. Ὑάμπολις πόλις Φωκίδος. Προξενούπολις | |
15 | περὶ Ναύκρατιν, Πυθόπολις Καρίας πόλις ἀπὸ Πυθοῦ περισπωμένως ὡς ἀπὸ τοῦ Ἑρμοῦ γενικῆς Ἑρμόπολις. ἔστι καὶ ἄλλη Πυθόπολις Μυ‐ σίας. Ὁδιούπολις χωρίον Ἡρακλείας πρὸς τῷ Πόντῳ. Δομίτιος Καλλίστρατος ἕκτῳ τῶν περὶ Ἡρακλείας. Ἡρακλεόπολις πόλις Αἰ‐ γυπτία. Παρθενόπολις Μακεδονίας πόλις ἀπὸ τῶν θυγατέρων Γρα‐ | |
20 | στοῦ τοῦ Μυγδόνος υἱοῦ. Ἱεράπολις μεταξὺ Φρυγίας καὶ Λυδίας πόλις, βʹ Κρήτης, γʹ Συρίας, ἣ καὶ Ἱερόπολις διὰ τοῦ ο. Περσέ‐ πολις πόλις Περσίδος. ἔστι καὶ ὄνομα κύριον υἱοῦ Τηλεμάχου. Καλ‐ λίπολις πολίχνιον Λαμψάκου ἐν τῇ περαίᾳ τῆς Χερρονήσου ἐπ’ ἀκτῆς κείμενον, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Βιθυνίας. ἔστι καὶ Σικελίας καὶ | |
25 | Καρίας. Νεάπολις πόλις Ἰταλίας· ἔστι καὶ ἄλλη Λιβύης καὶ ἄλλαι. Νικόπολις πόλις Ἠπείρου· ἔστι καὶ Βιθυνίας καὶ ἄλλη τῆς μικρᾶς Ἀρμενίας. Πομπηϊούπολις πόλις Παφλαγονίας· τινὲς δὲ δίχα τοῦ υ Πομπηϊόπολις λέγουσι. Πονηρόπολις πόλις ἐν Θρᾴκῃ, Σκυ‐ θόπολις Παλαιστίνης πόλις, Σκυτόπολις πόλις Λιβύης, περὶ ἧς ὁ | |
30 | πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. Ταυρόπολις πόλις Καρίας. Φιλιππό‐ πολις πόλις Μακεδόνων, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. Φινόπολις πόλις πρὸς τῷ Πόντῳ ἀπὸ Φινέως. Φαγρωριόπολις. Ἀμφίπολις πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥτις Ἐννέα ὁδοί ἐκα‐ λεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρ‐ | |
35 | ροιαν τοῦ Στρυμόνος, ὡς Θουκυδίδης τετάρτῃ (c. 102). ἀκρόπολις. ἔστι καὶ Ἀκρόπολις πόλις Λιβύης. μητρόπολις. ἔστι καὶ Μητρόπο‐ λις πόλις Φρυγίας ὑπὸ τῆς μητρὸς τῶν θεῶν κτισθεῖσα, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Φρυγίας. ἔστι καὶ ἄλλη Φρυγίας ὁμώνυμος καὶ Λυδίας καὶ | |
Θεσσαλίας καὶ Ἀκαρνανίας καὶ Δωριέων καὶ τῶν ἐν τῷ Πόντῳ Μοσσυ‐ | 92 | |
3,193 | νοίκων καὶ Σκυθίας καὶ Εὐβοίας. Ἀδριανούπολις ἡ πρότερον Ἡρά‐ κλεια. Ἀνταιούπολις πόλις ἐν Αἰγύπτῳ. Ἀνώπολις. οὕτως ἐκα‐ λεῖτο ἡ Ἀραδὴν ἐν Κρήτῃ διὰ τὸ ἄνω εἶναι. Ἀρχανδρούπολις πό‐ λις ἐν Αἰγύπτῳ· Ἡρόδοτος δευτέρῳ (c. 97). Ἀφροδιτόπολις ἡ καὶ | |
5 | Ἀφροδίτης πόλις. ἔστι καὶ πόλις κατὰ Ἄθριβιν καὶ Αἰθιοπίαν καὶ Θρᾴ‐ κην. Βεργέπολις, Ἀβδηριτῶν, Βιθυόπολις, πόλις .... ἀπὸ Βί‐ θυος. Γαβαούπολις πόλις τῆς Γαλιλαίας. Ἰώσηπος ἐν ἕκτῳ Ἰουδαϊ‐ κῆς ἀρχαιολογίας (c. 7) «Σάουλος δὲ εἰς Γαβαούπολιν ἔχων ἑξακοσίους ἦλθεν». Γυναικόσπολις πόλις Φοινίκων, ἔστι καὶ ἄλλη Αἰγύπτου. | |
10 | Ἀρισταγόρας δέ φησιν, ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυ‐ ναῖκας κρατῆσαι τοῦ πολέμου, ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατ‐ εδίωξε τὸν βασιλέα καὶ ἐνίκησεν, ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόν‐ | |
15 | των κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυσαν. ταῦτα καὶ Ἀρτεμίδωρός φησιν. Σεβαστόπολις νῆσος περὶ τὸν Πόντον ἡ καὶ Διοσκουριὰς καὶ πρότερον Αἶα. Διόσπολις ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσι‐ | |
20 | δος. εἰσὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες. ἔστι καὶ Λυδίας καὶ Παλαιστίνης. Δουλόπολις πόλις κατὰ Κρήτην. σημειωτέον δ’ ὅτι Κρατῖ‐ νος ἐν Σεριφίοις Πόλιν δούλων φησίν, Ἀπολλωνίου φήσαντος, μὴ δεῖ ταύ‐ τας τὰς παραθέσεις ἐναλλάσσειν δίχα ποιητικῆς ἀνάγκης, ὥς φησι Κρατῖνος «εἶτα Σάκας ἀφικνῇ καὶ Σιδονίους καὶ Ἐρεμβούς, | |
25 | ἔς τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων». ἔστι καὶ Δούλων πόλις πόλις Λιβύης. Ἑκαταῖος ἐν περιηγήσει «καὶ ἐὰν δοῦλος εἰς τὴν πόλιν ταύτην λίθον προσενέγκῃ, ἐλεύθερος γίνεται κἂν ξέ‐ νος ᾖ». Ἑλληνόπολις πόλις Βιθυνίας. Ἀπολλόδωρος «Ἄτταλος ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν ἔκτισε πόλιν καὶ ὠνόμασεν αὐ‐ | |
30 | τὴν Ἑλληνόπολιν». Ζυγόπολις παρὰ Τραπεζοῦντα. Στράβων δωδεκάτῃ (p. 495). Ἡλιούπολις, πόλις Αἰγύπτου, ἣν ἔκτισεν Ἀκτὶς ὁ Ἡλίου καὶ Ῥόδης. Ἡρόδοτος δευτέρᾳ (c. 3). ἔστι καὶ Θρᾴκης. καὶ τῆς Ἀρω‐ ματοφόρου ἄποικος τῆς Αἰγυπτίας. καὶ δʹ ἐν Σάρδεσι. καὶ ἡ Κόρινθος Ἡλιούπολις ἐλέγετο· ἔστι καὶ ἐν Φοινίκῃ. Θεόπολις ἐν Αἰγύπτῳ. | |
35 | Κνωπούπολις· οὕτως ἐκαλεῖτο Ἐρυθραί πόλις Ἰώνων ἀπὸ Κνώπου. Καρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Κουρόπο‐ λις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Μαιανδρούπολις Μαγνησίας πόλις ὡς Φλέγων ἐν Ὀλυμπιάσι. Μεγαλόπολις διὰ τὸ μέγεθος ἐκλήθη Ἀφροδισιάς πόλις Καρίας ἡ πρότερον Λελέγων πόλις. | |
40 | Μεγάλη πόλις, πόλις Ἀρκαδίας, καὶ Ἰβηρίας, ὡς Φίλων. Μιλητού‐ πολις πόλις μεταξὺ Κυζίκου καὶ Βιθυνίας περὶ τὸν Ῥύνδακα. ἔστι καὶ ἄλλη ἐν Περσίδι. Σώπολις ὄνομα κωμικοῦ, Ἀγησίπολις ὄνομα | |
τοῦ στρατηγοῦ τῶν Ἀθηναίων, φυγόπολις, ἄπολις. | 93 | |
3,194 | * Τὰ εἰς μις δισύλλαβα βαρύνεται, μέρμις, θέμις, Χάρμις πό‐ λις ἐν Σαρδοῖ, κτίσμα Καρχηδονίων. Παυσανίας δέ φησι περὶ αὐτοῦ. Χέμμις πόλις Αἰγύπτου. Ἡρόδοτος (II 91) «ἔστι καὶ Χέμμις πόλις μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ, ἐγγὺς τῆς Νέης πόλιος». φησὶ δ’ ὁ αὐτὸς | |
5 | καὶ νῆσον εἶναι Χέμμιν ἐν αὐτῇ. Τὰ εἰς μις προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, πυραμίς— ὠνομάσθησαν δὲ πυραμίδες ἀπὸ τῶν πυρῶν, οὓς ἐκεῖ συναγαγὼν ὁ βασιλεὺς ἔνδειαν ἐποίησε σίτου κατὰ τὴν Αἴγυπτον—σησαμίς, κα‐ λαμίς, πλοκαμίς, κεραμίς. τὰ δὲ κύρια βαρύνεται, Ἄρτεμις, ὃ | |
10 | Δωριεῖς διὰ τοῦ α προφέρονται Ἄρταμις, Σεμίραμις, Χρυσόθεμις, Θύαμις κώμη ὑπὸ Σεμιράμιδος κτισθεῖσα παρὰ τὴν Ἀραχωσίαν, Ψιτ‐ τάχεμμις κώμη τῆς Αἰγυπτίας, Ψώχεμμις πολίχνιον Αἰγύπτου, Ἀρ‐ τεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων «καὶ Περίκερμις ἐκ δεξιῶν μερῶν καὶ Θαλαβαύδη καὶ Ψώχεμμις». Πάπρημις πόλις Αἰγύπτου, Ἄξου‐ | |
15 | μις ἀρσενικῶς μητρόπολις Αἰθιόπων. τὸ δὲ Σαλαμίς ἡ πρὸς τῇ Ἀτ‐ τικῇ νῆσος καὶ πόλις κύριον ὂν ὀξύνεται καὶ τὸ δύναμις προσηγορικὸν ὂν βαρύνεται. Τὰ εἰς νις διβράχεα προσηγορικὰ ὀξύνονται κατ’ οὐσίας κείμενα α ἢ ο παραληγόμενα, ῥανίς, χλανίς, σανίς, ὀνίς, κονίς τὸ ἐπὶ τῆς | |
20 | κεφαλῆς, κόνις δὲ τὸ χῶμα, σπάνις καὶ φρόνις οὐκ ἐπὶ οὐσίας. τὸ δὲ ὕνις βαρύνεται τὸ υ ἔχον ὥσπερ τὸ κύνις ἡ χείρ. τὰ δὲ κύρια βαρύνονται, Γλάνις ποταμὸς Κύμης ὡς Λυκόφρων (v. 718) «Γλάνις δὲ ῥείθροις δέξεται τέγγων χθόνα» καὶ ἀπ’ αὐτοῦ ἰχθῦς ὁ καλούμενος γλάνις ὁ καὶ γλάνιος. ἔστι καὶ Ἰβηρίας ποταμός. ἔστι καὶ Ἰταλίας | |
25 | τρίτος ποταμὸς περὶ τὸν Τίβεριν ποταμόν. Τάνις πόλις μεγάλη Αἰ‐ γύπτου. Τὰ εἰς νις δισύλλαβα παραληγόμενα φωνήεντι μακρῷ ἢ ἐκτεινο‐ μένῳ βαρύνεται, μὴ ὑποκοριστικὰ ὄντα, ὄρνις, Θῶνις πόλις Αἰγύ‐ πτου ἀπὸ Θῶνος βασιλέως τοῦ ξενίσαντος τὸν Μενέλαον. κεῖται δὲ | |
30 | κατὰ τὸ στόμα τὸ Κανωβικόν. Σαῦνις πόλις Ἀραβίας, μῆνις, ἶνις, | |
ἦνις, νῆνις ἡ νεᾶνις. τὸ μέντοι φωνίς ὑποκοριστικόν ἐστι. τούτῳ δὲ | 94 | |
3,195 | ὁμοίως ὀξύνονται καὶ Ῥηνίς ἡ Ῥήνη νῆσος μικρὰ πλησίον Δήλου καὶ Κρηνίδες πόλις Μακεδονίας, ἃς Φίλιππος μετωνόμασε Φιλίππους, καὶ Κρανίδες συνοικία πρὸς τῷ Πόντῳ· Παρθένιος ἐν Ἀνθίππῃ. τὸ δὲ Θυνίς ἐθνικὸν ὀξύνεται ὡς τὸ Βιθυνίς. | |
5 | Τὰ εἰς νις θηλυκὰ διφθόγγῳ παραληγόμενα ὀξύνεται, μαινίς, δαυνίς, ἐπιγουνίς, θεραπαινίς, λεαινίς. Κιδαινίς. οὕτως ὠνο‐ μάζετο Ἐλαία πόλις τῆς Ἀσίας Αἰολική. Μελιγουνίς μία τῶν Αἰό‐ λου νήσων ἡ καὶ Λιπάρα. Καλλίμαχος ἐν τῷ Ἀρτέμιδος ὕμνῳ (v. 48). τὸ μέντοι εὖνις βαρύνεται καὶ βοῦνις καὶ χλοῦνις καὶ Κύραυνις | |
10 | νῆσος κατὰ τοὺς Γύζαντας τοὺς ἐν Λιβύῃ, ὡς Ἡρόδοτος τετάρτῃ (c. 195). Τὰ εἰς ανις θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, Ὠκεανίς, Τι‐ τανίς, στεφανίς· ἔστι δὲ καὶ πόλις Μαριανδυνῶν. Ἑκαταῖος Ἀσίᾳ. Ἀνθανίς. οὕτως ἐκαλεῖτο ἡ Τροιζήν πόλις Πελοποννήσου. ῥαφα‐ νίς. Καρβανίς, Καρμανίς, Ἀτιντανίς, Αἰνιανίς, Ἀκαρνανίς, | |
15 | Ἀλβανίς λίμνη, Δυμανίς «στέλλεο νῦν ἔτι τῆλε Δυμανίδος ἠπεί‐ ροιο». Βρεττανίδες νῆσοι ἐν τῷ Ὠκεανῷ· καὶ ἄλλοι οὕτως διὰ τοῦ π Πρετανίδες νῆσοι, ὡς Πτολεμαῖος. Ἰστριανίς. Καμπανίς. Ὑρκα‐ νίς, ἐξ οὗ τὸ «εἰς Ὑρκανίδα λίμνην» ὡς Ἀλέξανδρος ἐν Ἀσίᾳ. τὸ δὲ νεᾶνις προπερισπᾶται καὶ τὸ Ἄδανις καὶ Θήβανις θηλυκὸν τὸν τόνον Αἰολίδος ἔσχεν. ἐπί‐ | |
20 | σταμαι δὲ ὅτι καὶ ἀρσενικόν ἐστιν. οὕτως δὲ ἄνεμος καλεῖται ἀπὸ Θή‐ βης πόλεως πνέων τῆς Ἠετίωνος τοῦ πατρὸς Ἀνδρομάχης. ὁμοίως καὶ Βούρχανις νῆσος ἐν τῇ Κελτικῇ, ὡς Στράβων (p. 291) προπαροξύ‐ νεται. τὸ δὲ Ὕπανις ποταμὸς καὶ πόλις τοῦ Πόντου καὶ Μαιώτιδος λίμνης ἐστὶν ἀρσενικόν. Ἀλέξανδρος δ’ ὁ πολυίστωρ φησὶν ὅτι ὁ Ὕπα‐ | |
25 | νις διχῇ σχιζόμενος τὸ μὲν ἓν μέρος εἰς τὴν Μαιῶτιν λίμνην βάλλει, τὸ δ’ ἕτερον εἰς τὸν Πόντον. Ἡρόδοτος δ’ ἐν τετάρτῳ (c. 77. 79) καὶ κρήνην τινὰ πικρὰν εἰς αὐτὸν ἐγχεῖσθαι καὶ ἄποτον ποιεῖν τὸν ποταμόν. Τὰ εἰς ενις καὶ ονις ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εὐμενίς, εὐ‐ γενίς, Λυκαονίς, Ἀμαζονίς, Ἁθμονίς, Αὐσονίς ἡ ὕστερον Ἰτα‐ | |
30 | λία, Ἀντιγονίς φυλὴ τῆς Ἀττικῆς ἀπ’ Ἀντιγόνου, Ἰαονίς, Βιστο‐ νίς, ἐκτέταται δὲ καὶ λέγεται Βιστωνίς διὰ τοῦ ω ποιητικῶς. Ἑρμιο‐ νίς, Λαιστρυγονίς, Μακεδονίς, Στρυμονίς, Φαρκηδονίς, Χαλ‐ κηδονίς. Στράβων δωδεκάτῃ (p. 541) «καλεῖται δὲ τὰ ἀριστερὰ τοῦ Πόντου Θρᾳκικά, τὰ δ’ ἐν δεξιᾷ Χαλκηδονίς». Μῃονίς· οὕτως ἐκα‐ | |
35 | λεῖτο ἡ Κύπρος. Χαονίς. | 95 |
3,196 | * Τὰ εἰς ηνις καὶ ωνις ὑπὲρ δύο συλλαβὰς παρώνυμα ὀξύνεται, Ἀραφηνίς, Ἑλληνίς, Παλληνίς, Γερηνίς, Κυζικηνίς, Μεσ‐ σηνίς, Μυκηνίς, Οἰζηνίς· οὕτως ἐκαλεῖτο Τραπεζοῦς πόλις πρὸς | |
5 | τῷ Εὐξείνῳ πόντῳ, Προσεληνίς, Πυληνίς, Τιβαρηνίς, Τροιζη‐ νίς. Αὐξωνίς, Ἀσκαλωνίς, Αὐσωνίς, Λευκωνίς. οὕτως ἐλέγετο ἡ λίμνη Κωπαΐς. Βαβυλωνίς, Ἁλωνίς νῆσος καὶ πόλις Μασσαλίας ὡς Ἀρτεμίδωρος. Γιγωνίς. οὕτως Ἀρτεμίδωρος ὁ Ἐφέσιος Γιγωνίαν ἄκραν φησίν. Μυτωνίς· οὕτω καλεῖ Λέσβον Καλλίμαχος ἐν τετάρτῳ, | |
10 | Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. Δωδωνίς. Ἀπολλώνιος «στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ (Argon. I 527, IV 583). καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι «τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνί‐ δας». Ἠδωνίς· οὕτως Ἀριστοτέλης φησὶν Ἄντανδρον πόλιν ὠνομά‐ σθαι διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι. Ἰτωνίς, Ἰωνίς, Κυ‐ | |
15 | δωνίς, Κραννωνίς, Καυκωνίς· οὕτω Δύμην πόλιν Ἀντίμαχος καλεῖ ἀπὸ Καύκωνος ποταμοῦ ὡς τὰς Θήβας Διρκαίας. Μαρωνίς, Σιδω‐ νίς, Σιρβωνίς λίμνη πλησίον Κασίου, ἣ καὶ Σίρβων, Σκιρωνίς πέτρα, Τριτωνίς λίμνη. Φρικωνίς, Χαιρωνίς. τὸ δὲ Πυῆνις πόλις Κόλχων καὶ Ἄθηνις καὶ Ἄδωνις καὶ τὸ ὄνωνις εἶδος ἀκάνθης | |
20 | βαρύνονται, οὐ γὰρ παρώνυμα. * Τὰ εἰς ινις καὶ υνις ὑπερδισύλλαβα ὀξύνεται, Μαντινίς, Σο‐ λουντινίς, Ἀργυννίς ἡ Ἀφροδίτη. λέγεται καὶ Ἀργουνίς. Βιθυ‐ νίς, Ἑρκυνίς, Μαριανδυνίς. τὸ δὲ Ἄσδυνις βαρύνεται. ἔστι δὲ νῆσος κατὰ τὴν Μοίριδος λίμνην. Εὔδοξος δευτέρῳ «κατελαμβάνοντο | |
25 | ἐν Ἀσδύνει τῇ νήσῳ». * Τὰ εἰς νις ὑπερδισύλλαβα συμφώνῳ παραληγόμενα ὀξύνεται, Ἀβαρνίς πόλις καὶ χώρα καὶ ἄκρα τῆς Παριανῆς. Ἑκαταῖος δ’ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκραν εἶναί φησιν. Ἔφορος δ’ ἐν πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκαΐδι Ἀβαρνίδος | |
30 | ὑπὸ Φωκέων τὴν Λάμψακον κτιζόντων. Ἀπολλώνιος «Περκώτην δ’ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠϊόνα (Argon. I 932). τοῦτο δὲ Σοφοκλῆς ὑπομνηματίζων ἱστορεῖ τὴν Ἀφροδίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέ‐ σαι, ἣ κατὰ παραφθορὰν καὶ Ἀβαρνίς καλεῖται. εὕρηται δὲ καὶ διὰ τοῦ | |
35 | π, ὡς παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. λέγεται δὲ καὶ Ἄβαρνος. | 96 |
3,197 | Ἀταρνίς, Καλυδνίς. τὸ δὲ Κάβαρνις βαρύνεται. οὕτω δὲ Πάρον Νικάνωρ κεκλῆσθαί φησιν ἀπὸ Καβάρνου τοῦ μηνύσαντος τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆς θυγατρός. καὶ τὸ Θέογνις βαρύνεται. Τὰ εἰς ξις καὶ ψις ἀπὸ μελλόντων ἐσχηματισμένα βαρύνεται, ἕξω | |
5 | ἕξις, λέξω λέξις, ψύξω ψῦξις, σκήψω σκῆψις· ἔστι δὲ καὶ πόλις Τρωϊκή· Ξενοφῶν Ἑλληνικῶν τρίτῳ (c. 1, 25)· ἐκλήθη δὲ ἀπὸ τοῦ σκήψασθαι τὴν Ῥέαν ἀντὶ τοῦ παιδὸς λίθον τεκεῖν. σεσημείωται ἁψίς ὀξυνόμενον. τὰ μέντοι παρώνυμα ὀξύνεται, ἅμαξα ἁμαξίς, πύξος πυξίς· ἔστι καὶ πόλις ἐν μεσογαίᾳ τῶν Οἰνωτρῶν. Ἑκαταῖος Εὐρώπῃ. | |
10 | ὄξος ὀξίς. Τὰ εἰς πις διβράχεα ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα ὀξύ‐ νεται, πραπίς, κοπίς, λεπίς. σεσημείωται τὸ τρόπις. ἔστι καὶ Τρόπις νῆσος ... Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. καὶ Νάπις κώμη Σκυθίας. τὸ δὲ ὄπις ἀπὸ φωνήεντος ἄρχεται. | |
15 | * Ἔτι τὰ εἰς πις φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, οἷον ῥι‐ πίς, ὅπερ ἡ μὲν κοινὴ συνήθεια ἐκτείνει, ἡ δὲ τῶν Ἀθηναίων διάλε‐ κτος συστέλλει, Ἀπίς ἡ Ἀπία ὡς Ἐρατοσθένης ἐν Ἑρμῇ. τὸ δὲ Ἆπις υἱὸς Φορωνέως βαρύνεται, Ῥιανὸς ἐν Ἀχαϊκῶν δευτέρῳ ὑμετέρη τοι, τέκνα, Φορωνέος Ἰναχίδαο | |
20 | ἀρχῆθεν γενεή· τοῦ δὲ κλυτὸς ἐκγένετ’ Ἆπις, ὅς ῥ’ Ἀπίην ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας. Τὰ εἰς πις δισύλλαβα θέσει μακρᾷ παραληγόμενα, εἰ μὲν ἀπὸ συμ‐ φώνου ἄρχοιτο, βαρύνεται μὴ ὄντα ἐθνικά, εἰ δὲ ἀπὸ φωνήεντος, ὀξύ‐ νεται μὴ ὄντα ὑποκοριστικά. βαρύνεται δὲ ταῦτα τράμπις· ἔστι δὲ | |
25 | βαρβαρικὴ ναῦς. σάλπις, ὄλπις ὑποκοριστικόν, κάλπις, θέσπις— τὸ δὲ Θεσπίς ἐθνικόν—πόρπις. ὀξύνεται δὲ ταῦτα μὴ διὰ φωνή‐ εντος κλινόμενα, ἐλπίς, ἀσπίς, ἔστι καὶ πόλις Λιβύης, ὡς Φίλων. ἔστι καὶ νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ Μακεδονίας, κτίσμα Φι‐ λίππου τοῦ πατρὸς Περσέως τὰς πόλεις ὀνομάσαντος ἀπὸ τῆς αὐτοῦ | |
30 | πανοπλίας Ἀσπίδα Περικεφαλαίαν. ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ. ἔστι καὶ νῆσος ἄλλη μεταξὺ Λεβέδου καὶ Τέω, σταδίων ὡς δυοῖν, πρὸς μέν τινων Ἀρκόνησος, πρὸς δέ τινων Ἀσπίς ὀνομαζομένη. ἔστι καὶ νῆ‐ σος ἄλλη Ψύρων ἐγγύς. ἔστι καὶ ἄλλη, ὡς Κλέων ὁ Συρακούσιος ἐν | |
τῷ περὶ λιμένων, ἄδενδρος οὖσα. ἔστι καὶ πέραν Πίσης, ὡς Πανύασις | 97 | |
3,198 | ἐν Ἡρακλείας ἑνδεκάτῃ. ἐμπίς εἶδος κώνωπος. τὸ δὲ Ἄλπις βαρύ‐ νεται. * Ἔτι τὰ εἰς πις ὑπερδισύλλαβα θέσει μακρᾷ παραληγόμενα βαρύ‐ νεται οἷον ἴασπις. | |
5 | * Τὰ εἰς απις πολυσύλλαβα ὀξύνεται, Ἰαπίς χαράδρα Ἀττικὴ εἰς Μέγαρα ἀπάγουσα ὡς Καλλίμαχος Ἑκάλῃ. Πριαπίς χώρα. τὸ δὲ Σάραπις νῆσος ἐν Ἰνδικῷ κόλπῳ βαρύνεται. Τὰ διὰ τοῦ οπις πολυσύλλαβα μὴ ἔννοιαν ἔχοντα συνθέσεως ὀξύ‐ νεται, Κεκροπίς φυλή. ἔστι καὶ χώρα Θρᾴκης· ἔστι καὶ δῆμος Θεσ‐ | |
10 | σαλονίκης. Δρυοπίς, Αἰθιοπίς. Εὐριπίδης ἐν Ἀρχελάῳ «Αἰθιοπίδος γῆς ἡνίκ’ ἂν τακῇ χιών». Μεροπίς. οὕτως ἐκαλεῖτο ἡ Κῶς πόλις ἀπὸ γηγενοῦς Μέροπος. Ἰοπίς παρὰ Χάρακι. τὸ φύλοπις δὲ προπαροξύνεται. * Τὰ διὰ τοῦ ωπις πολυσύλλαβα ὀξύνεται, Σινωπίς, Προσω‐ πίς πόλις Αἰγύπτου. λέγεται καὶ Προσωπῖτις. Ἰωπίς Λακωνικὴ χώρα. | |
15 | Ἀσωπίς Κερκύρας μήτηρ. Ἀσωπίδας δὲ ἔνιοι τὰς Θήβας φασίν. Τὰ εἰς ρις δισύλλαβα ὑποκοριστικὰ ἢ πατρωνυμικῆς ἐννοίας ἐχό‐ μενα ὀξύνεται, Τευκρίς ἡ Τροία, Δωρίς ἡ περὶ τὸν Παρνασσὸν καὶ ἡ ὕστερον Ἱστιαιῶτις, ἧς μέμνηται Χάραξ ἐν ζʹ τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου τοῦ νικήσαντος ἐν Ἄρνῃ Βοιωτούς «ὁ δὲ Θεσσαλὸς | |
20 | οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλ’ Ἱστιαιῶτιν αὐτὴν ὡς πρὶν καλεῖσθαι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπ’ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη». Νευρίς χώρα Σαρματίας. πατρίς, χειρίς, καρίς παρὰ τὸ κάρη καὶ Καρίς ἀπὸ | |
25 | τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι δὲ καὶ Φρυγίας πόλις Καρίς καὶ Καρίδες. | |
* Τὰ εἰς ρις δισύλλαβα ἑνὶ φωνήεντι ἢ διφθόγγῳ παραληγόμενα | 98 | |
3,199 | βαρύνεται, Πάρις, Βάρις πόλις. λέγεται βάρις ἡ οἰκία, ὡς Ποσεί‐ διππος, καὶ ἡ συνοικία ὡς Ἔφορος, χάρις, Φᾶρις πόλις τῆς Λακω‐ νικῆς. Ὅμηρος «Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην» (Il. Β 582). ἔρις, δῆρις, νῆρις, Ἶρις, κῖρις εἶδος ὀρνέου, ξῖρις φυ‐ | |
5 | τὸν ἀρωματικόν, Σῖρις πόλις Ἰταλίας πλησίον τοῦ Μεταποντίου καὶ ποταμός· ἔστι καὶ Σῖρις ἐν Παιονίᾳ. καὶ ὁ Νεῖλος μετὰ Συήνην Σῖρις ὠνόμασται. Κύρις μητρόπολις Σαβίνων. Τύρις πόλις καὶ ποταμὸς ἐν Εὐξείνῳ πόντῳ. λέγεται καὶ Τύρας. Χαῖρις, Μοῖρις, ἀφ’ οὗ ἡ Μοίριδος λίμνη, θοῦρις, Κοῦρις ὁ Ῥωμαῖος. ὀξύνονται δὲ Νηρίς | |
10 | πόλις Μεσσήνης. Νικόλαος τετάρτῳ, Ὑρίς ἄκρα. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ Γεωγραφουμένων, μοιρίς, κουρίς τὸ ἐργαλεῖον τοῦ κου‐ ρέως. Τὰ εἰς κρις κύρια μὲν ὄντα βαρύνεται, Μάκρις· οὕτως ἐκαλεῖτο Εὔβοια καὶ Ἑλένη νῆσος τῆς Ἀττικῆς καὶ Ἴκαρος νῆσος μία τῶν Κυ‐ | |
15 | κλάδων διὰ τὸ μῆκος. Πρόκρις, Ἄκρις. τὰ δὲ μὴ οὕτως, ὀξύνεται, ἀκρίς, Λοκρίς. Τὰ εἰς ρις μετ’ ἐπιπλοκῆς μέσου ἢ δασέος ἢ τοῦ π βαρύνεται υ ἢ ι παραληγόμενα· εἰ δὲ μὴ οὕτως, ὀξύνεται, χωρὶς εἰ μὴ σύμφωνον εἴη δεδιπλασιασμένον, ὕβρις, Κύπρις. Θύμβρις ποταμὸς Ῥώμης, ὃς καὶ | |
20 | Τίβερις. ἔστι καὶ Θύμβρις ποταμὸς Τρῳάδος, ἀφ’ οὗ Ἀπόλλωνος Θυμ‐ βραίου ἱερόν, ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς. Τίγρις ποταμός. λέγεται δὲ καὶ Τίγρης. ὀξύνεται δὲ τὸ νεβρίς. οὕτω δὲ λέγεται καὶ Ἁλώνη νῆσος πρὸς τῇ Κυζίκῳ. κεδρίς. τὸ δὲ ἄγγρις δεδιπλασίασται. * Τὰ εἰς τρις δισύλλαβα παρώνυμα ὀξύνεται οἷον πατρίς, τὰ δὲ | |
25 | μὴ οὕτως βαρύνεται οἷον λάτρις. Τὰ εἰς ρις ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ α βαρύνεται, κί‐ θαρις, εὔμαρις, Σύβαρις πόλις Ἰταλίας καὶ ποταμός. κάππαρις. Ἵλαρις πόλις Λυκίας, Μάσαρις ὁ Διόνυσος παρὰ Καρσίν, εἰ μὴ εἴη ὡς ὑποκοριστικὰ ἢ πατρωνυμικὰ ἢ ἐν τῇ τρίτῃ τὸ ε ἔχοντα· τότε γὰρ | |
30 | ὀξύνεται, Μεγαρίς, βλεφαρίς, θεαρίς ἡ θεωρίς, ἐαρίς. Γαργα‐ | |
ρίς, Γαδαρίς, Ἰσμαρίς λίμνη. Ἡρόδοτος ζʹ (c. 199). | 99 | |
3,1100 | Τὰ εἰς ερις ὑπὲρ δύο συλλαβὰς θηλυκὰ ὀξύνεται, Ἀστερίς πόλις Συρίας καὶ νησίον μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος (Od. δ 844) ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, | |
5 | Ἀστερίς, οὐ μεγάλη. λέγεται δὲ καὶ Ἀστερία. νυκτερίς. Ἐλευθερίς πόλις Βοιωτίας Ὠρωποῦ πλησίον Κότου καὶ Ἀΐκλου κτίσμα. Θεόπομπος μʹ. Ἑσπερίς ἢ Εὐεσπερίς πόλις Λιβύης, Φιλωτερίς πόλις περὶ τὴν Τρωγλοδυ‐ τικήν, ἡ καὶ Φιλωτέρα. Τὸ δὲ Πάστερις πόλις Αἰγυπτία καὶ Κελέν‐ | |
10 | δερις βαρύνεται, ὡς καὶ Τίβερις ποταμὸς Ἰταλίας, ἔνθα Ῥώμη καὶ ἡ τῶν Λατίνων ἐστὶ χώρα, ὡς Ἀπολλόδωρος. * Ἔτι τὰ εἰς ορις ὑπερδισύλλαβα θηλυκὰ ὀξύνεται, Χρυσαορίς πόλις Καρίας ἡ ὕστερον Ἰδριάς. Ἀπολλώνιος ἐν ἑβδόμῳ Καρικῶν »... καὶ πρώτη πόλις τῶν ὑπὸ Λυκίων κτισθεισῶν». Ἐπαφρόδιτος δὲ | |
15 | τὴν Καρίαν πᾶσαν Χρυσαορίδα λέγεσθαι. Νικατορίς πόλις Συρίας κτί‐ σμα Σελεύκου τοῦ Νικάτορος· τὰ δὲ ἀρσενικὰ βαρύνεται οἷον Ἄορις Ἄραντος υἱός. Τὰ εἰς υρις μὴ κατὰ τροπὴν γινόμενα ὀξύνεται, ἁλμυρίς, πορ‐ φυρίς· οὕτω δὲ ἐκαλεῖτο καὶ Νίσυρος μία τῶν Κυκλάδων ἀπὸ τῶν | |
20 | ἐν αὐτῇ πορφυρέων. ἀργυρίς, Ἰλλυρίς, Φιλυρίς, Ἀστυρίς ἡ Ἀθηνᾶ, Ἰδυρίς πόλις Παμφυλίας, ἣ καὶ Ἴδυρος. Κορκυρίς πόλις Αἰγύπτου. τὸ δὲ Θάμυρις προπαροξύνεται καὶ Ὤγυρις νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. μέμνηται δὲ αὐτῆς Ἀλέξανδρος ἐν Ἀσίᾳ λέγων ἀγχιβαθὴς δ’ ἄρα νῆσος ἁλὸς κατὰ βένθος Ἐρυθρῆς | |
25 | Ὤγυρις, ἔνθα τε τύμβος ἁλὸς μεδέοντος Ἐρύθρα κέκληται. καὶ Κάσυρις νῆσος Λυκίας. Ἀρτεμίδωρος. καὶ Τίβυρις πόλις Ἰταλίας. λέγεται καὶ Τίβυρα. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων «ἔστι δ’ ἐν μεσογείῳ καὶ Τίβυρα πόλις Ἑλληνὶς τὴν ἀρχὴν γεγονυῖα, ἀπέχουσα | |
30 | ἀπὸ Ῥώμης σταδίους ρμζʹ». Νικάνωρ δ’ ὁ Ἑρμείου Τίβουρα ταύτην | |
καλεῖ. τὸ δὲ ἄγυρις καὶ πανήγυρις κατὰ τροπὴν ἐγένετο. | 100 | |
3,1101 | * Τὰ εἰς ρις πολυσύλλαβα τῷ η ἢ τῷ ω ἢ τῇ ει διφθόγγῳ παρα‐ ληγόμενα ὀξύνεται, Φαληρίς, Ἰβηρίς «Ἑλληνίς, οὐκ Ἰβηρίς». Μέ‐ νανδρος Ἀσπίδι. Καφηρίς, Κασωρίς, θεωρίς, Καβειρίς. τὸ δὲ Ταπόσειρις πόλις Αἰγύπτου πλησίον Ἀλεξανδρείας βαρύνεται. | |
5 | * Τὰ εἰς ρις ὑπὲρ δύο συλλαβὰς διφθόγγῳ τῇ διὰ τοῦ υ παραλη‐ γόμενα ἅπαντα ὀξύνεται οἷον Ἐπιδαυρίς, Βαναυρίς. Βαναυρίδες δέ εἰσι νῆσοι Τυρρηνικαὶ ἀπὸ Βαναύρου υἱοῦ Αἴαντος, μολουρίς ἡ σιτοφάγος ἀκρίς, κυνοσουρίς καὶ Κυνοσουρίς, Κυνουρίς. σεση‐ μείωται δὲ τρία λάμπουρις ἡ ἀλώπηξ, Τόμουρις ὄνομα πόλεως καὶ | |
10 | ἵππουρις. Τὰ εἰς ρις ἔχοντα πρὸ τοῦ ρ ἕν τι τῶν ψιλῶν ὀξύνεται, παλαι‐ στρίς, αὐληστρίς, ἐπακτρίς, Ἠλεκτρίς, Ἐρετρίς, Πανακρίς, Ἀντιπατρίς πόλις Ἰουδαίας Ἡρώδου κτίσμα ἐπὶ Αὐγούστου Καίσαρος. τὸ δὲ Ἄμαστρις πόλις Παφλαγονίας ἡ πρότερον Κρῶμνα—ἀπὸ γυ‐ | |
15 | ναικὸς Περσίδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴ‐ κησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δ’ ἐξ Ἀμαζόνος οὕτω λεγομένης—καὶ Νώνακρις πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλια‐ κῶν πρώτῳ—βαρύνεται. * Ἔτι τὰ εἰς ρις ἔχοντα πρὸ τοῦ ρ ἕν τι τῶν μέσων ὀξύνεται, | |
20 | Ἀλεξανδρίς, Ταναγρίς, Καλαβρίς. τὸ δὲ Λίηβρις πόλις Φοινί‐ κων βαρύνεται. Τὰ εἰς ρις Αἰγύπτια προπαροξύνεται, Βούσιρις πόλις Αἰγύπτου. «ἐν ταύτῃ Ἴσιος μέγιστον ἱερόν. ἵδρυται δ’ ἐν μέσῳ τῆς Αἰγύπτου ἐν τῷ Δέλτα. Ἶσις δ’ ἐστὶ κατὰ τὴν τῶν Ἑλλήνων γλῶσσαν ἡ Δημήτηρ» | |
25 | (Herodot. II 59). ὡς δ’ ἄλλοι, ἐκεῖ λέγεται θάψαι τὸν Ὄσιριν Ἶσις ἐμβαλοῦσα εἰς ξυλίνην βοῦν, ὥστε Βουσόσιριν εἶναι τὴν πόλιν. οἱ δ’ ὅτι τοπάρχης ἦν Βούσιρις ὑπὸ Ὀσίριδος κατασταθείς. Ὄσιρις Αἰγυ‐ πτιστὶ ὁ Διόνυσος. Ταφόσιρις πόλις Αἰγύπτου, ἐν ᾗ λέγεται Ὄσι‐ ρις τεθάφθαι. καλάσιρις λινοῦς χιτὼν ἱερατικὸς καὶ μοῖρα τῶν μα‐ | |
30 | χίμων ἐν Αἰγύπτῳ οἱ καὶ Ἑρμοτυμβιεῖς. Ἡρόδοτος δευτέρῳ (c. 164) | |
Ψένυρις κώμη. Τέντυρις πόλις Αἰγύπτου καθαρτικὴ τῶν κροκοδεί‐ | 101 | |
3,1102 | λων. λέγεται καὶ Τέντυρα ἡ πόλις, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτια‐ κῶν. Ξενέφυρις κώμη Λιβύης πλησίον Ἀλεξανδρείας. Τὰ εἰς σις ἀπὸ μέλλοντος γινόμενα ἢ ἀπὸ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται, ποιήσω ποίησις, λύσω λύσις, | |
5 | κέκρισαι κρίσις, στάσις. ἔστι καὶ Στάσις πόλις Περσικὴ ἐπὶ πέτρης μεγάλης. τρῆσις καὶ Εὔτρησις κώμη Βοιωτίας. Ὅμηρος «Κώπας Εὔ‐ τρησίν τε» (Il. Β 502). ἐκλήθη δὲ οὕτως διὰ τὸ πολλαῖς αὐτὴν πρότερον χρήσασθαι ῥύμαις, ὡς Ἐπαφρόδιτος. ἄνυσις. ἐστὶ καὶ πόλις Αἰγύπτου Ἄνυσις. Τὰ μέντοι παρώνυμα χαίρουσι τῇ ὀξείᾳ, Χρύσης Χρυσίς, | |
10 | νῆσος νησίς. Κροῦσις ὁ Μυγδόνος υἱός, Κρουσίς μοῖρα τῆς Μυγδο‐ νίας. Στράβων ἑβδόμῃ. Βροῦσος Ἠμαθίου παῖς Βρουσίς μοῖρα Μακε‐ δονίας. τινὲς γράφουσι διὰ τοῦ υ. Κρής καὶ ἀπὸ τῆς Κρητός γενικῆς Κρῆτις καὶ τροπῇ τοῦ τ εἰς ς Κρησίς. Κόρση δούλη βουκόλος Κορ‐ σίς νῆσος ἐν τῷ Τυρρηνικῷ πελάγει. Πισίδης Πισίς πόλις καὶ ὄρος | |
15 | Ἀρμενίας ἢ Σουσιανῆς. Ἀρκασίδης Ἀρκασίς. Γυμνησίς ἀπὸ Γύμνη‐ τος γενικῆς τροπῇ τοῦ τ εἰς ς. Μαγνησίς παρὰ Παρθενίῳ. Ἀμνι‐ σίς νύμφαι Ἀμνισίδες, Ἀνθεμουσίς λίμνη Μαριανδυνῶν, ἣν Ἀπολ‐ λώνιος διαλύσας ἐν τοῖς Ἀργοναυτικοῖς (II 726) Ἀνθεμοεισίδα φησίν. Δαφνουσίς λίμνη πλησίον τοῦ Ὀλύμπου τοῦ Βιθυνοῦ, Μαυρουσίς, | |
20 | Μολοσσίς, Μυγισσίς, Ἰλισσίς «Μοῦσαι Ἰλισσίδες» ὡς Ἀπολλόδωρος, Μυκαλησίς Μυκαλησσίς, Κανδασίς, Ὀδρυσίς, Ἁλικαρνασσίς, Παρνασσίς, Τευμησσίς, Παρρασίς «δέξονται Φολόης οὔρεα Παρρασίδος». Τελ‐ μισσίς, Πειρασίς, Ὑπερησίς παρ’ Ἡσιόδῳ, Ῥαμνουσίς. σεση‐ μείωται τὸ ἄσις ὁ ῥύπος ἀπὸ τοῦ ἄση γεγονός. τὸ δὲ Ἀσίς ἡ Ἀσιᾶτις | |
25 | ὀξύνεται. * Τὰ εἰς σις κύρια βαρύνεται, Κρεῦσις πόλις Βοιωτίας, κειμένη καταντικρὺ τῆς Μεγαρίδος, Κροῦσις, Τῖσις ὁ κτιστὴς καὶ ἡ πόλις Αἰ‐ γύπτου, Ἶσις, Φᾶσις πόλις τῆς Αἴας πρὸς τῷ Φάσιδι ποταμῷ ἐν Κόλχοις. ἐκτίσθη δὲ ὑπὸ Μιλησίων. ἔστι καὶ ἄλλος ποταμὸς Φᾶσις ἐν | |
30 | τῇ Ταπροβάνῃ. Αὔασις πόλις Αἰγύπτου· ταύτην δὲ καὶ Ὄασιν καὶ Ὕασιν καλοῦσιν. «ἔστι δ’ ἐοικυῖα παρδαλέᾳ· κατάστικτος γάρ ἐστιν ἐν ἀνύδρῳ γῇ καὶ ἐρήμῳ τὰς οἰκήσεις ἔχουσα. τὰ τοιαῦτα αὐάσεις Αἰγύπτιοί φασι» (Strabo II p. 130). Ἡρόδοτος δὲ (III 26) καὶ Δοῦρις Μακάρων αὐ‐ τὴν ὠνόμασαν νῆσον. Κύπασις πόλις περὶ Ἑλλήσποντον. Ἑκαταῖος | |
35 | Εὐρώπῃ. Καύκασις τὸ ὄρος ὃ καὶ Καύκασος λέγεται. | |
Τὰ εἰς τις δισύλλαβα ἔχοντα τὸ ο μικρὸν ἤτοι μόνον ἢ σὺν ἑτέρῳ | 102 | |
3,1103 | φωνήεντι ἢ ω μέγα πρὸ τοῦ τις μὴ ὄντα ἐπιθετικά, εἰ μὴ παράκειται ἀρσενικῷ τῷ εἰς της, ὀξύνεται, φορτίς, νοτίς, κοιτίς, Προιτίς, οὐτίς τὸ ζῷον παρ’ Ἀλκμᾶνι, Δωτίς, ὠτίς καὶ φροντίς, εἰ μὴ ἄρα τοῦτο, ὅτε κύριόν ἐστι, καὶ βαρυτονηθήσεται. οὐ μάχεται τὸ πόρ‐ | |
5 | τις· καὶ γὰρ χωρὶς τοῦ τ «πόριες περὶ βοῦς ἀγελαίας» (Od. κ 410). μὴ ὄντα ἐπιθετικὰ πρόσκειται διὰ τὸ πότις, ᾧ παράκειται τὸ πότης. * Τὰ εἰς τις δισύλλαβα κύρια τῷ ε ἢ τῷ η ἢ τῇ αι διφθόγγῳ παραληγόμενα βαρύνεται, Θέτις, Βαῖτις ποταμὸς κατὰ Ἰβηρίαν, ὃς Πέρκης λέγεται ὑπὸ τῶν ἐγχωρίων, Ἦτις δῆμος Λακωνικῆς καὶ τῆς | |
10 | Κρήτης πόλις. * Τὰ εἰς τις ὑπὲρ δύο συλλαβὰς θηλυκὰ μὴ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γινόμενα ὀξύνεται, Βοιωτίς, Θεσπρωτίς, Εἱλωτίς, Ἐνε‐ τίς, Ἑλλωτίς· οὕτω παρὰ Κρησὶν ἡ Εὐρώπη, ἀφ’ ἧς πρότερον ἐκα‐ λεῖτο Γόρτυν πόλις Ἑλλωτίς. Λαμωτίς ἡ Ἀντιόχεια Ἰσαυρίας. τὸ δὲ | |
15 | Ῥακῶτις—οὕτως ἡ Ἀλεξάνδρεια πρότερον ἐκαλεῖτο—καὶ Λιμε‐ νῶτις χερρόνησος Κελτικὴ προπερισπᾶται ὡς ἀπὸ ἀρσενικῶν εἰς ης γενόμενα. * Τὰ εἰς τις ὀνόματα πόλεων πολυσύλλαβα τῷ α ἢ ο παραληγό‐ μενα βαρύνεται, Κάλλατις πολίχνιον ἐν τῇ παραλίᾳ τοῦ Πόντου. | |
20 | Στράβων ἑβδόμῃ (p. 318, 319)· ὡς κάλαθος εὑρέθη ἐοικὼς τοῖς θεσμο‐ φοριακοῖς. Ναύκρατις πόλις Αἰγύπτου ἀπὸ Μιλησίων τότε θαλασσο‐ κρατούντων ὡς Στράβων ἑπτακαιδεκάτῃ (p. 801). Ὀνείβατις πόλις Αἰγύπτου Ἑκαταῖος περιηγήσει Λιβύης. Ἰαγξούατις πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. Ἄβοτις πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος. Κράμβοτις | |
25 | πόλις Αἰγύπτου, ἣν Ἑκαταῖος περιηγήσει Λιβύης Κράμβουτίν φησιν. Τὰ εἰς τις πρὸ τοῦ τις υ ἔχοντα, σπάνια ὄντα, τὰ μὲν βαρύνεται, Σύρτις, Ξύστις πόλις Καρίας. Βέρυτις Τρωϊκὴ πόλις. Ἄφυτις πόλις Θρᾴκης. Θουκυδίδης αʹ (64) «ἐξ Ἀφύτιος ὁρμώμενος». λέγεται καὶ Ἄφυτος καὶ Ἀφύτη. Κάλυτις πόλις Συρίας. Ἡρόδοτος δευτέρᾳ | |
30 | (c. 159)· Κάνυτις πόλις Συρίων μεγάλη, ὡς Ἑκαταῖος Ἀσίᾳ. τὰ δὲ | |
ὀξύνεται, ῥυτίς, κυρτίς. Καλυτίς τὸ ἐθνικόν. Ἀψυρτίς. Ἀψυρ‐ | 103 | |
3,1104 | τίδες νῆσοι πρὸς τῷ Ἀδρίᾳ ἀπὸ Ἀψύρτου παιδὸς Αἰήτου ἐν μιᾷ δολο‐ φονηθέντος ὑπὸ τῆς ἀδελφῆς Μηδείας. Τὰ εἰς τις πρὸ αὐτοῦ ψιλὸν ἔχοντα τὰ μὲν βαρύνεται, κλέπτις, ἴκτις ζῷον, λάκτις ἡ τορύνη. τὰ δὲ ὀξύνεται, φλυκτίς, πηκτίς. | |
5 | Τὰ εἰς δύο ττ σπάνια ὄντα τὰ μὲν βαρύνεται, Ἄττις, Ζήβυτ‐ τις πόλις Λιβύης. Ἑκαταῖος Ἀσίᾳ. Ἀδράμυττις νῆσος ἐν τῇ Λυκίᾳ. τὰ δὲ ὀξύνεται, τριοττίς, νεοττίς. Τὰ εἰς στις δισύλλαβα βαρύνεται, εἰ μὴ ὑποκοριστικώτερα εἴη, πί‐ στις, μνῆστις. Θέστις πόλις Ἀράβων καὶ ἄλλη Λιβύης. τὸ μέντοι | |
10 | κιστίς ὀξύνεται ὡς ὑποκοριστικόν. τὸ δὲ Νεστίς ἡ χώρα ἀπὸ Νέ‐ στου, πόλεως καὶ ποταμοῦ Ἰλλυρίας, ἐθνικόν ἐστιν. Ἔτι τὰ εἰς στις ὑπὲρ δύο συλλαβάς, εἰ μὴ ἐπίθετα εἴη, προπαρ‐ οξύνεται, βούβρωστις, ἄγρωστις, Αὔγωστις πόλις Λοκρίδος ἢ τόπος ἢ χωρίον ἐντὸς τῆς πόλεως, ὡς Ἐπαφρόδιτος. Ζάγυστις χω‐ | |
15 | ρίον Λιβύης. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. ὀξύνεται τὸ Κεραστίς· οὕτως ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν—Λιγυστίς. Λιγυστίδες νῆσοι αἱ καὶ Στοιχάδες, Λιβυστίς, Κυρρεστίς ἡ Ἀθηνᾶ, Γεραιστίς, Ὀρεστίς ὡς ἐπιθετικά. * Τὰ εἰς τις δισύλλαβα ν πρὸ τοῦ τ ἔχοντα βαρύνεται, Σάντις | |
20 | πόλις Κελτική, Σίντις Θρᾳκικὸν ἔθνος, ὑφ’ ὧν πρῶτον ᾠκίσθη ἡ Λῆ‐ μνος νῆσος, ὡς Στράβων. Τὰ εἰς τις πολυσύλλαβα ν πρὸ τοῦ τ ἔχοντα μὴ παρακείμενα τοῖς εἰς της ὀξύνεται, Προποντίς ἡ πρὸ τοῦ Πόντου τοῦ Εὐξείνου θά‐ λασσα καὶ γῆ Βυζαντίων. Ἑλλησποντίς. Ἀβαντίς ἡ Εὔβοια, ὡς | |
25 | Ἡσίοδος ἐν Αἰγιμίου βʹ περὶ Ἰοῦς νήσῳ ἐν Ἀβαντίδι δίῃ, τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες, τὴν τότ’ ἐπώνυμον Εὔβοιαν βοὸς ὠνόμασεν Ζεύς. ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου ἢ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρε‐ | |
30 | θούσης, ὡς Ἀριστοκράτης. Ὑαντίς. οὕτως πρότερον ἡ Αἰτωλία χώρα ἐκαλεῖτο. Ἀκαμαντίς. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Παρθένιος δ’ ἐν Ἀφροδίτῃ Ἀκαμαντίδα αὐτήν φησιν· ἐκαλεῖτο καὶ φυλὴ Ἀκαμαντίς τῆς | |
Ἀττικῆς, ὡς Σιμωνίδης. Ἀθαμαντίς· οὕτως Τέω πόλιν Ἰωνίας καλεῖ | 104 | |
3,1105 | Ἀνακρέων ἀπὸ Ἀθάμαντος, ὃς πρῶτον αὐτὴν ἔκτισεν. Μεταποντίς. οὕτως πρότερον ἐκαλεῖτο Σύμη νῆσος. Γιγαντίς. οὕτως τινὲς τὴν Ἀρ‐ καδίαν φασίν. Ἐλεφαντίς. οὕτως Παρθένιος Ἐλεφαντίνην νῆσον Αἰ‐ γύπτου φησίν. Ζυγαντίς πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει. | |
5 | Ἰπνουντίς ἡ Ἥρα, Ὀδομαντίς, Σιμουντίς, Σκιλλουντίς, Σο‐ λουντίς, Ταυλαντίς, Τευθραντίς, Φλιουντίς. Τὸ δὲ Σάργαν‐ τις πόλις Αἰγύπτου βαρύνεται ὡς καὶ Βούναρτις πόλις Λιβύης ρ παραληγόμενον. Τὰ εἰς ις θηλυκὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γινόμενα πρὸ μιᾶς | |
10 | ἔχουσι τὸν τόνον, ὁ κυνηγέτης ἡ κυνηγέτις, ὁ δεσπότης ἡ δεσπό‐ τις, ἀΐτης, ἀῖτις, ὁ πολίτης ἡ πολῖτις, πολιήτης πολιῆτις. Γέ‐ της Γέτις· οὕτως δὲ ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φιλίππου τοῦ Ἀμύντου, Μακέτης Μακέτις, ἀγρότης ἀγρότις, ἀγροιώτης ἀγροιῶτις, Μασ‐ σαγέτης Μασσαγέτις καὶ Μασσαγῆτις, ἴσως διὰ τὸ μέτρον. πρε‐ | |
15 | σβύτης πρεσβῦτις, ἀλείτης ἀλεῖτις, ἀγυιάτης ἀγυιᾶτις, ὡς καὶ τὰ προπύλαια τοῦ ἀγυιέως ἀγυιάτιδες θεραπεῖαι λέγονται, Αὐσονῖτις Λυκόφρων (v. 44) «ὁ τῆς θαλάσσης Αὐσονίτιδος μυχούς». Αἰανῖτις διὰ διφθόγγου. Σοφοκλῆς δὲ Ἀανῖτιν γράφει δίχα τοῦ ι. Ζεφυρῖτις Ἀφροδίτη καὶ Ἀρσινόη, ὡς Καλλίμαχος. Κυκνῖτις ἧς ὁ Κύκνος ἐβα‐ | |
20 | σίλευσε. Σοφοκλῆς ἐν Πηλεῖ. καὶ ἐν Ποιμέσι «βοὴν κυκνῖτιν». Ἀσκα‐ λωνῖτις, Ναρβωνῖτις, Καρκινῖτις, πόλις Σκυθική, Λυχνῖτις Ἀρ‐ μενίας χώρα. Μενελαῖτις χώρα Αἰγύπτου, Ποταμῖτις γυνὴ Βήλου ἣ καὶ Ἀερία· οὕτω δ’ ἐκλήθη καὶ ἡ Αἴγυπτος. Πιτανῖτις χώρα καὶ | |
νύμφη. Πορφυρῖτις πόλις Ἀραβίας κατὰ Αἴγυπτον, Προσωπῖτις | 105 | |
3,1106 | πόλις Αἰγύπτου, Σκιρῖτις ἡ δωδεκάπολις τῆς Καρίας. Σφραγῖτις ἄκρα Σκυθίας. Φαρκωνῖτις· οὕτως ἐκαλεῖτο ἡ Κύμη. Χαλκῖτις νῆ‐ σος ἀντικρὺ Χαλκηδόνος. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ γεωγραφουμένων «ἀπὸ δὲ τοῦ Ἀκρίτου καταπλεύσαντι πρὸς εὖρον στάδια ἑκατὸν δέκα | |
5 | ἄκρα κεῖται Ὑρίς καλουμένη, καὶ νῆσος αὐτῇ παράκειται Πιτυώδης καὶ ἄλλη νῆσος καλουμένη Χαλκῖτις καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ ταύτης εἰς τὴν Χαλκῖτιν λεγομένην πόλιν στάδια τεσσαράκοντα». ἔστι καὶ πόλις Χαλκῖτις ἐν Μεσσαπίᾳ τῆς Ἰταλίας· ἔστι καὶ χώρα ἐν Σκυ‐ θίᾳ, ὡς Ἑρμείας ἐν περιηγήσει. Χατραμωτῖτις χώρα πλησίον τῆς | |
10 | Ἐρυθρᾶς θαλάσσης, Στράβων ἑκκαιδεκάτῃ (p. 768) «Γερραῖοι δ’ εἰς τὴν Χατραμωτῖτιν». Ὠκεανῖτις, Μαρωνεῖτις, Σαλωνεῖτις, ἠερο‐ φοῖτις, Ἀσιᾶτις, Ἀπολλωνιᾶτις, Δερεᾶτις Ἄρτεμις, Καρυᾶ‐ τις, Καυλωνιᾶτις, Κροτωνιᾶτις, Μαλεᾶτις, Μιδεᾶτις, Μυρ‐ λεᾶτις χώρα Βιθυνίας, Ναυκρατιᾶτις, Πισᾶτις, Πλαταιᾶτις, | |
15 | Πυλᾶτις «Πυλάτιδες ἀγοραί» (Sophocl. Trach. 638). Σπαρτιᾶτις, Τεγεᾶτις, Ὑσιᾶτις. Αἰγινήτης Αἰγινῆτις, κωμήτης κωμῆτις, Πειρῆτις «Πειρήτιδος ἱερὸς ὄρνις» ὡς ἀπὸ Πειρήτης ἀρσενικοῦ, πρωθῆβις. Μάγνης Μαγνῆτις παρὰ Σοφοκλεῖ, Κουρής Κουρῆτις. Μασῆτις λίμνη, κώμη καὶ νῆσος. νησιώτης νησιῶτις, Ἀρδαλιῶτις, | |
20 | Ἑστιαιῶτις ἡ Θεσσαλικὴ μοῖρα. Ἰταλιῶτις. Μαιώτης ἔθνος Σκυθι‐ κὸν καὶ Μαιῶτις λίμνη, ἥν φασι κληθῆναι ἀπὸ τοῦ μαῖαν εἶναι τοῦ Εὐξείνου πόντου. Μαρεῶτις λίμνη. Μασσαλιῶτις, Πελασγιῶτις, Φθιῶτις. χωρὶς τῶν ἀπὸ τῆς κοίτης καὶ πωλῶ· ταῦτα γὰρ προπαρ‐ οξύνονται, ἄκοιτις, παράκοιτις, ἀρτόπωλις, λαχανόπωλις, | |
25 | ἀλφιτόπωλις. τὸ μέντοι δολόμητις οὐκ ἔστι θηλυκόν, ἀλλὰ καὶ ἀρσενικόν. καὶ ἴσως μῆτις ἔγκειται ὡς τὸ πολύμητις δολόμητις. καὶ ἔστι σύνθετον. τὸ Σκυθίς δὲ δισυλλαβοῦν ὀξύνεται ὡς τὸ Περσίς. * Ἔτι τὰ νομιζόμενα ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γεγενῆσθαι πρὸ μιᾶς ἔχουσι τὸν τόνον οἷον ἡ πλευρῖτις, ἡ φρενῖτις, ἡ νεφρῖτις. | |
30 | ταῦτα ὡς ἀπὸ τῶν εἰς ης ἀρσενικῶν δοκοῦσιν εἶναι ὡς ἀπὸ τοῦ ὁ πλευρίτης καὶ ὁ φρενίτης καὶ ὁ νεφρίτης, εἰσὶ δὲ ὀνόματα νοσημάτων. Τὰ εἰς φις διβράχεα ὀξύνεται, ῥαφίς, γλυφίς, σταφίς, στρο‐ φίς. σεσημείωται τὸ ὄφις. εἰ δὲ ἡ παραλήγουσα εἴη φύσει ἢ θέσει | |
μακρὰ ἐν δισυλλάβοις παροξύνεται ἢ προπερισπᾶται, Ἶφις, Μέμφις | 106 | |
3,1107 | ἡ διασημοτάτη Αἰγύπτου μητρόπολις. τὸ δὲ Κηφίς ὡς ἐθνικὸν ὀξύ‐ νεται, ὡς καὶ Δελφίς. Τὰ εἰς φις ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ κύρια εἴη, ἀστα‐ φίς, κροταφίς, ἐλαφίς. Κερκαφίς· Κερκαφίδες δὲ ἀπὸ Κερκάφου | |
5 | αἱ Ῥόδιαι γυναῖκες. καὶ Ἀκραιφίς λίμνη ὡς ἐθνικά. τὸ δὲ Ὄνου‐ φις ὡς κύριον προπαροξύνεται καὶ Μώμεμφις. Ἡρόδοτος δευτέρᾳ (c. 163). Πάρεμφις· εἰσὶ δὲ πόλεις Αἰγύπτου. Τὰ εἰς χις ὀξύνεται, εἰ μὴ ὀνόματα πόλεων ἢ νήσων εἴη, Κολχίς. Ἀντιοχίς ἡ μήτηρ τοῦ Ἀντιόχου καὶ ἐθνικὸν τῆς πόλεως Ἀντιοχείας | |
10 | καὶ φυλῆς ὄνομα, παννυχίς, Τραχίς πόλις Θεσσαλίας ὑπὸ τὴν Οἴτην ὑπὸ Ἡρακλέους κτισθεῖσα καὶ ὀνομασθεῖσα οὕτως διὰ τὴν τραχύτητα. Δουλιχίς, Ἐρυσιχίς· τὸ δὲ ῥάχις καὶ ἔχις σεσημείωται. τὸ μέν‐ τοι Ζοῦχις πόλις Λιβύης περὶ τὴν Σύρτιν. Στράβων ἑπτακαιδεκάτῳ (p. 834). Τρῆχις πόλις Αἰγύπτου, Βῆχις πόλις Αἰγύπτου ἡ πρότε‐ | |
15 | ρον Μέτηλις. Βῶγχις πόλις Αἰθιοπίας πρὸς τῷ τρίτῳ καταρράκτῃ. Ξοῦχις πόλις Λιβύης. Ἀρτεμίδωρος. Ἀτάρβηχις πόλις ἐν τῇ Προσω‐ πίτιδι νήσῳ, Τεύωχις πόλις Αἰγυπτία. ἔστι καὶ λιμὴν ὁμώνυμος. Ὕδελχις· ἐπὶ πόλεων καὶ νήσων. Τὰ εἰς ις θηλυκὰ ἐπὶ τέλους ἔχοντα τὸν τόνον καὶ εἰς α ποιοῦντα | |
20 | τὴν αἰτιατικὴν ὀξύνονται, ῥανίς, κρηπίς, κνημίς, ἁψίς. Εἰ δὲ εἰς ιν ἔχουσι τὴν αἰτιατικήν, περισπῶνται, Βενδῖς, Μολῖς, | |
Τοτῖς, Ἀταργατῖς. | 107 | |
3,1108 | ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΙΣ ος ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ εʹ. Τὰ εἰς ος καθαρὰ δισύλλαβα τῷ α μακρῷ παραληγόμενα ὀλίγα εἰ‐ σίν, καὶ ὀξύνεται μέν, ὅσα οὐ κύρια, μὴ δὲ ἐπιθετικά, παός καὶ πηός | |
5 | «καὶ πηῷ περ ἐόντι» (Od. κ 441), ναός νηός «ἐν πίονι νηῷ» (Β 549), λαός ληός τῇ μεταγενεστέρᾳ Ἰάδι τραπέν «ληὸν ἀθρήσας» Ἱππῶναξ, παρ’ Ὁμήρῳ δὲ τὸ λαός ἄτρεπτον ἔμεινεν. σημειωτέον δὲ ὅτι οὐχ ἁπλῶς τὸν ὄχλον σημαίνει, ἀλλὰ τὸν ὑποτεταγμένον. Ἑκαταῖος γὰρ «τὸν Ἡρακλέα τοῦ Εὐρυσθέως λαόν» λέγει καίτοι ἕνα ὄντα. γίνεται | |
10 | δὲ λαός, ὡς Χρύσιππος ὁ Στωϊκὸς ἐτυμολογεῖ, παρὰ τὸ λαλῶ λαλός καὶ λαός. παρὰ γὰρ τὴν φωνήν φησι ὡς καὶ μέροψ παρὰ τὴν ὄπα. καὶ ἄνθρωπος ὁ διωρθωμένην ἔχων τὴν ὄπα, διὸ καὶ αὐδήεντες «ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων» (Od. ζ 125). ἐγένετο δὲ ἔλ‐ λειψις, ὡς παρὰ τοῖς Ἀττικοῖς ἡ σίφη ἐκ τοῦ σίλφη παρ’ ἡμῖν λεγο‐ | |
15 | μένη ὡς καὶ ὁ τάπης παρὰ τὸ θάλπη, εἴ γε παρὰ τὸ χλιαίνειν ἡ χλαίνη. καὶ ἔκτασις δὲ γίνεται ἀποβολῇ τοῦ λ· ἄλλοι δὲ παρὰ τοὺς λᾶας ὠνο‐ μάσθαι «λαοὶ Δευκαλίωνος ὅσοι γενόμεθα». Καλλίμαχος. φέρεται δὲ ἱστορία, ὅτι ἡ Μῆτις δυστοκούσης τῆς Ῥέας αὐτὴ καὶ ἔτεκε τέκνον ὃ ἐκάλεσε Λάαν· τῇ δὲ Ῥέᾳ τεκούσῃ τὸν Δία ἀντικατήλλαξεν τὸν Λάαν | |
20 | αὐτῆς τὸν παῖδα, ἵνα ὁ Κρόνος ἀντὶ Διὸς τὸν Λάαν καταπίῃ. Ζεὺς οὖν ἡβήσας εἰς τιμὴν τοῦ ἀνθ’ αὑτοῦ καταποθέντος λαοὺς ὠνόμασε τοὺς ἀνθρώπους. οἱ δὲ ὅτι Δευκαλίων λίθους ῥίπτων ἀνθρώπους ἐποίει. τινὲς δὲ ὅτι κατακλυσμοῦ ὄντος ἔφυγον οἱ ἄνθρωποι εἰς τὰ ὄρη. καὶ μετὰ ταῦτα ἐπέστησαν τῇ γῇ εὐδίας γινομένης, ὡς ἐκπλαγῆναι καὶ ἀπὸ | |
25 | λίθων νομισθῆναι εἶναι. Ἡσίοδος δὲ παρὰ τὸ ἁλές τὸ σημαῖνον τὸ ἁθρόον. τούς ῥά ποτε Κρονίδης Ζεὺς ἄφθιτα μήδεα εἰδὼς λεκτοὺς ἐκ γαίης ἁλεῖς πόρε Δευκαλίωνι. (fr. 11 Dindorf.) ἁλαός λαός ἀφαιρέσει τοῦ α, ὡς καὶ παρὰ Ἀριστοφάνει (Mein. fr. Com. ed. min. p. 341) | |
30 | σφόδελον ἐν χύτραισι μεγάλαις ἑψόμενον τινὲς δὲ καὶ Παφίην τὴν Ἀφροδίτην οὐ παρὰ τὴν Πάφον τὴν ἐν Κύ‐ πρῳ πόλιν, ἀλλὰ παρὰ τὸ ἀπαφίσκειν· καὶ παρ’ Ἡσιόδῳ «ῥεῖά τέ μιν μαυροῦσι θεοί» (Op. 323). ἡ τοῦ μακροῦ α ἀφαίρεσις σπάνιος· καὶ ἴσως ἐν τῷ «βάλε δὴ βάλε κηρύλος εἴην» (Alcm. fr. 21). τὸ Δᾶος | |
35 | ὡς κύριον βαρύνεται. «Γέτας γὰρ τοὺς πρὸς τὸν Πόντον κεκλιμένους | |
καὶ τὴν ἕω, Δάους δὲ τοὺς πρὸς τἀναντία πρὸς Γερμανίαν καὶ τὰς τοῦ | 108 | |
3,1109 | Ἴστρου πηγάς» (Strab. VII p. 304). καὶ παρ’ Ἀττικοῖς δὲ τὰ τῶν οἰκετῶν ὀνόματα Δᾶοι καὶ Γέται. λέγεται δὲ καὶ Δᾶκος. ἔτι καὶ Λᾶος ποταμὸς καὶ πόλις Λευκανίας. Ἀπολλόδωρος ἐν τῷ περὶ γῆς δευτέρῳ. καὶ Λᾶοι οἱ οἰκοῦντες Λᾶν πόλιν Λακωνικῆς. Χνᾶος ἔθνος. καὶ τὸ | |
5 | πρᾷος δὲ ἐπίθετον. τὸ μέντοι ταός παρ’ Ἀλεξανδρεῦσιν ἀντὶ τοῦ ταὧς σεσημείωται. τὸ δὲ λᾶος παρὰ Σοφοκλεῖ «ἐπ’ ἄκρου λάου» (Oed. Col. 195) ἀπὸ γενικῆς τῆς λᾶος «λᾶος ὑπὸ ῥιπῆς (Μ 462) εἰς εὐθεῖαν μετεποιήθη. Τὰ εἰς αιος δισύλλαβα, εἰ μὴ εἴη κύρια, ὀξύνεται, λαιός, φαιός, | |
10 | βαιός, σκαιός τὸ ἐπίθετον. Σκαῖος δὲ τὸ κύριον, ὡς Βαῖος κυ‐ βερνήτης Ὀδυσσέως, Γραῖος, Παῖος. Τὰ διὰ τοῦ αυος δισύλλαβα βαρύνεται, ναῦος, αὗος ὁ ξηρός. Αὖος ποταμὸς Θεσπρωτίας, Τραῦος κύριον καὶ τὸ Ψαῦος παρ’ Ἀλκμᾶνι. τὸ δὲ ἀγαυός τρισύλλαβον. | |
15 | Τὰ εἰς οιος δισύλλαβα ὀξύνεται, εἰ μὴ εἴη κύρια καὶ πυσματικὰ καὶ ἀναφορικὰ καὶ τὸ ο πλεονάζει ἐν τῇ ἀρχῇ, σμοιός ἐπίθετον, σκλοιός ὁ σκολιός, δοιός, γλοιός ἐπὶ κόπρου, βοιός, κλοιός, ὃ καὶ | |
κλῳός λέγεται, φλοιός. τὸ ποῖος, τοῖος, κοῖος, οἷος βαρύνεται | 109 | |
3,1110 | ὡς πυσματικὰ καὶ ἀναφορικά, τὸ δὲ οἶος ὁ μόνος, ὅτι τὸ ο πλεονά‐ ζει ἐν τῇ ἀρχῇ. καὶ τὰ κύρια δὲ ὁμοίως, Μοῖος, Βοῖος ἔθνος Κελ‐ τογαλατῶν, Κοῖος. Οἰός δὲ ὁ δῆμος τῆς Ἀττικῆς ὀξύνεται. ἔστι δὲ καὶ πόλις Κρητικὴ καὶ ὄνομα λιμένος καὶ ῥεῖθρον. | |
5 | Τὰ εἰς ειος δισύλλαβα ἐπιθετικὰ βαρύνεται, λεῖος, μεῖος, θεῖος, πλεῖος, ῥεῖος, χρεῖος, Κεῖος καὶ Τεῖος ἐκ τοῦ Κέϊος καὶ Τέϊος συναιρεθέντα. τὸ δὲ νειός ἐπὶ τῆς ἀνανεουμένης γῆς οὐκ ἀρσενικὸν καὶ μονογενές. * Τὰ εἰς ευος δισύλλαβα κύρια προπερισπᾶται, Βεῦος ποταμὸς Μα‐ | |
10 | κεδονίας. Τὰ εἰς ος καθαρὸν δισύλλαβα παραληγόμενα τῷ ι μακρῷ ἀρχόμενα ἀπὸ τοῦ ἑνὸς ἢ δύο συμφώνων βαρύνεται, πῖος καὶ Πῖος ὄνομα κύ‐ ριον, Χῖος ὁ πολίτης τῆς Χίου. Θουκυδίδης ὀγδόῃ (c. 5) «Χῖοι καὶ Ἐρυθραῖοι ἀποστῆναι καὶ αὐτοὶ ἕτοιμοι ὄντες». καὶ Ἡρόδοτος πρώτῃ | |
15 | (c. 142) «Χῖοι καὶ Ἐρυθραῖοι κατὰ τωὐτὸ διαλέγονται». τὸ ι μακρὸν ὡς τοῦ μήτι «μήτι δ’ ἡνίοχος» (Il. Ψ 318) καὶ τοῦ Θέτι «πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν» (Il. Σ 407). τὸ δὲ πρωτότυπον βραχὺ ἔχει τὸ ι. δῖος. Θρῖος ὄνομα τόπου. Γρῖος, Φθῖος ἥρως καὶ ἔθνος «Λοκροὶ καὶ Φθῖοι» (Il. Ν 686). λέγονται καὶ Φθῖες. Φλῖος ὁ | |
20 | Διόνυσος καὶ ὄνομα πόλεως, ὃ διφορεῖται κατὰ τὴν γραφήν, τινὲς μὲν γὰρ διὰ τοῦ ι γράφουσι αὐτό, τινὲς δὲ διὰ τῆς ει διφθόγγου. τὸ κριός ὁ ἐξέχων τῆς ποίμνης παρὰ τὸ κεκρίσθαι τὰς τρίχας σεσημείωται ὀξυ‐ νόμενον. τὸ δὲ Κρῖος ὄνομα Τιτᾶνος προπερισπῶσι πρὸς διαστολὴν τοῦ προσηγορικοῦ, ὁ δὲ Ἀρίσταρχος καὶ τὸ κύριον ὀξύνει. γράφεται | |
25 | δὲ διὰ τοῦ ι τῷ κανόνι τῶν διὰ τοῦ ιος δισυλλάβων ἀρσενικῶν διὰ | |
τοῦ ι γραφομένων. τὸ δὲ ἰός ἐπὶ τοῦ βέλους ἀπὸ φωνήεντος ἄρχεται. | 110 | |
3,1111 | Τὰ εἰς ος δισύλλαβα τὸ δίχρονον ἔχοντα βραχὺ βαρύνεται, σάος καὶ Σάος ἡ τῶν Σαΐων νῆσος. Ἴος νῆσος τῶν Κυκλάδων ἀπὸ Ἰώνων οἰκησάντων, ἔστι καὶ Λυδίας. Τίος πόλις Παφλαγονίας ἀπὸ Τιέως ἱερέως τὸ γένος Μιλησίου, ὡς Φίλων. Δημοσθένης δ’ ἐν Βιθυνιακοῖς | |
5 | φησι κτιστὴν τῆς πόλεως γενέσθαι Πάταρον ἑλόντα Παφλαγονίαν καὶ ἐκ τοῦ τιμᾶν τὸν Δία Τίον προσαγορεῦσαι. μέμνηται καὶ Μένιππος ἐν Παφλαγονίας περίπλῳ «ἀπὸ Ψύλλης χωρίου ἐς Τίον πόλιν καὶ ποτα‐ μὸν Βιλλαῖον στάδιοι ϟ» καὶ «οἱ πάντες ἀπὸ Ἡρακλείας ἐς Τίον πό‐ λιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι τοʹ». καὶ πάλιν «οἱ πάντες ἀπὸ | |
10 | Τίου εἰς Ἄμαστριν στάδιοι σκʹ. Στράβων ἐν δωδεκάτῳ (p. 542) οὐδε‐ τέρως καὶ τρισυλλάβως τὸ Τίειόν φησιν. Χίος ἡ ἐπιφανεστάτη νῆσος τῶν Ἰώνων, ἔχουσα καὶ πόλιν ὁμώνυμον. Ἑκαταῖος Εὐρώπῃ «Χίος κατὰ Ἐρυθράς, ἐν δὲ πόλις Χίος». ἀπὸ Χίου τῆς Ὠκεανοῦ ἢ ἀπὸ τῆς χιόνος τῆς ἐκεῖ γενομένης πολλῆς ἢ ἀπὸ νύμφης τῆς Χιόνης. ἔστι καὶ | |
15 | ἑτέρα πόλις Καρίας Χίος κατὰ Τριόπιον κειμένη ἐν τῇ χερρονήσῳ. καὶ γʹ ἐν Εὐβοίᾳ. Κίος ποταμὸς καὶ πόλις Βιθυνίας, Δρίος τὸ Φρίκειον ὄρος, ἴος ὁ μόνος, βίος ἡ ζωή, βιός δὲ τὸ τόξον. σεσημείωται τὸ μνιός ὁ ἁπαλός παρ’ Εὐφορίωνι. Τὰ διὰ τοῦ υος δισύλλαβα ἀρσενικὰ βαρύνεται, Δρῦος ὄνομα κύ‐ | |
20 | ριον υἱὸς Αἰγύπτου καὶ Φλῦος. σεσημείωται ὁ πυός ὀξυτόνως καὶ ἀρσενικῶς. τὸ δὲ νυός ἡ νύμφη θηλυκὸν ὀξύνεται. Τὰ διὰ τοῦ οος καὶ εος δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα καὶ μὴ μόνου τοῦ θ βαρύνεται, νόος, γόος, ῥόος, πλόος, θρόος, φλόος, κόος, ὃ λέγεται καὶ κῶος, καὶ Κόος ὄνομα τόπου, χνόος, | |
25 | φλέος, Κέος, Τέος, πλέος, νέος, διὸ καὶ τὸ ζόος παρ’ Ἐπιχάρμῳ οἱ πλείους ἐβάρυναν «τρὶς ἀπεδόθη ζόος». ὁμοίως καὶ τὸ σόος τὸ κύριον καὶ τὸ προσηγορικόν, ὅπερ ἡ συνήθεια διὰ τοῦ ω γράφει, τινὲς δὲ καὶ σὺν τῷ ι. τὸ δὲ ἑός ὀξύνεται, ἀπὸ φωνήεντος γάρ. καὶ τὸ | |
θοός καὶ θεός ὡς ἀπὸ τοῦ θ μόνου. | 111 | |
3,1112 | Τὰ εἰς ωος μετὰ προσγεγραμμένου ι δισύλλαβα προπερισπᾶται, Κῷος ὁ πολίτης τῆς Κῶ, σῷος, ὃ διὰ τοῦ ι γράφεσθαί φησι Δίδυ‐ μος, ἡ δὲ παράδοσις ἄνευ τοῦ ι οἶδε, Λῷος, Πτῷος Ἀκραιφέως καὶ Εὐξίππης. τὸ δὲ κλῳός, ἀπὸ τοῦ κλοιός ὀξύνεται, καὶ ἔτι τὸ ζῳός | |
5 | καὶ τὸ Τρῳός. Τὰ εἰς υιος σπάνια ὄντα ὀξύνεται, υἱός καὶ γυιός. ταῦτα δὲ οἱ Ἀττικοὶ ἄνευ τοῦ ι γράφουσιν. Τὰ εἰς ος τρισύλλαβα ἁπλᾶ τῷ α μόνῳ παραληγόμενα ὀξύνεται, εἰ μὴ ἡ τρίτη ἀπὸ τέλους φύσει ἢ θέσει μακρὰ εἴη ἢ κατὰ διάστασιν σύμ‐ | |
10 | φωνον ἔχοι, ἀγλαός, ἀλαός παρὰ τὸ ἀλῶ τὸ πλανῶμαι· ἀλαός ὁ περιπλανώμενος. Σέλευκος δὲ παρὰ τὸ ἀλάσαι, ὃ σημαίνει τὸ ἐλαττῶ‐ σαι ἵν’ ᾖ τὸ ἐλαττωθεὶς τοὺς ὀφθαλμούς. ἄλλοι δὲ ὁ τυφλὸς καὶ ἐστε‐ ρημένος τοῦ λάειν ἤτοι βλέπειν. Ἀρίσταρχος τὸ παρὰ τῷ ποιητῇ «ἀσπαίροντα λάων» (Od. τ 229) οὕτως ἐξηγεῖται ἀντὶ τοῦ βλέπειν. | |
15 | κεραός, ταναός. Δαναός ὁ πολίτης ὁμοφώνως τῷ οἰκιστῇ. Κρα‐ ναός, ἀφ’ οὗ ἡ Ἀττικὴ ἐκαλεῖτο Κραναή. Μαλαός, ὃς ἔκτισε Τῆ‐ μνον πόλιν τῆς Αἰολίδος. τὸ δὲ ἵλαος καὶ Πίταος Φρὺξ Μίδου φί‐ λος τὴν τρίτην ἀπὸ τέλους μακρὰν ἔχει. τὸ δὲ ...... σύμφωνον κατὰ διάστασιν ἔχει. τὸ δὲ γόαος ἐκ τοῦ γόης γέγονε. Τὸ δὲ Θήβαος, | |
20 | ἄρχαος, Ἄλκαος, πάλαος, Ἄχαος κατ’ ἔνδειαν τοῦ ι γινόμενα | |
Αἰολικά εἰσιν. | 112 | |
3,1113 | * Τὰ εἰς αος ὑπερτρισύλλαβα προπαροξύνεται οἷον Ἀμφιάραος, Μενέλαος· ἔστι καὶ πόλις Αἰγύπτου· Στράβων ἑπτακαιδεκάτῃ (p. 803). Οἰνόμαος υἱὸς Ἁρπίνης τῆς Ἀσωποῦ καὶ Ἄρεος. Τὰ διὰ τοῦ λεος τρισύλλαβα ἁπλᾶ ὀξύνεται, μὴ ὄντα κτητικὰ ἢ | |
5 | διαφόρως τονούμενα πρὸς διάφορον σημασίαν, εἰλεός ἡ κατάδυσις καὶ ἡ νόσος καὶ ἡ μαγειρικὴ τράπεζα, φωλεός, κολεός, Μαλεός, γα‐ λεός ὁ ἀσκαλαβώτης. Φιλύλλιος Αἰγεῖ «ὁ πάππος ἦν μοι γαλεὸς ἀστε‐ ρίας» καὶ Ἄρχιππος Ἰχθύσιν «τί λέγεις σύ; μάντεις εἰσὶ γὰρ θαλάττιοι; γαλεοί γε πάντων μάντεων σοφώτατοι». ἀλεός καὶ Ἀλεός ὁ πολί‐ | |
10 | της Ἀλέας ὁμοφώνως τῷ οἰκιστῇ, παλεός. Κελεός, Πελεός, Ἐλεός δὲ τὸ κύριον καὶ ἐπίθετον, ἔλεος δὲ τὸ προσηγορικόν. τὸ δὲ μέλεος σύνθετόν ἐστι. τὸ δὲ τέλεος καὶ κήλεος κατὰ πάθος ἀπὸ τέλειος καὶ κήλειος κτητικά. * Τὰ εἰς νεος ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, ἐνεός, Φενεός ἥρως | |
15 | καὶ πόλις Ἀρκαδίας· «οἳ Φενεόν τ’ ἐνέμοντο καὶ Ὀρχομενόν «(Β 605). λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. κενεός, ἀφνεός, Ἐλινεός ὄνομα ἔθνους. Ἐρινεός πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγε‐ ται καὶ Ἐρινειός. ἔστι καὶ Θετταλίας ἄλλη καὶ Ἀχαΐας. τὸ δὲ λαΐνεος καὶ ἐλαΐνεος κατὰ πλεονασμὸν τοῦ ε ἐκ τοῦ λάϊνος καὶ ἐλάϊνος. τὸ | |
20 | δὲ κυάνεος κτητικὸν ἀποβολὴν ἔπαθε τοῦ ι ἀπὸ τοῦ κυάνειος γεγονός. * Τὰ εἰς ος λήγοντα ὀνόματα παρὰ ῥῆμα γινόμενα καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεσθαι θέλει, φωλεύω, φωλεός, ὀχεύω ὀχεός καὶ ἐν πλεονασμῷ τοῦ ς ὀσχεός. καὶ παρὰ σωρεύω δὲ ὁ σω‐ | |
ρεός. τὸ δὲ σωρός κατὰ συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω | 113 | |
3,1114 | δὲ ὁ λοχεός ἔσται κατ’ ὀξεῖαν τάσιν «ὁ δ’ ἐκ λοχεοῖο πάϊς» (Hesiod. theog. 178). ἀλλ’ οὖν γε βαρυτόνως οἱ πλείους ἀνέγνωσαν πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε, ὥστε παρὰ τὴν λόχου γενικὴν «ἐκ λόχου ἀμπή‐ δησε» (Il. Λ 379) λόχοιο γενέσθαι καὶ λοχέοιο. παρὰ κηδεύω δὲ κη‐ | |
5 | δεός, κελεύω Κελεός ὄνομα κύριον. ὠρεύω Ὠρεός πόλις Εὐβοίας. τούτοις ἀκόλουθον καὶ τὸ θυρεός μὴ παρὰ ῥῆμα γενόμενον. Τὰ εἰς τεος παροξύνεται, εἰ μὴ ἐκ πλεονασμοῦ ἔχοι τὸ ε ἢ κτη‐ τικὰ εἴη, ῥητέος, πρακτέος, ἀθροιστέος, μεμπτέος, γραπτέος, λαλητέος, νοητέος, ποιητέος, γνωστέος. τὸ δὲ ἐτεός ὀξύνε‐ | |
10 | ται. ἀπὸ γὰρ τοῦ ἐτός ὀξυτόνου, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ἐν πλεονασμῷ τοῦ ι γέγονεν ἐτεός ὀξείᾳ τάσει. ἐπὶ γὰρ τῶν εἰς ος ὀνομάτων ὁ πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν, κενός κενεός, ἀδελφός ἀδελφεός, δαφοινός δαφοινεός. τὸ δὲ δρακόντεος, γερόντεος κτητικά ἐστι. | |
15 | Τὰ διὰ τοῦ αλεος παραγωγὰ ὑπὲρ τρεῖς συλλαβάς ἐστι καὶ παρο‐ ξύνεται, χωρὶς εἰ μὴ ἔνδειαν ἔχῃ τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματος οἷον νηφαλέος, αὐαλέος, σμερδαλέος, θαρσαλέος, σκωπαλέος, δειμαλέος, κερδαλέος, φρικαλέος, ἀργαλέος, φοιταλέος, γηραλέος, λευγαλέος, ὀπταλέος, ἰκμαλέος, ῥωμαλέος, ῥω‐ | |
20 | γαλέος, καρφαλέος, ἁρπαλέος. πρόσκειται «εἰ μὴ ἔχῃ ἔνδειαν τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματος» διὰ τὸ δαιδάλειος δαιδάλεος, ἔνθεν αἰτιατικὴ «δαιδάλεον θώρηκα» παρὰ τῷ ποιητῇ (Θ 195), κονισάλειος κονισάλεος παρὰ Ἀντιμάχῳ «τὼ δ’ αὖτ’ ἀμφὶ κονισάλεον πεπονήατο δίφρον». ὅσα δὲ ἀπὸ τῶν κτητικῶν ἐγένετο κατ’ ἔνδειαν τοῦ ι, καὶ | |
25 | προπαροξύνονται, Ἀγαμεμνόνεος, Ἑκτόρεος, Νεστόρεος, τέλεος, | |
χάλκεος, χρύσεος, τέγεος, κήλεος. Ὑπερβόρεοι, ἔθνος, ὃ | 114 | |
3,1115 | Ἑλλάνικος Ὑπερβόρειοι γράφει διὰ διφθόγγου. Πρώταρχος τὰς Ἄλ‐ πεις Ῥίπαια ὄρη οὕτω προσηγορεῖσθαι καὶ τοὺς ὑπὲρ τὰ Ἄλπεια ὄρη κατοικοῦντας πάντας Ὑπερβορέους ὠνομάσθαι. Δαμάστης δ’ ἐν τῷ περὶ ἐθνῶν, ἄνω τῶν Σκυθῶν Ἰσσηδόνας οἰκεῖν, τούτων δ’ ἀνωτέρω | |
5 | Ἀριμασπούς, ἄνω δ’ Ἀριμασπῶν τὰ Ῥίπαια ὄρη, ἐξ ὧν τὸν βορέαν πνεῖν, χιόνα δὲ μήποτε αὐτὰ ἐκλείπειν· ὑπὲρ δὲ τὰ ὄρη ταῦτα Ὑπερ‐ βορέους καθήκειν εἰς τὴν ἑτέραν θάλασσαν. Καλλίμαχος δὲ τοὺς αὐτούς φησι εἶναι τοῖς Ἀριμασποῖς. Τὰ εἰς ος λήγοντα καθαρὰ ἁπλᾶ ὑπὲρ δύο συλλαβὰς κατὰ τὴν κοι‐ | |
10 | νὴν διάλεκτον τῷ η παραληγόμενα οὐκ ἔστιν εὑρεῖν εἰ μὴ τὸ αἰζηός ὀξυνόμενον. καὶ τοῦτο ἐκ πάθους ἔχει τὸ η. παρὰ γὰρ τὸ ἀεὶ καὶ ζέω ὁ ἀεὶ ζέων καὶ ἀκμάζων κατὰ τὴν ἡλικίαν γίνεται αἰζεός καὶ κατ’ ἐπαύξησιν τοῦ ε εἰς η αἰζηός. Ἀπολλώνιος μὲν ὁ τοῦ Ἀρχιβίου σὺν τῷ ι οἶδεν αὐτό, λέγων γεγονέναι ἐκ τοῦ αἰζήϊος. ἀλλ’ εἰ ἦν ἀπὸ | |
15 | τοῦ αἰζήϊος, οὐκ ὤφειλεν ὀξύνεσθαι, ἀλλὰ προπερισπᾶσθαι. ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται οἷον Ἀχελώϊος Ἀχελῷος, ὑπερώϊον ὑπερῷον. καὶ δῆλον ὅτι ὥσπερ ἀπὸ τοῦ Αἰτωλός γίνεται Αἰ‐ τώλιος κατὰ παραγωγὴν τοῦ αὐτοῦ σημαινομένου φυλαττομένου καὶ ἀπὸ τοῦ κάπρος κάπριος, οὕτω καὶ ἀπὸ τοῦ αἰζηός αἰζήϊος. πρόσκει‐ | |
20 | ται κατὰ τὴν κοινὴν διάλεκτον· τὸ γὰρ ἀρχῆος καὶ Ἀχηός καὶ πα‐ | 115 |
3,1116 | ληός Βοιώτιά εἰσι καὶ κατὰ τροπὴν τῆς αι διφθόγγου ἐγένετο καὶ προ‐ περισπᾶται καὶ ὀξύνεται. τὸ δὲ ὄρηος καὶ Λύκηος Λακωνικά εἰσι καὶ προπαροξύνεται καὶ αὐτὰ κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η γεγο‐ νότα. πρόσκειται ἁπλᾶ διὰ τὸ εὔνηος καὶ Ἐχένηος καὶ πολύνηος | |
5 | σύνθετα προπαροξυνόμενα. παρὰ γὰρ τὸ ναῦς νηός συνετέθη. τὸ δὲ πηός καὶ αὐτὸ ἐκ πάθους δισύλλαβον. Τὰ διὰ τοῦ διος προπαροξύνεται, εἰ μὴ τρισύλλαβα ὄντα τριβράχεα εὑρεθῶσι καὶ παροξύτονα πρὸς διαστολὴν κυρίων καὶ ἐπιθέτων, ὥσπερ ἔχει τὸ Ῥοδίος «Κάρησός τε Ῥοδίος τε» (Μ 20) καὶ Σχεδίος «Σχε‐ | |
10 | δίον δ’ ἕλε Λήϊτος ἥρως» (Ζ 35, Ο 515) καὶ Ὁδίος. Τὰ δὲ προ‐ παροξύτονα ταῦτα, ἴδιος, ἀΐδιος, μαψίδιος, παυρίδιος, ἁρμό‐ διος, νυμφίδιος, φωρίδιος, ἐπιμαστίδιος, ῥηΐδιος, θνητά‐ διος, κρυπτάδιος, Μυσάδιος, Ὑσσάδιος, μινυνθάδιος, τυμ‐ βίδιος, Ἀρκάδιος, ὠμίδιος καὶ ἐπωμίδιος, Ἐξάδιος, Κνί‐ | |
15 | διος, Ἐχινάδιος, Ἐπιλευκάδιος τὸ ἐθνικὸν καὶ Ἐπιλευκάδιοι πόλις μετὰ Ἀκαρνανίαν· Ἑκαταῖος Εὐρώπῃ. Ἀράδιος, Τενέδιος, Λεβέδιος, Ψωφίδιος· Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ «κάπρος ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίους κακὰ πολλὰ ἔοργεν». Αὐλίδιος, Δαυ‐ λίδιος, Βουλίδιος, Ἠλίδιος, Μιμνίδιος, Λυχνίδιος, Ἀσπα‐ | |
20 | λαθίδιος, Ἀλγίδιος, Ἰσίνδιος, Σισίνδιος, Ἀλαρόδιος ἔθνος περὶ τὸν Πόντον ὡς Ἡρόδοτός φησιν (3, 94. 7, 79). σεσημείωται τὸ ἐρῳδιός ὀξυνόμενον. ἐξηκολούθησε δὲ τοῖς ἐπὶ ὀρνέων. τὰ γὰρ εἰς ος καθαρὰ τῷ ι παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς ἐπὶ ὀρνέων ὀξύ‐ νονται, αἰγυπιός, χαραδριός, βομβυλιός. οὕτω καὶ ἐρῳδιός. λέγεται | |
25 | καὶ ῥῳδιός παρὰ Ἱππώνακτι «κνεφαῖος ἐλθὼν ῥῳδιῷ (?) κατηυλίσθην». | |
καὶ ὡς μὲν πρὸς τὴν συνήθειάν ἐστιν ἀφαίρεσις, ὡς δὲ πρὸς τὸν σχη‐ | 116 | |
3,1117 | ματισμὸν ἐντελές. ὥσπερ γὰρ ἀπὸ τοῦ ἁρμόζω γίνεται ἁρμόδιος τὸν αὐτὸν τρόπον ἀπὸ τοῦ ῥοίζω γίνεται ῥοίδιος καὶ πλεονασμῷ τοῦ ε καὶ ἐκτάσει τοῦ ο εἰς ω ἐρῳδιός καὶ μένει τὸ ι προσγεγραμμένον. Τὰ εἰς ωνιος προπαροξύνονται, Κιθαιρώνιος, Μαραθώνιος, | |
5 | Ἀπολλώνιος, Ἑλικώνιος, ἐναγώνιος, Ἀμμώνιος, αἰώνιος, Πλευρώνιος, Σιδώνιος, ὃ κατὰ συστολὴν εἶπεν ὁ ποιητὴς «Σιδο‐ νίων βασιλεύς» (Od. δ 618), λαβρώνιος εἶδος ἐκπώματος, Τροφώ‐ νιος. Κυρτώνιος πόλις Ἰταλίας. Πολύβιος τρίτῳ. Σιρβώνιος, Ἀρ‐ γανθώνιος, Ἀβυδώνιος, Ἀγκώνιος, Ἀντρώνιος ὄνος ἡ παροι‐ | |
10 | μία, Βαβυλώνιος, Αἰσώνιος, Ἀλαβώνιος, Κολοφώνιος, Ἀλ‐ μώνιος, Ἀμυδώνιος, Αὐλώνιος, Σικυώνιος, Καλυδώνιος, Καυλώνιος, Κραννώνιος καὶ τὰ ὅμοια. Τὰ εἰς νιος καθόλου ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Ἐλευ‐ σίνιος, Σαλαμίνιος, Τιτάνιος, Γερήνιος, Ἑλλήνιος, Τροιζή‐ | |
15 | νιος, παρθένιος. καὶ Παρθένιος ποταμὸς ἐν μέσῳ τῆς Ἀμαστρια‐ νῶν πόλεως ῥέων. ἐκλήθη δὲ ἐκ τοῦ συνεχῶς περὶ αὐτὸν τὴν παρθένον Ἄρτεμιν κυνηγετεῖν ἢ διὰ τὸ ἠρεμαῖον καὶ παρθενῶδες τοῦ ῥεύματος «ὡς ἀκαλὰ προρέων, ὡς ἁβρὴ παρθένος εἶσιν». τινὲς ὅτι ἐν αὐτῷ ἔπεσεν παρθένος παλαιοῦ τινος βασιλέως θυγάτηρ· καὶ τὴν μὲν τελευ‐ | |
20 | τῆσαι ἐκεῖ, τῷ δὲ ποταμῷ Παρθένιον ὄνομα τοὺς προσχώρους θέσθαι ἐπὶ τῷ πάθει τῆς παρθένου. ἔστι καὶ ἀκρωτήριον πλησίον Ἡρακλείας, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν ἕκτῳ γεωγραφουμένων. πυθμένιος, Λυκαόνιος, Μακεδόνιος, δαιμόνιος, Σαρπηδόνιος, Ζηράνιος ἔθνος Θρᾴκης. Θεόπομπος εἰκοστῷ πέμπτῳ. Ἀσκάνιος ποταμός. Εὐ‐ | |
25 | φορίων Χιλιάσι «καὶ Ψίλιν Ἀσκάνιόν τε Ναυαίθοιο». Βαρκάνιος ἔθνος τοῖς Ὑρκανοῖς ὅμορον. Τραυχένιος ἔθνος περὶ τὸν πόντον τὸν Εὔ‐ ξεινον ὅμορον Σίνδοις. Τυρμένιος Σκυθικὸν ἔθνος ναυτικώτατον. ἑρ‐ μηνεύονται δὲ φυγάδες. ὠγένιος ὁ ἀρχαῖος. Παρθένιος ὁ Νικαεὺς Δήλῳ «σὺν τῇ ἐγὼ Τηθύν τε καὶ ὠγενίης Στυγὸς ὕδωρ». Ὀλβυσί‐ | |
30 | νιος ἔθνος. Χαόνιος, Χαλκηδόνιος. Βεληδόνιος ἔθνος παρ’ Ὠκεανῷ. Παρθένιος ἐν Δήλῳ «οὐδ’ ἐπὶ τηλίστων ἄκρα Βεληδονίων». Βιστόνιος, ὅπερ καὶ ἐκτέταται ποιητικῶς Βιστώνιος. Χελιδόνιος ἔθνος Ἰλλυρικόν· Ἑκαταῖος Εὐρώπῃ «Σεσαρηθίων πρὸς βορέω οἰκέ‐ ουσι Χελιδόνιοι». Ἑρκύνιος. Ἀλέξανδρος Εὐρώπῃ. τὸ δὲ Κλονίος | |
35 | παροξύνεται ὡς κύριον καὶ τρισύλλαβον ὄν, τὸ δὲ Ἄνιος καὶ | |
Κρόνιος καὶ Ξένιος προπαροξύνεται. τὸ δὲ Μηνιός ὄνομα ποτα‐ | 117 | |
3,1118 | μοῦ ὀξύνεται. καὶ τὸ μονιός ὀξύνεται τρισύλλαβον, εἰ δὲ τὸ υ πλεο‐ νάσῃ, προπαροξύνεται. μούνιος γάρ. Ὅσα ἀπὸ τῶν εἰς ξ ἢ ψ ἢ ρ γίνεται διὰ τοῦ ι βραχέος, προπαρο‐ ξύνεται, εἰ μὴ ἐπὶ κυρίου διαστολή τις γένηται ἐν τρισυλλάβοις τριβρά‐ | |
5 | χεσιν ὥσπερ ἔχει τὸ Φρυγίος καὶ Φλογίος. καὶ προπαροξύνεται δὲ ταῦτα· Θρηΐκιος· λέγεται καὶ διὰ μακροῦ τοῦ ι «ἀνέρα δὲ Τροίη Θρηΐκιον οὔτι φορήσει». Κιλίκιος, Φαιάκιος, Ναρύκιος, Νυρά‐ κιος, Νωράκιος, Κοράκιος, Φοινίκιος, Ζαρήκιος, Ἀτράκιος, Ῥάγιος, Μηνίγγιος, Ἀράβιος, Κινύφιος, Αἰγιλίπιος, Αἰθιό‐ | |
10 | πιος. Εὐριπίδης Ἐρεχθεῖ «Αἰθιοπίαν νιν ἐξέσως’ ἐπὶ χθόνα». μακά‐ ριος, σωτήριος, ἀέριος, αἰθέριος. τὸ δὲ Ἰλλυριός οὐκ ἀντί‐ κειται. οὐ γὰρ τὸ Ἰλλυριός παρὰ τὸ Ἴλλυρ. Τὰ διὰ τοῦ ιος ἐθνικὰ ἢ τοπικὰ προπαροξύνονται, Ῥόδιος, Σά‐ μιος, Κύπριος, Αἰγύπτιος, Δήλιος, Ἀψίνθιος, Πύλιος, οὐ‐ | |
15 | ράνιος, θαλάσσιος, ἐντόπιος, ἐκτόπιος, ἐνδάπιος, ἐγχώριος καὶ ἐπιχώριος, τὸ χώριος μὲν οὐ λέγεται, ἀλλὰ τὰ σύνθετα. τὸ ἐγχώριος καὶ παρὰ Σοφοκλεῖ κεῖται (Oed. Col. 875). τὸ δὲ ἐπιχώριος καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆς φησι Πλάτων (c. 1). ἐγκώμιος. Ἡσίοδος «εἰ γάρ τοι καὶ χρῆμ’ ἐγκώμιον ἄλλο γένοιτο». Ἄβιος ἔθνος | |
20 | Σκυθικόν. Ὅμηρος (Il. Ν 6) «Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων». Ἀλέξανδρος δὲ ἐν τῷ περὶ Εὐξείνου πόντου φησίν, ὡς Διόφαντος εἶπεν, οὕτω λέγεσθαι αὐτοὺς διὰ τὸ τὸν Ἀβιανὸν ποταμὸν κατοικεῖν. ἢ ὅτι βίῳ ἑδραίῳ οὐ χρῶνται οὕτω λέγονται, διὰ τὸ ἐφ’ ἁμαξῶν φέρεσθαι. Δίδυμος δὲ Θρᾴκιον ἔθνος φησίν. Αἰσχύλος δὲ Γα‐ | |
25 | βίους διὰ τοῦ γ ἐν λυομένῳ Προμηθεῖ ἔπειτα δ’ ἥξεις δῆμον ἐνδικώτατον βροτῶν ἁπάντων καὶ φιλοξενώτατον, Γαβίους, ἵν’ οὔτ’ ἄροτρον οὔτε γατόμος τέμνει δίκελλ’ ἄρουραν, ἀλλ’ αὐτοσπόροι | |
30 | γύαι φέρουσι βίοτον ἄφθονον βροτοῖς. | 118 |
3,1119 | ὁμοίως καὶ Φιλοστέφανός φησι καὶ ἄλλοι. Θίβιος ἔθνος πρὸς τῷ Πόντῳ βασκαντικὸν καὶ φθοροποιόν, ὡς Δίδυμος ἐν δευτέρῳ συμποσια‐ κῶν «θανατοῖ δὲ τὸ πνεῦμα αὐτῶν οἷς ἂν πλησιάζῃ. καὶ τὰ σώματα αὐτῶν εἰς θάλασσαν ῥιφέντα οὐ καταδύουσιν». Εὔβιος ἔθνος Λιγυστι‐ | |
5 | κόν. Γάβιοι πόλις Λατίνων καὶ ἐθνικόν, ὡς Διονύσιος ἐν τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Τάβιοι πόλις Ἰταλίας, ἐν ᾗ οἱ περὶ Ῥέμον ἐπαιδεύθησαν. καὶ τὸ ἐθνικὸν ὁμοίως. Τολοστόβιος ἔθνος Γαλατῶν ἑσπερίων μετοικησάντων ἐκ τῆς Κελτογαλατίας εἰς Βιθυνίαν. Ἐρατοσθέ‐ νης δ’ ἐν πρώτῳ Γαλατικῶν Τολιστοβωγίους αὐτούς φησιν. Ἀρά‐ | |
10 | ζιος, Σαβάζιος, Ἀκάνθιος, ἀφ’ οὗ «Ἀκάνθιος τέττιξ» ἐπὶ τῶν ἀφώνων, τοιοῦτοι γὰρ οἱ τῆς χώρας τέττιγες, ὡς Σιμωνίδης. Σαλά‐ μιος ἔθνος Ἀράβων. σάλαμα δὲ ἡ εἰρήνη. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ ἔνσπονδοι γενέσθαι τοῖς Ναβαταίοις. Κράνιοι πόλις ἐν Κεφαλληνίᾳ τῇ νήσῳ. Δανδάριος ἔθνος περὶ τὸν Καύκασον, ὡς Ἑκαταῖος Εὐ‐ | |
15 | ρώπῃ. Σαγγάριος ἔθνος τῆς κάτω Φρυγίας ὁμωνύμως τῷ ποταμῷ. Ψυκτήριος τόπος ἐν Θρᾴκῃ, ἀπὸ Ἡρακλέους ἀναψύξαντος τὸν ἱδρῶτα ἐν τῷ καταπαλαῖσαι τὸν Ἀδραμύλην, καθώς φησιν Ἀπολλώνιος ἐν Κνί‐ δου κτίσει. καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Βάντιος ἔθνος Θρᾴκης. Ἑκα‐ ταῖος. Μαράφιος ἔθνος ἐν Περσίδι ἀπὸ Μαραφίου βασιλέως. Τηλέ‐ | |
20 | φιος δῆμος Λυκίας. Μέναιχμος γάρ φησιν ὅτι «ἀπὸ ἑπτὰ σταδίων Πατάρων Τηλέφου κρήνη δείκνυται διὰ τὸ Τήλεφον ἀπονίψασθαι ἐκεῖ τὸ τραῦμα, θολερὰν δὲ εἶναι. ἔστι καὶ δῆμος Τηλέφιος». Ὑπαιλό‐ χιοι ἔθνος Μολοσσικόν. Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν. Αἰδήψιος. Καλλίμαχος Ἑκάλῃ «ἄρκιος ἢ χείρεσσιν ἑλὼν Αἰδήψιον ἄορ». Λυκάψιος, | |
25 | Γαλήψιος. τὸ δὲ χαραδριός ὀξύνεται καὶ θαλαμιός ὁ κωπηλάτης. Τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιος προπαροξύνεται συνεσταλμένου τοῦ ι, εἰ μὴ τριβράχεα ἐπὶ κυρίων εἴη, πολέμιος, ποτάμιος καὶ παραποτάμιος ὡς Παρακηφίσιος καὶ προσωκεάνιος. Διονύ‐ σιος ὁ Ἁλικαρνασσεὺς ἐν τῇ ιθʹ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας «Λιβύην | |
30 | χειρωσάμενος μέχρι καὶ τῶν παρωκεανίων ἐθνῶν». παρηγμένα ἐκ δύο εἰς ἕν. μίσθιος, ῥύθμιος, φίλιος, ξένιος, δήμιος. Κλυτίος δὲ τὸ κύριον παροξύνεται. Τὰ διὰ τοῦ σιος καὶ τιος προπαροξύνονται, εἰ μὴ κύρια εἴη καὶ τριβράχεα, ἀσπάσιος, πρυμνήσιος. Ταυλάντιος Ἰλλυρικὸν ἔθνος. | |
35 | Εὐφορίων δὲ μετὰ τοῦ ν Ταυλαντίνους αὐτούς φησι. θαλάττιος, δι‐ | |
πλάσιος, Ταράσιος, ἀμβρόσιος, ἱκέσιος, ἀνάρσιος, Ἐφέσιος. | 119 | |
3,1120 | εὕρηται καὶ Ἐφέσεια διὰ διφθόγγου· οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Σοφο‐ κλῆς. Συρακόσσιος διὰ δύο σς καὶ διὰ τοῦ ο, δημόσιος, δια‐ πρύσιος, διακόσιοι, τριακόσιοι, πεντακόσιοι, Ὑπάτιος, Εὐστράτιος, Ἀέτιος, Φιλοίτιος, Μενοίτιος, ὑστάτιος, ὁσσά‐ | |
5 | τιος, Μελέτιος, Ἀχερόντιος, Ἀθανάσιος, Θριάσιος, Τιθρά‐ σιος, Ἀναγυράσιος ἀπὸ Ἀναγυροῦντος δήμου. ἐζήτηται δὲ πῶς ἔχει τὸ α, ἔδει γὰρ ὡς Ῥαμνούσιος. ἀλλ’ ἔοικε τὸ ρ αἴτιον εἶναι, φι‐ ληδοῦν τῇ συντάξει τοῦ α. Ἄσιος ὁ Ζεὺς παρὰ Ἄσον πολίχνιον Κρή‐ της. Αὐγάσιος ἔθνος Μασσαγετῶν. Στράβων ἑνδεκάτῃ (p. 513). Βου‐ | |
10 | πράσιος. θαυμάσιος καὶ Θαυμάσιος ἔθνος Ἀρκαδίας. Θηράσιος, Θάσιος, Ἰάσιος, Ἰμβράσιος, Καυκάσιος, Κορυφάσιος, Κρα‐ βάσιος, Νικάσιος τὸ ἐθνικὸν καὶ τὸ κύριον. Νυμφάσιος, Ὀρε‐ στάσιος, Παρράσιος, Πτελεάσιος, Ταμάσιος, Φυλάσιος, Φλιά‐ σιος· οὕτω Λακεδαιμόνιοι τῶν μηνῶν ἕνα καλοῦσιν, ἐν ᾧ τοὺς τῆς γῆς | |
15 | καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιού‐ σιος, πλεονασμῷ δὲ τοῦ α Φλιάσιος. Γέσιος κύριον ὄνομα ἐπιχωριά‐ ζον ἐν Πέτραις Ἀραβίας. ἔοικε δὲ Γεήσιος προϋπάρχειν ὡς τὸ Ἰθακή‐ σιος καὶ κατὰ συγκοπὴν Γέσιος. Ἐρέσιος, Ἀκακήσιος, Ἀκελήσιος, ὡς Μενδήσιος, Ἀκυλήσιος. Ἀλήσιος «οὐ γὰρ Ἀλήσιοί ἐστε» Εὐ‐ | |
20 | φορίων. Ἁλοννήσιος, Προκοννήσιος, Ἁλωνήσιος, Χερσονή‐ σιος. Ἑκαταῖος Εὐρώπῃ «Ἀψινθίοισι πρὸς μεσημβρίην ὁμορέουσι Χερ‐ σονήσιοι», οὗ τὸ θηλυκὸν Εὐριπίδης «ὃς τὴν ἀρίστην Χερσονησίαν πλάκα» (Hec. 8). Φαγρήσιος, Ἀρήσιος, Βερήσιος, Ἀδρυμή‐ σιος, Γαλλήσιος, Ἑλικήσιος. Εὐθρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ | |
25 | ἐθνικόν. Ἰθακήσιος, Καρπήσιος ἔθνος Ἰβηρικόν. Κορήσιος, Κρε‐ μήσιος, Κρήσιος, Κυνήσιος, Λιθήσιος ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προσιδρυμένος ἐκεῖ. Ῥιανὸς ἐν Ἠλιακῶν τρίτῳ. Μαραθήσιος, Μιλήσιος ὃ σεσημείωται ἐν τοπικοῖς, ὅτι ἐτράπη τὸ ι. Μυήσιος, Μυκαλήσιος, Νεδεήσιος, Πολυήσιοι πόλις καὶ οἱ πολῖται ὡς | |
30 | Λοκροί Δελφοί. Ποτιολήσιος, Πυδήσιος, Μαγνήσιος, Σαλλή‐ σιοι μοῖρα Παιόνων. Στρυμήσιος. Τιταρήσιος ποταμὸς Θεσσαλίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. χαρίσιος, Προβαλίσιος, Χαδίσιος, Χα‐ λίσιος, Ἐπικηφίσιος, Ἀρτεμίσιος, Θεοδόσιος, Ὀλοβύσιος ἔθνος περὶ Ἡρακλείων στηλῶν. Νύσιος, Ἀμαρύσιος ὡς Τρικορύ‐ | |
35 | σιος. οὕτω γὰρ Παυσανίας ἐν πρώτῃ (31, 5). λέγεται καὶ Ἀμαρύν‐ | 120 |
3,1121 | θιος. Ἀμφρύσιος. Λυκόφρων «Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων» (v. 900). Ἰαλύσιος, ἐτώσιος, Ῥώσιος, Ἀραχώσιος, Περκώ‐ σιος, Κριθώσιος, Γεδρώσιος ἔθνος Ἰνδικόν. Παίσιος, Νεμαύ‐ σιος, Ὀποείσιος, Ἀρκέσιος καὶ Ἀρκείσιος, Σιμοείσιος, Ἀγνού‐ | |
5 | σιος, Ῥαμνούσιος ἀπὸ τῆς γενικῆς προσόδῳ τοῦ ι τοῦ τ οὐ φυλασσομέ‐ νου ὡς ἐν τῷ Σελινούντιος, Ὀπούντιος, Ἱεριχούντιος, Τραπε‐ ζούντιος, τρεπομένου δὲ εἰς ς καὶ τοῦ πρὸ αὐτοῦ ν ὑφαιρουμένου, Ἁλιμούσιος, Φηγούσιος, Ἀχερδούσιος, Ἀχραδούσιος Ἀριστο‐ φάνης Ἐκκλησιαζούσαις (v. 362) «νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύ‐ | |
10 | ραν, ὅστις πότ’ ἐστ’ ἄνθρωπος Ἀχραδούσιος». Καλαθούσιος, Καρδού‐ σιος, Λαμούσιος, Μαραθούσιος, Μαυρούσιος ἔθνος μέγα Λιβύης, ὃ καὶ Μαῦροι. Καδούσιος ἔθνος μεταξὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Πόντου. Στράβων ἑνδεκάτῃ (p. 507). Βαργούσιος ἔθνος δυτικὸν πρὸς τῷ Ἴβηρι ποταμῷ, Πολύβιος ἐν τρίτῳ. Δηρούσιος ἔθνος Περ‐ | |
15 | σικόν. Ἡρόδοτος αʹ (c. 125) «Πέρσαι δ’ οἱ μὲν Πενθιάδαι οἱ δὲ Δη‐ ρούσιοι οἱ δὲ Καρμάνιοι». Φαρούσιος ἔθνος Λιβυκόν. μέμνηται αὐ‐ τῶν Διονύσιος καὶ Ἀρτεμίδωρος. Ἀμαθούσιος. Αἰδούσιοι σύμμαχοι Ῥωμαίων πρὸς τῇ Κελτικῇ Γαλατίᾳ, Ἀπολλόδωρος ἐν χρονικῶν δʹ. Ἁλι‐ καρνάσσιος, Παρνάσσιος, Ποιηέσσιος, Ἤσσιος, Ἀγήσσιος, | |
20 | Ἀσσήσιος, Καρδήσσιος, Λυρνήσσιος, Μαρπήσσιος, Μερμήσ‐ σιος, Μυκαλήσσιος, Σαρδήσσιος, Σαλμυδήσσιος, Ταρτήσσιος, Τελμήσσιος, Τεγήσσιος, Τυλήσσιος. Λυκόφρων «ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησσίων» (v. 993). Βολίσσιος, Μυρμίσσιος, Μυγίσ‐ σιος, Ἐλαιούσσιος παρὰ τὸ Ἐλαιοῦσσα, Ἐλαιούσιος δὲ παρὰ τὸ | |
25 | Ἐλαιοῦς. Πιτυούσσιος. Ἄκτιος Αἰγεύς, ὡς Εὐφορίων Διονύσῳ. Βυ‐ ζάντιος, Ἀκαμάντιος, Ἀλλάντιος, Παλλάντιος, Ἀλυβάντιος, Γλισάντιος. Τευθράντιος Εὐριπίδης Λικυμνίῳ «Τευθράντιον δὲ σχῆμα Μυσίας χθονός» ἀπὸ τῆς γενικῆς Τεύθραντος, Τευθράνιος δὲ ἀπὸ Τευ‐ θρανίας ὡς ἀπὸ Παρρασίας Παρράσιος. Περγάντιος, Προσπάλτιος, | |
30 | Ἁλιάρτιος, Σαγάρτιος, Αἰγύπτιος, Κυπαρισσηέντιος, Συρρέν‐ τιος, Σίντιος. Σκίρτιος ἔθνος Παιονίας ὡς Φλέγων ἐν Ὀλυμπιά‐ δων ιεʹ. Ἑλλησπόντιος, Εὐρυμεδόντιος, Μεσοπόντιος ὁ Ἐρέ‐ σιος Ποσειδῶν. οὕτω γὰρ ἐν Ἐρέσῳ τιμᾶται, πόλει τῆς Λιβύης. Καλ‐ λίμαχος Αἰτίων αʹ. Ἀναφλύστιος, Βυβάστιος ὡς Ἔφορος. Γεραί‐ | |
35 | στιος, Φαίστιος, Βουβάστιος παρὰ Θεοπόμπῳ. Ὀγχήστιος, Τυφρήστιος. Παρθένιος «Τυφρήστιον αἶπος». Λιβύστιος ὡς ἀπὸ τοῦ Λίβυστος τοῦ ἀπὸ τοῦ Λίβυος ὄντος κατὰ πλεονασμόν. Σήστιος, Ἐλ‐ βέστιος ἔθνος Λιβύης. Φίλιστος ηʹ «περὶ δὲ τοὺς Λίβυας ...» Ἑκα‐ ταῖος Εὐρώπῃ «Ἐλβέστιοι καὶ Μαστιηνοί». Βηρύτιος, Ἀζώτιος, | |
40 | Βούτιος, Καρδύτιος, Κορδύτιος, Μισήτιος, Βουθρώτιος, | 121 |
3,1122 | Βοιώτιος, Στράτιος, Μυτιστράτιος, Μαδύτιος, Σαββάτιος, Συβότιος, Φοίτιος υἱὸς Ἀλκμέωνος τοῦ Ἀμφιαράου καὶ τὸ ἐθνικόν, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωϊκοῖς. Ἐλεύτιος ἔθνος τῆς Ἰαπυγίας. Ἑκα‐ ταῖος Εὐρώπῃ. Πευκέτιος ἔθνος περὶ τὸ Ἰόνιον πέλαγος. Ἡρόδω‐ | |
5 | ρος δὲ καὶ Πευκετεῖς αὐτοὺς καλεῖ. Αἰπύτιος «Αἰπύτιον παρὰ τύμ‐ βον» (Il. Β 604). Ἀκύτιος, Βρέττιος, Βρούττιος. τὸ δὲ πλη‐ σίος καὶ ἀντίος σεσημείωται. Σκοτίος, Κλυτίος κύρια καὶ τριβράχεα καὶ τὸ Φρασίος. Τὰ διὰ τοῦ ιος καθαρὰ πρὸ τοῦ ι η ἢ ω ἔχοντα προπαροξύνονται. | |
10 | καὶ τὰ μὲν κατὰ διάλυσιν ἀπὸ τῶν διὰ τοῦ ειος καὶ ἔκτασιν τοῦ ε εἰς τὸ η γίνονται, νήϊος, δήϊος ἐκ τοῦ δέϊος, γήϊος, Τήϊος, ἀφ’ οὗ «Πρωταγόρας ὁ Τήϊος». Κήϊος, βασιλήϊος, Ἰλιήϊος, χαλκήϊος, Ὀδυσσήϊος, ἀρχήϊος, Παταρήϊος, Πυθήϊος, Λυρκήϊος, Αἰο‐ λήϊος, Μινυήϊος, Τριχωνήϊος, Ἁλήϊος «Ἁλήϊον πεδίον». τὰ δὲ | |
15 | ἀπὸ πλεονασμοῦ ἔχει τὸ η κατὰ τὴν τρίτην συλλαβήν, πολεμήϊος, ποιμνήϊος, ταφήϊος. τὸ δὲ Νυσήϊον (Il. Ζ 133) ἀμφίβολον· εἰ μὲν γὰρ παρὰ τὸ Νύσιον, πλεονασμὸς τοῦ η. εἰ δὲ παρὰ τὸ Νῦσα, ὤφειλεν εἶναι Νύσειον, ἀλλ’ ὥσπερ παρὰ τὸ ἄρειον ἀρήϊον αὐξήσει γέ‐ γονεν, οὕτως Νυσήϊον· ὥστε δύναται διαίρεσις εἶναι καὶ ἐπέκτασις, ἀλλ’ | |
20 | οὐ πλεονασμός. τὸ δὲ αἰζήϊος ἐπλεόνασε τὸ ι, οὐ τὸ η. τὰ δὲ εἰς ιος τὸ ω κατὰ τὴν τρίτην συλλαβὴν ἔχοντα ἀπὸ τῶν διὰ τοῦ ῳος κατὰ διάλυσιν γίνονται, Κῷος καὶ Κώϊος, Μινῷος καὶ Μινώϊος, λώϊος, πατρώϊος, ἡρώϊος, Τρώϊος, Λητώϊος. τὸ δὲ Ὁμολώϊος «Ζεὺς Ὁμολώϊος» ἐστὶ κατὰ πλεονασμὸν τοῦ ω. | |
25 | Ἔτι τὰ εἰς ιος μὴ καθαρὰ τῷ η ἢ τῷ ω παραληγόμενα βαρύνε‐ | |
ται, ἤπιος, Ἀλμώπιος, Συώπιος ἔθνος προσεχὲς τοῖς Λιβυρνοῖς, | 122 | |
3,1123 | ὡς Ἑκαταῖος Εὐρώπῃ. τὸ δὲ Ἀσκληπιός ὀξύνεται. τὸν δὲ παραλό‐ γως ὀξύνεσθαι δοκοῦντα Ἀσκληπιόν ὁ Δημοσθένης ἐθεράπευσεν, Ἀσκλή‐ πιον προπαροξυτόνως τολμήσας προφέρειν αὐτόν, ὡς καὶ Πλούταρχος ἱστορεῖ. | |
5 | Τὰ εἰς λιος ὑπερτρισύλλαβα προπαροξύνεται, εἰ μὴ ὀρνέου κατη‐ γοροίη, ἐνάλιος, Παράλιος, Δενθάλιος καὶ Δενθάλιοι πόλις μία τῶν περιμαχήτων Μεσσηνίοις καὶ Λακεδαιμονίοις, Κυάλιος, Φαρσά‐ λιος καὶ Φαρράλιος διὰ δύο ρρ ὡς Μυρρίνη καὶ κόρρη καὶ «ἐπὶ κόρ‐ ρης». Μαινάλιος, Οἰχάλιος, Πατάλιος, Δασάλιος ὁ Διόνυσος, | |
10 | θεμέλιος, ἠέλιος, νυκτέλιος, ἀεικέλιος, κειμήλιος, γαμή‐ λιος, Ταργήλιος, ἀπατήλιος. Τήλιος ὄνομα ἔθνους· Ἀνδροτίων ἕκτῳ Ἀτθίδος. Ὀλβήλιος, Ῥακήλιος, Αἰγίλιος, Πραξίλιος, ἐμ‐ φύλιος· λέγεται καὶ φύλιος ἄνευ τοῦ ἐν, Παμφύλιος, Τριφύ‐ λιος, Μασύλιος, ἔθνος Λιβυκόν. Ἀπολλόδωρος βʹ. Πολύβιος ἐν τῷ | |
15 | ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι. Οἰτύλιος, Αἰτώλιος, ἀποφώλιος, Ὀκώλιος. τὸ μέντοι λαλιός, πελιός ὁ πολιός, σκολιός, φαλιός ὁ λευκομέτωπος, βαλιός ὡς τρισύλλαβα ὀξύνεται. τὸ δὲ Βαλίος ἐπὶ κυρίου παροξύνεται, τὸ δὲ Ἅλιος κύριον προπαροξύνει ἡ συνήθης ἀνάγνωσις. τὸ δὲ Κώλιος αὔλιος ἐστὶ τοπικά. τὸ δὲ αἰγωλιός ὁ | |
20 | ἐρῳδιός, ἑδωλιός, βομβυλιός ὡς ἐπὶ ὀρνέων κατηγορούμενα ὀξύνεται. Τὰ ἀπὸ ἐνεστώτων γενόμενα εἰς ιος προπαροξύνεται, αἰτῶ αἴ‐ τιος, ἁρμόζω ἁρμόδιος, ἀρκῶ ἄρκιος, ἀρτῶ ἄρτιος. τὸ δὲ ἀντῶ | |
ἀντίος σεσημείωται παροξυνόμενον. ὤφειλε δὲ καὶ διὰ τῆς ει διφθόγ‐ | 123 | |
3,1124 | γου γράφεσθαι. ὅσα γὰρ μὴ μονογενῆ πρὸ μιᾶς ἔχουσι τὸν τόνον καὶ ἐν τῇ τρίτῃ τὸ α καὶ δύο σύμφωνα ἢ κατ’ ἐπιπλοκὴν ἢ κατὰ διάστασιν, διὰ τῆς ει διφθόγγου γράφεται, ἀστεῖος, Καδμεῖος, ἀνδρεῖος, Ἀργεῖος, Βακχεῖος. πρόσκειται «μὴ μονογενῆ» διὰ τὸ Βάκχιος κύριον. τὸ δὲ | |
5 | ἀντίος σεσημείωται. ἐξηκολούθησε δὲ κατὰ τὴν γραφὴν τοῖς εἰς ιος ἀπὸ ἐνεστώτων γινομένοις. Ἔτι καὶ τὰ εἰς ιος ἀπὸ μέλλοντος γινόμενα προπαροξύνεται, ὀρ‐ θώσομαι ὀρθώσιος, ἀσπάσομαι ἀσπάσιος, φυλάξομαι φυλάξιος, ἀλέξω ἀλέξιος, κτήσω κτήσιος, μνήσω μνήσιος, αἰνήσω Αἰνήσιος, | |
10 | ἀρκέσω Ἀρκέσιος καὶ πλεονασμῷ τοῦ ι Ἀρκείσιος, ἄρσω ἄρσιος καὶ ἀνάρσιος, ἄξω ἄξιος, θαυμάζω θαυμάσιος. ἅζω τὸ σέβομαι ἅσιος καὶ τροπῇ τοῦ α εἰς ο ὅσιος. ὀξύνεται δὲ τὸ δέξομαι δεξιός καὶ ἕψομαι ἀνεψιός. τοῦ δὲ πλησίος ἀπὸ τοῦ πλητός ἔχομεν τὴν χρῆσιν· ὁ γὰρ ἄπλητος ὁ ἀπροσπέλαστος, πλητός πλησίος ὡς ἄμβροτος ἀμβρό‐ | |
15 | σιος τροπῇ τοῦ τέλους. οὐ γέγονε δὲ τὸ πλησίος παρὰ μέλλοντα. οἱ γὰρ Λάκωνες τὰ παρὰ μέλλοντα εἰς τ οὐ τρέπουσιν, ἀλλὰ ἀπὸ τοῦ τ εἰς τὸ ς· ἐνιαυτός ἐνιαύσιος ἐνιαύτιος λέγουσιν ὑπόμνησιν διδόντες τοῦ προτέρου τ· πλοῦτος πλούσιος πλούτιος. τὸ δὲ πλησίος πλατίος λέ‐ γουσιν, ὥστε οὐ παρὰ μέλλοντα. παρὰ τὸ πέλω παραγωγὸν πελάζω | |
20 | τὸ προσεγγίζω, ῥηματικὸν ὄνομα πλατός καὶ πλητός καὶ κατὰ τροπὴν τοῦ τ εἰς ς καὶ κατὰ παραγωγὴν πλησίος ὡς ἄμβροτος ἀμβρόσιος. Πλή‐ | |
σιος δὲ κύριον ὄνομα ἀνδρὸς ἱεροῦ προπαροξύνεται. | 124 | |
3,1125 | Τὰ διὰ τοῦ ιος τρισύλλαβα εἰ ἔχοιεν υ ἐν τῇ πρώτῃ συλλαβῇ, προπαροξύνεται, εἰ μή τις διαστολὴ εἴη ἢ κύριον ὑπάρχοι τρίβραχυ, κύριος, Κύπριος, Τύριος, μύλιος καὶ Μύλιος ἔθνος Φρυγίας. Ἑκαταῖος Ἀσίᾳ. Πύλιος, Φρύγιος, Κύρνιος, Λύκιος, Λύγκιος, | |
5 | Λύττιος, Λύκτιος, Πύξιος, Μύνδιος, Πύρνιος, Ξύλιος, Ῥύ‐ βδιος, Σύριος, νύχιος, Στύγιος, Μύσιος, Πύθιος, βύθιος, δύϊος, κύκλιος. τὸ Τυχίος, Φρυγίος, Πλυτίος, Κλυτίος, Σκυ‐ φίος παροξύνεται ὡς κύρια. μύριος ὁ ὡρισμένος ἀριθμός, μυρίος ἀόριστος. ἑκάτερα δὲ καὶ ὁ μύριος καὶ τὰ μυρία ὤφειλεν ὀξυτονεῖσθαι | |
10 | κατὰ τὴν τρίτην ἀπὸ τέλους. τὸ γὰρ ἀρσενικὸν προπαροξύνεται κατὰ τὸ Λύδιος καὶ τὸ μύριον δὲ ὁμοίως, ἐπεὶ τὰ παρεσχηματισμένα οὐδέ‐ τερα ἀρσενικοῖς ὁμότονα αὐτοῖς ἐστιν. καὶ νύμφιος οἶκος προπαρ‐ οξύτονον, νυμφίος δὲ ὁ γαμετής παροξύτονον. Ὅσα ἀπὸ ἐπιρρημάτων παρῆκται διὰ τοῦ ιος, προπαροξύνεται, | |
15 | πρωΐ πρώϊος, ὀψέ ὄψιος, νόσφιν νοσφίδιος, ἶφι ἴφιος, ἀεί ἀΐ‐ διος, ῥέα ῥηΐδιος, ἐκτάδην ἐκτάδιος, ἀμφαδόν ἀμφάδιος, ἐνθάδε ἐνθάδιος, σταδόν στάδιος, ὀπίσθιος, μαψίδιος. σεσημείωται ἄντην ἀντίος, σχεδόν Σχεδίος ὡς κύριον. * Τὰ διὰ τοῦ ιος τριβράχεα ἐπὶ κυρίων παροξύνεται οἷον Σχε‐ | |
20 | δίος, Χρομίος, Κλυτίος, Ὁδίος, Δολίος, Τυχίος. ἀντιπίπτουσι δὲ κατὰ παράδοσιν τὸ Ἅλιος, Ἄνιος, Ξένιος, Κρόνιος, Ὕπιος ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλί‐ στρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. γίνεται δὲ παρὰ τὴν ὑπό πρόθεσιν ὡς Ἄνιος παρὰ τὴν ἀνά | |
25 | καὶ Ἄμφιος ὁ τοῦ Σελάγου υἱὸς παρὰ τὴν ἀμφί ἐκτάσεως γενομένης τοῦ ι ποιητικῆς. | |
Τὰ εἰς ιος τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαρ‐ | 125 | |
3,1126 | οξύνεται, Μούλιος, Βάκχιος. Αἴνιος ποταμὸς Περραιβίας. Φή‐ μιος καὶ Εὐφήμιος, Λάϊος, Ἄγριος, Μάντιος, Αἴλιος. Κάλβιος κρήνη Λυκίας, ἣν καὶ Κελαινόν φασι. τινὲς δὲ αὐτὴν καὶ διὰ τοῦ μ φασίν. Τίβιος ἀφ’ οὗ Τίβειον τόπος Φρυγίας. ἐκ τούτου καὶ Τιβίους | |
5 | τοὺς δούλους καλοῦσιν. «Κάριος Διὸς παῖς καὶ Τυρρηβίας, ὡς Νι‐ κόλαος τετάρτῳ, ὃς πλαζόμενος περί τινα λίμνην, ἥτις ἀπ’ αὐτοῦ Τυρ‐ ρηβία ἐκλήθη, φθογγῆς Νυμφῶν ἀκούσας, ἃς καὶ Μούσας Λυδοὶ καλοῦσι, καὶ μουσικὴν ἐδιδάχθη καὶ αὐτὸς τοὺς Λυδοὺς ἐδίδαξε καὶ τὰ μέλη διὰ τοῦτο Τυρρήβια ἐκαλεῖτο». Μάσπιος ἔθνος Περσικόν. Θούριοι πό‐ | |
10 | λις Ἰταλίας ἡ πρότερον Σύβαρις ἀπὸ Θουρίας πηγῆς. λέγεται καὶ Θου‐ ρία καὶ Θούριον. Κούριος ἔθνος Σαβίνων πολεμῆσαν Ῥωμαίοις. Χά‐ ραξ ιβʹ. τὸ δὲ Ἑρχίος ὁ ξενίσας Δήμητραν, ἀφ’ οὗ Ἑρχιὰ δῆμος, παροξύνεται. Τὰ εἰς ιος ὑπερτρισύλλαβα ἐπὶ ἀλόγων ζῴων ὀξύνεται, αἰγυπιός, | |
15 | χαραδριός, ἐρῳδιός, βομβυλιός, ἀδρυφιός παρὰ Πέρσαις ὁ ἀε‐ τός. τὸ δὲ σκορπίος, κωβίος παροξύνεται ὡς τρισύλλαβα. Τὰ εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ ο μόνῳ παραλήγοντα προπαροξύνονται. τὰ πολλὰ δὲ σύνθετα παροξύτονά τε καὶ προπαροξύ‐ τονα. καὶ παροξύτονα μὲν θυοσκόος, λαοσσόος, βροτοσσόος, | |
20 | δορυξόος, λαξόος, βοηθόος, προπαροξύτονον δὲ πρόχοος, δυσ‐ ήκοος, δίκροος. τὸ δὲ ἁθρόος παροξύτονον ἐπὶ τοῦ ἀθροίζειν, προπαροξύτονον δὲ ἐπὶ τοῦ αἰφνιδίου ὡς καὶ ἄθροος ὁ ἄφωνος κατὰ στέρησιν τοῦ θρόος· «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος, οὐδ’ ἴα γῆρυς» (Δ 437). νῦν δὲ περὶ τῶν ἁπλῶν διαληψόμεθα. | |
25 | Τὰ εἰς πλοος ἐντελῆ τῶν εἰς πλους ληγόντων ἁπλᾶ ὄντα παροξύ‐ νονται, διπλόος, τριπλόος, ἁπλόος. ταῦτα δὲ ἁπλᾶ εἰσι καὶ οὐ σύνθετα, ὡς ὑπενόησάν τινες. πρῶτον μὲν γὰρ τὸ διπλοῦς καὶ τρι‐ πλοῦς οὐδὲν ἐφύλαξαν τοῦ σημαινομένου τοῦ πλοῦς, ἵνα εἴπωμεν αὐτὰ σύνθετα ἐξ αὐτοῦ. δεύτερον δέ, εἰ ἦσαν σύνθετα, ἤμελλον βαρυτονεῖ‐ | |
30 | σθαι. ἔχομεν γὰρ ὅτι τὰ εἰς ους ὀνόματα ἁπλᾶ μὲν ὄντα περισπῶνται οἷον βοῦς, νοῦς, πλοῦς, χροῦς, θροῦς, θυγατριδοῦς, ἀδελφιδοῦς, χαλ‐ | |
κοῦς, χρυσοῦς, πλακοῦς, Σιμοῦς χωρὶς τοῦ πούς καὶ ὀδούς, ταῦτα γὰρ | 126 | |
3,1127 | ὀξύνονται. σύνθετα ὄντα βαρύνονται οἷον εὔπλους, εὔχρους, ἀλκίνους εἰ ἄρα οὖν τὸ διπλοῦς καὶ τριπλοῦς οὐ βαρύνονται, ἀλλὰ περισπῶνται, δηλονότι οὐκ εἰσὶ σύνθετα, ἀλλ’ ἁπλᾶ. Τρίτον δ’ εἰ ἦσαν σύνθετα, κοινὰ ἤμελλον εἶναι τῷ γένει, ὥσπερ ὁ εὔνους καὶ ἡ εὔνους, ὁ εὔπλους | |
5 | καὶ ἡ εὔπλους, ὁ εὔχρους καὶ ἡ εὔχρους· νυνὶ δὲ τὸ θηλυκὸν λέγομεν ἡ διπλῆ καὶ τριπλῆ (Il. Α 128) «τριπλῇ τετραπλῇ τ’ ἀποτίσομεν» ὥσπερ ὁ χαλκοῦς καὶ ἡ χαλκῆ, ὁ χρυσοῦς καὶ ἡ χρυσῆ, δηλονότι οὐκ εἰσὶ σύν‐ θετα, ἀλλ’ ἁπλᾶ παραγωγά, παρὰ γὰρ τοῦ δίς παρήχθη τὸ διπλόος καὶ ἀπὸ τοῦ τρίς τοῦ σημαίνοντος τὸ τρίτον τριπλόος καὶ ἀπὸ τοῦ τετρά‐ | |
10 | κις τετραπλόος καὶ ἀπὸ τοῦ πεντάκις πενταπλόος, συγκοπῆς γενομένης τῆς κις συλλαβῆς καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως. καὶ τὸ ἁπλόος ἀπὸ τοῦ ἅπαξ παρήχθη. τὸ δὲ πρωτόπλοος καὶ ἁλίπλοος προπαροξύνεται, ὅτι μὴ ἁπλᾶ. Τὰ διὰ τοῦ οος κύρια προπαροξύνεται, Σίστοος, Πείροος, | |
15 | Ἄθοος ὁ καὶ Ἀθόως. λέγεται δὲ καὶ Ἄθους κατὰ συναίρεσιν καὶ Ἄθως. Γένοος ἄρχων, ἀφ’ οὗ Γενοαῖοι ἔθνος Μολοσσίας. τὸ δὲ ὄγδοος, εἰ καὶ ἐπίθετον, προπαροξύνεται, ἐπειδὴ τὰ εἰς ος τακτικὰ βαρύνεται ὑπεσταλμένων τῶν εἰς στος, ἕβδομος, ὄγδοος, ἔννατος, δέκατος. τὸ δὲ εἰκοστός, τριακοστός καὶ τἆλλα ὀξύνεται. καὶ τὸ ὀλοός | |
20 | ὀξύνεται ἀπὸ τοῦ ὀλῶ. Τὰ εἰς ος ὑπερδισύλλαβα παραληγόμενα υ συνεσταλμένῳ προπαρο‐ ξύνεται, σίκυος, Πέρυος ὄνομα ποταμοῦ, Φόγγυος. Αἴγυος ἐθνι‐ κόν, οὗ τὸ θηλυκὸν Λυκόφρων λέγει οὕτως «καὶ πάντα πλήσεσθ’ οὕνεκ’ Αἰγύας κυνός, τῆς θηλύπαιδος καὶ τριάνορος κόρης» (v. 850). Θεόπομπος | |
25 | δὲ Αἰγυέας αὐτούς φησι, Παυσανίας δὲ Αἰγύτας. Πατράσυος, Κάν‐ δυος, Ἀλάσυος, Ἐρύγυος, Νώγυος ὄνομα ποταμοῦ. Μίνυος, ἀφ’ οὗ Μινύα πόλις Θεσσαλική. Σίλλυος πόλις Ἰωνίας πρὸς τῇ Σμύρνῃ. τὸ δὲ Τιτυός καὶ εἰλυός ἡ κατάδυσις τοῦ θηρίου ὀξύνεται καὶ τὸ υ | |
οὐκ ἔχει συνεσταλμένον. | 127 | |
3,1128 | Τὰ εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ ω μετὰ ι προσγεγραμ‐ μένου παραληγόμενα προπερισπᾶται, πατρῷος, ἡρῷος καὶ Ἡρῷος, ἠῷος, Ἀχελῷος ποταμὸς Ἀκαρνανίας ἀπὸ Ἀχελῴου ἐλθόντος ἐκ Θετ‐ ταλίας μετὰ Ἀλκμαίωνος καὶ τὸ ἐθνικὸν ὁμοφώνως, αἰδῷος, Μι‐ | |
5 | νῷος, Ἐλβῷος, Σαρδῷος, Πυθῷος, Ληθῷος, Ἰνδῷος, Γελῷος ὁ οἰκῶν Γέλαν πόλιν Σικελίας ἴσως ἀπὸ τοῦ γέλως. ὀρεσκῷος ἀπὸ τοῦ κείω τοῦ σημαίνοντος τὸ κοιμῶμαι καὶ τὸ ὄρος γέγονεν ὀρέσκειος καὶ τροπῇ τοῦ ε εἰς ο ὀρέσκοιος καὶ ἐκτάσει τοῦ ο εἰς ω καὶ μεταθέ‐ σει τοῦ τόνου ὀρεσκῷος καὶ μένει τὸ ι προσγεγραμμένον. προπερισπᾶ‐ | |
10 | ται δὲ διὰ τὸν χαρακτῆρα. τὸ δὲ κολῳός ὀξύνεται ἀπὸ τοῦ κολοιός. τὸ μέντοι λαγωός καὶ πατρωός ὁ ἐν τῇ συνηθείᾳ πατρυιός ὀξύνον‐ ται, ὅτι οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον. τὸ δὲ Ἄθωος τοπικὸν χωρὶς τοῦ ι προπαροξύνεται καὶ τὸ Ἀκρόθωοι πόλις ἐπὶ τῆς ἄκρας τοῦ Ἄθω καὶ ἔθνος. τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπερισπᾶται καὶ διὰ | |
15 | τοῦ ι, ἐκ τῆς θῳῆς. | 128 |
3,1129 | Πᾶν εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῇ αι διφθόγγῳ παραλη‐ γόμενον, εἰ ἀπὸ ὀξυτονουμένου θηλυκοῦ γένοιτο, προπερισπᾶται, ἀρχή ἀρχαῖος, κορυφή κορυφαῖος, πηγή πηγαῖος, ἀμοιβή ἀμοιβαῖος, σπουδή σπουδαῖος, τροπή τροπαῖος, εὐνή εὐναῖος. ἔστι δὲ καὶ | |
5 | Εὐναῖος ποταμὸς Καρίας. τὸ μέντοι ἐπιπόλαιος οὐκ ἀπὸ τοῦ ἐπι‐ πολῆς παρῆκται, ἀλλὰ παρὰ τὸ ἐπιπολάζω· πλὴν οἱ πλείους αὐτὸ περι‐ σπῶσιν. Ἐπιπολαῖος δὲ τὸ ἐθνικόν. * Τὰ ἀπὸ τῶν εἰς α ληγόντων μακρᾷ παραληγομένων παραγόμενα διὰ τοῦ αιος προπερισπᾶσθαι θέλει, μοῦσα Μουσαῖος, γενναῖος, Πι‐ | |
10 | σαῖος, ἑρσαῖος, Ἀσαῖος· παρὰ γὰρ τὸ αἶσα γέγονεν καὶ ἐξέστη πρό‐ τερον τὸ ι. οὐ μάχεται τὸ Ἥραιος προπαροξυνόμενον· πρὸς γὰρ ἀν‐ τιδιαστολὴν τοῦ προπερισπωμένου ἐπιθετικοῦ ἐγένετο· ὅθεν Ἥραιον πόλις Θρᾴκης. Ἡρόδοτος τετάρτῃ (c. 90), τὸ δὲ τεῖχος Ἡραῖον. τὸ μέντοι Πείραιος προπαροξυνόμενον παρὰ ῥῆμα τὸ πειρῶ ὡς παρὰ | |
15 | τὸ φιλῶ Φίλαιος καὶ παρὰ τὸ βέβηκα βέβαιος. τὸ δὲ Πειραιός—οὕ‐ τως ἐκαλεῖτο ὁ λιμὴν τῆς Ἀττικῆς καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ὕστερον δὲ Πειραιεύς. ἔστι δὲ καὶ τῆς Κορινθίας λιμήν—πρὸς ἀντιδιαστολὴν ὀξύνεται. * Καὶ καθόλου τὰ ἀπὸ τῶν εἰς α ἢ η ἢ εἰς ος παραγόμενα προ‐ | |
20 | περισπᾶται, ὥρα ὡραῖος, θύρα θυραῖος, Πέλλα Πελλαῖος, Γάζα Γαζαῖος, ὕλη ὑλαῖος, πύλη πυλαῖος, Δίκτη Δικταῖος, Οἴτη Οἰ‐ ταῖος. Σοφοκλῆς «ἐγὼ μὲν ὦ γένεθλον Οἰταίου πατρός» (Phil. 453), ἀγέλη ἀγελαῖος. τὸ δὲ Ἀγέλαιος κύριον προπαροξύνεται, δρόμος δρομαῖος, χέρσος χερσαῖος, ἤπειρος ἠπειραῖος, νησαῖος, Ἄμυ‐ | |
25 | μνος Ἀμυμναῖος, Ἄμυρος Ἀμυραῖος, Ἄπρος Ἀπραῖος. τὸ δὲ φύλαιος καὶ δείλαιος προπαροξύνονται. καὶ τὸ δίκαιος δὲ καὶ βίαιος προπαροξύνονται, ἐπειδὴ τὰ ἀπὸ θηλυκῶν παραγόμενα καὶ τὸ ι ἐν τῇ ἀρχῇ ἔχοντα προπαροξύνεσθαι θέλει. Τὰ παρώνυμα παρ’ οὐδετέρων γινόμενα ὀξύνεται, γῆρας γηραιός, | |
30 | γέρας γεραιός, κράτος κραταιός, εἰ μὴ ἔχοι κτητικὴν σημασίαν ὡς | 129 |
3,1130 | τὸ κνέφας κνεφαῖος, οὖδας οὐδαῖος. τὸ δὲ ἁραιός ὁ μὴ πυκνὸς παρὰ τὸ ῥαιός ἐν πλεονασμῷ τοῦ α, μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α, καθὼς καὶ ἐπὶ τοῦ ῥέζω καὶ ἕρδω, τὸ δὲ ῥαιός ἀπὸ τοῦ ῥαίω ῥήματος, ὃ δηλοῖ τὸ φθείρω. τὸ δὲ ἀραῖος ἀπὸ τῆς ἀρᾶς. καὶ τὸ | |
5 | ἠβαιός παρὰ τὸ βαιός πλεονασμῷ τοῦ η, τὸ δὲ βαιός ἀπὸ τοῦ βῆναι βαός καὶ πλεονασμῷ τοῦ ι βαιός ὁ ἐπ’ ὀλίγον χρόνον βεβηκώς. Τὰ διὰ τοῦ αιος ἐθνικὰ προπερισπᾶται, Ἀθηναῖος, Θηβαῖος, Ῥωμαῖος, Αἰγαῖος, Ἀγραῖος ἔθνος Ἀράβιον ὡς ἐν ἑκκαιδεκάτῳ (p. 767) Στράβων. ἔστι δὲ καὶ ἕτερον ἔθνος Ἀκαρνάνων ὡς Θουκυδί‐ | |
10 | δης ἐν τρίτῃ (c. 106. 111. 114). λέγονται καὶ Ἀγραεῖς, ὡς Ἐρατο‐ σθένης. Βακκαῖος Ἱσπανίας ἔθνος. Γαλιλαῖος ἔθνος Ἰουδαίας. Γε‐ νοαῖος ἔθνος Μολοσσίας ἀπὸ Γενόου ἄρχοντος αὐτῶν, Ῥιανὸς τετάρτῃ Θεσσαλικῶν. Δερραῖος Θρᾴκιον ἔθνος. Ἡρόδοτος Δερσαίους αὐτούς φησι (7, 110). Δυρβαῖος ἔθνος καθῆκον εἰς Βάκτρους καὶ τὴν Ἰνδι‐ | |
15 | κήν. Κτησίας ἐν Περσικῶν ιʹ «χώρη δὲ πρὸς αὐτὸν πρόσκειται Δυρβαῖοι, πρὸς τὴν Βακτρίην καὶ Ἰνδικὴν κατατείνοντες. οὗτοι εὐδαίμονες ἄνδρες καὶ πλούσιοι καὶ κάρτα δίκαιοί εἰσι, οὔτε ἀδικέοντες οὔτε ἀποκτιννύοντες ἄνθρωπον οὐδένα. ἐὰν δέ τι εὕρωσι ἐν τῇ ὁδῷ ἢ χρυσίον ἢ ἱμάτιον ἢ ἀργύριον ἢ ἄλλο τι, οὐδὲν ἀποκινήσειαν. οὗτοι οὔτε ἀρτοποιέουσι οὔτε | |
20 | ἐσθίουσι οὔτε νομίζουσι ἐὰν μὴ ἱρῶν οὕνεκεν. ἄλφιτα δὲ ποιέουσι λεπτό‐ τερα κατάπερ οἱ Ἕλληνες καὶ ἐσθίουσι μάζας ποῶν». Ἑβραῖος. οὕτως Ἰουδαῖοι ἀπὸ Ἀβράμωνος, ὥς φησι Χάραξ. Θαμαναῖος ἔθνος Πέρσαις ὑπήκοον. Ἡρόδοτος τρίτῃ (c. 93). Ἰβαῖος ὁ καὶ Ἰβηνός ἔθνος Κελτι‐ κῆς. Λαιαῖος ἔθνος Παιονικόν. Θουκυδίδης δευτέρᾳ (96). Παναῖος | |
25 | ἔθνος Ἠδωνικὸν οὐ πόρρω Ἀμφιπόλεως. Μιναῖος ἔθνος ἐν τῇ παρα‐ λίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. Παρθυαῖοι ἔθνος πάλαι μὲν Σκυθικόν, ὕστερον δὲ φυγὸν ἢ μετοικῆσαν ἐπὶ Μήδους, κληθὲν δὲ οὕτως παρὰ Μήδοις διὰ τὴν φύσιν τῆς αὐτοὺς δεξαμένης γῆς ἑλώδους καὶ ἀγκώ‐ δους οὔσης, ἢ διὰ τὴν φυγήν, καθότι οἱ Σκύθαι τοὺς φυγάδας πάρθους | |
30 | καλοῦσι. λέγονται δὲ καὶ Πάρθοι καὶ Πάρθιοι. Πλαδαραῖος ἔθνος πρὸς ἄρκτον κείμενον. Πλαραῖος ἔθνος Ἠπείρου. λέγονται δὲ καὶ Πλά‐ ριοι. Ῥονδαῖος ἔθνος Θρᾳκικόν. Σινδοναῖος Θρᾴκιον ἔθνος, ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ. Χωραμναῖος ἔθνος Περσικὸν ἀγρίων ἀνθρώ‐ πων. Κτησίας ἐν Περσικῶν δεκάτῳ «οὕτω δὲ ταχύς ἐστιν ὁ ἄγριος | |
35 | ἄνθρωπος, ὡς καὶ διώκων τὰς ἐλάφους καταλαμβάνειν». σεσημείωται τὸ | |
Ἀχαιός τὸ ἐθνικὸν καὶ τὸ κύριον ὀξυνόμενον καὶ τὸ Ἐρυσίχαιος | 130 | |
3,1131 | προπαροξυνόμενον. ἀλλὰ μήποτε τὸ χαῖον ἔγκειται, ὅ ἐστιν ἡ βουκο‐ λικὴ ῥάβδος, καὶ ὁ ἐρύσω μέλλων. διχῶς οὖν ἔσται, ὥς ἐστι δῆλον παρ’ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενείων ᾀσμάτων. φησὶ γὰρ οὐκ ἦς ἀνὴρ ἄγροικος οὐδὲ | |
5 | σκαιὸς οὐδὲ παρὰ σοφοῖσιν, οὐδὲ Θεσσαλὸς γένος, οὐδὲ Ἐρυσιχαῖος οὐδὲ ποιμήν. εἰ γὰρ τῷ «Θεσσαλὸς γένος» συναπτέον, ἐθνικόν ἐστι καὶ προπερισπά‐ σθω· εἰ δὲ τῷ «οὐδὲ ποιμήν» συνάψειέ τις λέγων «τὸ οὐδὲ ποιμήν ἢ ἐρυσίχαιος», πρόδηλον ὡς προπαροξυνθήσεται καὶ δηλοῖ τὸν βουκό‐ | |
10 | λον ἢ τὸν αἰπόλον, πρὸς ὃ τὸ ποιμήν ἁρμόδιον ἐπαχθήσεται. Τὰ διὰ τοῦ αιος ὑπερτρισύλλαβα προπερισπᾶται, εἰ μὴ διαστολή τις εἴη ἢ σύνθετον ὑπάρχοι, Ἀθηναῖος, Εἰρηναῖος, ἀρουραῖος, ἀγοραῖος, Ἀμυκλαῖος, κορυφαῖος, Δερκεταῖος, Ἀριδαῖος, Ἱμεραῖος, ἡμεραῖος, ταλαντιαῖος, πηχυαῖος, ὀργυιαῖος, εἰ‐ | |
15 | κοσταῖος, τριακοσταῖος, πολλοσταῖος παρ’ Εὐβούλῳ «καὶ μὴν οἴκαδέ τι πολλοσταῖος ἀποτρέχω, γύναι». ἀγυιαῖος· Σοφοκλῆς Ἑρμιόνῃ «ἀλλ’ ὦ πατρῴας γῆς ἀγυιαίου πέδον». Δωδωναῖος. Ἑκαταῖος Εὐ‐ ρώπῃ «Μολοσσῶν πρὸς μεσημβρίης οἰκέουσι Δωδωναῖοι» καὶ Κρατῖνος Ἀρχιλόχοις «Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώς». | |
20 | καὶ Ὅμηρος «Ζεῦ ἄνα Δωδωναῖε» (Il. Π 233). Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο καὶ Σουίδας δέ φησι Φηγωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι «Βωδωναῖε». πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τι‐ μᾶται. Ἀπολλόδωρος δὲ ἐν αʹ περὶ θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυ‐ | |
25 | μολογεῖ «καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσι ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν». Κλεωναῖος «Κλεωναίοιο χάρωνος». βωμιαῖος. Σοφοκλῆς Αἰχμαλωτίσι «καὶ βω‐ μιαῖον ἐσχάρας λαβὼν λίθον». Ναβαταῖος ἔθνος τῶν εὐδαιμόνων Ἀράβων ἀπὸ Ναβάτου τινός. Παραυαῖοι ἔθνος Θεσπρωτικόν. Ῥιανὸς | |
30 | ἐν τετάρτῳ Θεσσαλικῶν «σὺν δὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆας». καλοῦνται δὲ ἀπὸ τοῦ παρὰ τὸν Αὖον ποταμὸν οἰκεῖσθαι. Τιλαταῖος ἔθνος Θρᾴκης. Θουκυδίδης δευτέρᾳ (c. 96). Τραγασαῖος· Ἀριστοφά‐ νης Ἀχαρνεῦσι (v. 853). Φελεσσαῖος ἔθνος ὅμορον τοῖς Ὀμβρικοῖς | |
πρὸς τῇ Ἰαπυγίᾳ, ὡς Εὔδοξος ἕκτῳ. τὸ ἐρυσίχαιος ὁ βουκόλος ἢ | 131 | |
3,1132 | αἰπόλος προπαροξύνεται ὡς καὶ τὸ ὑμέναιος. τὸ δὲ Ἀθήναιος κύ‐ ριον προπαροξύνεται εἰς διαστολὴν ὡς καὶ τὸ ἀγόραιος. Τὰ τρισύλλαβα ἀπὸ α ψιλουμένου ἀρχόμενα προπερισπᾶται, Ἀλ‐ καῖος, ἀκμαῖος, Ἀνταῖος, Ἀρναῖος—γέγονε δὲ παρὰ τὴν ἀρὰν | |
5 | ἀραῖος καὶ πλεονασμῷ τοῦ ν ἀρναῖος ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος —ἀρχαῖος, ἀντραῖος. Εὐριπίδης ἐν Αἰγεῖ. * Τὰ διὰ τοῦ αιος τρισύλλαβα ἔχοντα τὴν πρώτην συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν προπερισπᾶσθαι θέλει, χερσαῖος, ὀρφναῖος, ἑρσαῖος, ἀρχαῖος, Ἀρναῖος, Τρικκαῖος, Ἑρμαῖος, Ὀρθαῖος, | |
10 | Τυμφαῖος ὄνομα ἔθνους, Μενδαῖος, βαρκαῖος εἶδος ἰχθύος, Βυ‐ σναῖος ἔθνος Βεβρύκων ἀπὸ Βύσνου βασιλέως αὐτῶν ὑπὸ Ἴλου φο‐ νευθέντος. τὸ δὲ Ἕρμαιος πρὸς ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο. * Τὰ διὰ τοῦ αιος τρισύλλαβα ἔχοντα τὴν πρώτην διὰ τοῦ υ προ‐ | |
15 | περισπῶνται οἷον ὑλαῖος, χυδαῖος, Λυαῖος, λυγαῖος καὶ Τρυ‐ γαῖος ὄνομα κύριον, ὅ τινες προπαροξύνουσιν ὡς ἀπὸ τοῦ τρυγῶ ῥή‐ ματος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων. * Τὰ διὰ τοῦ αιος τρισύλλαβα, ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ ι μὴ ἀπὸ ῥημάτων, προπερισπῶνται, Βιλλαῖος ὄνομα ποταμοῦ, | |
20 | Ἰμαῖος ὄνομα κύριον. Νισαῖος, Πισαῖος, Κρισαῖος, Θιαῖος. τὸ δὲ βίαιος, δίκαιος προπαροξύνονται, τὸ δὲ Φίλαιος, Τίμαιος, Νίκαιος ἀπὸ ῥημάτων. Τὰ διὰ τοῦ δαιος προπερισπᾶται, Ἰουδαῖος, χυδαῖος, Χαλδαῖος οἱ πρότερον Κηφῆνες. Ἑλλάνικος ἐν πρώτῳ Περσικῶν «Κηφέως οὐκέτι | |
25 | ζῶντος στρατευσάμενοι ἐκ Βαβυλῶνος ἀνέστησαν ἐκ τῆς χώρας καὶ τὴν γῆν ἔσχον .... οὐκέτι ἡ χώρη Κηφηνίη καλέεται, οὐδὲ οἱ ἄνθρωποι οἱ ἐνοικέοντες Κηφῆνες, ἀλλὰ Χαλδαῖοι». εἰσὶ δὲ καὶ Χαλδαῖοι ἔθνος πλησίον τῆς Κολχίδος. Σοφοκλῆς Τυμπανισταῖς «Κόλχος τε Χαλδαῖός | |
τε καὶ Σύρων ἔθνος». σπουδαῖος, ῥαγδαῖος, σταδαῖος, Ἀρι‐ | 132 | |
3,1133 | δαῖος, Ὀρδαῖος, Ἐορδαῖος. Ἰδαῖος, Λαδαῖος, Μενδαῖος. τὸ δὲ Πήδαιος προπαροξύνεται ὡς παρὰ ῥῆμα γεγονός. Τὰ διὰ τοῦ λαιος προπερισπᾶται, ὑλαῖος, βουλαῖος, ζηλαῖος. τὸ δὲ δείλαιος καὶ φύλαιος προπαροξύνεται. ἔτι σημειοῦνται τὰ ἐν | |
5 | ἀρχῇ πρόθεσιν ἔχοντα, ἐπιπόλαιος ἢ ἀπὸ ῥήματος ὥσπερ τὸ Φί‐ λαιος ἀπὸ τοῦ φιλῶ, ἢ ἀπὸ ἐπιρρήματος ὥσπερ τὸ παλαιός ἀπὸ τοῦ πάλαι καὶ τὰ κατὰ διαστολὴν γινόμενα Παλαῖος τὸ κύριον, παλαιός δὲ τὸ ἐπίθετον, Πύλαιος τὸ κύριον καὶ ὁ Ἑρμῆς ὁ Πύλαιος πρὸς ἀντιδιαστολὴν τοῦ τοπικοῦ. | |
10 | Τὰ εἰς μαιος προπερισπᾶται, εἰ μὴ διαστολὴ γένοιτο κυρίου ἢ εἴη σύνθετον, πυγμαῖος καὶ Πυγμαῖος, υἱὸς Δώρου τοῦ Ἐπάφου, ἀφ’ οὗ Πυγμαῖοι ἔθνος, δρομαῖος, ἀκμαῖος, ἰμαῖος ἡ ἐπιμύλιος ᾠδή. δηλοῖ δὲ καὶ ὄνομα κύριον. ἐρημαῖος. Πτολεμαῖος. Ἰδουμαῖος ἔθνος Ἑβραίων ἀπὸ ἀδώμου (ἄδωμα γὰρ οἱ Ἑβραῖοι τὸ ἐρυθρὸν κα‐ | |
15 | λοῦσιν), ὅτι ξανθὸν βρῶμα δοὺς αὐτῷ ὁ ἀδελφὸς τὰ πρωτεῖα εἰλήφει. Ῥωμαῖος, Δαλμαῖος ἔθνος παρὰ τοῖς Ἰχθυοφάγοις, ὡς Ἀπολλό‐ δωρος. Ἑρμαῖος, ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Σοφοκλεῖ. τὸ δὲ Ἕρ‐ μαιος κύριον πρὸς ἀντιδιαστολὴν προπαροξύνεται καὶ τὸ «ὅθι θ’ Ἕρ‐ μαιος λόφος ἐστίν» (Od. π 471) καὶ τὸ φιλορώμαιος σύνθετον ὄν. | |
20 | Τὸ δὲ Τίμαιος σεσημείωται. ἔχει δὲ ἀφορμήν, ὅτι ῥῆμα αὐτοῦ προ‐ κατάρχει. καὶ τὸ Εὔμαιος δέ ἐστιν σύνθετον. Τὰ διὰ τοῦ χαιος προπερισπῶνται, ἀρχαῖος, τροχαῖος, λοχαῖος, λεχαῖος, νυχαῖος, ἡσυχαῖος, Παγχαῖος. τὸ δὲ Ἀχαιός ὀξυνό‐ μενον καὶ τὸ ἐρυσίχαιος προπαροξυνόμενον σεσημείωται. | |
25 | * Τὰ διὰ τοῦ αιος ἔχοντα πρὸ τῆς αι ἕν τι τῶν διπλῶν ἢ τὸ ς περισπῶνται, κοραξαῖος, Γαζαῖος, Στρεψαῖος ὁ Ἑρμῆς παρὰ τῷ Ἀριστοφάνει παρὰ τὸ διεστράφθαι τὰς ὄψεις, καὶ ἔθνος Μακεδονίας. Νισαῖος, χερσαῖος, Πισαῖος, Μουσαῖος, Δερσαῖος Θρᾴκιον ἔθνος. Ἡρόδοτος. | |
30 | Τὰ ἀπὸ ἐπιρρημάτων προπερισπῶνται, χύδην χυδαῖος, ἄντην ἀν‐ | 133 |
3,1134 | ταῖος. ῥαγδαῖος, σταδαῖος, ἀδαῖος, Ἀγκαῖος παρὰ τὸ ἀγκάς. τὸ μέντοι μάτην μάταιος, τὸ δήν δηναιός, τὸ πάλαι παλαιός. Τὰ ἀπὸ ῥημάτων περισπῶνται, βέβαιος παρὰ τὸ βέβηκα, Φί‐ λαιος, Νίκαιος, Τίμαιος, Λύαιος, Πείραιος, Πήδαιος· οὐ γὰρ | |
5 | τοῦτο, ὡς οἴεται ὁ Ἅβρων, παρὰ τὴν πῆδον (?)· ἐοικὸς γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐσχηματίσθαι. Τὰ εἰς ειος καθαρὸν τρισύλλαβα ἔχοντα ἐν τῇ τρίτῃ η προπαροξύ‐ νεται, θήρειος, μήλειος, χήνειος, κήλειος ὁ καυστικός, Κρή‐ τειος. τὸ μέντοι Ἠτεῖος—ἦν δὲ Ἠτεῖος εἷς τῶν ἑπτὰ σοφῶν, ὡς | |
10 | Δίδυμος συμποσιακῶν δεκάτῳ, Πλάτων δὲ ἐν Πρωταγόρᾳ Χηνέα τοῦτον εἶπεν—Ἠλεῖος, ἠθεῖος προπερισπᾶται οὐκ ἀπὸ συμφώνου ἀρχό‐ μενα. καὶ τὸ μὲν Ἠλεῖος οὕτω γίνεται· ἀπὸ τῆς Ἤλιδος γενικῆς ἀνα‐ λόγως Ἠλίδειος ὡς Ἀδωνίδειος καὶ Εὐπολίδειος κτητικῷ τύπῳ καὶ καθ’ ὕφεσιν τοῦ δ Ἠλίειος καὶ Ἠλεῖος, ἀφ’ οὗ «Ἀλεῖος Ζεύς» (Callim. | |
15 | fr. 99). Τρύφων δέ φησιν, ὅτι Ἠλίεος καὶ Ἠλέϊος καὶ Ἠλεῖος. τὸ δὲ ἠθεῖος ἴσως παρὰ τὸ θεῖος, λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν τοῦ η ἐγένετο. Τὸ δὲ Κητειός, Πηνειός ὀξύνεται ὡς κύρια. καὶ τὸ Μήδειος κύριον—ἔστι δὲ ἔθνος ὃ καὶ Μῆδοι—προ‐ | |
παροξύνεται καθάπερ Βούδειοι ἔθνος Μηδικόν. | 134 | |
3,1135 | Τὰ εἰς ειος ἐπιθετικὰ τρισύλλαβα ἔχοντα τὴν πρώτην φύσει ἢ θέ‐ σει μακρὰν πλὴν τῶν ἐχόντων τὸ η, περὶ ὧν εἴρηται, καὶ τῶν ἐχόν‐ των ἔννοιαν τοπικὴν προπαροξύνονται, γλαύκειος, δούλειος, χρύ‐ σειος, δούρειος, χοίρειος, Κούρειος, ἄρνειος, κνίδειος, | |
5 | σίδειος. τὸ μέντοι Ὀλμειός, Ὀρνειός, Σπερχειός, Σπονδειός, Ἀζειός ἔθνος τῆς Τρῳάδος, ὃ καὶ Ἀζειῶται, ὡς κύρια ὀξύνεται. τὸ δὲ παιδεῖος ὁ παιδικὸς προπερισπᾶται. τὸ δὲ ἀρνειός κατὰ πλεο‐ νασμὸν ἔσχε τὴν ει δίφθογγον· ἡ γὰρ ἀρνός γενικὴ μετάγεται εἰς εὐ‐ θεῖαν ὡς ἀρνός καὶ κατὰ πλεονασμὸν τῆς ει γίνεται ἀρνειός ὡς ἀμνός | |
10 | ἀμνειός. καὶ τὸ ἀφνειός δὲ ὀξύνεται. τὸ δὲ οἰκεῖος, ἀστεῖος, ἀγρεῖος τοπικὴν ἔχουσιν ἔννοιαν. Τὰ εἰς ειος τρισύλλαβα κύρια καὶ τὰ πλείω ὀνόματα ποταμῶν ὀξύνεται, Σπερχειός, Ἀλφειός, Πηνειός, Κητειός, Ἐπειός βασι‐ λεὺς καὶ ἔθνος. οὕτως Ὅμηρος τοὺς Ἠλείους φησί. οὕτως δὲ ἐλέ‐ | |
15 | γοντο καὶ οἱ ἐν τῷ Δουλιχίῳ ὡς Ἐπαφρόδιτος παρατιθεὶς τὸν Ἀρί‐ σταρχον ἐκδεχόμενον οὕτως. τὸ δὲ Ἀρνεῖος καὶ Δαρεῖος προπερι‐ σπῶνται. Τὰ εἰς ειος τριγενῆ μὴ ἐθνικὰ προπαροξύνεται, εἰ ἀπὸ βραχείας ἄρχοιτο, βρότειος, τέλειος, φλόγειος, λύκειος, βόειος, γέ‐ | |
20 | γειος πλεονασμῷ τοῦ γ ἀπὸ τοῦ γέα. τὸ δὲ Ἐπειός κύριον. τὸ δὲ φατειός κατὰ πλεονασμὸν ἔσχε τὴν δίφθογγον. * Τὰ εἰς ειος ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπι‐ φερομένων δύο συμφώνων μὴ σημαίνοντα μέρος σωματικὸν προπερι‐ σπᾶται, ἀνδρεῖος, Ἀργεῖος, Καδμεῖος, Βακχεῖος. τούτοις ὁμοίως | |
25 | καὶ τὸ ἀχρεῖος παρὰ τῷ ποιητῇ περιεσπάσθη. Διονύσιος μέντοι καὶ | 135 |
3,1136 | Τυραννίων τὴν πρώτην ὀξύνουσιν, ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς καὶ ἀναλόγως. παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος ὡς μοῦσα ἄμουσος. τοὺς δέ γε ἄλλως προπερισπῶντας τὸ ἀχρεῖος, ἐπεὶ ἀχρήϊος λέγεται παρ’ Ἡσιόδῳ, ἡ δὲ ὀξεῖα καὶ ἡ βαρυνομένη συνίζουσαι περισπω‐ | |
5 | μένην ποιοῦσιν, παραιτητέον, ὡς οὐκ ἀεὶ τοῦτο, καθὰ δῆλον ἐκ τοῦ Ἀρήϊος Ἄρειος, βασιλήϊος βασίλειος, αὐλιζομενάων αὐλιζομένων. διὸ τὸ ἀχρεῖος εἴτε παρὰ τὴν χρείαν εἴτε παρὰ τὸ χρέος προπαροξύνε‐ σθαι θέλει. * Τὰ ἀπὸ τῶν εἰς ος οὐδετέρων παραγόμενα διὰ τῆς ει γράφε‐ | |
10 | ται καὶ προπαροξύνεται, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώτης συλλα‐ βῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας οἷον ἕλος ἕλειος. διὰ τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α· τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος ὀνείδειος. παρεφυλαξά‐ | |
15 | μην δὲ τὰ δύο σύμφωνα διὰ τὸ Ἀργεῖος καὶ τὸ ἑρκεῖος, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεσθαι ἡ παραγωγή, πελάγιος, ἅγιος, Θάλπιος. Τὰ εἰς ειος ὑπερτρισύλλαβα μὴ πλεοναζούσης τῆς ει διφθόγγου προπαροξύνεται, Αἰάντειος, Ὁμήρειος, γαλήνειος, Ἱππάρχειος. Ἀλεξάνδρειος, Ἀντιόχειος, Ἑλένειος τόπος πρὸς τῷ Κανώβῳ, | |
20 | Ἑκαταῖος περιηγήσει Λιβύης· Βοσπόρειος. Σοφοκλῆς ἐν Φινεῖ πρώτῳ «οὐδ’ ἂν τὸ Βοσπόρειον ἐν Σκύθαις ὕδωρ». Ἰνάχειος ὡς Αἰσχύλος Προμηθεῖ δεσμώτῃ (v. 589) πῶς δ’ οὐ κλύω τῆς οἰστροδονήτου κόρης τῆς Ἰναχείης, ἣ Διὸς θάλπει κέαρ | |
25 | καὶ (v. 705) οὔτ’ Ἰνάχειον σπέρμα τοὺς ἐμοὺς λόγους. Ταρτάρειος παρ’ Εὐριπίδῃ ἐν Εὐρυσθεῖ σατυρικῷ. Ὑγάσσειος «Ὑγάσσειον πεδίον». «Σολύγειος λόφος». Ἀπέννειος, Ἀριμά‐ σπειος, Λυκόζειος ὡς Πείσανδρος τεσσαρεσκαιδεκάτῃ. Λυκώρειος | |
30 | Ζεύς. Ἀκρώρειοι πόλις Τριφυλίας καὶ τὸ ἐθνικὸν ὁμόφωνον. γερόν‐ τειος, λεόντειος, δρακόντειος, Ἀνακρεόντειος, Λαομεδόν‐ τειος, Ξενοφώντειος, Δημοφώντειος, Θεώνειος, Τρυφώ‐ νειος, Ἀργανθώνειος, Κιθαιρώνειος «λέπας Κιθαιρώνειον». Αὐ‐ σόνειος. Λυκόφρων (v. 1047) «ὁ δ’ Αὐσονείων ἄγχι Κάλχαντος τόπων». | |
35 | Ἀχερόντειος, ὃ διὰ τὸ μέτρον Ἀριστοφάνης ἔφη «Ἀχερόντιός τε | |
σκόπελος αἱματοστεγής» (Ran. 471). Ἠετιώνειος, Ἀβάντειος, | 136 | |
3,1137 | Θοάντειος, Ἀχίλλειος, Διομήδειος, Ἀριστοφάνειος, Αἰό‐ λειος, Ἰορδάνειος, Αἰσχίνειος, Δημοσθένειος, Ἀριστοτέ‐ λειος, Ἀσκληπιάδειος, Τεμμίκειος. Μενέλαος δὲ διὰ τοῦ ι «Τεμ‐ μίκιον ἄστυ» ἐν πρώτῳ Θηβαΐδος φησίν. Πελόπειος, Μοψόπειος. | |
5 | θεμίστειος, ἐπιτήδειος. Νυττέρειος. ἔστι δὲ ὄνομα λιμένος. τὸ δὲ ἀδελφειός ἀπὸ τοῦ ἀδελφός πλεονάζει τὸ ει καὶ τὸ Δαρδανειός δὲ ὀξύνεται. τὰ μέντοι προπερισπώμενα μὴ σημαίνοντα μέρος σώματος εὑρεθέντα ταῦτά εἰσι, πρυτανεῖος, ἑταιρεῖος, μεγαλεῖος, γυ‐ ναικεῖος, ἀκατεῖος. τὸ δὲ ἑταίρειος ἀναλογώτερόν ἐστι προπαρο‐ | |
10 | ξύνεσθαι, ὡς γὰρ ἡμέτερος ἡμετέρειος κτητικῶς δηλαδὴ καὶ ἀβέλτε‐ ρος ἀβελτέρειος ὁ μωρός, οὕτω καὶ ἑταίρειος Ζεὺς ὁ ἔφορος τῆς ἐν τῇ ἑταιρίᾳ κοινωνίας. Τὰ εἰς οιος ὑπερδισύλλαβα προπερισπῶνται, εἰ ἐπιθετικὰ εἴη ἢ κύρια, ὁμοφωνοῦντα τοῖς ἐπιθέτοις, ἀλλοῖος, αἰδοῖος, ὁμοῖος, | |
15 | γελοῖος, παντοῖος, ἠοῖος. οἱ δὲ μεταγενέστεροι τῶν Ἀττικῶν τὸ γελοῖος καὶ ὁμοῖος προπαροξύνουσιν. τὸ δὲ φλοιός δισύλλαβον καὶ τὸ κολοιός προσηγορικόν. ὀξύνεται δὲ καὶ τὸ ψοθοιός ὁ ἀκάθαρ‐ τος. τὸ δὲ Ζάτοιος, Ἄθοιος κύρια ὄντα προπαροξύνονται, οἷς ὅμοιον καὶ τὸ τραπέζοιος, Βοιωτιακὸν ὄν. οἱ γὰρ Βοιωτοὶ τὸ ω καὶ | |
20 | ι εἰς τὴν οι δίφθογγον τρέπουσι, τὸ πατρώϊος πατροῖος λέγοντες καὶ | |
τὸ ἡρώϊος ἡροῖος. | 137 | |
3,1138 | Τὰ εἰς ος καθαρὸν ἔχοντα δίφθογγον τὴν διὰ τοῦ υ ὀξύνεται, ἐπι‐ θετικὰ ὄντα ἢ κύρια ὁμοφωνοῦντα τοῖς ἐπιθέτοις, ἀκουός καὶ ἐπα‐ κουός, ἀγαυός καὶ τὸ κύριον καὶ τὸ ἐπίθετον. πρόσκειται «εἰ μὴ ἐπιθετικὰ εἴη, ἀλλὰ κύρια», ὅτι ταῦτα βαρύνεται, Ἀκάλαυος, Πεί‐ | |
5 | ραυος, Ἄρευος. ΠΕΡΙ ΤΩΝ ΕΙΣ βος, ΕΙΣ γος ΚΑΙ ΤΩΝ ΚΑΘΕΞΗΣ ΜΕΧΡΙ ΤΩΝ ΕΙΣ μος. ΒΙΒΛΙΟΝ ϛʹ. Τὰ εἰς βος δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται, ὄλβος, | |
10 | λίβος, Λέσβος καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, φλοῖσβος, θάμβος τὸ μονογενές, τάρβος. λέμβος, βόμβος, τύμβος, ῥύμβος, στίβος, τρίβος. Στρόβος πόλις Μακεδονίας. Τάβος ἥρως, ἀφ’ οὗ Τάβαι πόλις Λυδίας. Θράμβος ἀκρωτήριον Μακεδονίας. Ἴσβος Ἰσαυρίας πόλις, Κύβος ἢ καὶ Κυβώ, πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων, Ὄμβοι πόλις | |
15 | Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν. Σάβοι ἔθνος Φρυγίας. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν. Σάμβος πόλις Ἀράβων καὶ οἱ πολῖται Σάμβοι. Βοῖβος Γλαφύρου υἱός, ἀφ’ οὗ Βοίβη πόλις Θεσσαλίας. Στροῖβος ὁ ἀδελφὸς Γύζαντος. σεσημείωται τὸ Βόλβος παροξυνόμενον, ὅτε κύριον, βολβός δὲ τὸ προσηγορικόν, | |
20 | ὥσπερ λοβός μέρος τοῦ ἥπατος. Τὰ εἰς βος δισύλλαβα ἐπιθετικὰ ὀξύνεται, στραβός, ῥαιβός ὁ | |
μὴ ὀρθός, καὶ κωβός. | 138 | |
3,1139 | Τὰ εἰς βος κύρια ἢ προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύ‐ νεται, ἄραβος, κόναβος, ἴαμβος, κάραβος, σάραβος, ἀττέλα‐ βος, ὅπερ οἱ Ἀττικοὶ παραλόγως ὀξύνουσι. Νήραβος πόλις Συρίας. Νικόλαος τετάρτῳ. Ἄμολβος πόλις Μαγνήτων, ὡς Βάλακρος Μακε‐ | |
5 | δονικῶν βʹ, Ἄρισβος ποταμὸς Θρᾳκῶν. Βατάναβος Ἀραβίας στα‐ θμός. Πράσσαιβος ἔθνος Θεσπρωτικόν, Κάνδυβος παῖς Δευκαλίωνος, Μέταβος ἥρως, ἀφ’ οὗ Μεταπόντιον. τὸν γὰρ Μεταπόντιον οἱ βάρ‐ βαροι Μέταβον ἔλεγον. Πόλυβος. Χάλυβος παρ’ Ἑκαταίῳ οἱ Χάλυ‐ βες. Καλλάτηβος πόλις Λυδίας. Ἡρόδοτος ἑβδόμῃ (c. 31). Τύρρηβος | |
10 | πόλις Λιβύης ἀπὸ Τυρρήβου τοῦ Ἄτυος. Κάνωβος, ὅπερ ἔδει γράφε‐ σθαι διὰ τοῦ π· οὐδὲν γὰρ εἰς βος λῆγον ὑπὲρ δύο συλλαβὰς τῷ ω παραλήγεται. γράφεται δὲ ὅμως διὰ τοῦ β. Στράβων ἑπτακαιδεκάτῃ (p. 801) «Κάνωβος δ’ ἔστι πόλις ἐν εἴκοσι καὶ ἑκατὸν σταδίοις ἀπὸ Ἀλεξανδρείας πεζῇ ἰοῦσιν, ἀπὸ Κανώβου κυβερνήτου Μενελάου, ἀπο‐ | |
15 | θανόντος αὐτόθι». Τὰ εἰς βος ἐπιθετικὰ ὑπὲρ δύο συλλαβάς, εἰ μὴ τὸ η παραλήγοι ἢ σύνθετα εἴη ἀπὸ τῶν εἰς βος ληγόντων, ὀξύνεται, ἐρεμβός καὶ Ἐρεμ‐ βοί ἔθνος Ἀραβίας. Ὅμηρος «καὶ Σιδονίους καὶ Ἐρεμβούς» (Od. δ 84), τούτους δέ φησι τοὺς Τρωγλοδύτας ἀπὸ τοῦ εἰς ἔραν βαίνειν. λέγονται | |
20 | καὶ Ἐρεμβαῖοι. τούτῳ δὲ ὁμοίως καὶ Περραιβός ἐθνικόν, οὗ θηλυ‐ κὸν κατὰ κοινότητα ἡ Περραιβός καὶ Περραιβή. κολοβός, βουφορ‐ βός, ἱπποφορβός. τὸ δὲ ἔφηβος, ἄνηβος παραλήγουσι τῷ η. τὸ δὲ φιλόκυβος σύνθετον. Τὰ εἰς γος δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμ‐ | |
25 | φωνον λήγουσαν προσηγορικὰ ὄντα ἢ κύρια βαρύνεται, πύργος· εἰσὶ δὲ καὶ Πύργοι πόλις Μεσσήνης. σπόγγος, φθόγγος, Γόργος τὸ κύ‐ ριον, γοργός δὲ τὸ ἐπίθετον. Ἔλγος πόλισμα Λυδίας, ὡς Ξάνθος ἐν Λυδιακοῖς. Λίγγος φρούριον Κασσανδρέων. Ἀπολλόδωρος ἐν χρο‐ νικῶν τρίτῳ. Σίγγος πόλις παρὰ τῷ Ἄθῳ. τὸ δὲ σαργός ὁ ἰχθῦς | |
30 | ὀξύνεται. Τὰ εἰς γος ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγου‐ σαν ἐπιθετικὰ ὄντα, εἰ μὴ ἔννοιά τις ὑπάρχοι συνθέσεως, ὀξύνεται, | |
γοργός, ἀργός. τὸ μέντοι Ἄργος βαρύνεται, καὶ τὸ μάργος σύν‐ | 139 | |
3,1140 | θετον ὂν ἀπὸ τοῦ μα στερητικοῦ καὶ τοῦ ἔργον· ὁ γὰρ μάργος οὐδὲν ἀγαθὸν ἐργάζεται. Τὰ εἰς ογος διβράχεα βαρύνεται, λόγος, μόγος, ψόγος. Τὰ διὰ τοῦ αγος διβράχεα ἐπιθετικὰ καὶ μὴ ἐθνικὰ ὀξύνεται, φα‐ | |
5 | γός, κραγός ὁ κραυγαστικός. τὸ δὲ κράγος ὁ κραυγασμὸς βαρύνε‐ ται καὶ τὸ Κράγος ὄρος Λυκίας. Ἀλέξανδρος δευτέρῳ Λυκιακῶν. ἀπὸ Κράγου τοῦ Τρεμίλητος υἱοῦ, μητρὸς δὲ Πραξιδίκης νύμφης. καὶ τὸ Μάγος ἐθνικόν. εἰσὶ δὲ Μάγοι ἔθνος περὶ Μηδίαν. * Τὰ εἰς γος δισύλλαβα εἰ ἔχοι πρὸ τέλους δίχρονον συνεσταλμέ‐ | |
10 | νον, κύρια ἢ προσηγορικὰ ὄντα βαρύνεται οἷον κράγος, πάγος, τρά‐ γος, χωρὶς εἰ μὴ μεταπλάσσοιτο εἰς γένος οὐδέτερον, ὡς ἔχει τὸ ζυ‐ γός εὑρημένον παρὰ τῷ ποιητῇ καὶ οὐδέτερον. τὸ δὲ ζυγός παρ’ Ὁμήρῳ οὐ σύνηθες ἐπὶ σταθμοῦ. ζυγὸν γὰρ ἐκεῖνος οἶδεν ἅρματος καὶ ἁμάξης καὶ ζυγόδεσμον ἱμάντα (Ω 270) τὸν ζυγὸν τῶν ζῴων ζευγνύντα. | |
15 | ὅθεν ὑψίζυγος οὐχ ὁ ἄνω σταθμίζων τὰ κατ’ ἀνθρώπους δύναται εἶναι. ἔστι δὲ ζυγός καὶ καθέδρα τῶν ἐρεσσόντων, ὅθεν ὑψίζυγος ὁ ὕψι καθέ‐ δραν ἔχων κατὰ τὸ «ἐπὶ ζυγοῖς καθέζετο ἀρχῆς» τὸ τοῦ τραγικοῦ (Eurip. Phoen. 72) καὶ τοῦτο δὲ ἀπὸ τῆς κυβερνητικῆς μετενήνεκται καταστάσεως. καὶ τὸ ζυγομαχεῖν ἀπὸ τῶν ἐν πλοίοις ζυγῶν δύναται | |
20 | εἶναι, ὅτε περὶ τὰς καθέδρας διαφέρονται ἐρέσσοντες οἱ ἐρέται. εἰσὶ καὶ Ζυγοί πόλις πρὸς τῷ τῆς Ἀσίας Βοσπόρῳ. Τὰ εἰς γος δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, εἰ μὴ κύρια εἴη, λοιγός, φηγός, πηγός. τὸ δὲ Λᾶγος κύριον. εἴρηται καὶ τρισυλλάβως «Λάαγος φίλος υἱὸς ἀρίζηλος Πτολεμαῖος». οὐ φύσει | |
25 | οὖν δισυλλαβεῖ, ἀλλ’ ἐκ τοῦ τρισυλλάβου γέγονεν. | 140 |
3,1141 | Τὰ εἰς γος ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται, πάταγος, ἔλεγος ὁ θρῆνος. Τεκτόσαγος. Ὤγυγος υἱὸς Τερμέρας, ἀφ’ οὗ Λύκιοι Ὠγύγιοι λέγονται. ἀσπάραγος κυρίως ὁ ἐπὶ τοῦ ἑλείου ἢ ὀρείου ὁ μὴ σπειρόμενος. ἀσφάραγος ὁ λεγόμενος φάρυγξ. | |
5 | Τὰ εἰς γος τρισύλλαβα ἀρσενικὰ φύσει ἢ θέσει μακρᾷ παραληγόμενα, μὴ διπλασιαζομένου τοῦ γ, χωρὶς εἰ μὴ κύρια εἴη καὶ ἔννοιαν συνθέ‐ σεως ἔχοι, ὀξύνεται, ἀρηγός, πελαργός, ἀμολγός, βροτολοι‐ γός, ἀρρωγός. Πελασγός ἐθνικὸν ὁμώνυμον τῷ κτίστῃ, Ἀβασγός ἔθνος Σκυθίας. Χολαργός. οὕτω Δίδυμος καὶ Διόδωρος τὸν δῆμον | |
10 | τῆς Ἀκαμαντίδος φυλῆς καλοῦσι, Διονύσιος δὲ Χολαργεῖς. Ἱππημολ‐ γός ἔθνος Σκυθικὸν παρὰ τὸ τοὺς ἵππους ἀμέλγειν. τὸ δὲ Ἄμολγος προπαροξύτονον ἐπὶ τῆς νήσου οὐκ ἀρσενικόν. λέγεται δὲ καὶ Ἄμορ‐ γος, ὡσαύτως καὶ Σολόγοργος πόλις Ἀρκαδίας ἡ καὶ Ἥραια. τὸ δὲ Σύναγγος πόλις Φοινίκης καὶ Σάλαγγος ἔθνος Ἰταλίας—ἔστι δὲ | |
15 | καὶ ἕτερον ἔθνος Ἰνδικόν—διπλασιαζόμενον ἔχει τὸ γ. καὶ τὸ Ὅμαρ‐ γος σύνθετον ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἀργός. ἔστι δὲ ὄνομα κυνός. * Τὸ ὀλίγος προπαροξύνεται. ἔστι δὲ μονῆρες. οὐδὲν γὰρ εἰς γος ὑπὲρ δύο συλλαβὰς τῷ ι παραλήγεται, ἀλλὰ μόνον τὸ ὀλίγος. Μήτι οὖν Ταραντῖνοι χωρὶς τοῦ γ προφερόμενοι τὴν λέξιν ἀναλογώ‐ | |
20 | τερον ἀποφαίνονται, ὥσπερ Ῥίνθων ἐν δούλῳ Μελεάγρῳ ὀλίοισιν ὑμῶν ἐμπέφυκ’ εὐψυχία καὶ ἐν Ἰοβάτῃ χρῄζω γὰρ ὀλίον μισθὸν αὐτὸς λαμβάνειν. Πλάτων μέντοι ὁ κωμικὸς διαπαίζει τὴν λέξιν ὡς βάρβαρον. | |
25 | Τὰ εἰς δος διβράχεα ἀρσενικὰ καὶ θηλυκὰ κύρια βαρύνονται. εἰ δέ τι ὀξυνθῇ, τοῦτο θηλυκὸν προσηγορικὸν εὑρέθη τῷ ο παραλῆγον, κλά‐ δος, Ἄδος πόλις Κιλικίας, κάδος καὶ Κάδοι πόλις Μυσίας. Στρά‐ | |
βων ιβʹ (p. 576) «καὶ Δορυλάειον πόλις καὶ Κάδοι». Ῥόδος νῆσος. | 141 | |
3,1142 | τὸ μέντοι ὁδός καὶ σποδός ὀξύνεται ὡς θηλυκὰ προσηγορικὰ τῷ ο παραλήγοντα. Τὰ εἰς δος δισύλλαβα ο ἢ ου ἢ οι διφθόγγῳ ἢ η παραληγόμενα, εἰ μὴ σύνθετα ὑπάρχοι ἢ ἐθνικά, ὀξύνεται, ὁδός, σποδός, οὐδός· | |
5 | τὸ δὲ φροῦδος ἀπὸ τοῦ πρόοδος σύνθετον καὶ τὸ Μῆδος ἐθνικόν. σεσημείωται τὸ σκοῖδος παρὰ Μακεδόσιν ὁ οἰκονόμος καὶ τὸ χλῆδος προπερισπώμενα καὶ τὸ Ῥόδος παροξυνόμενον. Τὰ εἰς δος ἀρσενικὰ φύσει μακρᾷ παραληγόμενα βαρύνεται Μῆδος υἱὸς Μηδείας καὶ τὸ ἐθνικὸν ὁμοφώνως τῷ πρωτοτύπῳ, νῖδος (?) | |
10 | ζεῦδος (?). Βλαῦδος πόλις Φρυγίας. τὸ μέντοι καυδός θηλυκὸν ὥσπερ καὶ τὸ μαυδός. σεσημείωται τὸ Μαιδός ἔθνος Θρᾴκης πλη‐ σίον Μακεδονίας καὶ Ἠδός ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ καὶ Λυδός. Τὰ εἰς δος δισύλλαβα ἔχοντα πρὸ τοῦ δ σύμφωνον κατ’ ἐπιπλο‐ | |
15 | κὴν βαρύνεται, Σόγδος ὁ οἰκήτωρ Σογδιανῆς. λέγεται καὶ Σόγδιος. ῥάβδος. ἄσδος στήλη λιθίνη, λύγδος, Ῥύβδος φρούριον Σικελίας. Τὰ εἰς δος δισύλλαβα ἔχοντα πρὸ τοῦ δ σύμφωνον κατὰ διάστα‐ σιν βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη, Λίνδος πόλις ἐν Ῥόδῳ κτίσμα Λίνδου τοῦ Κερκάφου, τοῦ Ἡλίου καὶ Κυδίππης, τῆς Ὀχίμου θυγατρός. | |
20 | ἔστι καὶ Σικελίας πόλις Λίνδος. Σίνδος ἔθνος ἀπὸ μεσημβρίας τῆς Μαιώτιδος λίμνης. τινὲς δὲ ὀξυτονοῦσιν, οὐκ εὖ, Πίνδος, νάρδος, μάρδος αὐλοῦ εἶδος καὶ ἔθνος Ὑρκάνιον. Ἀπολλόδωρος περὶ γῆς δευ‐ τέρῳ. πάρδος. Σάρδος πόλις Ἰλλυρίας, Βάλδος πόλις Φοινίκης, Χάλδος ἔθνος τῆς Ἀρμενίας. οὕτως γὰρ λέγεσθαι ἐπεκράτησεν ἡ | |
25 | συνήθεια δισυλλάβως, οὐ Χαλδαίους. Μύνδος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Γόρδος ἔθνος, ὃ καὶ Γορδυαῖος καὶ Γόρδοχος καλεῖται. σεση‐ μείωται τὸ Ἰνδός ποταμὸς καὶ ἐθνικὸν καὶ Ὀρδός ἔθνος Μακεδονίας. λέγονται καὶ Ὀρδαῖοι, ὡς Νίκανδρος. τὸ δὲ λορδός ἐπίθετον καὶ ὁ | |
μυνδός ὁ ἄφωνος, ἀφ’ οὗ «μυνδότεροι νεπόδων» παρὰ Καλλιμάχῳ. | 142 | |
3,1143 | Τὰ εἰς δος ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται, ὅμαδος, κέλαδος, Ἄραδος νῆσος Φοινίκης. ἔστι καὶ ἑτέρα τῆς Ἐρυθρᾶς θαλάσσης. τρίτη Κρήτης. Μασανώραδος Κινδαψοῦ παῖς, ἀφ’ οὗ Μασανώραδα πόλις Καρίας. Τένεδος νῆσος τῶν Σποράδων, ὡς | |
5 | Ἑκαταῖος, ἐν Ἑλλησπόντῳ. ἔστι καὶ πόλις Τένεδος πρὸς τῇ Λυκίᾳ. Ἀπολλόδωρος δὲ Παμφυλίας αὐτήν φησιν. Λέβεδος, Κάπεδος, Ἄλ‐ γιδος πόλις Ἰταλίας, Νάγιδος πόλις μεταξὺ Κιλικίας καὶ Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ Νάγιδος πόλις, ἀπὸ τοῦ Νάγιδος κυβερνήτου καὶ νῆσος Ναγιδοῦσσα». κόρυδος, ὅπερ οἱ Ἀττικοὶ ὀξύνουσιν. | |
10 | Τὰ εἰς δος ὑπερδισύλλαβα ἔχοντα κατ’ ἐπιπλοκὴν σύμφωνον κύρια ἢ προσηγορικὰ βαρύνεται, μόλυβδος, σμάραγδος, Κύαρδος βασι‐ λεὺς Καρῶν, υἱὸς Βαργάσου. Λίχανδος πόλις Σικελίας. Φίλιστος Σι‐ κελικῶν τρίτῳ. Ληψίμανδος πολίχνιον Καρίας. Κύλλανδος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Ἄσπενδος πόλις Παμφυλίας, Ἀσπένδου κτί‐ | |
15 | σμα, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Βενέβενδος πόλις Καμ‐ πανίας. Ἴσινδος πόλις Ἰωνίας. λέγεται καὶ Ἴσινδα. Πύρινδος πόλις Καρίας. Ἄλινδος. Ἄρινδος ὄνομα ποταμοῦ, Βερέκινδος. τὸ δὲ ὀρυμαγδός καὶ Ἐορδός ὀξύνεται ὡς καὶ τὸ Ἀμαρδός ἔθνος Ὑρκα‐ νῶν ἐγγύς. Στράβων ιαʹ (p. 507). | |
20 | Τὰ εἰς δος ὑπερδισύλλαβα φύσει μακρᾷ παραληγόμενα κύρια προ‐ παροξύνεται, Ἄβυδος πόλις καθ’ Ἑλλήσποντον καὶ ἄλλη κατ’ Αἴγυ‐ πτον ἀπὸ Ἀβύδου τινὸς κληθεῖσα. Ἔνουδος. Ἴσσηδος. Ὄροιδος βασιλεύς, οὗ μέμνηται Θουκυδίδης (II, 80). τὸ ἀοιδός ἐπίθετον ὡς καὶ τὸ ὀπηδός. τὸ δὲ κίναιδος προπαροξύνεται τῷ λόγῳ τῆς συνθέσεως. | |
25 | Τὰ εἰς ζος πάντα βαρύνεται, ὄζος, ῥοῖζος, Γάζος πόλις Ἰν‐ δική, Τόπαζος νῆσος Ἰνδικὴ καὶ λίθος ὁμώνυμος τῇ νήσῳ. Ἀλέξαν‐ δρος ὁ πολυίστωρ. διὰ τοῦ ξ δ’ ἐγράφετο πρότερον. Λάζος Σκυθῶν ἔθνος, Ἄραζος πόλις πρὸς τῷ πόντῳ ἀπὸ Ἀράζου τοῦ ἡγησαμένου. | |
Βύμαζος πόλις Παιόνων. Ἔφορος κζʹ. Τρίζος ἔθνος πρὸς νότον τοῦ | 143 | |
3,1144 | Ἴστρου. Ἑκαταῖος Εὐρώπῃ. Τίριζος ἔθνος Παφλαγονίας. Κτησίας δὲ Τιριζιβανοὺς αὐτούς φησιν ἐν τῷ δευτέρῳ «ἐκ δὲ τῶν Ὀδρυσῶν εἰς Τιριζιβανοὺς οἰκοῦντας ἐν Παφλαγονίᾳ». Κρόβυζος ἔθνος πρὸς νότου ἀνέμου τοῦ Ἴστρου. Ἑκαταῖος Εὐρώπῃ. Λόκοζος πόλις Φρυγίας. Ξάν‐ | |
5 | θος δὲ ὁ Λυδὸς διὰ τοῦ ξ γράφει. Κάττουζος ἔθνος Θρᾴκης. τὰ δὲ τριγενῆ καὶ τὰ ἀπὸ ἐπιρρημάτων ὀξύνεται, πεζός, χθιζός, πρωϊ‐ ζός. σεσημείωται τὸ μαζός, ὅτι μονογενὲς ὂν ὀξύνεται. μήποτε οὖν ἀναλογώτεροι οἱ Ἴωνες μαστὸν λέγοντες. Τὰ εἰς θος λήγοντα καθαρὰ μονογενῆ δισύλλαβα παραληγόμενα | |
10 | φύσει μακρᾷ βαρύνεσθαι θέλει, κῶθος, οὕτως ὁ κωβίος, μῦθος, Ζῆ‐ θος, Σῆθος ποταμὸς Σκυθίας ὡς Φιλοστέφανος, Ξοῦθος τὸ κύριον «Δῶρός τε Ξοῦθός τε» (Hesiod. fr. XXXII Goettl.). Βοῦθος Πύ‐ θια νικήσας. παροιμία Βοῦθος περιφοιτᾷ, Κρατῖνος Χείρωσι. τάττεται δὲ ἐπὶ τῶν εὐήθων καὶ παχυρίνων. Νοῦθος κύριον, καὶ ψόφος, ἣν οἶ‐ | |
15 | δεν Ἡσίοδος ἐν τρίτῳ νοῦθος δὲ ποδῶν ὑπόδουπος ὀρώρει· Λῆθος ὄνομα κύριον. σημειῶδες ἄρα τὸ στρουθός ὀξυνόμενον· Χαῖ‐ ρις δέ φησιν Ἀττικοὺς βαρύνειν τὸ ὄνομα, ὡς καὶ Τρύφων μέμνηται ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδίας. ἴσως μέντοι παρήλλαξε τῶν προ‐ | |
20 | κειμένων, ἐπεὶ καὶ ἀρσενικῶς λέγεται καλοὶ δέ ς’ ἆγον ὠκέες στρουθοί καὶ θηλυκῶς αὐτὰρ ἐπεὶ κατὰ τέκν’ ἔφαγε στρουθοῖο καὶ αὐτήν (Β 326). | |
25 | Τὰ εἰς θος δισύλλαβα μονογενῆ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν | |
εἰς σύμφωνον καταλήγουσαν βαρύνεται. πτόρθος, γόνθος ὁ κόγχος, | 144 | |
3,1145 | γρόνθος τὸ ἐπὶ τῆς αὐλήσεως, σμίνθος ὁ μῦς. Πάρθος ἔθνος Σκυ‐ θικὸν οἱ καὶ Πάρθιοι καὶ Παρθυαῖοι. ἔστι δὲ καὶ Πάρθος πόλις Ἰλλυ‐ ρική. Ἀπολλόδωρος ἐν χρονικῶν ..... Κύνθος ὄρος Δήλου, παρ’ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδος. οὕτως δὲ ἐκαλεῖτο καὶ Δῆλος ἀπὸ | |
5 | Κύνθου τοῦ Ὠκεανοῦ. Ξάνθος ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ «παρ’ ᾗ Ξάνθος ἐξίησι ποταμός». ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἔστι καὶ Ξάνθος πόλις ἐν Λέσβῳ. Σίνθος πόλις παρὰ τῷ Θερμαίῳ. Ἡρόδοτος ἑβδόμῃ (c. 123). Ὄρθος τὸ μονογενές. τὸ δὲ ξανθός καὶ τυτθός καὶ ὀρ‐ | |
10 | θός τριγενῆ. Τὰ εἰς θος διβράχεα παροξύνεται, εἰ μὴ τόπον δηλοῖεν, νόθος, πόθος, ψόθος, ῥόθος ὁ ψόφος, μόθος, Κόθος ὄνομα κύριον, λίθος, πίθος καὶ Πίθος δῆμος τῆς Κεκροπίδος φυλῆς ἀπὸ Πίθου τινὸς ἢ πίθων αὐτόθι γινομένων. ζύθος ὁ ἐκ κριθῆς οἶνος. γνύθος | |
15 | τὸ κοῖλον τῆς πέτρας καὶ ὁ βόθρος. τὸ μέντοι βυθός τοπικόν. Τὰ εἰς θος δισύλλαβα τριγενῆ παραληγόμενα φύσει μακρᾷ ἢ θέσει, μὴ προηγουμένου τοῦ ς, ὀξύνεται, ἀφθός, τυτθός, ξανθός, αἰθός ὁ διάπυρος. τὸ δὲ λοῖσθος ἔχει τὸ ς. σεσημείωται τὸ Πάρθος, πόλις Ἰλλυρίας, λέγεται καὶ ἀρσενικῶς, ὡς Πολύβιος, καὶ τὸ ὄνθος. | |
20 | Τὰ εἰς αθος μονογενῆ τρισύλλαβα ἀπὸ βραχείας ἀρχόμενα προ‐ παροξύνεται, ἄμαθος, ψάμαθος, κύαθος, κάλαθος, λάπαθος, Σκίαθος νῆσος Εὐβοίας, Κράπαθος νῆσος πλησίον τῆς Κῶ. Ὅμηρος (Β 676) «Κράπαθόν τε Κάσον τε καὶ Κῶν», Μάραθος πόλις Ἀραδίας, ψίαθος. τὸ μέντοι ἀγαθός τριγενές. τὸ δὲ ὁρμαθός καὶ γυργα‐ | |
25 | θός ὀξύνεται ἀπὸ μακρᾶς ἀρχόμενα. | 145 |
3,1146 | Τὰ εἰς θος ὑπὲρ δύο συλλαβὰς παραλήγοντα ι ἢ υ ἢ καὶ φύσει μακρᾷ προπαροξύνεται· εἰ δέ τι ὀξύνεται, ἐπιθετικόν ἐστιν. Λάπιθος ἀφ’ οὗ Λαπίθης, λέκιθος, ἔριθος, Μίκυθος, ἄκυθος ἡ μὴ τίκτουσα, μαμμάκυθος ὁ μωρός, Αἴνηθος ὄρος. Αἰσχύλος. Λάπηθος πόλις | |
5 | Κύπρου. Ἀλέξανδρος Ἐφέσιος «Βήλου δ’ αὖ Κίτιόν τε καὶ ἱμερόεσσα Λάπηθος». Πεπάρηθος νῆσος τῶν Κυκλάδων ὁμώνυμον ἔχουσα πό‐ λιν. Σεσάρηθος πόλις Ταυλαντίνων, ὥς φησιν Ἑκαταῖος. Κάνηθος, Ὄρηθος, Σέβηθος ὄνομα ποταμοῦ. ἐπίληθος «νηπενθές τ’ ἄχο‐ λόν τε, κακῶν ἐπίληθον ἁπάντων» (Od. δ 221). Ναύαιθος ποταμὸς | |
10 | Ἰταλίας. Φάρβαιθος πόλις Αἰγύπτου. Κέλαιθος ἔθνος Θεσπρωτικόν. Ῥιανὸς δʹ. λέγονται καὶ Κελαιθεῖς. Δάμαιθος, Κύναιθος εἷς τῶν Λυκάονος παίδων. Ὀλίγαιθος, Σίμαιθος ὄνομα ποταμοῦ. Ἀρίαι‐ θος. τὸ δὲ βοηθός καὶ κακηθός ὁ κακιστός ὀξύνεται. Τὰ εἰς θος ὑπερδισύλλαβα ἔχοντα κατὰ τὴν παραλήγουσαν δύο | |
15 | σύμφωνα μὴ ὄντα ἐπιθετικὰ προπαροξύνονται, Ἐρύμανθος ὄρος καὶ ποταμός «ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον» (Od. ζ 103). Ἄκανθος πόλις Θρᾴκης ἀκάνθαις πεφραγμένη, ὅθεν κέκληται, ἢ ἀπό τινος Ἀκάνθου, ὡς Μνασέας. βʹ. ἔστι καὶ ἐν Αἰγύπτῳ Ἄκανθος. γʹ. ἄλλη ἐν τῇ χερρονήσῳ περὶ τὴν Κνιδίαν. δʹ. ἔστι καὶ ἡ Ἀθαμανίας. | |
20 | Φάλανθος ὄρος καὶ πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ (c. 35, 9) ἀπὸ Φαλάνθου. Πύρανθος πόλις μικρὰ ἢ κώμη Κρήτης περὶ Γόρτυνα. Ψίναφθος Αἰγύπτου πολίχνιον ὡς Ἀλέξανδρος ἐν Αἰγυπτιακῶν δευ‐ | |
τέρῳ. Μέλανθος, Λαβύρινθος, Ὑάκυνθος, Λέβινθος, Προβά‐ | 146 | |
3,1147 | λινθος δῆμος Πανδιονίδος φυλῆς. θηλυκῶς δὲ λέγεται. Σύρινθος πόλις Κρήτης, Πέρινθος πόλις Θρᾴκης ἀπὸ Περίνθου Ἐπιδαυρίου τοῦ μετὰ Ὀρέστου στρατευσαμένου. Κόρινθος καὶ ὁ κτίστης καὶ ἡ πόλις ἔσω τοῦ ἰσθμοῦ τῆς Πελοποννήσου. Ἑκαταῖος Εὐρώπῃ. Ἀκροκόρινθος ἀρσενι‐ | |
5 | κῶς. Ἀμάρυνθος νῆσος Εὐβοίας. ὄλυνθος τὸ μὴ πέπειρον καὶ Ὄλυν‐ θος πόλις Θρᾴκης ἀπὸ Ὀλύνθου τοῦ Ἡρακλέους. Ἀράκυνθος ὄρος Βοιωτίας, ἀφ’ οὗ ἡ Ἀθηνᾶ Ἀρακυνθιὰς ὡς Ῥιανὸς ἐν τῇ Φήμῃ «κλῦθί μοι εὐχάων Ἀρακυνθιὰς εὐπατέρεια». Ἄψυνθος πόλις Θρᾴκης. ἔστι καὶ εἶδος φυτοῦ. διχῶς δ’ ἡ γραφὴ καὶ διὰ τοῦ υ καὶ διὰ τοῦ ι. | |
10 | Ζήρυνθος πόλις καὶ ἄντρον Ἑκάτης ἐν Θρᾴκῃ. Λυκόφρων (v. 77) «Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς». Ζάκυνθος ὁ Δαρδάνου καὶ ἀπ’ αὐτοῦ πόλις. ἀρσενικῶς Ὅμηρος καὶ θηλυκῶς «καὶ ὑλήεσσα Ζάκυνθος» (Od. ι 24) καὶ «ὑλήεντα Ζάκυνθον» (Od. α 246). δευτέρα Ἰβηρίας. τρίτη Λιβύης. Τρικόρυνθος δῆμος τῆς Αἰαντίδος φυλῆς. Διο‐ | |
15 | νύσιος ἀρσενικῶς, Εὐφορίων θηλυκῶς, Δίδυμος καὶ Διόδωρος οὐδετέ‐ ρως. τὸ δὲ ὀλισθός ὁ ὀλισθηρός ὀξύνεται ἐπίθετον ὄν. Τὰ εἰς κος μονογενῆ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύ‐ νεται φῶκος καὶ Φῶκος κύριον, σῶκος καὶ Σῶκος κύριον. Τυραννίων μὲν ἀξιοῖ ὀξύνειν τὸ «σῶκος ἐριούνιος Ἑρμῆς» (Υ 72), ἵνα ἀποφύγῃ | |
20 | τὸ κύριον βαρυνόμενον «ὦ Σῶχ’ Ἱππάσου υἱέ» (Il. Λ 450) ὥσπερ ἐπὶ τοῦ λευκός, γλαυκός. οὐκ ἔστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον, ἀλλ’ ἴδιον τοῦ Ἑρμοῦ, ὥσπερ καὶ τοῦ Ἀπόλλωνος βαρυνόμε‐ νον τὸ Φοῖβος· διὸ βαρυτονητέον ὁμοίως καὶ αὐτῷ τῷ κυρίῳ. εἰσὶ δὲ οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό. ἐκ γὰρ τοῦ σάοι‐ | |
25 | κος γεγενῆσθαι τὴν κρᾶσιν. οὕτω δὲ δώσουσι καὶ προσκείμενον τῷ ω τὸ ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. θῶκος. Ῥαῦκος πόλις ἐν με‐ σογείῳ τῆς Κρήτης. Δᾶκος ἔθνος, ὃ καὶ Δᾶος καλεῖται. οἶκος. Γλαῦ‐ κος, ἀφ’ οὗ Γλαύκου δῆμος ἐν Λυκίᾳ, ὡς Ἀλέξανδρός φησιν. Λεῦκος «ὁ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον» (Δ 491). τὸ δὲ σηκός ὀξύ‐ | |
30 | νεται. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται γλαυκός, λευκός, Γραικός ὁ Ἕλ‐ | |
λην, τὸ δὲ Γραῖκος κύριον βαρύνεται. | 147 | |
3,1148 | Τὰ εἰς κος δισύλλαβα κύρια, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, βαρύνεται, Μάκκος, Ὄγκος τὸ κύριον. Λύγκος πόλις Ἠπείρου. Στράβων ἑβδόμῃ (p. 326). ἐκλήθη ἀπὸ Λυγ‐ κέως. Φόρκος. Σύλκοι πόλις ἐν Σαρδοῖ, Καρχηδονίων κτίσμα. λέγε‐ | |
5 | ται καὶ Σόλκοι, ὡς Ἀρτεμίδωρος ἐν ἐπιτομῇ «ἀπὸ δὲ Καράλεως ἐπὶ Σόλκους». Τὰ εἰς κος δισύλλαβα προσηγορικὰ μὴ παρασχηματιζόμενα εἰς θη‐ λυκὸν γένος, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλή‐ γουσαν, πλὴν τοῦ λ, βαρύνεται, λάκκος, σάκκος, ἄρκος, κέρκος, | |
10 | ὅρκος. σεσημείωται τὸ θριγκός. τὸ δὲ χαλκός ἔχει τὸ λ. καὶ τὸ φολκός ἐστι τριγενὲς ἔχον καὶ τὸ λ. Τὰ εἰς κος δισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώνου τοῦ ς ἀπὸ συμ‐ φώνου ἀρχόμενα βαρύνεται, δίσκος, Φύσκος υἱὸς τοῦ Αἰτωλοῦ τοῦ Ἀμφικτύονος τοῦ Δευκαλίωνος. Ἑκαταῖος «ἐὼν δὲ πρεσβύτερος Λοκρὸς | |
15 | ἦν Φύσκου παῖς». «Φύσκος δὲ ἀφ’ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί ....» καὶ τὸ ἔθνος ὁμοφώνως. Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. ἔστι καὶ ποταμὸς Φύσκος, καθά φησι Σοφαίνετος ἐν Κύρου ἀναβάσει. ἔστι καὶ Φύσκος πόλις Λοκρίδος καὶ ἑτέρα τῆς Καρίας. ἔστι δὲ λιμὴν Ῥόδου. ἔστι καὶ ἄλλη Μακεδονίας. μύσκος. Ζύσκος ποταμὸς Μακεδονίας, ὡς | |
20 | Ἀντιγενίδης φησί. Κέσκος. τὸ δὲ ἀσκός ἀπὸ φωνήεντος ἄρχεται. Τὰ εἰς κος διβράχεα μονογενῆ, εἴτε ἀρσενικὰ εἴτε θηλυκά, βαρύ‐ νεται, εἰ μὴ διαστολή τις σημαινομένου γένοιτο, οἷον λύκος καὶ Λύκος υἱὸς Πανδίονος, Πλάκος «ὑπὸ Πλάκῳ ὑληέσσῃ» (Ζ 396), πόκος, τόκος, Μύκος ἔθνος Περσίδος, περὶ οὗ Ἑκαταῖος ἐν Ἀσίᾳ «ἐκ Μύ‐ | |
25 | κων εἰς Ἀράξην ποταμόν». Ἴκος νῆσος τῶν Κυκλάδων προσεχὴς τῇ Εὐβοίᾳ, κρίκος. τὸ δοκός πρὸς ἀντιδιαστολὴν τοῦ δόκος τοῦ σημαί‐ νοντος τὴν δόκησιν. καὶ παρὰ Ἀριστοφάνει ἐν Ταγηνισταῖς σημαίνει τὴν ἀγχόνην. σεσημείωται τὸ φακός ὀξύτονον. τὸ δὲ Φάκος κύριον | |
ὄνομα ὄρους. Ἑκαταῖος «πρὸς μὲν νῶτον Πακτωλὸς καὶ Φάκος». | 148 | |
3,1149 | Τὰ εἰς κος δισύλλαβα τριγενῆ ὀξύνεται οἷον λευκός, γλαυκός, μικκός «τοῖς μικκοῖς μικκὰ δίδωσι θεός» πλὴν τῶν παραληγόντων τῷ ω. Τὰ εἰς κος ὑπὲρ δύο συλλαβὰς α παραληγόμενα, οὗ προηγεῖται σύμφωνον ἢ σύμφωνα, κύρια ὄντα βαρύνεται, Λάβδακος, Πίνακος, | |
5 | Ἀσσάρακος, Ἴθακος ἥρως. τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ «Ἴθα‐ κος Ὀδυσσεύς». Φύλακος, Ὕλακος, Νώρακος πόλις Παννονίας. Γάζακος κώμη μεγάλη τῆς Μηδίας. Ἀρριανὸς ἐν Παρθικῶν τετάρτῃ «τῆς Γαζάκου» Θάψακος πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ. Θεόπομ‐ πος ἐν Φιλιππικῶν τρίτῳ. σεσημείωται τὸ Ἀστακός—πόλις Βιθυνίας | |
10 | ἀπὸ Ἀστακοῦ τοῦ Ποσειδῶνος καὶ νύμφης Ὀλβίας, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς ἱστορεῖ. ἔστι καὶ Ἀκαρνανίας πόλις—καὶ Ναννακός καὶ Θημακός δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς. * Τὰ εἰς ακος λήγοντα τρισύλλαβα, τὴν πρώτην συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν ἔχοντα προπαροξύνεται, Λάμψακος πόλις | |
15 | κατὰ τὴν Προποντίδα ἀπὸ Λαμψάκης, ἐπιχωρίας τινὸς κόρης. Ῥύν‐ δακος πόλις καὶ ποταμὸς μεταξὺ Φρυγίας καὶ Ἑλλησπόντου «Ῥύνδα‐ κον ἀμφὶ βαθύσχοινον». λέγεται καὶ Ῥύνδαξ. Ὕρτακος ἥρως καὶ πόλις Κρήτης. Σπάρτακος πόλις Θρᾴκης. Ἐρατοσθένης ἐν Γαλατικῶν δευτέρῳ. Φάρνακος, Ἄρτακος ἔθνος Θρᾴκιον. Ἄμβρακος πολί‐ | |
20 | χνιον τῆς Ἠπείρου. * Τὰ δὲ εἰς ακος λήγοντα τὴν πρώτην συλλαβὴν εἰς ἄφωνον τὸ αὐτό, ἀφ’ οὗ ἄρχεται ἡ δευτέρα, καταλήγουσαν ἔχοντα ὀξύνεται, Πιτ‐ τακός καὶ τὰ ὅμοια. * Τὰ εἰς κος ὑπὲρ δύο συλλαβὰς α παραληγόμενα, οὗ προηγεῖται | |
25 | φωνῆεν, ὀξύνεται, Καλλιακός, Αἰακός, Πιακός πόλις Σικελίας. | 149 |
3,1150 | Τὰ εἰς κος ὑπερδισύλλαβα παραληγόμενα τῷ α προσηγορικὰ ἢ ἐπι‐ θετικὰ ὀξύνεται, λιθιακός, μαλθακός, ψιττακός, ἀστακός, ἀνα‐ κός, φυλακός ὁ φύλαξ, Φύλακος δὲ τὸ κύριον, φαρμακός ὁ ἐπὶ καθαρμῷ τῆς πόλεως τελευτῶν, φάρμακος δὲ ὁ γόης. σεσημείωται | |
5 | τὸ θύλακος, ὕσσακος, αἴσακος προπαροξυνόμενα καὶ τὸ μαίμα‐ κος ἐπίθετον ἀπὸ γενικῆς. Τὰ διὰ τοῦ ακος κτητικὰ ὀξύνεται, Δηλιακός, Φρυγιακός, Ἰλιακός, Αἰνιακός, Ἀκτιακός, Ἀλαβανδιακός, ἐξ οὗ καὶ Ἀλα‐ βανδιακὸς σολοικισμός, ὡς Φιλόξενος τὴν Ὀδύσσειαν ἐξηγούμενος, ὅταν | |
10 | ἡ μή ἀπαγόρευσις ἀντὶ τῆς οὐ κεῖται, ὡς τὸ «μὴ δι’ ἐμὴν ἰότητα Πο‐ σειδάων ἐνοσίχθων» (Il. Ο 41). Βαργυλιακός, Βυζαν‐ τιακός, Διακός, Ἐλευσινιακός, Θεσπρωτιακός, Θουριακός, Κυνοσουριακός, Ἰκιακός, Κοσσυριακός, Κυπριακός, Μαλια‐ κός, Μαραθωνιακός, Μερουσιακός, Μηλιακός, Νισυριακός, | |
15 | Ὀλβιακός, Παλληνιακός, Παμφυλιακός, Βοιωτιακός, Παρ‐ νασσιακός, Πελασγιακός, Πελοποννησιακός, Πελοποννησιακὸν δὲ πόλεμον φυλάττονται λέγειν. Πηλουσιακός, Ποτνιακός, Ῥο‐ διακός, Σαμιακός, Στειριακός, Σιγειακός, Χιακός. Τὰ εἰς εκος ἕν ἐστιν, Ἀλώπεκος ἀπὸ γενικῆς. | |
20 | Τὰ εἰς οκος ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται σπάνια ὄντα Καππάδοκος ὁ κτίστης, ὡς Ἀλέξανδρος, καὶ τὸ ἔθνος. λέγεται γὰρ τὸ ὄνομα τριχῶς, ὁ Καππάδοκος, ὁ Καππάδοξ, ὁ Καππαδόκης. Σπόρ‐ δοκος Θρᾴκιον ὄνομα. Ἀμάδοκος Σκυθικὸν ἔθνος. Ἑλλάνικος ἐν Σκυθικοῖς. Δόλογκος ἔθνος Θρᾴκης ἀπὸ Δολόγκου τοῦ ἀδελφοῦ Βι‐ | |
25 | θυνοῦ. Δημόδοκος ὄνομα κύριον. Λαόδοκος. τὸ δὲ ξενοδόκος καὶ | |
ἰοδόκος βαρύνεται· καὶ τὸ αἰγοβοσκός ὀξύνεται. | 150 | |
3,1151 | Τὰ εἰς κος ὑπὲρ δύο συλλαβὰς μακρᾷ παραλήγοντα σπάνια ὄντα βαρύνεται, Ἄτρηκος πόλις Κρητική, μάληκος ὄνομα· ὀρνέου, μαλη‐ κός δὲ ἀπὸ τοῦ μαλακός τροπῇ τοῦ α εἰς η ὀξύνεται, πίθηκος. Πή‐ ληκος πόλις ἐν Λιβύῃ, Ζάληκος ὄνομα ποταμοῦ, Ἀμάληκος, ἀφ’ | |
5 | οὗ Ἀμαληκῖτις ἐκλήθη. Κόθωκος ὄνομα ἥρωος. τὸ δὲ Ἰωλκός πόλις Θεσσαλίας «Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν» (Il. Β 712) ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, καὶ Ἀρδησκός ὀξύνεται. Τὰ εἰς κος παραληγόμενα αι ἢ οι μὴ ἐπιθετικὰ προπαροξύνεται, Πάταικος, Φάλαικος, Μίθαικος, σόλοικος, μόνοικος τὸ κατὰ | |
10 | συναλοιφήν. ἔστι καὶ πόλις Λιγυστική. Ἑκαταῖος Εὐρώπῃ. Μοσσύ‐ νοικος ἔθνος καλούμενον παρὰ τὰς οἰκήσεις, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ γῆς περιόδου. τὸ δὲ Εὐβοικός ὀξύνεται ἐπιθετικὸν ὄν. τὸ δὲ ἄγροικος σύνθετον καὶ προπαροξύνεται καὶ προπερισπᾶται. Τὰ εἰς κος ὑπερδισύλλαβα εἰ παραλήγοιτο ι μακρῷ βαρύνεται, | |
15 | Εὔνικος κύριον, Κάϊκος ποταμός, ὅθεν ἄνεμος Καικίας ὡς ἐκεῖθεν πνέων, Γρήνικος ποταμός. Φιλόνικος, Ἑλλάνικος, Ἀριστόνι‐ κος. εἰ δὲ τῇ ει διφθόγγῳ, ὀξύνεται, δαρεικός, βοεικός «βοεικὰ ζεύγη» ι ἡ παράδοσις, ἀλλὰ διὰ διφθόγγου δεῖ γράφεσθαι, ἀπὸ γὰρ τοῦ βοειακός κατὰ συγκοπὴν ὡς καὶ Δεκελεικός ἀπὸ τοῦ Δεκε‐ | |
20 | λειακός. Κεραμεικός. σεσημείωται τὸ Καμικός καὶ ὁ κτίστης καὶ ἡ πόλις Σικελίας ὀξύτονον καὶ ἔχον τὸ ι μακρὸν ὡς τὸ Παλικός. εἰσὶ δὲ Παλικοί δαίμονές τινες οὓς Αἰσχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, κληθῆναι δὲ τοὺς Παλικοὺς διὰ τὸ ἀποθανόν‐ τας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι. | |
25 | * Τὰ εἰς κος λήγοντα καθαρὰ ὑπὲρ δύο συλλαβάς, προσηγορικὰ | 151 |
3,1152 | ἢ κύρια, ὁπότε τῷ ι παραλήγει συνεσταλμένῳ προπαροξύνεται, ἀνθέ‐ ρικος, Κύζικος πόλις τῆς Προποντίδος, Ὤρικος πόλις ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος λιμένα καλεῖ Ἠπείρου τὸν Ὤρικον ἐν τῇ Εὐρώπῃ «μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ὤρικος λιμήν». Ἀπολλόδωρος δὲ | |
5 | πόλιν αὐτὴν οἶδε. λέγεται ἀρσενικῶς, ὡς Πολύβιος ἑβδόμῳ «οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰσπλέοντι». Ἀσφόδικος, Ὄρικος κύριον, Σίνδικος πόλις προσεχὴς τῇ Σκυθίᾳ, Νήρικος πόλις Ἀκαρνανίας, ἣν Ὅμηρος (Od. ω 377) ἀκτήν φησι ἠπείροιο. Ὄμβρικος ἔθνος Ἰτα‐ | |
10 | λικόν. τὸ δὲ Θορικός οἱ πλείους ὀξύνουσιν. ἔστι δὲ δῆμος τῆς Ἀκα‐ μαντίδος φυλῆς. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Τὰ εἰς ικος κτητικὰ ἐπιθετικὰ καὶ θηλυκὸν ἔχοντα ὀξύνεται, Γα‐ λατικός, Ἰταλικός, Πυθαγορικός, Ὁμηρικός, δουλικός, βα‐ σιλικός, δεσποτικός, κλωπικός, Τρωϊκός. Ἀττικός κατὰ τροπὴν | |
15 | διὰ τὴν εὐφωνίαν. Ταυρικός, βαρβαρικός, Γαδειρικός Εὔπολις ἐν Μαρικᾷ «πότερον ἦν τὸ τάριχος Φρύγιον ἢ Γαδειρικόν». Ἑλληνι‐ κός, Ἑλλαδικός. Καρικός. Ἡρόδοτος ἐν πρώτῃ (c. 171) «τὸ Καρι‐ κὸν ἔθνος δοκιμώτατον». Λιβυστικός «Λιβυστικὰς πλάκας» Λυκόφρων (v. 648), ὅ τινες διὰ τοῦ γ γράφουσι κακῶς. Μηδικός «ὁ Μηδικὸς | |
20 | ὀπός». Στράβων (11 p. 525) «φέρει δὲ σίλφιον ἡ χώρα, ἀφ’ ἧς ὁ Μη‐ δικὸς καλούμενος ὀπός, οὐ πολὺ λειπόμενος τοῦ Κυρηναϊκοῦ». Πελα‐ σγικός «Πελασγικὸν Ἄργος ἔναιον» (Β 681). ἔστι δὲ καὶ ἐν Ἀθήναις τεῖχος «Πελαργικόν» ἤτοι Πελασγικόν ὡς ὁ κωμικὸς δηλοῖ ἐν τοῖς Ὄρνισιν (v. 832). «Ῥωσικὸς σκόπελος». Χαλυβδικός μετὰ τοῦ δ. Λυκόφρων | |
25 | «Χαλυβδικῷ κνώδοντι» (1109) καὶ ἡ χώρα Χαλυβική. Σινδικός. Τα‐ ναγρικός. Ἡρόδοτος πέμπτῃ (c. 57) «Ταναγρικὴ μοῖρα» καὶ Μέναν‐ δρος «Ταναγρικὴ γυνή». Χαιρωνικός. Ἀπολλόδωρος ἐν χρονικῶν δευτέρῳ «κατὰ δὲ μάχην, ὥς φασι, τὴν Χαιρωνικήν». Χαονιτικός. Λυκόφρων «φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο» (v. 1320). καὶ Χαονι‐ | |
30 | κός. Ἑκαταῖος Εὐρώπῃ «ὁ δὲ κόλπος Κιρραῖος καὶ τὸ πεδίον ἐν τῇ | |
Χαονικῇ». Ψυλλικός. Ἑκαταῖος περιηγήσει Λιβύης «ὁ Ψυλλικὸς κόλ‐ | 152 | |
3,1153 | πος μέγας καὶ βαθύς, τριῶν ἡμερέων πλόος». Ἀγριανικός, ὡς Χά‐ ραξ ἐν δευτέρῳ χρονικῶν. Ληναϊκός, Σμυρναϊκός, Πειραϊκός συστολῇ τοῦ α. Ἀκαδημαϊκός, Γαλαδραϊκός. Πολύβιος δὲ ἐν τῷ ιγʹ Γαλαδρικόν φησι. τὸ δὲ ἄδικος οὐ κτητικόν. τὸ δὲ ἡλίκος καὶ | |
5 | πηλίκος καὶ τηλίκος παρὰ ποιηταῖς καὶ ὁπηλίκος παροξύνονται· οὐ γὰρ κτητικά. Τὰ εἰς υκος ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ μὴ ἔχοντα κατ’ ἰδίαν θηλυκὰ κτητικῆς ἐννοίας ἐχόμενα βαρύνεται, Ἴβυκος, Ἄμυκος, Κώρυκος πόλις Κιλικίας. Παρθένιος προπεμπτικῷ. ἔνιοι δὲ τὴν πόλιν | |
10 | Κωρύκειαν φασίν. ἔστι καὶ Κώρυκος ὄρος ἀρσενικῶς λεγόμενον πλησίον Τέω τῆς Ἰωνίας καὶ Ἐρυθρῶν, ὡς Ἑκαταῖος Εὐρώπῃ. καὶ λιμὴν ὁμώ‐ νυμος καὶ νησίον ὁμώνυμον. Ἴνυκος πόλις Σικελίας. Ἄλυκος πόλις Πελοποννήσου «εἰς Ἀσίνην Ἄλυκόν τε καὶ ἂμ πόλιν Ἑρμιονήων». Καλ‐ λίμαχος. Ἐλίσυκος ἔθνος Λιγύων. Ἑκαταῖος Εὐρώπῃ. Πάτυκος πόλις | |
15 | Οἰνωτρῶν ἐν μεσογείᾳ. Ἁρπάλυκος ὄνομα κύριον, Εὔτυκος. Κήρυ‐ κος ὄνομα κύριον. Σίμυκος, Σίτυκος. τὸ δὲ Λιβυκός καὶ θηλυκός καὶ ἁλυκός ὀξύνεται θηλυκὰ ἔχοντα. Τὰ εἰς σκος ι ἢ υ παραληγόμενα παροξύνεται, σατυρίσκος, νεανίσκος, παιδίσκος, ἀστερίσκος, ὀβελίσκος, πανίσκος, Κω‐ | |
20 | ραλίσκος, οὐρανίσκος, Βορμίσκος πόλις Μακεδονίας. Δορίσκος πόλις Θρᾴκης καὶ πεδίον. Φαλίσκος πόλις Ἰταλίας καὶ ὁ οἰκήτωρ ὁμοφώνως. Ἱππουρίσκος νῆσος Καρίας. Σκορδίσκος ἔθνος Παιο‐ νίας ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Τριποδίσκος καὶ Τριποδίσκοι κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκη. Ἐλευθερίσκος πόλις | |
25 | Μακεδονίας. Ταυρίσκος ἔθνος περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι, ὡς Πολύβιος τρίτῳ (c. 60, 8). Ἐρατοσθένης Τερίσκους αὐ‐ τούς φησι διὰ τοῦ ε, οἳ καὶ Ταῦροι λέγονται. τὸ μέντοι Δαμασκός —ἔστι δὲ πόλις Συρίας—καὶ Ἀρδησκός καὶ Δραβησκός Θρᾴκης χωρίον, Θουκυδίδης αʹ (c. 100), ὀξύνεται ι οὐκ ἔχοντα. | |
30 | Τὰ εἰς λος διβράχεα βαρύνεται· εἰ δέ τι ὀξύνεται, διαστολὴν πέ‐ πονθεν ἢ ἕνεκα τριγενείας, Ἄλος πόλις Ἀχαΐας καὶ Φθιώτιδος ὑπὸ τῷ πέρατι τῆς Ὄθρυος. ὁ ποιητὴς «οἵ τ’ Ἄλον οἵ τ’ Ἀλόπην» (Β 682). | |
εἴρηται δ’ ἀπὸ τῆς Ἀθάμαντος ἄλης περὶ τοὺς τόπους ἐκείνους γενο‐ | 153 | |
3,1154 | μένης καὶ ὑπ’ αὐτοῦ κτισθεῖσα. Θέων δέ φησιν ὅτι Ἄλος θεράπαινα ἦν Ἀθάμαντος ἡ μηνύσασα τὴν Ἰνὼ φρύγειν τὰ σπέρματα, ἧς εἰς τιμὴν τὴν πόλιν ὠνόμασεν. δύο δὲ Παρμενίσκος ἱστορεῖ, τὸν μὲν Μαλιακὸν ὑπὸ Ἀχιλλεῖ, τὸν δὲ ὑπὸ Πρωτεσιλάῳ. Ἀπολλόδωρος δὲ ἀρσενικῶς | |
5 | λέγεσθαι τὴν πόλιν φησίν. πάλος, σάλος, λάλος, φάλος, μύλος, τύλος, Πύλος πόλις ἐν Μεσσήνῃ. Ξύλος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. φίλος, κτίλος, ὃ κατ’ ἀφαίρεσιν ἐκ τοῦ ἱκτίλος γέγονεν. πό‐ λος, στόλος, ψόλος, ὅλος, Φόλος ὁ Κένταυρος, χόλος, δόλος, κόλος, βόλος, μόλος καὶ Μόλος «Μηριόνη Μόλου υἱέ» (Ν 249) | |
10 | σόλος καὶ Σόλοι Κιλικίας πόλις. Ἑκαταῖος Εὐρώπῃ. κέκληται δὲ ἀπὸ Σόλωνος ὡς Εὐφορίων. θόλος. «μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς» (Od. χ 442). τὸ μέντοι θολός τὸ μέλαν τῆς σηπίας ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστι. τὸ δὲ αὐτὸ λέγεται ὀλός. καὶ τὸ ὀλός δὲ ὁ ὀλέθριος ὀξύνεται. τὸ γὰρ Ἀλκμανικὸν «ἔχει μ’ ἄχος ὦ ὀλὲ δαῖμον» | |
15 | ἐὰν μὲν ὀλός ἡ εὐθεῖα, οὐκ ἔστι συγκοπή. ἐὰν δὲ ἐκ τοῦ ὀλοός ἡ κλη‐ τικὴ ὀλοέ, συγκοπή ἐστιν. Τὰ εἰς λος μονογενῆ δισύλλαβα μὴ ἀπὸ τοῦ χ ἀρχόμενα ἔχοντα δίχρονον ἐκτεταμένον, εἰ μή τις εἴη διαστολή, βαρύνεται, Μᾶλος Ἀμ‐ φικτύονος υἱὸς ἢ Ἀμύρου τοῦ Βοιωτοῦ, κᾶλος «ἐν δ’ ὑπέρας τε κάλους | |
20 | τε» (Od. ε 260). Ἶλος τὸ κύριον, ἰλός δὲ ὁ διεστραμμένος, πῖλος, μῖλος, σπῖλος, Βρῖλος ὄνομα κύριον, τῖλος τὸ φορτικόν, στῦ‐ λος, γρῦλος, θρῦλος. τὸ δὲ χυλός καὶ χιλός ἡ τροφὴ ὀξύνεται ἀπὸ τοῦ χ ἀρχόμενα. τὸ δὲ ψιλός τριγενὲς ὡς καὶ τὸ καλός παρὰ τῷ ποιητῇ ὑγιῶς ἐκτεταμένον. τὸ δὲ βαλός, οὕτως ὁ βαθμός καὶ ἐν | |
25 | τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ, Δωρικῶς τέτραπται. καὶ τὸ δαλός | 154 |
3,1155 | δὲ κατὰ πάθος. καὶ τὸ Νεῖλος βαρύνεται. ἔστι δὲ ποταμὸς Αἰγύπτου. Ἑκαταῖος περιηγήσει αὐτῆς «καὶ ἱρὸν Νείλου τοῦ ποταμοῦ». λέγεται δὲ κατὰ διάλεκτον Νῆλος. καὶ τὸ δειλός ὀξύνεται. Τὰ εἰς λος δισύλλαβα κύρια τῷ η παραληγόμενα περισπᾶται, οἷον | |
5 | Μῆλος Μαντοῦς υἱός, ἀφ’ οὗ Μαλόεις τόπος ἐν Λέσβῳ, ὡς Ἑλλάνι‐ κος ἐν Λεσβιακῶν πρώτῳ καὶ Μῆλος μία τῶν Κυκλάδων ὁμώνυμον ἔχουσα πόλιν. ἔστι καὶ κώμη τῆς Ἀκαρνανίας. Βῆλος ὁ Ζεύς καὶ Βῆλος ἡ καὶ Μῆλος πρὸς ταῖς Ἡρακλέους στήλαις ἀμφοτέρων ἐτύμως λεγομένων τῷ τοὺς ἀρχαιοὺς βηλὸν λέγειν τὸν οὐδὸν τῆς θύρας καὶ ταύτην κεῖ‐ | |
10 | σθαι παρὰ τὸν οὐδὸν τοῦ Ὠκεανοῦ. Μῆλος δὲ καὶ Μηλαρία δύο πό‐ λεις ἐπὶ τοῖς πέρασι, τὴν αὐτὴν ἔμφασιν ἔχουσιν ἀπὸ τῆς κλήσεως τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. Δῆλος μία τῶν Κυκλάδων. ἢ παρὰ τὰς γονάς· ἱερὸν γὰρ Δῆλος τοῦ Ἀπόλ‐ λωνος τοῦ θεοῦ πρῶτον ἐν αὐτῇ γενομένου. ἢ διὰ τὰς μαντείας· δη‐ | |
15 | λοῦσα γὰρ τὰ δυσεύρετα. Σφῆλος ὄνομα κύριον. Τῆλος νῆσος τῶν Κυκλάδων ὁμοφώνως τῷ οἰκιστῇ. Ζῆλος πόλις τῶν ἑσπερίων Αἰθιό‐ πων. Ἦλος κύριον. Ἔτι τὰ εἰς λος δισύλλαβα προσηγορικὰ ἢ ἐπιθετικὰ τῷ η παραλη‐ γόμενα, εἰ ἔχοι ἄφωνον πρὸ τοῦ η, ὀξύνεται, πηλός, βηλός ὁ οὐ‐ | |
20 | δός, χηλός, φηλός. τὸ μέντοι ἧλος καὶ ζῆλος βαρύνεται, οὐδὲ γὰρ ἄφωνον ἔχει. τὸ δὲ δῆλος ἐπιθετικὸν ἀπὸ δέελος κατὰ συναίρε‐ | |
σιν τῶν δύο εε εἰς η γέγονεν. | 155 | |
3,1156 | * Τὰ εἰς λος δισύλλαβα εἴτε κύρια εἴτε προσηγορικὰ τῷ ω παραλη‐ γόμενα περισπᾶται, Κῶλος ἔθνος πρὸς τῷ Καυκάσῳ. Ἑκαταῖος Ἀσίᾳ. Σκῶλος πόλις Βοιωτίας. Στῶλος πόλις ἐν Θρᾴκῃ. Τμῶλος, ὃς κατὰ ποιητικὸν μετασχηματισμὸν Τύμωλος. Πῶλος τὸ κύριον καὶ τὸ προση‐ | |
5 | γορικόν, μῶλος, βῶλος, κῶλος. Χῶλος τὸ κύριον. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, χωλός, ψωλός. Τὰ εἰς αυλος δισύλλαβα μονογενῆ μὴ κύρια ὀξύνεται, αὐλός, δαυλός, καυλός, γαυλός ἐπὶ τοῦ ἀγγείου. «γαυλοί τε σκαφίδες» (Od. ι 223), ἐπὶ δὲ τοῦ πλοίου βαρυτόνως. Καλλίμαχος (fr. 217) «Κυ‐ | |
10 | πρόθε Σιδόνιός με κατήγαγεν ἐνθάδε γαῦλος». τὸ δὲ Βαῦλος, Παῦ‐ λος, Γαῦλος νῆσος πρὸς τῇ Καρχηδόνι. Ἑκαταῖος περιηγήσει—κύρια περισπᾶται καὶ τὸ ναῦλος μὴ ὂν κύριον. τὸ δὲ φαῦλος ἐπίθετον. Τὰ εἰς λος ἐπιθετικὰ ἔχοντα πρὸ τοῦ λος δίφθογγον τὴν διὰ τοῦ υ βαρύνεται οἷον φαῦλος, δοῦλος, οὖλος. τὸ δὲ τραυλός ὀξύ‐ | |
15 | νεται καὶ τὸ δαυλός. * Τὸ κοῖλος μόνον εἰς λος λῆγον δισύλλαβον τῇ οι διφθόγγῳ παραληγόμενον βαρύνεται. λέγεται δὲ καὶ κόϊλος. Τὰ εἰς δύο λλ κύρια ἀρσενικὰ βαρύνονται, Ὕλλος υἱὸς Ἡρακλέους, ἀφ’ οὗ Ὑλλεῖς ἔθνος Ἰλλυρικόν, οὓς Ἀπολλόδωρος Ὕλλους γράφει | |
20 | ἐν τῷ περὶ γῆς δευτέρῳ «ὑπὲρ δὲ Ὕλλους Λιβυρνοὶ καί τινες Ἴστροι λεγόμενοι Θρᾷκες». Τέλλος ὁ Ἀθηναῖος Ἡρόδοτος αʹ (c. 30), Μύλ‐ | |
λος ποιητὴς κωμικός, Γάλλος ὁ ποταμὸς Φρυγίας· —λέγει δὲ ὁ Πο‐ | 156 | |
3,1157 | λυίστωρ ἐν τῷ περὶ Φρυγίας τρίτῳ, τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τηρίαν ποταμὸν καὶ οἰκῆσαι καὶ ποταμὸν Γάλλον καλέσαι. ἀπ’ ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα γάλλους καλοῦσιν—καὶ ἔθνος. Ψύλλος τὸ κύριον. Ἀγροί‐ | |
5 | τας αʹ Λιβυκῶν· «ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πλησιάσαι ταῖς νύμ‐ φαις καὶ γεννῆσαι παῖδας Ἀδυρμαχίδαν, Ἀραραύκηλα, Ἀσβύταν, Βά‐ καλα, Μάκαν, Ψύλλον». ἀφ’ οὗ Ψύλλοι τὸ ἔθνος, περὶ οὗ Ἡρόδοτος τετάρτῃ (c. 173) «Νασαμῶσι προσόμουροί εἰσι Ψύλλοι». Σκύλλος ὁ κολυμβητής, Φέλλος τὸ κύριον, Ἡσίοδος «Φέλλον ἐϋμμελίην τηλεκλειτὴ | |
10 | Μελίβοια», Γρύλλος καθάρας τοὺς Διοσκούρους ὡς Φιλοστέφανος, Κόλλος· Δημόγνητος ἐν τῷ περὶ Κνίδου· «καὶ Κόκκυγα τὸν Τελέστο‐ ρος καὶ Κόλλον τὸν Σκίρου καὶ Λώγασον τὸν Αὐτονόμου καὶ Κτῆσιν τὸν Μνησιθέου». Γίλλος. Ἡρόδοτος γʹ (c. 138). Φύλλος πόλις ἐν Θετταλίᾳ. Στράβων θʹ (p. 435) ἀρσενικῶς. Ῥιανὸς δὲ Φύλλον θηλυ‐ | |
15 | κῶς ἐν θʹ Θεσσαλικῶν «οἱ δ’ ἄφαρ ὁπλισθέντες ἴσαν κραναὴν ποτὶ Φύλλον». Τράλλος ἔθνος Ἰλλυρίας, οἳ καὶ Τράλλεις παρὰ Θεοπόμπῳ. Μάλλος ὁ κτίστης πόλεως Μαλλοῦ. Κύλλος τὸ κύριον, οὗ μέμνηται καὶ Ἀριστοφάνης καὶ Κρατῖνος ἐν Μαλθακοῖς. τὸ δὲ κολλός ὀξύνε‐ ται ὡς ἐπιθετικόν. καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως Κιλικίας. | |
20 | Καλλίμαχος Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέ‐ ξανδρος ὁ Πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυ‐ κίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους’ ὑποφῆται» (Il. Π 234). Τὰ εἰς δύο λλ προσηγορικά, εἰ μὴ παραλήγοιεν ι, καὶ πάντα τὰ τρι‐ | |
25 | γενῆ ὀξύνεται, μαλλός, φαλλός, θαλλός, φελλός, σκελλός, πολ‐ | 157 |
3,1158 | λός, μυλλός, ἰλλός «ἰλλοί τε πόδες». τὸ ἴλλος, σίλλος καὶ βίλλος τὸ ἀνδρεῖον αἰδοῖον τὸ κοινῶς βιλλίν παρ’ Ἐφεσίοις βαρύνεται. τὸ δὲ κιλλός εἶδος χρώματος ἐν Στεφανοπώλισιν Εὐβούλου «εὔχρων τε κιλλὸν μανθάνεις θερίστριον» ὀξύνεται. σεσημείωται τὸ ψύλλος, τὸ δὲ Ψύλλος | |
5 | τὸ ἐπ’ ἔθνους κύριον. τὸ δὲ ἄλλος ὡς ἐπιμεριζόμενον βαρύνεται. Τὰ εἰς λος μετ’ ἐπιπλοκῆς συμφώνου βαρύνεται· εἰ δέ τι εἴη ὀξύ‐ τονον, ἐπιθετικὸν ὑπάρχει, ὄτλος, βύβλος καὶ Βύβλος πόλις Φοι‐ νίκης. ἔστι καὶ Βύβλος ἐν τῷ Νείλῳ πόλις. βίβλος καὶ Βίβλος ποτα‐ μὸς Νάξου· ὄχλος, κόχλος, κύκλος, Ἄσκλος πόλις Ἰταλίας. | |
10 | Διονύσιος ἐν κʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. ἔστι καὶ οὐδέτερον. Τύσκλος πόλις Ἰταλίας. λέγεται καὶ Τυσκλανόν. Ὕβλος βασιλεύς, ἀφ’ οὗ Ὕβλα πόλις Σικελίας. Ζάγκλος ὁ γηγενής, ἀφ’ οὗ τινες Ζάγκλην πόλιν Σικελίας. τὸ δὲ τυφλός ὀξύνεται, ἐπιθετικὸν ὄν, ὥσπερ καὶ τὸ στρε‐ βλός καὶ ἐσθλός καὶ σιφλός ὁ κεκακωμένος, σίφλος δὲ ὁ μῶμος. | |
15 | σεσημείωται τὸ μοχλός ὀξυνόμενον. Τὰ εἰς αλλος τρισύλλαβα μὴ ἐθνικὰ προπαροξύνεται, κρύσταλ‐ λος, Δίαλλος, ὄκταλλος ὁ ὀφθαλμὸς παρὰ Βοιωτοῖς. τὸ δὲ Τρι‐ βαλλός ἐθνικόν. Ἀριστοφάνης Ὄρνισιν (1528) «ὄνομα δὲ τούτοις τῶν θεῶν τῶν βαρβάρων τί ἔστι; μανθάνω. Τριβαλλοί». καὶ τὸ προβαλλός | |
20 | ἡ ἀσπίς ὀξυνόμενον. Τὰ ὑπὲρ τρεῖς συλλαβὰς ἐκφερόμενα παραληγόμενα τῷ α βαρύνε‐ ται, εἰ μὴ ἀπὸ τοῦ κ ἄρχοιτο, ἀρύβαλλος τὸ μαρσύπιον, περίαλλος τὸ ἰσχίον, αἰγίθαλλος. κραπαταλλός δὲ εἶδος νομίσματος καὶ κορυδαλλός προσηγορικὸν καὶ ὄνομα δήμου Ἀττικοῦ ὀξύνεται. | |
25 | Τὰ εἰς λλος πολυσύλλαβα, ὁποίῳ φωνήεντι παραλήγει πλὴν τοῦ α, προπαροξύνεται, Μύσκελλος ὁ Κρότωνος οἰκιστής, Μάρκελλος, Ἀντίφελλος χωρίον Λυκίας, Κύριλλος, Σόφιλλος, δόριλλος, Μέγιλλος, Τήριλλος, Πέριλλος, Ἄϊλλος, Ἔπιλλος, ἀνάσιλ‐ | |
λος, Γράστιλλος ἀρσενικῶς πόλις Μακεδονίας, ὃ καὶ διὰ τοῦ π γρά‐ | 158 | |
3,1159 | φεται κατὰ τὴν πρώτην συλλαβὴν Πράστιλλος ὡς Εὔπολις. Ῥήγιλ‐ λος Σαβίνων πόλις. Ἀρίστυλλος, Ἥρυλλος, Θράσυλλος, Βάθυλ‐ λος ὑποκοριστικά, Μελάμφυλλος οὕτως ἐκλήθη πρότερον ἡ Σάμος. Ἄβυλλος ἔθνος πρὸς τῇ Τρωγλοδυτικῇ ἔγγιστα τῷ Νείλῳ, ὡς Ἀπολ‐ | |
5 | λόδωρος δευτέρῳ περὶ γῆς. τὸ δὲ ὀπτίλλος παροξύνεται. καὶ τὸ νεογιλλός ἔχει θηλυκόν. Τὰ εἰς αλος, εἰ ἔχει τὴν τρίτην ἀπὸ τέλους μακράν, προπαροξύ‐ νεται, Κώδαλος, Τάνταλος, ἀφ’ οὗ καὶ Τάνταλος ὄρος Λέσβου, Ἅρπαλος, ἴξαλος, δαίδαλος καὶ Δαίδαλος, ἤκαλος, πάσσα‐ | |
10 | λος. Μαίναλος ὁ Λυκάονος καὶ πόλις Ἀρκαδίας. Μάνταλος πόλις Φρυγίας, ὡς ὁ πολυίστωρ Ἀλέξανδρος, ὁμοφώνως τῷ κτίστῃ. Κώκα‐ λος, Ἄσκαλος, ἐξ οὗ Ἀσκάλης ὡς δάμαλος «δαμάλης ἔρως» (Anacr. fr. 2). Ἄραξος Ἀράξης, Χάραξος Χαράξης, Λάπιθος Λαπίθης. Ψύτ‐ ταλος, ἀφ’ οὗ Ψυττάλεια νῆσος. σεσημείωται τὸ ὀμφαλός καὶ τὸ | |
15 | Θεσσαλός τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ. Τὰ εἰς αλος ἔχοντα τὴν τρίτην συνεσταλμένην θηλυκῶν ἐστερη‐ μένα, εἰ μὴ περιεκτικῇ σημασίᾳ ἐκφέρηται, προπαροξύνεται, Κέφα‐ λος πατὴρ Πρόνου, Σάμου, Πηλέως, Κρανίου, ἀφ’ ὧν τετράπολις ἡ νῆσος Κεφαλληνία, Μακροκέφαλος ἔθνος πρὸς τοῖς Κόλχοις. | |
20 | ἐγκέφαλος, σίαλος. Φίαλος, ἀφ’ οὗ Φιάλεια, δάμαλος, Ῥόπα‐ λος. Πάραλος ἐν Θεσσαλίᾳ πόλις τῶν Μηλιέων· Πάραλος δὲ καὶ ὁ οἰκήτωρ Παραλίας τῆς Ἀττικῆς. Πάταλος νῆσος παρακειμένη τῇ Καρίᾳ, Κύαλος πόλις Λυδίας κτισθεῖσα ὑπὸ Κυάλου τοῦ Διός. Κρω‐ βίαλος πολίχνιον πρὸς τῇ Ποντικῇ. Ἀπολλώνιος δευτέρῳ (v. 942) | |
25 | «Κρωβίαλον Κρῶμνάν τε καὶ ὑλήεντα Κύτωρον». Ἀμφίαλος, Εὐρύα‐ λος, Ἀστύαλος, ὕφαλος, ἀγχίαλος. τὸ δὲ Ἰταλός ὁ οἰκιστής | |
καὶ τὸ ἐθνικὸν ὀξύνεται καὶ τὸ αἰγιαλός περιεκτικόν. ἔστι δὲ καὶ | 159 | |
3,1160 | Αἰγιαλός μεταξὺ Σικυῶνος καὶ τοῦ Βουπρασίου καλούμενος τόπος ἀπὸ Αἰγιαλέως τοῦ Ἰνάχου, ὡς Ἴστρος ἐν ἀποικίαις τῆς Αἰγύπτου. ἔστιν ἕτερος Αἰγιαλός προσεχὴς τῷ Πόντῳ μετὰ τὴν Κάραμβιν ἄκραν, ὡς Ἀπολλώνιος. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. Ὅμηρος «Κρῶμνάν τ’ | |
5 | Αἰγιαλόν τε» (Β 855). γράφεται δὲ «Κρῶμναν Κωβίαλόν τε». ἔστι καὶ Θρᾴκης Αἰγιαλὸς παρὰ τῷ Στρυμόνι, ὡς Ἑκαταῖος. ἔστι καὶ ἄλλος Αἰ‐ γιαλὸς μέγας καλούμενος ἐν Αἰθιοπίᾳ κατ’ Αἴγυπτον. Τὰ εἰς αλος τριγενῆ ἔχοντα τὴν τρίτην βραχεῖαν ὀξύνεται, ἁπα‐ λός, χθαμαλός, τροχαλός, ἀταλός, ὁμαλός, ἀκαλός, γυαλός | |
10 | τὸ ἐπίθετον. σεσημείωται τὸ μεγάλος παροξύτονον. ἐξέλειψε δὲ ἡ μεγάλος εὐθεῖα διὰ τὸ ἀχαρακτήριστον τοῦ τόνου. Τὰ διὰ τοῦ αλος ὑπερδισύλλαβα μετὰ τοῦ α ἐκτεταμένου βαρύνε‐ ται, Φάρσαλος πόλις Θεσσαλίας ἀπὸ Φαρσάλου τοῦ Ἀκρισίου. ἔστι καὶ Παμφυλίας πόλις. Τάβαλος, Στύμφαλος πόλις Ἀρκαδίας καὶ | |
15 | πεδίον ὁμώνυμον καὶ πηγή. ἡ πόλις ἀρσενικῶς καὶ θηλυκῶς. Τὰ διὰ τοῦ ελος μονογενῆ προπαροξύνεται, εἰ μὴ πάθος τι γένοιτο, ἄμπελος. ἔστι καὶ πόλις τῆς Λιγυστικῆς. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄκρα Τορωναίων Ἄμπελος λεγομένη. ἔστι καὶ ἑτέρα ἄκρα τῆς Σάμου. καὶ ἄλλη ἐν Κυρήνῃ, Ἀγροίτας δὲ δύο πόλεις εἶναί φησι, τὴν μὲν ἄνω, | |
20 | τὴν δὲ κάτω. ἔστι καὶ Ἰταλίας ἄκρα καὶ λιμὴν καὶ πόλις. Σθένελος, πύελος καὶ πτύελος, Κύψελος, Δέκελος, Ἔχελος ἥρως, Πά‐ νελος ἀρσενικῶς πόλις περὶ τὸν Πόντον. ἐκλήθη δὲ ἀπό τινος τῶν Ἡρακλεωτῶν, ὃς ἀφίκετο ἐκ Βοιωτίας ἀπόγονος ὢν Πηνέλεω τοῦ | |
στρατηγήσαντος ἐπὶ Τροίαν. ἄγγελος, σκόπελος, σφάκελος, ἀσφό‐ | 160 | |
3,1161 | δελος ἡ βοτάνη, ἀσφοδελός ὁ τόπος ὁ περιέχων. τὸ δειελός τὸ δειλινόν ὀξύνεται καὶ τὸ ὀβελός καὶ μυελός. Τὰ διὰ τοῦ ελος ἐπιθετικὰ ὑπερδισύλλαβα ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται, ἀείδελος, εἴκελος, εὐτράπελος, πέμπελος ὁ | |
5 | παλαιός. εἰ δὲ τριβράχεα εἴη ἐπιθετικὰ μὴ ὄντα σύνθετα, ὀξύνεται, Σικελός τὸ ἐθνικὸν ἀπὸ τοῦ οἰκιστοῦ καὶ ἀρχηγέτου τῆς χώρας, ἀφ’ οὗ καὶ Σικελία ἡ χώρα, ὡς Κίλικες τοῦ Κίλικος, οὗ καὶ ἡ Κιλικία, ὡς Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγες Φρυγός, οὗ ἡ Φρυ‐ γία. «τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σι‐ | |
10 | κελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικελιῶται ὡς Ἰταλιῶται.» στροβελός, κεφελός (?). τὸ δὲ ζάφελος σύνθετον ὂν παρὰ τὸ ζα καὶ τὸ ὀφέλλω τὸ αὔξω προπαροξύνεται. τὸ δὲ δέελος ταὐτόν ἐστι τῷ δῆλος. Τὰ διὰ τοῦ ηλος ὑπερδισύλλαβα προσηγορικὰ ἢ κύρια ἢ ἐπιθετικὰ μὴ | |
15 | ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, εὔκηλος, τράχηλος, κάπηλος, κάμηλος, φάσηλος, Στύμφηλος, βέβηλος, κίβδηλος, ἐρύγμη‐ λος, ὃ οὐ δεόντως Τυραννίων ὀξύνει· ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸς «ἤρυγεν ἑλκόμενος ἕλικι» (Il. Υ 404), ἐρύγηλος καὶ | |
ἐν πλεονασμῷ τοῦ μ ἐρύγμηλος. Πάμηλος, Εὔζηλος φρουρίον Σικε‐ | 161 | |
3,1162 | λίας. Εὐρύηλος· οὕτως ἡ ἀκρόπολις τῶν Ἐπιπολῶν. Κάρμηλος ὄρος. Ὄλβηλος πόλις Μακεδονίας. Βάλακρος Μακεδονικῶν .... Ῥά‐ κηλος πόλις Μακεδονίας. Σελευκόβηλος πόλις Συρίας. Φάρβηλος πόλις Ἐρετριέων. Ἄρβηλος ὁ Ἀθμονέως, ἀφ’ οὗ Ἄρβηλα πόλις Περ‐ | |
5 | σική. τὸ δὲ ῥιγηλός ἔχει θηλυκόν. Τὰ διὰ τοῦ ηλος ὑπερδισύλλαβα ἁπλᾶ ἐπιθετικὰ ἔχοντα θηλυκὰ ὀξύνεται, σιγηλός, μιμηλός, ἀπατηλός, ὑψηλός, ὑδρηλός, χα‐ μηλός, ὀμβρηλός, ὀκνηλός, ἀτυζηλός. Τὰ διὰ τοῦ ιλος ἀρσενικὰ ἔχοντα τὸ ι βραχὺ παροξύνεται· εἰ δέ | |
10 | τι προπαροξύτονον εἴη, ἢ πάθει γέγονεν ἢ γένει διαφέρει, ναυτίλος, Τρωΐλος, Ζωΐλος, Πενθίλος, ὀργίλος, Μυρτίλος, Χοιρίλος, Πορσίλος, Βανδίλος, φρυγίλος. Σποργίλος δῆμος Ἀττικός, Κορ‐ πίλος Θρᾳκῶν ἔθνος. Στράβων ζʹ (p. 87). τὸ δὲ αἴγιλος θηλυκὸν προπαροξύνεται. τὸ δὲ κόϊλος ἀπὸ τοῦ κοῖλος κατὰ πάθος καὶ τὸ | |
15 | μύτιλος ὁ ἔσχατος καὶ τὸ πύτιλος προπαροξύνεται. σεσημείωται δὲ καὶ τὸ Νύκτιλος προπαροξυνόμενον. Τὰ εἰς ιλος ὑπερδισύλλαβα, εἰ ἔχοι τὸ ι ἐκτεταμένον, προπαρο‐ ξύνεται, εἰ μὴ ἡ τρίτη ἔχοι τὸ α, ὃ προκατάρχει συμφώνων ἐν συλ‐ λήψει ὄντων, στρόβιλος εἶδος ὀρχήσεως, στροβιλός δὲ ἡ συστροφὴ | |
20 | τοῦ ἐχίνου, ἔσβιλος, ὅμιλος, Πάμμιλος, ἀλλ’ οὐκ ἐν συλλήψει τὰ σύμφωνα. τὸ δὲ Καδμῖλος ὁ Ἑρμῆς προπερισπᾶται ἔχον τὸ α ἐπι‐ | |
φερομένων δύο συμφώνων ἐν συλλήψει. | 162 | |
3,1163 | * Τὰ διὰ τοῦ ειλος πολυσύλλαβα σύνθετα ἀπὸ ὀνόματος προπαρο‐ ξύνεται, τρίχειλος, ἀγκυλόχειλος, κροκόδειλος, εὔειλος. Τὰ εἰς ολος ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ κύρια ἢ προσηγορικὰ προ‐ παροξύνεται, Αἴολος τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός, | |
5 | Ἰταλός, ἄσβολος, εὔκολος, διάβολος. Ὅμολος ὄρος Θετταλίας, ὃ καὶ Ὁμόλη. Νάκολος, Ποτίολοι πόλις Τυρρηνίας, ἥτις καὶ Δικαι‐ άρχεια. αὐτόμολος καὶ Αὐτόμολος ἔθνος Αἰθιοπικόν ὡς Ἡρόδοτος δευτέρᾳ (c. 30) «τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν ὄνομα Ἀσμάχην, ὅ ἐστιν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέϊ». Ἀμφίδολοι πόλις | |
10 | τῆς Τριφυλίας καὶ οἱ πολῖται ὁμοίως ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί. τὸ δὲ αἰόλος εἴτε κύριον εἴτε ἐπίθετον παρο‐ ξύνεται. καὶ τὸ βουκόλος παροξύνεται, ὅτι ἀπὸ ῥήματος. τὸ δὲ ὀβο‐ λός ὀξύνεται. Τὰ διὰ τοῦ υλος τρισύλλαβα προσηγορικὰ ἢ κύρια, εἰ ἄρχοιτο ἀπὸ | |
15 | φύσει μακρᾶς, παροξύνεται, κρωβύλος καὶ Κρωβύλος, κηρύλος ὁ τῶν ἀλκυόνων ἄρρην, Αἰσχύλος, Ῥωμύλος, Σιμύλος, Ἡδύλος, Τουσσύλος· οὕτως οἱ Κάττουζοι ὑπὸ Καρῶν ἐκαλοῦντο. βαιτύλος ὁ λίθος ὃν ὁ Κρόνος κατέπιεν, Δημύλος, βηθύλος. σεσημείωται τὸ Οἴτυλος, ἥρως καὶ πόλις Λακωνικῆς «ἠδ’ Οἴτυλον» (Β 585). ἄρχεται | |
20 | τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου, κακῶς δὲ Τυραννίων οἰόμενος ἄρθρον εἶναι τὸ οι καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴγε οὕτως φησὶ καὶ Φερεκύδης «τοῦ δὲ γίνεται Ἀμφιά‐ ναξ, τοῦ δ’ Οἴτυλος, ἀφ’ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται». καὶ Ὤγυλος νῆσος μεταξὺ Πελοποννήσου καὶ Κρήτης. τὸ δὲ αἴσυλος | |
25 | ἐπίθετόν ἐστιν. Τὰ διὰ τοῦ υλος τρισύλλαβα ἐπιθετικὰ ὄντα ἁπλᾶ ἔχοντα τὴν τρί‐ | |
την μακρὰν παροξύνεται, στωμύλος, αἱμύλος ὁ πρᾷος, στρογγύ‐ | 163 | |
3,1164 | λος, «γογγύλος ἐστὶ λίθος» Καλλίμαχος, ἀγκύλος, καμπύλος. τὸ δὲ αἴσυλος προπαροξύνεται ὡς σύνθετον ἀπὸ τοῦ α καὶ τοῦ συλῶ ὁ πολλὰ συλῶν «ὅδ’ οὐκ ὄθετ’ αἴσυλα ῥέζων» (Ε 403). Τὰ εἰς υλος τρισύλλαβα κύρια ὄντα ἔχοντα τὴν πρώτην συλλαβὴν | |
5 | μηκυνομένην παροξύνεται, προσηγορικὰ δὲ ὄντα προπαροξύνεται. παρο‐ ξύνεται δὲ Δερκύλος, Βακχύλος, Χαρμύλος. προπαροξύνεται δὲ κόνδυλος, σφόνδυλος, δάκτυλος, γόγγυλος. τὸ δὲ Ἄξυλος καὶ Ὄξυλος κύρια ὄντα τοῖς προσηγορικοῖς κατὰ τὸν τόνον ἠκο‐ λούθησαν. | |
10 | Τὰ διὰ τοῦ υλος τριβράχεα, εἰ ἔχοι ἐν τῇ τρίτῃ συλλαβῇ ι, προ‐ παροξύνεται, τὰ δὲ μὴ οὕτως ἔχοντα παροξύνεται, εἰ μὴ εἴη παρώνυ‐ μον ἐν ἰσοσυλλάβοις, Τίτυλος, Ἴτυλος τὸ κύριον. Σίπυλος πόλις Φρυγίας· Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῳ. τὸ μέντοι Χρεμύλος καὶ Κρατύλος παροξύνονται οὐκ ἔχοντα ι ἐν τῇ πρώτῃ. τὸ δὲ στα‐ | |
15 | φυλός παρώνυμόν ἐστι παρὰ τὸ σταφυλή. τὸ δὲ Ἄγυλος κύριον προπαροξύνεται. Τὰ εἰς υλος ὑπερτρισύλλαβα παροξύνεται, εἰ μὴ ἔχοι ἔννοιαν συν‐ θέσεως οἷον ἐρωτύλος, ἰαμβύλος, Ὀνησύλος, Νικασύλος. τὸ μέντοι εὐρύπυλος σύνθετον ὡς καὶ Ἑκατόμπυλος πόλις Παρθίας. | |
20 | Τὰ διὰ τοῦ ωλος μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, εἰ μὴ ἔχοι πρὸ τοῦ ω δύο σύμφωνα κατ’ ἐπιπλοκήν, ὧν τὸ δεύτερόν ἐστι τ οἷον Κίμωλος ἥρως καὶ νῆσος, Ἐρίγμωλος, φάσκωλος ὁ θύλακος, Μαύσωλος ὁ Κάρ ἀπὸ Μαυσώλου. Δημοσθένης δεκάτῳ Βιθυνιακῶν «Δαίδαλα Μαυσώλων», Ἄνωλος πόλις Λυδίας ἀπὸ Ἀνώ‐ | |
25 | λου τοῦ Ἀσίου παιδὸς καὶ ὁ πολίτης ὁμωνύμως, Ἴωλος ἔθνος Περ‐ | 164 |
3,1165 | ραιβίας. Ὅμηρος «τῷ δ’ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί» (Β 749), ταῦτά τινες μετέγραψαν «τῷ δ’ ἄρ’ Ἴωλοι ἕποντο μενεπτό‐ λεμοί τε Περαιβοί», Μάγδωλος πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. Τύμωλος ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν. Ἐτέωλος | |
5 | ὄνομα λιμένος. Ἄρρωλος ὄνομα πόλεως. Καστωλὸς δὲ—ἦν δὲ πόλις ἐν Λυδίᾳ—ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν—ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν τ ἐστίν, ὡς καὶ τὸ Πακτωλός. τὸ μέντοι Σπάρτωλος βαρύνεται. ἔστι δὲ πόλις Μα‐ κεδονίας, ὡς Θουκυδίδης ἐν δευτέρᾳ (c. 79). τὰ γὰρ δύο σύμφωνα | |
10 | οὐκ εἰσὶν ἐν συλλήψει, ἀλλ’ ἐν διαστάσει. τὸ δὲ Αἰτωλός τριγενές. Τὰ διὰ τοῦ ωλος ὑπερδισύλλαβα ἁπλᾶ ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται, φειδωλός, αἰτωλός τὸ ἐπίθετον παρὰ τὸ ῥῆμα τὸ αἰτεῖν, ἁμαρτωλός. τὸ μέντοι ἕωλος ὁ χθεσινός προπαροξύνεται ὡς παρώνυμον καὶ τὴν τρίτην βραχεῖαν ἔχει. | |
15 | * καὶ ἄλλως· Τὰ εἰς ωλος ἀρσενικὰ πρὸ τοῦ ω τὸ τ ἔχοντα ὀξύνεται, Καστω‐ λός, Πακτωλός, ἁμαρτωλός, Αἰτωλός ὁ Ἐνδυμίωνος, ὃς ἐκπε‐ σὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ’ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. τὸ Σπάρτωλος θηλυκόν ἐστι | |
20 | καὶ τὸ Μαύσωλος οὐκ ἔχει τὸ τ. Τὰ εἰς λος ὑπερδισύλλαβα παραληγόμενα τῇ διὰ τοῦ υ διφθόγγῳ προπαροξύνεται. δίαυλος, θύραυλος, ἴουλος, Κάμουλος, ὕπου‐ λος, Γαίτουλος ἔθνος Λιβύης, ὃ Ἀρτεμίδωρος Γαιτουλίους φησί. Τούρδουλος ἔθνος τῆς Ἰβηρίας, οἳ καὶ Τουρδητανοί. Ἀρτεμίδωρος | |
25 | δὲ Τούρτους αὐτοὺς καλεῖ καὶ Τουρτυτανούς. | 165 |
3,1166 | ΠΕΡΙ ΤΩΝ ΕΙΣ μος, νος, ξος, πος. ΒΙΒΛΙΟΝ ζʹ. Τὰ εἰς μος ἔχοντα πρὸ τοῦ μ τὸ γ ὀξύνεται προσηγορικὰ ὄντα, νυγμός, φραγμός, ἀγμός, ψυγμός, λυγμός, ῥωγμός· εἰσὶ καὶ | |
5 | Ῥωγμοί Κιλικίας ἐπίνειον, δραγμός καὶ Δραγμός πόλις Κρήτης ὡς Ξενίων ἐν τοῖς Κρητικοῖς, τιναγμός, ἀλαλαγμός, ὑλαγμός, διω‐ γμός, παιγμός ἐμπαιγμός, κηρυγμός ἐκκηρυγμός. κυνυλα‐ γμός παρὰ Στησιχόρῳ «ἀπειρεσίοιο κυνυλαγμοῖο». καὶ παρὰ τῷ ποιητῇ «ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ» (Φ 575) Ἀρίσταρχός τινάς φησι γράφειν | |
10 | κυνυλαγμόν· οὕτω καὶ Ζηνόδοτος. οὐχ ὁρῶ δέ τι πλέον ἐκ τῆς συν‐ θέσεως· ὁ γὰρ ὑλαγμός καὶ χωρὶς τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ τῶν κυνῶν ἀκούεται ὡς ὁ χρεμετισμὸς ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ μετὰ προθέσεως πέφυκε συντίθεσθαι τῆς αὐτῆς τά‐ σεως μενούσης, μετ’ ἄλλου δὲ οὐδενός, καὶ τὸ ὑλαγμός οὖν παρὰ τὸ | |
15 | ὑλάσσω γεγονὸς οὐ συντεθήσεται μετ’ ἄλλου μέρους λόγου. σύνδεσμος οὖν ἐστιν ὁ κέν. σεσημείωται τὸ ὄγμος ἡ τάξις βαρυνόμενον. ἔστι δὲ κανὼν ὁ λέγων· τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ὁ καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα βαρύνεσθαι θέλει οἷον ὄκνος, ὄμβρος, ὄρρος, ὄσσος, Ὄρθος τὸ μονογενές, ὄρφος, οὕτω καὶ ὄγμος. | |
20 | καὶ τὸ Ῥίγμος οὐ προσηγορικὸν εἰς ἰδιότητα βαρύνεται. Τὰ εἰς μος πρὸ τοῦ μ δ ἔχοντα ὀξύνεται προσηγορικὰ ὄντα, εἰ δὲ κύρια εἴη, βαρύνεται. ὀξύνεται δὲ ταῦτα ἀρδμός, σκιαδμός, βαρύνεται δὲ ταῦτα Κάδμος, Κύδμος. Τὰ εἰς μος ἔχοντα πρὸ τοῦ μ θ ἢ χ ὀξύνεται, βαθμός, ἰσθμός. | |
25 | καλεῖται δὲ καὶ Ἰσθμός ἡ Ἁλικαρνασσός, τῆς Καρίας πόλις. ἔστι καὶ Κορίνθου Ἰσθμός. ἔστι δὲ καὶ ἰσθμός στενὸς τόπος, δι’ οὗ ἴενται τὰ ἐσθιόμενα καὶ πινόμενα ἢ παρὰ τὸ ἰέναι τὴν πνοήν. σταθμός, αὐ‐ | |
χμός, μηνιθμός, πορθμός, σκαρθμός, ἰωχμός, πλοχμός, εἴτε | 166 | |
3,1167 | συγκέκοπται εἴτε καὶ ἐντελές ἐστι, δοχμός. τὸ δὲ κρίθμος βαρύνεται εἰς ἰδιότητα. Τὰ εἰς μος ἔχοντα πρὸ τοῦ μ κ σπάνια μέν εἰσι καὶ βαρύνεται οἷον Λάκμος, Δέκμος. τὸ μέντοι Τρωκμός ἔθνος Γαλατικόν— | |
5 | ἐκαλοῦντο δὲ καὶ Τροκμηνοί—ὀξύνεται. Τὰ εἰς μος λήγοντα ἔχοντα πρὸ τοῦ μ τὸ τ βαρύνονται, οἷον πότμος, Πάτμος, Λάτμος. σεσημείωται τὸ ἀτμός ὀξυνόμενον. Τὰ εἰς μος λήγοντα ἁπλᾶ ἔχοντα πρὸ τοῦ μ τὸ ς προσηγορικὰ ὄντα ὀξύνεται, μὴ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ ο μόνον εἰς | |
10 | ς καταλῆγον, ῥυσμός, δεσμός, δασμός, θεσμός, χρησμός, σπα‐ σμός. πρόσκειται «προσηγορικά» ἵνα φύγωμεν τὰ βαρύτονα κύρια τὸ Κροῖσμος καὶ Κάσμος. τὸ δὲ Βρυσμός (ἔστι δὲ ὄνομα βασιλέως) ὀξύνεται. «οὐκ ἔχοντα τὸ ο μόνον». τὸ γὰρ κόσμος βαρύνεται, τὸ δὲ κρουσμός ὀξύνεται. καὶ τὸ σύνδεσμος προπαροξύνεται σύνθε‐ | |
15 | τον ὄν. Τὰ εἰς μος προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς λ καταλήγουσαν ὀξύνεται, ὀφθαλμός, τιλμός, ψαλμός, παλμός, ἰνδαλμός. τὸ δὲ Ἄλμος τὸ κύριον (ἔστι δὲ πόλις Βοιωτίας, ὡς Ἑλλάνικος· καὶ Σάλμον αὐτήν φησι ἐν δευτέρῳ Δευκαλιωνείας) καὶ τὸ | |
20 | Ὅλμος τὸ κύριον καὶ τὸ προσηγορικὸν βαρύνεται. * Τὰ εἰς μος προσηγορικὰ καὶ ἐπιθετικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ καταλήγουσαν ὀξύνεται, κορμός, φορμός, θερμός. τὸ δὲ ὅρμος βαρύνεται. τὸ δὲ Θέρμος πολίχνιον Αἰτωλίας, ὡς Πο‐ λύβιος, καὶ τὸ Σκύρμος πόλις Κυζίκου πλησίον, καὶ Ἕρμοι δῆμος | |
25 | τῆς Ἀκαμαντίδος φυλῆς ὁ καὶ Ἕρμος οὐδετέρως κύρια. | 167 |
3,1168 | Τὰ εἰς μος ἔχοντα τὴν πρὸ τέλους εἰς μ καταλήγουσαν ἀρσενικὰ προσηγορικά, εἰ ἀπὸ τῆς πρώτης εἴη συζυγίας, ὀξύνεται, γράφω γραμ‐ μός, τρίβω τριμμός, θλίβω θλιμμός, κόπτω κομμός. τὸ δὲ ἄμ‐ μος καὶ ψάμμος θηλυκά. ἔτι καὶ τὸ μάμμος ὁ ἔκγονος βαρύνεται | |
5 | ἐπιθετικὸν ὄν. Τὰ εἰς μος δισύλλαβα τῷ η παραληγόμενα κύρια ὄντα βαρύνεται, Κνῆμος, Σῆμος, Ῥῆμος ὄνομα ποταμοῦ. τὰ δὲ προσηγορικὰ ὀξύ‐ νεται, εἰ μὴ διαστολή τις εἴη, κημός ἡ χώνη, τὸ ἐπιτιθέμενον ἐπὶ τῇ ὑδρίᾳ ἐξ ἧς αἱ ψῆφοι φέρονται. καὶ τοῖς ἵπποις δὲ περιτιθέμενος οὕ‐ | |
10 | τως ἐκαλεῖτο κημός ὁ καλούμενος φιμός, ὡς Ξενοφῶν ἐν τοῖς περὶ ἱππικῆς (10, 8). δηλοῖ δὲ καὶ πλέγμα τι ἐκ σχοινίων γενόμενον ὅμοιον ἠθμῷ, ᾧ τὰς πορφύρας λαμβάνουσιν, εἰς ὃ αἱ πορφύραι καὶ τὰ κογχύλια εἰσέρπουσιν. ἐν αὐτοῖς δὲ τούτοις ἐστὶ καὶ τὸ δέλεαρ, ὡς Σοφοκλῆς ἐν Ποιμέσιν «κημοῖσι πλεκτοῖς πορφύρας φθείρει γένος». | |
15 | Αἰσχύλος ἐν Λυκούργῳ ἀλληγορικῶς τοὺς δεσμοὺς κημοὺς εἴρηκε διὰ τούτων «καὶ τοῦσδε κημοὺς στόματος». κνημός ὁ τραχὺς τόπος τῶν ὀρέων, δημός τὸ λίπος, δῆμος δὲ ὁ ὄχλος, ὡς ἐν Σφηξὶν (v. 41) «τὸν δῆμον ἡμῶν βούλεται διϊστάνειν». «θεὸς δ’ ὣς τίετο δήμῳ» (Il. Ν 218). «εὐνήν τ’ αἰδομένη πόσιος δήμοιό τε φῆμιν» (Od. π 75) καὶ ὁ εἷς | |
20 | δημότης «οὐ μὲν ἔοικε δῆμον ἐόντα» (Il. Μ 212) καὶ ὁ τόπος «δήμῳ ἐνὶ Τρώων» (Od. ν 266) καὶ τόπος ἐν Ἰθάκῃ, ὃς καὶ Κροκύλειον, καὶ παρ’ Ἀθηναίοις ἡ κώμη. καὶ ὁ Ἀσκαλωνίτης λέγει τὸ μὲν ἐπὶ τοῦ πλή‐ θους παρὰ τὸ δέμας γεγενῆσθαι οἱονεὶ σῶμά τι τυγχάνον ἢ παρὰ τὸν δασμόν. τὸ δὲ ἐπὶ τοῦ λίπους παρὰ τὸ δαίω· εὔκαυστον γὰρ τὸ λίπος. | |
25 | δύναιτο δ’ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέε‐ μος καὶ ἐν συναλοιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος. τὸ γὰρ ἐναν‐ τίον λύη ἀπὸ τῆς διαλύσεως. Τὰ εἰς αμος μονογενῆ δισύλλαβα βαρύνεται, πράμος, γάμος, | |
Σάμος ἐπιφανὴς πρὸς τῇ Καρίᾳ νῆσος, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ | 168 | |
3,1169 | Καρίας δευτέρῳ. Ἄμος πόλις Καρίας. Λάμος υἱὸς Ἡρακλέους καὶ ποταμὸς Κιλικίας, Πλάμος πόλις Καρίας. τὸ μέντοι ἀμός ὁ ἡμέτερος καὶ τὸ τίς, ὅθεν μηδαμός καὶ μηδαμινός, τριγενὲς ὂν ὀξύνεται. Τὰ εἰς μος δισύλλαβα παραληγόμενα τῷ ο ἢ ε μὴ ὄντα τριγενῆ | |
5 | βαρύνεται ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, βρόμος, γόμος, τρόμος, δρόμος, ῥόμος ὁ σκώληξ, δόμος, τόμος ὁ τετμημένος, τομός δὲ ὁ τέμνων, νομός δὲ ἡ νέμησις πρὸς ἀντιδιαστολὴν τοῦ νόμος ὁ θεσμός. τὸ δὲ ὁμός ἐπὶ τοῦ ὁμοίου ἐστὶ τριγενές. * Τὰ εἰς ιμος καὶ ὀξύνεται οἷον φιμός, λιμός, σιμός καὶ βαρύ‐ | |
10 | νεται οἷον μῖμος, τῖμος, βρίμος. Τὰ εἰς υμος ἔχοντα τὸ υ ἐκτεταμένον δισύλλαβα ὀξύνεται, κρυ‐ μός, ῥυμός, χυμός, θυμός. θύμος δὲ τὸ μόριον ἢ ἡ βοτάνη. τὸ δὲ Δρυμός καὶ ἐπὶ τοῦ κυρίου καὶ προσηγορικοῦ ὀξύνεται. Τὰ εἰς ωμος δισύλλαβα προσηγορικὰ ἀρχόμενα ἀπὸ συμφώνου μὴ | |
15 | τοῦ μ, εἰ ἐπὶ οὐσίας τάττοιτο, ὀξύνεται, βωμός· εἰσὶ καὶ Βωμοί λόφοι Αἰτωλίας. ψωμός, ζωμός, θωμός ὁ σωρός, βλωμός τὸ δῆγμα. τὸ μέντοι κῶμος ἡ ᾠδή βαρύνεται καὶ τὸ μῶμος ἀπὸ τοῦ μ ἄρχεται, καὶ τὸ βρῶμος ὁ χόρτος καὶ Κρῶμος κύριον βαρύνεται, ὥσπερ τὸ | |
ὦμος εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. ἄλλως τε τὰ εἰς ος λήγοντα | 169 | |
3,1170 | δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκειμένου τοῦ ι βα‐ ρύνεται, ὧρος, ὦμος, ὦχρος. πρόσκειται μὴ ἔχοντα τὸ ι διὰ τοῦ ᾠδός. Τὰ εἰς μος δισύλλαβα διφθόγγῳ παραλήγοντα ἀπὸ συμφώνου ἀρ‐ χόμενα ὀξύνεται, λοιμός, λαιμός. τὰ δὲ μὴ ἀπὸ συμφώνου ἀρχό‐ | |
5 | μενα βαρύνονται οἷον Αἷμος ὄρος Θρᾴκης. λέγεται καὶ οὐδετέρως, ὡς οἱ πολλοί. ἐγένετο δὲ ὁ Αἷμος υἱὸς Βορέου καὶ Ὠρειθυίας, ἀφ’ οὗ καὶ τὸ ὄρος. καὶ οἶμος. σεσημείωται τὸ Δεῖμος. Τὰ διὰ τοῦ αμος τριβράχεα προπαροξύνεται, εἰ μὴ προηγεῖται τῷ α τὸ τ, πλόκαμος, κέραμος, κάλαμος, θάλαμος, κύαμος, | |
10 | Πρίαμος ἐκ τοῦ πρίαμαι. ἐπράθη γὰρ καὶ ταύτης τῆς ἐπωνυμίας ἔτυχε ὡς ἱστορεῖ Λυκόφρων (v. 338) «ὠνητὸς αἰθαλωτόν». Ὕλαμοι πόλις Λυκίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν δευτέρῳ περὶ Λυκίας. Ὑλάμους δὲ τοὺς καρπούς φασι. τὸ μέντοι ἰταμός ἐπιθετικὸν καὶ ποταμός παρὰ τὸ ποτασμός καθ’ ὑφαίρεσιν τοῦ ς γινόμενον ὀξύνεται | |
15 | ὡς ἔχοντα τὸ τ πρὸ τοῦ α. Τὰ διὰ τοῦ αμος, εἰ ἔχοι τὴν πρώτην φύσει μακράν, εἰ μὲν κύρια εἴη, προπαροξύνεται, Πύραμος ποταμὸς ἐν Μαλλῷ τῆς Κιλικίας, Σήσαμος, Τεύταμος, Ἴαμος Σκυθίας ἔθνος ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου. εἰ δὲ μή, ὀξύνεται, οὐλαμός, χηραμός ἡ | |
20 | κατάδυσις. τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ φωριαμός τὸ κιβώτιον, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν παρῆ‐ | |
κται, ἔσται κατ’ ὀξεῖαν τάσιν. ἔστι γὰρ φωραμός καὶ πλεονασμῷ τοῦ | 170 | |
3,1171 | ι φωριαμός. εἰσὶ καὶ Φωριαμοί τόπος Ἤλιδος μεταξὺ Παρθενίου τοῦ ποταμοῦ καὶ Ἀρκαδίας ἐπιτήδειος εἰς ἐνέδραν ἐν στενῷ κείμενος. Τὰ διὰ τοῦ αμος, εἰ ἄρχεται ἀπὸ δύο συμφώνων, κύρια ὄντα ἢ ἐπίθετα προπαροξύνεται, ἄρταμος ὁ μάγειρος, ὄρχαμος, παρὰ τὴν | |
5 | ἀρχὴν ἄρχαμος καὶ ὄρχαμος. Πέργαμος πόλις Ἀσίας, ἐμπέραμος, Ἴμβραμος. οὕτως Ἑρμῆν λέγουσιν οἱ Κᾶρες, Τύρταμος. τὸ μέντοι σχινδαλαμός ὁ σχισμός ὀξύνεται προσηγορικὸν ὄν. Τὰ εἰς μος ὑπερδισύλλαβα παραληγόμενα τῷ ε προπαροξύνεται, Τήλεμος, Ἔχεμος, πόλεμος, ἄνεμος. Ἰάλεμος, ἤρεμος, κοά‐ | |
10 | λεμος, Φάλεμος, ἄργεμος, ἄνθεμος. τὸ δὲ θελεμός ἀπὸ τοῦ θελημός ὀξύνεται. Τὰ εἰς μος ἁπλᾶ τῷ η παραληγόμενα σπάνια ὄντα προπαροξύνε‐ ται, ἔρημος Ἀττικῶς, ἐρῆμος δὲ παρὰ τῷ ποιητῇ «ὡς ἴδε χῶρον ἐρῆμον» (Κ 520), Κέημος ὄνομα νήσου· ἔτι καὶ τὰ σύνθετα Εὔδη‐ | |
15 | μος, εὔφημος, εὔσημος, ἄσημος, ἐπίσημος, βλάσφημος, πάν‐ δημος, Νικόδημος, ἐπίδημος. Τὰ εἰς ιμος ὑπερδισύλλαβα προπαροξύνεται, ἀγώγιμος, ὄψιμος, πρώϊμος, ὠφέλιμος, ἄλκιμος, νόμιμος. σπόριμος, ἐπήτρι‐ μος, τοῦτο ὁ Ἀσκαλωνίτης ὀξύνει ὡς πολεμικός. οὐκ εὖ. κύδιμος, | |
20 | φαίδιμος, δόκιμος, ὤκιμος, Ἄριμος, Ὄχιμος πατὴρ Κυδίππης. Τὰ εἰς ομος ὑπερδισύλλαβα προπαροξύνεται, κέρτομος, ἄνδρο‐ μος ὁ ἀνδρώδης, ἕβδομος, Δίομος Κολυττοῦ υἱὸς Ἡρακλέους ἐρώ‐ μενος. πλὴν τοῦ καρατόμος, ἀγρονόμος ἀπὸ ῥημάτων συντεθέντων. | |
Τὰ εἰς υμος ἔχοντα τὸ υ βραχὺ πρὸ τοῦ μος προπαροξύνεται, | 171 | |
3,1172 | ἔλυμος καὶ Ἔλυμος ἥρως, ἀφ’ οὗ Ἐλυμία πόλις Μακεδονίας. ἔτυ‐ μος καὶ ἐτήτυμος, δίδυμος, ἥδυμος, νήδυμος, σκόλυμος εἶδος βοτάνης, Σόλυμος ἔθνος οἱ νῦν Πισίδαι ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Χαλδήνης «Σολύμους καλουμένους παρελθὼν Μαυσώλου». Ἴδυμος | |
5 | ποταμὸς Καρίας, Σίδυμος, ἀφ’ οὗ Σίδυμα πόλις Λυκίας. Εὔρυμος. τοῦ μέντοι κωλυμός καὶ ἐρυμός τὸ υ μακρόν. Τὰ εἰς μος τρισύλλαβα παραληγόμενα τῇ οι διφθόγγῳ μὴ παρεσχη‐ ματισμένα θηλυκῷ γένει ὀξύνεται, κυδοιμός ἡ ταραχή, ἀλοιμός, ἀμοιμός κατὰ ἐναλλαγὴν στοιχείων ἀπὸ τοῦ ἀμοιβός. τὸ δὲ ἕτοιμος | |
10 | Ἀττικόν, τὸ δὲ ἑτοῖμος κοινόν ἐστι τριγενές. καὶ τὸ ἀλύδοιμος ὁ οἰκτρός προπαροξύνεται. * Τὰ εἰς μος λήγοντα ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ μ τὸ ς ὀξύνεσθαι θέλει, μερισμός, ὁπλισμός, ἀθροισμός, ἀφλοισμός. τοῦτο δὲ ἔνιοι παρὰ τὸ ἀφρισμός μεταβολῆς γενομένης τοῦ ρ εἰς λ | |
15 | καὶ πλεονάσαντος τοῦ ο. οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω, φλοισμός καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ α. διὸ οὐ δεόντως Τυραννίων προ‐ παροξύνει. * Τὰ εἰς ωμος ὑπερδισύλλαβα προπαροξύνεται, Εὔρωμος πόλις Καρίας ἀπὸ Εὐρώμου τοῦ Ἰδριέως Καρός, Ἴθωμος, ἀφ’ οὗ Ἰθώμη | |
20 | πόλις Θεσσαλίας, Τετράκωμος ἔθνος οἱ καὶ Τετραχωρῖται. ὁμοίως δὲ καὶ τὰ διὰ τοῦ ουμος ὑπερδισύλλαβα Πάτουμος πόλις Ἀραβίας. Τὰ εἰς νος ἔχοντα πρὸ τοῦ ν ἕν τι τῶν μέσων στοιχείων ἔχοντα θηλυκὸν γένος ὀξύνεται, στεγνός, στυγνός, ἁγνός, κεδνός, ἀλα‐ παδνός, ἀκιδνός, ὀλοφυδνός. τὸ μέντοι λάγνος βαρύνεται· οὐκ | |
25 | ἔχει γὰρ ἴδιον θηλυκόν. ἔχει δὲ καὶ ἔννοιαν συνθέσεως. ὡσαύτως καὶ | 172 |
3,1173 | ἄγνος ἡ βοτάνη καὶ τὰ κύρια, Κύδνος ποταμὸς Κιλικίας, Πύδνος, Κάλυδνος παῖς Οὐρανοῦ, ἀφ’ οὗ Κάλυδνα πόλις Θήβης, ἣ καὶ Κά‐ λυδνος. Τὰ εἰς νος ἁπλᾶ ἔχοντα πρὸ τοῦ ν ἕν τι τῶν ἀντιστοίχων ὀξύνε‐ | |
5 | ται, ἐπιθετικὰ ὄντα καὶ μὴ ἔχοντα πρὸ τέλους ορ, πυκνός, κραι‐ πνός, τερπνός, στρυφνός—ὁ λόγος τοῦτο διὰ τοῦ υ ἀπαιτεῖ, ὡς γὰρ τέρπω τερπνός, στέγω στεγνός, οὕτω καὶ στύφω στυφνός. καὶ καθάπερ κέντον κέντρον, οὕτω πλεονασμῷ τοῦ ρ στυφνός καὶ στρυφνός, ὅμως εὕρηται καὶ διὰ τοῦ ι προφερόμενον στριφνός. σημειῶδες καὶ τὸ | |
10 | στρυφνός ἐκτεῖνον τὸ υ. Ἀριστοφάνης ἐν Σφηξί (v. 877) παῦσον τ’ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνόν. Τὰ γὰρ ἄλλα τοιαῦτα τῷ υ παραληγόμενα συνεσταλμένον αὐτὸ ἔχει γυμνός, συχνός, πυκνός, στυγνός—ἰσχνός, θαλπνός, στιλπνός, συχνός, περκνός ὁ μέλας «μόρφνον θηρητῆρ’ ὃν καὶ περκνὸν καλέ‐ | |
15 | ουσιν» (Ω 316). ὁ μέντοι Ἀρίσταρχος ἀετοῦ εἶδος καὶ βαρύνει, ἀλλ’ ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν. σεσημείωται τὸ λίχνος βαρύτο‐ νον ὡς σύνθετον. παρὰ τὸ λίαν χαίνειν. τὸ δὲ μόρφνος ὁ μέλας ἔχει τὸ ορ. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα, μὴ ἔχοντα παρασχημα‐ τισμὸν θηλυκοῦ γένους, ἔχοντα πρὸ τέλους τὴν ορ συλλαβὴν πάντα | |
20 | βαρύνεται, ὑπεσταλμένων τῶν εἰς μος ληγόντων οἷον χόρτος, φόρτος, ὅρκος, Ὄρθος τὸ μονογενές, πόρνος, οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτω θέλει καὶ τὸ πτόρθος. οὕτως μόρφνος. παρεφύλαξα δὲ τὰ εἰς μος διὰ τὸ κορμός, φορμός. ἐσχημάτισται δὲ τὸ μόρφνος ἢ παρὰ τὸ μόρφονος ἢ παρὰ τὴν ὄρφνην πλεονάσαντος τοῦ μ κατὰ τὴν ἀρχήν, | |
25 | ἵνα σημαίνηται ὁ μέλας, ἢ παρὰ τὸ μάρπτω μάρφνος ἐστὶ καὶ μόρφνος ὁ συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ ταχύς. καὶ τὸ ὄκνος προσηγορι‐ κὸν βαρύνεται. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα βαρύνεσθαι θέλει οἷον ὄμβρος, ὄρρος, ὄσσος, Ὄρθος, ὄγμος. οὕτως καὶ ὄκνος. | |
30 | Τὰ εἰς νος μονογενῆ δισύλλαβα ἔχοντα πρὸ τοῦ νος ἕν τι τῶν ἀντιστοίχων, προηγουμένου φωνήεντος πλὴν τοῦ α βαρύνεται, ὄκνος, | |
κύκνος καὶ Κύκνος ἥρως, Κύθνος ἥρως καὶ νῆσος πρὸς τῇ Δρυο‐ | 173 | |
3,1174 | πίδι τῶν Κυκλάδων, Πέφνος πόλις Λακωνική. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι· λέγεται δὲ καὶ θηλυκῶς καὶ οὐδετέρως. ὕπνος. Σίφνος περὶ τὴν Κρήτην νῆσος ἀπὸ Σίφνου τοῦ Σουνίου, ὡς Νικόλαος πέμ‐ πτῳ. Ἴπνος, ἣν Ἰπνέαν τινές, Λοκρῶν τῶν Ὀζολῶν. τὸ δὲ προση‐ | |
5 | γορικὸν ἰπνός ὀξύνεται. Θῶκνος ἥρως. τὸ δὲ καπνός ὀξύνεται ὡς ἔχον τὸ α. * Τὰ εἰς νος λήγοντα μετ’ ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ υ βαρύνεσθαι θέλει, ὕμνος, κύκνος, λύχνος, Κύθνος, Βύσνος βασιλεὺς Βεβρύκων· οὕτως καὶ | |
10 | σκύμνος. τὸ δὲ ἀνδρωνυμικὸν ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης. ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει. Τὰ εἰς μνος δισύλλαβα, εἰ παραλήγοι α μετὰ συμφώνου, βαρύνε‐ ται, θάμνος, ῥάμνος. τὸ δὲ ἀμνός ὀξύνεται. ἀπὸ γὰρ τοῦ α καὶ ἐπιθετικώτερον· ἄμενος γὰρ παρὰ τὸ μὴ ἔχειν μένος. | |
15 | Τὰ εἰς μνος δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους μὴ φύσει μακράν, μονογενῆ μὲν ὄντα, βαρύνεται, ὕμνος, σκύμνος, Τύμνος πόλις Καρίας. τριγενῆ δὲ ὀξύνεται, γυμνός, σεμνός, στυμνός ὁ σκληρός, πρυμνός. * Τὰ εἰς μνος δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους φύσει μακρὰν | |
20 | βαρύνεται, Κρῶμνος ὁ Λυκάονος καὶ πόλις Πελοποννήσου, Λῆμνος νῆσος πρὸς τῇ Θρᾴκῃ, Τῆμνος πόλις τῆς Αἰολίδος. Τὰ εἰς μνος ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, Ἄμυμνος ἔθνος Ἠπειρωτικόν, Λύκαμνος, Ἐπίδαμνος πόλις Ἰλλυρίας ἀπὸ Ἐπιδάμνου, Αἴσυμνος. Ἴαμνος, | |
25 | Λεπέτυμνος, τὸ μέντοι ἐρεμνός ἔχει θηλυκὸν τὸ ἐρεμνή, ὥσπερ καὶ τὸ ἐρυμνός ὁ κεκαλυμμένος. Τὰ εἰς δύο νν βαρύνεται ἀπαρασχημάτιστα ὄντα θηλυκῷ γένει, βλέννος, θύννος, Κύννος ὁ ἀδελφὸς Κοίου, Σάννος ἔθνος. Βοῦν‐ νος πόλις Ἰλλυρίας. Γόννοι πόλις Περραιβίας ἀπὸ Γουνέως κληθεῖσα | |
30 | τοῦ ἀπογόνου Κύφου. οὕτως φησὶν Ὅμηρος (Β 748). Αἰολεῖς ὄντες | |
οἱ Περραιβοὶ τὰ σύμφωνα ἐδίπλουν καὶ Περραιβοὺς ἑαυτοὺς καλοῦντες | 174 | |
3,1175 | καὶ Γόννοι διὰ δύο νν τὴν πόλιν. γόννα γὰρ οἱ Αἰολεῖς τὰ γόνατα. Σίγυννος· πόλις Αἰγύπτου, ὡς Κτησίας ἐν πρώτῳ περίπλων. καὶ ὁ πολίτης ὁμοφώνως. Ἄργυννος υἱὸς Πεισιδίκης τῆς Λεύκωνος τοῦ Ἀθάμαντος τοῦ Σισύφου τοῦ Αἰόλου ἐρώμενος Ἀγαμέμνονος, Βοιωτός, | |
5 | ὃς ἀνιὼν εἰς τὸν Κηφισσὸν τελευτᾷ. ἀφ’ οὗ Ἀργυννίδα τὴν Ἀφροδί‐ την ἐτίμησαν. τύραννος· ἐγένετο δὲ οὕτως. ἔστι Τυρρηνός καὶ Τυρ‐ ρανός κατὰ Δωρίδα διάλεκτον, ἀφ’ οὗ κατὰ ἀφαίρεσιν καὶ γράμματος προσθέσει τύραννος ἐκλήθη. Φάλαννος πόλις Περραιβίας, ὡς Ἔφο‐ ρος ἐν τῷ θʹ. Ἔραννος πόλις ἡ ὕστερον Κυπάρισσος. Βίεννος | |
10 | πόλις Κρήτης. οἱ μὲν ἀπὸ Βιέννου τοῦ τῶν Κουρήτων ἑνός, οἱ δὲ ἀπὸ τῆς περὶ τὸν Ἄρη γενομένης βίας, ὃν ἐνταῦθα δεδέσθαι φασὶν ὑπὸ Ὤτου καὶ Ἐφιάλτου τῶν παίδων Ποσειδῶνος. ἔστι καὶ ἑτέρα πόλις ἐν Γαλλίᾳ. Πέλιννος ὁ Οἰχαλέως. τὰ μέντοι ἔχοντα θηλυκὰ ὀξύνεται, ἐραννός ὁ ποθεινός, ἀργεννός, κελαδεννός, ἐρεβεννός. | |
15 | * Τὰ εἰς νος ἔχοντα πρὸ τοῦ νος τὸ ρ βαρύνεται, Κάρνος ὁ Φοίνικος, ἀφ’ οὗ Κάρνη πόλις Φοινίκης ἡ καὶ Κάρνος παρ’ Ἀρτεμι‐ δώρῳ. ἔστι καὶ νῆσος Ἀκαρνανίας. Ἀρτεμίδωρος βʹ γεωγραφουμένων, Ἄρνος ὁ καταπολεμήσας Πρωτόγονον, ἀφ’ οὗ ἡ Ξάνθος πόλις Λυ‐ κίας Ἄρνα ἐκαλεῖτο, Νάρνος ποταμός, Κύρνος ὁ κτίστης καὶ ἡ νῆσος | |
20 | πρόσβορρος Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. Πύρνος πόλις Καρίας. Σά‐ μορνος· ἡ Ἔφεσος οὕτως ἐκαλεῖτο. Ἄορνος πόλις Βακτρίων ἀρσε‐ νικῶς καὶ θηλυκῶς. ὀξύνεται δὲ τὸ Λιβυρνός Ἀττικός τις καὶ ἔθνος προσεχὲς τῷ ἐνδοτέρῳ μέρει τοῦ Ἀδριατικοῦ κόλπου. Ἑκαταῖος Εὐρώπῃ. Ἀχαρνός ἔθνος πρὸς τῇ Σκυθίᾳ παρὰ Θεοπόμπῳ τὸ καὶ Ἀχανός. | |
25 | Τὰ εἰς ερνος Ἰταλιωτικὰ παροξύνεται, Φαλέρνος, πατέρνος, Ἰουέρνος ἔθνος ἐν τῷ πόντῳ τῷ Πρετανικῷ, Ἀροέρνος ἔθνος μαχιμώτατον τῶν πρὸς τῇ Κελτικῇ Γαλατῶν. Ἀπολλόδωρος τετάρτῃ χρονικῶν «Κελτῶν Ἀροέρνους». Πριουέρνος πόλις Ἰταλίας. Τὰ εἰς ανος δισύλλαβα κύρια ὄντα ἢ προσηγορικὰ μὴ ἔχοντα | |
30 | διαστολὴν βαρύνεται, Τάνος πόλις Κρήτης, ὡς Ἀρτεμίδωρος ἐν τετάρτῳ | |
γεωγραφουμένων, Φᾶνος τὸ κύριον, θρᾶνος ὁ δίφρος. τὰ μέντοι | 175 | |
3,1176 | ἐπιθετικὰ ἢ προσηγορικὰ ἔχοντα διαστολὴν ὀξύνεται, φανός. τὸ δὲ πλάνος βαρύνεται καὶ τὸ νᾶνος ὁ μικρός. Τὰ εἰς ενος δισύλλαβα τινὰ μὲν βαρύνονται, ἔνος ὁ ἐνιαυτός, ξέ‐ νος, Τένος ὁ Κύκνου, τινὰ δὲ ὀξύνονται, κενός, στενός. | |
5 | Τὰ εἰς ηνος κύρια ἢ προσηγορικὰ βαρύνεται, Τῆνος, νῆσος Κυ‐ κλὰς ὁμοφώνως τῷ οἰκιστῇ. ἔστι καὶ πόλις Λακωνικὴ μία τῶν ἑκατὸν Τῆνος λεγομένη, Φῆνος ὄνομα ποταμοῦ, Ῥῆνος ὁ ποταμὸς καὶ ἔθνος παροικοῦν. Στρῆνος πόλις Κρητική, Λῆνος ὁ τόπος τῶν Πισατῶν. Φλέγων μηʹ Ὀλυμπιάδι. Σῆνος πόλις Αἰγύπτου. Ἑκαταῖος ἐν αὐτῆς | |
10 | περιηγήσει, Ἦνος, Σφῆνος ὄνομα τόπου, Σμῆνος ὄνομα ποταμοῦ, Γλῆνος ὄνομα πόλεως Κρητικῆς, Μῆνος, θρῆνος. τὰ δὲ ἐπίθετα ὀξύνεται, φηνός ὁ λαμπρός, στρηνός, πτηνός, ψηνός. ἔτι καὶ τὸ ληνός μὴ ὂν ἐπίθετον. Τὰ εἰς ινος δισύλλαβα βαρύνεται, Νίνος πόλις Ἀσσυρίων, ἣν | |
15 | ἔκτισε Νίνος Σεμιράμιδος ἀνήρ, ἐν τῇ Ἀτουρίᾳ. πίνος ὁ ῥύπος, δῖνος ἡ συστροφή, σχῖνος, λίνος ὃ σημαίνει εἶδος ὕμνου ὡς παιάν, διθύ‐ ραμβος, σπίνος εἶδος ὀρνέου «καὶ σπίνος ἠῷα σπίζων καὶ ὄρνεα πάντα» παρ’ Ἀράτῳ (Dios. 292). Σπῖνος ποταμός, γρῖνος, πρῖνος. μόνον τὸ ῥινός ὀξύνεται «ἕσσατο δ’ ἔκτοσθεν ῥινόν» (Κ 334). τὸ δὲ | |
20 | κλεινός, αἰνός, δεινός ὀξύνεται μὴ ἔχοντα τὸ ι μόνον. τὸ δὲ αἶνος ἐπὶ τοῦ ὕμνου ἐπί τε τῆς πόλεως βαρύνεται. Τὰ εἰς υνος δισύλλαβα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, θυνός, ξυ‐ νός, γρυνός ἡ ῥίζα τῶν ξύλων ἡ ξηρὰ καὶ παχεῖα, πλυνός, φρυ‐ | |
νός ὁ βάτραχος. τὰ δὲ κύρια βαρύνεται, Κῦνος ἐπίνειον Ὀποῦντος, | 176 | |
3,1177 | ὡς Φίλων καὶ Παυσανίας. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος «οἳ Κῦνόν τ’ ἐνέμοντ’ Ὀπόεντά τε Καλλίαρόν τε» (Β 531). Γρῦνοι πολίχνιον Μυριναίων. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. Θῦνος ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός Ἰταλός. Φρῦνος ἔθνος | |
5 | Σκυθικόν. * Τὰ εἰς ονος δισύλλαβα μονογενῆ ἀπαρασχημάτιστα βαρύνεται, χρόνος, Κρόνος, δόνος, φθόνος, κλόνος, πόνος, Πρόνος υἱὸς Κεφάλου. τὸ ὄνος ἔχον θηλυκὸν συνέπεσε τοῖς εἰρημένοις ὡς ἀπαρασχημάτιστον. τὸ γόνος, ὅπερ σημαίνει τὸ γεγενημένον, βαρύ‐ | |
10 | νεται, ὁ δὲ γεννητικὸς γονός ὀξύνεται, πλεονασμῷ τοῦ υ γουνός ὁ γεννητικὸς τόπος, ὁ γόνιμος καὶ κάρπιμος. Τὰ εἰς ωνος βαρύνεται, Πρῶνος πόλις Κρητική, κῶνος, ὦνος ἡ τιμή, στῶνοσ(?), χῶνος ἡ χώνη, φῶνος ὁ μεγαλόφωνος. Τὰ εἰς αινος καὶ οινος μονογενῆ βαρύνεται, αἶνος· ἔστι δὲ καὶ | |
15 | Αἶνος πόλις Θρᾴκης. Στράβων ζʹ (p. 88) «ἐν δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου διστόμου ὄντος πόλις Αἶνος, κτίσμα Μιτυληναίων καὶ Κυμαίων». βʹ ἔστι καὶ πόλις Θεσσαλίας, κληθῆναι δὲ αὐτὴν ὅτι πλησίον τῆς Ὄσσης ἦν Αἴνιος ποταμὸς καὶ κώμη ἐπώνυμος. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γου‐ νέως ἀδελφοῦ. γʹ ἔστι καὶ Λοκρῶν τῶν Ὀζολῶν. δʹ κατὰ Θάψακον | |
20 | καὶ τὸν Εὐφράτην. εʹ ἔστι καὶ νῆσος παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. ἔστι καὶ τόπος Αἶνος ἐν τῇ καταντικρὺ Ῥοδίων ἠπείρῳ. Αὔαινος, Κόλαινος ὄνομα κύριον, ἀφ’ οὗ καὶ Κολαινία Ἄρτεμις, Κρύσται‐ νος, Λέαινος ὄνομα κύριον. Μύραινος, Τάλαινος ἀπὸ τοῦ τάλας. Μακαρίαινος, Περίτταινος, Ἀρίσταινος. Μάζαινος. | |
25 | Δρύαινος, Μελάγχλαινος ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. κέκληνται ἀφ’ ὧν φοροῦσιν ὡς Ἱππημολγοὶ παρὰ τὸ τοὺς ἵππους | |
ἀμέλγειν καὶ Μοσσύνοικοι παρὰ τὰς οἰκήσεις. οἶνος, σχοῖνος. τὸ | 177 | |
3,1178 | μέντοι κοινός τριγενὲς ὥσπερ τὸ δαφοινός, κελαινός, καινός, αἰνός. Τὰ εἰς νος διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ υ μονογενῆ ὀξύ‐ νονται, καυνός καὶ Καυνός πόλις Καρίας ὁμοφώνως τῷ οἰκιστῇ. | |
5 | ἔστι καὶ ἄλλη πόλις ἐν Κρήτῃ. γλαυνός (?), βαυνός, ὅπερ οἱ Ἀττι‐ κοὶ βαρύνουσι, κρουνός· εἰσὶ καὶ Κρουνοί πόλις ἐν τῷ Πόντῳ ἀπὸ τῆς τῶν ὑδάτων καταρροῆς. βουνός, κεραυνός. τὸ μέντοι χαῦνος τριγενές. καὶ Χαῦνος ἔθνος Θεσπρωτικὸν—Ῥιανὸς τετάρτῳ Θεσσαλι‐ κῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἔλινοι»—βαρύνεται. τὸ δὲ | |
10 | πύραυνος ὁ χυτρόπους προπαροξύνεται ὡς καὶ Λούγδουνος πόλις Κελτογαλατίας. Πτολεμαῖος ἐν περίπλῳ, καὶ Βέρουνος Ἰταλικὴ πόλις μεταξὺ τῶν Νωρικῶν. Τὰ εἰς ανος τοῦ α βραχέος ὄντος, εἰ μὴ θηλυκὰ ἔχοι, εἰ μὴ πρὸ τοῦ α τὸ δ ἢ ε ἢ υ ὑπάρχοι, προπαροξύνεται, στέφανος, κλίβα‐ | |
15 | νος, λίβανος. ἔστι καὶ Λίβανος ὄρος τῆς Συρίας, χόανος, γέρα‐ νος, πλάτανος· ἔστι δὲ καὶ Πλάτανοι πόλις Φοινίκης, Ὄλγανος υἱὸς Βέρητος, ἀφ’ οὗ ποταμὸς ἐπώνυμος, Κάντανος πόλις Κρήτης ὡς Ξενίων. Ἴτανος πόλις ἐν Κρήτῃ ὁμοφώνως τῷ οἰκιστῇ, κοίρα‐ νος· ἔστι καὶ κύριον ὄνομα μάντεως. σεσημείωται τὸ πελανός, οὐ‐ | |
20 | ρανός. Ἀλκαῖος δὲ καὶ εἰς ω ἀποφαίνεται τὸ ὄνομα, ὠρανός λέγων κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς τὸ ω καὶ ἄνευ τοῦ υ ὀρανός. καὶ Σαπφώ «ψαύην δ’ οὐ δοκίμωμ’ ὀράνω δυσαπάχεα». Σικανός ἔθνος· ἔστι καὶ ποταμὸς Ἰβηρίας, ὥς φησιν Ἀπολλόδωρος. τὸ δὲ πιθανός ἔχει θηλυκόν. τὸ δὲ «δ πρὸ τοῦ α» διὰ τὰ ἀπὸ τοῦ δανος, ὅτι πάντα | |
25 | ὀξύνεται, χωρὶς εἰ μὴ ὀφθείη πρὸ τοῦ δ τὸ ρ καταλῆγον, οἷον ἑδα‐ νός ὁ ἡδύς, οὐτιδανός—οἱ δὲ οὔτις οὐτίδανος ὡς οὐδάμινος— | |
ἐλλεδανός ὁ συστρέφων, ῥιγεδανός, πευκεδανός, ληθεδανός, | 178 | |
3,1179 | σφεδανός, Ἀπιδανός ποταμὸς τῆς Τρωάδος «ἐκβάλλων εἰς τὴν ἑσπέ‐ ριον θάλασσαν» ὡς Δημήτριός φησι κατὰ Τιμοσθένην, Ῥοδανός ποταμός, Ἠριδανός ποταμός, Ἐδδανός, ἀφ’ οὗ Ἔδδανα πόλις πρὸς τῷ Εὐφράτῃ. ἐφυλάξατο δὲ ὁ κανὼν «τὸ ρ πρὸ τοῦ δ ὑπάρχον» διὰ τὸ Δάρδανος | |
5 | πόλις Τρωάδος. Μνασέας «Δάρδανος ἐξιὼν ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς τὸ παλλάδιον ἀράμενος ἀφίκετο εἰς Σαμοθρᾴκην μετὰ Ἁρμονίας καὶ Ἰασίω‐ νος ἑνὸς τῶν ἀδελφῶν, κἀκεῖ διάγοντα Κάδμος ὁ Ἀγήνορος ἐφιλο‐ ποιήσατο, καὶ ἀποθανούσης Τηλεφάης γαμεῖ τὴν Ἁρμονίαν ὁ Κάδμος καὶ ἀποστέλλει τὸν Δάρδανον εἰς τὴν Ἀσίαν μετὰ τῶν ἑταίρων πρὸς | |
10 | Τεῦκρον τὸν Τρῶα· ὁ δὲ Τεῦκρος ἀναγνωρίσας τὸν Δάρδανον δίδωσιν αὐτῷ τὴν θυγατέρα Βάτειαν καὶ ἀποθνήσκων τὴν βασιλείαν. καὶ πόλιν ᾤκισε Δάρδανον καὶ Δαρδανίαν τὴν χώραν ὠνόμασεν, ἣ Τευκρὶς πρό‐ τερον ἐκαλεῖτο». Ἰάρδανος ποταμὸς Λυδίας. Ὅμηρος «Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Il. Η 135), ἃ προπαροξύνονται. «τὸ δὲ ε πρὸ τοῦ α» | |
15 | διὰ τὸ ὠκεανός ὁ ποταμὸς ὁ περιέχων τὴν γῆν. Φαβωρῖνος ἐν ταῖς παντοδαπαῖς ἱστορίαις «προσαγορεύουσι δὲ τὴν ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες μεγάλην θάλασσαν, οἱ δὲ Ἕλληνες Ἀτλαντικὸν πέλαγος». ἐκλήθη δὲ οὕτως παρὰ τὸ ὠκέως νάειν, ὅ ἐστι ῥεῖν. καὶ «τὸ υ πρὸ τοῦ α» διὰ τὸ | |
20 | πυανός καὶ κυανός. Τὰ διὰ τοῦ ανος τριγενῆ ὀξύνεται, στεγανός ὁ πυκνός, πιθα‐ νός ὁ πρᾷος, ἱκανός, ὀρφανός, ἀγανός, τραγανός, ἰδανός «σὰς ἰδανὰς χάριτας» ὁ Καλλίμαχος, ἑδανός, πεδανός, ῥοδανός. * Τὰ διὰ τοῦ ανος τοῦ α ἐκτεταμένου ὀξύνεται, Ἀγκυρανός, | |
25 | Ἀσιανός, Καρδιανός, Ὀλβιανός, Φασιανός, Τραλλιανός, Σαρδιανός, Παριανός, Βοσποριανός, Κιανός, Τιανός, Ζυ‐ γιανός, Ταυριανός, Σκορπιανός. Τοξιανός ἔθνος Ταυρικὸν τὸ καὶ Τόξιοι. Ἱσπανός, Καρμανός, Καμπανός, Γερμανός, Βρετ‐ τανός, Ὠρετανός, Ἀφρικανός, Ἀλβανός, Ὑρκανός. Ἀλα‐ | |
30 | μανός ἔθνος Γερμανοῖς πρόσχωρον. Ἀλανός ὄρος Σαρματίας. Ἀμε‐ νανός ποταμὸς Σικελίας. Ἀρβαξανός ἔθνος Λιγυστικόν «παρέπλεον | |
δὲ τὴν χώραν τὴν μὲν πρώτην ἔρημον, ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι | 179 | |
3,1180 | καὶ Ἀρβαξανοί» Θεόπομπος τεσσαρακοστῷ τρίτῳ. Ἀγριανός ἔθνος προσεχὲς τοῖς Καδουσίοις. Ἀπολλόδωρος δευτέρῳ. Ἀσπουργιανός ἔθνος τῶν περὶ τὴν Μαιῶτιν λίμνην. Στράβων ἑνδεκάτῃ (p. 495) «τούτων δ’ εἰσὶ καὶ Ἀσπουργιανοὶ μεταξὺ Φαναγορείας οἰκοῦντες καὶ | |
5 | Γοργιππίας». Βελιτανοί οἱ αὐτοὶ τοῖς Λουσιτανοῖς ὡς Ἀρτεμίδωρος ἐν τρίτῃ γεωγραφουμένων. Σινοεσσανοί ἔθνος Ἰταλικόν, ὡς Πολύ‐ βιος ἐν τρίτῳ. Φρουρεντανός ἔθνος Ἰταλίας. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων. Φωρμανοί πόλις Ἰταλίας καὶ τὸ ἐθνικὸν ὁμοφώ‐ νως. Μυρλεανός, Τεανός, ἀκεανός. τὸ δὲ Κάρβανος ἀπὸ γε‐ | |
10 | νικῆς εὐθεῖα παραγομένη βαρύνεται. * Τὰ εἰς ενος μὴ ὄντα μετοχικὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύ‐ νεται, Ἕλενος ὄνομα κύριον, ἔβενος εἶδος ξύλου, Ὤγενος ἀρχαῖος θεός, Ὤλενος πόλις Ἀχαΐας καὶ Αἰτωλίας θηλυκῶς λεγομένη. Αἰσχύλος Καρσίν «τὴν αἰπεινὴν ζαθέαν Ὤλενον». Σοφοκλῆς ἐν Ἱππόνῳ «ἐξ | |
15 | Ὠλένου γῆς φορβάδος κομίζομαι». Ἀπολλόδωρος δὲ ἀρσενικῶς αὐτήν φησιν ἐν τῇ ηʹ τοῦ νεῶν καταλόγου «τὸν Ὤλενον καὶ τὴν Πυλήνην νῦν μὲν οὐκέτι εἶναι συμβέβηκε». κέκληται δὲ ἀπὸ Ὠλένου τοῦ Διός, ὡς Ἴστρος ἐν Αἰγυπτίων ἀποικίαις «τῶν δὲ Δαναΐδων Ἀναξιθέας καὶ Διὸς Ὤλενον γενέσθαι τὸν ἄρξαντα τῶν Ὠλενίων». ἔστιν οὖν καὶ ἄλλη | |
20 | Αἰτωλίας, ἧς Ὅμηρος μνημονεύει «οἳ Πλευρῶν’ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην» (Il. Β 639). Τήμενος, ἀφ’ οὗ Τημένιον χωρίον Μεσσή‐ νης. ἄφενος, Ἴσχενος, τέρενος, ὅπερ ἀπὸ τῆς τέρενος γενικῆς εὐθεῖα γίνεται. σεσημείωται τὸ παρθένος μόνον παροξυνόμενον. Τὰ διὰ τοῦ μενος μετοχικὰ ὀξύνονται, εἰ μὴ πάθος τι γένηται | |
25 | παρὰ τὴν φωνήν, τότε γὰρ προπαροξύνεται. τὰ δὲ ὀξύτονα ταῦτα· Στησαμενός, Ἀκεσαμενός «Ἀκεσσαμενοῖο θυγατρῶν» (Φ 142). Φα‐ μενός. Σοφοκλῆς Μάντεσι ξυνετὸς Φαμενὸς Τειρεσίου παῖς. | |
30 | Ἰαμενός, Σωζομενός, Δεξαμενός, Μεσόλου παῖς, ἀφ’ οὗ Δεξα‐ μεναί, Τισαμενός· λέγεται δὲ ὁ Ὀρέστης. Κλαυσαμενός. καταλέ‐ γεται δὲ ἐν μαλακοῖς. Ἀγχομενός γενναία, | |
Βοιωτὶς δ’ ἦν ἐξ Ἀγχομενοῦ | 180 | |
3,1181 | Ἀριστοφάνης Ταγηνισταῖς. τὸ Ἰάλμενος προπαροξύνεται ὡς παθόν, ὥσπερ καὶ Ὄρμενος, κλύμενος, ἴκμενος, Ἄρμενος, ἀφ’ οὗ Ἀρ‐ μενία χώρα. Τὰ εἰς ηνος ὑπερδισύλλαβα μὴ σύνθετα ὀξύνεται, εἰ μὴ παρώνυμα | |
5 | εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς ος κατάληξιν γενόμενα ἢ παρὰ γενικῆς ἀναπεμφθέντα, ἢ παρὰ Συρακουσίοις παράγοιτο καθ’ ὁμοιωματικὴν σημασίαν. ὀξύνονται δὲ ταῦτα· Τυρσηνός, Ἀβυδηνός, Ἀσσακηνός ἔθνος Ἰνδικόν. Ἀρριανὸς τετάρτῃ τῆς Ἀλεξάνδρου ἀνα‐ βάσεως (25, 6) «ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούς». Ἀταφηνός ἔθνος μέγα | |
10 | Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρῳ. Δαχαρηνός ἔθνος Ἀραβίας. Εὐαληνός ἔθνος Ἀραβίας, περὶ οὗ φησι Γλαῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας. Ἰβηνός ὁ καὶ Ἰβαῖος ἔθνος Κελτικῆς. Ἰβηνοὶ δ’ εἰσὶ καὶ Λιβύης, οἳ καὶ Ἰαονῖται λέγονται. Σαμηνός νομάδων Ἀραβίων ἔθνος. Σαλμηνός ἔθνος νομαδικόν, ὡς Γλαῦκός φησιν ἐν ... Ἀραβικῆς ἀρ‐ | |
15 | χαιολογίας. Σακχηνός ἔθνος Ἀράβιον. Σκυθηνός ἔθνος οὐ πόρρω τῶν Μακρώνων, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τετάρτῳ (7, 18). Χαβα‐ ρηνός ἔθνος. Εὔδοξος πρώτῳ γῆς περιόδου «ὀνομάζονται γὰρ καὶ Χαβαρηνοὶ οἱ περὶ Χαλύβων οἰκοῦντες, οἳ τῶν ξενικῶν γυναικῶν, ὧν ἴσως γένωνται κύριοι, τοὺς τίτθους ὠμοὺς ἐσθίουσι, τὰ δὲ παιδία κατ‐ | |
20 | ευωχοῦσι». Ἐδεσσηνός, Σαρακηνός, Δαμασκηνός, Περγαμη‐ νός, Λαμψακηνός. Ἀλπηνοί κώμη πλησίον Θερμοπυλῶν. Ἡρόδοτος. ἔστι καὶ μητρόπολις Λοκρῶν. τὸ ἐθνικὸν ὁμοίως. Καμαρηνοί νῆσοι Ἀραβίων. Ἑκαταῖος ἐν περιηγήσει· καὶ οἱ κατοικοῦντες ὁμοίως. Ταβη‐ νός Ἀργεῖος, ἀφ’ οὗ κατ’ ἐνίους Τάβαι πόλις Λυδίας, καὶ ἔθνος κατὰ | |
25 | τὴν ἔρημον Καρμανίας οἰκοῦντες. Γαληνός κύριον, Ἀκεσηνός πο‐ ταμός, Εὐηνός ποταμὸς Αἰτωλίας, ὃς καὶ Λυκόρμας καλεῖται, Σιλη‐ νός, ποτηνός, ὠγηνός, ἀμενηνός, γαλαθηνός, πετηνός, ἀκμηνός, Ἰσμηνός ποταμὸς Βοιωτίας. τὸ δὲ πανσέληνος σύνθετον ὥσπερ καὶ τὸ προσέληνος—ὁ Ἀρκάς. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγε‐ | |
30 | ται πρῶτος καλέσαι προσελήνους τοὺς Ἀρκάδας—καὶ τὸ δύστηνος, δίμηνος, τρίμηνος, διχόμηνος. προσέθηκα δὲ «εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς ος κατάληξιν γενόμενα» διὰ τὸ Ὑπήνη Ὕπηνος, Μυκήνη Μύκηνος, Κυλλήνη Κύλληνος. | |
«ἢ παρὰ γενικῆς ἀναπεμφθέντα» διὰ τὸ Τροίζηνος «υἱὸς Τροιζή‐ | 181 | |
3,1182 | νοιο» (Β 847). ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ· οὕτω καὶ ὁ Γέρην τοῦ Γέρηνος ὁ Γέρηνος· Ἡσίοδος ἐν αʹ καταλόγων «κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς ἕνδεκα, δω‐ δέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρ’ ἱπποδά‐ | |
5 | μοισι Γερήνοις». καὶ αὖθις «Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμοέντι Γερήνῳ». πρόσκειται δὲ «εἰ μὴ παρὰ Συρακουσίοις παράγοιτο καθ’ ὁμοιωματικὴν σημασίαν» διὰ τὸ τοσσῆνος, τοιῆνος. Τὰ εἰς ινος ὑπερδισύλλαβα τὸ ι βραχὺ ἔχοντα σημαίνοντα μετου‐ σίαν προπαροξύνεται, κρίθινος, δάφνινος, φήγινος, πύρινος, | |
10 | ξύλινος, λίθινος, δρύϊνος, πέτρινος, γήϊνος, δερμάτινος, βύσσινος. τούτοις ὅμοια καὶ τὸ κότινος καὶ κόφινος προσηγορικὰ καὶ τὰ κύρια, Σίκινος νῆσος περὶ τὴν Κρήτην. Στράβων δεκάτῃ (p. 484). Μύρσινος πόλις Ἤλιδος «καὶ Μύρσινος ἐσχατόωσα» (Β 616) καὶ τὰ κτητικὰ Βίβλινος «Βίβλινος οἶνος» ἀπὸ Βιβλίνης χώρας Θρᾴκης. | |
15 | Βολβίτινος «Βολβίτινον ἅρμα» ἀπὸ Βολβιτίνης πόλεως Αἰγύπτου. τὰ μέντοι ἐπὶ καιροῦ ἢ ἀπὸ ἐπιρρήματος ὀξύνεται οἷον θερινός, χει‐ μερινός, ἐαρινός, ἑσπερινός, νυκτερινός, ἑωθινός, δειλι‐ νός, μετοπωρινός, πρωϊνός, ὀψινός, χθεσινός, περυσινός, αὐρινός. παρὰ μέντοι ποιητῇ κατ’ ἔκτασιν ἀναγινώσκομεν τοῦτο | |
20 | ἐπιζητοῦντος τοῦ μέτρου «ὡς δ’ ὅτ’ ὀπωρινὸς βορέης» (Φ 346) καὶ | 182 |
3,1183 | πάλιν «ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον» (Ε 5). ταχινός, ἀληθινός, λεπτακινός, οὐδαμινός, φυζακινός, πυκινός, ῥαδινός, πε‐ δινός. Τὰ εἰς ινος μακρὸν ἔχοντα τὸ ι ὅσα ἐν ὕδατι διαιτᾶται, προπερι‐ | |
5 | σπᾶται, ἐχῖνος· ἔστι καὶ μάντεως ὄνομα· ἔστι καὶ Ἐχῖνος πόλις Ἀκαρ‐ νανίας Ἐχίνου κτίσμα. ἔστι καὶ Θεσσαλίας. Ῥιανὸς «Ἐχίονος ἄστυ» ταύτην εἶπεν. τινὲς δὲ καὶ Ἐχινοῦντά φασι τὴν αὐτήν. κορακῖνος, φοξῖνος. σεσημείωται τὸ καρκίνος παροξυνόμενον ἐπί τε τοῦ ζῳ‐ δίου τοῦ ἐν οὐρανῷ ὁμοίως καὶ τοῦ θαλασσίου ἢ ἐπιγείου ἢ καὶ κυρίου | |
10 | καὶ τοῦ ἐργαλείου· οὐ γὰρ ὑγιῶς τινες τοῦτο προπαροξύνουσιν. ἐχρῆν δὲ προπερισπᾶσθαι τὸ καρκίνος. καὶ τὸ γυρῖνος προπερισπᾶται ὁ μικρὸς βάτραχος. τούτοις δὲ ὁμοίως καὶ τὸ ἰκτῖνος ὁ ὄρνις καὶ τὸ κύριον. Ἰκτῖνος δὲ παρὰ Ἀττικοῖς οὐκ ἄσημος δημιουργός. Τὰ εἰς ινος ἔχοντα τὸ ι μακρὸν προσηγορικὰ βαρύνεσθαι θέλει, | |
15 | κάμινος, κύμινος, κυκλάμινος. σπάνια δὲ τὰ ὀξύτονα ἐρινός ὁ ἐρινεός καὶ ὁ χαλινός. Τὰ εἰς ινος τὸ ι μακρὸν ἔχοντα κύρια, ἐθνικὰ ἢ ἐπιθετικὰ ἢ ὑπο‐ κοριστικῶν ἔννοιαν ἔχοντα προπερισπῶνται, Φιλῖνος, Κρατῖνος, Ἐχῖνος τὸ κύριον, Γεντῖνος πόλις Τρωάδος, Γρησῖνος πόλις Χερρο‐ | |
20 | νήσου, Στουῖνος πόλις Λιγύρων καὶ ὁ πολίτης ὁμοφώνως. Ὑρτακῖνος πόλις Κρήτης, ἣ καὶ Ὑρτακός, καὶ ὁ πολίτης ὁμωνύμως. Φαιστῖνος πόλις Κρήτης, ἣ καὶ Φαῖστος, Κεστρῖνος ἥρως καὶ ἔθνος, Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί». Ἐρυθῖνος πόλις Παφλαγονίας· λέγεται δὲ παρὰ τὸ ἔρευθος. Ἀπολ‐ | |
25 | λώνιος «αἰπεινούς τε παρὲξ ἐνέοντ’ Ἐρυθίνους» (Argonaut. 2, 941). καὶ Ὅμηρος «καὶ ὑψηλοὺς Ἐρυθίνους» (Β 855) καὶ τὸ ἐθνικὸν ὅμοιον. Λαμητῖνος πόλις Ἰταλίας ἀπὸ Λαμήτου ποταμοῦ πρὸς Κρότωνι. Ἑκα‐ ταῖος Εὐρώπῃ «ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι». καὶ ὁ πολί‐ της Λαμητῖνος. Λατῖνος, Λεοντῖνος, Ῥηγῖνος, Μαμερτῖνος, | |
30 | Ἀκραγαντῖνος, Ἰναχῖνος, Ταραντῖνος, Σαβῖνος, Νουκερῖ‐ | |
νος. Πολύβιος τρίτῳ. Νεπεσῖνος ἀπὸ τοῦ Νέπετος κατὰ τροπὴν τοῦ | 183 | |
3,1184 | τ εἰς ς. Ἀργυρῖνος ἔθνος Ἠπειρωτικόν, ὡς Τίμαιος καὶ Θέων καὶ Λυκόφρων «εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας» (v. 592). Βουδῖνος ἔθνος Σκυθικόν, παρὰ τὸ δινεύειν ἐπάνω ἁμαξῶν ὑπὸ βοῶν ἑλκομένων. ἁμαξόβιοι γὰρ οἱ Σκύθαι. Παρμένων ὁ Βυζάντιος ἐν ἰάμβων πρώτῳ. | |
5 | Βουλῖνος ἔθνος περὶ Ἰλλυρίαν. Ἀρτεμίδωρος δὲ οὐκ ἔθνος, ἀλλὰ Βουλίνην πόλιν φησίν, ἧς τὸ ἐθνικὸν Βουλῖνος. Δωνεττῖνος, ἔθνος Μολοσσικόν. Ῥιανὸς δʹ Θεσσαλικῶν «αὐτὰρ Δωνεττῖνοι ἰδ’ ὀτρηροὶ Κεραῗνες» καὶ ἐν τῇ ζʹ «ἑπτὰ δὲ Δωνεττῖνοι, ἀτὰρ δυοκαίδεκα Κᾶ‐ ρες». Λιβυστῖνος ἔθνος παρακείμενον Κόλχοις, ὡς Διόφαντος ἐν | |
10 | πολιτικοῖς. Ἀγαθῖνος. Ἅβρων ἐν τῷ περὶ παρωνύμων τοῖς ἐθνι‐ κοῖς καὶ τοῦτο συνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνος, οὐκ ἀπει‐ κὸς σημαίνειν ἀμφότερα. Σχοινεύς γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικὸν καὶ Λίξος, ὁμοίως Θεσσαλός καὶ Σικανός καὶ Σικελός καὶ μυρία. Ἀμοργῖνος τὸ ἐθνικόν, τὸ δ’ ἀμόργινος χιτὼν χρώματος ἴδιον | |
15 | ἀγρωστῖνος, ἀγχιστῖνος, προμνηστῖνος ἐπιθετικά. παλλακῖνος ὑποκοριστικόν. τὸ δὲ λαρινός «λαρινῷ βοΐ» (Aristoph. Pac. 925) ὀξύ‐ νεται ὡς ἀληθινός. Τὰ εἰς εινος ὑπερδισύλλαβα ἁπλᾶ παρώνυμα ὀξύνεται, φαεινός, σκοτεινός, ἀλγεινός, βορεινός, ταπεινός τὸ ἐπίθετον. ἐλεει‐ | |
20 | νός, αἰπεινός, ὀρεινός, ποθεινός, φωτεινός καὶ τὸ κύριον ὁμοίως. τὸ δὲ εὔξεινος σύνθετον ὂν προπαροξύνεται. * Τὰ διὰ τοῦ ονος ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Μύκο‐ νος υἱὸς Ἀνίου τοῦ Καρυστοῦ καὶ Ῥοιοῦς τῆς Ζάρηκος καὶ ἀπ’ αὐτοῦ | |
Μύκονος μία τῶν Κυκλάδων. Θουκυδίδης τρίτῃ (c. 29) καὶ Στράβων | 184 | |
3,1185 | δεκάτῃ (p. 487) «Μύκονος δ’ ἐστίν, ὑφ’ ᾗ μυθεύουσι κεῖσθαι τῶν Γι‐ γάντων τοὺς ὑγιεινοτάτους ὑφ’ Ἡρακλέους καταλυθέντας, ἀφ’ ὧν ἡ παροιμία ‘πάντα ὑπὸ μίαν Μύκονον‘ ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγα‐ γόντων τὰ διῃρημένα τῇ φύσει· καὶ τοὺς φαλακροὺς δέ τινες Μυκο‐ | |
5 | νίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ». Ἤδονος ποταμός. τὸ δὲ ἡμίονος, ἔγγονος, πρόγονος, ἄτο‐ νος σύνθετά εἰσιν. Τὰ εἰς υνος ὑπερδισύλλαβα προπαροξύνεται· εἰ δέ τι ὀξυτονηθῇ, ἐθνικὸν εὑρέθη, κίνδυνος, Πάχυνος ἀκρωτήριον Σικελίας, πίσυ‐ | |
10 | νος, βόθυνος. Ῥόσχυνος. Ὄρδυνος ὄνομα ποταμοῦ, κόρυνος, εὔθυνος, γηθόσυνος «γηθόσυνος δ’ οὔρῳ» (Od. ε 269), δεσπό‐ συνος, θάρσυνος, Λάβυνος. τὸ μέντοι Βιθυνός καὶ Μαριανδυ‐ νός ἐθνικά. Μαριάνδυνος δὲ βαρυτόνως κατὰ τοὺς Αἰολεῖς. τὸ μό‐ συνος βαρυνόμενον σημειῶδες καὶ μακρὸν ἔχει τὸ υ (τὰ γὰρ ἔχοντα | |
15 | τὸ ς βραχὺ ἔχει τὸ υ). ἀπὸ γενικῆς γὰρ μετήχθη. αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ νος ὑπὲρ δύο συλλαβὰς ὑπάρχουσαι εἰ παραλήγοιντο τῷ υ, ἐκτεταμένῳ παραλήγονται, Φόρκυνος, Πόλτυνος· καὶ τὸ γέρυνος ὁ μικρὸς βάτραχος. Τὰ εἰς ωνος ἁπλᾶ ὑπερδισύλλαβα ὀξύνεται, κοινωνός, οἰωνός, | |
20 | Γελωνός πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ ἀπὸ Γελωνοῦ τοῦ Ἡρα‐ κλέους, τοῦ Ἀγαθύρσου ἀδελφοῦ. ἔστι δὲ ἡ πόλις ξυλίνη, κειμένη ἐν Βουδίνοις, ὡς Ἡρόδοτος (IV 108). καὶ ὁ οἰκήτωρ ὁμοφώνως. υἱωνός, Τιθωνός, Κολωνός, μελεδωνός, Ἠδωνός ἔθνος Θρᾴκης ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονος ἀδελφοῦ, Ἐτεωνός πόλις Βοιωτίας. Ὅμηρος | |
25 | «πολύκνημόν τ’ Ἐτεωνόν» (Il. Β 497). καλεῖται δὲ νῦν Σκάρφη. Καν‐ νωνός, Ὀθρωνός πόλις, οἱ δὲ νῆσον πρὸς νότον Σικελίας. «ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας» (Lycophr. 1027). Βωδωνός ἥρως, ἀφ’ οὗ Βωδώνη πόλις Θεσσαλίας. τὰ δὲ σύνθετα προπαροξύνε‐ ται, τετράγωνος, εὔφωνος, εὔωνος. τὸ δὲ Κόρωνος κύριον, | |
30 | τὸ δὲ κορωνός ἐπίθετον. βαρύνονται δὲ καὶ Γίγωνος πόλις Θρᾴκης | 185 |
3,1186 | προσεχὴς τῇ Παλλήνῃ, Ἴτωνος ἥρως καὶ πόλις Θεσσαλίας ἣ καὶ Ἴτων, Ἄλπωνος πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων, τι‐ νὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν Ἐπιζεφυρίων ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Τρίτωνος πολίχνιον Μα‐ | |
5 | κεδονίας, Τρικόλωνος παῖς Λυκάονος καὶ ἀπ’ αὐτοῦ πόλις Ἀρκα‐ δίας. Τὰ εἰς ξος εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς βαρύνονται, Λίπαξος πόλις Θρᾴκης. Ἑκαταῖος. Ἄραξος ἀκρωτήριον. ἔστι δὲ καὶ ἔθνος Ἰλλυρίας, ὃ καὶ Ἀράξης, Ἀλέξανδρος Κορνήλιος ἐν τῷ περὶ τῶν | |
10 | παρ’ Ἀλκμᾶνι τοπικῶς εἰρημένων, Πύξος ἡ πόλις καὶ τὸ φυτόν, μύ‐ ξος, Βύξος ὄνομα κύριον. Σίξος πόλις Μαστιηνῶν. Ἑκαταῖος «μετὰ δὲ Σίξος πόλις». Φρίξος ἥρως καὶ πόλις Λυκίας, Λίξος ποταμὸς Λι‐ βύης καὶ Μαυριτανίας καὶ ἔθνος. Λάκοξος, Ῥοῖξος ἐπίνειον Κιλι‐ κίας ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Σάρου ποταμοῦ. Κρόξος, Βόξος, Λάοξος | |
15 | ὁ ποταμός. Ὦξος ὁ ποταμός. Ἄξος πόλις Κρήτης ὡς Ἡρόδοτος ἐν τετάρτῃ (c. 154), Νάξος νῆσος τῶν Κυκλάδων ἀπὸ τοῦ Νάξου Καρῶν ἡγεμόνος, ἄλλοι δὲ ἀπὸ Νάξου τοῦ Ἐνδυμίωνος. Εὐφορίων δὲ παρὰ τὸ νάξαι, ὅ φασι θῦσαί τινες. ἔστι καὶ πόλις Σικελίας. καὶ ἄλλοι τόποι Νάξοι. Ὄαξος πόλις Κρήτης Ἐλευθέρνης οὐ πόρρω, καθὰ Ξε‐ | |
20 | νίων ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδος τῆς θυγατρὸς τοῦ Μίνω. τινὲς δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν. καλοῦσι γὰρ τοὺς τοιούτους τόπους ἄξους, καθάπερ καὶ ἡμεῖς ἀγμούς. Χάραξος ἀπὸ τοῦ χαράξω, ἀφ’ οὗ Χαράξης. Ὀλόφυξος πόλις ἐν Θρᾴκῃ περὶ τὸν Ἄθω. Ἴξος λιμὴν τῆς Ῥόδου. τὸ μέντοι ἰξός τὸ προσηγορικὸν ὀξύ‐ | |
25 | νεται, καὶ τὸ λοξός, φοξός ὡς ἐπίθετα καὶ τὸ κοραξός ὡς ἐπίθετον ὀξύνεται, βαρύνεται δὲ ὡς ἐθνικόν. ἔστι δὲ ἔθνος Κόλχων πλησίον Κώλων. Ἑκαταῖος Εὐρώπῃ. τὸ δὲ λαξός καὶ φυλλοξός κατὰ συγκο‐ | |
πὴν ἀπὸ τοῦ λαοξόος καὶ φυλλοξόος γέγονεν. | 186 | |
3,1187 | Τὰ εἰς πος δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ παραλήγοντα διχρόνῳ ἢ μακρῷ φωνήεντι βαρύνεται, ἶπος παρὰ τὸ ἴπτω καὶ ἰάπτω ὡς κόπτω κόπος. ἔστι δὲ εἶδος παγίδος. ῥῖπος, γρῖπος, τρίπος, ῥύπος. τὸ δὲ παρὰ τῷ ποιητῇ «καθήραντες ῥύπα πάντα» (Od. ζ 93), εἰ μή ἐστι | |
5 | πληθυντικὸν οὐδέτερον, μεταπέπλασται ἐκ τῆς ῥύπον αἰτιατικῆς ὡς ἡ λῖτα ἐκ τῆς λιτόν. τύπος, κτύπος, στύπος τὸ στέλεχος τοῦ δέν‐ δρου. Κρῶπος καὶ ῥῶπος ὁ παντοδαπὸς φόρτος. κῆπος. Κνῶπος κύριον, ἀφ’ οὗ Κνωπούπολις, Σκοῦποι πόλις Θρᾴκης. τὸ δὲ γρυπός —ῥυβός ἐστι παρὰ τοῖς Αἰολεῦσι τὸ ἐπικαμπὲς ἤτοι ῥαιβόν καὶ τροπῇ | |
10 | τοῦ β εἰς π ῥυπός καὶ πλεονασμῷ τοῦ γ γρυπός—καὶ λοιπός ἐπί‐ θετά εἰσιν. Τὰ εἰς πος δισύλλαβα παραλήγοντα διχρόνῳ καταλήγοντι εἰς μ ἢ εἰς π βαρύνεται, ἵππος καὶ Ἵππος νῆσος Ἐρυθραίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ· ἔστι καὶ Σικελίας· ἔστι καὶ Παλαιστίνης. πάπ‐ | |
15 | πος. κάμπος καὶ Κάμπος τόπος περὶ Κύμην κτίσμα Καμπανῶν. Λάμπος κύριον, λαμπός δὲ τὸ ἐπίθετον. τὸ δὲ καρπός ὀξύνεται. οὐ γὰρ ἔχει τὸ δίχρονον λῆγον εἰς μ ἢ εἰς π. πρὸς ἀντιδιαστολὴν δὲ ἐβαρύνθη τὸ Κάρπος κύριον ὄνομα ὡς Ἄρποι πόλις Δαυνίας ἡ καὶ Ἀργύριππα. | |
20 | Τὰ εἰς πος δισύλλαβα μὴ ἐπιθετικὰ ἔχοντα ο ἐν τῇ παραληγούσῃ ἢ μόνον ἢ μετὰ συμφώνου ἢ συμφώνων, εἰ μὴ διαφοράν τινα ποιοίη ἢ ὑποστρέφει εἰς ῥῆμα τῷ ε παραληγόμενον, βαρύνεται, τρόπος ὁ τρέπων, τροπός ὁ τετραμμένος, κόμπος τὸ προσηγορικόν, κομπός τὸ ἐπίθετον, τόπος, κόπος, πόπος· Σκύθαι γὰρ τὰ παρ’ αὐτοῖς | |
25 | ἀγαλμάτια πόπους καλοῦσι. κόλπος, δόρπος. τὸ μέντοι σκοπός καὶ ὀπός καὶ λοπός ὀξύνεται ὥσπερ τὰ ἐπίθετα λοιπός, γρυπός, πομ‐ | |
πός, χαλεπός. | 187 | |
3,1188 | Τὰ διὰ τοῦ δαπος πάντα παρηγμένα ὀξύνεται, ἡμεδαπός, πο‐ δαπός, παντοδαπός, ἀλλοδαπός, τηλεδαπός. Ἔτι τὰ ἐπιθετικὰ σύνθετα τῷ ω παραληγόμενα ὀξύνεται αἱματω‐ πός, κελαινωπός, πολυωπός, εὐωπός, τηλωπός, χαρωπός, | |
5 | μελανωπός, πελιωπός. Τὰ εἰς πος ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ ἀρσενικὰ ὄντα καὶ θηλυκὰ μηδὲ ἐπιθετικά, εἰ μὴ παραλήγοιτο τῷ ω, προπαροξύνεται, Ἄρο‐ πος, Τρίοπος ὁ πατὴρ Ἐρυσίχθονος. Ἑλλάνικος δὲ καὶ Τρίοπά φησιν αὐτὸν ἀπὸ τοῦ Τρίοψ. Δουρίοπος πόλις Μακεδονίας. Στράβων ἑβ‐ | |
10 | δόμῃ (p. 326). οὕτως καὶ ἡ χώρα. Ἄναπος, Ὕαπος, ἀφ’ οὗ Ὑάπεια πόλις Φωκίδος. Μέσσαπος ὁ μετοικήσας εἰς Ἰταλίαν, ἀφ’ οὗ Μεσσα‐ πία. Πρίαπος υἱὸς Ἀφροδίτης καὶ Διονύσου. ἔστι καὶ πόλις Ἑλλη‐ σποντίας. Ἀστέροπος. Ὄλυμπος· ἔστι καὶ ὄρος Μυσίας. Ἀρριανὸς Βιθυνιακῶν πρώτῳ. ἔστι καὶ πόλις Παμφυλίας. Στράβων ιδʹ (p. 666). | |
15 | Μέλαμπος. Εὐρύαμπος πόλις Μαγνησίας. Μάρσιππος πόλις Φοι‐ νίκης. Φίλιππος. εἰσὶ καὶ Φίλιπποι πόλις Μακεδονίας οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος «καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρᾳκῶν βοηθήσας ὁ Φίλιππος Φιλίπ‐ πους ὠνόμασεν». ἐκλήθησαν Φίλιπποι καὶ αἱ Θῆβαι Θεσσαλίας καὶ | |
20 | Γόμφοι Θεσπρωτίας. Εὔριπος. Ἴσηπος ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Χάροπος τὸ κύριον, χαροπός δὲ τὸ ἐπίθετον. σεσημείωται τὸ ἀτραπός ὀξυνόμενον καὶ τὸ Ἀριμασπός ἔθνος Ὑπερβορέων. τὸ δὲ ἀρτίπος, ἀελλόπος ὡς παρὰ τῷ ποιητῇ (Θ 409) «ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα», ὠκύπος κατ’ ἔλλειψιν τοῦ υ γενόμενα παροξύ‐ | |
25 | νεται. τὰ δὲ παραληγόμενα τῷ ω κύρια ἢ προσηγορικὰ καὶ βαρύνεται καὶ ὀξύνεται. τὰ μὲν οὖν κύρια ἀπὸ φύσει μακρᾶς ἀρχόμενα ὀξύνεται, Ἰνωπός ὄνομα ποταμοῦ, Ἀσωπός πατὴρ Αἰγίνης, Ὠρωπός πόλις Βοιωτίας. ἔστι καὶ πόλις ἐν Ἄργει κτισθεῖσα καὶ ἐν Θεσπρωτίᾳ. λέγεται καὶ ἀρσενικῶς. Θουκυδίδης ὀγδόῃ (c. 60) «ἔχοντες οὖν τὸν Ὠρωπὸν | |
30 | ἀφικνοῦνται εἰς τὴν Ῥόδον». Παυσανίας δὲ ἐν τῷ ἑβδόμῳ (c. 11, 4) | |
τὴν πόλιν θηλυκῶς φησι «διαρπάζουσι Ὠρωπὸν ὑπήκοόν σφισιν οὖσαν». | 188 | |
3,1189 | Κασσωπός. οὕτως Ἡρόδωρός φησιν τοὺς Κασσωπίους, ἴσως κακῶς. Εὐρωπός ὁ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος· καὶ ἀπ’ αὐτοῦ πόλις Μακεδονίας. ἔστι καὶ Συρίας ἄλλη κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυίστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως «Ξενοφῶν ἐν | |
5 | ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Εὐρωπόν, ἣν πρότερον Τελμισσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φα‐ σιν ὑπὸ Σελεύκου τοῦ Νικάτορος ἐπικτισθεῖσαν Ὠρωπὸν ὠνομάσθαι ἀπὸ τῆς ἐν τῇ Ἑλλάδι Ὠρωποῦ». σημείωσαι τὸ Αἴσωπος. τὸ δὲ Κρότω‐ πος καὶ Μελάνωπος κύρια οὐκ ἀπὸ μακρᾶς ἄρχονται. Κάνωπος | |
10 | δέ, ὅπερ ἔδει γράφεσθαι διὰ τοῦ π, ὅμως γράφεται διὰ τοῦ β. τὸ δὲ ἄνθρωπος προσηγορικὸν προπαροξύνεται. τὸ μέντοι στενωπός ὀξύ‐ νεται προσηγορικὸν ὂν ἐπὶ θηλυκοῦ μόνου. ἔτι καὶ τὸ ἀλωπός ὀξύνεται. ΠΕΡΙ ΤΩΝ ΕΙΣ ρος, σος, τος, φος ΚΑΙ ΤΩΝ ΚΑΘΕΞΗΣ. | |
15 | ΒΙΒΛΙΟΝ ηʹ. Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῷ α κύρια ὄντα ἢ προσηγο‐ ρικὰ βαρύνονται, λάρος «λάρῳ ὄρνιθι ἐοικώς» (Od. ε 51), κάρος, Φάρος. ἔστι δὲ ἀρσενικόν. οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύς. ἀλλὰ καὶ θηλυκὸν ἐπὶ τῆς νήσου τῆς πρὸς τῇ Ἀλεξανδρείᾳ ἀπ’ αὐτοῦ | |
20 | ὄνομα λαβούσης, ὥς φησιν Ἑκαταῖος. δηχθεὶς γὰρ ὑπὸ ὄφεως ἐν τῇ νήσῳ ἐτάφη. καὶ ὁμωνύμως λέγεται ὁ Σωστράτου τοῦ Δεξιφάνους πύργος ἐπ’ αὐτῆς. Φάρος δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτο. ἔστι καὶ νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος εἰκοστῷ ὀγδόῳ. ἔστι καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. | |
25 | ἔστι καὶ Περραιβίας πόλις. σάρος καὶ Σάρος ποταμὸς Κιλικίας ὃς πρό‐ τερον Κοίρανος καλούμενος ἀπὸ τοῦ ἡγεμόνος Σάρου ἐκλήθη. Πάρος | |
νῆσος, ἣν καὶ πόλιν Ἀρχίλοχος καλεῖ ἐν τοῖς ἐπῳδοῖς. τὸ ὄνομα μὲν | 189 | |
3,1190 | λέγεται ἀπὸ Πάρου τοῦ Παρρασίου ἀνδρὸς Ἀρκάδος ἔχειν ὡς Καλλί‐ μαχος. Νικάνωρ δὲ ἐν ταῖς μετονομασίαις κεκλῆσθαί φησιν Πακτίαν Δημητριάδα Ζάκυνθον Ὑρίαν Ὑλήεσσαν καὶ Μινῴαν καὶ Κάβαρνιν. ἔστι δὲ καὶ ἄλλη Πάρος νῆσος Λιβυρνῶν, ὥς φησι Σκύμνος ὁ Χῖος ἐν πρώτῳ | |
5 | περιηγήσεως. Κλάρος. Νίκανδρος (Ther. 958) μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρος νιφόεσσα πολίχνη. γάρος. Αἰσχύλος Πρωτεῖ σατυρικῷ καὶ τὸν ἰχθύων γάρον· σπάρος, σκάρος καὶ Σκάρος πόλις Λυκίας καὶ τὸ ἐθνικὸν ὁμοίως. | |
10 | ἔστι δὲ καὶ κρήνη ἱερά. Τμάρος ὁ Τόμαρος ὄρος Δωδώνης. τὸ δὲ βᾶρος καὶ ᾿Ρᾶρος παρ’ Ἀττικοῖς κατὰ χρόνον σημειώδη. τὸ δὲ κλᾶ‐ ρός ἐστι Δωρικόν. τὰ μέντοι ἐπίθετα ὀξύνεται, μναρός ὁ ἡδὺς, λα‐ ρός ὁ γλυκύς «λαρὸς ἄμης», ἔνθεν τὸ οὐδέτερον «λαρὸν τετυκοίμεθα δόρπον» (Od. μ 283). ψαρός, ναρός, ἔνθεν θηλυκὸν παρὰ Σοφο‐ | |
15 | κλεῖ ἐν Ἰνάχῳ σατυρικῷ ναράς τε πατρὸς κυμάτων ἐπιρροὰς ἐπώμοσα. Τὰ εἰς ηρος δισύλλαβα κύρια ὄντα βαρύνεται, Σῆρος, Τρῆρος χωρίον Θρᾴκης, Δρῆρος πόλις Κρητική. τὰ δὲ προσηγορικά, εἰ μὴ | |
20 | ἀπὸ συμφώνων ἄρχοιντο, ὀξύνεται, κηρός, φηρός ἡ τροφὴ τῶν θεῶν, μηρός. τὸ μέντοι κλῆρος βαρύνεται ὡς ἀπὸ δύο συμφώνων ἀρ‐ ξάμενον. Τὰ εἰς ηρος δισύλλαβα ἐπιθετικὰ ὄντα μετὰ θηλυκῶν, εἰ μὲν ἀπὸ ἡμιφώνου ἄρχοιτο, ὀξύνεται, σκληρός, ξηρός. καὶ τὸ πηρός δὲ | |
25 | ὀξύνεται παρὰ τῷ ποιητῇ, παρὰ δὲ τοῖς Ἀττικοῖς πῆρος. ὑγιεστέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἐπεὶ τὰ εἰς ος δισύλλαβα, εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ η ὀξύνονται οἷον πηός, πηλός. οὕτως καὶ πηρός. τὸ δὲ λῆρος μονογενές. | |
Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῷ ι κύρια ὄντα βαρύνεται, | 190 | |
3,1191 | Ἶρος τὸ κύριον καὶ πόλις Θεσσαλίας. Λυκόφρων «Ἶρόν τε Τραχῖνα καὶ Περραιβικήν» (v. 905), Πῖρος, Τίρος, Σκίρος τὸ κύριον. ἔστι δὲ ἥρως, ἀφ’ οὗ Σκίρον τόπος Ἀττικός, καὶ Ἀρκαδίας κατοικία πλη‐ σίον Μαιναλέων καὶ Παρρασίων. εἰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ | |
5 | εἴη, ὀξύνεται, ἱρός ὁ ἱερός, λιρός ὁ ἀναιδής, σιρός τὸ προσηγορικὸν ὁ κατώγειος οἶκος. Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῷ ο βαρύνεται, ὁπότε γίνε‐ ται ἀπὸ τῶν παραληγομένων τῷ ε ἢ ει ἢ αι διφθόγγῳ ῥημάτων, εἰ μή τις διαστολὴ γένοιτο, σπόρος, ὅτι σπείρω, πτόρος ὁ πταρμός, | |
10 | ὅτι πταίρω, φθόρος ὅτι φθείρω, μόρος ὅτι μείρω, κόρος ὅτι κείρω, φόρος ὅτι φέρω, φορός δὲ ὁ ἄνεμος ὀξυτόνως, ὅρος, εἴρω γάρ, ὀρός δὲ τὸ ἀφυλιζόμενον τοῦ γάλακτος. τὸ δὲ ὄρρος βαρυτόνως καὶ κατὰ τὴν διάλεκτον καὶ τῷ λόγῳ· τὰ γὰρ εἰς ος μονογενῆ δισύλλαβα τῷ ο παραληγόμενα ἢ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὶς τὸ αὐτὸ σύμ‐ | |
15 | φωνον βαρύνεται, κόννος, κόκκος, κόττος, ὄσσος· οὕτως ἄρα καὶ ὄρρος· τὸ μέντοι βορός ὁ πολλὰ ἐσθίων καὶ τὸ χορός καὶ σορός ὁ τάφος καὶ τορός ὀξύνονται· οὐ γὰρ γίνονται ἀπὸ τοιούτων ῥημάτων, ἀλλὰ τὸ βορός ἀπὸ τοῦ βρῶ βρώσω βρώσκω, καὶ τὸ χορός ἀπὸ τοῦ χωρῶ, χῶρος, χορός τροπῇ τοῦ ω εἰς ο, καὶ τὸ σορός ἀπὸ τοῦ σωρεύω σω‐ | |
20 | ρεός σωρός ἀρσενικῶς καὶ σορός θηλυκῶς καὶ τὸ τορός δὲ ἀπὸ τοῦ τρῶ. | |
σεσημείωται τὸ δορός ὁ δεδαρμένος, εἰ καὶ ἐκ τοῦ δείρω γίνεται. | 191 | |
3,1192 | Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῷ υ βραχεῖ βαρύνονται, Σύρος κοινὸν ὄνομα πολλῶν ἐθνῶν. Τύρος νῆσος ἐν Φοινίκῃ ἀπὸ Τύρου τοῦ Φοίνικος. ἔστι καὶ Τύρος τῆς Λακωνικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ, ἣν Ἀρτεμίδωρος Τύλον διὰ τοῦ λ καλεῖ, ἔστι καὶ | |
5 | πόλις Ἰνδίας καὶ Λυδίας καὶ Πισιδίας. Ἀρριανὸς δὲ τὰ Ἄναθα Τύρον καλεῖ. Μύρος ποταμὸς παραρρέων Μύραν πόλιν ὁ καὶ Μύρων. εἰ δὲ ἔχοι ἐκτεταμένον, κύρια μὲν ὄντα βαρύνεται, Κῦρος, Σκῦρος, ἡ νῆ‐ σος, περὶ ἧς Νικόλαος ἐν πέμπτῳ «Σκῦρον δὲ τὸ μὲν παλαιὸν ᾤκουν Πελασγοί τε καὶ Κᾶρες». Σφῦρος, Σῦρος νῆσος Ἰωνική, ὡς Στράβων | |
10 | δεκάτῃ (p. 485), ἣν ὁ ποιητὴς Συρίην καλεῖ ἐν Ὀδυσσείᾳ (o 403) ἥτις μηκύνει τὴν πρώτην. μὴ οὕτω δέ, ὀξύνεται, πυρός ὁ σῖτος, τυρός, ξυρός. Τὰ εἰς ρος μονογενῆ δισύλλαβα παραληγόμενα τῷ ω βαρύνεται, Δῶρος ὁ Ἕλληνος καὶ πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ ἡ | |
15 | πάλαι Δῶρος, νῦν δὲ Δῶρα καλεῖται». Ἰώσηπος ἐν ϛʹ τῆς Ἰουδαϊκῆς ἱστορίας «εἶναί τι γύναιον ἐν πόλει Δώρῳ» καὶ πάλιν «ὅτε ἤνεγκεν εἰς τὴν Δῶρον». Ἀπολλόδωρος ἐν χρονικῶν δʹ «εἰς Δῶρον οὖσαν ἐπιθα‐ λάττιον πόλιν». καὶ Ἀλέξανδρος ἐν Ἀσίᾳ «Δῶρος τ’ ἀγχίαλός τ’ Ἰόπη προύχουσα θαλάσσης». καὶ Χάραξ ιαʹ «Τρύφων ἐν Δώρῳ τῆς κοίλης | |
20 | Συρίας πόλει πολιορκούμενος ὑπ’ Ἀντιόχου ἔφυγεν εἰς Πτολεμαΐδα τὴν Ἄκην λεγομένην». ἔστι καὶ Καρίας Δῶρος πόλις, ἣν συγκαταλέγει ταῖς πόλεσιν ταῖς Καρικαῖς Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων τρίτῳ «Κα‐ ρικὸς φόρος· Δῶρος, Φασηλῖται». Βῶρος. Χλῶρος τὸ κύριον, χῶρος, Πρῶρος, Πῶρος ὄνομα κύριον. Ὦρος. σεσημείωται τὸ σωρός τὸ | |
25 | πλῆθος ἐκ τοῦ σωρεός συγκοπέν. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται, χλω‐ ρός, βλωρός ὁ ὑπόλευκος, ζωρός ὁ θερμός, ψωρός, πωρός, μω‐ ρός καὶ μῶρος Ἀττικῶς. | |
Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῇ αι διφθόγγῳ, εἰ μὲν κύρια | 192 | |
3,1193 | εἴη, βαρύνεται, Σφαῖρος, Σκαῖρος. εἰ δὲ μὴ οὕτως, ὀξύνεται, και‐ ρός, θαιρός, ὃ σημαίνει τὴν στρόφιγγα «ῥῆξαι δ’ ἀπ’ ἀμφοτέρους θαι‐ ρούς» (Μ 459). τὸ δὲ δαῖρος διφορεῖται ἤτοι ὁ καυστικός. Τὰ εἰς ρος δισύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα ἐπὶ ἐμψύχων | |
5 | τιθέμενα βαρύνεται, φλαῦρος, σαῦρος, καῦρος ὁ κακός. ταῦρος καὶ Ταῦρος ἔθνος περὶ τὰ Ἄλπεια ὄρη, οἳ καὶ Ταυρίσκοι καὶ Ταυρῖνοι. ἔστι καὶ ὄρος διὰ μέσης Ἀσίας διῆκον, διότι ταύρους οἱ παλαιοὶ πάντα τὰ μεγάλα καὶ βίαια ἐπωνόμαζον. ἢ προτομῇ ταύρου τὰ πρὸς τῇ θαλάσσῃ ἀπείκασαν. Μαῦρος ἔθνος μέγα Λιβύης, ὃ καὶ Μαυρούσιοι. Ξαῦρος | |
10 | ὄνομα κύριον καὶ ἀπ’ αὐτοῦ Ξαῦρος πόλις Μακεδονίας. σημείωσαι τὸ σταυρός ἄψυχον. καὶ τὸ μαυρός ἀπὸ τοῦ ἀμαυρός γέγονεν. Τὰ εἰς ρος δισύλλαβα τῇ ευ παραληγόμενα σπάνια βαρύτονα, εὖ‐ ρος, πλεῦρος. τὸ δὲ λευρός ἐπίθετον καὶ Νευρός ὄνομα ἔθνους. * Τὸ χοῖρος μόνον δισύλλαβον εἰς ος τῇ οι διφθόγγῳ παραλη‐ | |
15 | γόμενον προπερισπᾶται. Τὰ εἰς ρος δισύλλαβα ἁπλᾶ παραληγόμενα τῇ ου διφθόγγῳ βαρύ‐ νεται, εἰ μή τι εἴη κατὰ διαστολήν, οὖρος ὁ ἄνεμος, οὐρός τόπος ὁ περιορίζων τὰς ναῦς, Φροῦρος τὸ κύριον· ἔστι δὲ ἔθνος Σκυθικόν, φρουρός τὸ ἐπίθετον, κοῦρος, θοῦρος, λοῦρος πλακοῦντος εἶδος. | |
20 | τὸ τὲ κηπουρός καὶ οἰκουρός ὡς σύνθετα τρισύλλαβα τὴν ἄρχουσαν | |
μακρὰν ἔχοντα ὀξύνεται. | 193 | |
3,1194 | Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῷ α, μονογενῆ ἢ κύρια, προπαροξύνεται Πίνδαρος, Πάνδαρος, κόμαρος, ἄγγαρος, Αἴσα‐ ρος ποταμός, τάλαρος, κύλλαρος, Φρέαρος Ἀθήνησιν ἐπίσημος ἥρως καὶ Φρέαροι δῆμος Ἀθήνησιν, Ὠλίαρος νῆσος τῶν Κυκλάδων μία, περὶ | |
5 | ἧς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ νήσων οὕτω φησίν «Ὠλίαρος Σιδωνίων ἀποικία ἀπέχουσα Πάρου σταδίους ιηʹ». Σάγγαρος ποτα‐ μός, Τόμαρος ὄρος Δωδώνης, ὅ τινες Τόμουρον. οἱ δὲ Τμάρος. Ταί‐ ναρος πόλις Λακωνικὴ ἀπὸ Ταινάρου τοῦ Γεραιστοῦ μὲν ἀδελφοῦ, Διὸς δὲ παιδός· ὃς πλέων σὺν Καλαβρῷ τῷ ἀδελφῷ καὶ τόπον τῆς | |
10 | Πελοποννήσου καταλαβών τινα Ποσειδῶνος ἱερὸν ἱδρύσατο, ὃ καλεῖται Ταίναρον. ἔστι καὶ Ταίναρος ὁ Ἰκαρίου υἱός «ἀφ’ οὗ καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν». Γύαρος νῆσος μία τῶν Σποράδων. Δέξα‐ ρος ἔθνος Χαόνων τοῖς Ἐγχελέαις προσεχεῖς. Μεμβλίαρος ὁ Θήραν οἰκήσας Φοῖνιξ εἷς τῶν μετὰ Κάδμου καὶ νῆσος πλησίον Θήρας ἡ νῦν | |
15 | Ἀνάφη. λέγεται κατ’ ἀφαίρεσιν Βλίαρος. Καλλίαρος πόλις Λοκρῶν ἀπὸ Καλλιάρου τοῦ Ὁδοδόκου καὶ Λαονόμης, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Στράβων δ’ ἐν ἐνάτῃ (p. 426) παρὰ τὸ εὐήροτον αὐ‐ τὴν εἶναι. φασὶ καὶ Καλλίαρα οὐδετέρως. Ἴκαρος νῆσος μία τῶν Κυκλάδων. ἔστι καὶ πόλις Ἀττικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. | |
20 | Ἴσμαρος πόλις Θρᾴκης τῶν Κικόνων. Ὅμηρος (Od. ι 40). Πίναρος ποταμὸς παρ’ Ἰσσῷ. Πάταρος ὁ Ἀπόλλωνος καὶ Λυκίας. Λίπαρος ὁ υἱὸς Αὔσονος. Γίνδαρος ἀκρόπολις Κύρρου, πόλεως Συρίας. Ἀμισώ‐ δαρος ὁ πατὴρ Σιδάκης. Ὕμαρος ὁ πατὴρ Γέλωνος. Ἄψαρος τόπος ἐν Εὐξείνῳ πόντῳ Ἄψυρτος πρότερον λεγόμενος. | |
25 | Τὰ εἰς ρος ὑπερδισύλλαβα δεδιπλασιασμένα κατ’ ἀρχὴν καὶ τὴν πρώτην συλλαβὴν εἰς ρ καταλήγοντα προπαροξύνεται, βάρβαρος· οὐκ ἐπὶ ἔθνους, ἀλλ’ ἐπὶ φωνῆς ἐλαμβάνετο ὡς καὶ Ὅμηρος τοὺς Κᾶρας βαρβαροφώνους ὡς πολεμίους τῶν Ἰώνων. εἴρηται παρὰ τοῖς νεωτέ‐ ροις ἐθνικῶς. Τάρταρος. Κράτης τὸν ὑπὸ τοῖς πόλοις ἀέρα παχύν τε | |
30 | καὶ ψυχρόν τινα καὶ ἀφώτιστον· Ὅμηρος δὲ τόπον εἶναι συνέχοντα τοὺς περὶ Κρόνον καὶ ὑπὸ γῆν ὄντας. λέγεται δὲ ἀρσενικῶς καὶ θηλυ‐ κῶς καὶ οὐδετέρως. Γάργαρος ὁ Διός, ἀφ’ οὗ Γάργαρα πόλις Τρῳά‐ δος, ἣν Ἀλκμὰν θηλυκῶς τὴν Γάργαρόν φησιν, μάρμαρος, οὕτως οὖν καὶ κάρχαρος τριγενές. «Τρίτωνος ἠμάλαψε κάρχαρος κύων» (Ly‐ | |
35 | cophr. 34) καὶ τὸ θηλυκὸν παρ’ Ἀλκμᾶνι «καρχάραισι φωναῖς» καὶ | |
ἐπίρρημα καρχάρως. Κέρβερος, πέρπερος, βόρβορος. | 194 | |
3,1195 | Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα α συνεσταλμένῳ ἢ ἐκτε‐ ταμένῳ τριγενῆ ὄντα ὀξύνεται, εἰ μὴ δεδιπλασίασται ἐν τῇ ἀρχῇ, χα‐ λαρός, λιπαρός, χλιαρός, ψαφαρός, λαγαρός ὁ ἀσθενής, μα‐ δαρός, ῥυπαρός, πλαδαρός, οἷς ἠκολούθησε καὶ τὸ ἀκαρός. τὸ | |
5 | μέντοι κάρχαρος δεδιπλασίασται ἐν τῇ ἀρχῇ. τὸ δὲ φλύαρος προ‐ παροξύνεται οὐκ ἔχον θηλυκὸν καὶ τὸ ἔγκαρος ὁ ἐγκέφαλος. Τὰ εἰς τερος τρισύλλαβα, εἰ ἔχει τὴν ἄρχουσαν μακράν, προπαρ‐ οξύνεται, φέρτερος, βέλτερος, κύντερος «κύντερον ἄλλο γυναι‐ κός» (Od. λ 427). ὕστερος, ὅπερ σημειῶδες μήτε ἀπὸ τῶν εἰς υς | |
10 | ληγόντων παραχθὲν τρισύλλαβόν τε ὑπάρχον καὶ ἔχον τὸ ς προηγού‐ μενον τοῦ τερος· ἀλλ’ ἴσως αἴτιον τὸ πάθος. γίνεται γὰρ παρὰ τὴν ὑπό ὑπότερος καὶ κατὰ συγκοπὴν ὕστερος. τὸ δὲ ο συγκοπτόμενον τὸ ς ποιεῖ θεόφατον θέσφατον, θεοείκελον θέσκελον. δεύτερος. ἴκτερος. τὸ δὲ καρτερός ὀξύνεται ἀπὸ τοῦ κρατερός καὶ τὸ Κρατερός ὄνομα κύριον. | |
15 | Τὰ διὰ τοῦ τερος τριβράχεα τότε βαρύνονται, ὅτε πυσματικὴν ἔν‐ νοιαν ἔχοι ἢ ἐκ δύο προσώπων ἕν τι τὸ κατηγόρημα ποιεῖται, πότε‐ ρος, πρότερος, ἕτερος, οἷς ἠκολούθησε καὶ τὸ ἑκάτερος. Τὰ εἰς τερος ὑπερτρισύλλαβα συγκριτικὰ ἢ συγκριτικῶς παραλη‐ γόμενα προπαροξύνεται, ἰθύντερος ῥήματι παρακείμενον τῷ ἰθύνω, | |
20 | ἀβέλτερος, μελάντερος, ὀρέστερος, ἡμέτερος, ὑμέτερος, σφωΐτερος, φιλαίτερος, πλησιαίτερος, περαίτερος, ταχύτε‐ ρος, πλατύτερος, βραχύτερος, ἡδύτερος, ἐπασσύτερος «ὣς τότ’ ἐπασσύτεραι Δαναῶν» (Il. Δ 427), ὅπερ οὐκ ἔχει φυσικὸν τὸ υ, | |
ἐκ δὲ τοῦ ἀσσοτέρου ἐτράπη «ἀσσοτέρω καθίσασα παραὶ πυρί» (Od. ρ | 195 | |
3,1196 | 572). δημότερος συγκριτικὸν οὐκ ἀποκοπῇ, ἀλλ’ ἐκ τοῦ ἐπιθετικοῦ τοῦ «δῆμον ἐόντα παρὲξ ἀγορευέμεν» (Il. Μ 213), βασιλεύτερος. τούτοις ἠκολούθησε καὶ τὸ κασσίτερος, εἰ καὶ προσηγορικόν. τὸ δὲ περιστερός ὀξύνεται. τὸ μέντοι ἀριστερός ὀξύνεται ὡς διὰ τοῦ | |
5 | ερος καὶ δεξιτερός. τὸ δὲ ἀμφότερος ἐπιθετικόν, τὸ δὲ Ἀμφο‐ τερός ὡς κύριον ὀξύνεται. * Τὰ εἰς ερος ὑπερδισύλλαβα μονογενῆ ἢ κύρια βαρύνεται, Τέρ‐ μερος, ἀφ’ οὗ Τέρμερα πόλις Λυκίας, Σύβερος πόλις Ἰλλυρίδος, Ὤλερος Κρητικὴ πόλις, περὶ ἧς Ξενίων ἐν Κρητικοῖς φησι «πορρω‐ | |
10 | τέρω δὲ τῆς Ἱεραπύτνης Ὤλερος ἦν ἡ πόλις ἐφ’ ὑψηλοῦ μὲν ᾠκισμένη τόπου». ἵμερος παρὰ τὸ ἵημι καὶ ἵεσθαι «ἵετο γὰρ βαλέειν» (Π 383 et 866) ὁ ποθῶν γὰρ ἵεται ἐπὶ τὸ ποθούμενον. Τὰ διὰ τοῦ ερος τριγενῆ ὄντα καὶ τριβράχεα ὀξύνεται, χωρὶς εἰ μὴ ἔχοι τὸ τ πρὸ τοῦ ε, γοερός, νοερός, ψογερός, δροσερός, | |
15 | τρυφερός, βλαβερός, φανερός, ἱερός, σφαλερός, δολερός, χλοερός, νοσερός, σταθερός, πενθερός. τὸ δὲ ἥμερος τὴν πρὸ τέλους τρίτην μακρὰν ἔχει. ᾧ ἠκολούθησε καὶ τὸ ἐλεύθερος. τὸ δὲ πότερος, ἕτερος ἔχει τὸ τ πρὸ τοῦ ε. Τὰ διὰ τοῦ ηρος ὑπὲρ δύο συλλαβὰς εἴτε κύρια εἴτε προσηγορικὰ | |
20 | εἴτε ἐπίθετα μὴ ἔχοντα κατ’ ἰδίαν θηλυκὰ προπαροξύνεται, ὅμηρος, σίδηρος. Φάληρος· Ἄβδηρος ὄνομα τόπου. Ἄηρος πόλις Κρη‐ τική, Ἄνδηρος, Ἴβηρος ἀπὸ τῆς Ἴβηρος γενικῆς παραχθέν «αὐτὸς Ἴβηρος τραγοπώγων» ἐν Μαλθακοῖς Κρατίνου. καὶ Ἀπολλώνιος μὲν ἐν τοῖς παρωνύμοις φησίν «ἀπὸ γενικῶν εὐθεῖαι παράγονται, τῶν μὲν | |
25 | ὑπὲρ δύο συλλαβὰς ὁμοίως τῇ εὐθείᾳ κατὰ τὸν τόνον προπαροξυνόμε‐ ναι, καὶ ἐν ἁπλῷ σχήματι ἢ ἐν συνθέτῳ. ἁπλοῦν μὲν οὖν μάρτυρ μάρ‐ τυρος ὁ μάρτυρος, Χάροψ Χάροπος ὁ Χάροπος «Χαρόποιο τ’ ἄνακτος» (Il. Β 672), Τροίζην Τροίζηνος ὁ Τροίζηνος «υἱὸς Τροιζήνοιο» (Il. Β 847). Ἴβηρ Ἴβηρος ὁ Ἴβηρος». τὸ αὐτὸ καὶ Ἅβρων ἐν παρωνύμοις | |
30 | φησίν. ἀλλὰ τὰ παρὰ γενικῆς ἀναπεμφθέντα κατὰ τὸν τόνον συνεξο‐ μοιοῦνται τῷ χαρακτῆρι τῆς εὐθείας. τὸ γὰρ φυλακός προσηγορικὸν | |
ὀξύνεται τῷ χαρακτῆρι τῶν εἰς ακος ὑπερδισυλλάβων προσηγορικῶν, | 196 | |
3,1197 | τὸ δὲ μάρτυρος ἠκολούθησε τῷ ἄργυρος, τὸ Χάροπος τῷ Ἄροπος, Ἀστέροπος. οὕτω καὶ τὸ Ἴβηρος τῷ ὅμηρος σίδηρος. τὸ δὲ Τροίζηνος ἀπὸ Τροιζήν ὀξυτόνου εἰς ἰδιότητα βαρύνεται ὡς καὶ τὸ Φύλακος κύ‐ ριον. Ἄβληρος κύριον. Ὅμηρος «Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ» | |
5 | (Ζ 32). Ψένηρος Αἰγυπτία κώμη. Κύθηρος ὁ Φοίνικος, ἀφ’ οὗ Κύθηρα νῆσος, καὶ δῆμος τῆς Πανδιονίδος φυλῆς. Δίγηρος ἔθνος Θρᾴκιον. Πολύβιος ιγʹ. Δίζηρος ποταμὸς Ἰλλυρίδος. Λυκόφρων (1026) «οἳ πρὸς βαθεῖ νάσσαντο Διζήρου πόρῳ». ἴσως ἀπὸ τοῦ δίζησθαι τὴν Μήδειαν ὀνομασθείς. Δόβηρος πόλις Παιονίας. Κάληρος βασιλεύς, | |
10 | ἀφ’ οὗ ἡ Ἀλωπεκόννησος ἐκαλεῖτο Κάληρος. Στενύκληρος πόλις Μεσσήνης. ἐρίηρος, τριέτηρος, πενταέτηρος, τετραφάληρος. τὰ μέντοι διὰ τοῦ ηρος ὑπὲρ δύο συλλαβὰς ἐπιθετικὰ ἔχοντα κατ’ ἰδίαν θηλυκὰ ὀξύνεται, λυπηρός, ἀταρτηρός, τυχηρός, ὀλισθηρός, ποιηρός, ἀτηρός, ἀλγηρός, πνιγηρός, ἀνθηρός, τολμηρός, | |
15 | πενθηρός ἐπὶ ἱματίου μέλανος ἔφη Ἀναξίλας Α. φέρ’ αὔτ’ ἀνύσας. Β. ἀλλ’ ἐστὶ πενθηρὸν πάνυ. καματηρός, αἱματηρός, ἀσηρός, σιγηρός, ἀγροικηρός ἀπὸ τοῦ ἄγροικος «ἀγροικηρὴν φύσιν». ὀτρηρός, οὗ τὸ θηλυκὸν ὀτρηρή «τὸν δ’ αὖτ’ ὀτρηρὴ ταμίη» (Ζ 381). ἰστέον δὲ ὅτι τὸ πόνηρος καὶ μόχθη‐ | |
20 | ρος οἱ Ἀττικοὶ ἀντὶ τοῦ ὀξύνειν προπαροξύνουσιν, ὅταν τὸν ἐπίπονον | |
καὶ ἐπίμοχθον σημαίνῃ, ἐπὶ δὲ τῶν κατὰ ψυχὴν φαύλων ὀξύνουσιν. | 197 | |
3,1198 | Τὰ εἰς ρος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ει διφθόγγῳ ἢ μόνῳ τῷ ι ἐκτεταμένῳ βαρύνεται, Κάμειρος τὸ κύριον—ἔστι δὲ παῖς Κερκάφου τοῦ Ἡλιάδου καὶ Κυδίππης—διὰ διφθόγγου, Κάμι‐ ρος δὲ πόλις ἐν Ῥόδῳ διὰ τοῦ ι «Λίνδον Ἰήλυσόν τε καὶ ἠνεμόεντα | |
5 | Κάμιρον» (Il. Β 656). ἤπειρος, Κάβειρος πόλις τῆς κάτω Ἀσίας. τοὺς δὲ δαίμονας Καβείρους ὁ Ἀλεξίων διὰ τοῦ ι, ὡσαύτως δὲ Φιλό‐ ξενος. ἡ δὲ παράδοσις δίφθογγον ἔχει καὶ ἴσως συνέδραμε τῷ μάγει‐ ρος, αἴγειρος, πέπειρος, ὄνειρος. Ἄνδειρος ὄνομα ποταμοῦ, Κόνει‐ ρος ὄνομα ἔθνους, ὄνειρος, πέπειρος, μάγειρος παρὰ τὸ μάσσω | |
10 | ὁ τὰς μάζας φυρῶν. Αἰολεῖς δὲ διὰ τοῦ ι. αἴγειρος διὰ διφθόγγου τὰ δύο. εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι οἷον «καὶ αἰγέρων ἔφυσαν εὐγε‐ νέστεραι» καὶ κατὰ πλεονασμὸν τοῦ ι αἴγειρος Ὅμηρος (Od. η 106) «μακεδνῆς αἰγείροιο». τὰ γὰρ εἰς ρος ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουσι παραλήγεσθαι οἷον ἀΐσσω αἴγειρος, μάσσω μάγειρος, ὀνῶ ὄνειρος, πέπτω | |
15 | πέπειρος. τὸ δὲ αι τῆς πρώτης συλλαβῆς γέγονεν ἀπὸ τοῦ ἀΐσσω κατὰ κρᾶσιν. ἔστι δὲ καὶ Αἴγειρος πόλις Μεγαρίδος, ὡς Θεόπομπος πεν‐ τηκοστῇ ἕκτῃ, ἣν Στράβων Αἰγείρουσαν λέγει (9 p. 394). σάπφειρος λίθος, Στάγειρος. Κάσπειρος πόλις Πάρθων προσεχὴς τῇ Ἰνδικῇ καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Στάλιρος, Σίτιρος, Βίστιρος πόλις | |
20 | Θρᾴκης καὶ Πίστιρος τὸ ἐμπόριον. Κύστιρος, Δύσιρος, Βεδύ‐ | |
σιρος, ἄϊρος σύνθετον ἀπὸ δισυλλάβου Ἶρος «ἦ τάχα Ἶρος ἄϊρος | 198 | |
3,1199 | ἐπίσπαστον κακὸν ἕξει» (Od. ς 72). τὸ καυστειρός οὐ μάχεται. ἀπὸ γὰρ τοῦ η ἐτράπη εἰς ει Βοιωτιακῶς ὡς τὸ τέθηκα τέθεικα. * Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῷ ο ἁπλᾶ προπαροξύ‐ νεται, Δοροκόττορος πόλις Γαλατῶν τῶν προσβόρρων. ἀλάστορος | |
5 | εὐθεῖα παρὰ τὴν γενικὴν παραχθεῖσα. Αἰσχύλος Ἰξίονι «πρευμενὴς ἀλά‐ στορος» καὶ Φερεκύδης «ὁ Ζεὺς δὲ Ἱκέσιος καὶ Ἀλάστορος καλεῖται». Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῷ ο σύνθετα ὄντα προ‐ παροξύνεται, κατήγορος, συνήγορος, περὶ ὧν ἐν τῷ τέλει λέξομεν. νῦν δὲ διαληψόμεθα περὶ τῶν ἐχόντων τὸν τόνον ἐν τῇ παραληγούσῃ, | |
10 | τελεσφόρος, δορυφόρος, βουληφόρος, ἑωσφόρος, τὸ δὲ ἄφο‐ ρος προπαροξύνεται, παντοπόρος, καὶ γαμόρος, τὸ δὲ κατάμο‐ ρος προπαροξύνεται. Τὰ εἰς ρος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ υ κύρια ἢ προσ‐ ηγορικά, μὴ περιεκτικὰ ἢ ἐπιθετικὰ ἔχοντα κατ’ ἰδίαν θηλυκὰ προπαρο‐ | |
15 | ξύνεται, πάπυρος, διάπυρος ὁ θερμός, μάρτυρος, ἄργυρος. ἔστι καὶ πόλις. Φίλιστος ἐν ἐνάτῃ. πόρφυρος, ζέφυρος, Σάτυρος, λά‐ θυρος εἶδος ὀσπρίου. Ἴδυρος πόλις, ἣ καὶ Ἰδυρίς, καὶ ποταμὸς Παμφυλίας. Ἑκαταῖος. Μάνθυρος. Ἄμυρος πόλις Θεσσαλίας ἀπὸ ἑνὸς Ἀργοναυτῶν. ἡ πόλις θηλυκόν. ἄδηλον δὲ τὸ Ἡσιόδειον «Δωτίῳ | |
20 | ἐν πεδίῳ πολυβότρυος ἀντ’ Ἀμύροιο». Σουίδας δ’ ἐν ταῖς γενεαλο‐ γίαις τὴν πόλιν Ἀμυρικὴν καλεῖ. Γλάφυρος υἱὸς Μάγνητος ὁ τὰς Γλαφυρὰς κτίσας, Ἔλυρος πόλις Κρήτης ὡς Ξενίων ἐν Κρητικοῖς. Ἔφυρος ὁ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Λυκάονος τοῦ Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος, καὶ τὸ ἐθνικὸν ὅμοιον. Βάκυρος ἔθνος | |
25 | πρὸς Πάρθους καὶ Μήδους ὃ καὶ Βακυριανός. Σίμυρος πόλις Σύρων. | |
Ἔφορος δὲ Σίμυρα οὐδετέρως αὐτήν φησι. Κασπάπυρος πόλις Γαν‐ | 199 | |
3,1200 | δαρική. Σκυθῶν δὲ ἀκτή. Ἑκαταῖος Ἀσίᾳ. Κόσσυρος νῆσος κατὰ Σελι‐ νοῦντα Σικελίας ποταμὸν καὶ πόλις ὁμώνυμος. Κίνυρος Κουρέως πατήρ. Λάμυρος ποταμὸς Λυκίας. Λίγυρος ποταμὸς Ἰβηρίας. Λίμυ‐ ρος ποταμὸς Λυκίας. Λευκόσυρος ποταμὸς Κιλικίας ὁ ὕστερον Πύ‐ | |
5 | ραμος. λέγονται καὶ Σύροι ἔθνος Λευκόσυροι. Στράβων ἑκκαιδεκάτῃ (p. 737) «δοκεῖ δὲ ἀπὸ Βαβυλωνίας τῶν Σύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ οἵ τε πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται». Νίσυρος νῆσος μία τῶν | |
10 | Κυκλάδων «οἳ δ’ ἄρα Νίσυρόν τ’ εἶχον» (Β 676). Τάπυρος ἔθνος οὐ πόρρω Ὑρκανίας. Λέσυρος ποταμός. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λέσυρος ποταμός». τὸ δὲ ἀχυρός ὁ ἀχυρών παρὰ Ἀττικοῖς ὀξύνεται ὡς περιεκτικόν. τὰ δὲ ἔχοντα θηλυκὰ τριγενῆ ὀξύνεται, λιγυρός, καπυρός, ἁλμυρός, ὀϊζυρός, ὀχυρός, ἐχυ‐ | |
15 | ρός, ἰσχυρός, βδελυρός, ἑκυρός ὁ πενθερός. Τὰ διὰ τοῦ ωρος ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Θεόδω‐ ρος, Ἄψωρος πόλις Ἰλλυρίας, Ἰσόδωρος. Ἄλωρος πόλις Μακε‐ δονίας. ἔστι δὲ καὶ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. Ἄζωρος πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς Στράβων (7 p. 327), | |
20 | ὑπό τινος ἐκτισμένη Ἀζώρου. λέγεται καὶ πληθυντικῶς «ἐν Ἀζώροις». Ῥιανὸς Ἀζώρειαν αὐτήν φησιν. Ἀννίχωρος ἔθνος πλησίον Περσῶν. λέγεται καὶ Ἀννίχωρ. Ἄωρος πόλις Κρήτης ἀπὸ Ἀώρας νύμφης. ἐκα‐ λεῖτο καὶ Σάωρος. Γάζωρος πόλις Μακεδονίας. Ἔλωρος ποταμὸς ὁ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν ἀπὸ χειρὸς ἐσθίοντας, | |
25 | ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. καὶ ἀπ’ αὐτοῦ Ἔλωρος πόλις Σικελίας. ἔστι καὶ Μακεδονίας ἄλλη. Θέστωρος πόλις Θρᾴκης. Θεό‐ πομπος εἰκοστῇ δευτέρᾳ. Κασσάνωρος πόλις Αἰγυπτία, ἧς μέμνηται Ἐφορος κϛʹ. Κύτωρος ἢ Κύδωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός. Μίλκωρος Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. Θεόπομπος | |
30 | κεʹ Φιλιππικῶν. Πίλωρος πόλις περὶ τὸν Ἄθων. τὰ μέντοι προση‐ γορικὰ ἢ ἐπιθετικὰ καὶ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅσα ἔχει ἔννοιαν τοῦ ὠρῶ ῥήματος, θεωρός, ὑληωρός, ἰωρός ὁ γνήσιος φύλαξ, πυλωρός, θυρωρός, μυλωρός, φρυκτωρός, σκευωρός. τὰ δὲ βαρύνεται, νέωρος, ἀσχέδωρος, μετέωρος, ὀλίγωρος, | |
35 | οὐδενόσωρος. | 200 |
3,1201 | Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῇ αι διφθόγγῳ προπαρ‐ οξύνονται, κἂν ἐπιθετικὰ ὑπάρχωσιν, Πάλαιρος· ἔστι δὲ χωρίον τῆς Ἀκαρνανίας. μέμνηται καὶ Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ «οὔτ’ ὦν Πάλαιρος οὔτε βοιαυτοῦ» (*). χήμαιρος· κύπαιρος Δωρικὸν ἀπὸ | |
5 | τοῦ κύπειρος γέγονεν τροπῇ τοῦ ε εἰς α ὡς κατώγειος κατώγαιος. εὔκαιρος, ἄκαιρος. τὸ μέντοι ἑταῖρος προπερισπᾶται. ἴσως οὖν ἀναλογώτερον τὸ «ἑτάρους τε» χωρὶς τοῦ ι λεγόμενον. πολλὰ γάρ ἐστι τοιαῦτα, μάρμαρος, βάρβαρος, τάλαρος, κύλλαρος, φλύαρος. Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῇ αυ διφθόγγῳ, μὴ | |
10 | ἔχοντα θηλυκά, προπαροξύνεται, Ἴσαυρος ἔθνος. Ἐπίδαυρος πόλις πρὸς τῷ Ἄργει θηλυκῶς λεγομένη. τὸ γὰρ «ἀμπελόεντ’ Ἐπίδαυρον» (Β 561) μετὰ ἀρσενικοῦ ἐπιθέτου θηλυκόν ἐστιν ὡς τὸ «ψολόεντος ἐχί‐ δνης» (Ther. 129) παρὰ Νικάνδρῳ καὶ τὸ «ἠμαθόεντος Πύλου» (Β 77) καὶ ὅσα τοιαῦτα. τινὲς δὲ αὐτήν φασι Λειμήρη διὰ διφθόγγου ὡς λει‐ | |
15 | μῶνας ἔχουσαν ἢ διὰ τοῦ ι ὡς πολυλίμενον κατὰ Ἀρτεμίδωρον. ἐκαλεῖτο καὶ Μειλισσία καὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος. Κέν‐ ταυρος, Ἄναυρος, Ἄγλαυρος, Κάλαυρος ὁ Ποσειδῶνος, Μά‐ ταυρος πόλις Σικελίας Λοκρῶν κτίσμα. Βάναυρος υἱὸς Αἴαντος, ἀφ’ | |
20 | οὗ Βαναυρίδες Τυρρηνικαὶ νῆσοι. τὸ δὲ θησαυρός ὡς περιεκτικὸν | |
ὀξύνεται ὥσπερ καὶ τὰ τριγενῆ, ἀμαυρός, ἀφαυρός καὶ τὸ ἀγαυ‐ | 201 | |
3,1202 | ρός, ὅπερ ἔδει βαρύνεσθαι πλεονασμῷ τοῦ α ἐκ δισυλλάβου γενόμε‐ νον. Τὰ εἰς ρος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα ου προπαροξύνεται, ἐπίκουρος, ἐπάρουρος ὁ κηπουρός. Ἕλουρος Σκυθικὸν ἔθνος, | |
5 | μελάνουρος, Παλίνουρος, παλίουρος τὸ φυτόν. Ὄλουρος πο‐ λίχνιον τῆς Ἀχαΐας οὐ πόρρω Παλλήνης ὡς Ξενοφῶν Ἑλληνικῶν ἑβδόμῳ (4, 17). Βάλβουρος, ἀφ’ οὗ Βάλβουρα πόλις Λυκίας. Βό‐ λουρος πόλις τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων «μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγις καὶ Βόλουρος». Ἰψίκουρος ἔθνος Λιγυστικόν. Θεόπομπος τεσ‐ | |
10 | σαρακοστῷ τρίτῳ «ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυες τὸ γένος». Κυνόσουρος ὁ Ἑρμοῦ, Κύνουρος παῖς Περσέως, Ἀπάτουρος κόλπος ἐν τῇ Ἀσίᾳ. Ἑκαταῖος. Τόμουρος. οὕτως τινὲς Τόμαρον ὄρος Δωδώνης ὃ καὶ Τμάρος καὶ τὸν κατοικοῦντα. σεσημείωται νομηουρός ὁ τὴν νομὴν φυλάσσων καὶ ὑλοκουρός ὁ | |
15 | τὴν ὕλην τέμνων. Τὰ εἰς ρος τρισύλλαβα παραληγόμενα τῇ ου ὀξύνεται, εἰ ἔχοι τὴν ἄρχουσαν μακράν, οἰκουρός, κηπουρός, τηλουρός ὁ μακρὰν ὤν. τὰ μέντοι προπερισπώμενα τρισύλλαβα ὁρᾶται ἔχοντα ἐν τῇ πρὸ τῆς ου δύο σύμφωνα ἢ καὶ πλείω τῶν χαρακτηριστικῶν τῆς δευτέρας συζυ‐ | |
20 | γίας τῶν βαρυτόνων, ἀρκτοῦρος, ἀγχοῦρος, κλαγγοῦρος ὁ κρα‐ κτικός. τὸ δὲ Λάμπουρος προπαροξύνεται καὶ τὸ κέρκουρος εἶδος πλοίου. Τὰ εἰς ρος δισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώνου ἀρχόμενα ἀπὸ τῆς νε ὀξύνεται, νεκρός, νεβρός, νεφρός. | |
25 | * Τὰ εἰς ρος δισύλλαβα μετ’ ἐπιπλοκῆς τοῦ β ἁπλᾶ μονογενῆ βα‐ ρύνεται, Ἄβρος ἔθνος πρὸς τῷ Ἀδρίᾳ Ταυλαντίων προσεχὲς τοῖς Χελιδονίοις ὡς Ἑκαταῖος. Ἕβρος ποταμὸς Θρᾴκης. Κίμβρος, οὕς τινές φασι Κιμμερίους, Σκύβρος χωρίον Μακεδονικὸν ὡς Θεόπομπος. Σκόμβρος ἔθνος ὡς Σοφοκλῆς. Θίβρος πόλις Καρίας. Λυκόφρων | |
30 | (v. 1390) «οἳ Θίβρον οἰκήσουσι Σάτνιόν τ’ ὄρος». Θύμβρος φίλος Δαρδάνου, ἀφ’ οὗ Θύμβρα. Ἴμβρος νῆσος Θρᾴκης ἱερὰ Καβείρων καὶ Ἑρμοῦ, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες. ἔστι καὶ πόλις. Τέμβρος πόλις Κύπρου. Ὄμβρος ποταμὸς Ἰταλίας καὶ ἔθνος. λέγονται καὶ Ὄμ‐ βρικοι καὶ Οὖμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσι. καὶ τὸ ὄμβρος | |
35 | προσηγορικόν. ἄλλως τε τὰ εἰς ος δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἢ πλέονα βαρύνεσθαι θέλει. οἷον ὄκνος, ὄρρος, | |
ὄσσος, Ὄρθος, ὄγμος. οὕτως καὶ ὄμβρος. τὸ μέντοι γαμβρός ὀξύ‐ | 202 | |
3,1203 | νεται. τὰ δὲ τριγενῆ ὀξύνεται λιβρός ὁ σκοτεινός. τὸ δὲ λάβρος σύνθετον. Τὰ εἰς ρος δισύλλαβα μετ’ ἐπιπλοκῆς τοῦ γ βαρύνεται, μονογενῆ ὄντα, φάγρος, πάγρος, γόγγρος. τὰ δὲ τριγενῆ ὀξύνεται, λυ‐ | |
5 | γρός, ὑγρός, μεθ’ ὧν καὶ ἀγρός. Τὰ εἰς ρος δισύλλαβα ἔχοντα δ μονογενῆ βαρύνεται, Ἄνδρος νῆσος μία τῶν Κυκλάδων. ἐκλήθη δὲ ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου ἢ τοῦ Ἀνίου ἀδελφοῦ τοῦ πατρὸς τῶν Οἰνοτρόπων. τινὲς δέ φασιν Ἀν‐ δρέα τοῦτον καὶ Ἀνίου παῖδα. Σκίδρος πόλις Ἰταλίας. Κόδρος. | |
10 | Φαῖδρος τὸ κύριον, φαιδρός δὲ ὁ λαμπρός ὀξύνεται, ὥσπερ καὶ τὸ κυδρός ὁ τίμιος. σεσημείωται τὸ χονδρός ὀξυνόμενον, οὐ τὸ ἐπί‐ θετον τριγενὲς ὄν, ἀλλὰ τὸ προσηγορικὸν εἶδος ἐντέρου ὄν. Τὰ εἰς ρος δισύλλαβα τριγενῆ ἔχοντα δασὺ πρὸ τοῦ ρ ὀξύνεται, νωθρός, σαθρός, ψυχρός, ἐχθρός, αἰσχρός, στιφρός ὁ συνε‐ | |
15 | στραμμένος. βληχρός. σεσημείωται τὸ γλίσχρος. τὰ δὲ μονογενῆ βα‐ ρύνεται οἷον δίφρος καὶ Δίφροι πόλις Φοινίκων καὶ τὸ ἐθνικὸν ὁμώνυμον, ὦχρος τὸ μονογενές, ὠχρός τὸ ἐπίθετον. τάχα δὲ καὶ τὸ ὦχρος ἐγένετο παρὰ τὸ ἄχροος, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος καὶ κατὰ συναλοιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον. ἄλλως τε τὰ εἰς ος | |
20 | λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκειμένου τοῦ ι, βαρύνεται ὦμος. πρόσκειται μὴ ἔχοντα τὸ ι διὰ τὸ ᾠδός. σεσημείωται τὸ ἀφρός ὁ ἐπὶ τῶν ὑγρῶν ὀξυνόμενον, τὸ δὲ ἐθνικὸν Ἄφρος βαρύνεται. Τὰ εἰς κρος δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται, μα‐ | |
25 | κρός, πικρός, μικρός, νεκρός, λευκρός ὁ φαλακρός παρὰ Σαλα‐ μινίοις, Λοκρός ὁ κτίστης καὶ ἔθνος καὶ Λοκροὶ Ἐπιζεφύριοι πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. Τευκρός τὸ ἐθνικὸν οἱ Τρῶες, Τεῦκρος δὲ τὸ κύριον υἱὸς Σκαμάνδρου καὶ Ἰδαίας νύμφης. ἔστι μὲν κανὼν ὁ λέγων, ὅτι τοῖς συνοικισταῖς ὁμοφωνεῖ τὰ ἐθνικὰ δηλονότι καὶ γραφῇ | |
30 | καὶ τόνῳ οἷον Ἴων, Θετταλός, Ἀχαιός, Τρώς, Δαναός, Λοκρός. τὸ δὲ | 203 |
3,1204 | Τευκρός διήλλαξεν ὡς τριγενὲς ὀξυνόμενον. τὸ δὲ ἄκρος καὶ ἴγκρος βαρύνεται. Τὰ εἰς ρος ἔχοντα π πρὸ τοῦ ρ μονογενῆ μὲν παροξύνεται, κό‐ προς, κάπρος, Κύπρος νῆσος ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου | |
5 | ἢ τῆς Βύλλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ περὶ νήσων καὶ Ἴστρος ἐν ἀποικίαις Αἰγύπτου ἱστόρησαν, ἢ ἀπὸ τοῦ φυομένου ἄνθους κύπρου. Ἀστύνομος δέ φησι Κρύπτον κεκλῆσθαι διὰ τοῦ κρύπτεσθαι πολλάκις ὑπὸ τῆς θαλάσσης. εἶτα Κύπρος. ἔστι καὶ Λιβυκὴ Κύπρος. Ἄπρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ ἕκτῃ «τοῦ δ’ Ἀντιπάτρου | |
10 | διατρίβοντος περὶ τὴν Ἄπρον». Λάμπρος τὸ κύριον, λαμπρός δὲ τὸ ἐπίθετον. τριγενῆ δὲ ὄντα ὀξύνεται, σαπρός, λεπρός, λυπρός. Τὰ εἰς ρος δισύλλαβα ἔχοντα πρὸ τοῦ ρ τὸ τ μόνον ἢ μεθ’ ἑτέ‐ ρου συμφώνου μὴ ἐπιθετικὰ βαρύνεται, Χύτρος Κύπρου πόλις, ἣν ὠνομάσθαι μὲν Ξεναγόρας φησὶν ἀπὸ Χύτρου τοῦ Ἀλεξάνδρου τοῦ | |
15 | Ἀκάμαντος. Λεῦκτρος, οἶστρος, βόστρος, Ἴστρος ἔθνος ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι δὲ καὶ πόλις Κρήτης, ἣν Ἀρτε‐ μίδωρος Ἰστρῶνά φησι. δευτέρα πόλις Ἴστρος ἐν τῷ Πόντῳ. Ἀρριανὸς δὲ Ἰστρίαν ὡς Ὀλβίαν αὐτήν φησι. τρίτη νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ τὸ Τριόπιον τῆς Κνιδίας. τετάρτη πόλις τῆς Ἰαπυγίας, ὡς Ἔφο‐ | |
20 | ρος εἰκοστῷ ἐνάτῳ. ἔστι καὶ ποταμός. Βάκτρος ἔθνος. τὸ δὲ δαιτρός ὀξύνεται καὶ τὸ οἰκτρός, ἔτι καὶ τὸ φιτρός ὁ κορμός. Τὰ εἰς δύο ρρ ἐπιθετικὰ ὄντα ὀξύνεται, στερρός, πυρρός τὸ ἐπίθετον. Πύρρος δὲ τὸ κύριον ὥσπερ καὶ τὸ ῎Υρρος καὶ Γέρρος τόπος καὶ ποταμὸς προσεχὴς τῷ Βορυσθένει καὶ Κύρρος πόλις Συρίας. | |
25 | Τὰ εἰς ρος ὑπερδισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώνου ὀξύνεται ἐπι‐ θετικὰ ὄντα, φαλακρός, μολοβρός, ἐρυθρός, πενιχρός. τὰ δὲ σύνθετα τῆς κατὰ τὸ τέλος συνθέσεως ὑπερβαινούσης μίαν συλλαβὴν βαρύνεται, δείλανδρος, ἄνανδρος, ἔνυδρος, ἄνυδρος, ὕπαν‐ δρος, φίλανδρος, ἄϊδρος, πάρεδρος, ἔφεδρος. τὸ δὲ ἀβλη‐ | |
30 | χρός ὀξύνεται ἐκ πλεονασμοῦ ἔχον τὸ α. αὐτὸ γὰρ τὸ βληχρός ἤδη σημαίνει ὡς ἐπὶ τὸ πλεῖστον τὸ ἀσθενές. Ἀλκαῖος θʹ «βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί» καὶ ὁ Νίκανδρος «βληχρὸν γὰρ μυὸς οἷον μυληβό‐ ρου ἐν χροῒ νύγμα» (Ther. 446). τοῦτο δὲ πλεονάσαν τῷ α φυλάξει τὸν αὐτὸν τόνον, λαλητός ἀλαλητός, στεροπή ἀστεροπή. καὶ ἡ παρά‐ | |
35 | δοσις ὀξύνει τὸ ὄνομα πεισθεῖσα τῷ παρασχηματισμῷ ὡς ἁπλῷ. θηλυκῶς | 204 |
3,1205 | γὰρ παρεσχηματίσθη ἀβληχρά ὡς πενιχρά, ψυχρά. διὸ οὐκ εὖ βαρύνει Ἡρακλείδης ὁ Μιλήσιος λόγῳ χρώμενος τούτῳ ὡς ὅτι βληχρόν ἐστι τὸ ἰσχυρόν, ὅπερ κατὰ στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος. Τὰ εἰς ρος ὑπὲρ δύο συλλαβὰς κύρια ὄντα μετ’ ἐπιπλοκῆς συμφώ‐ | |
5 | νου προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη, Μίνυθρος, Ἔρυθρος ὁ ἥρως, ἀφ’ οὗ Ἐρυθρὰ ἡ θάλασσα, Χάραδρος ποταμὸς ὡς Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ Χάραδρος ποταμός». Σκάμανδρος ἥρως καὶ ποταμὸς Τροίας. Μυρίανδρος πόλις Συρίας πρὸς τῇ Φοινίκῃ. Ξενοφῶν ἐν πρώτῳ ἀναβάσεως (4, 6). Μαίανδρος ποταμὸς καὶ πόλις Μαγνησίας. Ἄν‐ | |
10 | τανδρος πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ τῆς Αἰολίδος. ἀπὸ Ἀν‐ τάνδρου τοῦ στρατηγοῦ Αἰολέων. ἢ ἡ ἀντὶ ἀνδρὸς δεδομένη, ἐπειδὴ Ἀσκάνιος αἰχμάλωτος γίνεται ὑπὸ Πελασγῶν καὶ ἀνθ’ ἑαυτοῦ τὴν πόλιν δέδωκε λύτρον καὶ ἀπελύθη. Τήλανδρος πόλις Καρίας. Ἀλέξανδρος δ’ ὁ πολυίστωρ οὐδετέρως πόλιν Τήλανδρον καλεῖ πρώτῳ Λυκιακῶν | |
15 | καὶ Τηλάνδρειαν τὴν αὐτήν. Φολέγανδρος νῆσος τῶν Σποράδων ἀπὸ Φολεγάνδρου τοῦ Μίνωος «ἣν Ἄρατος σιδηρείην ὀνομάζει διὰ τὴν τρα‐ χύτητα» (Strabo 10, 484). Τάρανδρος χωρίον Φρυγίας. Βήριθρος πόλις Τρωϊκή. Ἄθυμβρος, οὗ κτίσμα Ἄθυμβρα πόλις Καρίας. Κέλαι‐ θρος, ἀφ’ οὗ Κελαίθρα πόλις Βοιωτίας. Γάλαδρος Ἠμαθίου παῖς καὶ | |
20 | ὄρος. Κάϋστρος ποταμός, ὃς διὰ τὸ ἔχειν τὴν κεκαυμένην χώραν πλησίον ἐκλήθη. ἔστι δὲ καὶ Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζό‐ νος, ὃς ἐν Ἀσκάλωνι ἔγημε τὴν Δερκετώ. καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμί‐ ραμιν, ἥτις καὶ Βαβυλώνια τείχη κατεσκεύασεν. Τέγεστρος, ἀφ’ οὗ Τέγεστρα πόλις Ἰλλυρίας. τὸ δὲ Οἰνωτρός ἔθνος ὁμοφώνως τῷ οἰ‐ | |
25 | κιστῇ ὡς Ἰταλός καὶ Ἴων καὶ Κίλιξ. ὡσαύτως καὶ Καλαβρός ὁ οἰκή‐ τωρ τῆς Καλαβρίας ὡς τῆς Κανταβρίας Κανταβρός. τὸ δὲ Ἴνσοβρος ἔθνος Ἰταλικὸν Πολύβιος ιϛʹ βαρύνεται. Τὰ εἰς σος διβράχεα βαρύνεται, Θάσος νῆσος πρὸς τῇ Θρᾴκῃ ἀπὸ Θάσου. Κάσος Κλεόχου υἱὸς καὶ ἀπ’ αὐτοῦ μία τῶν Κυκλάδων «οἱ δ’ | |
30 | ἄρα Νίσυρόν τ’ εἶχον Κράπαθόν τε Κάσον τε» (Β 676). ἔστι καὶ ἑτέρα Περσίδος πόλις. Ἄσος πολίχνιον Κρήτης. νόσος, δρόσος, πίσος | |
τὸ ὄσπριον, μέσος, ἴσος, πόσος, ὅσος, τόσος. | 205 | |
3,1206 | Τὰ εἰς σος δισύλλαβα τῷ η παραληγόμενα βαρύνεται, νῆσος καὶ Νῆσος πόλις Ἰβηρική. πεπλάνηται δὲ νῆσος παρὰ τὸ γένος. τὰ γὰρ ἄλλα ἀρσενικά ἐστιν. Βῆσος, Μνῆσος, Ῥῆσος, Κτῆσος, Θῆσος, Δρῆσος, Κῆσος ὄνομα ποταμοῦ. | |
5 | Τὰ εἰς σος θηλυκὰ δισύλλαβα τῷ ω παραληγόμενα ὀξύνεται, κρω‐ σός ἡ ὑδρία, Κνωσός «οἳ Κνωσόν τ’ εἶχον» (Β 646) δι’ ἑνὸς ς, Τρύ‐ φων δὲ διὰ δύο. Ῥωσός πόλις Κιλικίας. τὸ μέντοι Σῶσος ἀπὸ τοῦ σώσω βαρύνεται, καὶ τὸ Κρῶσος ὁμοίως ἀρσενικόν. Τὰ εἰς σος δισύλλαβα ἀρσενικὰ μονογενῆ παραληγόμενα διχρόνῳ | |
10 | ἐκτεταμένῳ βαρύνεται, Ἶσος τὸ κύριον, Κῖσος, Κρῖσος τὸ κύριον, Πῖσος τὸ κύριον, ἀφ’ οὗ καὶ Πῖσα ἡ πόλις. Νῖσος ὁ Πανδίονος, ἀφ’ οὗ Νίσαια. Νῦσος ποταμός, Τρῦσος ποταμός, κῦσος. τὸ δὲ Λισός πολίχνιον Κρήτης ὀξύνεται καὶ τὸ Βρυσός ὁ λιμὴν καὶ τὸ Μυσός ἐθνι‐ κὸν καὶ τὸ τρυσός, ῥυσός ἐπίθετα καὶ τὸ χρυσός μόνον εἰς υσος | |
15 | δισύλλαβον προσηγορικόν. Τὰ εἰς σος δισύλλαβα παραληγόμενα διφθόγγῳ ὀξύνεται, ὅτε ἐπι‐ θετικὰ εἴη ἢ ἐπὶ πόλεως κεῖται. Παισός πόλις κατὰ τὴν Τρῳάδα. Ὅμηρος «ὅς ῥ’ ἐνὶ Παισῷ ναῖε πολυκτήμων» (Il. Ε 612), ἐν ἑτέροις δὲ «δῆμον Ἀπαισοῦ» (Il. Β 828). Παισὸς δὲ εἴρηται παρὰ τὸ τὴν | |
20 | Ἀργὼ προσορμίζουσαν ἐκεῖσε παῖσαι καὶ προσεγγίσαι. Παισός καὶ ἐν πλεονασμῷ τοῦ α Ἀπαισός ὥσπερ Ἄταρνα πόλις καὶ Τάρνα. Ὅμη‐ ρος «ὃς ἐκ Τάρνης ἐριβώλακος» (Il. Ε 44). ἔστι καὶ Δαυνίας πό‐ λις Παισός κατ’ Ἀργύριππα. Λουσός καὶ Λουσοί πόλις Ἀρκαδίας, ὅπου Μελάμπους ἔλουσε τὰς Προίτου θυγατέρας καὶ ἔπαυσε τῆς | |
25 | μανίας. λέγεται δὲ καὶ Λοῦσα οὐδετέρως. Πραισός πόλις. Μαυσός | |
κώμη Κορίνθου. Θεόπομπος τριακοστῷ δευτέρῳ. καὶ τὰ ἐπιθετικὰ δέ, | 206 | |
3,1207 | βλαισός, Βραισός ἔθνος Μακεδονίας. Τραυσός πλησίον Κελτοῖς ἔθνος, οὓς οἱ Ἕλληνες Ἀγαθύρσους ὀνομάζουσι. τὸ μέντοι Ναῖσος βαρύνεται καὶ τὸ Βλαῖσος κύριον καὶ τὸ Κροῖσος καὶ Βροῦσος Ἠμαθίου παῖς καὶ τὸ ἔθνος Μακεδονίας ὁμοφώνως. τινὲς δὲ γράφουσι | |
5 | διὰ τοῦ υ, καὶ τὸ γαῖσος προσηγορικὸν εἶδος δόρατος ὄν. Τὰ εἰς σος δισύλλαβα ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν βαρύνεται· εἰ δέ τι εὑρέθη ὀξυνόμενον, τοῦτο ὤφθη ἐν τῇ πρὸ τέλους συλλαβῇ ἔχον ι ἢ α. καὶ βαρύνεται μὲν ταῦτα, κόρσος ὁ κρόταφος, μόλσος ὁ δήμιος καὶ τὸ σέλινον, μόρσος, χέρσος, | |
10 | θύρσος, μύρσος, Μέλσος. σεσημείωται πυρσός ὀξυνόμενον, τὸ κιρσός καὶ ὀρσός καὶ Κορσός τὸ ἔθνος καὶ Μαρσός ἔθνος Ἰταλικὸν καὶ τὸ ταρσός τὸ προσηγορικὸν καὶ πόλις Κιλικίας. Ταύτην δὲ διὰ τοῦ ε ἔλεγον Τερσόν παρὰ τὸ τερσανθῆναι, ὅ ἐστιν ἀναξηρανθῆναι. τῶν γὰρ ὑδάτων κατὰ τὴν πρώτην σύστασιν προχωρούντων εἰς τὸ νῦν | |
15 | πέλαγος φασὶν ἀναφανθῆναι πρῶτα τὰ Ταυρικὰ ὄρη. οἱ δέ φασιν Τερ‐ σὸν τὰ πρῶτα διὰ τοῦ ε στοιχείου ὀνομασθῆναι τὴν πόλιν διὰ τὸ τοὺς ἐκεῖ πρώτους συναγαγόντας καρπὸν χλωρὸν τερσῆναι, ὅ ἐστι ξηρᾶναι, καὶ εἰς χειμῶνος ἀποθέσθαι τροφήν. Διονύσιος δὲ ὁ Θρᾷξ ἐν τῷ περὶ Ῥόδου ἀπὸ τῆς τοῦ Βελλεροφόντου πτώσεως· μέρος γάρ τι τοῦ ποδὸς | |
20 | ταρσὸν καλεῖσθαι, τῆς ἐκείνου χωλείας ὑπόμνημα ποιουμένων τῶν ἀρ‐ χαίων. Ἀλέξανδρος δὲ ὁ πολυίστωρ διὰ τὸ τὸν Πήγασον ἵππον ἐκεῖ τὸν ταρσὸν κλάσαι καὶ Βελλεροφόντην ἐν τῷ Ἀληΐῳ πεδίῳ πλανηθῆναι. Ἐρατοσθένης δέ φησιν τὴν κλῆσιν τῇ πόλει εἶναι ἀπὸ Διὸς Τερσίου τοῖς ἐκεῖ καλουμένου. Θαρσός δὲ ἐκαλεῖτο καὶ Θαρσεῖς οἱ Κίλικες, ὡς | |
25 | Ἰώσηπος ἐν ἀρχαιολογίᾳ (1, 7). ἔστι δὲ καὶ Ταρσός ἄλλη τῆς Βιθυ‐ νίας, ἣν Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν Τάρσειαν διὰ τῆς ει διφθόγγου οἶδεν. Τὰ δὲ ὑπερδισύλλαβα ἔχοντα πρὸ ἀμεταβόλου τὸ α ἐν τῇ πρὸ τέλους συλλαβῇ βαρύνεται, Βάγαρσος, Μάγαρσος πόλις Κιλικίας. Μαίμαρσος πόλις Ἴστρων. Μόκαρσος Θρᾴκης χωρίον. | |
30 | Θεόπομπος πρώτῳ τῶν Φιλιππικῶν. Τούτοις ἀκολουθεῖ καὶ τὸ Ἀγά‐ θυρσος εἴτε κύριον εἴτε ἐθνικὸν εἴη. ἔστι δὲ ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ ἀπ’ Ἀγαθύρσου τοῦ Ἡρακλέους ἢ ὡς Πείσαν‐ δρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. λέγονται καὶ Ἀγαθύρσιοι. καὶ | |
τὸ Πέτορσος Λιβύης ἔθνος μέγα καὶ πολυάνθρωπον, Ἄορσος ἔθνος | 207 | |
3,1208 | Σκυθικόν, περὶ οὗ Στράβων ἑνδεκάτῃ (p. 492. 506). τὸ δὲ Σολογορ‐ σός πόλις Ἀρκαδίας ὀξύνεται. Τὰ εἰς σος δισύλλαβα ἔχοντα καὶ ἕτερον ς κλιτικὸν ἐν τῇ πρὸ τέλους συλλαβῇ μὴ κατὰ πάθος ὀξύνεται, Βεσσός τὸ ἐθνικόν, Θυσ‐ | |
5 | σός, Ἀσσός πόλις Λυδίας. δευτέρᾳ πόλις Αἰολίδος κατὰ τὸν Ἑλλήσ‐ ποντον ἢ Κεκρόπειον. Ἀλέξανδρος δ’ ὁ Κορνήλιος ἐν τῷ περὶ τῶν παρ’ Ἀλκμᾶνι τοπικῶς ἱστορουμένων Μιτυληναίων ἄποικον ἐν τῇ Μυσίᾳ φησὶν Ἀσσόν, ὅπου ὁ σαρκοφάγος γίνεται λίθος. ἔστι καὶ λειμὼν ἐν τῷ Κιλβιανῷ πεδίῳ τῆς Λυδίας περὶ τὸν Κάϋστρον ποταμόν. ἔστι καὶ | |
10 | ἑτέρα πόλις ἐν Ἠπείρῳ μικρά. Ἠσσός πόλις Λοκρίδος. Ψησσός ἔθνος τῆς Ταυρινίας. Ἀπολλόδωρος ἐν δευτέρῳ περὶ γῆς «ἔπειτα δ’ Ἑρμώ‐ νασσα καὶ Κῆπος πόλις, τρίτον δὲ τὸ Ψησσῶν ἔθνος». Τνυσσός πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Βυσσός τὸ ἐθνικὸν καὶ ἡ νῆσος καὶ βυσσός ὁ βυθός, πεσσός. Ἰσσός πόλις μεταξὺ Συρίας καὶ Κιλικίας. δισσός, | |
15 | τρισσός, λισσός, κισσός. τὸ δὲ Κίσσος τὸ κύριον βαρύνεται. ὡσαύτως καὶ τὸ βύσσος τὸ θηλυκὸν προσηγορικὸν ἀφ’ οὗ καὶ βύσσινον, καὶ Νέσσος ἐπὶ τοῦ Κενταύρου καὶ Λίσ‐ σος πόλις Ἰλλυρίας· τὸ γὰρ γλωσσός ὁ λάλος παρὰ τὸ γλῶσσα γέγονε παρωνύμως. τὸ δὲ κάσσος ἀπὸ τοῦ κάσος γίνεται κατὰ πλεονασμὸν τοῦ ς. ἔστι δὲ εἶδος ἱματίου οὕτω καλουμένου. ὡσαύτως καὶ μέσσος | |
20 | καὶ τόσσος. τὸ δὲ ὄσσος—λέγεται δὲ καθάπερ ὁ σκότος καὶ τὸ σκότος ἐν ὁμοίᾳ καταλήξει καὶ ὁ ἔλεγχος καὶ τὸ ἔλεγχος, οὕτω καὶ ὁ ὄσσος καὶ τὸ ὄσσος—βαρύνεται οὐ μόνον καθότι Αἰολικὸν δοκεῖ εἶναι, ἀλλὰ καὶ ὅτι τὰ εἰς ος μονογενῆ δισύλλαβα τῷ ο παραληγόμενα καὶ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὴ τὸ αὐτὸ σύμφωνον βαρύνεται, κόν‐ | |
25 | νος, ὄρρος, κόκκος, κόττος. οὕτως ἄρα καὶ ὄσσος. εἴρηται μονογενῆ διὰ τὸ πολλός. μάχεται τῷ κανόνι τὸ κομμός. θαυμαστὸν δὲ οὐδὲν εἴπερ τὰ εἰς ος λήγοντα τῷ ο παραληγόμενα φιλεῖ ἓν ἔχειν τὸ ς εἰ μὴ κατὰ | |
πάθος διπλοῦται ὡς τὸ τόσσος. τοῦτο δὲ μόνον ἔσχε δισσὸν αὐτό. | 208 | |
3,1209 | τοιαῦτα δὲ κατὰ τὸν κανόνα τὸ νόσος καὶ δρόσος. τὸ γὰρ κροσσός οὐκ οἶδα σύνηθες Ἕλλησιν, τὸ δὲ νοσσός ἐκ τοῦ νεοσσός. Τὰ εἰς σος ὑπερδισύλλαβα ἔχοντα τὸ α συνεσταλμένον, ἑνὸς ὄντος τοῦ ς, προπαροξύνεται, κόμπασος, Ἅρπασος ποταμὸς Καρίας, Δά‐ | |
5 | μασος, βαύνασος τὸ καὶ βάναυσος, θίασος, Ἴασος πόλις Καρίας ἐν ὁμωνύμῳ νήσῳ κειμένη, ἡ καὶ ὀξυτόνως λεγομένη, Ἴασος δὲ καὶ τὸ Ἄργος ἀπὸ Ἰάσου τοῦ κατ’ ἐνίους πατρὸς Ἰοῦς. Ἴμβρασος ποταμὸς καὶ ἀπ’ αὐτοῦ ἡ Σάμος, Τράγασος, ἀφ’ οὗ Τραγασαί χωρίον ἐν ἠπείρῳ, Καύκασος τὸ ὄρος τῶν κατὰ τὴν Ἀσίαν ὀρῶν μέγιστον, λέγε‐ | |
10 | ται καὶ Καύκασις διὰ τοῦ ι, Βάργασος, ὁ υἱὸς Βάργης καὶ Ἡρακλέους, ἀφ’ οὗ Βάργασα πόλις Καρίας, Μύλασος υἱὸς Χρυσάορος τοῦ Γλαύ‐ κου τοῦ Σισύφου τοῦ Αἰόλου, ἀφ’ οὗ Μύλασα πόλις Καρίας. λέγεται καὶ ἡ πόλις Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. Νάκρασος πόλις καὶ δῆμος Καρίας. Ἀπολλώνιος δεκάτῳ Καρικῶν. Πρόγασος. | |
15 | Πύρασος πόλις Φθίας. κέκληται δὲ διὰ τὸ τὴν χώραν εἶναι πυροφό‐ ρον. Πήδασος πόλις ὑπὲρ τὴν Ἴδην. Τάμασος πόλις Κύπρου. ἐν‐ τεῦθέν τινες γράφουσιν» (Od. α 184) «εἰς Τάμασον μετὰ χαλκόν». ἀπιθάνως. Πάρρασος εἷς τῶν Λυκάονος παίδων. Ἔρασος. σημείωσαι τὸ κερασός φυτὸν ὀξυνόμενον, τὴν δὲ πόλιν βαρύνουσιν. τὸ μέντοι | |
20 | Ἐγγυασός ἐκτεταμένον ἔχον τὸ α ὀξύνεται καὶ τὸ Παρνασσός δύο σς ἔχον. ἔστι δὲ ὄρος Δελφῶν. ἐκαλεῖτο δὲ πρότερον Λαρνασσός διὰ τὸ τὴν Δευκαλίωνος λάρνακα αὐτόθι προσενεχθῆναι. ἔνιοι δέ φασιν ἀπὸ Παρνασσοῦ Παρνασσὸν τοὔνομα λαβεῖν, ὃν καὶ μαντεύσασθαι Πυθοῖ πρῶτον, ὡς Ἀλεξανδρίδης φησὶν ἐν πρώτῳ περὶ τοῦ ἐν Δελφοῖς χρη‐ | |
25 | στηρίου. ὡσαύτως καὶ Ὑγασσός πόλις Καρίας, Βυβασσός πόλις Κα‐ ρίας ἀπὸ Βυβασσοῦ νομέως περισώσαντος ἀπὸ θαλάσσης καὶ χειμῶνος εἰς Καρίαν ἐκπεσόντα Ποδαλείριον. λέγεται καὶ Βούβαστος. Ἀλέξανδρος δευτέρῳ Καρικῶν. Ἔφορος δὲ Βύβαστόν φησι. Κρυασσός πόλις Καρίας ἀπὸ Κρυασσοῦ τοῦ Κάρητος. Σαγαλασσός πόλις Πισιδίας. λέγεται καὶ | |
30 | Σελγησσός. Ἁλικαρνασσός πόλις Καρίας, ἣν Ἄνθης, φασίν, ὠνόμα‐ σεν ἀπὸ τοῦ ἁλὶ περιέχεσθαι τὴν Καρίαν. αὐτὸς δὲ ὁ Ἄνθης ἐκ Τροι‐ ζῆνος μετῴκησε λαβὼν τὴν Δύμαιναν φυλήν, ὡς Καλλίμαχος. ἢ ἀπὸ τοῦ νάσασθαι αὐτὸν ἀπὸ Τροιζῆνος, ὡς Ἀπολλόδωρος. Συασσός κώμη | |
Φρυγίας. Ἀμαμασσός πόλις Κύπρου. Καβασσός πόλις ἐν Καππαδοκίᾳ | 209 | |
3,1210 | ἡ καὶ Καβησσός. Κυβασσός πόλις Καρίας. Πρινασσός πόλις Καρίας. Ῥυτιασσός. Τὰ εἰς σος ὑπερδισύλλαβα ἁπλῷ τῷ ε παραληγόμενα σπάνια ἓν ς ἔχοντα προπαροξύνεται, Ἔφεσος πόλις Ἰωνίας ἐπιφανεστάτη καὶ | |
5 | λιμὴν ἐν κόλπῳ. Ἡρόδοτος δὲ Λυδίας αὐτήν φησιν (I 142). ἐκλήθη δὲ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων, ἣν καὶ βασίλισσαν καὶ πρόπολον Ἀρτέμι‐ δος εἶναί φασιν. ἔστι καὶ Ἔφεσος νῆσος ἐν τῷ Νείλῳ καὶ Χίος καὶ Λέσβος καὶ Κύπρος καὶ Σάμος καὶ ἄλλαι, ὡς Ἑκαταῖος. Ἔρεσος πόλις Λέσβου ἀπὸ Ἐρέσου τοῦ Μάκαρος. τὸ μέντοι Θυεσσός πόλις Λυδίας | |
10 | ἀπὸ Θυεσσοῦ καπήλου—ἔστι καὶ Πισιδίας—δύο σς ἔχον ὀξύνεται. Τὰ εἰς σος ὑπερδισύλλαβα τῷ η παραληγόμενα ἕτερον ἔχοντα ς ὀξύνεται· εἰ δέ τι βαρύτονον εἴη, παρώνυμον ἂν εἴη. τὰ δὲ ἓν ἀνα‐ δεξάμενα ς βαρύνεται, σπάνια δέ ἐστι, χωρὶς εἰ μὴ ἔννοιαν συνθέσεως ἔχοι. Ταρτησσός πόλις Ἰβηρίας ἀπὸ ποταμοῦ τοῦ ἀπὸ τοῦ Ἀργυροῦ | |
15 | ὄρους ῥέοντος. Λυρνησσός πόλις Τρωϊκή. Λυκαβησσός. Μυκαλησ‐ σός πόλις ἐν μεσογείᾳ Βοιωτίας. Θουκυδίδης ἑβδόμῃ (c. 29). ἐκλήθη δὲ ὅτι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ τὸν Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἀγαγοῦσα εἰς Θήβας. ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος τρίτῳ. ἔστι καὶ ὄρος Μυκαλησσός ἐναντίον Σάμου. Τευμησσός ὄρος Βοιωτίας. | |
20 | Ὅμηρος ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ (v. 224) «εἰς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην». ἄστυ, ὡς Δημοσθένης ἐν τρίτῳ Βιθυνιακῶν. ἐκλήθη δ’ οὕτως, ὡς Ἀντίμαχος πρώτῳ Θηβαΐδος. οὕνεκά οἱ Κρονίδης, ὅστε μέγα πᾶσιν ἀνάσσει, ἄντρον ἐνὶ σκηνῇ τευμήσατο, τόφρα κεν εἴη | |
25 | Φοίνικος κούρη κεκυθμένα, ὄφρα ἑ μή τις μηδὲ θεῶν ἄλλος γε παρὲξ φράσσαιτό κεν αὐτοῦ. Ἐδεβησσός πόλις Λυκίας, Ἐρβησσός πόλις Σικελίας. Ὀρδησσός, Ὀδησσός πόλις ἐν πόντῳ πρὸς τῷ Σαλμυδησσῷ. Ἀπολλόδωρος δ’ ὄρος μέγα τὴν Ὀδησσόν φησιν. Σαλμυδησσός κόλπος τοῦ Πόντου. | |
30 | Ἀγησσός πόλις Θρᾴκης ὡς Θεόπομπος ἐν τεσσαρακοστῇ ἑβδόμῃ. Ἀκα‐ | |
λησσός πόλις Λυκίας, Ἀσσησσός πόλις Μιλησίας γῆς. Θεόπομπος | 210 | |
3,1211 | Φιλιππικῶν εἰκοστῇ τετάρτῃ. Καρδαμυλησσός κώμη. Καρδησσός πόλις Σκυθίας. Ἑκαταῖος Εὐρώπῃ. Κορησσός πόλις τῆς Ἐφεσίας ... διὰ τὸ τὴν Λητὼ τεκοῦσαν καὶ τὴν Ἄρτεμιν κομίζουσαν γενομένην κατὰ τὸν τόπον, οὗ νῦν βωμὸς αὐτῆς, τῆς δὲ πυθομένης τίνος ἐστὶν ὁ τόπος, | |
5 | κόρη σός εἰπεῖν. Μερμησσός πόλις Τρωϊκή. Σαρδησσός πόλις Κιλι‐ κίας. Σινδησσός πόλις Καρίας. Τεγησσός πόλις Κύπρου, Τερμησσός πόλις Πισιδίας. ἔστι καὶ ἄλλη ταύτης ἄποικος καὶ αὐτὴ Πισιδίας λεγο‐ μένη μικρά, ὡς ἡ προτέρα μείζων. Τυλησσός ὄρος Ἰταλίας. Τυμνησ‐ σός πόλις Καρίας ἀπὸ Τυμνησσοῦ ἢ ἀπὸ τυμνίας ἤτοι ῥάβδου. Ξάνθιοι | |
10 | γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. Ἀγορησσός πόλις Καρίας. Καβησ‐ σός πόλις ἐν Καππαδοκίᾳ, πατρὶς Ὀθρυονέως. Ὅμηρος «Καβησσόθεν ἔνδον ἐόντα» (Il. Ν 363). Ἑκαταῖος δ’ ὁ Μιλήσιος πόλιν εἶναί φησιν ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον. καὶ συμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶς τῶν Θρᾳκῶν ἀκολασίᾳ. Ἑλλάνικος δὲ τῆς Λυκίας πόλιν. Ἀπίων δὲ ἀλη‐ | |
15 | θέστερόν φησι κώμην εἶναι Καππαδοκίας μεταξὺ Ταρσοῦ καὶ Μαζάκων. λέγεται δὲ καὶ Καβασσός, ὅπερ ἀπὸ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπήν. τὸ δὲ Μάρπησσος βαρύνεται ὡς παρώνυμον ἀπὸ τοῦ Μάρπησσα. τὸ δὲ Κάρησος καὶ Βρίλησος δι’ ἑνὸς ς γραφόμενα βαρύνεται. τὸ δὲ Κάρησος (Μ 20) Τυραννίων ὀξύνει· οὕτω γὰρ ὑπὸ | |
20 | Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρχος βαρύνει· οὐ γὰρ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωσιν, εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους τὸ Γλισᾶς μὴ περισπᾶν τῆς συνηθείας περισπώσης. τό τε Λύκαστος ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι ἡμῶν ἀναγινωσκόντων βαρυτόνως (Β 647). οὕτως οὖν εἰκὸς καὶ ἐπὶ | |
25 | τοῦ Κάρησος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν. τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰς ος λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνόμενα τῷ η παραληγόμενα ἕτερον ἔχοντα ς, τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως. τὸ δὲ Μυόννησος πόλις μεταξὺ Τέω καὶ Λεβέδου. Ἑκαταῖος Ἀσίᾳ. | |
30 | Ἀρτεμίδωρος δὲ χωρίον αὐτήν φησι. Χερρόνησος πόλις ἐν τῇ κατὰ Κνίδον χερρονήσῳ κατὰ Τριόπιον. ἔστι βʹ πόλις ἐν τῇ Θρᾴκῃ Χερρό‐ νησος, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ «ἐν δὲ αὐτοῖσι πόλις Χερσόνησος ἐν τῷ ἰσθμῷ τῆς χερσονήσου». ἔστι καὶ γʹ πόλις τῆς Ταυρικῆς. Ἡρόδοτος τετάρτῃ (c. 99) «νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι Χερσονήσου τῆς τρη‐ | |
35 | χείης καλεομένης». δʹ Χερρόνησος κατὰ Κρήτην νῆσον ἔχουσα πολι‐ σμάτιον ὁμώνυμον. Ξενίων ἐν τῷ περὶ αὐτῆς «κατὰ δὲ τὴν αὐτὴν πλευρὰν καὶ Χερρόνησος κεῖται πρὸς τῇ θαλάσσῃ μεταξὺ τῆς τε Κνωσοῦ καὶ τῆς Ὀλοῦντος». ἔστιν εʹ πόλις Λιβύης Χέρρουρα καλουμένη, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ «ἔχεται χερρόνησος ὄνομα Χέρρουρα». | |
40 | ϛʹ Χερρόνησος ἡ πρὸς τῇ Κορίνθῳ. ἔστι καὶ ἄλλη ἄκρα Χερρόνησος | 211 |
3,1212 | ἐν Λυκίᾳ· καὶ ἄλλη πρὸς τὴν Κορωνιτῶν πόλιν. Προκόννησος μία τῶν Σποράδων ἐν τῇ Προποντίδι, Ἐλαφόνησος μία τῶν Σποράδων νήσων ἔχουσα πόλιν ὁμώνυμον. Ἁλόννησος, Ἀλωπεκόννησος πόλις τῆς Ἑλλησποντίας χερρονήσου κατὰ χρησμὸν κτισθεῖσα κελεύσαντα, ἔνθα | |
5 | ἂν σκύλακας ἴδωσιν ἀλώπεκος, ἐκεῖ πόλιν οἰκίσαι. Ἀρκόνησος νῆσος Καρίας. Ἀπολλώνιος ἑβδόμῃ Καρικῶν. Ἀρκτόνησος. οὕτως ἡ Κύζικος ἐκαλεῖτο. Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν. Δημόνησος περὶ Χαλκηδόνα νῆσος ἀπὸ Δημονήσου τινός. Ἱππόνησος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ | |
10 | Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ. Ἑκατόννησος. οὕτως περὶ τὴν Λέσβου νησία κʹ, ὡς Στράβων (13 p. 618), παρὰ τὸν Ἕκατον τὸν Ἀπόλ‐ λωνα. τιμᾶται γὰρ διαφόρως ἐν τοῖς τόποις, Σμινθεύς, Κιλλαῖος, Γρυ‐ νεύς. Κορακόννησος ... Ἀλέξανδρος τρίτῳ Λιβυκῶν. καὶ ἔτι τὸ Πε‐ λοπόννησος σύνθετα. | |
15 | Τὰ εἰς σσος ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ τέλους ι εἰς ς κατα‐ λῆγον μονογενῆ ὄντα προπαροξύνεται, κυπάρισσος καὶ τὸ φυτὸν καὶ ὁ ἥρως καὶ ἡ πόλις. Ὅμηρος «οἱ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρή‐ εσσαν» (Β 519) ἀπὸ Κυπαρίσσου τοῦ Μινυοῦ, οἱ δὲ ὡς Δίδυμος ἀπὸ πλήθους τῶν αὐτόθι κυπαρίσσων, ἣν Κυπαρισσοῦντά τινες καὶ Ἀπολ‐ | |
20 | λωνιάδα φασί. νάρκισσος καὶ τὸ φυτὸν καὶ τὸ κύριον. Μέλισσος. Μύρμισσος πόλις περὶ Λάμψακον, ὡς Πολέμων. Βόλισσος πόλις Αἰολικὴ ἐπ’ ἄκρου Χίου πλησίον. Θουκυδίδης Βολίσκον αὐτὴν καλεῖ ἐν ὀγδόῃ (c. 24). Ἀνδροτίων δὲ δι’ ἑνὸς ς γράφει. καί φασιν ὅτι Ὅμη‐ ρος ἐν τούτῳ τῷ πολισματίῳ τὰς διατριβὰς ἐποιεῖτο, ὡς Ἔφορος. | |
25 | Ἀρχέμισσος ὄνομα ποταμοῦ. Τριπόλισσος ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τριπολισσίους καλεῖ Ῥιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ. Βαρβάλισσος φρούριον τῆς ἕω περιτετειχισμένον, Θέμισσος πόλις Καρίας, ἣν ἔκτισε Δάδας, ἀπὸ Θεμίσσου παιδός, ὃν λύκοι διεχρήσαντο. Μούκισσος πόλις Καππαδοκίας. Μύγισσος πόλις Καρίας. Ἑκαταῖος τετάρτῃ γενεαλογιῶν. | |
30 | Παροπάνισσος πόλις καὶ ὄρος Ἰνδικῆς, ἀφ’ οὗ Παροπανισσάδαι οἱ οἰκοῦντες. Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ περὶ γῆς ἀπ’ αὐτῶν φησι τὸ ὄρος κεκλῆσθαι. βούλονται δέ τινες Παρπάνισον προπαροξυτόνως λέγε‐ σθαι τὸ ὄρος. πολλοὶ δὲ καὶ ὀξύνουσι καὶ διὰ τοῦ μ γράφουσι Παρ‐ παμισόν. Στράβων δὲ (p. 723) Παροπαμισόν γράφει πεντεσυλλάβως. | |
35 | Ὕδισσος πόλις Καρίας ἀπὸ Ὑδίσσου παιδὸς Βελλεροφόντου καὶ Ἀστε‐ | |
ρίας θυγατρὸς Ὑδέου, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Πεδνήλισσος | 212 | |
3,1213 | πόλις Πισιδίας. τὸ μέντοι περισσός τριγενές. σεσημείωται τὸ Τελ‐ μισσός πόλις Καρίας, ὡς δὲ Φίλων καὶ Στράβων, Λυκίας. ἔστι γὰρ ἀμφοτέρων ὅριον μετὰ Δαίδαλα. Τὰ εἰς σος ὑπερδισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ι | |
5 | ἐκτεταμένον λήγουσαν ὀξύνεται. εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώ‐ νυμον ὤφθη ἀπὸ θηλυκοῦ, Κηφισός, Ἰλισός ποταμὸς τῆς Ἀττικῆς, ἐν ᾧ τιμῶνται αἱ Μοῦσαι Ἰλισίδες, ὡς Ἀπολλόδωρος. Κεδρισός, Ἀμισός πόλις ἐν Πόντῳ. λέγεται καὶ ἀρσενικῶς. Ἀμνισός ποταμὸς Κρήτης. τὸ δὲ Ἄρνισος Ἄρνισα, Λάρισος Λάρισα ἀπὸ θηλυκῶν, | |
10 | ὡσαύτως καὶ Μήρισος, Μάρισος ὁ ποταμός, Πάμισος, Κρίμισος ὁ ποταμὸς Σικελίας, Μόρμισος ὁ ποταμός, Νάϊσος, ὕρισος βαρύ‐ νονται. Τὰ εἰς σος ὑπερδισύλλαβα τῷ ο παραληγόμενα ἐν διπλασιασμῷ τοῦ ς ὀξύνεται, νεοσσός, κολοσσός, Μολοσσός ὄνομα ἔθνους. | |
15 | Τὰ εἰς δύο σς παραληγόμενα τῷ υ προπαροξύνεται, Γένυσσος ὄνομα ποταμοῦ. Ἄμφρυσσος πόλις Φωκίδος. καὶ δι’ ἑνὸς ς ἐκφέρεται. τινὲς δὲ διὰ τοῦ β φασί. ἔστι καὶ ποταμὸς Μαγνησίας. Ἴνυσσος πόλις Αἰγύπτου προσεχὴς τῷ Κασίῳ ὄρει. Ἡρόδοτος (3, 5). ὡσαύτως καὶ τὰ δι’ ἑνὸς ς ἐκφερόμενα προπαροξύνεται, μέθυσος, γόγγυσος, | |
20 | Διόνυσος, Ὄνυσος ὁ ποταμός. ἄφυσος, ἄρυσος ἀγγεῖον πλε‐ κτὸν σπυριδῶδες. Ἰάλυσος ἥρως καὶ πόλις ἐν Ῥόδῳ καὶ ἐν Σκυθίᾳ καὶ ἐν τῷ Ἀδρίᾳ. Ἀμφίλυσος ποταμὸς Σάμου. Εὐφορίων Ἀρτεμι‐ δώρῳ «δαῖμον ὃς Ἀμφιλύσοιο ῥόον». Τὰ εἰς σσος ὑπὲρ δύο συλλαβὰς τῷ ω παραληγόμενα ὀξύνεται, | |
25 | Κερωσσός πόλις Ἀπολλωνιάδος. Βηρωσσός, Κεδρωσσός ἔθνος πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης, οὓς καὶ Γεδρωσίους καλοῦσιν. τὸ δὲ | |
ἅλωσος ἓν ς ἔχει· γέγονε δὲ παρὰ τὸν ἁλώσω μέλλοντα. | 213 | |
3,1214 | * Τὰ διὰ τοῦ αισος ὑπερδισύλλαβα σπάνια ὄντα βαρύνεται, Ἅλαι‐ σος, κάβαισος ὁ ἄπληστος. Γάλαισος ὄνομα ποταμοῦ. τὸ μέντοι Παραισός ὀξύνεται· ἐγένετο δὲ ὁ Παραισὸς Μίνῳ συγγενής, ἀφ’ οὑ ἡ πόλις ἡ Παραισός ὁμοτόνως τῷ οἰκιστῇ. καὶ Πριαισός πόλις Κρή‐ | |
5 | της. τὸ δὲ Ἀπαισός ἠκολούθησε τῷ «ὅς ῥ’ ἐνὶ Παισῷ (Il. Ε 612). * Τὰ διὰ τοῦ αυσος σπάνια ὄντα προπαροξύνεται βάναυσος ὃ καὶ βαύνασος, Νέμαυσος πόλις Γαλλίας ἀπὸ Νεμαύσου Ἡρακλείδου. * Τὸ Παράδεισος πόλις Συρίας μόνον διὰ τοῦ εισος προπαρ‐ οξύνεται. | |
10 | Τὰ εἰς τος δισύλλαβα παραληγόμενα τῇ ου ἢ οι ἢ αι διφθόγγῳ, μὴ τῇ ει, ἀρσενικὰ ὄντα μὴ ἐπιθετικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος σημαίνοι, πλοῦτος, οἶτος, Κλοῖτος, Προῖτος, γοῖτος ὁ ῥύπος, κοῖτος, μοῖτος, φοῖτος, Λαῖτος, βροῦτος. τὸ δὲ Κλειτός ἔχει τὴν ει. καὶ τὸ γλουτός σώματος μέρος δηλοῖ. καὶ τὸ Βοῦτος θη‐ | |
15 | λυκὸν κώμη Αἰγύπτου—ἐκαλεῖτο δὲ καὶ Βουτώ, ἔστι καὶ ἑτέρα Γεδρω‐ σίας. καὶ τὸ Παιτός ἐθνικὸν ὡς καὶ τὸ Ῥαιτός. ἔστι δὲ Τυρρηνικὸν ἔθνος. Τὰ εἰς τος δισύλλαβα παραληγόμενα ἑνὶ τῶν φύσει μακρῶν κύρια ὄντα βαρύνεται, Κλῆτος ὄνομα ποταμοῦ. Δῶτος ὁ Πελασγοῦ, ἀφ’ | |
20 | οὗ τὸ Δώτιον πεδίον. ἔστι καὶ ὄνομα αὐλητοῦ. Πρῶτος. Ὦτος | 214 |
3,1215 | ὄνομα κύριον καὶ τὸ ὄρνεον, ᾧ ὁμοίως καὶ τὸ νῶτος ἐπὶ τῆς ψόας. καὶ γὰρ τούτου ἡ χρῆσις, καὶ τὸ μὲν οὐδέτερον πολὺ τὸ νῶτον, ἤδη δὲ καὶ τὸ ἀρσενικόν. ἱστορεῖται δὲ παρὰ Ξενοφῶντι καὶ Ἐφόρῳ. τὸ μέντοι λωτός οὐ κύριον. εἰ μέντοι ἐπιθετικὰ εἴη παραληγόμενα τῷ η | |
5 | ἢ τῷ ω, ὀξύνεται, εἰ μὴ ἐπὶ ἀριθμοῦ τάττοιτο, ῥητός, νητός, κμη‐ τός, τρητός, οἷς ὅμοιον καὶ τὸ Σητοί ἔθνος καὶ πόλις Βιθυνίας, πλωτός, ἔνθεν «πλωτῇ ἐνὶ νήσῳ» (Od. κ 3), στρωτός, γνωτός, πτωτός, βρωτός, τρωτός, πρωτός ὁ πεπρωμένος, ὅθεν καὶ ἐτόλ‐ μησάν τινες ἀναγινώσκειν «ἐπὴν τὰ πρωτὰ γένηται» (Il. Ζ 489), ἵν’ | |
10 | ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶς. πρῶτος δὲ ἐπὶ ἀριθμοῦ. ἰστέον δὲ ὅτι κανόνες κατέσχον τέσσαρες τὴν βαρεῖαν τάσιν· ὡς γὰρ παρὰ τὴν ἐξ γίνεται ἐξώτερος, οὕτως καὶ παρὰ τὴν πρό γέγονε πρότερος συγκριτικὸν καὶ πρότατος ὑπερθετικὸν καὶ ἀποβολῇ τοῦ τ πρόατος καὶ κράσει τοῦ οα εἰς ω πρῶτος· βαρύνεται δὲ ἴσως καὶ ὥσπερ ἐπιμεριζόμενον, μία | |
15 | δὲ ἡ τάσις τῶν ἐπιμεριζομένων ἡ βαρεῖα, ἢ πρὸς ἀντιδιαστολὴν τοῦ πρωτός βαρύνεται. ἔτι δὲ βαρύνεται, ἐπειδὴ τὰ εἰς ος τακτικὰ βαρύ‐ νεται, ὑπεσταλμένων τῶν εἰς στος, ἕβδομος, ὄγδοος, ἔννατος, δέκατος. Τὰ εἰς τος διβράχεα μονογενῆ βαρύνεται, ὁπότε μὴ ἐπὶ ἀθροίσμα‐ τος ἢ κύριά εἰσιν ἀπὸ ἐπιθετικῶν ἢ ἔχει ἀντέμφασιν, βάτος, λάτος, | |
20 | βρότος τὸ αἷμα, βροτός δὲ ὁ φθαρτός τὸ τριγενές, πότος τὸ συμ‐ πόσιον, ποτός δὲ τὸ πινόμενον, πάτος ἡ ἀναστροφή, Στράτος τὸ μὴ ἐπὶ τοῦ ἀθροίσματος, ἔστι δὲ πόλις Ἀκαρνανίας, στρατός δὲ τὸ σύναγμα, κρότος, κότος, μίτος, νότος, σκότος. τὸ δὲ Κριτός καὶ Κλιτός ὀξύνεται. | |
25 | Τὰ εἰς τος διβράχεα ἐπιθετικὰ μὴ ἐπὶ ἀριθμοῦ ταττόμενα ὀξύνεται, | 215 |
3,1216 | βατός, φατός, θετός, δετός, ἐτός ὁ ἀληθής ἀπὸ τοῦ εἰμί, ὃ δηλοῖ τὸ ὑπάρχω. πλυτός. τὸ δὲ τρίτος ἐπὶ ἀριθμοῦ. Τὰ εἰς τος δισύλλαβα παραληγόμενα ι μακρῷ βαρύνεται, σῖτος— ὥσπερ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργαστής καὶ ἀποβολῇ τοῦ ς ἐργάτης | |
5 | βαρυνόμενον καὶ ἀπὸ τοῦ δεσποστής δεσπότης, οἰστός οἶτος, οὕτω καὶ παρὰ τὸ σέσεισται σειστός ἀποβολῇ τοῦ ς καὶ ε σῖτος—Τρῖτος ὁ ποταμός, ῥῖτος φρέαρ, τὸ μέντοι λιτός τριγενές. Τὰ εἰς τος δισύλλαβα παραληγόμενα τῷ υ προσηγορικὰ ὀξύνεται, βρυτός ὁ βρύων, χυτός, ῥυτός, λυτός, κλυτός, πλυτός, τρυ‐ | |
10 | τός. τὸ δὲ Βύτος κύριον βαρύνεται. Τὰ εἰς τος δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ κατα‐ λήγουσαν ἢ καθ’ ὅλου εἰς ἀμετάβολον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη ἔχοντα θηλυκόν, φόρτος, χόρτος, μύρτος καὶ Μύρτος ἡ πόλις, ἄρτος, μίλτος, δέλτος, κίρτος· παρὰ Σιμωνίδῃ ἡ χρῆσις. Τοῦρ‐ | |
15 | τος· οὕτως καλεῖ Ἀρτεμίδωρος τοὺς οἰκήτορας τῆς Τουρδητανίας. Ἄλ‐ τος χωρίον πλησίον Θεσσαλονίκης. Πάλτος πόλις Συρίας. Ἀρτεμίδωρος. πόντος καὶ ἰδικῶς ὁ Εὔξεινος. Κύρτος πόλις Αἰγύπτου ἐν τῷ μεσο‐ γείῳ. καὶ κύρτος εἶδος δικτύου. σεσημείωται κοντός καὶ παλτός ὀξυνόμενα. τὸ δὲ σπαρτός, κυρτός, καρτός, θικτός ὀξύνονται | |
20 | ὡς θηλυκὰ ἔχοντα. ὀξύνεται δὲ καὶ Κυρτός τὸ ἐθνικὸν ὡς καὶ Σιν‐ τός ἔθνος Θρᾳκικόν, οἳ καὶ Σίντιες καὶ Σίντιοι ἐκαλοῦντο, καὶ Κελ‐ τός, οὓς Κέλτας Στράβων φησί. καὶ τὸ Σπαρτός—υἱὸς Ἀμύκλαντος | |
τοῦ Λέλεγος καὶ Σπαρτοί οἱ μετὰ Κάδμου—κύριον ὀξύνεται. | 216 | |
3,1217 | Τὰ εἰς στος δισύλλαβα μονογενῆ ὀξύνεται, εἰ μὴ ἡ πρὸ τέλους συλλαβὴ ἔχοι τι τῶν φύσει βραχέων, ἱστός, ἔστι καὶ νῆσος Λιβύης. Σηστός πόλις πρὸς τῇ Προποντίδι. λέγεται δὲ ἀρσενικῶς παρ’ Ἐφόρῳ· οἱ δὲ Ἀθηναῖοι «ἐν τῇ Σηστῷ» φασιν. παστός, μαστός, ξυστός. | |
5 | Κραστός πόλις Σικελίας τῶν Σικανῶν. Φίλιστος Σικελικῶν τρισκαιδε‐ κάτῳ. Γραστός παῖς Μυγδόνος, ἀφ’ οὗ Γρηστωνία χώρα Θρᾴκης. Φαιστός πόλις Κρήτης «ἐς Φαιστόν, μικρὸς δὲ λίθος» (Od. γ 296). ἔστι καὶ ἄλλη Φαιστός Πελοποννήσου ἡ πρότερον Φρίξα καλουμένη. τὸ δὲ Φαῖστος ἐπὶ τοῦ ἥρωος βαρύνεται «Ἰδομενεὺς δ’ ἄρα Φαῖστον» | |
10 | (Il. Ε 43). σεσημείωται τὸ Δύστος πόλις Εὐβοίας. Θεόπομπος ἐν Φιλιππικῶν κδʹ «ἀποστήσας δὲ τοὺς ἐν αὐτῇ τῇ περιοικίδι τῶν Ἐρετριέων ἐστράτευσεν ἐπὶ πόλιν Δύστον». καὶ Κάστος καὶ Νάστος πόλις Θρᾴ‐ κης, ἣ καὶ Νέστος λέγεται· Ἀπολλόδωρος δευτέρᾳ περὶ γῆς· βαρύτονα. τὸ δὲ Νέστος πατὴρ Καλλιρρόης καὶ πόλις καὶ ποταμὸς Ἰλλυρίας καὶ | |
15 | κόστος καὶ νόστος βραχεῖ παραλήγουσι. Τὰ εἰς τος δισύλλαβα ἔχοντα πρὸ τοῦ τ ς, εἰ παρασχηματίζοιτο εἰς διάφορα γένη, ὀξύνεσθαι θέλει, εἰ μὴ ὑπερθετικὰ εἴη ἢ ἐκ πλειόνων συλλαβῶν εἰς δισυλλαβίαν μεταστῇ, πιστός, ξυστός, ἀστός, μεστός, κεστός. τὸ δὲ πλεῖστος, λῷστος, ῥᾷστος ὑπερθετικὰ ὄντα βαρύ‐ | |
20 | νεται. καὶ τὸ Πλεῖστος ποταμὸς ἐν Δελφοῖς βαρύνεται «πολλὰ δὲ Κωρύκιαι νύμφαι Πλείστοιο θύγατρες». Ἀπολλώνιος (Argon. II 711). τινὲς δὲ ἀναγινώσκουσι προπερισπωμένως ἐπὶ τῆς γενικῆς, ἐπειδὴ καὶ ὑπὸ τῶν ἐγχωρίων λέγεται Πλειστός ὀξυτόνως, οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις. καὶ τὸ δύστος ὁ δύστηνος καὶ πόστος ἐκ τοῦ | |
25 | πόσατος γέγονεν. Τὰ εἰς τος ῥηματικὰ μὴ ὄντα ἀριθμητικά, πρὸ τοῦ τ τὸ κ ἢ τὸ π ἔχοντα ὀξύνεται, πλεκτός, ἑλκτός, πνικτός, θελκτός. τὸ δὲ οἶκτος βαρύνεται. οὐ γὰρ ῥηματικόν. —ἄλλως τε φιλεῖ πως τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα βαρύνε‐ | |
30 | σθαι, ὁπότε πρὸ τῆς ος συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρχει— καὶ τὸ ἄρκτος καὶ πέκτος ὁ πόκος καὶ τὸ κάκτος. καὶ Λύκτος πόλις Κρήτης ἀπὸ Λύκτου τοῦ Λυκάονος· ἔνιοι δὲ Λύττον αὐτήν φασιν | |
διὰ τὸ κεῖσθαι ἐν μετεώρῳ τόπῳ. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον | 217 | |
3,1218 | φασί. καὶ Ῥάπτος ποταμὸς Αἰθιοπίας. τὸ δὲ πέμπτος ἕκτος τὰ ἐπὶ ἀριθμοῦ βαρύνεται. τὸ μέντοι πεμπτός ὀξύνεται τὸ ἐπιθετικὸν καὶ τὸ ἑκτός ὁ ἐχόμενος, ἐκτός δὲ χωρὶς ἐπίρρημα. Τὰ εἰς διπλοῦν ττ βαρύνεται, χωρὶς τῶν Ἀττικῶν, κόττος, λύτ‐ | |
5 | τος, Βάττος, Βρέττος πόλις Τυρρηνῶν ἀπὸ Βρέττου τοῦ Ἡρακλέους καὶ Βαλητίας τῆς Βαλήτου, Σφῆττος παῖς Τροιζῆνος, τὸ δὲ Σφητ‐ τός δῆμος Ἀκαμαντίδος φυλῆς ὀξύνεται. τὰ δὲ Ἀττικὰ ὁμοτονεῖ τοῖς κοινοῖς, ἐξ ὧν γέγονε, κιττός, ὅτι κισσός, τριττός, ὅτι τρισσός. Τὰ εἰς τατος ὑπερθετικὰ προπαροξύνεται, καὶ ὅσα εἰς στος ὑπερ‐ | |
10 | θετικά, λαμπρότατος, ὁσιώτατος, σεμνότατος, κάλλιστος, κύ‐ διστος, ἄριστος. ὁμοίως καὶ τὸ πλατάνιστος ἀπὸ τοῦ πλάτανος. Τὰ εἰς τος ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ παραληγόμενα τῷ α προπαροξύνεται, Ἔλατος, ἀφ’ οὗ Ἐλάτεια πόλις Φωκίδος, ὕπα‐ τος, ἔνατος, Εἴνατος πόλις Κρήτης, ὡς Ξενίων φησί. τινὲς δὲ | |
15 | ὄρος καὶ ποταμός, ἐν ᾧ τιμᾶσθαι τὴν Εἰλείθυιαν Εἰνατίην. θάνατος, Ἔρατος τὸ κύριον, ἐρατός ὁ ἐπιθυμητικός. ἄκατος, Ἀμήστρατος πόλις Σικελίας. Ἀπολλόδωρος τετάρτῃ χρονικῶν. Μυτισέρατος φρού‐ ριον Σικελίας. Φίλιστος δεκάτῃ. Μυτίστρατος πολίχνιον περὶ Καρ‐ χηδόνα. Πολύβιος πρώτῳ. | |
20 | Τὰ διὰ τοῦ ατος παρηγμένα εἰ μὴ ῥηματικά εἰσιν ἀπὸ τῶν εἰς μι ληγόντων, ἢ ἀπὸ δευτέρας συζυγίας τῶν περισπωμένων προπαροξύνον‐ ται, μέσατος, πύματος, ὀγδόατος, τρίτατος, τέτρατος, νέα‐ τος. τὸ μέντοι ἐρατός, ἐλατός ὀξύνεται. ὡσαύτως δὲ ὀξύνεται καὶ τὰ ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων μακρὸν ἔχοντα τὸ α, | |
25 | περατός, θεατός, φυρατός, ἰατός. Τὰ εἰς ετος τρισύλλαβα ἔχοντα τὸ ε ἐν τῇ τρίτῃ ἀπὸ τέλους κύρια ὄντα καὶ προσηγορικὰ προπαροξύνεται, Νέπετος πόλις Ἰταλίας. Διο‐ νύσιος τρισκαιδεκάτῃ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἔχετος, Δέρκετος, Μένετος τὸ κύριον, μενετός τὸ ἐπίθετον. τούτοις ἠκολούθησε καὶ | |
30 | τὸ ἔμετος ὡς ἔχον τὸ ε ὥσπερ τὰ ἄνω. σεσημείωται τὸ Ἐνετός ἔθνος Παφλαγονίας ὀξυνόμενον. Ὅμηρος «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων | |
γένος ἀγροτεράων» (Il. Β 852). τὰ δὲ ἔχοντα τὸ α ὁμοίως, ἄργε‐ | 218 | |
3,1219 | τος, ἄφετος, ἄνετος, Αἴνετος, αἰνετός δὲ τὸ ἐπίθετον. Λάμ‐ πετος υἱὸς Ἴρου, πάγετος, ὅπερ ὀξύνει ἡ συνήθεια. ἔτι ὀξύνεται καὶ ἀετός καὶ αἰετός. Τὰ διὰ τοῦ ετος τρισύλλαβα προσηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται, εἰ | |
5 | μὴ παρωνύμως τετύπωται, νιφετός, ὑετός, κοπετός, πυρετός, τοκετός, συρφετός. τὸ μέντοι ἄσχετος, ἄσπετος, γνύπετος ὁ χαῦνος προπαροξύνεται. * Τὰ ὑπὲρ τρεῖς συλλαβὰς διὰ τοῦ ετος ἐκφερόμενα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ, ἐπιθετικῶς μὲν λαμβανόμενα τρίτην ἀπὸ | |
10 | τέλους θέλει ἔχειν τὴν ὀξεῖαν ὥσπερ ἔχει τὸ ἀμαιμάκετος, περι‐ μήκετος, ἀριδείκετος, ἐξαίρετος, παλινάγρετος, τηλύγετος, Ταΰγετος, ἀτρύγετος. τὸ δὲ λαιλαπετός μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ Ἰαπετός ἐπὶ κυρίου. οὕτως οὖν καὶ τὸ ἀφυσγετός, εἴπερ οὐκ ἔστιν ἐπιθετικόν, ὑγιῶς ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ | |
15 | αὐτὸ βαρύνομεν κατὰ τὸν Τυραννίωνα, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι. Τὰ εἰς τος κύρια ἢ ἐπίθετα παραληγόμενα τῷ η μονογενῆ βαρύ‐ νονται, Ἄρητος, Λάμητος ποταμὸς πρὸς Κρότωνι, ἀφ’ οὗ Λαμητῖ‐ νοι πόλις. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμη‐ τῖνοι». Μέλητος ὄνομα κύριον, βύνητος εἶδος ἱματίου παρ’ Αἰγυπτίοις. | |
20 | Μάσητος πόλις Ἀργείων, ἣ καὶ Μάσης. Μίλητος πόλις ἐπιφανὴς ἐν Καρίᾳ τῶν Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. Δίδυμος δ’ ἐν τοῖς συμποσια‐ κοῖς φησιν, ὅτι πρῶτον Λελεγηίς ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέ‐ γων, εἶτα Πιτύουσα ἀπὸ τῶν ἐκεῖ πιτύων καὶ ὅτι ἐκεῖ πρῶτον πίτυς ἔφυ. οἱ γὰρ Μιλήσιοι ἐν τοῖς θεσμοφορίοις πίτυος κλάδον ὑπὸ τὴν | |
25 | στιβάδα ... καὶ ἐπὶ τὰ τῆς Δήμητρος ἱερὰ κλῶνον πίτυος τίθεσθαι ... διὰ τὸ ἀρχαῖον τῆς γενέσεως. μετὰ δὲ ταῦτα ἀπὸ Ἄνακτος τοῦ Γῆς καὶ Οὐρανοῦ ὠνομάσθη Ἀνακτορία. ἔστι δὲ καὶ Κρητικὴ πόλις Μίλη‐ τος. λέγεται δὲ καὶ τὴν Καλυψοῦς νῆσον Μίλητον κληθῆναί ποτε. | |
Κόρητος. Κατάρητος ὁ ποταμός. Αἴνητος ὄνομα κύριον, τρύ‐ | 219 | |
3,1220 | γητος ὁ καιρὸς μονογενῶς, τρυγητός δὲ τὸ τρυγώμενον. τοιοῦτον καὶ τὸ ἄμητος καὶ ἀμητός. τὸ δὲ ἑψητός, λαλητός ὀξύτονα καὶ ἐπιθετικά. καὶ τὸ ἀλαλητός ἀπὸ τοῦ λαλητός προσθέσει τοῦ α. Τὰ εἰς τος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ η ἁπλᾶ τριγενῆ | |
5 | ὀξύνεται, δωρητός, ἀσκητός, κοσμητός, ἀγαπητός, ὠνητός, ποτητός, ἀρητός, μισητός, ᾧ ὁμοτονεῖ Μισητός πόλις Μακεδο‐ νίας, νοητός, παραρρητός, παραμυθητός. τὸ δὲ ἄρρητος, ἄκλητος, ἄκμητος σύνθετα προπαροξύνονται. οὕτως καὶ τὸ ἄητος ὁ ἀκατάπαυστος «θάρσος ἄητον ἔχουσα» (Φ 395). ἔστι γὰρ σύνθετον, | |
10 | ὥς φησι Φιλόξενος, παρὰ τὸ ἐτός ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει, καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς οὐκ ἐτός ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέστι μέγα, ἄετον καὶ ἄητον. | |
15 | * Τὰ εἰς ττος ὑπὲρ δύο συλλαβὰς τῷ η παραληγόμενα κύρια ὀξύ‐ νεται, Γαργηττός πόλις καὶ δῆμος Αἰγηΐδος φυλῆς, Ὑμηττός ὄρος τῆς Ἀττικῆς—τὸ υ μακρὸν καὶ βραχύ. Λυκαβηττός. Συπαλητ‐ τός δῆμος τῆς Κεκροπίδος φυλῆς. Ὑηττός κώμη Βοιωτίας. ὠνόμα‐ σται δ’ οὕτως διὰ τὸ καθύεσθαι σφοδροῖς ὄμβροις. τινὲς δὲ τὴν Ἀσπλη‐ | |
20 | δόνα Ὑηττόν ἐκάλεσαν. Τὰ εἰς τος ὑπὲρ δύο συλλαβὰς ἀρσενικὰ παραληγόμενα τῷ ι μὴ ὄντα ἐπιθετικὰ βαρύνονται, βάρβιτος, Νήριτος ἢ Νήριτον ὄρος, Λήϊτος, Φώκριτος, Ἄγχιτος, Ἀφρόδιτος. τὰ δὲ θηλυκὰ ὀξύ‐ νεται ἁμαξιτός· ἔστι καὶ πολίχνιον Τρῳάδος. Στράβων ιγʹ (p. 612). | |
25 | ἀτραπιτός, Λυχνιτός ἡ λίμνη Ἰλλυρίας θηλυκῶς καὶ ἡ πόλις ἀρσε‐ νικῶς. τινὲς δὲ διὰ τοῦ δ γράφουσιν. τὸ δὲ θεριτός τὸ θεριζόμενον, θέριτος δὲ ὁ καιρός. | |
Τὰ εἰς τος τρισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ο | 220 | |
3,1221 | καταλήγουσαν σπάνιά εἰσιν, ὀνοτός, Μολοτός ἔθνος τῆς Ἠπείρου καὶ τόπος, δι’ ἑνὸς τ καὶ Μολοττός, ὀμοτός. τὸ μέντοι ἄροτος καὶ βίοτος προπαροξύνεται. Τὰ εἰς τος ὑπερδισύλλαβα παραληγόμενα υ βραχεῖ κύρια ὄντα βα‐ | |
5 | ρύνεται, Ἔρυτος, Ἄνυτος, Εὔρυτος Μελανέως πατήρ, Αἴπυτος, Ὄρνυτος, Μάδυτος πόλις Ἑλλησποντία. Ἑκαταῖος Εὐρώπῃ καὶ ἄλλοι. λέγεται καὶ Μάδυτα. Ὤκυτος. Ἄφυτος πόλις Θρᾴκης, ἣ καὶ Ἀφύτη καὶ Ἄφυτις, Ἄκυτος νῆσος περὶ Κυδωνίαν τῆς Κρήτης. πρόσκειται κύρια διὰ τὰ τριγενῆ ἁπλᾶ ὄντα, ἃ ὀξύνεται, φορυτός, | |
10 | πινυτός. τὸ δὲ ἄλυτος σύνθετον προπαροξύνεται. τὰ δὲ τρισύλλαβα ἐκτεταμένον τὸ υ ἔχοντα ὀξύνεται, Βηρυτός πόλις Φοινίκης, κωκυ‐ τός, Καρδυτός πόλις Σύρων μεγάλη, ὡς Ἑκαταῖος ἐν περιηγήσει Ἀσίας. βουλυτός, Κορδυτός πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. γωρυτός. Κολλυτός ὁ υἱὸς Διόμου. τὸ δὲ Σεβέννυτος πόλις | |
15 | Αἰγύπτου καὶ λιμὴν καὶ ποταμὸς προπαροξύνεται ὑπερβαῖνον τὴν τρι‐ συλλαβίαν. Τὰ εἰς τος τρισύλλαβα παραληγόμενα τῷ ω ὀξύνεται, πτερωτός, τορνωτός, χρυσωτός, αὐλωτός, κηρωτός, κροκωτός, Βοιω‐ τός, ὃν γενέσθαι φασὶ Ἰτώνου τοῦ Ἀμφικτύονος τοῦ νεωτέρου τῶν | |
20 | Δευκαλίωνος καὶ Πύρρας παίδων. Νικόστρατος δέ φησιν, ὅτι Ποσει‐ δῶνος καὶ Ἄρνης ἦν παῖς. Εὐφορίων ὄφρα κε μαντεύοιτο μεθ’ υἱάσι Βοιωτοῖο, τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκεν Ἄρνη, Βοιωτὸν δ’ ὀνόμηνε. τὸ γὰρ καλέσαντο νομῆες, | |
25 | ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις. καὶ Εὐριπίδης «τὸν δ’ ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν». τὸ ἐθνικὸν ὅμοιον Βοιωτός. Ἀποδωτός ἔθνος Αἰτωλίας. Θουκυδίδης τρίτῃ (c. 94) «ἐπιχειρεῖν δ’ ἐκέλευον πρῶτον μὲν Ἀποδωτοῖς, ἔπειτα Ὀφιονεῦσιν». Ἀραχωτός ποταμὸς Ἰνδικῆς ῥέων ἀπὸ Καυκάσου, ὡς Φαβωρῖνος καὶ | |
30 | Στράβων ἑνδεκάτῃ (p. 513). καὶ ἀπ’ αὐτοῦ Ἀραχωτοί πόλις Ἰνδικῆς. | |
εἰσὶ καὶ ἄλλοι πλησίον Μασσαγετῶν ὡς Στράβων ἑνδεκάτῃ. διχῶς δὲ | 221 | |
3,1222 | λεκτέον καὶ Ἀραχώτης καὶ Ἀραχωτός. Βουθρωτός νῆσος περὶ Κέρ‐ κυραν. ἔστι καὶ πόλις. Θεσπρωτός ἔθνος, μυωτός εἶδος χιτῶνος, ἁλωτός. τὸ δὲ δορυάλωτος σύνθετον προπαροξύνεται. τὰ δὲ ἔχοντα ἐν τῇ πρώτῃ τὸ α στερητικὸν προπαροξύνεται, ἄγνωτος, ἄτρωτος, | |
5 | ἄπτωτος, ἄζωτος· ἔστι καὶ Ἄζωτος πόλις Παλαιστίνης. καὶ ἔτι τὰ σύνθετα, ἀνακίδωτος ἄνευ ἀκίδος, ἀπύργωτος, πολύγνωτος, ἀκηλίδωτος. σεσημείωται τὸ Ἄσβωτος πόλις Θεσσαλίας καὶ Μάσκω‐ τος πόλις Λιβύης. Ἑκαταῖος περιηγήσεως βʹ. Τὰ εἰς τος ὑπερδισύλλαβα κύρια καὶ προσηγορικὰ ἔννοιαν συνθέσεως | |
10 | ἔχοντα καὶ ἔτι τὴν παραλήγουσαν εἰς ἀμετάβολον καταλήγουσαν βαρύ‐ νεται, εἰ μὴ διαστολή τις γένοιτο, Ἁλίαρτος πόλις Βοιωτίας ἀρσε‐ νικῶς. Ὅμηρος «ποιήενθ’ Ἁλίαρτον» (Il. Β 503). λέγεται δὲ οἰκισθῆναι ὑπὸ Ἁλιάρτου τοῦ Θερσάνδρου. Ἀρμενίδας δ’ ἐν τῷ ρ Ἀρίαρτόν φησιν. Ἄψυρτος παῖς Αἰήτου καὶ τόπος ἐν τῷ Εὐξείνῳ πόντῳ, Ἄψαρος | |
15 | ὕστερον λεγόμενος. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ. καὶ Πολύβιος νῆσον Ἄψυρτον ἱστορεῖ. Σίβυρτος πόλις Κρήτης. ἄσφαλτος. Ἀμάραντος τὸ κύριον, τὸ δὲ ἐθνικὸν ὀξύνεται ὡς Ἀπεραντός. εἰσὶ δὲ Ἀμαραντοί Κολχικὸν ἔθνος, ἀφ’ ὧν ὁ Φᾶσις ῥεῖ, ὅθεν καὶ Ἀμαράντιον τὸν Φᾶσίν φασιν. οἱ δὲ Ἀπεραντοί ἔθνος Θεσσαλίας. Ὀδόμαντος ἔθνος Θρᾴκης. | |
20 | Θουκυδίδης δευτέρᾳ (c. 101). Σάγουντος πόλις ἐν Ἱσπανίαις. Τά‐ ραντος πόλις Βιθυνίας, ἔνθα τιμᾶται Ταρανταῖος Ζεύς, ὡς Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν, ἀρσενικῶς λεγομένη. εὕρηται καὶ διὰ τοῦ δ Δάρανδος. Δύσποντος ὁ Πέλοπος, ἀφ’ οὗ Δυσπόντιον πόλις Πι‐ σαίας. ὀξύνεται δὲ τὰ πρὸ τέλους εν ἔχοντα, Λωμεντός, Λαυρεντός, | |
25 | Σωρεντός, Βενεβεντός, ἣ καὶ Μαλοεντός ἐλέγετο. Καρουεντός Διονύσιος βʹ Ῥωμαϊκῆς ἀρχαιολογίας· ἔν τισι δὲ γράφεται Καρυεντός· Ῥαρεντός, πόλεις Σικελικαί, ὡσαύτως καὶ Πολλεντός. ἔτι ὀξύνεται καὶ τὸ κονιορτός καὶ κολοσυρτός σύνθετα ὄντα. τὰ μέντοι ἐπιθε‐ | |
τικὰ ὀξύνεται, ἱμερτός, ἐγερτός, ὑφαντός. | 222 | |
3,1223 | Τὰ εἰς τος ἁπλᾶ ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ τ ψιλὸν κατ’ ἐπιπλοκὴν ἐπιθετικὰ ὄντα καὶ ῥηματικὰ ὀξύνεται, ἑλικτός, ἀμελκτός, χαρακτός, ὀρεκτός. τὸ μέντοι Αἴγυπτος—ἡ χώρα καὶ ὁ ποτα‐ μός. ἐκλήθη ἀπὸ τοῦ Αἰγύπτου, ὡς Χάραξ «Βήλου παῖς ὢν καὶ Ἀερίας | |
5 | τῆς καὶ Ποταμίτιδος βασιλεύσας ἔτη τριάκοντα τρία». —καὶ Πάνα‐ κτος καὶ Ναύπακτος πόλις Αἰτωλίας ἀπὸ ναυπηγίας τῶν Ἡρακλειδῶν, ὡς Ἔφορος καὶ Στράβων (9 p. 427). καὶ Πρόνεκτος πόλις Βιθυνίας καὶ Δατύλεπτος ἔθνος Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ—μὴ ὄντα ῥηματικὰ προπαροξύνεται. σεσημείωται τὸ δρυφακτός ὀξυνόμενον, ἡ θύρα τοῦ | |
10 | δικαστηρίου, ἣ καὶ κιγκλίδες καλοῦνται. Τὰ εἰς στος κύρια ἀρσενικὰ μόνως ἢ θηλυκὰ βαρύνεται, Ἄκαστος. Λύκαστος πόλις Κρήτης. Ὅμηρος «Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον» (Β 647) ἀπὸ Λυκάστου αὐτόχθονος ἢ παιδὸς τοῦ Μίνωος. ἔστι καὶ Ποντικὴ Λύκαστος. τὴν Κρητικὴν Λύκαστον ὀξύνουσιν οἱ ἐγχώ‐ | |
15 | ριοι, ὡς ἱστορεῖ Διονύσιος. οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις. Ἥφαιστος. Ἄδραστος βασιλεύς, ἀφ’ οὗ πόλις Ἀδράστεια. Βίβα‐ στος Θρᾴκης πόλις. Βούβαστος πόλις Αἰγύπτου, ἣν Ἡρόδοτος (e. g. 2, 59) Βούβαστίν φησι διὰ τοῦ ι. Μούμαστος πόλις Καρίας. Ἀλέ‐ ξανδρος δευτέρῳ Καρικῶν. Ἔγεστος ὁ Τρωός, ἀφ’ οὗ Ἔγεστα πόλις | |
20 | Σικελίας. Αἴγεστος στρατηγός τις, ἀφ’ οὗ Αἰγεσταῖοι οἱ Θεσπρωτοί. Πραίνεστος πόλις Ἰταλίας ἀπὸ Πραινέστου τοῦ Λατίνου τοῦ Ὀδυσσέως καὶ Κίρκης υἱοῦ. Μάκιστος ὁ ἀδελφὸς Φρίξου καὶ πόλις τῆς Τριφυ‐ λίας. Ἀνάφλυστος δῆμος τῆς Ἀντιοχίδος φυλῆς ἀπὸ Ἀναφλύστου ἥρωος. Παυσανίας δευτέρῳ (30, 9) «Τροιζῆνος οἱ παῖδες Ἀνάφλυστος | |
25 | καὶ Σφῆττος». Κάρυστος ὁ Χείρωνος καὶ ἀπ’ αὐτοῦ πόλις ὑπὸ τῇ Ὄχῃ ὄρει τῆς Εὐβοίας. ἔστι καὶ Κάρυστος τόπος τῆς Αἴγυος πρὸς Ἀρκαδίαν, ἀφ’ οὗ Καρύστιον οἶνον Ἀλκμὰν ἔφη, καθὰ Στράβων δεκάτῃ (p. 446). τὰ δὲ προσηγορικὰ ὀξύνεται, ἀγοστός ἡ ἀγκάλη, ὀϊστός. * Τὰ εἰς στος τῷ η παραληγόμενα κύρια ὀξύνεται, Ὀγχηστός | |
30 | ἄλσος. Ὅμηρος «Ὀγχηστόν θ’ ἱερόν, Ποσιδήϊον ἀγλαὸν ἄλσος» (Β 506). —ἱδρυνθὲν ὑπὸ Ὀγχηστοῦ τοῦ Βοιωτοῦ, ὥς φησιν Ἡσίοδος. ἔστι καὶ πόλις, ὡς Παυσανίας ἐνάτῳ (26, 6). Ἀπολλώνιος δὲ ὁ Ῥόδιος .... πόλιν φησὶ μεγάλην τὸν Ὀγχηστὸν μεταξὺ Ἁλιαρτίων καὶ Ἀκραιφνίων. Τυφρηστός πόλις τῆς Τραχῖνος ὀνομασθεῖσα ἀπὸ τῆς τέφρας Ἡρα‐ | |
35 | κλέους ἢ ἀπὸ Τυφρηστοῦ υἱοῦ Σπερχειοῦ. | |
Τὰ εἰς στος ἐπιθετικὰ ἁπλᾶ ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, | 223 | |
3,1224 | ληϊστός, μεριστός, ὀνομαστός. τὰ δὲ σύνθετα προπαροξύνεται, φραστός ἄφραστος, ἀλίαστος, ἄλαστος ὁ ἄδικος ἀπὸ τοῦ λάζω τὸ λαμβάνω, ὡσαύτως καὶ τὰ ὑπερθετικά, τάχιστος, ἄριστος, κάλ‐ λιστος, μεθ’ ὧν ἕκαστος. | |
5 | Τὰ εἰς στος ὑπερδισύλλαβα παραληγόμενα ο ἐπὶ ποσότητος τασσό‐ μενα ὀξύνεται, πολλοστός, εἰκοστός, τριακοστός, πεντηκοστός. Τὰ εἰς τος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ευ διφθόγγῳ ἁπλᾶ ὄντα ὀξύνεται, τορνευτός, στρατευτός, βουλευτός. τὸ δὲ ἀστρά‐ τευτος σύνθετον. | |
10 | * Τὰ εἰς τος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ οι διφθόγγῳ σπάνια ὄντα βαρύνεται, ἄλοιτος ὁ ἄδικος καὶ μιαρός. Τὰ διὰ τοῦ ουτος προπερισπᾶται, τηλικοῦτος, τοιοῦτος, τοσοῦτος. Τὰ εἰς τος ὑπερδισύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα προπαρ‐ | |
15 | οξύνεται, ἄπαυστος, ἄθραυστος, ἄκλαυστος. σεσημείωται ἐνιαυ‐ τός ὀξυνόμενον. Τὰ εἰς φος δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται, εἰ μὴ παρα‐ λήγοι τῷ υ βραχεῖ τοπικὰ ἢ εἰς τὸ λ, Πάφος πόλις Κύπρου, τάφος καὶ Τάφος πόλις Κεφαλληνίας, νῦν δὲ Ταφιοῦσσα. Γόμφοι πόλις | |
20 | Θεσσαλίας καὶ τὸ ἐθνικὸν ὅμοιον, Σόφος τὸ κύριον, σοφός δὲ τὸ | |
ἐπίθετον, ὄρφος κοινῶς, ὀρφῶς δὲ Ἀττικῶς. λόφος, κέκφος εἶδος | 224 | |
3,1225 | ὀρνέου, ζόφος, δνόφος, γνόφος, γρῖφος, ψῆφος. τὸ δὲ κρυ‐ φός καὶ συφός ἔχει τὸ υ βραχὺ σημαίνοντα τοπικὴν ἔννοιαν. τὸ δὲ κῦφος τὸ κυ μακρόν, ὡς καὶ τὸ τῦφος. τὸ δὲ Κύφος παῖς Περραι‐ βοῦ, ἀφ’ οὗ Κύφος πόλις Περραιβίας, ἔστι καὶ ποταμὸς Κύφος— | |
5 | «Γουνεὺς δ’ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας» (Il. Β 748)— βραχὺ ἔχον τὸ υ παροξύνεται. τὸ δὲ ἀλφός τὸ σωματικὸν πάθος καὶ πολφός ὄψον τι ἔχουσι τὸ λ ὡς καὶ τὸ Δελφοί πόλις ἐπὶ τοῦ Παρ‐ νασσοῦ πρὸς τῇ Φωκίδι καὶ τὸ ἐθνικὸν ὁμοφώνως τῇ πόλει—ἐκλήθη‐ σαν δὲ Δελφοί, ὅτι Ἀπόλλων συνέπλευσε δελφῖνι εἰκασθείς. τὰ δὲ | |
10 | ἐπίθετα ὀξύνεται, σοφός, κυφός, κωφός, οἷς ἠκολούθησε καὶ τὸ τροφός. τὸ δὲ κοῦφος προπερισπᾶται. Τὰ εἰς φος ὑπερδισύλλαβα ἁπλᾶ μὴ δηλοῦντα ἐνέργειαν προπαρ‐ οξύνεται, κρόταφος, ἔλαφος, σκίραφος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων, Ἔπαφος, Κέρκαφος | |
15 | Ἡλίου παῖς, Τέκταφος ὁ Δώρου τοῦ Ἕλληνος, κόλαφος, ἀσκά‐ λαφος, ἔριφος, Σέριφος μία τῶν Σποράδων, Ἄντιφος, Τήλε‐ φος Τάρχωνος πατήρ, Αἴγης καὶ Τεύθραντος υἱός, ἄργυφος ὁ λευκός, κόσσυφος, Κόττυφος, Σίσυφος, κόρυφος, Κίνυφος ὁ ποταμός. τὸ δὲ ἀδελφός ὀξύνεται καὶ ἴσως ὡς τριγενές. τὰ γὰρ λοιπὰ μονο‐ | |
20 | γενῆ. καὶ τὰ ἐνέργειαν δηλοῦντα παροξύνεται, πορφυροβάφος, ὑποδηματορράφος καὶ ἱπποτρόφος. Τὰ εἰς χος δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ βαρύνεται, κόλχος καὶ Κόλχος, βρόγχος, μόσχος καὶ Μόσχος ἔθνος προσεχὲς τοῖς Μα‐ τιηνοῖς. Ἑκαταῖος Ἀσίᾳ. κόγχος, τρόχος ὁ τόπος ἐν ᾧ τρέχουσι | |
25 | ὡς παρ’ Εὐριπίδῃ ἐν Μηδείᾳ (46) | 225 |
3,1226 | ἀλλ’ οἷδε παῖδες ἐκ τρόχων πεπαυμένοι στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι κακῶν. τροχός δὲ ὁ κύκλος, βρόχος, ἦχος, Τρῆχος ὄνομα κύριον, στί‐ | |
5 | χος, τύχος, τοῖχος, βρῦχος ὁ κῆρυξ, δηλοῖ δὲ καὶ ὄνομα τόπου. σεσημείωται τὸ μυχός ὁ ἐνδότερος τόπος. τὸ δὲ μοιχός, πτωχός, ἀρχός ἐπιθετικὰ ὄντα ὀξύνεται. Τὰ εἰς χος ὑπερδισύλλαβα προπαροξύνεται, στόμαχος, βάτρα‐ χος, Βώταχος. Νικόλαος εʹ «Ἰοκρίτου δὲ τοῦ Λυκούργου Βώταχος, | |
10 | ἀφ’ οὗ ὁ τόπος Βωταχίδαι ἐν Τεγέᾳ ἐκλήθη». Ἴναχος ὁ ποταμός, Σήμαχος, ᾧ καὶ ταῖς θυγατράσιν ἐπεξενώθη Διόνυσος, ἀφ’ οὗ Σημα‐ χίδαι δῆμος Ἀττικῆς. Σωτήριχος, μείλιχος, Ἰάμβλιχος, τάρι‐ χος, τοῦτο ἑκατέρως λέγεται καὶ τὸ τάριχος καὶ ὁ τάριχος. Ἀριστο‐ φάνης «ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι». ὁ αὐτός «τάριχον | |
15 | τοιοῦτον πλύνω». Κλέοχος, Τάοχος ἔθνος ἐνδοτέρω τοῦ Πόντου. τούτους τινὲς Τάους καλοῦσιν, ὡς Σοφαίνετος ἐν τῇ ἀναβάσει φησίν. Ἀμφίλοχος ὁ Ἀμφιαράου, ἀφ’ οὗ Ἀμφίλοχοι πόλις Ἀκαρνανίας καὶ οἱ πολῖται ὁμοφώνως, Γόρδοχος ἔθνος Περσικὸν ὃ καὶ Γορδιαῖος καὶ Γόρδος καλεῖται. ἥσυχος, βότρυχος, βόστρυχος, Μόρυχος, Μό‐ | |
20 | νυχος, ἀφ’ οὗ Μουνυχία, Μόλορχος, ἀφ’ οὗ Μολορχία πόλις Νε‐ μέας. Ὀξύρυγχος πόλις Αἰγύπτου τιμῶσα τὸν ὁμώνυμον ἰχθῦν. δόλιχος τὸ ὄσπριον, δολιχός δὲ ὁ μακρός. τὸ δὲ μοναχός ὀξύ‐ νεται. καὶ ὀξύνεται δὲ τὸ Ἀρρηχός ἔθνος Μαιωτῶν. Στράβων ἑνδεκάτῃ (p. 495), τὸ δὲ Καρδοῦχος προπερισπᾶται. ἔστι δὲ ἔθνος Μηδίας, | |
25 | ὡς Ξενοφῶν ἐν ἀναβάσεως τρίτῃ (5, 15) «ἐς Καρδούχους ἄγοι. τούτους δ’ ἔφασαν οἰκεῖν ἀνὰ τὰ ὄρη καὶ πολεμικοὺς εἶναι καὶ βασιλέως οὐκ ἀκούειν». καὶ Σοφαίνετος ἐν Κύρου ἀναβάσει φησὶ περὶ αὐτῶν. Τὰ εἰς ψος δισύλλαβα μὴ ἐπιθετικὰ βαρύνεται, Μόψος, γύψος, Τίψος ἡ πόλις, Μίψος τὸ ἔθνος, θάψος εἶδος ξύλου, Θάψος πόλις | |
30 | Λιβύης Στράβων ἑπτακαιδεκάτῳ (p. 831). ἔστι καὶ Σικελίας. ἔστι δὲ χερσόνησος ἐν στενῷ ἰσθμῷ, ὡς Θουκυδίδης (6, 97). Λάμψος παῖς | |
Κοδρίδου καὶ ἀπ’ αὐτοῦ μοῖρα τῆς Κλαζομενίων χώρας, ὡς Ἔφορος | 226 | |
3,1227 | τρίτῳ. τὰ δὲ ἐπιθετικὰ πρὸ τοῦ ψ ἔχοντα μ ὀξύνεται, κομψός, γαμψός. Τὰ εἰς ψος ὑπερδισύλλαβα ὀξύνεται, Λυκαψός κώμη πλησίον Λυ‐ δίας. Εὐφορίων Διονύσῳ· κινδαψός καὶ σκινδαψός ὀργάνου ὄνομα | |
5 | καὶ κύριον. τίθεται καὶ κατ’ οὐδενὸς ὡς τὸ τραγέλαφος, χορδαψός, Κυδαψός, Γαληψός πόλις Θρᾴκης καὶ Παιόνων. Ἑκαταῖος Εὐρώπῃ. Θουκυδίδης τετάρτῃ (c. 107) «καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰ‐ σύμη». ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης. Αἰδη‐ ψός πόλις Εὐβοίας. Στράβων ἐνάτῳ (p. 425) «κεῖται δὲ κατ’ Αἰδηψὸν | |
10 | τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους». Λαδεψός καὶ Τρα‐ νιψός ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. Τακομψός κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ. Τὰ εἰς ος λήγοντα οὐδέτερα ὀνόματα ἀεὶ βαρύνεται, τεῖχος, | |
15 | βέλος, πάθος, πέλαγος, ὕψος, ὕφος, σκύφος, στῖφος, δίψος, νέφος βρέφος, λαῖφος, αἶσχος, δέλος, δέος, κλέος, μέγε‐ θος, στέλεχος. αἱ δὲ μετοχαὶ οὐδέτεραι ὀξύνονται, τετυφός, πε‐ ποιηκός, γεγραφός, ὥσπερ καὶ αἱ ἀρσενικαί. ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΣΥΝΤΙΘΕΜΕΝΩΝ ΟΝΟΜΑΤΩΝ. | |
20 | ΒΙΒΛΙΟΝ θʹ. Περὶ τῶν εἰς ος. Τὰ ἀπὸ τῶν εἰς ος προπαροξυτόνων σύνθετα προπαροξύνεται, φιλαλέξανδρος, φιλάνθρωπος, εὐστέφανος. Τὰ ἀπὸ τῶν εἰς ος δισυλλάβων παροξυτόνων προπαροξύνεται, νόος | |
25 | Ἀλκίνοος, πόντος Ἑλλήσποντος ὁ κόλπος καὶ ἡ χώρα ἡ παρα‐ | 227 |
3,1228 | κειμένη ἀπὸ Ἕλλης. πόρος Βόσπορος πόλις Πόντου κατὰ τὸν Κιμ‐ μέριον κόλπον ὡς Φίλων καὶ πορθμὸς ὁμώνυμος, ἀπὸ Ἰοῦς τῆς Ἰνάχου καλούμενος, καθὼς Αἰσχύλος ἐν Προμηθεῖ δεσμώτῃ γράφει ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας | |
5 | τῆς σῆς πορείας, Βόσπορος δ’ ἐπώνυμος κεκλήσεται. ἔστι καὶ ἄλλη τῆς Ἰνδικῆς. ὅρμος Πάνορμος πόλις Σικελίας καὶ λιμήν, ὡς Πολύβιος· ἔστι καὶ λιμὴν Κυζίκου· φίλος Δίφιλος. τὸ δὲ ὀστο‐ λόγος καὶ οἰκονόμος οὐ παρὰ τὸ λόγος καὶ νόμος, ἀλλὰ παρὰ τὸ | |
10 | λέγω καὶ νέμω. ὅσα δὲ ὑπερδισύλλαβα παροξύνονται, ἐν τῇ συνθέ‐ σει προπαροξύνονται, ποικίλος παμποίκιλος, ἀγκύλος μεσάγκυ‐ λος, πλησίος παραπλήσιος, αἰόλος παναίολος. τὸ δὲ «κορυ‐ θαιόλος Ἕκτωρ» (e. g. Γ 83) οὐκ ἀπὸ ὀνόματος, ἀλλ’ ἀπὸ ῥήματος. τὸ μέντοι ἱπποβουκόλος διὰ τὴν ἐνέργειαν παροξύνεται καὶ ὅτι ἀπὸ | |
15 | τοῦ ῥήματος καὶ αὐτό. τὸ δὲ ἐναντίος ἀπὸ τοῦ ἀντίος παρέλκον ἔχει τὸ εν. Τὰ ἀπὸ τῶν εἰς ος δισυλλάβων προπερισπωμένων προπαροξύνεται, ζῆλος ἀρίζηλος, δοῦλος σύνδουλος, δοῦπος ἐρίγδουπος. σεση‐ μείωται τὸ οἰκουρός καὶ κηπουρός. ἔτι τὰ ὑπερδισύλλαβα Ῥωμαῖος | |
20 | φιλορώμαιος, Ἀθηναῖος φιλαθήναιος. Τὰ ἀπὸ ὀξυτόνων προπαροξύνονται, δμητός ἄδμητος, κτητός δο‐ ρίκτητος, κακός ἄκακος, σοφός ἄσοφος, ποιητός δημοποίητος, ἐλατός δημήλατος. Αἰσχύλος Ἱκετίσιν (v. 614) «ἄτιμον εἶναι ξὺν φήμῃ δημηλάτῳ». πρατός δημιόπρατος. Ἀριστοφάνης Ἱππεῦσιν | |
25 | (v. 103) «ἐπίπαστα λείξας δημιόπραθ’ ὁ βάσκανος». βοτός ἱππόβο‐ τος, φατός Ἀρηΐφατος «αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσι» (Τ 31), βατός ἄμβατος. «ἔνθα μάλιστα ἄμβατός ἐστι πόλις» (Ζ 434). χωρὶς τῶν ἐπὶ ἐθνικῶν λαμβανομένων, Ἀχαιός φιλαχαιός, Βοιωτός φιλοβοιωτός καὶ χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ φυλαχθῇ ἐν τῇ συν‐ | |
30 | θέσει ἡ ὀξεῖα τάσις ὡς τὸ βροτολοιγός, ἵνα φυλαχθῇ ἡ ἐνέργεια. βροτολοιγός γάρ ἐστιν ὁ φθείρων τοὺς ἄνδρας. τούτου χάριν καὶ ὁ τόνος ἐφυλάχθη. εἰ γὰρ προπαρωξύνετο, ἤμελλε παρέχειν ἐπίστασιν, | |
ὅτι πάθος ἐστίν. ὁμοίως καὶ τὸ ἀθηρηλοιγός. | 228 | |
3,1229 | Τὰ δὲ παρασύνθετα καὶ φυλάττει καὶ ἀναβιβάζει, ἐκλεκτός ἐκ τοῦ ἐκλέγω, ἐπίλεκτος ἐκ τῆς ἐπί καὶ τοῦ λεκτός. ἀνεκτός ὀξύ‐ νεται «ἦ δὴ λοίγια ἔργα τάδ’ ἔσσεται οὐκέτ’ ἀνεκτά» (Il. Α 573). διαμετρητός ἐστι παρασύνθετον· τὸ γὰρ ῥῆμα συντέθειται ἐν τῷ «χῶρον | |
5 | μὲν πρῶτον διεμέτρεον» (Γ 315). ὑγιῶς ἄρα τὸ «διαμετρητῷ» (Il. Γ 344). Ἀρίσταρχος περισπᾷ καὶ οἱ ἄλλοι. καὶ οὕτως ἔχει ἡ παράδοσις. οὕτω καὶ τὸ ἐπαινετός ὀξύνεται, ὅτι ἀπὸ ῥήματος συνθέτου γέγονε, τὸ δὲ ἐξαίρετος βαρύνεται. τὸ δὲ «ἄφαρ δ’ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώ‐ ποισι» (Od. λ 274) προπαροξυτόνως, περιττῆς οὔσης τῆς ἀνά ἀντὶ | |
10 | τοῦ πυστά ἐξηκουστά. —τὸ δὲ ἰατρός φιλίατρος ἀναβιβάζει καὶ ἐν τῷ ἀρχιατρός καὶ ἱππιατρός φυλάττει. τὸ δὲ κλειτός καὶ κλυτός εἰ μὲν μετὰ ἀπτώτου συντεθῇ ὑπὲρ μίαν συλλαβήν, φυλάσσει τὴν ὀξεῖαν τάσιν οἷον κλειτός ἀγακλειτός, κλυτός περικλυτός, ἀγακλυτός. εἰ δὲ μετὰ πτωτικοῦ ἢ ἀπτώτου μονοσυλλάβου, προπαροξύνεται, πρό‐ | |
15 | κλυτος «πρόκλυτ’ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων» (Υ 204), ὀνο‐ μάκλυτος, τοξόκλυτος, Ἡράκλειτος. διὸ σημειούμεθα τὸ ναυ‐ σικλυτός ὀξυνόμενον. ὅτι γὰρ σύνθετόν ἐστι, δῆλον ἐκ τοῦ μένειν τὸ α τῆς ναυσί δοτικῆς. κατ’ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η λέγεται ἢ διὰ τοῦ ε, ἐν δὲ συνθέσει διὰ τοῦ α, Ναυσικάα, Ναυσίθοος. | |
20 | τὸ δὲ δουρὶ κλυτός ἐν παραθέσει ἐστίν. εἰ γὰρ ἦν ἐν συνθέσει, ἤμελλε προπαροξύνεσθαι ὡς μετὰ πτωτικοῦ συντεθὲν καὶ ἀναβιβάσαν τὸν τόνον. Τὰ παρὰ τὸ ἀείδω γινόμενα, εἰ μὲν τῇ ῳ διφθόγγῳ παραλήγον‐ ται, ὀξύνεται, τραγῳδός, κωμῳδός, μελῳδός· εἰ δὲ τῇ οι διφθόγγῳ, εἰ μὲν ὑπὲρ τέσσαρας συλλαβὰς ὦσι, προπαροξύνεται, λιγυάοιδος, | |
25 | ὑπεράοιδος· εἰ δὲ τέσσαρες, ὁμοίως, ὑμνάοιδος, ἐπάοιδος, λυ‐ ράοιδος. τὰ δ’ ἐξ αὐτῶν ὀξύνεται, ὑμνῳδός, ἐπῳδός, λυρῳδός. | |
Ὅσα ἀπὸ γενικῆς εἰς ος συντίθενται, προπαροξύνεται, πλὴν τῶν | 229 | |
3,1230 | παρὰ τὸ ωπος οἷον στενωπός. πυθμένος ἀπύθμενος, λιμένος ἀλίμενος, μηνός δίμηνος, τρίμηνος, πατρός Ἀντίπατρος, χάρι‐ τος ἀχάριτος, θέμιτος ἀθέμιτος. ὡσαύτως καὶ βριήπυος. ἐγένετο δὲ οὕτως. ἦπυς ὡς γῆρυς, μελίγηρυς, ἔπειτα γενικὴ βριήπυος, ἥτις | |
5 | εἰς εὐθεῖαν μετέστη ὁ βριήπυος· οὐ γὰρ ἄηθες γενικὰς ἀναπέμπεσθαι εἰς εὐθείας καὶ μάλιστα παρὰ τῷ ποιητῇ. διὸ καὶ προπαροξύνει αὐτὸ ἡ συνήθεια. Τὰ εἰς ος συντεθειμένα ἀπὸ τῶν εἰς α καὶ εἰς η προπαροξύνεται, ἑστία ἐφέστιος, σκιά εὔσκιος, μοῦσα φιλόμουσος, χρεία ἄχρειος | |
10 | τὸ κοινόν, ἀχρεῖος δὲ τὸ Ἀττικὸν ὡς ἀστεῖος, ἀνδρεῖος, Ἀργεῖος, ἀρχή ταξίαρχος, φωνή ἄφωνος, αὐδή ἄναυδος, μορφή πολύ‐ μορφος, μάχη ναύμαχος «ναύμαχον δόρυ», κόμη ἱππόκομος «ἱππό‐ κομον πήληκα» (Π 797), κυπαρισσόκομος, καλλίκομος, οὐλόκο‐ μος. τὸ δὲ ἱππομάχος καὶ ἱπποκόμος ἀπὸ ῥημάτων καὶ τὸ γηρο‐ | |
15 | κόμος καὶ τὸ ἀκαρός ἀπὸ τοῦ κάρη γέγονε. τοῦτο ἠκολούθησε τῷ μαδαρός καὶ πλαδαρός ὁ ἀσθενής. τὸ δὲ ἀθῷος προπερισπᾶται ἀπὸ τοῦ θῳή. Τὰ εἰς ος σύνθετα ἀπὸ τῶν εἰς ον οὐδετέρων ἢ εἰς ος ἢ α προ‐ παροξύνεται, δῶρον βοτρυόδωρος, τόξον κλυτότοξος, ξίφος ἄξι‐ | |
20 | φος, ὄνομα ἐπώνυμος, διώνυμος. | |
Τὰ εἰς ος συντεθειμένα παρὰ τὸ ἔργον μὴ ὄντα κύρια ὀξύνεται, | 230 | |
3,1231 | ἐλεφαντουργός, αὐτουργός, ὀβριμοεργός, λειτουργός, παν‐ τουργός, πλαστουργός, δημουργός. τὸ μέντοι κακοῦργος βα‐ ρύνεται ὁμοίως καὶ τὸ ἑκάεργος, περίεργος, πολύεργος, πάρ‐ εργος. τὰ δὲ ὄντα κύρια βαρύνεται, Λυκοῦργος, Φιλοῦργος. τὰ | |
5 | δὲ ἐθνικὰ ὀξύνεται οἷον Σιαγαθουργός. Περὶ τῶν παρὰ ῥῆμα συντεθειμένων. Τὰ παρὰ τὸ βόσκω ὀξύνονται, πορνοβοσκός, ὑοβοσκός, χη‐ νοβοσκός. Ὅσα παρὰ τὸ ἕλκω καὶ ἀμέλγω καὶ λείχω, ὀξύνεται, γαγγα‐ | |
10 | μουλκός, ἀμολγός, ματιολοιχός, τραπεζολοιχός. Τὰ παρὰ τὸ ἄγω καὶ πήσσω ὀξύνεται, φορτηγός, στρατηγός, κυνηγός, δημαγωγός, νυμφαγωγός, μυσταγωγός, προαγω‐ γός, ναυπηγός. Ἔτι τὰ παρὰ τὸ ποιῶ ὀξύνεται, ἐργοποιός, ἐποποιός. | |
15 | Ἔτι τὰ παρὰ φέρβω καὶ ἀσκῶ, ἱπποφορβός, φωνασκός. τὸ δὲ αὐτόφορβος οἱ πλείους βαρύνουσι καὶ τὸ Εὔφορβος κύριον. Τὰ ἀπὸ ῥήματος κύρια προπαροξύνεται, Ἱππόδαμος, Δηΐφο‐ βος, Λαόγονος, Λαόδοκος. Βούνομος· οὕτως ἐκαλεῖτο ἡ Μακε‐ δονίας Πέλλα. τὸ μέντοι ξεινοδόκος οὐ κύριον. | |
20 | Τὰ παρὰ τὸ φέρω παροξύνεται, τελεσφόρος, δορυφόρος, βουληφόρος, ἑωσφόρος, λωτοφόρος. τὸ μέντοι ἄφορος, δί‐ | |
φορος ἀπὸ τοῦ φορά. | 231 | |
3,1232 | Ὅσα πρόθεσιν ἔχει ἐν τῇ ἀρχῇ, προπαροξύνεται, περίβολος, Ὑπέρβολος, ἀμφίβολος, πρόβολος. τὸ δὲ ἐπεσβόλος παρ‐ οξύνεται ἀπὸ τοῦ ἔπεσι βάλλειν. καὶ χωρὶς τῶν ἀπὸ κλειτός καὶ κλυτός, τὸ γὰρ περικλυτός ὀξύνεται, καὶ τὰ παρὰ τὸ ἔργον ὑπουργός, | |
5 | συνεργός. Τὰ παρὰ τὸ βάλλειν σύνθετα καὶ μὴ παρὰ πρόθεσιν παροξύνον‐ ται, λιθοβόλος ὁ βάλλων λίθους, λιθόβολος δὲ ὁ ὑπὸ λίθων βαλ‐ λόμενος, ὡς παρὰ Εὐριπίδῃ ἐν Φοινίσσαις (1069) «λιθόβολον εἷμα κατειργάσω». τὸ δὲ πρόβολος καὶ ἀμφίβολος ἀπὸ προθέσεων. | |
10 | Τὰ παρὰ τὸ πολῶ τὸ ἀναστρέφομαι σύνθετα καὶ μὴ παρὰ πρό‐ θεσιν παροξύνονται, ἱπποπόλος, οἰωνοπόλος, δικασπόλος, ὀνει‐ ροπόλος, θυηπόλος, μυροπόλος, αἰπόλος. τὸ δὲ ἀμφίπολος, πρόπολος ἐκ προθέσεως. Τὰ παρὰ τὸ σκοπῶ σύνθετα μὴ ἐκ προθέσεως παροξύνεται, ὀρνι‐ | |
15 | θοσκόπος, οἰωνοσκόπος. τὸ δὲ ἐπίσκοπος, κατάσκοπος ἀπὸ προθέσεων «ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον» (Il. Κ 38). Νικίας ἀναστρέ‐ φει τὴν ἐπί, ἵν’ ᾖ ἐπὶ Τρώεσσιν. εἰσὶ δὲ οἳ ἀνεγνώκασιν ἐπισκοπόν ὡς ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκα‐ τατίθεσθαι καὶ γὰρ ἤδη ἡ συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν, | |
20 | χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆσις τοῦ ὀνόματος παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν συνθέσει «δμωάων σκοπός ἐσσι» (Od. χ 396) «καὶ ἐπί‐ σκοπος ᾖσιν ἑταίρων» (Od. θ 163). Τὰ παρὰ τὸ μάχομαι καὶ μὴ παρὰ πρόθεσιν παροξύνεται, λεον‐ τομάχος, μονομάχος χωρὶς τοῦ ἀγχέμαχος. τὸ δὲ πρόμαχος | |
25 | καὶ σύμμαχος ἐκ προθέσεων. Ἔτι τὰ παρὰ τὸ ἀγορῶ μετὰ προθέσεως σύνθετα προπαροξύνεται, συνήγορος, κατήγορος, παρήγορος. δημηγόρος δὲ παροξύνε‐ | |
ται. οὐ γὰρ ἀπὸ προθέσεως. | 232 | |
3,1233 | Ἔτι τὰ παρὰ τὸ χέω σύνθετα παροξύνεται, χρυσοχόος, οἰνο‐ χόος. τὸ πρόχοος δὲ ἀπὸ προθέσεως. Ὅσα ἐν τῇ ἀρχῇ συντίθεται ἐκ τοῦ πολύ, προπαροξύνεται, πο‐ λύστροφος, πολύκαρπος, πολύφιλος, πολύμηλος, Πολύϊδος, | |
5 | πολύολβος, Πολύφημος, πολύζυγος, πολύλαλος. τὸ δὲ μο‐ γιλάλος παροξύνεται. οὐ γὰρ παρὰ τὸ πολύ. σεσημείωται τὸ πολυ‐ φάγος. ἐξηκολούθησε γὰρ ἑτέρῳ κανόνι. Τὰ γὰρ παρὰ τὸ φαγεῖν ἐν τῷ τέλει συντεθειμένα παροξύνεται, ἀρτοφάγος, μονοφάγος, παμφάγος, ποηφάγος, ἀδδηφάγος, | |
10 | ὠμοφάγος, σαρκοφάγος· οὕτω καὶ πολυφάγος. ὡσαύτως καὶ τὰ ἐθνικὰ Μελινοφάγος ἔθνος Θρᾴκης καὶ Φθειροφάγος. Ὅσα τὸ εὖ μόριον κατ’ ἀρχὴν ἔχει, προπαροξύνεται, εὔτοκος, εὔτονος, εὔμολπος, εὐποίητος «βοῶν τ’ εὐποιητάων» (Il. Π 636). τὸ εὖ κρεῖττόν ἐστιν ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροις φησὶ | |
15 | τὴν δοτικὴν «εὐποιήτῃσι πύλῃσι» (Il. Ε 466) ἢ κατ’ ἰδίαν προφέρεσθαι. Εὔμαιος, εὔσκοπος, εὔξοος χωρὶς τῶν παρὰ τὸ ἔργον εὐεργός. οἷ τε κατ’ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω θηλυτέρῃσι γυναιξὶ καὶ ἥ κ’ εὐεργὸς ἔῃσιν (Od. λ 433). Ὅσα ἀπὸ τοῦ α στερητικοῦ μορίου συντίθεται, προπαροξύνεται, | |
20 | ἄτολμος, ἄτομος, ἄστοργος. Ὅσα ἐν ἀρχῇ ἔχει τὸ φιλεῖν, προπαροξύνεται, φιλόπονος, φι‐ λόσοφος, φιλόλογος. Τὰ παρὰ τὸ λέγω χωρὶς τῶν παρὰ τὸ φιλεῖν παροξύνεται, δικαιο‐ λόγος, φυσιολόγος, τερατολόγος. τὸ δὲ φιλόλογος ἀπὸ τοῦ | |
25 | λόγος καὶ τὸ φιλῶ. Τὰ παρὰ τὸ δυς καὶ ζα μόρια προπαροξύνεται, δύσμορφος, δύ‐ στηνος, ζάπλουτος, ζάκοτος, ζάθεος, ζάφελος, τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λως ἐπιρρήματα παραληγόμενα τῷ ε ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, ἐντελῶς, ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς | |
30 | ξυνέδραμε. | |
Τὰ παρὰ τὸ ὠκύς προπαροξύνεται, ὠκύμορος, ὠκύπορος· τὸ | 233 | |
3,1234 | δὲ ποντοπόρος παροξύνεται· οὐ γὰρ ἀπὸ τοῦ ὠκύς. σεσημείωται τὸ ὠκυμάχος. Ἔτι καὶ τὰ παρὰ τὸ εὐρύς, εὐρύπορος. Ὅσα ἔχει κατὰ ἀρχὴν τὸ ναυ, προπαροξύνεται, ναύαρχος, ναύ‐ | |
5 | κληρος, ναύλοχος. τὸ δὲ ναυπηγός, ναυηγός ὀξύνεται. Ὅσα παρὰ ἐπίρρημα συντίθεται, προπαροξύνεται, ὀψίφυγος, ὀψίτυχος, ὀψιτέλεστος, ἀγχίμολος, ἀγχέμαχος. τὸ δὲ περι‐ κλυτός ἀπὸ τῆς περί. Ὅσα παρὰ τὸ πάλιν καὶ ἄγαν καὶ αὐτό σύνθετα, προπαροξύνε‐ | |
10 | ται, παλίμβολος, παλίγκοτος, ἀγάννιφος, ἀγάστονος, αὐτό‐ μαχος, αὐτοδίδακτος. Τὰ παρὰ τὸ ἀκούω προπαροξύνεται, ὑπήκοος, ἀνήκοος. τὸ δὲ ἐπακουός παρασύνθετον· γίνεται γὰρ ἐκ τοῦ ἐπακούω. Τὰ παρὰ τὸ ἔχω συγκείμενα ὀνόματα, εἰ μὲν τῷ ο παραλήγεται, | |
15 | προπαροξύνεται, αἰγίοχος, ἡνίοχος· ἔστι δὲ καὶ ἔθνος παρὰ τῷ Καυκάσῳ. Στράβων ἑνδεκάτῃ (p. 496). ἔνοχος, μέτοχος, πάροχος. εἰ δὲ τῇ ου διφθόγγῳ, προπερισπᾶται, οἷον ῥαβδοῦχος, κλειδοῦ‐ χος, λαμπαδοῦχος, λυχνοῦχος, σταθμοῦχος, ἀσπιδοῦχος. Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι «ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύ‐ | |
20 | μασι». σκηπτοῦχος, ὀφιοῦχος. Τὰ ἀπὸ δισυλλάβου ῥήματος, οὗ ἡ ἄρχουσα μακρά, συντεθειμένα προπαροξύνεται, μυκῶ ἐρίμυκος, συλῶ ἱερόσυλος, ἄρχω γυμνα‐ σίαρχος, πορθῶ πτολίπορθος. τὰ παρὰ τὸ εἰς ις ἐπίρρημα ἀριθμοῦ συντεθειμένα προπαροξύνεται, | |
25 | δίφορος, τρίφορος, τρίπολος, μεθ’ ὧν καὶ τετράφορος. Τὰ παρὰ τὸ γράφω παροξύνεται, ἱστοριογράφος, βιβλιο‐ γράφος. τὸ δὲ παράγραφος τὸ σημεῖον τὸ ἐν τοῖς μέτροις τιθέ‐ μενον προπαροξύνεται, παρὰ τὸ γραφή γάρ. Τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεται μέν, ὅτε ἐνέργειαν ὑπισ‐ | |
30 | χνεῖται, προπαροξύνεται δέ, ὅτε πάθος, εἰ μὴ κανόνες τινὲς κωλύοιεν. | 234 |
3,1235 | ὥστε διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος καὶ τὸ καρατόμος τοῦ καράτομος. τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν τὰς κάρας τέμνοντα οἷον ἐπὶ δημίου, τὸ δὲ προπαροξυνόμενον τὸν τὴν κάραν τμηθέντα, ὡς ἡ μὲν Γοργώ λέγεται καράτομος ὡς ἀποτμηθεῖσα τὴν | |
5 | κεφαλήν, ὁ δὲ Περσεύς καρατόμος ὁ τῆς Γοργοῦς τὴν κεφαλὴν τεμών. ὡσαύτως τὸ πρωτοτόκος ἐστὶ δραστικόν, τὸ δὲ πρωτότοκος δηλοῖ τὴν πρώτως τεχθεῖσαν. οὕτως οὖν παροξύνονται τὸ σκυτοτόμος, μιαιφόνος, τοιχωρύχος, πατροκτόνος, οἰκονόμος, μογοστό‐ κος, θεοτόκος, ξεινοδόκος, ἰηδόκος συντεθειμένα ἀπὸ τοῦ τέ‐ | |
10 | μνω, φονεύω, ὀρύσσω, κτείνω, νέμω, τίκτω, δέχομαι ἐπὶ ἐνεργείας τιθέμενα. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν συνθέτων ἐνέργειαν ὑπισχνούμενα παροξύνεσθαι, εἰ μὴ κανόνες τινὲς κωλύοιεν. εἰσὶ γάρ τινες κανόνες, καθ’ οὓς κἂν ἐνέργεια σημαίνηται, πάντως προπαροξύ‐ νεσθαι δεῖ οἷον τὸ πρωτόπλοος προπαροξύνεται, ἐπειδὴ οὕτως ἐμε‐ | |
15 | λέτησε τὰ παρὰ τὸ πλέω, καὶ τὸ πολύλαλος, ἐπεὶ τὰ παρὰ τὸ πολύ συντεθειμένα προπαροξύνεσθαι θέλει. μάχεται μέντοι ἄντικρυς τὸ «ὄρνυσθ’ ἱππόδαμοι Τρῶες» (Il. Δ 509). ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦντι προπαρωξυτονήθη. ΠΕΡΙ ΤΩΝ ΕΙΣ υς ΛΗΓΟΝΤΩΝ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΧΟΝΤΩΝ ΔΙΦΘΟΓ‐ | |
20 | ΓΟΥΣ ΠΡΟ ΤΟΥ ς· ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ως ΚΑΙ ΕΙΣ ψ. ΒΙΒΛΙΟΝ ιʹ Τὰ εἰς υς δισύλλαβα κύρια ἢ προσηγορικὰ ἢ ἐθνικὰ βαρύνεται, | |
Λίβυς κύριον, τὸ δὲ ἐθνικὸν ὁμοφωνεῖ, ἔστι δὲ τριγενὲς Λίβυς Λίβυσσα | 235 | |
3,1236 | Λίβυ, Πόλτυς, ἀφ’ οὗ Πολτυμβρία ἡ Πόλτυος πόλις, Σῆλυς, ἀφ’ οὗ Σηλυμβρία, Ζῆλυς ὁ ποταμός. Βίθυς ὁ Ἄρεος καὶ Σίντης, ἀφ’ οὗ Βιθύαι ἔθνος Θρᾴκης, Βλέμυς ἔθνος βαρβαρικὸν Λιβύης ἀπὸ Βλέμυος. Φλέγυς ἔθνος, ὃ καὶ Φλεγύας ἢ Φλεγύης, Γόρδυς Τριπτολέμου παῖς, | |
5 | ἀφ’ οὗ Γορδυαία χώρα Περσική, Γόρτυς ἥρως, ἀφ’ οὗ Γόρτυν πόλις Κρήτης, Δίρφυς ὄρος Εὐβοίας, ὡς Εὐφορίων, Κάπυς ὁ πατὴρ Ἀγχί‐ σου. Λίγυς ἔθνος Ἰβηρικόν, Μάζυς ἔθνος Λιβύης νομαδικόν. Ἑκαταῖος περιηγήσει. εἰσὶ δὲ καὶ ἕτεροι Μάξυες καὶ ἕτεροι Μάχλυες. Μάκρυς ἔθνος Λιβύης. Ῥιανὸς δὲ Μάκριας διὰ τοῦ ι τούτους φησί. Μίλυς | |
10 | ἔθνος. Μίλυες γὰρ καὶ Μιλύαι καλοῦνται οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης ἐν πρώτῳ βασιλέων. Σάλλυς ἔθνος Λιγυστικὸν πολεμῆσαν Ῥωμαίοις, ὡς Χάραξ ἐν δεκάτῳ χρονικῶν. βότρυς· ἔστι δὲ καὶ πόλις Φοινίκης. Ἕρπυς, Ἅλυς, Φόρκυς, μάρτυς, ὃ ἡ τῶν Αἰολέων διά‐ λεκτος διὰ τοῦ ρ προφέρει. τὸ ἰχθῦς προσηγορικὸν περιεσπάσθη ἀλό‐ | |
15 | γως. οὐδὲν γὰρ εἰς υς λῆγον ἀρσενικὸν ὑπὲρ μίαν συλλαβήν, μὴ ἔχον ὑποκοριστικὴν ἔννοιαν, περισπᾶσθαι θέλει. προσέθηκα δὲ μὴ ὑποκορι‐ στικὴν ἔννοιαν διὰ τὸ ἀπφῦς. δοκεῖ γὰρ παρὰ τὸ ἀπφάς παρωνομά‐ σθαι. ἔστι δὲ καὶ Διονῦς παρὰ τοῖς κωμικοῖς ἐπὶ τοῦ ἐκλύτου τασσό‐ μενον, παρηγμένον ἀπὸ τοῦ Διονύσου· ὧν οὐδὲ αἱ γενικαὶ παρόμοιοι | |
20 | τῷ προκειμένῳ· ἰχθύος γὰρ λέγεται· οὐ μεμελέτηκε δὲ ἀπφύος λέγεσθαι. μόνον δὲ διὰ δύο δασέων ἐκφέρεται ὁ ἰχθῦς, τῶν ἄλλων εἰς υς ληγόν‐ των οὐχ οὕτως ἐχόντων, πρόσκειται τῷ κανόνι ἀρσενικὸν διὰ τὸ ὀφρῦς περισπώμενον θηλυκόν, ἔτι δὲ καὶ τὸ ὀσφῦς. ὥστε εἰ περισπᾶται τὸ ἰχθῦς, ἔστω θηλυκόν· εἰ δὲ ἀρσενικόν ἐστιν, ὀφείλει ὅμοιον εἶναι τῷ | |
25 | στάχυς, βότρυς. ἀλλ’ ἐξωμοιώθη τοῖς μονοσυλλάβοις εἰς υς τῷ μῦς καὶ σῦς. τὸ δὲ Γηλύς ἔθνος Παρθίας ὀξυνόμενον σημειῶδες. τὰ γὰρ εἰς λυς λήγοντα καθαρὸν ἔχοντα τὸ υ συνεσταλμένον βαρύνεσθαι θέλει, θῆλυς, φόλυς «φόλυες κύνες» παρὰ τῷ Ἀντιμάχῳ, ἔπηλυς, νέηλυς, ὄλολυς τὸ προσηγορικὸν εἴτε τὸ κύριον, Ζῆλυς ὁ ποταμός, ἔγχελυς, | |
30 | μόλυς. σημειώδη ἄρα τὸ πολύς κοινὸν καὶ τὸ Γηλύς ἀπεξενωμένον. | |
πρόσκειται δὲ καθαρὸν διὰ τὸ ἀμβλύς, συνεσταλμένον δὲ τὸ υ διὰ τὸ ἰλύς. | 236 | |
3,1237 | Τὰ εἰς υς ἁπλᾶ ἐπιθετικὰ διὰ τοῦ ε κλινόμενα τριγενῆ δισύλλαβα ὄντα ὀξύνεται, ἠΰς, ἡδύς, ταχύς, βραδύς, ὠκύς, πολύς «πολέων κεκορήμεθ’ ἀέθλων» (ψ 350). τὸ δὲ ἥμισυς προπαροξύνεται. οὐ γὰρ δισύλλαβον. καὶ τὸ θῆλυς προπερισπᾶται «θῆλυς ἐέρση» (Od. ε 467). | |
5 | «Ἥρη θῆλυς ἐοῦσα» (Il. Τ 97)· οὐ γὰρ τριγενές· οὐ δύναται γὰρ εἶναι ἀρσενικὸν τὸ τῆς τῶν γυναικῶν φύσεως κατηγοροῦν. καὶ τὸ πρέσβυς βαρύτονον. μονογενὲς ὄν. καὶ τὸ Λίβυς. διὰ γὰρ τοῦ υ κλίνεται. Πᾶν εἰς υς λῆγον σύνθετον ἐπιθετικὸν βαρύνεται, ἔπηλυς, νέη‐ λυς, πολύδακρυς, μελάνοφρυς. | |
10 | Τὰ εἰς υς ἀρσενικὰ ὑπερδισύλλαβα βαρύνεται, ἥμισυς, πέλεκυς, Ῥαδάμανθυς. ἔστι δὲ ὄνομα βασιλέως, ὄλολυς, ἄστα‐ χυς. σεσημείωται τὸ ἐλαχύς ὁ ἐλάχιστος ὀξυνόμενον. ὀξύνεται δέ, ἐπεὶ τὰ εἰς υς ἔχοντα οὐδετέρου παρασχηματισμὸν παραληγόμενα τῷ α ὀξύνονται οἷον βραδύς, ταχύς, πραΰς. τὴν οὖν ὀφειλομένην προ‐ | |
15 | παροξύτονον τάσιν ἐν τῷ θηλυκῷ ἀνεδέξατο «νῆσος ἔπειτ’ ἐλάχεια» (Od. ι 116). Τὰ εἰς υς θηλυκὰ συνεσταλμένον ἔχοντα τὸ υ καὶ διὰ τοῦ δος κλινόμενα ὀξύνεται, χλαμύς, πηλαμύς, κροκύς, Καινύς νῆσος πλησίον Πελωριάδος τῆς κατὰ Σικελίαν ἄκρας, πρὸς δύσιν νεύουσα. τὰ | |
20 | μέντοι μὴ διὰ τοῦ δος κλινόμενα βαρύνεται, γένυς, πίτυς, χέλυς, γῆρυς, ἀτράφαξυς εἶδος λαχάνου, ἄμαξυς, κόρυς, κῶμυς, ἔγχε‐ λυς· οἱ δὲ Ἐγχελεῖς ἔθνος Ἰλλυρικὸν ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. λέγεται καὶ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας. Μῶ‐ λυς Λίβυσσα πόλις. Ἑκαταῖος περιηγήσει Λιβύης. Κῶβρυς πόλις Θρᾴκης. | |
25 | Θεόπομπος Φιλιππικῶν ἐνάτῳ. Αἶγυς πόλις Λιγυστική, ὡς Εὐφο‐ | 237 |
3,1238 | ρίων. Πάτρασυς πόλις Ποντικὴ ὡς Ἑκαταῖος Ἀσίᾳ. Πίναμυς πόλις Αἰγύπτου. Τὰ εἰς υς πάντα σύνθετα συνεσταλμένον ἔχοντα τὸ υ προπαροξύ‐ νεται, σύνοφρυς, λεύκοφρυς καὶ Λεύκοφρυς· οὕτω γὰρ ἐκαλεῖτο | |
5 | ἡ Τένεδος, κάλλιχθυς, δίβραχυς, ἀρσενόθηλυς, δίπηχυς, ἔπη‐ λυς, νέηλυς. Τὰ εἰς υς θηλυκὰ ἐκτείνοντα τὸ υ ὀξύνεται, πληθύς, ἐδητύς, ὀϊζύς, ἐρινύς, ἰξύς ἡ ῥάχις, ἰσχύς, ἰλύς, κλιτύς, ἀλητύς, ῥυ‐ στακύς, ἀγλύς σημειῶδες κατὰ κλίσιν· διὰ γὰρ τοῦ θος ἐκλίθη, οὐ | |
10 | διὰ καθαροῦ τοῦ ος. τὸ δὲ νηδύς ποιητικῇ ἀδείᾳ συστέλλεται ὡς παρὰ Καλλιμάχῳ (h. Dian. 160) «ἔτι οἱ πάρα νηδὺς ἐκείνη» καὶ παρ’ Εὐρι‐ πίδῃ ἐν Ἀνδρομάχῃ (356) «καὶ νηδὺν ἐξαμβλοῦμεν ὡς αὐτὸς λέγει». σεσημείωται ἐν τοῖς θηλυκοῖς τὸ ὀφρῦς καὶ ὀσφῦς ἡ ῥάχις περισπώμενα. Τὰ εἰς υς ὑποκοριστικὰ περισπῶνται, καμμῦς, κλαυσῦς, λαρ‐ | |
15 | δῦς, Διονῦς, ἀπφῦς. Εὑρίσκεται οὖν τὰ εἰς υς ὑπὲρ μίαν συλλαβὴν περισπώμενα ὑπο‐ κοριστικὰ πάντα πλὴν τοῦ ὀσφῦς καὶ ὀφρῦς καὶ ἰχθῦς. τὸ δὲ ἰξύς, εἰ καὶ ἐν τῷ ὀνοματικῷ παρεθέμεθα ὡς περισπώμενον ἀλόγως ὥσπερ | |
τὸ δρῦς καὶ μῦς καὶ σῦς, ἀλλ’ οὖν ὀξύνεται. | 238 | |
3,1239 | Τὰ εἰς αις πολυσύλλαβα Αἰολικῶς λεγόμενα βαρύνεται, Ἀτρείδαις ἀντὶ τοῦ Ἀτρείδης, Ὀρέσταις, μέλαις ἀντὶ τοῦ μέλας, Θόαις, τά‐ λαις καὶ τὰ σύνθετα ἄπαις, εὔπαις, ἀνδρόπαις, ὁμόδαις. καθό‐ λου γὰρ ἡ αις κατάληξις ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν, παῖς, σταῖς, | |
5 | καλαῖς σοφαῖς, μεγάλαις ἀρίσταις χωρὶς τοῦ δαίς. τοῦτο γὰρ ὀξύνεται. Τὰ εἰς εις πολυσύλλαβα ὀνόματα κοινολεκτούμενα παροξύνεται. ταῦτα δὲ παραλήγεται ἢ τῷ α, ὡς ἔχει τὸ ἀντάεις, αὐλάεις, σκιάεις ἢ τῷ η ὡς φωνήεις, αὐδήεις, παχνήεις, τιμήεις, δα‐ φνήεις, Κυπαρισσήεις πόλις Μαγνησίας. Ὅμηρος «Κυπαρισσήεντα | |
10 | καὶ Ἀμφιγένειαν ἔναιον» (Β 593), φθογγήεις, τελήεις, ἀμφιγυ‐ ήεις, θυήεις «βωμός τε θυήεις (Θ 48) ἢ κατὰ συστολὴν ποιητικὴν τὸ ε ἠχέεις, βρωμέεις, ἢ τὸ ο, ὥσπερ ἀστερόεις, ἁρματόεις, ἀνεμόεις, αἱματόεις, δροσόεις, ὑδατόεις, πυρόεις, Σιμόεις, ἐρόεις, κερόεις, τειχιόεις· ἔστι δὲ καὶ ἐθνικὸν τῆς Τειχιοέσσης καὶ | |
15 | φρούριον πλησίον τῆς Τραχῖνος. Ταυρόεις πόλις Κελτική, Μασσα‐ λιητῶν ἄποικος. Ἀρτεμίδωρος ἐν πρώτῳ γεωγραφουμένων φησὶν ὅτι ταυροφόρος ἦν ἡ ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας, οἳ ἀπορριφέντες ἀπὸ τοῦ στόλου τῶν Φωκαέων καὶ προσενεχθέντες αὐ‐ τόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. Ὀπόεις πόλις | |
20 | Λοκρῶν τῶν Ἐπικνημιδίων. Μαλόεις Ἀπόλλων ἐν Λέσβῳ καὶ ὁ τόπος τοῦ ἱεροῦ Μαλόεις ἀπὸ Μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν Λιβυκῶν πρώτῳ. σκιόεις, τερμιόεις. ἢ τὸ ω ὡς εὐρώεις, κητώεις, ὠτώεις, κηώεις. ὅθεν τὸ χαριτόεις παρὰ Ἀνακρέοντι ἀναλογώ‐ τερόν ἐστι τοῦ χαρίεις παραληγομένου τῷ ι. τὸ δὲ «ὑγίεντα δ’ | |
25 | εἴ τις ὄλβον» (Pind. Ol. V 54) ὁ μὲν Ἀρίσταρχος ἀναγινώσκει ὀξύτονον τὴν παραλήγουσαν ἀντὶ τοῦ ὑγιαίνοντα, τινὲς δὲ ὡς χαρίεντα. τὸ δὲ | |
ἀντήρεις, ὃ λέγεται πᾶν, εἰς ὃ ἐρείδεταί τις, ἐστὶ θηλυκόν. γράφεται | 239 | |
3,1240 | δὲ κατὰ τὴν παράδοσιν διὰ τῆς ει διφθόγγου καὶ βαρύνεται, τῶν ἄλλων θηλυκῶν ὑπὲρ μίαν συλλαβὴν κοινῶν τὴν ει δίφθογγον ἀποστρεφομένων καὶ ὀξυνομένων ὡς ῥανίς βολίς θυρίς. αἱ δὲ μετοχαὶ ὀξύνονται τυφθείς, τυπείς, δαρείς. τὸ δὲ κτείς ὀξύτονον ὡς μονοσύλλαβον καὶ τὸ | |
5 | κλείς. τοῦτο δὲ ἐν τῇ συνθέσει βαρύνεται οἷον κατάκλεις. καὶ οἱ Βοιωτοὶ τὸ η τῶν εἰς ης εἰς ει τρέποντες ὀξύνουσι τὰ ὀξύτονα, εὐ‐ γενείς ἀντὶ εὐγενής, ἀγενείς ἀντὶ ἀγενής. τὸ δὲ οὐδείς δύο μέρη λόγου εἰσὶ τό τε οὐ καὶ τὸ δείς. οὐδὲ γὰρ ἔστι σύνθετον. εἰ γὰρ ἦν σύνθετον, ἤμελλε πρὸ μιᾶς ἔχειν τὸν τόνον. πᾶν γὰρ ὄνομα μονο‐ | |
10 | σύλλαβον συντιθέμενον ἀναβιβάζει τὸν τόνον παῖς εὔπαις, χθών αὐτό‐ χθων, Θρᾷξ Σαμόθρᾳξ χωρὶς τοῦ πτώξ πολυπτώξ. δηλοῖ δὲ καὶ ἡ γενικὴ ὀξυνομένη. εἰ γὰρ ἦν ἐν συνθέσει, ἤμελλεν ἡ γενικὴ βαρύνεσθαι. πᾶσα γὰρ γενικὴ ὑπὲρ δύο συλλαβὰς εἰς ος λήγουσα ἀπέστραπται τὴν ὀξεῖαν τάσιν χωρὶς τοῦ γυναικός καὶ θυγατρός. | |
15 | Τὰ εἰς αυς πολυσύλλαβα βαρύνονται, χιλιόναυς, ὠμόγραυς. τὰ δὲ ἁπλᾶ περισπῶνται γραῦς, ναῦς. Τὰ εἰς ευς κοινῶς μὲν ὀξύνεται, βασιλεύς, Πηλεύς, Τυδεύς, ἀριστεύς, Περσεύς, Πορθεύς, Πρωτεύς, ἁλιεύς, οἰνεύς, Λυγ‐ κεύς, Ἀχιλλεύς, Τηρεύς, Θησεύς, Ὀδυσσεύς. ἔστι καὶ πόλις Ἰβη‐ | |
20 | ρίας Ὀδυσσεῖς ἀρσενικῶς. Βρισεύς, Ἀτρεύς. Λεοντεύς, Αἰθιοπεύς, ἐξ οὗ τὸ Αἰθιοπῆας παρ’ Ὁμήρῳ (Il. Α 423), ἀγυιεύς ὁ τοπίτης. λέγον‐ ται καὶ ὀβελίσκοι θεοῖς ἀνειμένοι, ὡς Εὔπολις. λέγεται καὶ κίων ἀγυιεύς εἰς ὀξὺ ἀπολήγων, ὁ πρὸ τῶν θυρῶν ἱστάμενος. Ἀριστοφάνης Θεσμο‐ φοριαζούσαις (v. 489) καὶ ὁ Ἀπόλλων ἀγυιεύς τουτέστιν ὁ ἐφόδιος. | |
25 | Μοψοπιεύς, Ἐρετριεύς, Φωκαιεύς, Θεσπιεύς, Ἀλεξανδρεύς, Ἀντιοχεύς, Σελευκεύς, Αἰγιαλεύς. εὑρίσκεται δὲ καὶ αἰγιαλεύς ἐπὶ ἰχθύος. Αἰγικορεῖς, Ἀργαδεῖς φυλαὶ παλαιαί. Αἰθυσσεῖς ἔθνος Λιβυκὸν Μαρμαρίδαις πάροικον, ὡς Ῥιανός. Αἰολεύς. οὕτως λέγονται οἱ τὴν Λέσβον οἰκοῦντες ἀπὸ τῶν Αἰόλου παίδων ὡς Δωριεῖς ἀπὸ τῶν | |
30 | Δώρου. Ἁλιεῖς πόλις Ἀργολικῆς παραθαλασσία καὶ τὸ ἐθνικὸν ὁμοίως. Ἔφορος ἐν τῷ ἕκτῳ «Τιρύνθιοί εἰσιν οὗτοι καὶ ἐξαναστάντες ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρησε δ’ οὕτως «ποῖ τυ λαβὼν καὶ ποῖ τυ καθίξω καὶ οἴκησιν ἔχων ἁλιέα τε κεκλῆσθαι». ἐλέγοντο δ’ οὕτως διὰ τὸ πολλοὺς τῶν Ἑρμιονέων ἁλιευομένους κατὰ τοῦτο τὸ | |
35 | μέρος οἰκεῖν τῆς χώρας. Ἀντικονδυλεῖς οἱ ἐν Βοιωτίᾳ Κολοίφρυγες, ὡς Ἀριστοφάνης ὁ τοὺς Θηβαίων ὥρους γεγραφώς. Αὐσεῖς ἔθνος Λιβύης. Ἀπολλόδωρος δευτέρᾳ περὶ γῆς καὶ Ἡρόδοτος ἐν τετάρτῃ | |
(c. 180). Γαργαρεῖς ἔθνος, ὃ μίγνυται ταῖς Ἀμαζόσιν, ὡς Στράβων | 240 | |
3,1241 | ιαʹ (p. 504). Γονεῖς πόλις Θρᾴκης καὶ οἱ κατοικοῦντες ὁμοίως. Γου‐ νεύς ὁ ἀπόγονος Κύφου, ἀφ’ οὗ Γόννοι πόλις Περραιβίας. Διανεῖς ἔθνος Γαλατικόν, Ἐρατοσθένης ἐν δʹ Γαλατικῶν. Δωριεῖς—καὶ οἱ Κρῆτες Δωριεῖς ἐκαλοῦντο «Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί (Od. τ | |
5 | 177), περὶ ὧν ἱστορεῖ Ἄνδρων, Κρητὸς ἐν τῇ νήσῳ βασιλεύοντος Τέ‐ κταφον τὸν Δώρου τοῦ Ἕλληνος, ὁρμήσαντα ἐκ τῆς ἐν Θετταλίᾳ τότε μὲν Δωρίδος νῦν δὲ Ἱστιαιώτιδος καλουμένης, ἀφικέσθαι εἰς Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελασγῶν τῶν οὐκ ἀπαράντων εἰς Τυρρηνίαν. Ἐλαιεύς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διονύσιος. | |
10 | Διόδωρος δ’ Ἐλαιοῦς. Ἑρμοτυμβιεῖς μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῃ. Ἐταιεῖς διὰ διφθόγγου ὡς Διπαιεῖς. ἔστι δὲ πόλις Λακωνική. Ἰμφεῖς ἔθνος προσεχὲς τοῖς Περραιβοῖς. Ἑκαταῖος Εὐρώπῃ «Ἰμφέες, Περραιβοί». Ἰουλεῖς οἱ Ῥω‐ μαῖοι ἀπὸ βασιλέως, ἀφ’ οὗ καὶ ὁ μήν, ἢ ἀπὸ Ἰουλίδος. Καφαρεύς | |
15 | ἐπίνειον Εὐβοίας, ὅστις Καθηρεύς ἐκαλεῖτο, ὅτι τοὺς πλέοντας ἐκεῖ καθῄρουν οἱ Εὐβοιεῖς. Λητωεύς δῆμος ἐν Ἀλεξανδρείᾳ, ὡς Τρύφων ἐν τῷ περὶ παρωνύμων, ὅτι παρὰ τὸ Λητῷος κτητικὸν σχηματίζεται. Μαλιεύς πόλις ἐπώνυμος τῶν Μαλιέων ἀπὸ Μάλου τοῦ Ἀμφικτύονος υἱοῦ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ. Μωριεῖς ἔθνος Ἰνδικὸν ἐν ξυλίνοις | |
20 | οἰκοῦντες οἴκοις, ὡς Εὐφορίων. Ῥοπεῖς ἔθνος, οὗ μέμνηται Φαβω‐ ρῖνος ἐν ἐπιτομῇ δʹ τῆς Παμφίλης. Σαλγανεύς «μετὰ τὴν Χαλκίδα ἐστὶν ὁ Σαλγανεὺς συνάπτων τῷ Εὐρίπῳ». Σχοινεύς ποταμὸς Ἀρκα‐ δίας ἀπὸ Σχοινέως τοῦ Ἀθάμαντος. Τομεύς πόλις πρὸς τῇ Ὀδησσῷ. Στράβων ἑβδόμῃ (p. 318). ὠνομάσθη δὲ οὕτως διὰ τὸ Ἄψυρτον τὸν | |
25 | Αἰήτου υἱὸν ὑπὸ Μηδείας καὶ Ἰάσονος ἐν τῇ φυγῇ ἐκεῖ κατατμηθῆναι. Ὑλλεῖς ἔθνος Λιβυρνικόν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέους καὶ Δηϊανεί‐ ρας. ἔστι δὲ ὡς Φῶκος Φωκεύς, Αἴολος Αἰολεύς, οὕτως Ὕλλος Ὑλλεύς. καὶ Ὑλλεύς ὁ φυλέτης φυλῆς Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων Ὑλλίδος. Χάραξ θʹ «καὶ Παμφύλιοι καὶ Ὑλλεῖς». Φελλεύς ὄρος τῆς | |
30 | Ἀττικῆς. τάχα δ’ οὐ μόνης τῆς Ἀττικῆς, ἀλλὰ παντός τοῦ τόπου ἔχοντος ἐπιπολῆς μὲν πέτραν ὑπὸ ταύτης δὲ γῆν λιπαρὰν πρὸς ἐλαιο‐ φυτίαν. Φηγαιεῖς δῆμος τῆς Πανδιονίδος φυλῆς. Φηγεύς ὁ ἀδελ‐ φὸς τοῦ Φορωνέως, ὃς ἔκτισε πόλιν Φήγειαν. Φλυεῖς δῆμος τῆς Κεκροπίδος φυλῆς. Ὠτιεῖς μοῖρα Κυπρίων. Ἔφορος ιηʹ «Ἁμαθούσιοι | |
35 | δὲ καὶ Σόλιοι καὶ Ὠτιεῖς ἀντέχοντες ἔτι τῷ πολέμῳ». —Αἰολικῶς δὲ βαρύνεται· Αἰολέων γὰρ ἴδιον τὸ βαρυτονεῖν, Ἄτρευς, Πήλευς, | |
Ἄρευς παρ’ Ἀλκαίῳ. | 241 | |
3,1242 | Τὰ εἰς ους πολυσύλλαβα ἁπλᾶ μὲν ὄντα περισπᾶται, ἁπλοῦς, διπλοῦς, τριπλοῦς, πλακοῦς. Σχοινοῦς Ἀρκαδίας χωρίον. ἑλώ‐ δης ὢν ὁ τόπος ἀπὸ τῶν ἐν αὐτῷ σχοίνων τὴν προσηγορίαν εἴληφεν· ἐπιπολάζει γὰρ τοῦτο τὸ εἶδος παρ’ Ἕλλησιν ἀπὸ τῶν ἐν τόποις πλεο‐ | |
5 | ναζόντων φυτῶν οἷον Σκιλλοῦς, πόλις Τριφυλική, Τρεμιθοῦς κώμη Κύπρου ἀπὸ τῶν περὶ τὸν τόπον πεφυκυιῶν τερεβίνθων, ἃς Κύπριοι τρεμίθους καλοῦσιν. ἄλλοι δὲ φασὶν ὅτι ἀποβάσης Ἀφροδίτης εἰς τὸν τόπον διὰ τὴν παρουσίαν τῆς δαίμονος ὑπὸ τρόμου διασαλευθῆναι, διὸ καὶ Τρεμιθοῦντα κληθῆναι. —Δαφνοῦς Φωκικὴ πόλις—ἔστι καὶ | |
10 | δῆμος πλησίον τῆς Κῶ ὁ Δαφνοῦς λεγόμενος—Σελινοῦς πόλις Σικε‐ λίας ἀρσενικῶς καὶ θηλυκῶς λεγομένη—Φοινικοῦς πόλις Κρήτης· ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ· ἔστι καὶ Φοινικοῦς λιμήν. Θουκυδίδης ὀγδόῃ (c. 34). Φυκοῦς πόλις Λιβύης· κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίναρον τῆς Πελοποννήσου. Θριοῦς πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς | |
15 | Ἠλείας ὅμορος Πάτραις. ἄλλοι δὲ ἀπὸ Θριοῦντος Ἀθηναίου, ὃν Θη‐ σεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. Μυρικοῦς πόλις καταντικρὺ Τενέδου καὶ Λέσβου τῆς Τροίας. Ἑκαταῖος «εἰς Μυρικόεντα τῆς Τρωϊκῆς». Οἰνοῦς πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων καὶ Δί‐ δυμος, Πυξοῦς πόλις Σικελίας, Ῥιζοῦς πόλις Θεσσαλίας, Ἀνθεμοῦς | |
20 | πόλις Μακεδονίας καὶ Συρίας· ἄλλοι δὲ ἀπὸ Ἀνθέμου. ὁμοίως καὶ Πιτυώδης, Ἐρικώδης, Κυπάρισσος πόλις ἐν Παρνασσῷ, ἥν τινες καὶ Κυπαρισσοῦντά φασι, Θρύον, Ἐλαία. καὶ τῶν Ἀθηναίων δήμων τινὲς ἀπὸ τῶν ἐν αὐτοῖς φυομένων, Ῥαμνοῦς δῆμος τῆς Αἰαντίδος φυλῆς, Φηγοῦς δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, Μυρρινοῦς δῆμος τῆς | |
25 | Πανδιονίδος φυλῆς. Διονύσιος δ’ ὁ Τρύφωνος Μυρινοῦττά φησιν. Μαραθοῦς καὶ Μαραθών, Ἀγνοῦς δῆμος τῆς Δημητριάδος φυλῆς, τινὲς δὲ τῆς Ἀκαμαντίδος ἀπὸ τῆς ἐν αὐτῷ φυομένης ἄγνου. Ἀνα‐ γυροῦς δῆμος Ἐρεχθηΐδος φυλῆς, Ἀχερδοῦς δῆμος τῆς Ἱπποθοων‐ τίδος φυλῆς καὶ Ἀχραδοῦς παρ’ Ἀριστοφάνει. Ἐλαιοῦς δῆμος τῆς | |
30 | Ἱπποθοωντίδος φυλῆς, ὡς Διόδωρος. Διονύσιος δὲ Ἐλαιεύς. ἔστι καὶ Ἐλαιοῦς πόλις ἐν Ἑλλησπόντῳ· ἔστι καὶ Ἄργους Ἐλαιοῦς. Ἔτι καὶ Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ πόλιν ἡγεῖται. Ἀμαθοῦς πόλις Κύπρου ἀρχαιοτάτη· ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρα‐ κλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης. Ψαμαθοῦς | |
35 | πόλις Λακωνική, Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων «μετὰ γὰρ | |
τὸ Ταίναρον πόλις ἐκδέχεται Ψαμαθοῦς». Ὀποῦς πόλις Λοκρῶν τῶν | 242 | |
3,1243 | Ἐπικνημιδίων, λέγεται καὶ Ὀπόεις. ἔστι καὶ Ὀποῦς πόλις Ἀχαΐας καὶ τῆς Ἠλείας ἄλλη. Σιδαροῦς πόλις Λυκίας καὶ λιμήν. Μαχαιροῦς φρούριον τῆς Ἰουδαίας, ὡς Ἰώσηπος. Τραπεζοῦς πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ· ἔστι καὶ Ἀρκαδίας πόλις Τραπεζοῦς ἀπὸ Τραπεζοῦντος | |
5 | παιδὸς Λυκάονος, ὡς Παυσανίας ὀγδόῳ (3, 3). ἔστι καὶ ἄλλη πλησίον τοῦ Ἀραβικοῦ κόλπου. Σολοῦς πόλις Σικελίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἐκλήθη δὲ ἀπὸ Σολοῦντος κακοξένου, ὃν ἀνεῖλεν Ἡρακλῆς. Πηλοῦς νῆσος περὶ Χίον. Ὀλοῦς πόλις Κρήτης. Ξενίων ἐν τοῖς Κρητικοῖς. Μυοῦς πόλις Ἰωνίας, ὡς Φίλων καὶ Ἀπολλόδωρος ἐν αʹ χρονικῶν. | |
10 | Στράβων ιβʹ (p. 579) «τὸ περὶ Μαγνησίαν καὶ Μυοῦντα». Ἰπνοῦς χωρίον ἐν Σάμῳ. Οἰκοῦς Καρίας πόλις. Πεσσινοῦς πόλις Γαλατίας ἀπό τινος Γάλλου Πεσσινοῦντος· τινὲς δὲ ἀπὸ πηγῆς ῥεούσης τοῦ λόφου τοῦ ἐν ᾧ ἐτάφη ὁ Μαρσύας. Σιδοῦς κώμη Κορίνθου ἢ Μεγαρίδος ἐπίνειον· ἔστι καὶ περὶ Κλαζομενὰς κώμη καὶ ἄλλη τῆς Ἐρυθραίας. | |
15 | Σιμοῦς καὶ Σιμόεις, Σιποῦς πόλις Δαυνίων, Σαρνοῦς πόλις Ἰλλυ‐ ρική, Φλιοῦς ὁ υἱὸς Διονύσου καὶ Χθονοφύλης. Παυσανίας δὲ Φλίαντα αὐτὸν καλεῖ. ἀπ’ αὐτοῦ ἐκλήθη Φλιοῦς πόλις Πελοποννήσου· Φιλη‐ τᾶς φησι Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱός | |
20 | Φλιοῦς, ἣν αὐτὸς δείματο λευκολόφος. ὠνόμασται δὲ παρὰ τὸ φλεῖν, ὅ ἐστιν εὐκαρπεῖν. Ὑδροῦς φρούριον ... ἀρσενικῶς. Θεόπομπος τριακοστῷ ἐνάτῳ Φιλιππικῶν. Ὑψοῦς παῖς Λυκάονος καὶ πόλις Ἀρκαδίας, ὡς Παυσανίας ὀγδόῳ (3, 3). Καοῦς κώμη τῆς ἐν Ἀρκαδίᾳ Τελφουσίας γῆς, Βαιταρροῦς κώμη μεγάλη | |
25 | τῆς τρίτης Παλαιστίνης. Ἱεριχοῦς πόλις μεταξὺ Ἱεροσολύμων καὶ Ἰορδάνου ποταμοῦ. εὕρηται δὲ καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆς Ἱεριχώ. Κατὰ τὸν εἰρημένον κανόνα, ὡς τὰ εἰς ους ἁπλᾶ περισπᾶσθαι θέλει, καὶ τὸ χρύσὲὸς καὶ ἀργύρὲὸς μετὰ τὴν συναίρεσιν περιεσπάσθη χρυσοῦς ἀργυροῦς καίπερ ἐπὶ τῷ λόγῳ τῆς συναιρέσεως ἔδει βαρύνεσθαι· αἱ γὰρ | |
30 | δύο βαρεῖαι εἰς βαρεῖαν συναιροῦνται ὡς τὸ Δημοσθένὲὸς Δημοσθένους. ὡσαύτως καὶ τὸ ἀδελφιδὲός ἀδελφιδοῦς, θυγατριδὲός θυγατριδοῦς, ὑϊδοῦς, τηθαλλαδοῦς διὰ τὸν αὐτὸν κανόνα περιεσπάσθησαν, καίτοι ἡ βαρεῖα καὶ ὀξεῖα εἰς ὀξεῖαν συναιρεῖσθαι θέλει οἷον ζωός ζώς. Σημειῶδες ἄρα τὸ ὀδούς παραλόγως ὀξυνθέν. ἀλλ’ ἠκολούθησε | |
35 | καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὴν κλίσιν ταῖς μετοχαῖς. ὀδούς γὰρ ὀδόντος ὡς διδούς διδόντος. λέγεται δὲ καὶ ὀδών πρὸς Ἰώνων. Τὰ δὲ σύνθετα βαρύνεται, Πειρίθους, Ἀλκίνους, εὔπλους, | |
πολύνους, Οἰδίπους, Μελάμπους, ἐΰξους, εὔνους, σύννους, | 243 | |
3,1244 | εὔχρους, Σκιάπους ἔθνος Αἰθιοπικόν, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου, Ἰάπους ἔθνος Κελτικὸν πρὸς τῇ Ἰλλυρίᾳ. Διονύσιος ἑκκαι‐ δεκάτῳ. τριόδους, κυνόδους. Τὰ εἰς ως ἀρσενικὰ περιττοσυλλάβως κλινόμενα καὶ διὰ καθαροῦ | |
5 | τοῦ ος βαρύνονται, ἥρως, Μίνως, πάτρως, μήτρως. Ἄθως, οὗ ἡ κλίσις διττὴ καὶ Ἄθωος καὶ Ἄθω. ἔστι δὲ ὄρος Θρᾴκης ἀπὸ Ἄθω γίγαντος, ὡς Νίκανδρος πέμπτῳ τῆς Εὐρωπείας καί τις Ἄθω τόσον ὕψος ἰδὼν Θρήϊκος ὑπ’ ἄστροις ἔκλυεν οὐ δηθέντος ἀμετρήτῳ ὑπὸ λίμνῃ, | |
10 | ὃς ἀναποῦν χείρεσσι δύο ῥίπτεσκε βέλεμνα ἠλιβάτου προθέλυμνα Καναστραίης πάρος ἄκρης. εἴρηται δὲ καὶ Ἄθοος ὡς τὸ Κῶς Κόος. λέγεται καὶ κατὰ συναίρεσιν Ἄθους. ἔστι δὲ καὶ Ἄθως πόλις ἐπὶ τῷ Ἄθῳ. Τὰ εἰς ως ἁπλᾶ διὰ τοῦ τος κλινόμενα, εἰ μακρᾷ παραλήγοι, ἢ | |
15 | μετοχικὰ ὄντα ὀξύνεται, εὐρώς, ἱδρώς, Ἀραρώς. ἔστι δὲ ὄνομα τοῦ υἱοῦ τοῦ Ἀριστοφάνους, ὑποδεδιώς· ἔστι δὲ εἶδος ὀρνέου. εἰ δὲ ἰαμβικὰ ὑπάρχοι διὰ τοῦ τος κλινόμενα, βαρύνεται, γέλως, ἔρως, Νέπως· ἔστι δὲ ὄνομα ὄρους. τὸ δὲ Εἵλως ἀπὸ τοῦ Ἕλως προσθέσει τοῦ ι. Εἵλωτες δ’ εἰσὶν οἱ κατοικοῦντες τὴν Μεσσηνιακὴν πόλιν Ἕλος. | |
20 | λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται. οἱ δὲ Λακεδαιμόνιοι πάν‐ τας τοὺς δούλους Εἵλωτας καλοῦσιν. λέγονται δὲ Εἵλωτες καὶ οἱ ἐπὶ Ταινάρῳ Σάτυροι. Τὰ ἀπὸ παρακειμένου συντεθέντα διὰ τοῦ τος κλινόμενα ὀξύνεται ἀπτώς, ἀγνώς. ἔστι δὲ καὶ Ἀγνῶτες ἔθνος Κελτικῆς παρὰ τὸν | |
25 | ὠκεανόν, ὡς Ἀρτεμίδωρος. Τὰ εἰς ως σύνθετα ἀπὸ τῶν εἰς ως μονοσυλλάβων παροξύνεται, ζώς ἀείζως, χρώς λευκόχρως. τὸ μέντοι ὑποδμώς «Ποσειδάωνος ὑποδμώς» (δ 386) ὀξύνεται ὡς παρέλκουσαν ἔχον τὴν ὑπό. Τὰ εἰς ως σύνθετα ἀπὸ τῶν εἰς ως πολυσυλλάβων παροξύνεται, | |
30 | ἔρως χρυσέρως, ἱδρώς λυσίδρως. τὸ δὲ δύσερως καὶ φιλόγε‐ λως καὶ τὰ τοιαῦτα Ἀττικὰ ὄντα προπαροξύνονται. Τὰ εἰς ως Ἀττικὰ ὁμοτονοῦσι ἐκείνοις, ἀφ’ ὧν ἐσχηματίσθησαν, ναός νεώς, λαός λεώς, κάλος κάλως, Τάλος Τάλως· ἔστι δὲ ὄνομα | |
κύριον, Μενέλαος Μενέλεως, Ἰόλαος Ἰόλεως, Τυνδάρεος Τυνδά‐ | 244 | |
3,1245 | ρεως, ἀξιόχρεος ἀξιόχρεως, ἵλαος ἵλεως, ἀνάπλεως, εὔγηρως, χρυσόκερως. σεσημείωται τὸ ὀρφῶς καὶ λαγῶς. ταῦτα γὰρ οὐκ ἐφύλαξε τὸν τόνον τῶν κοινῶν· τοῦ μὲν γὰρ ὀρφῶς τὸ κοινὸν ὄρφος ἐστὶ βαρυτόνως, τοῦ δὲ λαγῶς ὀξυτόνως λαγός. καὶ ἐν τοῖς εἰς ως | |
5 | ὑπὲρ μίαν συλλαβὴν οὐδὲν περισπᾶται πλὴν τοῦ ὀρφῶς καὶ λαγῶς. τὸ γὰρ τυφῶς καὶ ταὧς καὶ Μανεθῶς ἐστι δικατάληκτα. καὶ γὰρ εἰς ν λήγουσι τυφῶν καὶ ταὧν καὶ Μανεθῶν. τὸ δὲ ταὧς ἀπὸ τοῦ ταός, ὥς τινες βούλονται, οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ τὸ ταός διὰ τοῦ ος οὐκ ἔστι σύνηθες παρὰ τοῖς Ἕλλησιν. Πάντα δὲ τὰ εἰς ως περισπασθέντα | |
10 | ἄνευ λόγου περιεσπάσθη. τὸ δὲ Τηλεβῶς ἐκ τοῦ Τηλεβόας συνῃρέθη. * Τὰ εἰς ως παρὰ τοῖς Ἀθηναίοις εὑρεθέντα μὴ ἔχοντα προϋπο‐ κείμενον κοινὸν οἷον κορώνεως, φιβάλεως, δαμαρίππεως, χελι‐ δώνεως (ἔστι δὲ εἴδη φυτῶν), ἱέρεως ὁ ἱερεύς πάντα προπαροξύνονται. Τὰ εἰς ως Περσικὰ ἢ Αἰγύπτια παροξύνεται, Φάργως, Ἰνάρως | |
15 | ὄνομα βασιλέως, Παραμίζως ὄνομα εὐνούχου, Σαβάκως. τὸ δὲ Μάννεως χώρα συνεξωμοιώθη τοῖς Ἀττικοῖς οἷον Μενέλεως. Τὰ εἰς ως θηλυκὰ πολυσύλλαβα βαρύνεται μέν, ὅσα βραχείᾳ παρα‐ λήγει, Κέως, Τέως πόλις μέση Ἰωνίας, ὡς Ἡρόδοτος πρώτῃ (c. 142), ἐκλήθη δὲ ἀπὸ τῆς Ἀθάμαντος θυγατρὸς Ἀρᾶς. σκοπουμένου γὰρ τοῦ | |
20 | Ἀθάμαντος ἔνθα ἱδρύσει τὸν λαόν, ἀθύρουσα οἷα δὴ παῖς ἐκ λίθων οἰκίαν δειμαμένη ἔλεγεν «ἕως σὺ χῶρον ἐσκόπεις, τέως ἐγὼ πόλιν σοι ἐδειμάμην». καὶ διὰ τοῦτο ἡ πόλις οὕτως ὠνομάσθη. ἔστι καὶ ἑτέρα πόλις | |
ἐν Δυρβαίοις τῆς Σκυθίας, ἐν ᾗ λέγουσι λίμνην ἰχθύων ἔχουσαν πλῆ‐ | 245 | |
3,1246 | θος, ἀφ’ ὧν εὐδίας γινομένης ἔλαιον ἐπιπολάζει τοσοῦτον, ὅσον ἀρύε‐ σθαι αὐτὸ ταῖς χερσὶν εἰς σκάφος καὶ χρῆσθαι αὐτῷ. ἅλως, ἕως. τὰ δὲ μὴ οὕτως ἔχοντα ὀξύνεται, αἰδώς, ἠώς. * Τὰ εἰς δύο σύμφωνα λήγοντα πολυσύλλαβα βαρύνεται, Τῖρυνς | |
5 | πόλις τῆς Πελοποννήσου «οἱ δ’ Ἄργος τ’ εἶχον Τίρυνθά τε τειχιόεσ‐ σαν» (Β 559). καλεῖται δὲ ἀπὸ Τίρυνθος ἀδελφοῦ Ἀμφιτρύωνος. γέγονε δὲ ἐκ τοῦ Τῖρυς προσθέσει τοῦ ν. ἕλμινς, μάκαρς, δάμαρς, Σά‐ λαρς νῆσος Λιβύης, Περίηρς παρ’ Ἀλκμᾶνι ἐκ τοῦ περιήρης. ἔστι δὲ ἄκλιτον. τὸ δὲ μονοσύλλαβον ἅλς ὀξύνεται. | |
10 | Τὰ εἰς αψ πολυσύλλαβα βαρύνεται, Ἄραψ, λαῖλαψ, θέραψ, Σκίραψ· ἔστι δὲ ὄνομα κύριον παρὰ τοῖς κωμικοῖς εὑρισκόμενον. τὸ δὲ πλινθοβάψ καὶ πελεθοβάψ ὀξύνεται. Τὰ εἰς ψ πολυσύλλαβα ἔχοντα πρὸ τοῦ ψ ο ἢ ε βαρύνεται, Πέ‐ λοψ, Δρύοψ ἔθνος περὶ τὴν Οἴτην, μέροψ. ἔστι δὲ καὶ κύριον. | |
15 | Μέροψ γάρ ἐστι παῖς μὲν Τριόπα, πατὴρ δὲ τῆς Κῶ, ἀφ’ οὗ Μέροπες οἱ Κῷοι. Δόλοψ ἥρως καὶ ἔθνος Θεσσαλῶν ἔγγιστα, Ἔλλοψ ὁ Ἴωνος, ἀφ’ οὗ Ἐλλοπία χωρίον Εὐβοίας. Κέκροψ, Ὕοψ πόλις ἐν Ἰβηρίᾳ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λεσυρὸς ποταμός». Τρίοψ· Τρίοπα γάρ φησιν Ἑλλάνικος Τρίοπον τὸν πατέρα | |
20 | Ἐρυσίχθονος. ἡ δὲ Μόψοψ εὐθεῖα ἄρρητός ἐστιν. Αἰθίοψ «Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν» (Od. α 23). οὐ γὰρ ἀληθὴς ὁ Ὑψικράτους λόγος ὡς οὐδὲν εἰς οψ παρ’ Ὁμήρῳ εἰ μὴ τὸ καλαῦροψ. εἰσὶ δὲ καὶ τὸ ὄψ καὶ τὸ μέροψ. εὐρύοψ. βοῦκλεψ παρ’ Ἀριστοφάνει, τυρόκλεψ, ἀλευρόκλεψ, νακόκλεψ, κατῶβλεψ εἶδος θηρίου. | |
25 | Τὰ εἰς ψ ἔχοντα ι πρὸ τοῦ ψ βαρύνεται, σκευότριψ, παιδό‐ τριψ, χέρνιψ, χοιρότριψ, οἰκότριψ, πεδότριψ, ἀμφίτριψ, | |
Κεντόριψ, κατῆλιψ, αἰγίλιψ καὶ Αἰγίλιψ πλησίον Κροκυλείων | 246 | |
3,1247 | τῆς Ἠπείρου. Ὅμηρος «καὶ Κροκύλει’ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν» (Β 633). εἴληφε δὲ τὴν προσηγορίαν διὰ τὸ πετρώδης εἶναι καὶ ὑψηλὴ καὶ ἀπρόσβατος. Τὰ εἰς υψ βαρύνεται, Κίνυψ ὁ λιμήν· ἔστι δὲ καὶ ποταμός. Χά‐ | |
5 | λυψ, περὶ τὸν Πόντον ἔθνος ἐπὶ τῷ ποταμῷ Θερμώδοντι, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ «ἐκ δὲ τῆς Χαλύβων χώρας ὁ σίδηρος ὁ περὶ τὰ στομώματα ἐπαινούμενος ἐξάγεται». «τούτους Ὅμηρος Ἁλίζωνάς φησιν ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ (Il. Β 856) αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον | |
10 | τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ ‘τηλόθεν ἐκ Χαλύβησ‘ ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων». καὶ Χάλυ‐ βοι παρ’ Ἑκαταίῳ «Χαλύβοισι πρὸς νότον Ἀρμένιοι ὁμορέουσι». Ἄρυψ οἱ ἀπὸ δύσεως μέχρι Ἰσθμοῦ Ἀχαιοί. τοῦτο δὲ καὶ μονοσυλλάβως Ῥύψ | |
15 | λέγεται. Εἰς ηψ οὐκ ἔστιν εὑρεῖν ὅτι μὴ μόνον τὸ κώληψ βαρύτονον. Τὰ εἰς ωψ πολυσύλλαβα κύρια ὄντα ἢ προσηγορικὰ βαρύνονται, Κύκλωψ, Ἄλμωψ ὁ Ποσειδῶνος καὶ Ἕλλης τοῦ Ἀθάμαντος, ἀφ’ οὗ Ἀλμωπία χώρα τῆς Μακεδονίας, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ἴωψ, | |
20 | μώλωψ. σεσημείωται, ὥς τινές φασι, τὸ εὐρώψ ὀξυνόμενον. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται ὑπεσταλμένων τῶν ὑποπεπτωκότων κυρίοις ἢ τῶν ἰδιαζόντων μονώψ ὁ μονόφθαλμος, κελαινώψ, τυφλώψ, γλαυκώψ «γλαυκῶπες δράκοντες», εὐώψ «εὐῶπα παρειάν» παρὰ Σοφοκλεῖ (Antig. 530) «εὐῶπες» παρὰ Λυκόφρονι (v. 23), παραβλώψ | |
25 | «παραβλῶπές τ’ ὀφθαλμώ» (Il. Ι 503). τὸ δὲ ἑλίκωψ καὶ ὁ μύωψ ὁ μυὸς ὀφθαλμοὺς ἔχων καὶ νυκτάλωψ βαρύνεται, ὥσπερ τὸ Κύκλωψ | |
καὶ κέρκωψ ὁ δόλιος καὶ ἴωψ ὁ ἰχθῦς. | 247 | |
3,1248 | ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΙΣ α ΘΗΛΥΚΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ ιαʹ. Τὰ εἰς α λήγοντα μακρὸν θηλυκὰ τῶν εἰς ος ὁμοτονοῦσιν αὐτοῖς, καὶ ἔτι τὰ εἰς η, φοβερός φοβερά, ἰσχυρός ἰσχυρά, σοφός σοφή, | |
5 | καλός καλή, φίλος φίλη. τὸ μέντοι βαρύτερος βαρυτέρα καὶ τὰ ὅμοια, εἰ καὶ τὸν τόπον ἐνήλλαξαν, ἀλλ’ οὐ τὸν τόνον. Τὰ εἰς α μακρὸν καὶ εἰς η τῶν εἰς ους περισπωμένων περισπᾶται ἀργυροῦς ἀργυρᾶ, ἔστι δὲ καὶ μητρόπολις τῆς ἐν Ἰνδικῇ Ταπροβάνης νήσου. χρυσοῦς χρυσῆ, διπλοῦς διπλῆ. | |
10 | Τὰ ἔχοντα τὸ α βραχὺ διὰ τοῦ τρια προπαροξύνεται, αὐλήτρια, ψάλτρια, ποιήτρια, μεσήτρια, ὁδηγήτρια, ὀρχήστρια, μα‐ θήτρια, λεκάστρια ἡ πόρνη. Ἐρέτρια πόλις Εὐβοίας. Ὅμηρος «Χαλκίδα τ’ Ἐρέτριάν τε» (Il. Β 537) ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος υἱοῦ. τὸ δὲ μετρία καὶ ἀλλοτρία τὸ α μακρὸν ἔχουσι. καὶ τὸ | |
15 | πότνια· ἔστι δὲ καὶ Πότνιαι πόλις Βοιωτίας. καὶ ὄμπνια, Πο‐ λύμνια, Ἰάμνια πολίχνιον Φοινίκης, Στράβων δὲ κώμην φησίν (16, p. 759) «ἀπὸ Ἰάμνου ἢ ὅτι ἰάμνους ἐκάλουν τοὺς καθύγρους καὶ τεθη‐ λότας τόπους». Λάμια πόλις Θεσσαλίας τῶν Μηλιέων, ὡς Πολύβιος, οἱ μὲν ἀπὸ Λάμου τοῦ Ἡρακλέους φασίν, οἱ δὲ ἀπὸ Λαμίας γυναικός, | |
20 | ἣ ἐβασίλευσε Τραχινίων· ἔστι καὶ ἄλλη Κιλικίας—προπαροξύνεται. Τὰ εἰς εια ἀπὸ τῶν εἰς ευς προπαροξύνεται, βασιλεύς βασίλεια, πολιεύς πολίεια, Πιτυεύς Πιτύεια, Ἀλαλκομενεύς Ἀλαλκομένεια, ἱερεύς ἱέρεια. τοῦτο δὲ οἱ Ἀττικοὶ ἐκτείνοντες τὸ α παροξύνουσι. | |
ἀλλ’ οὐκέτι πανδόκεια, βασίλεια. | 248 | |
3,1249 | * Τὰ διὰ τοῦ εια παρώνυμα κατὰ τοῦ αὐτοῦ σημαινομένου παρη‐ γμένα θηλυκὰ προπαροξύνονται, Πηνελόπη Πηνελόπεια, χαλκοβαρής χαλκοβάρεια, ἠριγενής ὁ ἐν τῷ ἀέρι γεννηθείς· —τὰ γὰρ τοιαῦτα εἰς πάθη ἀναλύονται καὶ οὐκ εἰς ἐνέργειαν οἷον Λυκηγενής ὁ ἐν Λυκίᾳ | |
5 | γεγεννημένος—ἠριγένεια. οὕτω καὶ Τριτογένεια καὶ Ἀμφιγέ‐ νεια πόλις Μεσσηνιακή. ἱππόδασυς ἱπποδάσεια καὶ ἀμφιδάσεια· τοῦτο δὲ οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων, σύνθετόν ἐστιν ἀλλὰ παρασύνθετον. * Τὰ εἰς εια ἐπὶ πραγματείας ἤγουν συγγράμματος προπαροξύνε‐ | |
10 | ται οἷον Ὀδύσσεια, Ἡράκλεια, Τηλεγόνεια, Γιγάντεια, Διο‐ μήδεια, Δολώνεια. Ἔτι τὰ ἀπὸ τῶν εἰς υς βαρυτόνων προπαροξύνεται, ἥμισυς ἡμί‐ σεια, θῆλυς θήλεια. τὰ μέντοι ἀπὸ ὀξυτόνων προπερισπῶνται, ταχύς ταχεῖα, βραδύς βραδεῖα, πλατύς πλατεῖα. ἔστι δὲ καὶ Πλατεῖα | |
15 | νῆσος Λιβύης. τραχύς τραχεῖα. λέγεται δὲ καὶ ἡ Ἰσαυρία τραχεῖα. Στράβων τεσσαρεσκαιδεκάτῃ (p. 668) «Κιλικίας δὲ τῆς ἔξω τοῦ Ταύρου ἡ μὲν λέγεται τραχεῖα, ἡ δὲ πεδιάς» καὶ ἡ Ἔφεσος Τρηχεῖα ἐκαλεῖτο. ὀξύς ὀξεῖα. εἰσὶ δὲ καὶ Ὀξεῖαι νῆσοι τῶν Ἐχινάδων, ἃς θοὰς ὁ ποιητὴς εἶπεν (Od. ο 299). πλὴν τοῦ λίγεια (ἔστι δὲ καὶ νῆσος) καὶ | |
20 | ἐλάχεια ἀπὸ τοῦ λιγύς καὶ ἐλαχύς, οἷς ἠκολούθησε καὶ τὸ θάλεια | 249 |
3,1250 | «δαῖτα θάλειαν» (Η 475). τὸ δὲ θαμειαί Πάμφιλος λέγει ὡς ὀξεῖαι, Ἀρίσταρχος δὲ ὡς πυκιναί· ὁμοίως δὲ καὶ τὸ ταρφειαί. Τὰ εἰς να συνεσταλμένον ἔχοντα τὸ α ἀπὸ τῆς γενικῆς τοῦ ἀρσε‐ νικοῦ σχηματιζόμενα προπαροξύνεται, μέλανος μέλαινα· τὸ δὲ Με‐ | |
5 | λαιναί πόλις Ἀρκαδίας ὀξύνεται· ἀπὸ Μελανέως τοῦ Λυκάονος, ὡς Παυσανίας (8, 26, 8). Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ «Γόρτυν’ Ἥραιάν τε πολυδρύμους τε Μελαινάς». εἰσὶ δὲ καὶ Λυκίας Μελαιναί πόλις, ὡς Ἀλέξανδρος Λυκιακοῖς. καὶ Καλλίμαχος Μελαινάς φησι Μελαινεῖς τὸν δῆμον τῆς Ἀντιοχίδος φυλῆς ἐν Ἑκάλῃ. τάλανος τάλαινα, Λάκων | |
10 | Λάκαινα, δράκων δράκαινα, θεράπαινα, θέαινα, λέαινα. Ἔτι τὰ εἰς ρα βραχὺ παρεσχηματισμένα, σωτήρ σώτειρα. ἔστι καὶ πόλις Ἀριηνῶν Ἀντιόχου κτίσμα τοῦ Σελεύκου. μάκαρ μάκαιρα, πρέσβειρα, δότειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, ἀντιά‐ νειρα, κυδιάνειρα, κτεάνειρα, οὕτως καὶ Κάρ Κάειρα. καὶ ἔδει | |
15 | μὲν διὰ τοῦ ι μακροῦ γράφεσθαι· Καῖρα καὶ ἐν διαλύσει Κάϊρα, ὡς Ἀπολλώνιος ἐν τῷ εʹ περὶ παθῶν καὶ ἐν τῷ περὶ γενῶν. ἡ δὲ ἔκτασις ἀναγκαία διὰ τὴν παραλήγουσαν. τὰ γὰρ εἰς α βραχὺ λήγοντα παρα‐ σχηματιζόμενα ἐκτείνει τὴν παραλήγουσαν φύσει ἢ θέσει. καὶ ἔστιν ὅτε μετὰ τὴν διαίρεσιν ἔκτασις γίνεται, ὀΐομαι, ὄϊγον, ὄϊδα παρ’ Αἰολεῦσιν | |
20 | ἀπὸ τοῦ οἶδα. ἡ χρῆσις δὲ τὴν ει δίφθογγον ἔχει πρὸς τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα. τούτοις δὲ ἠκολούθησε καὶ τὸ πέπειρος πέπειρα. Τὰ εἰς σα ὑπερδισύλλαβα παρεσχηματισμένα προπαροξύνεται, εἰ μὴ κατὰ συναλοιφὴν εἴη ἀπὸ ὀξυτόνων εἰς ης, δαφνήεσσα, φωνήεσσα, τιμήεσσα, ἐρώεσσα, χαρίεσσα. Μάγνης Μάγνησσα παρὰ Καλλι‐ | |
25 | μάχῳ, Μακέτης Μάκεσσα ἐπιθετικῶς, ὡς Ἡρακλείδης, καὶ Μάκεττα διὰ δύο ττ καὶ δι’ ἑνὸς τ. τὸ δὲ τεχνῆσσα ἀπὸ τοῦ τεχνήεσσα. καὶ τὰ ἀπὸ ὀξυτόνων καὶ περισπωμένων εἰς ης, χερνής χερνῆσσα, ἀργῆς ἀρ‐ γῆσσα καὶ Κρής Κρητός Κρῆσσα, θής θῆσσα. οὕτω καὶ Θρᾷξ Θρᾷσσα καὶ Θρᾷττα Ἀττικῶς καὶ ἀπὸ Θρᾴκης δούλη καὶ εἶδος ἰχθύος καὶ ὀρνέου. | |
30 | Τὰ εἰς α βραχὺ ἀπαρασχημάτιστα διὰ διπλοῦ ἐκφερόμενα, εἰ μὲν δισύλλαβα εἴη καὶ μακρᾷ παραλήγει, προπερισπᾶται, μᾶζα μόνον ἐκ‐ | |
τεῖνον τὸ πρὸ διπλοῦ α, ψῷζα, εἰ δὲ βραχείᾳ παραλήγει, παροξύνε‐ | 250 | |
3,1251 | ται, ῥίζα, πέζα, φύζα, σχίζα· ἔστι δὲ εἶδος ὀρνέου. Σοφο‐ κλῆς ἐν Ναυπλίῳ πυρκαεῖ «κάτω κρέμανται, σπίζα τέτατ’ ἐν ἕρκεσι». ἄζα, γάζα καὶ Γάζα πόλις Φοινίκης, νῦν δὲ Παλαιστίνης πρὸ τῆς Αἰγύπτου. ἐκλήθη καὶ Ἄζα. καὶ μέχρι νῦν Σύροι Ἄζαν αὐτὴν καλοῦσιν | |
5 | ἀπὸ Ἄζωνος τοῦ παιδὸς Ἡρακλέους. μυθολογοῦσι δέ τινες ὑπὸ Διὸς κτισθῆναι καὶ ἐν αὐτῇ ἀπολιπεῖν τὴν ἰδίαν γάζαν, οὕτω τῶν Περσῶν τὰ χρήματα καλούντων. μύζα, κνύζα, ὃ εἰ μὲν ἐπὶ τοῦ φυτοῦ, συγκοπή ἐστιν οἷον «χαμαιζήλοιο κονύζης», εἰ δὲ ἐπὶ τοῦ παρεφθαρ‐ μένου καὶ ἐρρυπωμένου, οὐ συγκοπή ἐστιν, ἀλλ’ ἀπὸ τοῦ κνύω, ἀφ’ | |
10 | οὗ κνύος ἡ φθορά οἷον «κατὰ κνύος ἔχευεν, ψίλωτο δὲ κάρηνα», γίνεται κνύζα ὡς παρὰ Ἀνακρέοντι «κνύζη τις ἤδη καὶ πέπειρα γίνο‐ μαι σὴν διὰ μαργοσύνην» (fr. 87 Bergk). δόξα, Φρίξα πόλις Τρι‐ φυλίας ἀπὸ Φρίξου, ἐπ’ ὄρους ὑψηλοῦ πρὸς ἕω τῆς Λεπρεατικῆς. Φερεκύδης δὲ Ἀρκαδίας αὐτὴν γράφει. Λίξα πόλις Λιβύης ὡς Ἀλέ‐ | |
15 | ξανδρος ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. δίψα, Κάψα πόλις Χαλκιδικῆς χώρας κατὰ Παλλήνην ὁμοροῦσα τῷ Θερμαίῳ κόλπῳ. Σάμψα κώμη τῆς Ἀραβίας. σάμψα δὲ παρὰ τοῖς Ἄραψι ὁ ἥλιος. Σκέμψα πόλις Θρᾴκης. Στρέψα πόλις Μακεδονίας. Τὰ δὲ ὑπερδισύλλαβα προ‐ παροξύνεται, ὄρυζα, τράπεζα· ἔστι καὶ πόλις Ἀρκαδίας ἐγγὺς Τρι‐ | |
20 | κολώνων. ἀργυρόπεζα, τετράπεζα, χάλαζα, Δούριζα λίμνη παρὰ τὸν Λίζαν ποταμόν. Ἑκαταῖος περιηγήσει Ἀσίας, «τῇ δὲ λίμνῃ Δούριζα οὔνομα». Βόρυζα πόλις Περσική, ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης· «μετὰ δὲ Βόρυζα πόλις Περσέων· μετὰ δὲ Θυνιάς». Ἀράβυζα τῆς Καυκωνίδος πόλις. Βάδιζα πόλις Βρεττίας. Πολύβιος τρισκαιδεκάτῳ. | |
25 | Βαρύγαζα ἐμπόριον Γεδρωσίας τῶν σφόδρα ἐπισήμων. Μίεζα θυγά‐ τηρ Βέρητος τοῦ Μακεδόνος καὶ πόλις Μακεδονίας. Κάττουζα πόλις Θρᾴκης, ἐν ᾗ κατῴκουν οἱ Πυγμαῖοι. Θελάμουζα φρούριον τῆς παρ’ Εὐφράτην Ἀραβίας. Τίριζα πόλις Παφλαγονίας. Τυρόδιζα πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περ‐ | |
30 | σικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. Ἄραξα πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. Δάραψα πόλις Βακτρίας, ὡς Στράβων (XI p. 516). Βαίσαμψα πόλις ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλασσαν, ὅ ἐστιν | |
οἶκος ἡλίου. | 251 | |
3,1252 | * Τὰ εἰς βα βαρύνεται, Ἄβα πόλις Καρίας. Ἄλβα πόλις Ἰτα‐ λίας, ἣν ἔκτισαν οἱ ἀπὸ τοῦ Λαυινίου Λατῖνοι, Τρῶες ὄντες. ἔστι δὲ ἡ Ἄλβα καθ’ Ἑλλάδα λευκή. κλίνεται δὲ Ἄλβας, ὡς Χάραξ. λέγεται καὶ Ἄλβη. Ὄλβα πόλις τῆς τῶν Σολύμων γῆς, ἣν Φίλων Ὀλβίαν | |
5 | Παμφυλίας φησίν. Ῥάβα πόλις πρὸς τῷ Ἰονίῳ κόλπῳ. Νόμβα πόλις τῆς Ἰουδαίας. Ἰώσηπος ἕκτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας (12, 1 et 4). Κύρβα πόλις Κρήτης ἡ ὕστερον Ἱεράπυτνα, Ὕβα δῆμος τῆς Λεοντί‐ δος φυλῆς. τινὲς δὲ τὸν δῆμον Ὑβάδαι λέγουσι. Δόλβα πόλις τῆς Ἀδιαβηνῆς. Ἀρριανὸς γʹ Παρθικῶν. Γάβα πόλις Γαλιλαίας. Ἰώσηπος | |
10 | πέμπτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας (c. 2). Γάββα πόλις Συρίας. Θίβα μία τῶν Ἀμαζόνων ὑφ’ Ἡρακλέους ἀναιρεθεισῶν, ὅθεν ἐκλήθη Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ. Ἄρυββα. Ἀνάζαρβα πόλις Κιλικίας. Σίσυρβα Ἀμαζὼν καὶ ἀπ’ αὐτῆς μέρος Ἐφέσου. * Τὰ εἰς γα βαρύνεται, Σάλγα πόλις Μαυριτανίας. Ῥάγα πόλις | |
15 | ἐν Μηδίᾳ κτισθεῖσα ὑπὸ Σελεύκου τοῦ Νικάτορος. Φάλγα κώμη μέση Σελευκείας τῆς Πιερίας καὶ τῆς ἐν Μεσοποταμίᾳ. Ἀρριανὸς ἐν ιʹ Παρ‐ θικῶν. ἡ δὲ φάλγα τῇ γλώσσῃ τῇ ἐπιχωρίῳ τὸ μέσον δηλοῖ. Σίγγα πόλις Λιβύης, ὡς Πολύβιος δεκάτῳ. ὀξύνεται δὲ τὸ Αἰγά τῆς Αἰολί‐ δος ἄκρα, ὡς Στράβων (XIII p. 615) «οὕτω γὰρ καὶ τὸ ὄρος ὅλον | |
20 | ὠνομάζετο, ὃ νῦν Κάνην καὶ Κάνας λέγουσι· «λέγεται δὲ παρὰ Αἰγὰν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους. Ἀρτεμίδωρος δὲ Αἴξ εἶπε τὴν εὐθεῖαν, οὐκ ἀναλόγως. ἔστι δὲ καὶ πόλις Φοινίκων, ὡς Ἑκαταῖος. Αἰγαί δέ εἰσιν πόλεις πολλαί, Κιλικίας, Μακεδονίας, ἥτις καὶ μηλοβότειρα ἐλέγετο, καὶ ἡ ἐν Μυρίνῃ ἐν τῇ Αἰολίδι, καὶ Λυδίας καὶ | |
25 | Λοκρίδος καὶ Αἰτωλίας καὶ Εὐβοίας, ἃς Ὅμηρος ἐν τῷ Ν (v. 21) μνη‐ μονεύει. * Τὰ εἰς δα βαρύνεται, Σίνδα πόλις πρὸς τῷ μεγάλῳ κόλπῳ τῆς Ἰνδικῆς, Πέδα πόλις Αὐσονική, Σίβδα πόλις Καρίας, Γάδδα χωρίον Ἀραβίας. Γλαῦκος ἐν τετάρτῃ. λέγεται καὶ οὐδετέρως. Γίλδα πόλις | |
30 | Λιβύης. Τίνδα πόλις Λιβύης, ἣ καὶ Τίνδιον. Φράδα πόλις ἐν Δράγ‐ γαις, ἣν Ἀλέξανδρος Προφθασίαν μετωνόμασεν, ὡς Χάραξ ἐν ἕκτῳ | |
χρονικῶν. Φοῦνδα πόλις Ἰταλίας. Λήδα Δωρικῶς λεγόμενον ἀντὶ | 252 | |
3,1253 | τοῦ Λήδη. δύναται δὲ καὶ προπερισπᾶσθαι κατὰ τὸ Μοῦσα. Καρύανδα πόλις καὶ λιμὴν ὁμώνυμος πλησίον Μύνδου καὶ Κῶ, ὡς Ἑκαταῖος. ἔστι δὲ καὶ οὐδέτερον. Ἴλερδα πόλις πρὸς τῇ Πυρήνῃ Ἰβηρίας. καὶ Ἀν‐ δρομέδα Δώριον τροπῇ τοῦ η εἰς α πεποιημένον παροξυνόμενον. | |
5 | Τὰ εἰς θα ἔχοντα τὸ α βραχὺ βαρύνεται, μίνθα τὸ ἡδύοσμον, Ἔρθα πόλις Παρθίας ἐπὶ τῷ Εὐφράτῃ, ὡς Γλαῦκος ἐν Ἀραβικῶν δευ‐ τέρῳ. ἄκανθα, κολόκυνθα ἡ Ἀττικῶς κολοκύντη. Λύκαιθα πόλις Ἀρκαδίας παρὰ Μενελάῳ, ἣν Θεόπομπος Λύκαιάν φησι. Κύπαιθα πόλις Λιβύης, Κύναιθα πόλις Ἀρκαδίας· ἔστι καὶ Κύναιθα πόλις Ἰθά‐ | |
10 | κης ὑπὸ τῷ Νηρίτῳ ὄρει. Σύμαιθα πόλις Θετταλίας. Ζάκανθα πόλις Ἰβηρίας, ἣν καθεῖλεν Ἀννίβας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ. Σάργανθα πόλις Ἰβηρίας. * Τὰ εἰς κα βαρύνεται, Ὄγκα ἡ Ἀθηνᾶ κατὰ Φοίνικας. Σάλμυκα πόλις πρὸς τὰς Ἡρακλείας στήλας. λέγεται καὶ Σαλμύκη. Ταύακα πόλις | |
15 | Σικελίας. Φίλιστος ὀγδόῳ. Ὄλοκα πόλις Μακεδονίας. Θεόπομπος πέμ‐ πτῳ Φιλιππικῶν. τὸ δὲ Ναυσικᾶ κατὰ πάθος ἐγένετο. Τὰ εἰς λα θηλυκὰ βαρύνεται, ψύλλα· ἔστι καὶ χωρίον μεταξὺ Ἡρακλείας καὶ τοῦ Πόντου. Μένιππος ἐν περίπλῳ τοῦ Πόντου «ἀπὸ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια κʹ, ἀπὸ Ψύλλης χωρίου εἰς Τίον | |
20 | πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδια πʹ». Σκύλλα. Σίβυλλα. ἅμιλλα. ἄελλα. παῦλα καὶ ἀνάπαυλα. Βάλα πόλις τῆς Γαλιλαίας. Ἰώσηπος (Ant. Iud. 6, 6). Γέλα πόλις Σικελίας. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ δὲ ποταμὸς ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι. Πρόξενος δ’ ἐν πρώτῃ τῶν περὶ πόρων | |
25 | Σικελικῶν καὶ Ἑλλάνικος ἀπὸ Γέλωνος τοῦ Αἴτνης καὶ Ἱμέρου. Ἀρι‐ σταίνετος δ’ ἐν πρώτῃ τῶν περὶ Φασήλιδα, ὅτι Λάκιος καὶ Ἀντίφημος | |
ἀδελφοὶ ἐλθόντες εἰς Δελφοὺς ἐμαντεύσαντο, τὴν δὲ Πυθίαν οὐδὲν περὶ | 253 | |
3,1254 | ἐκείνων λέγουσαν προστάσσειν τὸν Λάκιον πρὸς ἀνατολὰς ἡλίου πλεῖν. τοῦ δ’ Ἀντιφήμου γελάσαντος τὴν Πυθίαν εἰπεῖν πάλιν «ἐφ’ ἡλίου δυσμῶν» καὶ Γέλαν πόλιν οἰκίσαι. Φίλα πόλις Μακεδονίας, κτίσμα Δημητρίου τοῦ Ἀντιγόνου παιδός, τοῦ Γονατᾶ καλουμένου, ὃς ἀπὸ | |
5 | τῆς τούτου μητρὸς Φίλας ἐπὶ τοῦ Πηνειοῦ ἔκτισε πόλιν Φίλαν. ἔστι καὶ νῆσος ἐν Αἰγύπτῳ. Ἡρόδοτος τετάρτῃ (c. 178) «ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ ὄνομα Τρίτων ἐστίν, ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τρι‐ τωνίδα. ἐν δὲ αὐτῇ νῆσος ἔνι τῇ οὔνομα Φίλα». Σμίλα πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Σμίλα πόλις». Πόλα πόλις Ἰλλυρίας. | |
10 | Βῶλα πόλις Ἰταλίας. Νῶλα πόλις Αὐσόνων. Ἑκαταῖος Εὐρώπῃ. Νώλην δὲ αὐτὴν Πολύβιός φησι. Βάλλα πόλις Μακεδονίας. Τράλλα καὶ Πάλλα Ἀμαζόνες. πάλλα ἡ σφαῖρα. Ἕλλα χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπόριον. Πολύβιος ιϛʹ. Πέλλα πόλις Μακεδονίας, Θεσσαλίας, Ἀχαΐας, κοίλης Συρίας ἡ Βοῦτις λεγομένη. ἡ δὲ Μακεδονίας πρότερον | |
15 | ἐκαλεῖτο καὶ Βουνόμεια ... ἐκλήθη δὲ ἀπὸ Πέλλα τοῦ κτίσαντος. ἔστι καὶ Πέλλα ὄρος Αἰθιοπίας. βδέλλα. Κίλλα ἡ πόλις. κόλλα. Νέγλα πολίχνιον Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Ἀμφί‐ μαλα πόλις Κρήτης, Ὑλλούαλα δῆμος Καρίας. Ἀπολλώνιος εʹ Καρι‐ κῶν «Κᾶρες δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλος ἀπώλετο, Ὑλλούαλαν | |
20 | ὠνόμασαν καὶ ἕδος ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνος. καὶ νῦν ἔτι παρὰ τὸν θεὸν δῆμός ἐστι Ὑλλούαλα λεγόμενος». ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον. Σκάβαλα χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. Ῥέσαλα πόλις Ὀμβρικῶν. Μίσπιλα πόλις Μήδων. Ξενο‐ φῶν τρίτῳ ἀναβάσεως (c. 4, 10). Ὀκρίκολα πόλις Τυρρηνῶν. Διο‐ | |
25 | νύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Σατίκολα πόλις Ἰταλίας. Ἀπίολα πόλις Ἰταλίας. Κρόταλλα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. Μάκαλλα πόλις Ἰταλίας. ἄμαλλα. Βίτελλα πόλις Ἰταλίας. Ἄτελλα πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. Ἔντελλα πόλις Σικελίας. Ἔφορος ιϛʹ. Στύελλα φρούριον τῆς ἐν Σικελίᾳ Μεγαρίδος. | |
30 | Φίλιστος τετάρτῳ Σικελικῶν. Φρέγελλα πόλις Ἰταλίας. Σίκελλα κώμη Παλαιστίνης, ὡς Ἰώσηπος (A. I. I 6, 13, 9). θύελλα, δίκελλα, Μύ‐ ριλλα, Πράξιλλα, Τελέσιλλα, Κύδιλλα, Κόριλλα πόλις Λατίνων. Διονύσιος τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἄκριλλα πόλις Σικελίας οὐ πόρρω Συρακουσῶν. Κορίολλα πόλις Ἰταλίας. Ἄβολλα πόλις Σικελίας. | |
35 | Ἄχολλα πόλις Λιβύης οὐ πόρρω τῶν Σύρτεων ἄποικος Μελιταίων. | |
Ἄγυλλα πόλις Τυρρηνίας. Λυκόφρων (v. 1355) «Ἄγυλλαν Αὐσονῖτιν | 254 | |
3,1255 | εἰσεκώμασεν». Ἄνθυλλα ἀδελφὴ Μέμνονος, ἀφ’ ἧς ἐν τῷ Νείλῳ πόλις ὁμώνυμος. Ἡρόδοτος δευτέρᾳ (c. 98) «Τουτέων δὲ ἡ μὲν Ἄνθυλλα ἐοῦσα λογίμη πόλις ἐς ὑποδήματα ἐξαίρετος». Ἴβυλλα πόλις Ταρτησσίας. Ἀρί‐ στυλλα, φθίνυλλα. Ἔχετλα πόλις Σικελίας. ταῦτα μὲν οὖν προπαρ‐ | |
5 | οξύνονται, παροξύνεται δὲ τὸ Μεσόλα πόλις Μεσσήνης, μία τῶν πέντε Νικόλαος τετάρτῳ. καὶ Ἱππόλα πόλις ἀρχαία Λακωνική. Παυσανίας τρίτῳ (c. 25, 9). καὶ Θυέλα πόλις Οἰνωτρίας, ἐν ᾗ μοῖρα Φωκαέων ᾤκησεν, ὡς Ἡρόδοτος πρώτῳ (c. 167). Βοΐλλαι πόλις Λατίνων. καὶ Βουκεφάλα πόλις Ἰνδικῆς, ἣν ἔκτισεν Ἀλέξανδρος «ἐπ’ ἀμφοτέραις | |
10 | ταῖς ὄχθαις τοῦ Ὑδάσπου ποταμοῦ πόλεις ᾤκισε, Νίκαιαν—Βουκεφά‐ λαν δὲ ἔνθα διαβάντος καὶ μαχομένου ἀπέθανεν αὐτοῦ ὁ ἵππος Βουκε‐ φάλας λεγόμενος». καὶ Ἀΐλα κόλπος κατά τινας. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ «τὰ πρὸς ἕω τῆς Ἀΐλας κώμης». ὡσαύ‐ τως καὶ Φιλομήλα Δώριον τροπῇ τοῦ η εἰς α πεποιημένον. | |
15 | Τὰ εἰς μα θηλυκὰ σπάνια ὄντα βαρύνεται, τόλμα, θέρμα, Ἀττι‐ κῶς δὲ τόλμη καὶ θέρμη. ἔστι δὲ καὶ πόλις Θέρμα, ἣ ὕστερον Θεσσαλονίκη ἐκαλεῖτο. Μέσμα πόλις Ἰταλίας. Ἀπολλόδωρος ἐν τρίτῳ | |
χρονικῶν. | 255 | |
3,1256 | Τὰ εἰς να μονογενῆ βαρύνεται, Κύννα ἡ πόρνη, ἔστι καὶ Κύννα πολίχνιον πλησίον Ἡρακλείας ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ἢ Κύννου τοῦ ἀδελφοῦ Κοίου. Ἄννα πόλις Ἰουδαίας ὑπὲρ Ἱεριχοῦντα, γέννα, χλαῖνα· εἰ δέ τι ἄλλο εὑρεθείη, κατὰ διάλεκτον ἢ πάθος ἐγένετο ὡς | |
5 | τὸ Ἑλένα Ἑλένη, Ἀθηνάα Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ παρ’ Ἑκαταίῳ. * Τὰ εἰς να δισύλλαβα βαρύνεται, πῖνα ἐπὶ τοῦ ὀστρέου, πεῖνα, Σπῖνα πόλις Ἰταλίας ὡς Εὔδοξος καὶ Ἀρτεμίδωρος. Κρῶμνα πόλις Παφλαγονίας «Κρῶμναν τ’ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους» (Β 855) ἡ ὕστερον Ἄμαστρις, ἀπὸ Κρώμνου τοῦ Λυκάονος. ἔστι καὶ Πελοπον‐ | |
10 | νήσου πόλις ἀρσενικῶς καὶ θηλυκῶς καὶ ἑνικῶς καὶ πληθυντικῶς. Οἴνα πόλις Τυρρηνίας ἐχυρὰ λίαν. Φάνα πόλις Αἰτωλίας καὶ Φάναι πλη‐ θυντικῶς ἀκρωτήριον τῆς Χίου ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. Μάγνα νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν, ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ, ὅ ἐστι μεγάλη. Πύδνα πόλις | |
15 | Μακεδονίας. Θάμνα πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἱστορίας (c. 10). Τάμνα πόλις Ἀραβική, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. Σμύρνα πόλις Ἰωνίας ἀπὸ Σμύρνης Ἀμαζόνος κατεχούσης τὴν Ἔφε‐ σον, ἣ καὶ Σμύρνα ἐκαλεῖτο ἀπ’ αὐτῆς. Σύρνα πόλις Καρίας. Ἄρνα πόλις Λυκίας. οὕτω γὰρ ἡ Ξάνθος ἐκαλεῖτο ἀπὸ Ἄρνου τοῦ καταπο‐ | |
20 | λεμήσαντος Πρωτόγονον. Πύτνα πόλις Κρήτης ἡ ὕστερον Ἱεράπυτνα. Ἔννα πόλις Σικελίας. Βέννα πόλις Θρᾴκης δι’ ἑνὸς ν καὶ διὰ δύο. καὶ ἡ γραφὴ διάφορος καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ε, ὅπερ κρεῖτ‐ τον. ἔστι δὲ καὶ Βέννα μία φυλὴ τῶν ἐν Ἐφέσῳ πέντε. * Τὰ εἰς να ὑπερδισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώνου προπαροξύ‐ | |
25 | νεται, μάραγνα ἡ μάστιξ, Ἄφιδνα δῆμος Ἀττικῆς καὶ Λεοντίδος φυλῆς ἀπὸ Ἀφίδνου αὐτόχθονος· ἔστι καὶ πληθυντικὸν Ἀφίδναι. ἔστι καὶ τῆς Λακωνικῆς, ὅθεν ἦσαν αἱ Λευκιππίδες Φοίβη καὶ Ἐλάειρα. Δά‐ ριδνα κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. Κά‐ λυδνα νῆσος καὶ πόλις Θήβης ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται | |
30 | καὶ Κάλυδνος. Σώλιμνα πόλις Ἰνδίας. Ἄντεμνα πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥωμύλῳ. Μήθυμνα ἡ Μάκαρος θυγάτηρ καὶ γυνὴ Λεπετύμνου καὶ πόλις ἐν Λέσβῳ τῇ νήσῳ ὁμωνύμως. Νώνυμνα πόλις Σικελίας. Κάλυμνα νῆσος, ἣν ὁ Σκήψιος πληθυντικῶς Καλύμνας φησί. | |
Πρόσυμνα μοῖρα τοῦ Ἄργους. Πολύδαμνα. Ἀγάθυρνα πόλις Σικε‐ | 256 | |
3,1257 | λίας, ὡς Πολύβιος ἐνάτῃ. Ἁλίκυρνα κώμη Ἀκαρνανίας. Στράβων (X p. 459). Ἁλίσαρνα πόλις τῆς Τρωάδος χώρα. Θεόπομπος. Ἄταρνα πόλις μεταξὺ Μυσίας καὶ Λυδίας πλησίον Λέσβου. Μηκύβερνα πόλις Παλλήνης τῆς ἐν Θρᾴκῃ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ. Ἐλεύθερνα | |
5 | πόλις Κρήτης ἀφ’ ἑνὸς τῶν Κουρήτων. Κάλαρνα πόλις Μακεδονίας, ὡς Λούκιος ὁ Ταρραῖος. Σάμορνα· οὕτως ἡ Ἔφεσος ἐκαλεῖτο. Φαλά‐ σαρνα πόλις Κρήτης. Μέντυρνα πόλις ἐν Ἰταλίᾳ Σαυνιτῶν. Διονύ‐ σιος ἑκκαιδεκάτῳ. Ἱεράπυτνα πόλις Κρήτης. * Τὰ εἰς ννα προπαροξύνεται, Φάλαννα πόλις Περραιβίας ἀπὸ | |
10 | Φαλάννης τῆς Τυροῦς θυγατρός. Λυκόφρων (v. 906) «Γόννον Φάλαν‐ ναν ἠδ’ Ὀλοσσόνων γύας». Ἑκαταῖος ἱστοριῶν αʹ Ἱππίαν αὐτὴν καλεῖ καὶ Ἔφορος Φάλαννον αὐτὴν καλεῖ ἐν τῷ θʹ. ἔστι καὶ ἑτέρα Κρήτης. Ἔραννα πόλις Τριφυλίας, ἥτις Κυπαρισσία καλεῖται. Ῥάβεννα πόλις Ἰταλίας. Ἕρμιππος ὁ Βηρύτιος Ῥούενναν αὐτὴν καλεῖ. Διονύσιος δ’ ἐν | |
15 | ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας καὶ πληθυντικῶς καὶ διὰ τοῦ η καὶ δι’ ἑνὸς ν «ἀμφότεροι ἀπήντησαν Οὐολουμνίῳ περὶ τοὺς καλουμένους Ῥαβηνούς». Ὕτεννα πόλις Λυκίας. Φίλιννα, Ἤριννα, Κόριννα, Βίτιννα. Βούκιννα πόλις Σικελίας. Πέλιννα πόλις Θεσσαλίας ἐν τῇ Φθιώτιδι. κέκληται ἀπὸ Πελίννου τοῦ Οἰχαλέως. Ὤλιννα πόλις πρὸς | |
20 | τῇ Κασπίᾳ θαλάσσῃ. τὸ δὲ Καπίννα Τυρρηνικὴ πόλις παροξύνεται. λέγεται καὶ πληθυντικῶς. Τόροννα πόλις Σικελίας. Φόρουννα πόλις Θρᾴκης. Πολύβιος ἐνάτῳ. Δίκτυννα. Ἕρκυννα. * Τὰ εἰς να ὑπερδισύλλαβα φωνήεντι παραληγόμενα προπαροξύ‐ νεται, Ἴχανα πολίχνιον τῆς Σικελίας, διὰ τὸ τῇ αὐτοῦ ἁλώσει πολλὰ | |
25 | προσλιπαρῆσαι τοὺς Συρακοσίους. ἰχανᾶν δὲ τὸ ἐπιθυμεῖν. Κάρανα πόλις Γαλατίας ὑπὸ Ῥωμαίων συνοικισθεῖσα. Κάρμανα νῆσος τῆς Ἰνδικῆς. Κάρνανα πόλις Μιναίων ἔθνους πλησίον Ἐρυθρᾶς θαλάσσης. Ἄμμανα πόλις Συρίας ἡ ὕστερον Ἀστάρτη. Μάργανα πόλις τῆς Ἰν‐ δικῆς. ἔστι καὶ Μαργάναι πληθυντικῶς. τρίαινα, μύραινα εἶδος | |
30 | θαλασσίου θηρίου. Ζύγαινα νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Μάζαινα πόλις Παλαιστίνης ἀπὸ Μαζαίνου. Δρύαινα πόλις Κιλικίας κτίσμα Δρυαίνου ὡς Σκύθαινα, Κηρύκαινα, Δύμαινα. Εὐφορίων «δαίμων ἀντιάσαιτο φιλοπλοκάμοισι Δυμαίναις». Φίδηνα καὶ Φιδήνη πόλις Ἀλβανῶν. Σάλωνα πόλις Ἐρετρίας. Μόργυνα πόλις Σικελῶν. Φί‐ | |
35 | λιστος δευτέρῳ. Τάμυνα πόλις Ἐρετρίας. Στράβων δεκάτῃ (p. 447). καὶ πληθυντικῶς «εἰς τὰς Ταμύνας» (Demosth. c. Boeot. p. 999, 8). ἄμυνα, εὔθυνα, χέλυνα, Κίκυνα, σίγυνα. Αἴγινα νῆσος μία τῶν | |
Κυκλάδων, ἥτις Οἰνώνη ἐκαλεῖτο, ὕστερον δὲ Αἴγινα ἀπὸ τῆς Ἀσωποῦ | 257 | |
3,1258 | μὲν θυγατρὸς Αἰγίνης, Αἰακοῦ δὲ μητρός. Βέλβινα πόλις Λακωνική. Παυσανίας ὀγδόῳ (c. 35, 4). ἔστι καὶ νῆσος, ὡς Ἀρτεμίδωρος. Βέμ‐ βινα κώμη τῆς Νεμέας. Ἑλλάνικος δὲ Βέμβινον καὶ πόλιν φησίν. Βίλ‐ βινα πόλις Περσική. Μέλινα πόλις Ἄργους, ἀφ’ ἧς Ἀφροδίτη Με‐ | |
5 | λιναία τιμᾶται. Λυκόφρων «τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεόν» (v. 403). Μύρινα πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ τῆς Αἰολίδος ἄλλη. ἀπὸ Μυρίνης ἀμφότεραι ἢ Μυρίνου. Σάνινα πόλις ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Κάρμινα νῆσος Ἰνδική. Ἄλινα νῆσος Λυκίας. Ἀρτεμίδωρος ἐν ἐπιτομῆς πρώτῳ. Κύτινα πόλις Θεσσαλίας, | |
10 | ὡς Θέων ἐν ὑπομνήματι Λυκόφρονος. Λάγινα πολίχνιον Καρίας. Ἀπολλώνιος Καρικῶν ἑκκαιδεκάτῳ. Ῥέσινα πόλις περὶ τὸν Ἄβορον ποταμόν. Ἀγύρινα πόλις Σικελίας. Διονύσιος δὲ τὸ Ἀγύριον ἔφη. Γαλάρινα πόλις Σικελίας κτίσμα Μόργου Σικελοῦ. Λάρινα πόλις Δαυνίων. Καμάρινα πόλις Σικελίας. καὶ λίμνη, ἀφ’ ἧς ἡ παροιμία | |
15 | «μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἀμείνων». Μαμάρκινα πόλις Αὐσονική. Ἅρπινα πόλις Ἤλιδος ἀπὸ Ἁρπίνης τῆς Ἀσωποῦ, ἀφ’ ἧς καὶ Ἄρεος Οἰνόμαος. λέγεται καὶ Ὀλυμπία. Νικάνωρ. Σάλπινα ὄνομα κύριον. Μυκέρινα ὄνομα πόλεως. τὰ δὲ Ἰταλικὰ προπερι‐ σπῶνται, Σαβῖνα, Φαυστῖνα, Ἰουστῖνα, Κωνσταντῖνα, ἡμῖνα, | |
20 | Πλωτῖνα. Τερῖνα πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος, κτίσμα Κροτωνιατῶν, ὡς Φλέγων. τινὲς δὲ νῆσον αὐτήν, εἰς ἣν ἐξεβράσθη Λίγεια ἡ Σειρήν, ὡς Λυκόφρων (v. 726) «Λίγεια δ’ εἰς Τερῖναν ἐκναυ‐ σθλώσεται» Ἀκυλῖνα πόλις Ἰλλυρική. Θεόπομπος. Ταρρακῖνα πόλις Ἰταλίας. Διονύσιος ιεʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. Τυρακῖναι | |
25 | πόλις Σικελίας μικρὰ μὲν εὐδαίμων δ’ ὅμως. Τυράκην δὲ αὐτὴν Ἀλέ‐ ξανδρος ἐν Εὐρώπῃ καλεῖ. * Τὰ εἰς πα σπάνια ὄντα βαρύνεται, Βόρσιππα πόλις Χαλδαίων. λέγεται καὶ οὐδετέρως. Μέταπα πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. Ζαρίασπα καὶ Ζαριάσπη πόλις Βακτριανή. Στράβων ἑνδεκάτῃ (p. 514). | |
30 | Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα. Τὰ εἰς ρα μακρὸν μακρᾷ παραληγόμενα παροξύνεται ἀπὸ συμφώ‐ νου ἀρχόμενα, πήρα καὶ Πήρα πόλις Πισιδίας. χώρα. Ξήρα πόλις περὶ τὰς Ἡρακλείας στήλας. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ. θήρα. | |
Θήρα νῆσος τῶν Σποράδων κτίσμα Μεμβλιάρου ἑνὸς τῶν μετὰ Κά‐ | 258 | |
3,1259 | δμου. ἔστι καὶ Ῥόδου πόλις ταπεινή. καὶ Καρίας ἄλλη. καὶ Σογδια‐ νῆς ἄλλη. χήρα. πλὴν τοῦ φ διὰ τὸ Φηρά «Φηράς τε ζαθέας ἠδ’ Ἄνθειαν βαθύλειμον» (Il. Ι 151) τὰ δὲ ἀπὸ φωνήεντος ἀρχόμενα παροξύνεται, Ἥρα, ὥρα, ὀπώρα. | |
5 | Τὰ εἰς ρα δισύλλαβα συνεσταλμένον ἔχοντα τὸ α βαρύνεται, σφαῖρα, μοῖρα, πεῖρα, σφῦρα. Βοῦρα πόλις Ἀχαΐας ἀπὸ Βούρας θυγατρὸς Ἴωνος τοῦ Ξούθου καὶ Ἑλίκης. Νῶρα πόλις ἐν Σαρδοῖ τῇ νήσῳ. Σῶρα πόλις Ἰταλίας. Σοῦρα μαντεῖον Λυκίας. τὰ δὲ μὴ συνεσταλμέ‐ νον τὸ α ἔχοντα ὀξύνεται, ἰρά ἡ ἐκκλησία. τοῦτο δὲ διφορεῖται καὶ | |
10 | κατὰ τὴν ἐτυμολογίαν καὶ κατὰ τὴν γραφήν. εἰ μὲν γὰρ παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου, εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι διὰ τοῦ ι. σειρά, πυρά, οὐρά, φρουρά, πλευρά. Φαραί πόλις Μεσσήνης, ὅθεν ἦσαν οἱ Ἀφαρητιάδαι· ἔστι καὶ Ἀχαΐας. εἰσὶ καὶ Φαραί Βοιωτίας. ἔστι δὲ ἄλλη Κρήτης ἄποικος τῆς ἐν Μεσσήνῃ, ὡς Φίλων. ἀρά καὶ Ἀρά Ἀθά‐ | |
15 | μαντος θυγάτηρ καὶ Ἀραί νῆσοι τρεῖς οὕτω λεγόμεναι διὰ τὰς ἀράς, ἃς Δωριεῖς ἐποιήσαντο πρὸς τοῦ Πενταπολίτας, ὡς Ἀριστείδης. Τὰ εἰς ρα ὑπὲρ δύο συλλαβὰς τὸ α βραχὺ ἔχοντα προπαροξύνεται, μάχαιρα, χίμαιρα, Δηϊάνειρα, σκολόπενδρα. * Τὰ εἰς αρα ὑπὲρ δύο συλλαβὰς παροξύνεται, Κυπάρα κρήνη | |
20 | Σικελίας, ἣ καὶ Ἀρέθουσα ἐλέγετο, Βατεράρα πόλις Λιγύων. Ἰνδάρα Σικανῶν πόλις. Θεόπομπος. Καμάρα πόλις Κρήτης, ἥτις Λατώ ἐλέγετο. Λιπάρα νῆσος μεγίστη τῶν ἑπτὰ τοῦ Αἰόλου, ἣ Μελιγουνὶς ἐλέγετο, πλησίον Σικελίας, ἀπὸ Λιπάρου τοῦ Αὔσονος υἱοῦ. λέγεται καὶ πλη‐ θυντικῶς. Μακκάραι χώρα ὑπὲρ Φάρσαλον. Θεόπομπος πέμπτῳ Φι‐ | |
25 | λιππικῶν. * Τὰ εἰς ερα δισύλλαβα μακροκατάληκτα βαρύνεται, ἔρα, Δέρα ὄνομα τόπου Λακωνικῆς, Μέρα ὄνομα πόλεως, δέρα, τοῦτο δὲ παρὰ | |
τῷ ποιητῇ διὰ τῆς ει διφθόγγου γράφεται καὶ ὀξύνεται. τὸ δὲ Φεραί | 259 | |
3,1260 | πόλις Θεσσαλίας ὀξύνεται «οἵ τε Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην» (Β 711). ἀπὸ Φέρητος τοῦ Κρηθέως ἢ Φερᾶς τῆς Αἰόλου θυγατρός. εἰσὶ καὶ ἄλλαι Φεραί ἀρχαῖαι τῶν νῦν Φερῶν ἀπέχουσαι στάδια ὀκτώ. εἰσὶ καὶ ἄλλαι Ἰαπυγίας καὶ Αἰτωλίας καὶ Παρθυαίων. | |
5 | Τὰ εἰς ρα μακροκατάληκτα τρισύλλαβα παραληγόμενα τῷ ε μονο‐ γενῆ βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη, ἡμέρα, ἀσκέρα εἶδος ὑποδή‐ ματος, διφθέρα, λακέρα, χολέρα, ἑσπέρα, ὑπέρα, ἀλέρα, Τερ‐ μέρα Ὠγύγου μήτηρ, κυσέρα, Θεσκέρα ἡ τιθηνὸς Διονύσου. Ἱμέρα πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ Λιβύης, μεθ’ ὧν καὶ Φιλω‐ | |
10 | τέρα πόλις περὶ τὴν Τρωγλοδυτικήν, Σατύρου κτίσμα. Ἀπολλόδωρος δὲ Φιλωτερίδα καλεῖ. ἔστι καὶ κοίλης Συρίας Φιλωτέρα, ὡς Χάραξ ἐν ὀγδόῳ χρονικῶν. τινὲς δὲ καὶ Φιλωτερίαν αὐτὴν εἰρήκασιν. τὸ δὲ Γλυ‐ κερά ὀξύνεται, εἴτε κύριον εἴτε ἐπιθετικὸν εἴη ὡς καὶ Ἱερά· οὕτως γὰρ ἐκλήθη ἡ Τάρσος πόλις. καὶ τὸ περιστερὰ τετρασύλλαβον καὶ τὸ | |
15 | Ἐλευθεραί πληθυντικῶς λεγόμενον. ἔστι δὲ πόλις Βοιωτίας ἀπὸ Ἐλευ‐ θῆρος τοῦ Ἀπόλλωνος· ἔστι καὶ Κρήτης ἀπὸ Ἐλευθῆρος ἑνὸς τῶν Κου‐ ρήτων, ἥτις καὶ Σάωρος ἐκαλεῖτο ἀπὸ Σαώρης νύμφης. ἔστι καὶ ἄλλη ἐπὶ τῷ Ἴστρῳ ποταμῷ ἐν τῷ Πόντῳ διὰ τὸ φυγόντας Αἰήτην τοὺς περὶ Ἰάσονα ἐκεῖ τοῦ φόβου ἐλευθερωθῆναι. ἔστι καὶ πόλις Λυκίας ἀπό‐ | |
20 | τινος νύμφης. * Τὰ εἰς ηρα ὑπερδισύλλαβα μονογενῆ παροξύνεται, μερμήρα, Ὀτρήρα, Δασλήρα· ἔστι δὲ ὄνομα λίμνης, μενδήρα. τὸ δὲ Αἱμηρά καὶ Λιμηρά ἐπιθετικά ἐστιν· οὕτως γὰρ ἐκαλεῖτο Ἐπίδαυρος, Αἱμηρά μὲν διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν | |
25 | θυσιῶν, Λιμηρά δὲ οἱονεὶ λιμενηρά τις οὖσα. τινὲς δὲ Λιμηρὰν Λακω‐ νικὴν λέγουσι μίαν τῶν ἑκατὸν διὰ τὸ πολλοὺς ἔχειν λιμένας. * Τὰ εἰς ρα δισύλλαβα μονογενῆ τῷ ο παραληγόμενα ὀξύνεται, σπορά, φθορά, δορά, φορά, Θορά δῆμος Ἀττικὸς τῆς Ἀκαμαντί‐ δος φυλῆς, μεθ’ ὧν καὶ ἀγορά τρισύλλαβον. ἔστι δὲ καὶ πόλις ἐν | |
30 | Χερρονήσῳ. * Τὰ εἰς ρα δισύλλαβα τῷ υ παραληγόμενα βαρύνεται· καὶ τὸ μὲν | |
σφῦρα ἐκτεῖνον τὸ υ καὶ συστέλλον τὸ α προπερισπᾶται, τὸ δὲ λύρα | 260 | |
3,1261 | καὶ θύρα ἐκτείνοντα τὸ α καὶ συστέλλοντα τὸ υ παροξύνεται, ὡσαύτως καὶ Μύρα πόλις Λυκίας ἀπὸ μύρων ἢ ἀπὸ Μύρωνος ἢ ἀπὸ Μύρου ποταμοῦ παραρρέοντος· ἄμεινον δὲ τὸ πρῶτον. λέγεται καὶ οὐδετέ‐ ρως. ὡσαύτως καὶ Ψύρα νῆσος μικρὰ πλησίον Χίου, ἣν ὁ ποιητὴς | |
5 | Ψυρίαν καλεῖ «νήσου ἐπὶ Ψυρίης» (Od. γ 171). τὸ δὲ Κύρα ἡ κρήνη ἐκτεῖνον τὸ υ καὶ τὸ α διὰ τοῦ η ἐξηνέχθη Κύρη. σεσημείωται τὸ πυρά ὀξυνόμενον. τὸ δὲ (Od. δ 500) Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν, πέτρῃσιν μεγάλῃσι | |
10 | εἰ καὶ ἰδίως λέγεται, ἀλλ’ ὅμως ἔχει τάξιν ἐπιθετικήν. Τὰ εἰς ρα ὑπὲρ δύο συλλαβὰς τῷ υ παραληγόμενα βαρύνεται. ἀλλ’ εἰ μὲν ἔχωσι τὸ α μακρόν, παροξύνεται, πορφύρα. Ἐφύρα πόλις Ἠπείρου ἀπὸ Ἐφύρου τοῦ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος. δευτέρα περὶ Ἦλιν. ἦν δὲ αὕτη μεταξὺ | |
15 | Πύλου καὶ Ἤλιδος, ὡς Παρμενίσκος φησίν. Ὅμηρος δὲ τὸ Ἐφύρη ἐπὶ τῆς Κορίνθου ἔφη. οὕτως δὲ ἐκαλεῖτο ἀπὸ Ἐφύρας τῆς Μύρμηκος τῆς Ἐπιμηθέως γυναικός. ἔστι καὶ ἄλλη Ἐφύρη Κράννουν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος. καὶ νῆσος οὐ μακρὰν ἀπέχουσα Μήλου. ἔστι καὶ Ἰταλίας κατὰ Καμπανίαν. ἔστι καὶ κώμη Αἰτωλίας | |
20 | Ἐφύρα. κολλύρα, Ζεφύρα, Φιλύρα, Κιβύρα πόλις πρὸς νότον Μαιάνδρου. Ἀντικύρα πόλεις δύο ἡ μία Φωκίδος, ὡς Δημήτριος ὁ Καλλατιανός, ἡ δὲ ἐν Μαλιεῦσιν, ὡς Ἀπολλόδωρος. Τεγύρα πόλις Βοιωτίας, Σῆμος ὁ Δήλιος «τὴν Ἀπόλλωνος γένεσιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δ’ ἐν Δήλῳ, οἱ δ’ ἐν Ζωστῆρι τῆς Ἀττικῆς, οἱ δὲ ἐν Τεγύρᾳ τῆς | |
25 | Βοιωτίας φασίν». Καλλισθένης ἐν τρίτῳ τῶν Ἑλληνικῶν «ἔστι μαντεῖα τὸ μὲν Ἰσμήνιον ἐν Θήβαις, τὸ δὲ Τροφωνίου ἐν Λεβαδείᾳ, τὸ δὲ ἐν Ἄβαις λεγόμενον ἐν Φωκεῦσιν, τὸ δὲ κυριώτερον ἐν Δελφοῖς, ὃ καὶ μάλιστά φασι μεμαρτυρηκέναι τὴν ἐν Τεγύρᾳ». σισύρα· εἰ δὲ βραχύ, προπαροξύνεται, Κέρκυρα νῆσος. ἀμφιβόλως ἔχει ἡ τῆς νήσου γραφή. | |
30 | λέγεται γὰρ καὶ διὰ τοῦ ο Κόρκυρα, ἑτέρα δὲ Κέρκυρα ἐντὸς τοῦ Ἰονίου διὰ τοῦ ο μάλιστα λεγομένη Κόρκυρα ἡ καὶ Μέλαινα καλουμένη. ἄγκυρα. ἔστι καὶ πόλις Γαλατίας. Ἀπολλώνιος ἐν ἑπτακαιδεκάτῃ Καρι‐ κῶν ἱστορεῖ Μιθριδάτῃ καὶ Ἀριοβαρζάνῃ νεήλυδας τοὺς Γαλάτας συμ‐ μαχήσαντας διῶξαι τοὺς ὑπὸ Πτολεμαίου σταλέντας Αἰγυπτίους ἄχρι | |
35 | θαλάσσης καὶ λαβεῖν τὰς ἀγκύρας τῶν νεῶν αὐτῶν, καὶ μισθὸν τῆς | |
νίκης εἰς πολισμὸν λαβόντας χώραν κτίσαι καὶ ὀνομάσαι οὕτως. γέφυρα. | 261 | |
3,1262 | ἔστι καὶ πόλις Βοιωτίας, τινὲς δὲ τοὺς αὐτοὺς εἶναι καὶ Ταναγραίους φασίν, ὡς Ἑκαταῖος καὶ Στράβων (XI p. 404). Τέντυρα, πόλις Αἰ‐ γύπτου, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν. λέγεται καὶ Τέντυρις. Τίμυρα πόλις περὶ Ἰσαυρίαν. ὄλυρα. γόργυρα καὶ Γόργυρα τόπος | |
5 | ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, Θεμίσκυρα πόλις, ἥ ἐστιν ἀντίον Θερ‐ μώδοντος, καὶ ἡ χώρα. Ἴμυρα πόλις Φοινίκης. Κόσσυρα Λιβύης νῆσος, Λάμυρα πόλις Λυκίας. Λίμυρα πόλις Λυκίας ἀπὸ Λιμύρου ποταμοῦ. Πάλμυρα φρούριον Συρίας. τὸ δὲ Γλαφυρά ὀξύνεται, εἴτε ὄνομα πόλεως εἴη εἴτε ἐπιθετικόν. ἔστι δὲ πόλις Θεσσαλίας. Ὅμηρος «Βοίβην | |
10 | καὶ Γλαφυράς» (Il. Β 712). ἔστι δὲ καὶ κώμη Κιλικίας Γλαφυραί. Τὰ εἰς ρα μακρὸν τῷ ω παραληγόμενα βαρύνεται, χώρα, ψώρα, ὥρα, ὤρα, μεθ’ ὧν καὶ πρῷρα, εἰ καὶ συστέλλει τὸ α. Τὰ εἰς ρα ἁπλᾶ μονογενῆ τρισύλλαβα παραληγόμενα τῷ ω ἀπὸ φύσει μακρᾶς ἢ βραχείας ἀρχόμενα βαρύνεται, Φαλώρα ὄνομα πόλεως, | |
15 | πληθώρα, ληθώρα, ὀπώρα, αἰώρα, ψοθώρα. Ἀώρα ἢ Σαώρα νύμφη, ἀφ’ ἧς Ἄωρος ἢ Σάωρος πόλις Κρήτης μετονομασθεῖσα Ἐλευ‐ θεραί. εἰ δὲ ἀπὸ θέσει μακρᾶς, ὀξύνεται, θαλπωρά, ἐλπωρά. τὸ δὲ πανδώρα σύνθετον ὂν παροξύνεται ὡς καὶ τὸ Πολυδώρα τετρασύλ‐ λαβον· ἔστι δὲ νῆσος ἐν τῇ Κυζίκῳ. | |
20 | * Τὰ διὰ τοῦ αιρα δισύλλαβα βραχυκατάληκτα προπερισπᾶται, σφαῖρα, αἶρα, Δαῖρα. τὸ δὲ Αἰραί ὀξύνεται· ἔστι δὲ πόλις Μακε‐ δονίας καὶ ἄλλη Ἰωνίας. ἔστι καὶ παρὰ Ἑλλησπόντῳ. * Τὰ διὰ τοῦ αιρα ὑπερδισύλλαβα προπαροξύνεται, μάχαιρα, χίμαιρα, Ἄπαιρα ὄνομα τόπου. | |
25 | * Τὰ διὰ τοῦ αυρα δισύλλαβα μακροκατάληκτα παροξύνεται, σαύρα, αὔρα, λαύρα. τὸ δὲ Σαῦρα πόλις Σαυνιτῶν βραχυκατάληκτον προ‐ περισπᾶται. | |
* Τὰ διὰ τοῦ ειρα δισύλλαβα βραχυκατάληκτα προπερισπᾶται, πεῖρα, | 262 | |
3,1263 | σπεῖρα, στεῖρα ἡ μὴ τίκτουσα καὶ τὸ μέρος τῆς νεώς, ζεῖρα εἶδος χιτῶνος, οἱ δὲ ζώνης. * Τὰ εἰς ρα τῇ ει διφθόγγῳ ἢ ι μακρῷ παραληγόμενα δισύλλαβα ὀξύνεται, εἰρά ἢ ἰρά ἡ ἐκκλησία ὡσαύτως καὶ Ἰρά ὄρος Μεσσήνης. | |
5 | Ῥιανὸς ἐν Μεσσηνιακῶν πρώτῳ. ἔστι καὶ πόλις Μαλιέων καὶ Λέσβου. καὶ ἡ παρ’ Ὁμήρῳ «Καρδαμύλην τ’ Ἐνόπην τε καὶ Ἱρήν» (ι 150). εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα ὡς ἐπὶ τοῦ «Ῥίπην τε Στρατίην τε» (Il. Β 606), «Ὄρθην» (ibid. 739). ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς ος. καὶ πάλιν ὡς ἐπ’ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ | |
10 | ἐπὶ τούτων· καί ἐστιν ὁρίσασθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων Πινυτή «μήτηρ πινυτή» (Od. υ 131). Ἀγαυή. οὕτως καὶ Ἰρή. σειρά, δειρά, πειρά. | |
15 | Τὰ διὰ τοῦ ειρα ὑπὲρ δύο συλλαβὰς προπαροξύνονται, ἀγρώ‐ τειρα, Δηϊάνειρα, Θυάτειρα, Σάπφειρα, ἔθειρα, Σάμψειρα πόλις Αἰγύπτου, Ταύχειρα πόλις Λιβύης ἀπὸ Ταυχείρας τῆς Ἀντάν‐ δρου θυγατρός. θηλυκῶς καὶ οὐδετέρως ὡς Στάγειρα. Αἴγειρα πόλις Ἀχαΐας, ἣν Ὅμηρος Ὑπερησίην φησίν. τὸ δὲ ὄνομα τὸ νῦν, ὥς φη‐ | |
20 | σιν Παυσανίας ἑβδόμῳ (c. 2, 6), ἐγένετο ἐπ’ αἰτίᾳ τοιᾷδε. Σικυωνίων στρατὸς ἀφίξεσθαι ἔμελλεν αὐτοῖς· οἱ δὲ ἀθροίζουσιν αἶγας καὶ πρὸς τοῖς κέρασιν ἔδησαν δᾷδας καὶ ἐξάπτουσι διὰ τῆς νυκτός· νομίσαντες οὖν τὴν φλόγα τοῦ ἐπικουρικοῦ πυρὸς ἔφυγον, Ὑπερησιεῖς δὲ Αἴγει‐ ραν τὴν πόλιν ὠνόμασαν. ἔνιοι δὲ ἀπὸ Αἰγιαλέως τὴν χώραν Αἰγιαλόν | |
25 | φασι τό τε Αἴγιον καὶ ἔτι Αἴγειραν. Ἀγρόειρα ἢ Ἀλλόειρα ἡ ὕστε‐ ρον Ἀττάλεια καλουμένη πόλις Λυδίας. Τὰ εἰς ρα ὑπὲρ δύο συλλαβὰς βραχὺ ἔχοντα τὸ α καὶ πρὸ τέλους ἔχοντα ου προπαροξύνεται, ἄρουρα, Ἄργουρα πόλις Θεσσαλίας ἡ πρότερον Ἄργισσα. ἔστι καὶ τόπος τῆς Εὐβοίας Ἄργουρα, ὅπου δοκεῖ | |
30 | τὸν Πανόπτην Ἑρμῆς πεφονευκέναι. μέμνηται Δημοσθένης λέγων «ἐξ Ἀργούρας τῆς Εὐβοίας». Κυνόσουρα ἐπὶ τῆς ἄρκτου οἳ τὴν μὲν κυνόσουραν ἐπίκλησιν καλέουσιν (Arat. Phaen. 36). καὶ ἐπὶ τῇ Λακωνικῇ φυλακῇ καὶ ἄκρα Μαραθῶνος οὕτως καλεῖται. ἔστι δὲ καὶ ἄκρα Ἀρκαδίας. Κόλουρα· ἔστι δὲ πόλεως ὄνομα ὡς Ἑκαταίῳ | |
35 | «δοκέω δὲ μάλιστα παρὰ Κόλουραν, ἵνα Πριηνέες ἕζοντο». Ἴουρα· | 263 |
3,1264 | μέμνηται Μνασέας. Ὄλουρα· μέμνηται Ἐρατοσθένης. Αἴβουρα πό‐ λις Ἰβηρίας ὡς Στράβων (3 p. 140). Παναίουρα πόλις Ἰνδικὴ περὶ τὸν Ἰνδὸν ποταμόν. Χέρρουρα πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν Λι‐ βυκῶν τρίτῳ «ἔχεται χερρόνησος ὄνομα Χέρρουρα». Κύνουρα πόλις | |
5 | Ἄργους ἀπὸ Κινούρου παιδὸς Περσέως. Παυσανίας τρίτῳ (c. 2, 2). Λυκόσουρα πόλις Ἀρκαδίας ἐπὶ τῷ Λυκείῳ ὄρει. Ῥινοκόρουρα πόλις Αἰγύπτου «ἀπὸ τῶν εἰσῳκισμένων ἐκεῖ τὸ παλαιὸν ἀνθρώπων τὰς ῥῖνας ἀκρωτηριασμένων οὕτω καλουμένη». Βαλβέρουρα· οὕτως τινὲς Ἰνδικὴν πόλιν Ἰβηρίας φασίν, μεθ’ ὧν καὶ δίφουρα ἡ γέφυρα. | |
10 | Τὰ εἰς ρα μονογενῆ μετ’ ἐπιπλοκῆς συμφώνου παροξύνεται καὶ μακρὸν ἔχει τὸ α, ὕδρα· ἔστι καὶ νῆσος Λιβύης περὶ Καρχηδόνα, ὡς Ἔφορος πέμπτῳ. πέτρα· ἔστι καὶ πόλις Παλαιστίνης. λέπρα, ῥήτρα ἡ συνθήκη «ἀλλά γε νῦν ῥήτρην ποιησόμεθα» (ξ 393). φαρέτρα, γά‐ στρα, μήτρα, φρήτρα, φράτρα καὶ φάτρα, μίτρα ἡ ζώνη· Ὅμη‐ | |
15 | ρος «μίτρης θ’ ἣν ἐφόρειν» (Δ 137), λίτρα, χύτρα, αἴθρα, ξύστρα, μύστρα, ποτίστρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα, χαρά‐ δρα· ἔστι καὶ πόλις Φωκίδος οὐ πόρρω Λιλαίας. Ἄρρα πόλις Ἰλλυ‐ ρική. Ἄτραι πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος. Ἀρριανὸς ἑπτα‐ καιδεκάτῳ Παρθικῶν. Ἔγρα πόλις Ἀραβίας πρὸς Ἀϊλανίτῃ κόλπῳ. | |
20 | Βόστρα πόλις Ἀραβίας. λέγεται καὶ οὐδετέρως. Θύμβρα πόλις Τρωάδος Δαρδάνου κτίσμα ἀπὸ Θύμβρου φίλου αὐτοῦ. Γάγγρα πόλις Παφλαγονίας. Ἀλέξανδρος ἐν τῷ περὶ Παφλαγονίας «Νικόστρατός φη‐ σιν αἰπόλον νέμειν περὶ τοὺς τόπους αἶγας. μίαν δὲ χωριζομένην ἰδών, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ ἐνδεᾶ εὕρισκεν, ἐπὶ τῆς νομῆς | |
25 | δὲ πλήρη, ὡμολόγησε τῷ δεσπότῃ. ὁ δ’ ἔφη ἐπιτηρῆσαι τὴν χωριζο‐ μένην. ἐπιτηρήσας οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουσαν καὶ πρός τινα ἀπρόσβατον πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βλη‐ χὴν ἤκουσεν· ἐκεῖ συμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. ἰδὼν οὖν ἐπιτή‐ δειον τόπον πόλιν ἔκτισε καὶ Γάγγραν ὠνόμασεν, ὅτι τοῦτο ἦν ὄνομα | |
30 | τῇ αἰγί». Ἐρατοσθένης δὲ οὐδετέρως τὰ Γάγγρα φησίν. ἔστι καὶ Ἀρα‐ βίας τῆς εὐδαίμονος Γάγγρα. Γάδρα πόλις Παλαιστίνης. Πάτρα ἓν τῶν τριῶν παρ’ Ἕλλησι κοινωνίας εἰδῶν, ὡς Δικαίαρχος. Πάτραι | |
πόλις Ἀχαΐας ἀπό τινος Πατρέως. ἕδρα. Γέρρα πόλις Χαλδαίων. | 264 | |
3,1265 | Ἄγρα καὶ Ἄγραι χωρίον, ἑνικῶς καὶ πληθυντικῶς. ἔστι δὲ τῆς Ἀττι‐ κῆς πρὸ τῆς πόλεως, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἐπιτελεῖται, μίμημα τῶν περὶ τὸν Διόνυσον, ἐν ᾧ λέγουσι καὶ τὸν Ἡρακλέα μεμυῆσθαι. ἄκρα· ἔστι καὶ Ἄκρα Ἰαπυγίας πόλις κατά τινας Ὑδροῦς λεγομένη. βʹ ἔστι | |
5 | καὶ ἑτέρα ἐν αὑτῇ ἔχουσα λιμένα Βρεντέσιον. ἔστι δὲ Ἰταλίας. γʹ Σι‐ κελίας. ἔστι Συρακοσίων κτίσμα. δʹ Εὐβοίας. ϛʹ Σκυθίας. ζʹ Κύπρου. ηʹ Ἀκαρνανίας. ἔστι καὶ πέραν Τίγρητος Ἄκρα. Ἀρριανὸς ἑκκαιδεκάτῃ. Φλέγρα πόλις Θρᾴκης, ἣν Εὔδοξος μετὰ ταῦτα Παλλήνην φησὶ κλη‐ θῆναι. Σέρρα ἀκρωτήριον Θρᾴκης, ὃ καὶ Σέρρειον λέγεται, Κάρραι | |
10 | πόλις Μεσοποταμίας ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Σίρρα πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. Σκύδρα Μακεδονικὴ πόλις. Τάρρα Λυδίας πόλις. ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Ἀχέρραι πόλις μεταξὺ τοῦ | |
15 | Πάδου καὶ τῶν Ἄλπεων. Ἀντίφρα πολίχνιον Ἀλεξανδρείας ἐγγύς. Γαλάδραι πόλις Μακεδονίας ἐν Πιερίᾳ. Λυκόφρων (v. 1444) «σῆναι Γαλάδρας τὸν στρατήλατον λύκον» ἀπὸ Γαλάδρου τοῦ Ἠμαθίου παιδός. οἱ δὲ ὅτι ὁ Γαλάδρας ἔκτισε τὴν πόλιν. Γεράνθραι πόλις Λακωνι‐ κῆς. Παυσανίας τρίτῳ (c. 2, 6). Ἐχέτρα πόλις Ἰταλίας. Κελαίθρα | |
20 | πόλις Βοιωτίας. Φαλάκραι ἄκρα τῆς Ἴδης, ἥτις οὐκ ἔχει ζῶν φυτὸν διὰ τὴν χιόνα καὶ τὸν κρύσταλλον, ἀλλ’ ἐψίλωται. καὶ πάντα τὰ ἐψι‐ λωμένα ὄρη ἐλέγετο Φαλάκραι. Ἱππουάκρα πόλις Λιβύης. Σωσάν‐ δρα νῆσος περὶ Κρήτην. ἐκλήθη δέ, ἐπειδή ποτε καὶ Λυττίων νύκτωρ ἐπελθόντων τῇ πόλει διασῶσαι λέγεται τοὺς εἰς αὐτὴν φυγόντας. Χα‐ | |
25 | λάστρα πόλις Θρᾴκης περὶ τὸν Θερμαῖον κόλπον. Ἑκαταῖος Εὐρώπῃ «ἐν δ’ αὐτῷ Θέρμη πόλις Ἑλλήνων, ἐν δὲ Χαλάστρη πόλις Θρηΐκων». ὠνόμασται δὲ ἀπὸ Χαλάστρης. ἔστι καὶ λίμνη τῇ πόλει ὁμώνυμος. Στράβων δ’ ἐν ἑβδόμῃ (p. 330) Μακεδονίας αὐτὴν καλεῖ. σεσημείωται τὸ Τάναγρα πόλις Βοιωτίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰ τὸ πλη‐ | |
30 | σίον εἶναι (Β 498) καὶ σκολόπενδρα προπαροξυνόμενα καὶ συστέλ‐ λοντα τὸ α. τὸ δὲ Ἐρυθρά ἡ θάλασσά ἐστιν ἐπιθετικόν. ἔστι δὲ καὶ ἄκρα Ἐρυθρά τῆς Λιβύης. ὡς Ἀρτεμίδωρος ἑβδόμῃ γεωγραφουμένων. καὶ Ἐρυθραί πόλις Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης ἄλλη καὶ ἄλλη Λοκρίδος. ἔστι καὶ Βοιωτίας καὶ Κύπρου ἄλλη ἡ νῦν Πάφος. τὸ | |
35 | δὲ Φαίδρα κύριον συνεξωμοιώθη τῷ Φαῖδρος ἀρσενικῷ· ὡσαύτως καὶ | 265 |
3,1266 | Πύρρα πόλις ἐν Λέσβῳ· ἔστι καὶ κώμη Λιγυστικῆς. βαρύνεται δὲ καὶ Κύδραι πόλις Βρυγῶν. Στράβων ἑβδόμῃ (p. 327), καὶ Μάκρα νῆσος Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ αὐτῆς. Τὰ εἰς σα δισύλλαβα βαρύνεται, αἶσα· ἔστι καὶ Αἶσα πόλις Θρᾴ‐ | |
5 | κης προσεχὴς τῇ Παλλήνῃ. μοῦσα μόνον δισύλλαβον τῇ ου διφθόγγῳ παραληγόμενον ὁμοίως ἐν χρήσει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ συνη‐ θείᾳ. τὸ γὰρ Δοῦσα κύριον καθ’ ἱστορίαν ἐστὶ λεγόμενον ἥ τε Χοῦσα πόλις Αἰγυπτίων. πεῖσα ἡ πειθώ, μεθ’ ὧν γλῶσσα, πίσσα, νύσσα ὁ καμπτήρ. Φαῖσα, δεῖσα ἡ ὑγρασία. Τῖσα, Κρῖσα πόλις Φωκίδος. | |
10 | Ἑκαταῖος Εὐρώπῃ ἀπὸ Κρίσου Φώκου υἱοῦ. Ὅμηρος «Κρῖσάν τε ζαθέην» (Β 520). ἔστι δὲ ἡ αὐτὴ τῇ Κίρρᾳ. γίνεται γὰρ ὑπερθέσει Κίρσα καὶ ἀντιθέσει τοῦ ς εἰς ρ Κίρρα ὡς χερσόνησος χερρόνησος. εἰσὶ καὶ ἄλλαι Κρῖσαι. ἔστι καὶ Αἰολίδος Κρῖσα. κνῖσα. γίνεται δὲ ἀπὸ μέλλοντος τοῦ κνίζω κνίσω· ὥσπερ γὰρ παρὰ τὸ πρῶ πρίζω, τρῶ τρίζω, οὕτω καὶ | |
15 | κνῶ κνίζω τὸ ἐπιπολῆς καὶ ἰσχνῶς καταξύω· διὸ καὶ δι’ ἑνός τε γρά‐ φεται ς καὶ ἔκτασιν ἔλαβε τοῦ ι. δηλοῖ δὲ ἡ κνῖσα τὴν κατ’ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει προσίζουσαν. προσαγορεύε‐ ται δὲ καὶ ἐπίπλους εὖ μάλα καὶ αὐτὸς εὐανάδοτος ὢν πρὸς ὄσφρησιν, οὐκ αὐτοτελὴς δὲ περιτεθειμένος τοῖς μηρίοις. Πῖσα πόλις καὶ κρήνη | |
20 | τῆς Ὀλυμπίας. ἔστι καὶ χωρίον, ἐν ᾧ τοῦ Διὸς ναὸς ἵδρυται καὶ ὁ Ὀλυμπιακὸς ἀγὼν ἐπιτελεῖται. παρὰ τὸν πίσω μέλλοντα, οὗ ἡ χρῆσις παρὰ Πινδάρῳ. Πίνδαρος δὲ κατὰ συστολὴν τὴν πόλιν εἶπε Πίσαν. Βῖσα πόλις Θρᾴκης. Βρῖσα ἄκρα Λέσβου, ἐν ᾗ ἵδρυται Διόνυσος Βρι‐ σαῖος. Νῖσα ἡ πόλις. Νῦσα πόλεις πολλαί, ἐν Ἑλικῶνι, ἐν Θρᾴκῃ, ἐν | |
25 | Καρίᾳ, ἐν Ἀραβίᾳ, ἐν Αἰγύπτῳ, ἐν Νάξῳ, ἐν Ἰνδοῖς, ἐπὶ τοῦ Καυκά‐ σου ὄρους, ἐν Εὐβοίᾳ. φῦσα, βῆσσα καὶ Βῆσα πόλις Λοκρῶν δι’ ἑνὸς ς, Ἀπολλόδωρος δὲ καὶ Ἐπαφρόδιτος καὶ Ἡρακλέων διὰ δύο «Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινάς» (Β 532). ὠνομάσθη δὲ ἀπὸ τῆς | |
τοῦ τόπου φύσεως ναπώδους οὔσης. Κρῆσσα πόλις Παφλαγονίας, ἣν | 266 | |
3,1267 | Μηριόνης μετὰ Τροίαν ἔκτισε, Ζηΐλας δὲ εἷλεν ὁ Νικομήδους υἱός. Δημοσθένης. Ἴσσα πόλις ἐν Λέσβῳ ἀπὸ Ἴσσης τῆς Μάκαρος, ἔστι καὶ νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ Δαλματίαν καὶ Ἰλλυρίαν. Τίσσα χωρίον Σικελίας. Φίλιστος ἐνάτῳ. κίσσα, λύσσα, ὄσσα, κρόσσα· ἔστι | |
5 | καὶ πόλις πρὸς τῷ Πόντῳ. Ἑκαταῖος Ἀσίᾳ. Κόσσα πόλις Οἰνωτρῶν ἐν τῷ μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. Πάσσα πόλις Θρᾴκης. Ἄσσα πόλις πρὸς τῷ Ἄθῳ. Ἡρόδοτος ἑβδόμῃ (c. 122). ἔστι καὶ κώμη Σκυθίας. Προῦσα πόλις μικρὰ Βιθυνίας κτίσμα Προυσίου τοῦ πρὸς Κῦρον πο‐ λεμήσαντος. Μοῦρσα πόλις Παιονίας κτίσμα Ἀδριανοῦ. λέγεται καὶ | |
10 | Μούρσιον. Πέρσα πόλις παρὰ τῷ Εὐφράτῃ καὶ Σαμοσάτοις. Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ. Ἄρσα πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ χρονικῶν. Τίρσαι πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ ἀπὸ Τίρσης μιᾶς τῶν θυγατέρων Γραστοῦ παιδὸς Μυγδόνος. * Τὰ εἰς σα ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἄγρισα πόλις | |
15 | Καρμανίας. Λάρισα πόλις Θεσσαλίας ἡ πρὸς τῷ Πηνειῷ, ἣν Ἀκρίσιος ἔκτισε. δευτέρα ἡ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία. τρίτη ἐν τῇ Ὄσσῃ χωρίον. τετάρτη τῆς Τρωάδος, ἥν φησιν Ὅμηρος «τῶν οἱ Λάρισαν ἐριβώλακα» (Β 841). πέμπτη Αἰολίδος περὶ Κύμην τὴν Φρικωνίδα. ἕκτη Συρίας, ἣν Σύροι Σίζαρα καλοῦσιν. ἑβδόμη Λυδίας. ὀγδόη Θεσσαλίας | |
20 | πρὸς τῇ Μακεδονίᾳ, ἐνάτη Κρήτης. δεκάτη Ἀττικῆς ἐστι Λάρισα. καὶ ἡ ἀκρόπολις τοῦ Ἄργους Λάρισα. Ἔμισα πόλις Φοινίκης Λιβανουσίας. Κρίμισα πόλις Ἰταλίας πλησίον Κρότωνος καὶ Θουρίου. Λυκόφρων (v. 913). ἀπὸ Κριμίσης νύμφης. σάρισα εἶδος ἀκοντίου μικροῦ. Ἄμισα πόλις Γερμανίας. Ὄδρυσα πόλις Ὀδρυσῶν, ἣ καὶ Ὀδρυσία λέγεται. | |
25 | Τὰ εἰς σσα ὑπερδισύλλαβα ἀπαρασχημάτιστα προπαροξύνεται, εἰ μὴ παραλήγοι ου, θάλασσα, Ἰφιάνασσα, θέρμασσα ἡ κάμινος, ἄνασσα, ἀμφιέλισσα. Ἑρμώνασσα πόλις ἐν τῷ Κιμμερίῳ Βοσπόρῳ Ἰώνων ἄποικος ἀπὸ τοῦ ἡγησαμένου Ἕρμωνος. Ἀρριανὸς δὲ οὕτω φησίν «Ἑρμώνασσα ἐπὶ Ἑρμωνάσσῃ τῇ γυναικὶ Σημάνδρου Μιτυληναίου τινός, | |
30 | οὗ τινας τῶν Αἰολέων εἰς ἀποικίαν μεταστήσαντος καὶ θανόντος ἐν τῷ τῆς πόλεως οἰκισμῷ ἡ γυνὴ τῆς πόλεως ἐγκρατὴς ἐγένετο καὶ τὸ ἑαυ‐ τῆς ὄνομα τῇ πόλει ἐπέθετο». ταύτην ὁ Σκύμνος καὶ Ἑρμώνειαν καλεῖ | |
(Peripl. p. XVI). Στράβων δὲ ἑβδόμῃ (p. 306) Ἑρμώνακτος κώμην | 267 | |
3,1268 | φησί. Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν περίπλῳ τῶν δύο πόν‐ των. Ἑκαταῖος δὲ καὶ Θεόπομπος πόλιν αὐτήν φασιν. μέτασσα παρὰ τὸ μετά «χωρὶς δὲ μέτασσαι» (Od. ι 221). Ἔδεσσα πόλις Συρίας ἀποικία τῆς ἐν Μακεδονίᾳ. Ποιήεσσα πόλις τῆς Κέω. Σύεσσα καλύβη τις ἐν | |
5 | Λυκίᾳ ἀπὸ Συέσσης γραός τινος ὑποδεξαμένης τὴν Λητὼ καὶ Σύεσσα πόλις Τυρρηνῶν. Σινόεσσα πόλις Σικελίας. Τειχιόεσσα πόλις Μι‐ λησίας. Ὑδρόεσσα· οὕτως ἡ Τῆνος ἐκαλεῖτο διὰ τὸ κατάρρυτον εἶναι. Ἀκριόεσσα πόλις ἐν Πόντῳ, Ἡρακλείας ὑποτελής. Δομίτιος Καλλί‐ στρατος ἐν τετάρτῃ περὶ Ἡρακλείας. Πύργησσα πολίχνιον Ἰταλίας. | |
10 | Μάρπησσα ὄρος Πάρου. Τρίνησσα τόπος Φρυγίας. Θεόπομπος Ἑλλη‐ νικῶν τετάρτῳ. Πέτροσσα νῆσος Κιλικίας. Τίλφωσσα, Βοιωτίας κρήνη καὶ ὄρος ἀπὸ Τιλφώσσης νύμφης. γράφεται καὶ δι’ ἑνὸς ς. μέλισσα καὶ Μέλισσα θυγάτηρ Ἐπιδάμνου, ἧς καὶ τοῦ Ποσειδῶνος ὁ Δυρρά‐ χιος. ἀφ’ ἧς ἔστιν ἐν Ἐπιδάμνῳ τόπος Μελισσώνιος, ἔνθα Ποσειδῶν | |
15 | αὐτῇ συνῆλθεν, ὡς Φίλων. ἔστι καὶ Μέλισσα πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. καὶ ἐν Κυζίκῳ κώμη Μέλισσα. Ἄμφισσα πόλις Ὀζολῶν Λοκρῶν. ἔστι δὲ παραγωγὴ ἐκ τῆς ἀμφί ὡς ἐκ τῆς ἀντί Ἄντισσα· ἔστι δὲ πόλις Λέσβου ἐφεξῆς τῷ Σιγρίῳ ἀπὸ τῆς Ἀντίσσης τῆς Μάκαρος θυγατρός, ἐν τοῖς Φίλωνος. ἔστι καὶ νῆσος μία τῶν Κυκλάδων καὶ τρίτη Ἰνδι‐ | |
20 | κῆς, ἣν ἀναγράφει Φίλων καὶ Δημοδάμας ὁ Μιλήσιος—καὶ ἐκ τῆς ἐπί ἔπισσα παρ’ Ἑκαταίῳ. «Μνημοσύνης ἢ Λητογενοῦς χαρίεντος ἔπισσα». Ἄργισσα πόλις ἡ ὕστερον Ἄργουρα. Πίτνισσα πόλις Λυκαο‐ νίας. ὡσαύτως δὲ καὶ τὰ παρεσχηματισμένα, Μάκεσσα, Θρέϊσσα, Ἀράβισσα, Αἰθιόπισσα, Καππαδόκισσα, πανδόκισσα, Φοίνισσα, | |
25 | Κίλισσα, βασίλισσα, Ἀρκάδισσα, Καβάλισσα ἡ Καβαλίς, ὁ πολυί‐ στωρ Ἀλέξανδρος, Μολύκρισσα, Κούρισσα, Λίβυσσα. ἔστι δὲ καὶ φρούριον Βιθυνίας ἐπιθαλάσσιον, ὡς πολυίστωρ Ἀλέξανδρος. Βέβρυσσα. τὰ δὲ παραλήγοντα τῇ ου, εἰ μὲν ἔχοιεν ἓν ς, προπαροξύνεται· Φαέ‐ θουσα θυγάτηρ Ἡλίου, Ἀρέθουσα, κρήνη Σικελίας. αὕτη Κυπάρα | |
30 | ἐλέγετο. ἔστι καὶ Ἰθάκης «πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ. | |
Ὅμηρος (Od. ν 408). Δίδυμος ὑπομνηματίζων τὴν ν τῆς Ὀδυσσείας | 268 | |
3,1269 | φησίν «Ἀρέθουσαι δέ εἰσιν ὀκτώ». Ἡρακλέων δὲ ὁ Γλαύκου τὴν αὐτὴν ὑπομνηματίζων φησίν, ἄρω ἐστὶ τὸ ποτίζω, ἀφ’ οὗ ἄρδω παραγωγόν, ἐκ τούτου ἀρέθω ὡς φλέγω φλεγέθω, ἀφ’ οὗ πᾶσα κρήνη ἐπιθετικῶς οὕτω λέγεται. ὁ γοῦν Χοιρίλος ἐν αʹ Περσικῶν | |
5 | παρὰ δὲ κρήνας ἀρεθούσας μυρία φῦλ’ ἐδονεῖτο πολυσμήνοισι μελίσσαις. ἔστι καὶ πόλις Συρίας καὶ Θρᾴκης καὶ Εὐβοίας. Αἴθουσα τὸ κύριον ἐπὶ τῆς θυγατρὸς Ποσειδῶνος καὶ Ἀλκυόνης, ὅπερ κατά τινας ἓν ς ἔχει, Φέρουσα, καὶ τοῦτο ἐπὶ μιᾶς τῶν Νηρηΐδων «Φέρουσά τε Δυ‐ | |
10 | ναμένη τε» (Σ 43). Ἴωνος δὲ τοῦ Ξούθου ἀναγράφεται μήτηρ Κρέουσα, ὁμωνύμως δὲ ταύτῃ καὶ Αἰνείου γυνή. Μέδουσα μία τῶν Γοργόνων. Στεινώ τ’ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα (Hesiod. Theog. 276). Θάλπουσα πόλις τῆς Ἀρκαδίας τοῦ Ὀρχομενοῦ. Σώζουσαι πόλεις τρεῖς Φοινίκης Πισιδίας καὶ Αἰθιοπίας. Μύρτουσα | |
15 | ὄρος Λιβύης. Καλάθουσα πόλις τοῦ Πόντου καὶ πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν, Ἑκαταῖος δὲ Εὐρώπῃ Καλάθην αὐτὴν καλεῖ. Οἴ‐ νουσα· οὕτως ἐκαλεῖτο ἡ Καρχηδών. Κοχλίουσα νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. Κράμβουσα νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ (p. 670). | |
20 | Πιτύουσα ἡ ὕστερον Φάσηλις. οὕτως καὶ ἡ Λάμψακος πάλαι ἐκαλεῖτο, ὡς Δηΐοχος ὁ Κυζικηνός. Κρομύουσα νῆσος Ἰβηρίας. Ἑκαταῖος Εὐρώπῃ. Πολυπόδουσα νῆσος τῆς Κνιδίας. Πορφύρουσα ἐκαλεῖτο νῆσος Κύθηρα διὰ τὸ κάλλος τῶν περὶ αὐτὴν πορφυρῶν, ὡς Ἀριστοτέλης. Ὀφίουσα ἐκαλεῖτο ἡ Κύθνος νῆσος. Λάγουσα νῆσος περὶ Κρήτην. Στράβων δε‐ | |
25 | κάτῃ (p. 484). Δρύουσα καὶ Ἀνθέμουσα ἐκαλεῖτο πρότερον Σάμος. Σειρήνουσαι «νῆσοι ἐν τῇ Ἰταλίᾳ περὶ τὸν πορθμὸν ἐπ’ αὐτῆς τῆς ἄκρας κείμεναι προπεπτωκότος τόπου καὶ διαλαμβάνοντος τοὺς κόλ‐ πους, τόν τε περιέχοντα Κύμην καὶ τὸν διειληφότα τὴν καλουμένην Ποσειδωνίαν, ἐν ᾧ καὶ νεὼς αὐτῶν ἵδρυται καὶ τιμῶνται καθ’ ὑπερ‐ | |
30 | βολήν. ὧν καὶ τὰ ὀνόματα ταῦτα, Παρθενόπη καὶ Λευκωσία καὶ Λίγεια» (Aristot. Ausc. mir. c. 110). Σίδουσα πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ «ἐν δὲ Σίδουσα πόλις». Σκότουσα πόλις καὶ χωρίον τῆς ἐν Θεσσαλίᾳ Πελασγίας, καὶ πληθυντικῶς Σκότουσαι. Μαράθουσα νῆσος πρὸς Κλα‐ ζομεναῖς. Μελίτουσα πόλις Ἰλλυρίας. Πολύβιος τρισκαιδεκάτῳ. Μή‐ | |
35 | λουσα νῆσος κατὰ Ἴβηρας. Ἑκαταῖος Εὐρώπῃ. Τέλφουσα πόλις Ἀρκα‐ δίας ἀπὸ νύμφης λεγομένης Τελφούσης, θυγατρὸς Λάδωνος. Τεύτλουσα νῆσος Ἰωνίας. Θουκυδίδης ηʹ (c. 42). Φάκουσα κώμη μεταξὺ Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Στράβων ιζʹ (p. 805). Ἑκαταῖος δὲ Φακόεσσαι καὶ Φακοέσσαις φησί. καὶ Φάκουσαι νῆσοι καὶ Φάκαιοι. Δάφνουσα. | |
40 | οὕτως Δαφνοῦντα πόλιν Φωκικήν φησιν Εὐφορίων. Βάρχουσα πόλις | |
μικρὰ Φοινίκης. Αἴγουσα νῆσος Λιβύης, κατὰ Λίβυας λεγομένη Κατρία. | 269 | |
3,1270 | Αἰγείρουσα πόλις τῆς Μεγαρίδος, ὡς Στράβων (9 p. 394). λέγεται καὶ Αἴγειρος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ. Ἀργέννουσα νῆσος πρὸς τῇ ἠπείρῳ τῆς Τρωάδος παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφ’ οὗ ἀργεννόεις καὶ κατὰ συναίρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. Ἀνδροτίων | |
5 | δὲ ἐν τῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ ι. εἰ δὲ δύο ἔχοιεν, προπερι‐ σπῶνται. Πιτυοῦσσαι νῆσοι διάφοροι, ἃς Πιτυώδεις καλεῖ Ἀλκμάν, Ῥοδοῦσσα πόλις τῆς Ἀργείας. Ἐρικοῦσσα μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ φυτοῦ καλουμένη. Φοινικοῦσσα δύο νῆσοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸς τῇ Καρχηδόνι, ὡς Ἑκαταῖος περιηγήσει Λιβύης. ἔστι καὶ | |
10 | πόλις Φοινίκων ἐν Συρίᾳ Φοινικοῦσσαι, ὡς αὐτὸς ἐν Ἀσίᾳ. Φυκοῦσσαι νῆσοι Λιβύης· ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. Οἰνοῦσσαι νῆσοι τῇ Χίῳ προσεχεῖς. Ἑκαταῖος Εὐρώπῃ. Ἐλαιοῦσσα νῆσος Κιλικίας κατὰ τὴν ἤπειρον πρὸς τῇ Κωρύκῳ. εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι ἑπτά. Σχινοῦσσα Φωκικὴ νῆσος. Δρυμοῦσσα νῆσος Ἰωνίας. Θουκυδίδης | |
15 | ὀγδόῃ (c. 31). Φαρμακοῦσσαι δύο νῆσοι πλησίον Σαλαμῖνος. καὶ ἄλλη ὑπὲρ Μίλητον, ἐν ᾗ Ἄτταλος ἀνῃρέθη. Ὀφιοῦσσα· οὕτως ἐκα‐ λεῖτο ἡ Λιβύη, ὡς Πολυίστωρ, καὶ ἡ Ῥόδος καὶ ἡ Τῆνος καὶ ἡ Τύρα πόλις. Ταφιοῦσσα πόλις Κεφαλληνίας ἡ πρότερον Τάφος. Πιθη‐ κοῦσσαι νῆσοι περὶ Τυρρηνίαν. Ἰχνοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Σαρδὼ | |
20 | νῆσος διότι ἐοικυῖα ἦν ἀνθρώπου ἴχνει. Λοπαδοῦσσα νῆσος κατὰ Θάψον τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ γεωγραφουμένων. Να‐ γιδοῦσσα νῆσος. Ἑκαταῖος Ἀσίᾳ. Ἀγαθοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Τῆ‐ λος νῆσος, ὡς Ἰάσων. Φασηλοῦσσαι δύο νῆσοι Λιβύης πλησίον Σίριος ποταμοῦ. Ἑκαταῖος περιηγήσει Λιβύης. Δελφοῦσσα κρήνη τῶν Δελ‐ | |
25 | φῶν. Γηθοῦσσα πόλις Λιβύης. Γονοῦσσα πόλις Περραιβίας. Ἐλα‐ φοῦσσα· οὕτως Ἕλληνες Βρεττίαν νῆσον ἐν τῷ Ἀδρίᾳ καλοῦσιν. Αἰγειροῦσσα πόλις Αἰολίδος, ὡς Ἡρόδοτος (I 148). Ἀνητοῦσσα πόλις Λιβύης. πλὴν τοῦ αἴθουσσα, ὅπερ ἔχει δισσὸν τὸ ς ἐπὶ τοῦ προσηγορικοῦ, Ἔμπουσσα καὶ Συράκουσσαι πόλις μεγίστη, ὡς Ἑκα‐ | |
30 | ταῖος Εὐρώπῃ, κτίσμα μὲν Ἀρχίου, Κορίνθου δ’ ἄποικος, τοῖς ἐν Σικε‐ λίᾳ Μεγάροις καὶ Νάξῳ ὁμόχρονος. τὸ δὲ ἡρῷσσα προπερισπᾶται ἐκ συναλοιφῆς τοῦ ἡρώϊσσα. | |
* Τὰ εἰς τα δισύλλαβα σπάνια ὄντα βαρύνεται, Γέντα πόλις Ἰν‐ | 270 | |
3,1271 | δικὴ τῆς ἐκτὸς Γάγγου. Γίττα πόλις Παλαιστίνης. Πολύβιος ἑκκαι‐ δεκάτῳ. * Τὰ εἰς τα ὑπὲρ δύο συλλαβὰς μακροκατάληκτα παροξύνεται, Ἀρτεμίτα νῆσος Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆσον, ὡς Φίλων. | |
5 | ὡς δὲ Στράβων (16 p. 744) πόλις Παρθυαίων. ὁ δὲ Ἀρτεμίδωρός φησιν, ὅτι χερρόνησος περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελῴου ποταμοῦ λεγο‐ μένη Ἀρτεμίτα. ἔστι καὶ πλησίον τῶν Ὀξειῶν νήσων νῆσος Ἀρτεμίτα. Ῥιανὸς ηʹ Θεσσαλικῶν «νήσοις Ὀξείῃσι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον». Φουρ‐ νίτα πόλις Λιβύης. Κοτύρτα χωρίον Λακωνικόν. Θουκυδίδης (4, 56). | |
10 | τὰ δὲ βραχυκατάληκτα προπαροξύνεται, δίαιτα, Ἕρβιτα πόλις Σικε‐ λίας. Ἔφορος κηʹ. Ἔγεστα πόλις Σικελίας, ἔνθα θερμὰ ὕδατα ὡς Φίλων. ἀπὸ Ἐγέστου τοῦ Τρωός. Λάδεστα μία τῶν Λιβυρνίδων νήσων. λέγε‐ ται καὶ Λάδεστον. Θεόπομπος καʹ Φιλιππικῶν. Αὔγουσται πόλεις ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. Εὔφραντα πόλις Λιβυκή, Ἀλέξανδρος ἐν τρίτῳ | |
15 | Λιβυκῶν. Τὰ διὰ τοῦ αια καὶ υια δισύλλαβα προπερισπᾶται, μαῖα· ἔστι καὶ πόλις Ἑλλησποντία, γαῖα ἀπὸ τοῦ γῆ, αἶα, ὅπερ ἀπὸ τοῦ γαῖα γέγονε κατὰ ἀφαίρεσιν τοῦ γ, ἔστι δὲ καὶ Αἶα πόλις Κόλχων· ἔστι δὲ καὶ Θετταλίας ἄλλη, ἧς μέμνηται Σοφοκλῆς, τῆς προτέρας λέγων «εἰς | |
20 | Αἶαν πλέων», τῆς δὲ δευτέρας οὕτως «ἔστιν τις Αἶα Θεσσαλῶν παγκλη‐ ρία». ἔστιν Αἶα καὶ Μακεδονίας πηγή, ὡς Ἀντίμαχος ἐν Θηβαΐδι. γραῖα. ἔστι καὶ πόλις Ἐρετρίας. τινὲς δὲ τῇ Τανάγρῃ τὴν αὐτήν φασιν ἀφαιρέσει τῆς ἀρχῆς, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν «ἡ δὲ Γραῖα τόπος τῆς Ὠρωπίας πρὸς τῇ | |
25 | θαλάσσῃ κατ’ Ἐρέτριαν τῆς Εὐβοίας κειμένη». Φαῖα. Ζαῖα πόλις Βοιωτίας ἀρχαιοτάτη καὶ διὰ τοῦ ε καὶ διὰ τῆς αι διφθόγγου. Θυῖα. μυῖα. | |
Τὰ εἰς α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα | 271 | |
3,1272 | τῇ αι διφθόγγῳ προπαροξύνεται, Νίκαια πόλις, νικαία δὲ τὸ θηλυ‐ κὸν τοῦ νικαῖος. ἔστι δὲ Νίκαια πόλις Βιθυνίας, Βοττιαίων ἄποικος. ἐκαλεῖτο δὲ πρότερον Ἀγκώρη, εἶτα Ἀντιγόνεια, ὕστερον δὲ ἀπὸ τῆς Λυσιμάχου γυναικὸς Νίκαια μετεκλήθη. δευτέρα τῶν Ἐπικνημιδίων | |
5 | Λοκρῶν. τρίτη ἐν Ἰλλυρίδι. τετάρτη ἐν Ἰνδοῖς. πέμπτη ἐν Κύρνῳ τῇ νήσῳ. ἕκτη ἐν Λεύκτροις τῆς Βοιωτίας. ἑβδόμη Κελτικῆς, Μασσαλιωτῶν ἄποικος. ὀγδόη Θρᾴκης. εἰσὶ δὲ καὶ ἄλλαι. Δίπαια πόλις Ἀρκαδίας ἡ καὶ Διπαιεύς. Δίκαια πόλις Θρᾴκης ἀπὸ Δικαίου τοῦ Ποσειδῶνος· ἔστι καὶ ἑτέρα ἐν τῷ Τυρρηνικῷ κόλπῳ Ἰώνων ἄποικος. Λίλαια πόλις | |
10 | Φωκίδος. Λυκόφρων (v. 1073) «πάτραν Λίλαιαν κἀνεμωρείας πέδον». Κάρθαια μία τῆς ἐν Κέῳ τετραπόλεως ἀπὸ Καρθαίου τελευτήσαντος ἐκεῖ. Ἱστίαια πόλις Εὐβοίας. Ὅμηρος «πολυστάφυλον θ’ Ἱστίαιαν» (Β 537). ἡ δὲ διὰ τοῦ ι Ἰωνικὴ γραφή ἐστιν. ἔστι δὲ καὶ Θετταλίας. τῆς δὲ Εὐβοίας ἀδιάφορος κατὰ τὴν γραφὴν καὶ διὰ τοῦ ι καὶ διὰ τοῦ | |
15 | ε ψιλοῦ. Εὔταια πόλις Ἀρκαδίας. Ξενοφῶν Ἑλληνικῶν ἕκτῳ (c. 5, 12, 20 et 21). Ποτίδαια πόλις Θρᾴκης. Βάρκαια πόλις Λιβύης, ἣ καὶ Βάρκη λέγεται, Ἄφθαια πόλις Αἰγύπτου, Ἀφθαία δὲ ἡ Ἑκάτη, Φάσταια πόλις ἐν Σάκαις, Δέραια πόλις Ἀρκαδίας. Ἥραια ἄκρα καταντικρὺ Καλχηδόνος· ταύτην δ’ ἐν συνηθείᾳ Ἠερίαν φασί τινες, | |
20 | κακῶς. ἄλλοι δὲ Ἤριον, μυθοποιοῦντες ὡς ἐκεῖ ὀρύξαντες τάφους χύτρας εὗρον καὶ ὀστᾶ. πειστέον δὲ μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ δʹ βιβλίῳ ἔστι δέ τις προπάροιθε κλυτῆς Καλχηδόνος ἄκρη Ἥραια, τρήχουσα, πολυσπιλάς. ἔνδοθι δ’ αὐτῆς | |
25 | λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδινέα πάντῃ ἔμμεναι, εἱαμενὴ δὲ καὶ οὐ βυθός ἐστι θαλάσσης. ἔνθα τε νῆας ἦγον, ὀϊόμενοι σκέπας εἶναι αὐτοφυοῦς ὅρμοιο, κακῷ δ’ ἐνέκυρσαν ἑτοίμῳ. | |
30 | καὶ ἄλλοι οὕτως. ἔστι καὶ πόλις Ἀρκαδίας, ἣ ἐλέγετο Σολογοργός. Ἡραία δὲ καλεῖται ἡ ἐλάττων τῶν τριῶν πόλεων Σικελίας, αἳ Ὕβλαι λέγονται. Κάθαια πόλις Ἰνδική. Κυναίθαια πόλις Ἀρκαδίας, ἣ καὶ Κύναιθα λέγεται. Λύκαια πόλις Ἀρκαδίας. Θεόπομπος πεντηκοστῷ ἕκτῳ. παρὰ δὲ Μενελάῳ Λύκαιθα μετὰ τοῦ θ. Μάργαια πόλις Ἠλείας. | |
35 | Μελίταια πόλις Θεσσαλίας. Ἀλέξανδρος Ἀσίᾳ. Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησιν. καὶ Μελίτεια Φίλων γράφει. Νίναια πόλις Οἰνωτρῶν. Ἑκαταῖος Εὐρώπῃ. Νίσαια ἐπίνειον Μεγαρίδος. καὶ αὐτὴ ἡ Μεγαρίς. ἀπὸ Νίσου τοῦ Πανδίονος. Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῃ .... καὶ ἐν τῇ δευτέρᾳ «καὶ Νίσαιάν τε εἷλε καὶ Νῖσον τὸν Πανδίονος καὶ Μεγαρέα | |
40 | τὸν Ὀγχήστιον ἀπέκτεινεν». Φαλάνναια πόλις Κρήτης. Φώκαια πόλις | 272 |
3,1273 | Ἰωνίας. Ἡρόδοτος πρώτῃ (c. 142). λέγεται καὶ Φωκαίη διὰ τοῦ η. ἐκλήθη δὲ διὰ τὸ πολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν Μυκάλῃ. Αἴθαια πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. Φιλόχορος ἐν Ἀτθίδος τρίτῳ. Σήταια, ἀφ’ ἧς Σηταῖον χωρίον παρὰ | |
5 | Σύβαριν. ἦν δὲ μία τῶν αἰχμαλώτων, ἣν πείσασαν τὰς ἄλλας τῶν Ἑλ‐ λήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. Ἄστραια πόλις Ἰλλυρίας. Ἀρριανὸς Ἀλεξανδριάδος αʹ «οἳ δ’ ἔχον Ἄστραιάν τε Δόβηρά τε» Ἀμφίκαια πόλις Φωκίδος. Παυσανίας δεκάτῃ (23, 9). ὁ αὐτὸς Ἀμφί‐ κλειαν εἶπεν. Ἀστυπάλαια μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα | |
10 | Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μητρός. δευτέρα πόλις ἐν Κῷ. τρίτη νῆσος πόλιν ἔχουσα μεταξὺ Ῥόδου καὶ Κρήτης. τετάρτη πόλις ἐν Σάμῳ. πέμπτη ἄκρα πλησίον Ἀττικῆς. Πλάταια πόλις Βοιωτίας. Ὅμηρος ἑνικῶς «οἵ τε Πλάταιαν ἔχον» (Β 504). Εὔ‐ | |
15 | δοξος δὲ εʹ γῆς περιόδου πληθυντικῶς Πλαταιάς .... δὲ διὰ τὸ τάφους καὶ τρόπαια ἀνδρῶν ἀγαθῶν ἔχειν, τῶν τὴν Ἑλλάδα ἐλευθε‐ ρωσάντων καὶ τὸ βασίλειον στράτευμα δουλωσάντων. κέκληται δὲ ἀπὸ τῆς πλάτης καθὰ Κῶπαι τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ καταλόγου «ἐκλιμνωθείσης τῆς Βοιωτίας τοὺς παροικοῦντας ταῖς λίμναις | |
20 | Βοιωτοὺς πλῷ πορεύεσθαι πρὸς ἀλλήλους. ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι». δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προ‐ παροξύνειν Πλάταιαν ὡς Λίλαιαν, Ἱστίαιαν, Δίκαιαν. εἰ μέντοι μετα‐ βάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει. Τὰ εἰς α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραληγό‐ | |
25 | μενα τῇ ει διφθόγγῳ προπαροξύνεται, εὐλάβεια, ἀλήθεια, εὐγέ‐ νεια, ἐπιφάνεια, ἀπέχθεια, ἀσφάλεια, ἀδράνεια, ἀμέλεια, ἀκρίβεια, εὐέπεια, εὔκλεια, ἄδεια, ἔνδεια κατὰ κρᾶσιν ἐκ τοῦ εὐκλέεια, ἀδέεια, ἐνδέεια, ἀπώλεια, ἐξώλεια, προώλεια, ἐνέρ‐ γεια, ὠφέλεια, Θάλεια, Μήδεια, βοήθεια, εὐέρεια, ἐντε‐ | |
30 | ρόνεια, πέλεια, Μάλεια ἄκρα πρὸς τῇ Πελοποννήσῳ καὶ Μαλέα. | |
Ἀμάλθεια· ἔστι δὲ αἲξ ἡ θρεψαμένη τὸν Δία. ὑπώρεια. Ἀλεξάν‐ | 273 | |
3,1274 | δρεια. πόλεις ὀκτωκαίδεκα. πρώτη ἡ Αἰγυπτία ἤτοι Λίβυσσα, ὡς οἱ πολλοί, ἀπ’ Ἀλεξάνδρου τοῦ Φιλίππου. Ἰάσων δὲ ὁ τὸν βίον τῆς Ἑλλάδος γράψας ἐν δʹ βιβλίῳ φησί «τὸν μὲν οὖν τόπον τῆς πόλεως ὄναρ ἐχρησμοδοτήθη οὕτως | |
5 | νῆσος ἔπειτά τίς ἐστι πολυκλύστῳ ἐνὶ πόντῳ, Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσιν. ἐκέλευσε δὲ διαγράφειν τὸ σχῆμα τοὺς ἀρχιτέκτονας· οὐκ ἔχοντες δὲ λευκὴν γῆν ἀλφίτοις διέγραφον, ὄρνιθες δὲ καταπτάντες τὰ ἄλφιτα αἴφνης διήρπασαν. ταραχθεὶς οὖν Ἀλέξανδρος, οἱ μάντεις θαρρεῖν ἔλεγον· | |
10 | πάντων γὰρ τὴν πόλιν τροφὸν γενήσεσθαι». ταῦτα καὶ Ἀρριανὸς (Exp. Alex. 3, 2, 19). δευτέρα ἐστὶ πόλις Τροίας, περὶ ἧς Δημοσθένης ἐν τετάρτῳ Βιθυνιακῶν. τρίτη Θρᾴκης πρὸς τῇ Μακεδονίᾳ, ἣν ἔκτισε πρὸ τῆς μεγάλης Ἀλεξανδρείας ἑπτακαίδεκα ὢν ἐτῶν. τετάρτη πόλις Ὠριτῶν, ἔθνους Ἰχθυοφάγων, κατὰ τὸν περίπλουν τῆς Ἰνδικῆς. πέμπτη ἐν τῇ | |
15 | Ὠπιανῇ, κατὰ τὴν Ἰνδικήν. ἕκτη πάλιν Ἰνδικῆς. ἑβδόμη ἐν Ἀρίοις, ἔθνει Παρθυαίων κατὰ τὴν Ἰνδικήν. ὀγδόη τῆς Κιλικίας. ἐνάτη ἐν Κύπρῳ. δεκάτη πρὸς τῷ Λάτμῳ τῆς Καρίας. ἑνδεκάτη κατὰ Βάκτρα. δωδεκάτη ἐν Ἀρα‐ χώτοις. τρισκαιδεκάτη ἐν Μακαρήνῃ, ἣν παραρρεῖ ποταμὸς Μαξάτης. τεσ‐ σαρεσκαιδεκάτη παρὰ Σωριανοῖς, Ἰνδικῷ ἔθνει. πεντεκαιδεκάτη παρὰ τοῖς | |
20 | Ἀραχώτοις, ὁμοροῦσα τῇ Ἰνδικῇ. ἑκκαιδεκάτη κατὰ τὸν Μέλανα κόλπον. ἑπτακαιδεκάτη ἐν τῇ Σογδιανῇ παρὰ Παροπαμισάδαις. ὀκτωκαιδεκάτη ἐπὶ τοῦ Τανάϊδος αὐτοῦ κτίσμα, ὡς ἐν τῷ τρίτῳ Πτολεμαῖος ἀποφαίνεται· ἔστι καὶ τόπος ἐν τῇ Ἴδῃ τῇ Τρωϊκῇ Ἀλεξάνδρεια λεγόμενος, ἐν ᾧ φασι τὸν Πάριν διακρῖναι τὰς θεάς, ὡς Τιμοσθένης. Καυκώνεια χώρα τῶν | |
25 | Καυκώνων ἀπὸ τῆς Καύκωνος γενικῆς ὡς Μαρώνεια πόλις Κικονίας κατὰ τὴν ἐν Θρᾴκῃ χερρόνησον. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ λιμὴν Ἰσμαρίς, ἐν δὲ Μαρώνεια πόλις». Χαιρώνεια πόλις πρὸς τοῖς ὅροις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χαιρώνεια πόλις τὰ πρῶτα» ....... «Ἀθηναῖοι καὶ οἱ μετ’ αὐτῶν ἐπὶ τοὺς Ὀρχομενίζοντας τῶν Βοιωτῶν ἐπερχόμενοι | |
30 | καὶ Χαιρώνειαν πόλιν Ὀρχομενίων εἷλον». ἐκλήθη ἀπὸ Χαίρωνος. Ἀρι‐ στοφάνης ἐν Βοιωτικῶν δευτέρῳ «λέγεται δ’ οἰκιστὴν γενέσθαι τοῦ πολίσματος Χαίρωνα». ἐκαλεῖτο δὲ ἡ πόλις καὶ Ἄρνη τὸ ἀρχαῖον. ὅθεν καὶ Ὅμηρος τῇ ἀρχαιοτέρᾳ ἐχρήσατο ὀνομασίᾳ, καθότι Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον. καὶ πανταχοῦ τοῖς ἀρχαιοτέροις ὀνό‐ | |
35 | μασι χρῆται. Κωστάντεια ἡ νῦν ἐν Κύπρῳ Σαλαμίς· ἔστι καὶ Βρετ‐ τίας ἄλλη, ὡς Διονύσιος ἐννεακαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. εὕρηται καὶ διὰ τοῦ ν. Βυζάντεια ἡ χώρα. Αἴνεια τόπος Θρᾴκης ἀπὸ Αἰνείου. Θέων δ’ Αἰνειάδας ταύτην καλεῖ, ὑπομνηματίζων τὸν Λυκόφρονα (v. 1263) «Αἰνείας δὲ μετὰ τὴν Ἰλίου πόρθησιν εἰς Θρᾴκην | |
40 | παρεγένετο καὶ ἔκτισε πόλιν Αἰνειάδας, ὅπου τὸν πατέρα ἔθαψε». Αἰνία δὲ διὰ τοῦ ι πόλις Περραιβῶν. Αἴπεια πόλις Λακωνικῆς «καλήν τ’ Αἴπειαν καὶ Πήδασον» (Il. Ι 152). ἔστι καὶ ἑτέρα Κύπρου. τρίτη Κρήτης | |
ὡς Ἑλλάνικος. Ἀγάμμεια ἄκρα καὶ λιμὴν περὶ τὴν Τροίαν, ὡς Ἑλ‐ | 274 | |
3,1275 | λάνικος ἐν δευτέρῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡσιόνην ὑπὸ τοῦ πατρὸς παραδοθῆναι τῷ κήτει. λέγεται δὲ καὶ Ἀγάμμη ὡς πρέσβεια πρέσβη καὶ τὸ βασίλεια κατὰ συναλοιφὴν βασίλη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ τοῦ Ἀγάμμη ὡς τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. Ἐρύ‐ | |
5 | θεια νῆσος Γηρυόνου ἐν τῷ ὠκεανῷ ἀπὸ Ἐρυθείας τῆς Γηρυόνου. λέγε‐ ται δὲ καὶ Ἐρύθη κατὰ συναλοιφήν. ὡσαύτως καὶ Ζέλεια πόλις Τρωάδος Ζέλη λέγεται. Ὅμηρος «οἱ δὲ Ζέλειαν ἔναιον» (Β 824). παρὰ Ποσει‐ δίππῳ δ’ εὕρηται διὰ τοῦ ι Ζελίη. καὶ Μαντίνεια πόλις Ἀρκαδίας Μαντίνη. Ὅμηρος δὲ «οἳ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν» (Β 607). | |
10 | Ψυττάλεια νῆσος περὶ Σαλαμῖνα. Ἡρόδοτος (8, 76) «εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου». λέγεται δὲ καὶ Ψυττάλη. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, κέκληται δὲ ἀπὸ Ψυττάλου. Ἀγάθεια πόλις Φωκίδος ὡς Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. ἔστι δὲ καὶ Ἀγάθεια πόλις Λιγύων ἢ Κελτῶν, | |
15 | παραγωγὴ τῆς Ἀγάθης ὡς Βερενίκεια καὶ Θεσσαλονίκεια. Ἰόπεια πόλις Φοινίκης, ἣ καὶ Ἰόπη. λέγεται καὶ Ἰοπία διὰ τοῦ ι καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. Λαοδίκεια πόλις τῆς Συρίας ἡ πρότερον Λευκὴ ἀκτὴ λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα, ὡς Φίλων. ἔστι καὶ ἑτέρα Λυδίας· ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα. λέγεται δὲ κατὰ παρα‐ | |
20 | γωγὴν ἐκ τῆς Λαοδίκης ὡς Ἀπάμη Ἀπάμεια Συρίας πόλις ἀπὸ Ἀπά‐ μας τῆς Σελεύκου μητρός. ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ «τῷ Πί‐ γρητι περιεχομένη, ἐν ᾗ σχίζεται ὁ Πίγρης ποταμός, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸς Σέλλας, ἐν δὲ τῇ ἀριστερᾷ Πίγρης, ὁμώνυμος τῷ μεγάλῳ». ἔστι καὶ τῆς μικρᾶς Φρυγίας, ἥτις ἐκαλεῖτο | |
25 | Κελαιναί. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικομήδους τοῦ Ἐπιφανοῦς, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια. ἔστι καὶ τῆς Περσαίας, Ἐδέσσης πρὸς ἄρκτους. Εὐ‐ ρώπη Εὐρώπεια. Σκάρφεια πόλις Λοκρίδος τῶν Θερμοπυλῶν ἐγγύς. κέκληται δὲ ἀπὸ Σκαρφείας. καὶ Σκάρφην τὴν αὐτὴν λέγει Στράβων (1 p. 60 et 9 p. 426). Γεράνεια πόλις Φρυγίας ἀπὸ πρωτοτύπου Γεράνη. ἔστι | |
30 | καὶ ὄρος μεταξὺ Μεγάρων καὶ Κορίνθου, ἀφ’ οὗ ἥλατο Ἰνὼ φεύγουσα τὸν Ἀθάμαντα. Αἰθάλεια νῆσος Τυρσηνῶν. Φίλιστος ἐν εʹ Σικελικῶν, λέγεται Αἰθάλη. Ἑκαταῖος Εὐρώπῃ. Πολύβιος δ’ ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι. ἐκαλεῖτο δὲ οὕτως ἡ πόλις ἴσως ἐκ τῶν ἀναδιδομένων τοῦ Ἡφαίστου κρατήρων. Γοργίππεια πόλις Σινδικῆς. | |
35 | λέγεται καὶ Γοργίππη. Αἰγώνεια πόλις Μηλιέων. Λυκόφρων (v. 903) «ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν». καὶ Ἑκαταῖος. Ῥιανὸς ἑκκαιδε‐ κάτῃ Αἰγώνην αὐτὴν καλεῖ. Κωρύκεια· οὕτως ἔνιοι Κώρυκον πόλιν Κιλικίας φασίν. Λυκόζεια πόλις Θρᾳκῶν, ἣ καὶ Λύκοζος. Τηλάνδρεια | |
πόλις Καρίας, ἣ καὶ Τήλανδρος. Φανότεια πόλις Φωκίδος. λέγεται | 275 | |
3,1276 | δὲ καὶ Φανότη καὶ Φανοτεύς. Θουκυδίδης τετάρτῳ (c. 89). τινὲς Πανό‐ πειάν φασιν. Τρινέμεια· οὕτως Καλλίμαχος Ἑκάλῃ τὸν δῆμον τῆς Κεκροπίδος φυλῆς, ὃν Διόδωρος καὶ Δίδυμος Τρινεμεῖς ἀναγράφουσιν. Βουνόμεια καὶ Βούνομος ἐκαλεῖτο ἡ Μακεδονίας Πέλλα. Οἰάνθεια | |
5 | πόλις Λοκρῶν, Ἑλλάνικος, ἣν Ἑκαταῖος Εὐρώπῃ Οἰάνθην καλεῖ. Ἀφύ‐ τεια πόλις Θρᾴκης, ἣ καὶ Ἀφύτη καὶ Ἄφυτις καὶ Ἄφυτος. Δέλβεια· οὕτως λέγουσί τινες Δέρβην φρούριον Ἰσαυρίας καὶ λιμένα. ἔστι δὲ τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. Ἀντιγόνεια πόλις Χαονίας ἐν Ἠπείρῳ. ἔστι καὶ πόλις Ἀρκαδίας ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίας, Ἀν‐ | |
10 | τιγόνου κτίσμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίας πρὸς τῷ Δασκυλίῳ. πέμπτη ἐν τῇ Συρίᾳ πλησίον Ἀντιοχείας. ἔστι καὶ φρούριον Κυζικηνῆς ἀπέχον τῆς προσεσπέρου θαλάσσης ὡς σταδίους νʹ. Ἀττάλεια πόλις Λυδίας πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίας Κώρυκον οὕτω φασὶ λέγεσθαι, ὡς Δημήτριος, ἀπὸ Ἀττάλου Φιλαδέλ‐ | |
15 | φου κτίσαντος. Ἀδράστεια μεταξὺ Πριάπου καὶ Παρίου ἀπὸ Ἀδράστου βασιλέως, ὃς καὶ πρῶτος ἱδρύσατο τὸ Νεμέσεως ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια καὶ Ἀδραστείας πεδίον καὶ ἡ πόλις οὕτως. ἔστι καὶ Τρωάδος Ἀδράστεια τόπος ἀπὸ Ἀδραστείας θυγατρὸς Μελίσσου, τοῦ Ἴδης τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν | |
20 | δευτέρᾳ. Ἀκούτεια πόλις Ἰβηρίας καθὰ Στράβων ἐν τῷ τρίτῳ (p. 15). Ἀμφιγένεια πόλις Μεσσηνιακή. Στράβων ὀγδόῃ (p. 349). ἔστι δὲ κατὰ μὲν Ἀπολλόδωρον τῆς Μακιστίας, κατὰ δὲ Ἀντίμαχον τῆς Μεσσηνίας. Μενέλαος δέ φησι καὶ Ἀμφιγένειον εἰρῆσθαι. Ἀνεμώρεια πόλις Φω‐ κίδος. Ὅμηρος «οἵ τ’ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο» (Β 521) | |
25 | καὶ Λυκόφρων «πάτραν Λίλαιαν κἀνεμωρείας πέδον» (v. 1073). ὠνό‐ μασται ἀπὸ τοῦ συμβαίνοντος. ὑποκείμενον γὰρ αὐτῆς τὸ καλούμενον Κατοπτήριον χωρίον, ἐξ οὗ δι’ ἡμέρας καὶ νύκτας καταιγίζεται παντα‐ χόθεν. Ἄνθεια πόλις Πελοποννήσου, πλησίον Ἄργους, ὡς Φίλων. ἔστι δὲ Ἄνθεια καὶ τοῦ Πόντου πόλις πρὸς τῇ Θρᾴκῃ, Μιλησίων καὶ | |
30 | Φωκαέων ἄποικος, ἧς μέμνηνται πολλοὶ καὶ Φιλέας. ἔστι καὶ κώμη Λιβύης. Παυσανίας δὲ Ἄνθειαν Θουρίαν πόλιν Μεσσηνίας φησίν. Ἄν‐ τεια πόλις Ἰταλίας ὑπήκοος Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκης παιδός. «Ὀδυσσέως γὰρ καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν». μετωνομάσθη δὲ καὶ Ἄντιον. Ἀράφεια νῆσος Καρίας. Παρ‐ | |
35 | θένιος ἐν Ἰφίκλῳ «καὶ εἰναλίην Ἀράφειαν». Γρώνεια πόλις Φωκίδος, Γρύνεια τῆς Τρωάδος. Ἀριαράθεια πόλις πλησίον Καππαδοκίας ἀπὸ Ἀριαράθου Καππαδοκίας βασιλεύσαντος, γαμβροῦ Ἀντιόχου. Αἰγιάλεια· οὕτως ἐκέκλητο Ἄργος. Ὑπέρεια Ἄργος ἡ Φαιάκων πόλις ἐκέκλητο, ἔστι καὶ Ὑπέρεια πηγὴ Μεσηΐδος. Ἀπεράντεια πόλις Θεσσαλίας. Πολύβιος | |
40 | εἰκοστῷ. Ἀντινόεια πόλις Αἰγύπτου ἀπ’ Ἀντινόου παιδός. Ἀντιό‐ χεια πολλαὶ πόλεις· πρώτη Σύρων. ἡ δευτέρα ἐκλήθη ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, Λυδίας. τρίτη Μεσοποταμίας, Μυγδονία καλουμένη, | |
ἥτις πρὸς τῶν ἐπιχωρίων Νάσιβις καλεῖται. τετάρτη Πισιδίας. πέμπτη | 276 | |
3,1277 | μεταξὺ κοίλης Συρίας καὶ Ἀραβίας, Σεμιράμιδος. ἕκτη Κιλικίας ἐπὶ τοῦ Πυράμου. ἑβδόμη Πιερίας, ἣν Ἄραδον οἱ Σύροι καλοῦσιν. ὀγδόη ἡ ἐπὶ τῆς Καλλιρρόης λίμνης. ἐνάτη ἐπὶ τῷ Ταύρῳ ἐν Κομμαγηνῇ, δεκάτη ἐν Σκυθίᾳ. ἑνδεκάτη Καρίας, ἥτις καὶ Πυθόπολις ἐκαλεῖτο. «Ἀντιόχῳ γὰρ | |
5 | τῷ Σελεύκου τρεῖς γυναῖκες ἐπέστησαν ὄναρ, κτίσαι πόλιν ἐν Καρίᾳ ἑκάστη λέγουσα. ὁ δὲ ὑπολαβὼν τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὴν ἀδελφήν, κτίζει τρεῖς πόλεις ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσης Νῦσαν, ἀπὸ δὲ τῆς μητρὸς Ἀντιοχίδος Ἀντιόχειαν». δωδεκάτη ἐν τῇ Μαργιανῇ Παρθυαίων. Στράβων ἑνδεκάτῃ | |
10 | (p. 516). τρισκαιδεκάτη ἡ Ταρσός. τεσσαρεσκαιδεκάτη Ἰσαυρίας ἡ Λαμ‐ πωτὶς λεγομένη. Ἀσπαλάθεια πόλις Ταφίων. Νίκανδρος ἑτεροιουμέ‐ νων πρώτῃ «Ἀσπαλάθεια βοήροτος». Ἀττάλεια πόλις Λυδίας. Ἁγνώ‐ νεια πόλις Θρᾴκης πλησίον Ἀμφιπόλεως, Ἅγνωνος κτίσμα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων. Αἰξώνεια πόλις Μαγνησίας. Ἀκαδήμεια γυμνάσιον | |
15 | Ἀθήνησιν ἀπὸ Ἀκαδήμου. γράφεται καὶ διὰ τοῦ ε Ἐκαδήμεια· οἱ δ’ ὅτι Ἔχεμος ὁ Ἀρκὰς συστρατεύσας τοῖς Διοσκούροις ὑποχείριον ἔσχε τὴν Ἀττι‐ κήν, ἐξ οὗ Ἐχεδήμειάν φασιν. μὴ βουλόμενοι δὲ σώζεσθαι τὸ ὄνομα Ἀκα‐ δήμειαν ἔφασαν. ἀκρώρεια ἄκρον ὄρους. Ἀλύζεια πόλις Ἀκαρνανίας ἀπὸ τοῦ παιδὸς Ἰκαρίου κληθεῖσα Ἀλύζου. Ἀμάσεια πόλις Ποντική. | |
20 | Ἄμφεια πόλις Μεσσήνης. Παυσανίας τετάρτῳ (5, 8). Ἁρπαλύκεια πό‐ λις Φρυγίας κτίσμα Γορδιοτειχιτῶν. Βάλκεια πόλις περὶ τὴν Προποντίδα. Βατίεια τόπος τῆς Τρωάδος ὑψηλὸς ἀπὸ Βατείας τινός, ὡς Ἑλλάνικος ἐν πρώτῃ Τρωϊκῶν ἤ, ὡς Ἐπαφρόδιτός φησιν, ἀπὸ τοῦ πάτου τῶν ἵππων ἤγουν τῆς ἀναστροφῆς τροπῇ τοῦ π εἰς β ἢ ἀπὸ τῶν βάτων. Ὅμηρος | |
25 | (Β 813) «τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν». Βοαύλεια πόλις Σκυ‐ θίας. Πείσανδρος εἰκοστῇ ἕκτῃ. Βούδεια πόλις ἐν Μαγνησίᾳ τῇ κατὰ Εὐρώπην. Ὅμηρος (Π 572) Βούδειον ἔφη «ὅς ῥ’ ἐν Βουδείῳ εὐναιο‐ μένῳ». ἀπὸ τοῦ οἰκίσαντος Βουδείου. οὕτω τιμᾶται Βούδεια ἡ Ἀθηνᾶ ἐν Θετταλίᾳ. Λυκόφρων (v. 359) | |
30 | ἡ πολλὰ δὴ Βούδειαν αἴθυιαν κόρην ἀρωγὸν αὐδάξασα τάρροθον γάμων. ἔστι καὶ Βούδεια πόλις Φρυγίας. Βουκεφάλεια πόλις ἐπὶ τῷ Βουκε‐ φάλῳ ἵππῳ, ἣν ἔκτισεν Ἀλέξανδρος ἐν Ἰνδίᾳ παρὰ τὸν Ὑδάσπην ποταμόν. Γερμανίκεια πόλις Εὐφρατησίας. Γήρεια πόλις Ἰνδική. | |
35 | Γυλάκεια. οὕτως ἐκαλεῖτο ἡ τῆς Ἰλλυρίας Ἀπολλωνία ἀπὸ Γύλακος Κορινθίου. Δαιδάλεια πόλις Ἰταλίας Δαιδάλου κτίσμα. Δεκέλεια δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς ἀπὸ Δεκέλου τοῦ ἡγησαμένου τοῖς Διοσκούροις εἰς Ἀφίδνας, ὡς Ἡρόδοτος ἐνάτῳ (c. 73). λέγεται καὶ Δεκελιά, ὅθεν τὸ τοπικὸν Δεκελιᾶθεν. Δικαιάρχεια πόλις Ἰταλίας, | |
40 | ἣ ἐκέκλητο Ποτίολοι. πότια δὲ τὰ φρέατα καλοῦσι Ῥωμαῖοι, ὀλῆρε | 277 |
3,1278 | δὲ τὸ ὄζειν. δυσώδη γὰρ τὰ φρέατα εἶχε. Διομήδεια πόλις Δαυνίων κτίσμα Διομήδους. καὶ νῆσος ἡ Διομήδεια. ἔστι καὶ τόπος Διομήδεια πλησίον Ἀργυρίππων. Ἐλάτεια πόλις Φωκίδος ἀπὸ Ἐλάτου. ἔστι καὶ Θετταλίας. ἔστι καὶ Θεσπρωτίας, ἣν καὶ Ἐλατρίαν φασὶ διὰ τοῦ ρ. | |
5 | Ἐλέγεια χωρίον πέραν Εὐφράτου. Ἀρριανὸς ἐν Παρθικῶν ηʹ. Ἔμεια τόπος πλησίον Μυκηνῶν. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρ‐ βερος ἀνελθὼν ἐκ τοῦ Ἅιδου ἢ ἐπειδὴ ὁ Θυέστης φαγὼν τὰ τέκνα αὐτοῦ ἐκεῖ ἤμεσεν. Ἐπιφάνεια πόλις Συρίας κατὰ Ῥαφανέας ἐν μεθ‐ ορίοις Ἀράδου. δευτέρα Κιλικίας. τρίτη Βιθυνίας. τετάρτη κατὰ Τίγριν. | |
10 | Ἐρίκεια δῆμος Ἀθήνησι τῆς Αἰγηΐδος φυλῆς. Ἐρύσθεια πόλις Κύπρου. Εὔγεια χωρίον Ἀρκαδίας. Θεόπομπος εἰκοστῷ ἕκτῳ. Εὐέλγεια πόλις. Ἑκαταῖος περιηγήσει. Εὐκάρπεια δῆμος τῆς μικρᾶς Φρυγίας. Εὐμέ‐ νεια πόλις Φρυγίας Ἀττάλου καλέσαντος ἀπὸ Εὐμενοῦς τοῦ Φιλαδέλ‐ φου. ἢ Ὕλλος καλῶς μείνας ὠνόμασεν οὕτως. δευτέρα Καρίας, τρίτη | |
15 | ἐπὶ Ὑρκανίᾳ. Εὐωνύμεια πόλις Καρίας. ἔστι καὶ δῆμος Ἀθηναίων ἀπὸ Εὐωνύμου τοῦ Γῆς καὶ Οὐρανοῦ ἢ Κηφισοῦ. λέγεται καὶ ὁ δῆμος Εὐώνυμος. Ἠετιώνεια, οὕτως ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ Ἠε‐ τίωνος Ἡράκλεια πόλις Θρᾴκης ἐν τῷ Πόντῳ διάσημος. βʹ Σικελίας. γʹ Λυδίας. δʹ Λιβύης. εʹ Σαρδοῦς. ϛʹ Ἰταλίας. ζʹ Κελτικῆς. ηʹ Θεσσαλίας. | |
20 | θʹ Καρίας. ιʹ ἐν τῷ Λυδίῳ Ταύρῳ. ιαʹ μεταξὺ Σκυθίας καὶ Ἰνδικῆς. ιβʹ νῆσος ἐν τῷ Καρπαθίῳ πελάγει. ιγʹ Συρίας. ιδʹ Φοινίκης. ιεʹ Πιερίας. ιϛʹ πόλις καὶ νῆσος .... ιζʹ Κρήτης. ιηʹ Πισαϊκή. ιθʹ Καρίας, ἡ λεγομένη Ἀλβά‐ κιος, μεσόγειος. κʹ πόλις πρὸς τῇ Κυμαίᾳ τῆς Αἰολίδος. καʹ Ἀκαρνανίας πόλις. κβʹ νῆσος ἐν τῷ Ἀτλαντικῷ. κγʹ Μακεδονίας, Ἀμύντου τοῦ Φι‐ | |
25 | λίππου κτίσμα. Ἰσοκράτεια μία τῶν Ἀμαζόνων. Θώκνεια πόλις Ἀρκαδίας ἀπὸ Θώκνου. Παυσανίας ὀγδόῳ (c. 3, 2). Ἰλούργεια πό‐ λις Ἰβηρίας. Πολύβιος ἑνδεκάτῃ. Καισάρεια μητρόπολις τῆς Καππα‐ δοκίας ἡ πρὶν Εὐσέβεια καὶ Μάζακα ὡς Στράβων (12 p. 537). εἰσὶ καὶ ἄλλαι τούτῳ τῷ ὀνόματι προσαγορευόμεναι. Καλαύρεια νησίδιον πρὸς | |
30 | τῇ Κρήτῃ ἀπὸ Καλαύρου τοῦ Ποσειδῶνος. Κάρπεια· οὕτως τινὲς τὴν Κάλπην πόλιν φασί. Κασάνδρεια πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ἥ ποτε Ποτίδαια λεγομένη, ἀπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου. Κεκρυ‐ φάλεια ἄκρα τις, περὶ ἣν ἐνίκησαν Αἰγινήτας Ἀθηναῖοι. τινὲς δὲ νῆσον αὐτήν φασι Πελοποννήσου. Κορώνεια πόλις Βοιωτίας. Ἑκαταῖος Εὐ‐ | |
35 | ρώπῃ. ἀπὸ Κορώνου τοῦ Θερσάνδρου. δευτέρα πόλις Πελοποννήσου μεταξὺ Σικυῶνος καὶ Κορίνθου. τρίτη τῆς Φθιώτιδος. ἔστι καὶ φρού‐ ριον τῆς Ἀμβρακίας. τετάρτη πόλις Κύπρου. ἔστι καὶ χερρόνησος πρὸς τὴν Ἀττικήν. Κράνεια χωρίον Ἀμβρακιωτῶν. Θεόπομπος πεντηκοστῷ πρώτῳ. Κυβέλεια πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. Κυνέτεια πόλις | |
40 | Ἄργους. Καλλίμαχος δευτέρῳ. Λαγίνεια πολίχνιον Βιθυνίας. Λάεια | |
πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Λακέρεια πόλις Μαγνησίας. Ἑλλάνικος | 278 | |
3,1279 | Δευκαλιωνείας πρώτῳ. ἔστι καὶ τῆς Ἰταλίας. καὶ ἄλλη Ἀργολίδος ἡ καὶ Ἑρμιόνη. Λάμπεια ὄρος Ἀρκαδίας. Παρθένιος Ἀνθίππῃ. Λαμπέ‐ τεια πόλις Βρεττίας. Πολύβιος τρισκαιδεκάτῳ. Λύζεια πόλις Ἀκαρνα‐ νίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Λυζέως τινός. Λαμπώνεια πόλις Τρῳά‐ | |
5 | δος. Ἑκαταῖος Ἀσίᾳ. Ἑλλάνικος δὲ Λαμπώνιον αὐτήν φησι. Πιτύεια· οὕτως Ἐπαφρόδιτος ὑφ’ Ὁμήρου (Β 829) Λάμψακον κληθῆναι διὰ τὸ πιτύων πλῆθος, Λαομεδόντειαν καλουμένην. Λαοδαμάντεια νῆσος ἐν Λιβύῃ. Ἀρτεμίδωρος. ἐκαλεῖτο δὲ Λαομεδόντεια ἴσως ἀπὸ Λαομέδοντος τοῦ Τρωός. Λιρνύτεια πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Λυκώρεια | |
10 | κώμη ἐν Δελφοῖς. Καλλίμαχος ἐν τρίτῳ. ἀπὸ Λυκωρέως τοῦ βασιλέως. Λυσιμάχεια πόλις τῆς Θρᾴκης χερρονήσου ἡ πρότερον Καρδία. Μακύ‐ νεια πόλις Αἰτωλίας. Στράβων δεκάτῃ (p. 451. 460). Μάρεια πόλις καὶ λίμνη τῇ Ἀλεξανδρείᾳ παρακειμένη, ἣ καὶ Μαρεῶτις λέγεται. Μελάμπεια πόλις Λυδίας ἀπὸ Μελάμπου, ὡς Ξάνθος ἐν Λυδιακοῖς. Μίδεια πόλις ἐν | |
15 | Ἄργει ἀπὸ Μιδείας τῆς Ἀλωέος θυγατρός. λέγεται καὶ χωρὶς τοῦ ι Μιδέα. ἔστι καὶ ἑτέρα πόλις Βοιωτίας. Ὅμηρος «οἵ τε πολυστάφυλον Ἄρνην ἔχον οἵ τε Μίδειαν» (Β 507). ἔστι καὶ Λυκίας ἄλλη. Μολύνδεια πόλις Λυκίας ἀπὸ Μολυνδέως. Ἀλέξανδρος ἐν τῷ περὶ Λυκίας πρώτῳ. Μύρλεια πόλις Βιθυνίας ἀπὸ Μύρλου τοῦ Κολοφωνίων ἡγεμόνος· οἱ δὲ ἀπὸ Μυρλείας | |
20 | Ἀμαζόνος. Νακόλεια πόλις Φρυγίας. Στράβων δωδεκάτῃ (p. 576). διὰ τῆς ει διφθόγγου παρὰ τὸν Νάκολον τὸν Δασκύλου παῖδα. ἔστι καὶ οὐδέτερον Νακόλαιον ἀπὸ Νακόλης νύμφης ὥσπερ ἀπὸ τοῦ νύμφη νύμ‐ φαιον καὶ Ἥρα Ἥραιον. Νεάνδρεια πόλις Τρῳάδος ἐν Ἑλλησπόντῳ, ὡς Χάραξ. λέγεται καὶ Νεάνδρειον οὐδετέρως ὡς Θεόπομπος. Νεοκαι‐ | |
25 | σάρεια Ποντικὴ πόλις. ἔστι καὶ Βιθυνίας. Νικομήδεια πόλις Βιθυνίας ἀπὸ Νικομήδους τοῦ Ζηΐλα παιδὸς ἐπισημοτάτου βασιλέως ἣ καὶ Ὀλβία ἐκλήθη. Παρώρεια πόλις Ἀρκαδίας. λέγεται δὲ καὶ Παρωραία. Πε‐ λόπεια πόλις Λυδίας ἡ ὕστερον Θυάτειρα. Πήρεια Θεσσαλίας χωρίον. Πιάλεια πόλις Θεσσαλικὴ ὑπὸ τὸ Κερκετικὸν ὄρος. Πλειστάρχεια | |
30 | πόλις Καρίας, ἣ καὶ πρότερον καὶ ὕστερον Ἡράκλεια ὠνομάσθη. Πλώ‐ θεια δῆμος Αἰγηΐδος φυλῆς, ἣ καὶ Πλωθιά. Ποδάλεια πόλις Λυκίας πλησίον Λιμύρων. Πολίτεια πόλις Ἀχαΐας. Προγάσεια πόλις Λυδίας. Ῥαφάνεια πολίχνιον Συρίας, Ῥάφεια πόλις Συρίας. Ῥόβεια Πιερίης. Σαλώνεια πόλις Βιθυνίας. Σαμάρεια πόλις τῆς Ἰουδαίας. Σάνεια πόλις | |
35 | Ἰνδική. Ἀρριανὸς Ἀλεξανδριάδος ἑβδόμῳ. Σελεύκεια πόλις ἐπὶ Κιλικία τραχεῖα λεγομένη. ὠνόμασε δὲ Σελεύκειαν αὐτὴν Σέλευκος ὁ Νικάτωρ, ὡς Ἀλέξανδρός φησι. πρότερον δὲ Ὀλβία ἐκαλεῖτο καὶ Ὑρία. Σκάνδεια ἐπίνειον Κυθήρων, ὡς Παυσανίας τρίτῳ (c. 23, 1). Σολύγεια κώμη Κορίνθου, ὡς Θουκυδίδης τετάρτῃ (c. 42). Στρατονίκεια πόλις Μακε‐ | |
40 | δόνων πλησίον Καρίας, κέκληται δὲ ἀπὸ Στρατονίκης τῆς Ἀντιόχου γυ‐ ναικός. ἔστι καὶ ἕτερον πολίχνιον πρὸς τῷ Ταύρῳ. Στρούθεια πόλις Φρυγίας ἐν τοῖς ὅροις Λυκαονίας. Σφήκεια πόλις Εὐβοίας. Λυκόφρων | |
(v. 447) «οἱ πέντε που Σφήκειαν εἰς Κεραστίδα». οὕτω δὲ καὶ ἡ Κύπρος | 279 | |
3,1280 | ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων ἐκεῖ ἀνδρῶν, οἳ ἐκαλοῦντο Σφῆκες. Τεμένεια πόλις Φρυγίας πρὸς τῇ Λυκαονίᾳ. Πολυάνθεια πρότε‐ ρον ἐκαλεῖτο Τράλλις πόλις Λυδίας διὰ τὸ πολλὰ ἄνθη ἐκεῖ πεφυκέναι. Τράφεια πόλις Βοιωτίας πολλὰ θρέμματα ἔχουσα. Τρίτεια πόλις | |
5 | Τρωϊκὴ Ἀρισβαίων κτίσμα. ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν Ὀζολῶν. Ὑάμεια πόλις Μεσσήνης τῶν πέντε μία. Ὑάπεια πόλις Φωκίδος ἀπὸ Ὑάπου. Φιδάλεια ἡ Βύζαντος γυνή. Φαρνάκεια χώρα καὶ πόλις Ποντική, προσεχὴς τῇ Τραπεζοῦντι. Φαναγόρεια πό‐ λις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φανα‐ | |
10 | γόρεια. Φήγεια πόλις Ἀρκαδίας ἀπὸ Φηγέως βασιλέως, ὡς Χάραξ Ἑλληνικῶν δʹ. Φιγάλεια πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν «τὴν μὲν ἀνήγετ’ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν». μετωνομάσθη δὲ Φιάλεια δίχα τοῦ γ ἀπὸ Φιάλου τινός. ἔστι καὶ Φιάλεια Βιθυνίας. Φορίεια κώμη Ἀρκαδίας. Φιλαδέλφεια πόλις Λυδίας, Ἀττάλου κτί‐ | |
15 | σμα τοῦ φιλαδέλφου. ἔστι δὲ τῆς Κεκαυμένης ὑπὸ Μυσῶν καὶ Λυδῶν κατεχομένης· Στράβων ιβʹ (p. 579). ἔστι καὶ ἑτέρα. τῆς Αἰγύπτου, καὶ τρίτη τῆς Συρίας ἐπιφανὴς πόλις ἀπὸ Πτολεμαίου τοῦ φιλαδέλφου. Ἀράντεια· οὕτως ἐκαλεῖτο Φλιοῦς πόλις Πελοποννήσου. Θέσπεια πόλις Βοιωτίας, Θεσπιάδου κτίσμα, κατὰ δέ τινας Θεσπίου τοῦ Τεύ‐ | |
20 | θραντος τοῦ Πανδίονος· Ὅμηρος «Θέσπειαν Γραῖάν τε» (B 498). γρά‐ φεται καὶ διὰ τοῦ ι καὶ ἐκτείνεται καὶ συστέλλεται παρὰ Κορίννῃ «Θέσπια, καλλιγένεθλε, φιλόξενε, μουσοφίλητε». καὶ ἐπίγραμμα τῶν ἀναιρεθέν‐ των ὑπὸ τῶν Περσῶν. ἦν δὲ Φιλιάδου Μεγαρέως, ἄνδρες τοί ποτ’ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος, | |
25 | λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος. πληθυντικῶς δὲ Θεσπιαί ὀξυτόνως. ὀξύνεται δὲ καὶ διὰ τὸ πληθυν‐ τικῶς λέγεσθαι Ὀρνειαί, κώμη Ἀργείας· ἔστι καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος. Ὅμηρος (Β 571) «Ὀρνειάς τ’ ἐνέμοντο». γράφονται δὲ διὰ διφθόγγου αἱ Ὀρνειαί καὶ Βρυσειαί πόλις Ἤλιδος | |
30 | καὶ Αὐγειαί πόλις Λοκρίδος. Ὅμηρος (Β 532) «καὶ Αὐγειὰς ἐρατει‐ | |
νάς». ἔστι καὶ Λακωνικὴ πόλις Αὔγεια. τὸ δὲ ἐγχεία καὶ ἐλεγχεία, | 280 | |
3,1281 | ἃ ὤφειλε προπαροξύνεσθαι, οἱ Ἀττικοὶ ἐκτείνοντες τὸ α ὡς ἐν τῷ ἱέρεια ἱερεία παροξύνουσιν. Τὰ εἰς α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα τῇ οι διφθόγγῳ προπαροξύνεται, εὔνοια, πρόνοια, ἄνοια, εὔ‐ | |
5 | χροια, δύσχροια, εὔπλοια, δύσπλοια, παλίρροια, ἀπόρροια, ὀρθόπνοια, δύσπνοια. Εὔβοια νῆσος, ἀπὸ Εὐβοίας. Ἡρόδοτος (5, 31). ἔστι καὶ τόπος ἐν Ἄργει. ἔστι καὶ πόλις ἐν Μακεδονίᾳ, εἰς ἣν οἱ ἀπὸ τῆς νήσου εἰς Ἰλλυριοὺς ἀποβάντες Ἄβαντες ἐκλήθησαν. Μελίβοια πόλις Θεσσαλίας. Στράβων ἐνάτῳ (p. 436). Περίβοια, | |
10 | Στενόβοια, Ἀλίνδοια πόλις Μακεδονίας. Βέροια πόλις Μακεδο‐ νίας, ἣν Φέρωνα κτίσαι φασίν, αὐτοὺς δὲ τὸ φ εἰς β μεταποιεῖν, ὡς Φάλακρον Βάλακρον καὶ Βίλιππον καὶ Κεβαλῖνον. ἄλλοι ἀπὸ Βεροίας τοῦ Βέρητος τοῦ Μακεδόνος. ἔστι καὶ πόλις Συρίας. Ἐλίξοια νῆσος Ὑπερβορέων οὐκ ἐλάσσων Σικελίας ὑπὲρ ποταμοῦ Καραμβύκα. οἷς | |
15 | ἀκόλουθον τὸ ἔσσοια, τρίττοια ἡ θυσία, ἥτις ἐκ τριῶν ζῴων ἐθύετο ἢ ὅτι τριγενῆ ἦν τὰ θυόμενα. τὸ δὲ νεοία μακρὸν ἔχον τὸ α παρ‐ οξύνεται. Τὰ εἰς α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα τῇ υι διφθόγγῳ προπαροξύνεται, ἅρπυια παρὰ τὸ ἅρπω, οὗ παρα‐ | |
20 | γωγὸν ἁρπάζω. ἔστι καὶ πόλις ἐν Ἰλλυρίᾳ παρ’ Ἐγχελέαις, εἰς ἣν Βάτων ὁ Ἀμφιαράου ἡνίοχος μετὰ τὸν ἀφανισμὸν αὐτοῦ ἀπῴκησε. Πολύβιος. Εἰλείθυια καὶ Εἰλήθυια· ἔστι καὶ Εἰληθυίας πόλις Αἰγυ‐ πτιακή. Ὠρείθυια, αἴθυια, ἄγυια· Ἡρακλέων ὁ Γλαύκου παρὰ τὸ ἄγω φησίν· ἔστι δὲ ὡς παρὰ τὸ ἅρπω ἅρπυια, ὀρέγω ὄργυια, ἃ | |
25 | πληθυντικῶς ὀξύνεται. «μέσην ἐς ἄγυιαν» (Il. Υ 254), «ἐϋκτιμένας» δὲ «κατ’ ἀγυιάς» (Ζ 391). Ἴδυια. τὸ δὲ μητρυιά μακρὸν ἔχον τὸ α ὀξύνεται. Τὰ διὰ τοῦ αια μονογενῆ μακρὸν ἔχοντα τὸ α παροξύνεται, σε‐ | |
ληναία, ἁμαξαία, Γενηταία ἄκρα ὡς Ἀπολλώνιος (Argonaut. II | 281 | |
3,1282 | 378), Ἀθηναία ἡ θεὸς μονογενῶς. λέγεται δὲ καὶ ἐπὶ γυναικός, ὡς ἄλλοι μὲν πολλοί, Φιλήμων δὲ οὕτως ἐν Πτερυγίῳ νυνὶ δ’ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν τὰς Ἱππονίκας τᾶσδε καὶ Ναυσιστράτας | |
5 | καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω. Δίδυμος δέ φησιν, ὅτι Ἀθηναίας λέγουσιν ἀντὶ τοῦ Ἀττικάς. ἀστὰς δὲ τὰς γυναῖκας ἔλεγον οὐ διὰ τὸ μὴ δύνασθαι λέγειν Ἀθηναίας, ἀλλ’ ἐπειδὴ καὶ τοὺς ἄνδρας ἀστοὺς ἐκάλουν. ἀναγκαία, ἀρχαία, θυ‐ ραία ἐπὶ τῆς διεξόδου, εὐναία τραγικῶς ἡ ἄγκυρα· ἔστι καὶ πόλις | |
10 | Ἄργους Εὐναία. γαληναία, σφενδοναία, δραχμαία, ὀπαία, κεραμὶς τὴν ὀπὴν ἐπικλείουσα, περικεφαλαία, πυκναία παρ’ Ἴωνι ἡ πνύξ. Δίδυμος δέ φησιν ὅτι «τὴν πύκνα ἂν εἴη λέγων. τὸ δὲ πυκναία ἀπὸ τοῦ πυκνή παρῆκται, ὅπερ οὐκ εἴρηται. οὐδεὶς γὰρ εἶπε προσηγορικῶς ἢ κυρίως τὸ πυκνή. τὰ γὰρ τοιαῦτα ὡς ἐπίπαν ἀπὸ | |
15 | μακροπαραλήκτων παράγεται, εὐνή εὐναία, Γυρή Γυραία, ἀνάγκη ἀναγκαία. τὸ ὡς ἐπίπαν εἴρηται διὰ τὸ ἅμαξα ἁμαξαία καὶ κέρας κεραία». Ἰουδαία Ἀλέξανδρος ὁ πολυίστωρ ἀπὸ τῶν παίδων Σεμι‐ ράμιδος Ἰούδα καὶ Ἰδουμαία, ὡς δὲ Κλαύδιος Ἰούλιος ἀπὸ Οὐδαίου Σπάρτων ἑνὸς ἐκ Θήβης μετὰ Διονύσου ἐστρατευκότος. Ἀλθαία πό‐ | |
20 | λις Ὀλκάδων. Αἰγαία· οὕτως ἐκαλεῖτο ἡ Κάρυστος ἀπὸ Αἰγαίωνος τοῦ δυναστεύοντος. Ἀναία πόλις Καρίας «ἀντικρὺ Σάμοιο» κέκληται ἀπὸ Ἀναίας Ἀμαζόνος ἐκεῖ ταφείσης, ὡς Ἔφορος. Ἀμφαναία πόλις Δωρική. Θεόπομπος ἐν πέμπτῳ Φιλιππικῶν. Ἀμφανὰς δὲ καλεῖ αὐτὴν Ἑκαταῖος ἐν πρώτῃ γενεαλογιῶν. Ἀνακαία δῆμος τῆς Ἱπποθοωντίδος | |
25 | φυλῆς. Ἀρταία Περσικὴ χώρα, ἣν ἐπόλισε Πέρσης ὁ Περσέως καὶ Ἀνδρομέδας. Ἑλλάνικος ἐν Περσικῶν πρώτῃ. Ἀταία πόλις Λακω‐ νική. Βελγαία ἡ χώρα. Βουραία πόλις Ἰταλίας ὑπὸ Βουραίου κτι‐ σθεῖσα. Γορδυαία χώρα Περσικὴ ἀπὸ Γόρδυος Τριπτολέμου παιδός, τοῦ κατὰ ζήτησιν Ἰοῦς ἐξ Ἄργους ἐλθόντος εἰς Συρίαν. ἔστι δὲ ἡ πόλις | |
30 | παρὰ τὰς ἐκβολὰς τοῦ Τίγριδος. Ἐλαία πόλις τῆς Ἀσίας Αἰολική, Περγαμηνῶν ἐπίνειον ἣ Κυδαινίς ὠνομάζετο, Μενεσθέως κτίσμα. ἔστι καὶ πόλις Φοινίκης Ἐλαία μεταξὺ Τύρου καὶ Σιδῶνος, ὡς Φίλων. καὶ Ἐλαία Βιθυνίας ἐπίνειον πλησίον Μυσίας. ἔστι καὶ λιμὴν Αἰθιοπίας καὶ νῆσοι τρεῖς. Ἐλυμαία χώρα Ἀσσυρίων πρὸς τῇ Περσικῇ τῆς Σουσίδος | |
35 | ἐγγύς. Ἐορδαία δύο χῶραι, Μυγδονίας καὶ Μακεδονίας· εἰσὶ δὲ ἄλλαι | |
δύο, ἡ μὲν Ἰβηρίας, ἡ δὲ Θρᾴκης ἀπὸ Ἐορδοῦ τινος. Ἡλιαία δικα‐ | 282 | |
3,1283 | στήριον Ἀθηναίων παρὰ τὸ «ἁλέες δεῦτε» παραγωγὸν ἁλία καὶ ἡλιαία. Ἡραία· οὕτως ἐκαλεῖτο ἡ ἐλάττων Ὕβλα. Κασταναία πόλις Θεσσαλίας. Εὔδοξος δὲ διὰ τοῦ θ φησί. Λυκόφρων (v. 907) «καὶ Κασταναίαν ἀκτέρι‐ στον ἐν πέτραις». Κοσσαία μέρος Περσίδος· Στράβων ιϛʹ (p. 744). ἔστι | |
5 | καὶ Θρᾴκης πολίχνιον. Καρταία πόλις Ἰβηρίας, περὶ ἧς Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. Κυρταία πόλις ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, εἰς ἣν ὑπερώρισεν Ἀρταξέρξης Μεγάβυζον. Κτησίας τρίτω Περσικῶν. Κυτ‐ ταία πόλις Κολχική, ἣ καὶ Κύτα. Λυκόφρων (v. 1312) «ὃς εἰς Κυταίαν τὴν Λιβυστίνην μολών». Λιβυσσαία ἀπὸ τοῦ Λίβυσσα. Λιμναία κώμη | |
10 | τοῦ Ἄργους. Θουκυδίδης (2, 80). Νυμφαία ἡ νῆσος Καλυψοῦς παρὰ τῷ Ἀδρίᾳ. Ὀρδαία πόλις Μακεδονίας. Παρθυαία ἡ χώρα. Παροι‐ ταία χώρα τῆς Ἐρυθρᾶς θαλάσσης πλησίον. Παρωραία Ἀρκαδίας πόλις ἡ καὶ Παρώρεια. ἔστι καὶ Μακεδονίας πόλις. Περαία πολίχνιον Συ‐ ρίας. ἔστι καὶ χώρα Κορίνθου Περαία λεγομένη. Πυλαία τόπος Ἀρ‐ | |
15 | καδίας, ὃς καὶ Πύλαι. Πυραία μοῖρα Θεσσαλίας ὠνομασμένη ἀπὸ Πύρας. Πυρηναία πόλις Λοκρίδος. Πυρωναία πόλις Λοκρίδος ἀπὸ Πύρωνος «Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι» (Lycophr. v. 1149). Ῥηναία μικρὰ νῆσος πλησίον Δήλου, ἣ καὶ Ῥήνη καὶ Ῥηνίς. Αἰ‐ θραία· οὕτως ἐκαλεῖτο ἡ Ῥόδος. Ῥοξονοκαία πόλις. Τιθοραία | |
20 | πόλις Βοιωτίας ἀπὸ νύμφης Τιθοραίας, ὡς Παυσανίας ιʹ (32, 8). Τρι‐ ταία πόλις Ἀχαΐας. Στράβων ὀγδόῃ (p. 341). Ἰδαία ἡ ὕστερον Τροία. οὕτως ἐκαλεῖτο καὶ ἡ Κρήτη. Τυμφαία πόλις. Ὑλαία χώρα Πον‐ τική, Ἀβικὴ λεγομένη τουτέστιν ὑλαία. Ἀλέξανδρος ἐν τῷ περὶ Πόν‐ του. Φηγαία δῆμος τῆς Αἰγηΐδος φυλῆς. | |
25 | Τὰ εἰς α καθαρὸν μονογενῆ παραληγόμενα ε βαρύνεται, εἰ μὴ πληθυντικὰ ἢ περιεκτικὰ εἴη, Ῥέα, θέα, ὅπερ Συρακόσσιοι θάα λέγου‐ σιν, τὸ δὲ θεά ὀξύνεται· ἔστι δὲ καὶ Θέα πόλις Λακωνικῆς. Φιλόχορος τρίτῳ. Βρέα πόλις Θρᾴκης, εἰς ἣν ἀποικίαν ἐστείλαντο Ἀθηναῖοι. γέα, ἐξ οὗ γῆ συνηρέθη· ἔστι καὶ Γέα πόλις πλησίον Πετρῶν ἐν | |
30 | Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. πτελέα. ἰτέα «ὃν πτελέαι τε καὶ ἰτέαι» (Φ 350) καὶ «ὁ δὲ πτελέην ἕλε χερσίν» (Φ 242). ἐπὶ μὲν οὖν τούτου κατὰ τὴν αἰτιατικὴν πτῶσίν τινες ὀξύνουσι· — | |
διὸ καὶ τὴν εὐθεῖάν τινες ὤξυνον· —καὶ δῆλον ὅτι κατὰ μεταβολὴν | 283 | |
3,1284 | τόνου, ὥσπερ καὶ ἐπὶ τοῦ «ἦλθε κατ’ ἰγνύην βεβλημένος» (Ν 212) τὴν μεταβολὴν τῆς τάσεως ἐποιήσατο. ἔστι καὶ Πτελέα δῆμος Οἰνηΐδος φυλῆς καὶ πόλις. οὕτω γὰρ ἡ Ἔφεσος ἐκαλεῖτο, καὶ Ἰτέα δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. συκέα, ἀμυγδαλέα, μηλέα, λεοντέα, γαλέα, | |
5 | Νεμέα χώρα τῆς Ἀργολίδος, Τενέα· κώμη Κορίνθου ἀπὸ Τένου τοῦ Κύκνου, τινὲς δὲ Γενέα γράφουσι. Μαντινέα, ἣ καὶ Μαντίνεια καὶ Μαντίνη. Ὠκαλέα πόλις Βοιωτίας «Ὠκαλέην Μεδεῶνά τ’ ἐϋκτίμενον πτολίεθρον» Ὅμηρος (Β 501). ἐκαλεῖτο δὲ καὶ Ὠκάλεια, ὡς Ἀπολλό‐ δωρος. ἐκλήθη δὲ οὕτω διὰ τὸ ὦκα καὶ συντόμως ἐκεῖθεν εἰς Θήβας | |
10 | πορεύεσθαι ἢ ἀπὸ ποταμοῦ παραρρέοντος. ἀλέα ἐπὶ τῆς θερμασίας καὶ ὁπότε δηλοῖ τὴν φυγὴν βαρύνεται, ἐπὶ δὲ τῆς Ἀθηνᾶς ὀξύνεται. ἐχρῆν δὲ καὶ τοῦτο βαρύνειν. καὶ τὸ Ἀλέα πόλις Ἀρκαδίας Θεόπομπος πεντηκοστῇ ἕκτῃ—ἔστι καὶ Θετταλίας καὶ ἄλλη Καρπητανῶν ἔθνους Κελτικοῦ—βαρύνεται. Ἀρδέα κατοικία τῆς Ἰταλίας. Στράβων πέμπτῃ | |
15 | (p. 228). ἐκλήθη δὲ ἀπὸ ἑνὸς τῶν παίδων Ὀδυσσέως καὶ Κίρκης. Ἀσέα κώμη τῆς Ἀρκαδίας, ἀφ’ ἧς ὁ Ἀλφειὸς ῥέει, ὃς καὶ Ἀσεάτης λέγεται. Τεγέα πόλις Ἀρκαδίας «καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρα‐ τεινήν». Ὅμηρος (Β 607) καὶ Παυσανίας ηʹ (c. 3, 4) «Μαντινεὺς καὶ Τεγεάτης καὶ Μαίναλος Τεγέαν κτίζουσι καὶ Μαντίνειαν». ἔστι καὶ Τεγέα | |
20 | ἐν Κρήτῃ ὑπὸ Ταλθυβίου κτισθεῖσα. Θυρέα, περὶ ἧς Ἀργεῖοι καὶ Λα‐ κεδαιμόνιοι ἐπολέμησαν. ἔστι δὲ τῆς Κυνουρίας γῆς, μεθορία δὲ τῆς Ἀργείας καὶ Λακωνικῆς. λέγεται καὶ πληθυντικῶς καὶ κατὰ συναίρεσιν Θυρῆ. Ἐλέα πόλις Ἰταλίας. ἐκαλεῖτο δὲ Ὑέλη. ὠνομάσθη δὲ Ἐλέα ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. Μαλέα ἄκρα πρὸς τῇ Πελοποννήσῳ | |
25 | καὶ Μάλεια διὰ διφθόγγου. Ὑδρέα νῆσος πρὸς τῇ Τροιζῆνι. Ἑκα‐ ταῖος Εὐρώπῃ. Ἀραιθυρέα· οὕτως ἡ Φλιοῦς πάλαι. Ὅμηρος (Β 571) «Ἀραιθυρέην τ’ ἐρατεινήν». Παυσανίας δευτέρῳ περιηγήσεως Ἑλλάδος (c. 12, 5) φησὶν ὅτι «Ἄραντος υἱὸς Ἄορις ἐγένετο καὶ θυγάτηρ Ἀραι‐ θυρέα. τούτους Φλιάσιοί φασι θήρας ἐμπείρους γενέσθαι καὶ τὰ εἰς | |
30 | πόλεμον ἀνδρείους· προαποθανούσης δὲ τῆς ἀδελφῆς Ἄορις εἰς μνήμην τῆς ἀδελφῆς τὴν χώραν οὕτως ἔφη». Μανθυρέα κώμη Ἀρκαδίας. τὸ δὲ Κεγχρεαί πόλις Τρωάδος—δευτέρα πόλις καὶ ἐπίνειον Κορίνθου. τρίτη Ἰταλίας—Γαθεαί πόλις Ἀρκαδίας, Κεδρεαί πόλις Καρίας. | |
Ἑκαταῖος Ἀσίᾳ. Κορσεαί νῆσος τῆς Ἰωνίας καταντικρὺ Σάμου. Ἑκα‐ | 284 | |
3,1285 | ταῖος Εὐρώπῃ. λέγεται δὲ καὶ Κορσία διὰ τοῦ ι. Κροκεαί πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶς. Ὀρνεαί κώμη Ἀργείας, ἣ καὶ Ὀρνειαί—ἔστι δὲ καὶ ἑτέρα πόλις μεταξὺ Κο‐ ρίνθου καὶ Σικυῶνος· καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως | |
5 | ἢ ἀπὸ Ὀρνέας νύμφης ἢ ὅτι ἐφ’ ὕψους κεῖται ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ—ὀξύνεται ὡς πληθυντικά. τὸ δὲ γενεά, δωρεά, ὀχεά περιεκτικά ἐστιν. Τὰ εἰς α μακρὸν μονογενῆ τῇ ει ἢ τῷ ι μακρῷ παραληγόμενα ἐπὶ οὐσίας τιθέμενα ὀξύνεται, χειά, ζειά εἶδος κριθῆς, Φειά πόλις Ἠλείας. | |
10 | Ὅμηρος «Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Η 135). λέ‐ γεται καὶ Φεά. φλιά, θριά· θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς εὗρεν Ἀθηνᾶ. ἀχθόμενος δὲ τοὺς τοῦ Ἀπόλλωνος .... ἄπιστον ὁ Ζεὺς ἐποίησε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦσαν. διὸ καὶ Ἀπόλλων ἔφη «πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες». τὸ δὲ Θρῖα | |
15 | δῆμος τῆς Οἰνηΐδος φυλῆς προπερισπᾶται, πληθυντικῶς δὲ λεγόμενον ὀξύνεται Θριαί. λέγεται καὶ Θριώ καὶ Θριώς. στιά, οἷς ἠκολούθησε καὶ τὸ σκιά ι βραχεῖ παραληγόμενον. ἔστι δὲ καὶ Σκιά πολίχνιον Εὐ‐ βοίας. τὸ δὲ μνεία, χρεία βαρύνονται, οὐ γὰρ ἐπὶ οὐσίας λαμβά‐ νεται, καὶ τὸ λεία δὲ καὶ Φθία—πόλις καὶ μοῖρα Θετταλίας· Παρ‐ | |
20 | μενίσκος δὲ χώραν αὐτήν φησι οὐ πόλιν, οὐκ ὀρθῶς. ἐκλήθη δὲ ἀπὸ Φθίας γυναικὸς ἢ Φθίου Ποσειδῶνος καὶ Λαρίσης—βαρύνονται καὶ τὸ δεία ἡ ἔνδεια. τὸ δὲ θεία τριγενές ἐστι ὡς καὶ τὸ δῖα βραχυκατά‐ | |
ληκτον μετὰ τοῦ ἴα καὶ πλεονασμῷ τοῦ μ μία. ἔστι δὲ καὶ Δῖα πόλις | 285 | |
3,1286 | Θεσσαλίας, Αἰακοῦ κτίσμα· βʹ Θρᾴκης κατὰ τὸν Ἄθω. γʹ Εὐβοίας. δʹ νῆσος καὶ πόλις Πελοποννήσου περὶ τὸ Σκύλλαιον. εʹ Λυσιτανίας περὶ τὸν Ὠκεανόν. ϛʹ Ἰταλίας πρὸς ταῖς Ἄλπεσιν. ζʹ Σκυθίας παρὰ τῷ Φάσιδι. ηʹ Καρίας. θʹ Βιθυνίας πρὸς τῷ Πόντῳ· εἰσὶ καὶ δʹ νῆσοι | |
5 | Δῖαι λεγόμεναι. αʹ ἡ Νάξος. βʹ ἡ πρὸς Μήλῳ. γʹ ἡ πρὸς Ἀμοργῷ. δʹ κατὰ Κνωσσὸν Κρήτης. Τὰ διὰ τοῦ ια ἐπὶ χωρῶν καὶ πόλεων κείμενα παροξύνεται, Λυκία, Ἀσία, Κιλικία, Παφλαγονία, Ἰτουρία, Ἰταλία ἡ χώρα ἀπὸ Ἰταλοῦ, Σικελία ἡ νῆσος Σικανία πρότερον ὠνομάζετο, εἶτα Σικελία ἐκλήθη, ὥς | |
10 | φησιν Ἑλλάνικος Ἱερειῶν τῆς Ἥρας βʹ «ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὐσόνες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἀνέστησαν, ὧν ἦρχε Σικελός. καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελὸς βασι‐ λείην ἐγκαταστησάμενος καὶ ἐντεῦθεν ὁρμώμενος ὁ Σικελὸς οὗτος πάσης | |
15 | ἤδη τῆς νήσου τότε ταύτης Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ τού‐ του, ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσε». καὶ Μένιππος δὲ ταῦτά φησιν. Θου‐ κυδίδης δὲ οὕτως (6, 2) «ἐλθόντες εἰς Σικελίαν στρατὸς πολὺς ἐξ Ἰτα‐ λίας τούς τε Σικανοὺς κρατήσαντες μάχῃ ἀπέστειλαν εἰς τὰ μεσημβρινὰ καὶ τὰ ἑσπέρια μέρη αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίη‐ | |
20 | σαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες». μεγίστη δὲ αὕτη μαρτυρεῖται τῶν ἑπτά, καθά φησιν Ἄλεξις ὁ κωμικός τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη | |
25 | Κύρνος. τετάρτη δ’ ἡ Διὸς Κρήτη τροφός, Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος, Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦς’ ἔχει. ἔστι καὶ ἄλλη Σικελία κατὰ τὴν Πελοπόννησον. Καππαδοκία, Ἀρμε‐ νία, Τισία πόλις Ἰταλίας. Ἀγκαρία πόλις Ἰταλίας. Αἰολία νῆσος | |
30 | Αἰόλου. Ὅμηρος «Αἰολίην δ’ ἐς νῆσον ἀφικόμεθα» (Od. κ 1). Αἰτω‐ λία χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπ’ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δὲ Ὑαντίς ἐκαλεῖτο. ἔστι καὶ Αἰτωλία πόλις Πελοποννήσου, ἣν συγκατα‐ | |
λέγει ταῖς Λακωνικαῖς πόλεσιν Ἀνδροτίων ἕκτῳ (?) Ἀτθίδος. Ἀμαντία | 286 | |
3,1287 | Ἰλλυριῶν μοῖρα πλησίον Ὠρικοῦ καὶ Κερκύρας, ἐξ Ἀβάντων τῶν ἀπὸ Τροίας νοστησάντων ᾠκισμένη, κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰς μ ἐλέ‐ χθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήσει. Καλλίμαχος Ἀμαντίνην αὐτήν φησι ὡς Λεοντίνην «καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην». Ἀετία· | |
5 | οὕτως ἐκλήθη ἡ Αἴγυπτος ἀπό τινος Ἰνδοῦ Ἀετοῦ. ἀλλὰ καὶ Ὠγυγία ἐκαλεῖτο καὶ Ἡφαιστία. Αἰλία πόλις Παλαιστίνης ἡ πάλαι Ἱεροσό‐ λυμα ἀπὸ Αἰλίου Ἀδριανοῦ. Ἀκραιφία πόλις Βοιωτίας. οἱ δὲ Ἀκραί‐ φιον, Παυσανίας δὲ (9, 23, 5 et 9) Ἀκραίφνιον καὶ οὐδετέρως. ἦν δὲ ὑπὸ Ἀθάμαντος κτισθεῖσα ἢ ὑπὸ Ἀκραιφέως τοῦ Ἀπόλλωνος. Θεόπομ‐ | |
10 | πος δὲ τὰ Ἀκραίφνια φησίν. Ἀλμωπία χώρα τῆς Μακεδονίας, ἣν ᾤκουν Ἄλμωπες. Λυκόφρων (v. 1238) «ἐκ δ’ Ἀλμωπίας παλιμπλανή‐ την δέξεται Τυρσηνία» περὶ Αἰνείου λέγων. ἐκλήθη δὲ ἀπὸ Ἄλμωπος τοῦ Ποσειδῶνος καὶ Ἕλλης τῆς Ἀθάμαντος. Ἀλωπεκία νῆσος. Στρά‐ βων ἑνδεκάτῃ (p. 493). Ἀξία πόλις Λοκρῶν τῶν Ὀζολῶν, ἀπὸ Ἀξίας | |
15 | τῆς θυγατρὸς Κλυμένου ἢ τοῦ παιδὸς τοῦ Ἀξίου. ἔστι καὶ πόλις Ἰτα‐ λίας. Ἀπία· οὕτως οἱ νεώτεροι τὸ Ἄργος. Αἰθιοπία. Εὐριπίδης Ἐρε‐ χθεῖ «Αἰθιοπίαν νιν ἐξέσως’ ἐπὶ χθόνα». Ἀρδία πόλις Ἰλλυρίας, Βαντία πόλις Ἰταλίας. Ἀντία πόλις Ἰταλίας. Ἀνδρία πόλις Ἠλείας καὶ ἑτέρα Μακεδονίας, ὡς Φιλέας ἐν περίπλοις. Ἀλβία ἡ χώρα διὰ | |
20 | τοῦ β. τὰ δὲ ὄρη Ἄλπεια καὶ Ἄλβια. Ἀμαξία πόλις τῆς τραχείας Κιλικίας. Στράβων ιδʹ (p. 669). Ἀδρία πόλις καὶ παρ’ αὐτὴν κόλπος Ἀδρίας καὶ ποταμὸς ὁμοίως, ὡς Ἑκαταῖος. Ἀτρία πόλις Τυρρηνίας, Διομήδους κτίσμα, χειμῶνος πλεύσαντος καὶ μετὰ τὸ διασωθῆναι καλέ‐ σαντος Αἰθρία. καὶ παρεφθάρη παρὰ τοῖς βαρβάροις τὸ ὄνομα. ἔστι | |
25 | καὶ ἄλλη πόλις Βοιῶν, ἔθνους Κελτικοῦ. Ἀραβία ἡ χώρα. Ἀρικία πόλις Λατίνων. Διονύσιος. Ἀρκαδία ἀπὸ τοῦ Ἀρκάς Ἀρκάδος ὡς Τέμμιξ Τέμμικος Τεμμικία. Ἀτροπατία ἡ τῆς Μηδίας δευτέρα μερὶς ἀπὸ τοῦ ἡγεμόνος Ἀτροπάτου. Ἀρρεντία πόλις Ἰταλίας. Ἀρσακία πόλις Μηδίας. Ἀφροδιτία χωρίον Λακωνικῆς. Θουκυδίδης δʹ (c. 56). | |
30 | Ἀχαιΐα παρὰ τὸ Ἀχαιός κύριον. ἔστι καὶ λόφος ἐν Καρύστῳ καὶ τό‐ ποι διάφοροι. Βερεκυντία χώρα ἀπὸ Βερεκύντου τινός. Βεσκία πόλις Αὐσόνων. Βιθυνία πρὸς τῷ Πόντῳ χώρα ἀπὸ Βιθυνοῦ τοῦ Διὸς καὶ Θρᾴκης τῆς Τιτανίδος, ἣ ἐκ μὲν Διὸς ἔσχε Βιθυνόν, ἐκ δὲ Κρόνου Δόλογκον. Βισαλτία πόλις καὶ χώρα Μακεδονίας ἀπὸ Βισάλ‐ | |
35 | του τοῦ Ἡλίου καὶ Γῆς. Βοιωτία ἀπὸ Βοιωτοῦ Ἰτώνου τοῦ Ἀμ‐ φικτύονος. Κάστωρ δὲ ἀπὸ τῆς καθηγησαμένης Κάδμῳ βοὸς λεχθῆναι τὴν χώραν οὕτως. τινὲς δὲ ὡς οὐκ ὄντας ταῖς διανοίαις τοὺς Βοιωτοὺς ἄγαν εὐκινήτους. ἐκαλεῖτο δὲ καὶ Ἀονία καὶ Μεσσαπία καὶ Ὠγυγία. Βουθία πόλις Ἰωνίας. Θεόπομπος δὲ χωρίον φησί. Βουφία κώμη | |
40 | τῆς Σικυωνίας. Ἔφορος εἰκοστῷ τρίτῳ. Βραχία· οὕτως ἡ Ἀραβικὴ θάλασσα ἐκαλεῖτο. ἐκλήθη δὲ διὰ τὸ ἐν αὐτῇ εἶναι βράχη πλεῖστα. Βρεττία νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ἔχουσα Βρέττιον. ἔστι δὲ καὶ | |
Βρεττία χώρα τῶν Βρεττίων. Ἀντίοχος δὲ τὴν Ἰταλίαν πρῶτόν φησι | 287 | |
3,1288 | κληθῆναι Βρεττίαν, εἶτα Οἰνωτρίαν. Βρικιννίαι πόλις Σικελίας. Βρου‐ τοβρία πόλις μεταξὺ Βαίτιος ποταμοῦ καὶ Τουρδιτανῶν. δηλοῖ δὲ Βρουτούπολιν. τὸ γὰρ βρία τοῦτο σημαίνει ὡς Πολτυμβρία, Σηλυμ‐ βρία. Βρουττία μοῖρα Σικελίας. Βρυστακία πόλις Οἰνωτρῶν. Γαι‐ | |
5 | τουλία χώρα Λιβύης. Γαλατία ἡ χώρα. Γαλλία ἐντὸς Ἄλπεων χώρα. Γεδρωσία χώρα Ἰνδική. Γετία ἡ χώρα τῶν Γετῶν. Γλαυκία πολίχνιον Ἰωνίας. Γουνία χώρα Περραιβίας. γράφεται δὲ καὶ χωρὶς τοῦ υ. Δα‐ κία χώρα πλησίον Βορυσθένους. Δαρδανία ἡ χώρα ἣ καὶ Δαρδανική. Δελματία Ἰταλίας χώρα. Δηλία πόλις Καρίας. Δολοπία χώρα. | |
10 | Δρυμία πόλις Φωκίδος. Δρυοπία τῶν Δρυόπων περὶ Τραχῖνα. Ἐλι‐ μία πόλις Μακεδονίας. Στράβων ἑβδόμῳ (p. 326). ἀπὸ Ἐλύμου τοῦ ἥρωος ἢ ἀπὸ Ἑλένου ἢ ἀπὸ Ἐλύμα τοῦ Τυρρηνῶν βασιλέως. Ἀλέξαν‐ δρος δ’ ἐν Εὐρώπῃ Ἐλίμειον φησὶ διὰ μακροῦ τὴν μει συλλαβήν, τὴν δὲ λι διὰ βραχέος ι. Ἐλλοπία χωρίον Εὐβοίας καὶ αὐτὴ ἡ νῆσος ἀπὸ | |
15 | Ἔλλοπος τοῦ Ἴωνος. ἐλέγετο καὶ ἡ περὶ Δωδώνην χώρα Ἐλλοπία, ἧς οἱ οἰκήτορες Ἑλλοί καὶ Σελλοί. ἔστι καὶ πόλις περὶ Δολοπίαν καὶ χώρα περὶ Θεσπιάς. Εἱλωτία ἡ χώρα. Ἐλπία πόλις ἐν Δαυνίοις, κτίσμα Ῥοδίων. Ἐπουΐα πόλις ἡ νῦν Ἀμβρακία ἡ πρότερον Παραλία. Εὐκρατιδία πόλις Βάκτρων παρὰ τὸν Εὐκρατίδαν. Στράβων ἑνδεκάτῳ | |
20 | (p. 516). Εὐπαλία πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀρτεμίδωρός φησι. Εὐπατρία πόλις Λυδῶν. Ἠλιδία. Ψωφιδία. Ἠμαθία πόλις καὶ χώρα ἡ νῦν Μακεδονία. Θαμία πόλις Θεσσαλίας. Ῥιανὸς ιδʹ Θεσσαλικῶν καὶ Θαμίεια. Θαυμακία πόλις Μαγνησίας. Ὅμηρος (Β 716) «οἱ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο» ἀπὸ Θαυμάκου τοῦ Ποίαντος πα‐ | |
25 | τρός. δευτέρα πόλις κατὰ τὸν Μαλιακὸν κόλπον ἡ καὶ Θαυμακοί. Θεσπρωτία πόλις καὶ χώρα ἔξω τοῦ Ἀμβρακικοῦ κόλπου. Ἰαιτία πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρῳ. Ἰβηρία χώρα ἡ μὲν πρὸς ταῖς Ἡρακλείας στήλαις ἀπὸ Ἴβηρος ποταμοῦ. Ἀρτεμίδωρος ἐν τῇ βʹ τῶν γεωγραφουμένων «ἀπὸ δὲ τῶν Πυρηναίων ὀρῶν ἕως τῶν κατὰ | |
30 | Γάδειρα τόπων καὶ ἐνδοτέρω Ἰβηρία τε καὶ Ἱσπανία καλεῖται. διῄρηται δὲ ὑπὸ Ῥωμαίων εἰς δύο ἐπαρχίας .... διατείνουσα ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἅπασα μέχρι τῆς Καινῆς Καρχηδονίας καὶ τῶν τοῦ Βαίτιος πηγῶν, τῆς δὲ δευτέρας ἐπαρχίας τὰ μέχρι Γαδείρων καὶ Λουσιτανίας». ἡ δὲ πρὸς Πέρσας. Ἰλαττία πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῳ. Ἰνα‐ | |
35 | χία ἡ Πελοπόννησος, οὐ μόνον τὸ Ἄργος, ἀπὸ Ἰνάχου τοῦ ποταμοῦ. Ἰξίαι πληθυντικῶς χωρίον τῆς Ῥόδου ἀπὸ Ἴξου λιμένος. Ἰσινδία χωρίον Ἰωνίας, λέγεται καὶ Ἴσινδα καὶ Ἴσινδος. Κανθηλία πόλις περὶ Καρχηδόνα. λέγεται καὶ Κανθήλη. Ἑκαταῖος Ἀσίᾳ. Κανταβρία χώρα. Στράβων τρίτῃ (p. 157). Καρπηΐα· οὕτως τινὲς Κάλπην πόλιν | |
40 | Βιθυνίας φασίν. Κεκροπία χώρα. Κορησσία πολίχνιον τῆς Κέω καὶ ἐπίνειον. Κωρυκία ἀκρωτήριον Κρήτης καὶ λιμὴν Αἰθιοπίας. Λυδία ἡ χώρα. Ξάνθος ἐν Λυδιακῶν πρώτῳ. Λυκία ἡ χώρα ἀπὸ Λύκου τοῦ | |
Πανδίονος· ἔστι καὶ Λυκία ἡ πρὸς Κιλικίαν, ἧς ἦρχε Σαρπηδών. Λυρ‐ | 288 | |
3,1289 | νατία χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλέξανδρος ἐν δευτέρῳ περὶ Λυκίας. Μαγία πόλις Ἰλλυρίας. Μαριαμμία πόλις Φοινίκων. Μακε‐ τία μοῖρα Μακεδονίας ὡς Μαρσύας ἐν πρώτῳ Μακεδονικῶν «καὶ τὴν Ὀρεστείαν δὲ Μακετίαν λέγουσιν ἀπὸ τοῦ Μακεδόνος», ἀλλὰ καὶ τὴν | |
5 | ὅλην Μακεδονίαν Μακετίαν οἶδεν ὀνομαζομένην Κλείδημος ἐν πρώτῳ Ἀτθίδος «καὶ ἐξῳκίσθησαν ὑπὲρ τὸν Αἰγιαλὸν ἄνω τῆς καλουμένης Μακε‐ τίας». Μαστία πόλις πρὸς ταῖς Ἡρακλείαις στήλαις. Μεδυλλία πόλις, Ἀλβανῶν κτίσις, Ῥωμαίων ἄποικος. Διονύσιος γʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. Μελία πόλις Καρίας. Ἑκαταῖος γενεαλογιῶν δʹ. Ναυπλία, πόλις Ἄρ‐ | |
10 | γους. Στράβων ὀγδόῃ (p. 368) «ἀπὸ τοῦ ταῖς ναυσὶ προσπλεῖσθαι». Ξιλία πόλις Λιβύης. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. Ὀρεστία τὸ ἥμισυ μέρος Μεγάλης Πόλεως ἀπὸ τῆς τοῦ Ὀρέστου παρουσίας. ἔστι καὶ πόλις ἐν Ὀρέσταις, ἐν ὄρει ὑπερκειμένῳ τῆς Μακεδονικῆς γῆς. καὶ ἄλλη ἐν Ἀρκαδίᾳ. Μελανδία χώρα Σιθωνίας. Θεόπομπος τριακοστῷ τρίτῳ Φιλιππικῶν. | |
15 | Μεσσαπία χώρα Ἰαπυγίας προσεχὴς Τάραντι. Μηδία χώρα ταῖς Κασπίαις παρακεκλιμένη πύλαις. Ἑκαταῖος Ἀσίᾳ. ἀπὸ Μήδου υἱοῦ Μη‐ δείας. Μολορχία πόλις Νεμέας ἀπὸ Μολόρχου τοῦ ξενίσαντος Ἡρα‐ κλέα ἀπιόντα ἐπὶ τὸν ἀγῶνα. Μουνυχία λιμὴν Ἀττικῆς ἀπὸ Μονύχου. λέγεται καὶ Μωνυχία. Μοψοπία ἡ Ἀττικὴ ἀπὸ Μόψοπος, Καλλίμαχος. | |
20 | Μυλαντία ἄκρα ἐν Καμίρῳ τῆς Ῥόδου ἀπὸ Μύλαντος τοῦ πρώτου εὑρόντος ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆσιν. Μασαισυλία χώρα Λιβύης προσεχὴς τῇ τῶν Μαυρουσίων. Μυστία πόλις Σαυνιτῶν. Φίλιστος ἑνδε‐ κάτῳ. Ναξία πόλις Καρίας. Ἀλέξανδρος ἐν πρώτῳ περὶ Καρίας. Νο‐ μαντία πόλις Ἰβηρίας. Ἰόβας ἐν δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. λέγε‐ | |
25 | ται δὲ καὶ διὰ τῆς ου. Νοστία κώμη Ἀρκαδίας. Θεόπομπος τριακοστῷ δευτέρῳ Φιλιππικῶν. Ξουθία πόλις Σικελίας. Φίλιστος τρίτῳ Σικελι‐ κῶν. Ὀλβία πόλις Λιγυστική. δευτέρα πόλις ἐν Πόντῳ. τρίτη Βιθυνίας ἀπὸ Ὀλβίας νύμφης. τετάρτη Παμφυλίας, ὡς Φίλων. πέμπτη Ἰβηρίας. ἕκτη Σαρδοῦς. ἑβδόμη Ἰλλυρίας. ὀγδόη Ἑλλησπόντου. ἐνάτη Κιλικίας. | |
30 | Ὀλυμπία ἡ πρότερον Πῖσα λεγομένη. Ὀρτυγία. οὕτως ἐκαλεῖτο ἡ Ἔφεσος. Παμφυλία χώρα προσεχὴς τῇ Ἰσαυρίᾳ. Παλλαντία πόλις Ἰβηρίας. Παραποταμία πόλις Φωκίδος. Πελασγία χώρα τοῦ Ἄρ‐ γους. οὕτως ἐκαλεῖτο καὶ ἡ Ἀρκαδία, ὡς Νικόλαος πέμπτῃ. Πετηλία πόλις Ἰταλική. Πικεντία πόλις Τυρρηνίας. Φλέγων δὲ Πικεντόν αὐτὴν | |
35 | καλεῖ. Περαντία πόλις Αἰτωλίας. Πισιδία χώρα. Πλακεντία πόλις Λιγύρων. Πορθμία καὶ Πόρθμιον κώμη ἐν τῷ στόματι τῆς Μαιώτιδος λίμνης. Πραιτετία χωρίον ἐπὶ τοῦ Ἀδρίου. Πτυχία νῆσος παρὰ τῇ Κερκύρα. Ῥοδία πόλις Λυκίας. Ῥοδουντία χωρίον πλησίον Οἴτης. Ῥοιτία πόλις Βάκτρων. Ῥωμυλία τῶν ἐν Ἰταλίᾳ Σαυνιτῶν πόλις. | |
40 | Σαββατία κώμη Κελτική. Σαγαρτία χερρόνησος παρὰ τῇ Κασπίᾳ θα‐ λάσσῃ. Σαλλεντία πόλις Μεσσαπίων. Σαρματία ἡ χώρα. Σαμυλία πόλις Καρίας Μοτύλου κτίσμα τοῦ τὴν Ἑλένην καὶ Πάριν ὑποδεξαμένου. | |
Σερμυλία πόλις παρὰ τὸν Ἄθω, ὡς Ἑκαταῖος. Σητία πόλις Ἰταλίας | 289 | |
3,1290 | Σινδία πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. Σιντία πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ὡς Εὔδοξος ἐν τετάρτῳ γῆς περιόδου. Σκυθία. Σκυφία πολίχνιον Κλαζομενίων, ὡς Ἔφορος ἐν τρίτῳ «ἐν Σκυφίᾳ κατῴκει». τινὲς δὲ διὰ τοῦ π. Σουματία πόλις Ἀρκαδίας. γράφεται δὲ καὶ διὰ | |
5 | διφθόγγου Σουμήτεια. Στρυβία νῆσος τῶν Σποράδων. Συΐα πόλις μικρὰ Κρήτης. Ταρχία πόλις Σικελική. Φίλιστος ἑβδόμῳ Σικελικῶν. Τερβητία πόλις Σικελίας. Τορρηβία Καρίου μήτηρ. Τραγία νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ πόλις ἐν Νάξῳ. Εὔπολις διὰ τοῦ ε γράφει καὶ πληθυντικῶς Τραγεαί. Τραλλία μοῖρα τῆς Ἰλλυρίας. λέγεται καὶ | |
10 | Τραλλική καὶ Τράλλα. Τριφυλία ἡ Ἦλις. Τρωγιλία τῆς Μυκάλης, ἣ λέγεται καὶ Τρωγίλιον. Ὑαντία πόλις Λοκρῶν. Ὑδραμία πόλις Κρήτης ὡς Ξενίων ὁ τὰ Κρητικὰ γράψας. Φαβία πόλις Κελτογαλατῶν κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονι‐ κῶν. Φαβεντία πόλις Ἰταλίας. Φημίαι πόλις τῆς Ἀρναίας ἀπὸ Φημίου | |
15 | τοῦ Ἄμπυκος. Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Φοιβία πόλισμα Σικυωνίων. Φοιτίαι πόλις Ἀκαρνανίας ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυσκία πόλις Λυκίας ἐφ’ ὑψηλοῦ ὄρους κειμένη. Χαλδία χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων «τὴν .... μέχρι τούτων τῶν | |
20 | βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία». καὶ Ἑκαταῖος «Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν». Χηνοβοσκία πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν Χηνοβόσκιον «ἀντικρὺ δὲ τοῦ Διοσπολίτου νομοῦ Χηνοβόσκιον, μηδὲν εἰς τὴν προσηγορίαν ἐμφέρουσα· νομὰς γὰρ χηνῶν οὐκ ἂν ἴδοι τις, ὑπερβάλλουσαν δὲ τὴν περὶ κροκοδείλους | |
25 | σπουδήν». Χλαμυδία· οὕτως ἐκαλεῖτο Δῆλος. Χορασμία πόλις πρὸς ἕω Πάρθων. Ἑκαταῖος Ἀσίας περιηγήσει «ἐν αὐτοῖσι πόλις Χορασμίη». Ὠγυγία νῆσος ἀρχαία, ἔνθα Ὀδυσσεὺς ἐκ τοῦ ναυαγίου ἐξερρίφη. λέγεται καὶ ἡ Βοιωτία καὶ ἡ Θήβη Ὠγυγία ἀπὸ Ὠγύγου υἱοῦ Τερμέ‐ ρας. ἐλέγετο καὶ ἡ Ἀττικὴ πᾶσα Ὠγυγία, ὡς Χάραξ φησὶν ἐν τοῖς | |
30 | χρονικοῖς. Ὠστία πόλις Ἰταλίας. Ἰόβας ἐν πρώτῳ Ῥωμαϊκῆς ἱστορίας «ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τίβερις, Ὠστία πόλις πλησίον». καὶ Πολύβιος ἕκτῳ «ἔκτισε δὲ καὶ πόλιν Ὠστίαν ἐπὶ τοῦ Τιβέριδος». ἐκτί‐ σθη δ’ ὑπὸ Μαρκίου βασιλέως, τοῦ ἀπὸ Νουμᾶ τρίτου, ὡς Διονύσιός φησιν ἐν Ῥωμαϊκῇ ἀρχαιολογίᾳ. Στράβων δὲ ἐν τῷ εʹ (p. 219) οὕτω | |
35 | φησὶν οὐδετέρως «τὰ Ὤστια τῆς Ῥώμης ἐπίνειον». Οὕτω καὶ Στρα‐ τία Ἀρκαδικὴ πόλις ἀπὸ τῆς θυγατρὸς Φενεοῦ ὀνομασθεῖσα βαρύνεται. Ὅμηρος (Β 606) «Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην» εἰς ἰδιότητα. τὸ γὰρ δηλωτικὸν τοῦ συστήματος τοῦ στρατοῦ μετὰ τῆς αὐτῆς γραφῆς ὀξύνεται. τὸ δὲ ἀξίωμα ἡ στρατεία καὶ διὰ διφθόγγου καὶ | |
40 | βαρύνεται. τὸ δὲ Πλωθιά δῆμος Αἰγηΐδος φυλῆς, Ἁμαξαντιά δῆμος | 290 |
3,1291 | τῆς Ἱπποθοωντίδος φυλῆς, Ἑρχιά δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Ἑρχίου τοῦ ξενίσαντος Δήμητραν, Κρωπιά δῆμος τῆς Λεοντίδος φυλῆς, Ἀνδρο‐ τίων δὲ Κρῶπάς φησι τὸν δῆμον, Λακιά δῆμος τῆς Οἰνηΐδος φυλῆς, Αἰγι‐ λιά δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ὀνόματα δήμων ὀξύνεται, μεθ’ ὧν καὶ | |
5 | Κωπιαί, ὡς ὕστερον Θούριοι πόλις Ἰταλίας ἐκαλεῖτο. ὡσαύτως δὲ ὀξύνον‐ ται καὶ τὸ πυρκαϊά καὶ ἐσχατιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῦντα. Τὰ διὰ τοῦ εια γινόμενα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων παροξύ‐ νεται, ἑρμηνεία, βασιλεία, δουλεία, κολακεία, ῥητορεία, ἱκε‐ τεία, περισσεία, μοιχεία, πορνεία, ἀλαζονεία, εἰρωνεία, | |
10 | πραγματεία, προφητεία, ξενιτεία, ἀλητεία, ἀριστεία, βου‐ λεία, γοητεία, δυναστεία, λαγνεία, νηστεία, λῃστεία, θερα‐ πεία, ξυλεία, τοξεία, ὁπλιτεία, στρατοπεδεία, πολιτεία, τερατεία, πρεσβεία, δεσποτεία, ὑδρεία, ἡνιοχεία, μαστρο‐ πεία, παιδεία ἡ παίδευσις, παιδιά δὲ τὸ παίγνιον, τὸ δὲ παρειά | |
15 | καὶ φορβειά καὶ φορειά ὁ βόρβορος καὶ στελειά ὀξύνονται· οὐ γὰρ ἀπὸ τῶν διὰ τοῦ ευω καὶ ἐπὶ οὐσίας τίθενται. τὸ δὲ ἀρειά ἡ ἀπειλή παράλογόν ἐστι καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὸν χρόνον· οὔτε γὰρ ὀξύνεσθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ α· τὰ γὰρ διὰ τοῦ εια ὀξυ‐ νόμενα ἐκτείνοντα τὸ α ἐπὶ οὐσιῶν λαμβάνεται οἷον παρειά «παρειάων | |
20 | ἁπαλάων» (Σ 123), φορβειά· σημαίνει δὲ τὸ περιστόμιον. εἰ οὖν τὸ ἀρειά οὐ τίθεται ἐπὶ οὐσίας, ἀλλ’ ἐπὶ πράγματος, τὴν γὰρ ἀπειλὴν σημαίνει, δηλονότι οὔτε ὀξύνεσθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ α, ἀλλ’ ἡμάρτηται, ὡς εἴρηται· ἐπὶ δὲ τοῦ φυτοῦ ἀρία διὰ τοῦ ι καὶ παρ‐ | |
οξύνεται «χήτει τοι πρινῆς ἀρίας ποιούμεθα γόμφους» ὡς παρ’ Εὐπόλιδι. | 291 | |
3,1292 | Τὰ διὰ τοῦ ια μακρὸν τὸ α ἔχοντα παροξύνεται, ἀνία ἡ λύπη ἡ ἄνευ ἰάσεως, φιλία, πενία, ξενία, κακία, κοπία, μανία, γωνία, ἀγλαΐα, σοφία, ὑπερηφανία, εὐκαιρία, ἀεργία, προεδρία, συνεδρία, φιλανθρωπία, ἀσωτία, ἐμπορία, παρθενία, συνο‐ | |
5 | δία, φιλοπτωχία, εὐχαριστία, ἡγεμονία, κηδεμονία, ἁρμο‐ νία, εὐωδία, δυσωδία, εὐφυΐα, ἀφυΐα, εὐτυχία, τριετία, εὐ‐ σεβία, ὃ καὶ εὐσέβεια, ἀμελία καὶ ἀμέλεια, συνηθία καὶ συνήθεια, κακοηθία καὶ κακοήθεια, αὐθαδία καὶ αὐθάδεια, τὸ δὲ ἀμαθία διὰ βραχέος ι γράφεται, τὸ δὲ ἀνδρεία διὰ τῆς ει διφθόγγου γράφει ἡ | |
10 | παράδοσις. * Τὰ ἀπὸ τῶν εἰς ις διὰ τοῦ ια γινόμενα παροξύνεται, κόνις κό‐ νιος κονία, ᾗ ἔγκειται ἡ κόνις, Κύπρις Κύπριος Κυπρία. Τὰ διὰ τοῦ ια παρὰ μελλόντων γινόμενα παροξύνεται, ὀρέξω ἀνο‐ ρεξία, πέψω ἀπεψία, δώσω δοσία, προδώσω προδοσία, πανδο‐ | |
15 | σία· ἔστι δὲ καὶ Πανδοσία φρούριον Βρεττίων ἐρυμνὸν τρικόρυφον, περὶ ὃ ἐφθάρη Ἀλέξανδρος ὁ Μολοττός, ἀπατηθεὶς ὑπὸ χρησμοῦ τοιού‐ του «Πανδοσίη τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις». ἔδοξε γὰρ πολε‐ μίων, οὐκ οἰκείων φθορὰν δηλοῦσθαι (Strab. 6 p. 256). ἔστι δὲ καὶ πόλις Θεσπρωτίας. θεοδοσία καὶ Θεοδοσία Ταυρικὴ πόλις παραλία. | |
20 | Στράβων ζʹ (p. 309). θύσω θυσία, ἄξω ἀξία, θήσω θεσία «πῇ δὴ συνθεσίαι τε» (Il. Β 339), ἥσω ἑσία καὶ ἐξεσία «τῶν ἕνεκ’ ἐξεσίην» (Od. φ 20), λούσω λουσία ἀλουσία, ἕξω ἑξία εὐεξία, τὸ δὲ «πᾶσά τοι ἔσθ’ ὑποδεξίη» (Ι 73) ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ ι. ἀγνοίᾳ μέντοι τἀκριβοῦς διὰ τοῦ ει διφθόγγου τὴν γραφὴν ποιοῦνται, | |
25 | καὶ οὕτως ἔχει ἡ τῶν ἀντιγράφων. Τὰ εἰς σια τὸ α μακρὸν ἔχοντα βαρύνεται, ἀθανασία, διχοστα‐ | |
σία, προστασία, ἱκεσία, Ἀρσυσία χώρα τῶν Ψύρων καὶ Χίου τρα‐ | 292 | |
3,1293 | χεῖα καὶ ἀλίμενος ὅσον σταδίων τριάκοντα, οἶνον ἄριστον ἔχοντα κα‐ λούμενον Ἀρσυηνόν, οὗ μέμνηται Στράβων ιδʹ (p. 645). Ἀστερουσία ὄρος Κρήτης πρὸς τὸ νότιον μέρος ἀποβλέπον εἰς θάλασσαν, ἀφ’ οὗ καὶ πόλις περὶ τὸν Καύκασον Σινδικὴ Ἀστερουσία κέκληται, Κρητῶν | |
5 | ἀποικίας ἐκεῖ σταλείσης. Γυμνησίαι δύο νῆσοι περὶ τὴν Τυρσηνίδα. Λυκόφρων (v. 633) οἱ δ’ ἀμφικλύστους χοιράδας Γυμνησίας σισυρνοδῦται καρκίνοι πεπλωκότες ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον. | |
10 | Κορησσία πολίχνιον τῆς Κέω. Κραβασία πόλις Ἰβήρων. Ἑκαταῖος Εὐρώπῃ. Δελφουσία πόλις Ἀρκαδίας ὡς Ἀνδροτίων ἐν βʹ Ἀτθίδος. Διονυσία πόλις Ἰταλίας. Δονουσία νῆσος μικρὰ Ῥόδου, εἰς ἣν Διόνυσος ἐξ Νάξου τὴν Ἀριάδνην μετεκόμισε τοῦ πατρὸς Μίνω διώ‐ κοντος αὐτήν. ἔοικε οὖν Διονυσία εἶναι καὶ κατὰ παραφθορὰν Δονου‐ | |
15 | σία. Μασσία χώρα παρακειμένη τοῖς Ταρτησσίοις. Ἑκατησία· οὕτως ἡ Ἰδριὰς πόλις ἐκαλεῖτο Καρίας. Μολοσσία ἡ χώρα τῆς Ἠπείρου. Μυσία ἡ χώρα καὶ πόλις. Λυδοὶ δὲ τὴν ὀξύην μυσόν φασι. Νικασία νησίδιον μικρὸν πλησίον Νάξου. Παρρασία πόλις Ἀρκαδίας. Ὅμηρος (Β 608) «Στύμφηλόν τ’ εἶχον καὶ Παρρασίην ἐνέμοντο» ἀπὸ Παρράσου | |
20 | ἑνὸς τῶν Λυκάονος παίδων. Χάραξ δὲ κτίσμα Πελασγοῦ ἐν πρώτῳ χρονι‐ κῶν οὕτως «Πελασγὸς Ἀκέστορος παῖς τοῦ Ἐκβάσου τοῦ Ἄργου μετοι‐ κήσας εἰς Ἄργους εἰς τὴν ἀπ’ ἐκείνου μὲν τότε Πελασγίαν, ὕστερον δὲ Ἀρκαδίαν ἐβασίλευσεν ἔτη εἰκοσιπέντε καὶ πόλιν Παρρασίαν ἔκτισε». Νικάνωρ δὲ Παρβασίαν φησὶν αὐτὴν κεκλῆσθαι διὰ τὴν Λυκάονος εἰς | |
25 | τὸν Δία παρανομίαν. Πειρασία πόλις Μαγνησίας. λέγεται καὶ Πει‐ ρεσία. Περουσία πόλις Τυρρηνῶν. γράφεται δὲ διχῶς καὶ διὰ τοῦ ο καὶ δίχα αὐτοῦ. Πρυμνησία πόλις Καρίας, ἣν ἔκτισε Μίμαιθος Ῥαδανουσία πόλις Μασσαλίας. Ῥοδανουσία πόλις ἐν Μασσαλίᾳ. Ταυρασία πόλις Ἰταλίας. Χαδισία πόλις Λευκοσύρων. Ἑκαταῖος | |
30 | γενεαλογιῶν δευτέρῳ «ἡ δὲ Θεμισκύρη πεδίον ἐστὶν ἀπὸ Χαδισίης μέχρι Θερμώδοντος». Μένιππος δὲ Χαδίσιον κώμην καὶ ποταμὸν ἐν περίπλῳ τῶν δύο Πόντων φησίν «ἀπὸ τοῦ Λυκάστου εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδια ἑκατὸν πεντήκοντα, ἀπὸ Χαδισίου ἐπὶ τὸν Ἶριν ποτα‐ μὸν στάδια ἑκατόν». Χαλισία πόλις Λιβύης. Ἔφορος ἐν τῷ εʹ «ἀνα‐ | |
35 | χθέντι δ’ ἀπὸ τούτων πόλις ὀνομαζομένη Χαλισία». Χαρισίαι πόλις Ἀρκαδίας ἀπὸ Χαρισίου παιδὸς Λυκάονος. Παυσανίας ὀγδόῳ (3, 4) «ὠνομάσθησαν δὲ καὶ ἀπὸ Κρώμου Κρῶμοι καὶ Χαρισίαι Χαρίσιον ἔχουσαι οἰκιστήν». Χορσία πόλις Βοιωτίας. Παυσανίας ἐνάτῳ (24, 5) «ἐκ δὲ | |
Κυρτώνων ὑπερβάλλοντι τὸ ὄρος πόλισμά ἐστι Χορσίας». Ὠρισία πόλις | 293 | |
3,1294 | Ἰβηρίας. Λαμουσία ἡ παρὰ Λάμον ποταμὸν Κιλικίας χώρα, ὡς Ἀλέ‐ ξανδρος ὁ πολυίστωρ ἐν πρώτῳ Λυκιακῶν. Λευκωσία νῆσος μία τῶν Σειρηνουσῶν. Σελλασία πόλις Λακωνική. Θεόπομπος ἐν τετάρτῳ Ἑλληνικῶν. Ἀμαθουσία. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Κυπαρισσία | |
5 | πόλις τῆς Τριφυλίας. Θηρασία νῆσος ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ Κυρηναίας, τὸ α μακρὸν «μεταξὺ τῆς Θήρας τε καὶ Θηρασίας». Ἀρα‐ χωσία πόλις οὐκ ἄπωθεν Μασσαγετῶν Στράβων ἑνδεκάτῃ (p. 513) ἥτις καὶ Κωφήν ἐκαλεῖτο. Δρεσία πόλις Φρυγίας. Καλησία πόλις Αὐ‐ σονική. Διονύσιος τρισκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Καρπασία | |
10 | πόλις Κύπρου, ἣν Πυγμαλίων ἔκτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπρια‐ κοῖς. ἔστι καὶ νῆσος Καρπασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐτήν φησι. Δημήτριος δ’ ὁ Σαλαμίνιος Καρ‐ βασίαν φησίν, ὅτι πρὸς τὸν καλούμενον κάρβαν ἄνεμον κεῖσθαι δοκεῖ. Μαγνησία πόλις παρὰ τῷ Μαιάνδρῳ καὶ χώρα ἀπὸ Μάγνητος. Ὑπε‐ | |
15 | ρασία πόλις Ἀχαΐας. «οἵ θ’ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν». Ὅμηρος (Β 573). κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηΐδος. καὶ πόλις Σικελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. Ῥυσία πόλις Βοιωτίας. Φαλαισίαι πόλις Ἀρκα‐ δίας. Παυσανίας ὀγδόῳ (35, 3). Ἀσία πόλις Λυδίας παρὰ τῷ Τμώλῳ, | |
20 | ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα, διὸ καὶ Ἀσιὰς ἐκλήθη. καὶ Ἀσία ἡ ἤπει‐ ρος· οἱ μὲν ἀπὸ πόλεως Λυδίας, οἱ δὲ ἀπὸ Ἀσίου τοῦ Λυδοῦ ἢ ἐκ τῆς Προμηθέως γυναικὸς ἢ ἀπὸ τοῦ πολλὴν ἄσιν ἔχειν τουτέστιν ἰλύν. ἔστι καὶ Ἀσία νῆσος Αἰθιοπίας. εἴ τι δὲ ὀξυνθῇ, ὄνομα δήμου ἐστὶν ἢ περιεκτικὸν ὑπάρχει. τὸ μὲν προστασιά καὶ πρασιά καὶ τρασιά | |
25 | ὁ τόπος ὅπου ξηραίνονται τὰ σῦκα, καὶ αἱμασιά ὡς ἔννοιαν περιεκτι‐ κῶν ἔχοντα ὀξύνεται. τὸ δὲ Κηφισιά καὶ Ἐπικηφισιά δῆμος τῆς Οἰνηΐδος φυλῆς καὶ Ὑσιά καὶ Λουσιά δῆμος τῆς Οἰνηΐδος φυλῆς ἀπὸ Λουσίας μιᾶς τῶν Ὑακίνθου θυγατέρων, καὶ Πρασιαί δῆμος Πανδιο‐ νίδος φυλῆς—ἔστι καὶ Λακωνικὸν πολίχνιον—ὀνόματα δήμων, μεθ’ | |
30 | ὧν καὶ Βρασιαί πόλις Λακωνικὴ—Παυσανίας τρίτῳ (21, 7 et 24, 3) καὶ Βρυσιαί πόλις Ἤλιδος. Τὰ διὰ τοῦ νια μακρὸν ἔχοντα τὸ α βαρύνεται, κονία, πενία, | |
γειτονία, μανία, γωνία, ξενία, ἀνία, ἁρμονία, ταινία, ἀκρωνία | 294 | |
3,1295 | τὸ σύστημα καὶ ἄθροισμα ὡς Αἰσχύλος «ἠδ’ ἀκρωνία κακοῦ—λευσμόν τε» (Eum. 187). Χιτωνία· οὕτως ἡ Ἄρτεμις ἐλέγετο, ὡς Παρμένων ὁ Βυζάντιος καὶ Ἐπίχαρμος ἐν Σφιγγί «καὶ τὸ τᾶς Χιτωνίας αὐλησάτω τίς μοι μέλος». Ἀζανία μέρος τῆς Ἀρκαδίας. λέγεται καὶ Ἀζηνία. | |
5 | Εὔδοξος ἐν ἕκτῃ γῆς περιόδου φησίν· «ἔστι κρήνη τῆς Ἀζηνίας, ἣ τοὺς γευσαμένους τοῦ ὕδατος ποιεῖ μηδὲ τὴν ὀσμὴν τοῦ οἴνου ἀνέχεσθαι, εἰς ἣν λέγουσι Μελάμποδα, ὅτε τὰς Προιτίδας ἐκάθαιρεν, ἐμβαλεῖν τὰ καθάρματα». ἔστι δὲ καὶ Μασσαλίας ἄλλη, ὡς Φίλων. Ἀθαμανία χώρα Ἰλλυρίας, οἱ δὲ Θεσσαλίας. Αἱμονία ἡ Θετταλία ἀπὸ Αἵμονος. | |
10 | εἰσὶ δὲ καὶ Αἱμονιαί πόλις Ἀρκαδίας ἀπὸ Αἵμονος τοῦ Λυκάονος παιδός, ὡς Παυσανίας ὀγδόῳ περιηγήσεως Ἑλλάδος (44, 1). Ἀκαρ‐ νανία χώρα κεχωρισμένη τῶν Κουρήτων πρὸς τῷ Ἀχελῴῳ. Ἀκμο‐ νία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυ‐ γίας. κτίσαι δὲ αὐτὴν Ἄκμονα τὸν Μάνεω. λέγεται καὶ Ἀκμόνεια. Ἀλ‐ | |
15 | βανία χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν. Ἀμαζονία πόλις Μεσσαπίας. Ἀμμωνία ἡ μεσόγειος Λιβύη. καὶ αὐτὴ δὲ πᾶσα ἡ Λιβύη οὕτως ἐκα‐ λεῖτο ἀπὸ Ἄμμωνος. Ἀμυθαονία μοῖρα τῆς Ἤλιδος ἀπὸ Ἀμυθάονος τοῦ Κρηθέως, ὡς Ῥιανός. Ἀπολλωνία. αʹ πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατ’ Ἐπίδαμνον. βʹ ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσῷ, ἀποικία | |
20 | Μιλησίων καὶ Ῥοδίων. γʹ Μακεδονίας. δʹ πόλις Λιβύης. εʹ ἐν νήσῳ τῆς Ἀκαρνανίας, μία τῶν Ἐχινάδων. ϛʹ ἐν Κρήτῃ πρὸς τῇ Κνωσσῷ. ζʹ πλησίον Ἀλοντίνων καὶ Καλῆς ἀκτῆς. ηʹ Μυσίας. θʹ πόλις Μυσίας ἐπὶ Ῥυνδάκῳ ποταμῷ. ιʹ κατὰ Θυάτειρα καὶ Ἔφεσον. ιαʹ Φωκίδος, ἣν Ὅμηρος Κυπάρισσόν φησι διὰ τὸ πολλὰς ἔχειν κυπαρίσσους, ὡς | |
25 | Δίδυμος. ιβʹ περὶ τὴν κοίλην Συρίαν. ιγʹ κατὰ Ἰόπην. ιδʹ τῆς Μεσο‐ ποταμίας. ιεʹ Λιβύης, ἣ Κυρήνη ἐκαλεῖτο. ιϛʹ Λυδίας. ιζʹ Πισιδίας ἡ πρότερον Μορδιάειον. ιηʹ Φρυγίας, ἡ πάλαι Μάργιον. ιθʹ ἐν Σίφνῳ τῇ νήσῳ. κʹ Συρίας κατ’ Ἀπάμειαν. καʹ νῆσος πρὸς τῇ Λυκίᾳ. κβʹ τῶν ἐπὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν (Philipp. 3 p. 117). | |
30 | κγʹ Κρήτης ἡ πάλαι Ἐλεύθερνα Λίνου πατρίς. κδʹ ἐν Αἰγύπτῳ. κεʹ μεταξὺ Βαβυλῶνος καὶ Σούσων. Ἀρμενία χώρα πλησίον τῶν Περσῶν ἀπὸ Ἀρμένου τοῦ Ῥοδίου, ὡς Ἀντίπατρος ἐν τρίτῳ περὶ Ῥόδου. Ἀσκανία πόλις Τρωϊκή. Νικόλαος τετάρτῃ ἱστοριῶν «Σκαμάνδριος Ἕκτορος καὶ Ἀνδρομάχης ἐκ τῆς Ἴδης καὶ τοῦ Δασκυλείου καὶ τῆς | |
35 | Ἀσκανίας καλουμένης, ἣν ἔκτισεν ὁ Αἰνείου παῖς Ἀσκάνιος» .... οὐ μόνον δὲ ἡ λίμνη, ἀλλὰ καὶ ἡ χώρα δισσὴ καὶ ὁμώνυμος, ἡ μὲν Φρυ‐ γίας, ἡ δὲ Μυσίας, ἀμφοτέρων δὲ μνημονεύει ὁ ποιητής, τῆς Φρυγίας | |
μὲν «Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ’ ἐξ Ἀσκανίης» | 295 | |
3,1296 | (Β 862), τῆς δὲ Μυσίας «οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοι‐ βοί» (Il. Ν 793). Ἀχαιμενία ἡ Περσικὴ μοῖρα ἀπὸ Ἀχαιμένους υἱοῦ Περσέως. λέγεται καὶ Ἀχαιμένιον. Ἀνδανία πόλις Μεσσήνης ὁμώ‐ νυμος τῇ χώρᾳ. οὕτω γὰρ καὶ ἡ Μεσσήνη Ἀνδανία ἐκαλεῖτο, ἣν οἰ‐ | |
5 | κῆσαί φασί τινας τῶν Κρεσφόντου καὶ οὕτως καλέσαι διὰ τὸ μὴ ἁνδά‐ νειν αὐτοῖς. Ἀτιντανία μοῖρα Μακεδονίας ἀπὸ Ἀτιντᾶνος υἱοῦ Μακεδόνος. Αὐσονία ἡ χώρα. Ἰωνία. οὕτως ἡ Ἀττικὴ πρότερον ἀπὸ Ἴωνος τοῦ Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ἐρεχθέως. «οὕτω μὲν οἱ Ἀθηναῖοι. ἐν μέντοι Δωριεῦσιν Αἰτωλοί, ἐν δὲ Αἰολεῦσι Βοιωτοί, | |
10 | ἐν δὲ τοῖς Ἴωσιν Ἀθηναῖοι». Βαγαδαονία μοῖρα Καππαδοκίας νοτιω‐ τάτη. Βιστονία πόλις Θρᾴκης ἀπὸ Βιστόνος τοῦ Ἄρεος καὶ Καλλιρρόης τῆς Νέστου. Γαστρωνία χώρα Μακεδονίας. Θεόπομπος νδʹ. Γερηνία πόλις Μεσσηνίας, ἔνθα, φασί, Νέστωρ ὁ Πύλιος ἐτράφη ἢ φυγὰς ἤχθη. ἀπὸ εὐθείας τῆς ἡ Γέρηνος. Γορδυνία πόλις Μακεδονίας. Ἠσιονία ἡ | |
15 | Σάρδεων χώρα ἡ καὶ Ἀσία. Μαιονία ἡ Λυδία ἀπὸ Μαίονος ποταμοῦ τοῦ περὶ τὴν Ἀχαιΐδα ῥέοντος ἢ ἀπὸ Μαίονος τοῦ οἰκιστοῦ. Καττα‐ βανία κατοικία τῆς εὐδαίμονος Ἀραβίας. Στράβων ἑκκαιδεκάτῃ (p. 768) «φέρει δὲ λιβανωτὸν ἡ Κατταβανία, σμύρναν δὲ ἡ Χατραμωτῖτις». Κυδωνία πόλις Κρήτης ἡ πρότερον Ἀπολλωνία ἀπὸ Κύδωνος τοῦ | |
20 | Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρός. δευτέρα Σικελίας. τρίτη Λιβύης. Λακινία ἡ χώρα. Μακεδονία ἡ χώρα ἀπὸ Μα‐ κεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος ὥς φησιν Ἡσίοδος ὁ ποιητής ἡ δ’ ὑποκυσαμένη Διῒ γείνατο τερπικεραύνῳ | |
25 | υἷε δύω, Μάγνητα Μακεδόνα θ’ ἱππιοχάρμην, οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματ’ ἔναιον. ἄλλοι δ’ ἀπὸ Μακεδόνος τοῦ Αἰόλου, ὡς Ἑλλάνικος ἱερειῶν τρίτῃ τῶν ἐν Ἄργει «καὶ Μακεδόνος τοῦ Αἰόλου οὕτω νῦν Μακεδόνες καλοῦνται, μόνοι μετὰ Μυσῶν τότε οἰκοῦντες». Κεβρηνία χώρα τῆς Τρῳάδος | |
30 | ἀπὸ Κεβρῆνος ποταμοῦ, ἄλλοι δὲ ἀπὸ Κεβριόνου τοῦ Πριάμου. Μα‐ ραθωνία πόλις Θρᾴκης οὐκ ἄπωθεν Ἀβδήρων. Κρητινία τόπος Ῥόδου. Καυλωνία πόλις Ἰταλίας, ἣν Αὐλωνίαν Ἑκαταῖος καλεῖ διὰ τὸ μέσην αὐλῶνος εἶναι. ἀπὸ γὰρ τοῦ αὐλῶνος Αὐλωνία ὕστερον μετωνομάσθη Καυλωνία ὡς ἀπὸ Μετάβου ἥρωος Μεταπόντιον καὶ Ἐπί‐ | |
35 | δαυρος Ἐπίταυρος καὶ αἱ Κλαζομεναί Πλαζομεναί. ἔστι δὲ καὶ ἄλλη Σικελίας. ἔστι δὲ καὶ ἄλλη Λοκρῶν. Καταονία μοῖρα ἐσχάτη τοῦ Ταύ‐ ρου. Στράβων δὲ (12 p. 533) Καππαδοκίας ταύτην φησίν. Κοινία μία τῶν Ἀμαζόνων. Ἰουερνία νῆσος Πρεττανική. Βονωνία πόλις Ἰτα‐ λίας. Ἱσπανία ἀπὸ Ἱσπάνου γίγαντος οὕτω λεγομένου δύο τῆς Ἰτα‐ | |
40 | λίας ἐπαρχίαι ἡ μὲν μεγάλη ἡ δὲ μικρά. ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ χρονικῶν «ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇ ἔξω Λουσιτανῶν πάλιν ἀποστάντων ἐπέμφθη ὑπὸ Ῥωμαίων στρατηγὸς ἐπ’ αὐτοὺς Κΰιντος». ὁ αὐτὸς ὁμοῦ | |
ὑπὲρ τῶν δύο «Κύϊντος ὁ τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις | 296 | |
3,1297 | ταῖς Ἱσπανίαις, ἡσσώμενος δὲ ὑπὸ Οὐιριάθου σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο». ταύτην κεκλῆσθαί φησιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ «τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτα Ἰβηρίαν ἐκάλουν, οὔπω ξύμπαντος τοῦ ἔθνους τὴν προσηγορίαν μεμαθηκότος, ἀλλ’ ἀπὸ μέρους τῆς γῆς, ὅ ἐστι | |
5 | πρὸς ποταμὸν Ἴβηρα, Ἰβηρίαν καὶ ἀπ’ ἐκείνου ὀνομάζονται, τὴν πᾶσαν οὕτω καλοῦντες. ὕστερον δέ φασιν αὐτὴν μετακεκλῆσθαι Πανίαν». Καμ‐ μανία μοῖρα Θεσπρωτίας. μετωνομάσθη δὲ Κεστρινία. Γρηστωνία χώρα Θρᾴκης πρὸς τῇ Μακεδονίᾳ. Θουκυδίδης δευτέρᾳ (99, 100). Δαρδανία· οὕτω πρότερον ἐκαλεῖτο ἡ Σαμοθρᾴκη· καὶ Δαρδανία χώρα | |
10 | Τρῳάδος, ἣ Τευκρὶς πρότερον ἐκαλεῖτο. Δαρσανία πόλις Ἰνδική. Διωνία πόλις, ἣν συγκαταλέγει ταῖς Κυπρίαις πόλεσι Θεόπομπος πεντε‐ καιδεκάτῃ Φιλιππικῶν. Ἐλινία χώρα Θεσπρωτίας. Ζειρηνία πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν γʹ. Ζηρανία χώρα Θρᾴκης. Ἔφορος εἰκοστῷ ἑβδόμῳ. Καρμανία χώρα τῆς Ἰνδικῆς. Στράβων πεντεκαιδε‐ | |
15 | κάτῃ (p. 724). Καρνία πόλις Ἰωνίας. Νικόλαος τετάρτῳ. Κρημνία· οὕτως πρότερον ἐκαλεῖτο Γόρτυν πόλις Κρήτης. Θυνία ἡ χώρα τῶν Θύνων. Καστανία πόλις πλησίον Τάραντος. Κηφηνία ..... Χθο‐ νία· οὕτως καλεῖται ἡ Κρήτη. Λουσιτανία ὅμορος τῆς Βαιτίκης. Λυκαονία χώρα Λυκίας τε καὶ Ἰσαυρίας. Μαριανδυνία χώρα τοῦ | |
20 | Πόντου. Εὔπολις Χρυσῷ γένει «ὁρῶ. θεῶ νῦν τήνδε Μαριανδυνίαν». ἀπὸ Μαριανδυνοῦ τινος Αἰολέως. Μαυριτανίαι δύο, ἡ μὲν Τιγγι‐ τανή, ἡ δὲ Καισαρησία. Μιλωνία πόλις Σαυνιτῶν ἐπιφανεστάτη. Διο‐ νύσιος ιζʹ. Μυγδονία μοῖρα Μακεδονίας καὶ ἑτέρα Φρυγίας τῆς μεγάλης. ἀπὸ Μυγδόνος. ἐλέγετο καὶ Μυχθονία. Μυονία πόλις Φωκίδος. | |
25 | Παυσανίας ιʹ (c. 38, 8). λέγεται καὶ Μύων. Μυρμιδονία χώρα τῶν Μυρμιδόνων· οὕτω γὰρ ἡ Αἴγινα ἐκλήθη. Ναρνία πόλις Σαυνιτῶν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Νάρνου, ὡς Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Νικωνία πόλις ἐν τῷ Πόντῳ πρὸς ταῖς ἐκβολαῖς τοῦ Ἴστρου. Στράβων ἑβδόμῃ (p. 306). Ξιφωνία πόλις Σι‐ | |
30 | κελίας. Θεόπομπος Φιλιππικῶν τριακοστῷ ἐνάτῳ. Ξυνία πόλις Θεσ‐ σαλίας. Πολύβιος ἐνάτῳ. Παιονία. Πανία ἐπίνειον Κιλικίας περὶ τὸ Ἀλήϊον πεδίον. οὕτως ἐκαλεῖτο καὶ ἡ Ἀρκαδία. Παρθενία κώμη Πόντου πλησίον καὶ Σάμος πρότερον ἐκλήθη Παρθενία. Παφλαγονία ἀπὸ Παφλαγόνος τοῦ Φινέως παιδός. Πελαγονία χώρα Σικελίας. | |
35 | Πηλαγονία μοῖρα Μακεδονίας. Πολυρρηνία πόλις Κρήτης ἀπὸ τοῦ πολλὰς ῥῆνας τουτέστι πρόβατα ἔχειν. Ποσειδωνία πόλις Ἰταλίας. Ποτιδανία πόλις Αἰτωλίας. Ῥιζηνία πόλις Κρήτης. Ῥιθυμνία πόλις Κρήτης. Σατορνία ἡ Ἰταλία πρῶτον ἐκαλεῖτο. Σιγνία πόλις Ἰταλίας, ὡς Στράβων πέμπτῃ (p. 237). Σιδωνία πόλις Τρῳάδος. Σιθωνία | |
40 | μέρος Θρᾴκης. Σικανία ἡ περίχωρος Ἀκραγαντίνων. Τελχινία πρότερον ἡ Σικυὼν ἐκαλεῖτο καὶ ἡ Κρήτη. Σιωνία πόλις Ποντική. Ταρκυνία πόλις Τυρρηνίδος ἀπὸ Τάρκωνος. Κρανία· οὕτως ἐκαλεῖτο | |
Ταρσὸς ἀπὸ κρανίου. Ὑττηνία πρότερον ἐκαλεῖτο τετράπολις τῆς | 297 | |
3,1298 | Ἀττικῆς. Τευθρανία Μυσίας πόλις ἀπὸ Τεύθραντος. Τιβαρηνία χώρα πρὸς τῷ Πόντῳ πρόσοικος Χάλυψι καὶ Μοσσυνοίκοις. Τουρδη‐ τανία χώρα τῆς Ἰβηρίας, ἣ καὶ Βαιτίκη καλεῖται παρὰ τὸν Βαῖτιν ποταμόν. Ἀρτεμίδωρος δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ. Σαρωνία ἐκα‐ | |
5 | λεῖτο Τροιζήν. Τυρρηνία χώρα πρὸς τῷ Ἀδρίᾳ. ἔστι καὶ Τυρρηνία πόλις, ἣ λέγεται καὶ Τυρρηνή. Ὑρκανία πόλις Θρᾴκης. Χαονία μέση τῆς Ἠπείρου. Χαττηνία χώρα τρίτη Γερραίων. Πολύβιος ιγʹ «ἔστι δ’ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύα‐ σται διὰ τὴν εὔκαιρον τῶν Γερραίων. οὗτοι γὰρ αὐτὴν νέμονται». ἔστι | |
10 | δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. Χωνία χώρα Οἰνωτρῶν. Λυκόφρων (v. 983) «ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν». —τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι—δύο δέ εἰσι κεκλημένη ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν τοῖς παντοδαποῖς—καὶ τὸ Ἁζηνιά δῆμος ἐν Ἀττικῇ τῆς Ἱππο‐ | |
15 | θοωντίδος φυλῆς. καὶ ἔτι τὸ ἱμονιά τὸ ἀντλητήριον παρ’ Ἀττικοῖς ὀξύνεται. τὸ δὲ ἁρμονιῇσιν «γόμφοισιν δ’ ἄρα τήν γε καὶ ἁρμονιῇ‐ σιν ἄρασσεν» (ε 248) ἐστὶν Ἰώνων καταβιβασμός. Τὰ εἰς α μακρὸν τῇ ρι παραληγόμενα παροξύνεται, αἰθρία, κο‐ πρία, ὑδρία ἐπὶ τοῦ ἀγγείου, ἐπὶ δὲ τῆς ἱδρεύσεως ὑδρεία, φατρία | |
20 | καὶ φρατρία, ὅ ἐστιν τρίτον φυλῆς, ἥν τινες τριττὺν λέγουσιν. θεω‐ ρία. Ἀλλαρία πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῃ. Ἀρία Περσικὴ χώρα ὡς Ἑλλάνικος. Ἀερία ἡ Αἴγυπτος παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεσσαν αὐτήν φασιν. ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλό‐ δωρος ἐν χρονικῶν τετάρτῳ. καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ ἐλέγετο | |
25 | νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος. ὅτι δὲ καὶ οὕτως ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀσσυρία χώρα περὶ Βαβυλῶνα. Ἀστερία πόλις Συρίας. λέγεται καὶ | |
30 | Ἀστερίς. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν (Od. δ 844). οὕτως ἐκαλεῖτο καὶ Δῆλος. Βαρβαρία χώρα παρὰ τὸν Ἀράβιον κόλπον. Μηλαρία πόλις ἐπὶ τοῖς πέρασι ἀπὸ τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. Γαλαρία χώρα Σικελίας. Διακρία φυλὴ τῆς Ἀττι‐ | |
35 | κῆς, ἣν ᾤκει Πάλλας ὁ Πανδίονος υἱός. Εὐπορία πόλις Μακεδονίας, | 298 |
3,1299 | ἣν Ἀλέξανδρος ταχέως νικήσας ἔκτισε καὶ ὠνόμασε διὰ τὸ εὔπορον. Θουρία πόλις Ἰταλίας, ἣ καὶ Θούριοι καὶ Θούριον. ἔστι δὲ καὶ Μεσ‐ σηνίας πόλις. Παυσανίας δὲ (4, 31, 1) Ἄνθειαν αὐτήν φησι. τινὲς δὲ Θουνίαν. Θυμιατηρία πόλις Λιβύης. Ἰκαρία δῆμος τῆς Αἰγηΐ‐ | |
5 | δος φυλῆς ἀπὸ Ἰκαρίου τοῦ πατρὸς Ἠριγόνης. Ἰλλυρία χώρα πλη‐ σίον τοῦ Παγγαίου ἀπὸ Ἰλλυριοῦ τοῦ Κάδμου παιδός. Ἰσαυρία με‐ ταξὺ Λυκαονίας καὶ Κιλικίας πρὸς τῷ Ταύρῳ. Ἰστρία χώρα κατὰ τὸν Ἰόνιον κόλπον. ἑσπερία ἡ δύσις καὶ τὸ δυτικὸν μέρος. Καβειρία πόλις τῆς κάτω Ἀσίας ἡ καὶ Κάβειρος καὶ Καβείριον. Καλαβρία χω‐ | |
10 | ρίον πλησίον τῆς Ἰταλίας. Καμαρία πόλις Ἰταλική. «Ἀλβανῶν ἀπό‐ κτισις», Διονύσιος δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Καπρία νῆσος Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. λέγονται καὶ Καπριαί. Καρία ἡ χώρα. ἐκαλεῖτο δὲ καὶ ἡ Μεγάρων ἀκρόπολις Καρία ἀπὸ Καρὸς τοῦ Φορω‐ νέως. Κρουστομερία πόλις Σαβίνων ἀντιστᾶσα Ῥωμύλῳ. Διονύσιος | |
15 | δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Κυθηρία νῆσος πρὸς τῇ Κρήτῃ, ἣ καὶ Κύθηρα. Λαγαρία φρούριον Σικελίας πλησίον Θουρίων, τοῦ Ἐπειοῦ καὶ Φωκέων κτίσμα, ὡς Στράβων (6 p. 263). Λουκερία πόλις Ἰτα‐ λίας. Πολύβιος τρίτῳ. παρὰ δὲ Διονυσίῳ διὰ τοῦ α γράφεται. Νου‐ κερία πόλις Ἰταλίας. Μεσημβρία πόλις Ποντική. Νικόλαος πέμπτῳ. | |
20 | ἐκλήθη ἀπὸ Μέλσου. βρία γὰρ τὴν πόλιν φασὶ Θρᾷκες. ὡς οὖν Ση‐ λυμβρία ἡ τοῦ Σήλυος πόλις, Πολτυμβρία ἡ Πόλτυος πόλις, οὕτω Μελσημβρία ἡ Μέλσου πόλις καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεσημ‐ βρία. ἔστι καὶ Θρᾴκης Μεσημβρία πρὸς τῷ τέλει τῆς χερρονήσου, ὡς Ἡρόδοτος ἑβδόμῃ (c. 108). Μολυκρία πόλις Αἰτωλίας. Στράβων δε‐ | |
25 | κάτῃ (p. 460). Θουκυδίδης δευτέρα (c. 84) Μολύκρειον αὐτὴν καλεῖ, Εὐφορίων δὲ Μολυκρίαν αὐτήν φησι. Οἰνωτρία χώρα τῆς Ἰταλίας. τινὲς δὲ αὐτὴν Ἰταλίαν οὕτω φασὶ κεκλῆσθαι ἀπὸ Οἰνωτροῦ Ἀρκάδος, ὡς Παυσανίας ὀγδόῳ (c. 3, 5). Πείσανδρος τρισκαιδεκάτῳ ἀπὸ τῆς τοῦ οἴνου χρήσεως κεκλῆσθαι αὐτήν φησιν. Ζεφυρία. οὕτως ἐκαλεῖτο Μῆ‐ | |
30 | λος νῆσος. Ἀνακτορία. οὕτως ὠνομάσθη Μίλητος πόλις ἀπὸ Ἄνακτος τοῦ Γῆς καὶ Οὐρανοῦ. Νιτρίαι τόπος Αἰγύπτου. Στράβων ἑπτακαιδε‐ κάτῃ (p. 308). Πανδατερία νῆσος. Πιερία πόλις ἐν ὁμωνύμῳ χωρίῳ. Πτερία πόλις Σινώπης καὶ Μήδων, ἣ καὶ Πτέριον λέγεται. Σκαμαν‐ δρία πόλις Τροίας. Σφακτηρία νῆσος, ἧς μνημονεύει Παυσανίας ἐν | |
35 | τρίτῳ περιηγήσεως Ἑλλάδος (c. 5, 5). ἐκαλεῖτο καὶ Σφαγία, ὡς Φα‐ βωρῖνος. Σχερία ἡ Φαιακία. κέκληται, ὡς Ἀριστοτέλης φησίν, ἀπὸ τοῦ τὴν Δήμητραν φοβουμένην, μὴ οἱ ἐκ τῆς ἠπείρου ἐπιχεόμενοι πο‐ ταμοὶ ἤπειρον αὐτὴν ποιήσωσι, δεηθῆναι τοῦ Ποσειδῶνος ἀποστρέψαι τὰ τῶν ποταμῶν ῥεύματα. ἐπισχεθέντων οὖν τούτων ἀντὶ Δρεπάνης | |
40 | Σχερίαν αὐτὴν κεκλῆσθαι. Ταλαρία πόλις Συρακουσίων. Θεόπομπος | |
ἐν Φιλιππικῶν μʹ. Ποιμανδρία· οὕτως ἐκαλεῖτο πρότερον Τάναγρα. | 299 | |
3,1300 | Λυκόφρων (v. 326) «ἣν ἐς βαθεῖαν λαιμίσας Ποιμανδρίαν». Τενεβρία κώμη Ἰβηρίας. Σατρία πόλις Ἰταλίας. Νουκρία πόλις Τυρρηνίας. Φίλιστος ιαʹ. εὕρηται καὶ Νακρία διὰ τοῦ α. Ῥεμουρία πόλις πλη‐ σίον Ῥώμης. Τρινακρία ἡ Σικελία παρὰ τὸ τρεῖς ἔχειν ἄκρας. ἢ | |
5 | ὅτι θρίνακί ἐστιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆς ὁμοιότητος χωρία προσαγο‐ ρεύεται, Λυρνησσός Βρεντέσιον Σαρδώ. Σίβυλλα δὲ διὰ τὸ Τρίνακον βούκολον τὸν Ποσειδῶνος Σικελίας ἄρξαι· Τρινακίης νήσου, ἣν ἔκτισε Τρίνακος ἥρως, υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος. | |
10 | Ὑρία χωρίον πλησίον Αὐλίδος. Ἡσίοδος δ’ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δ’ ἐν Ὑσιαῖς. ἔστι δὲ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔριπον, αἱ δὲ Ὑσιαί τῆς Παρασωπίας ὑπ’ αὐτὸν τὸν Κιθαιρῶνα. ἔστιν Ὑρία καὶ ἡ κατὰ Ἰσαυρίαν Σελεύκεια, ᾗ παραρρεῖ ὁ Καλύκαδνος, ὃν Κάλυδνόν τινες καλοῦσιν. ἔστιν Ὑρία πρὸς τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίσμα. | |
15 | Ἡρόδοτος ἑβδόμῃ (c. 170). Φιλωτερία πόλις κοίλης Συρίας, ἣ καὶ Φιλωτέρα. Τὸ μέντοι Στειριά δῆμος Ἀττικὸς τῆς Πανδιονίδος φυλῆς, λέγεται δὲ καὶ οὐδετέρως. Τὰ εἰς α μακρὸν παραληγόμενα τῇ λι, ἧς προηγεῖται α, βαρύνεται πρᾶγμα σημαῖνον, διδασκαλία, ἀτασθαλία, ἢ ὀνόματα χωρῶν, Οἰ‐ | |
20 | χαλία πόλις, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει λέγων «οἵ τ’ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου» (Β 730). οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι. Θεσσαλία ἀπὸ Θεσσαλοῦ ἡ πρότερον Πελασγία. Παραλία τῆς Ἀττι‐ κῆς. Χαλία πόλις Βοιωτίας. Θεόπομπος μεʹ «τὴν δὲ Χαλίαν καὶ τὴν | |
25 | καλουμένην Ὑρίαν, ἥ περ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας ....» Μαιναλία πόλις Γαλατίας. Μασσαλία πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ. Τίμαιος δέ φησιν ὅτι προσπλέων ὁ κυβερνήτης καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μάσσαι τὸ ἀπό‐ γειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως | |
30 | καὶ τοῦ μάσσαι ὠνόμασται. Κασταλία πόλις Κιλικίας. Ἀλλαλία πόλις ἐν Κύρνῳ τῇ νήσῳ κτίσμα Φωκαέων, ὡς Ἡρόδοτος (I 165). Παυ‐ ταλία μοῖρα Θρᾴκης. εἰ δὲ μὴ οὕτως, ὀξύνεται, ἀμυγδαλιά, φυ‐ ταλιά, λαλιά, καλιά. τὸ δὲ ἀσπαλία ἡ ἁλεία βαρύνεται. Τὰ εἰς α μακρὸν τρισύλλαβα παραληγόμενα τῷ ι ἐπὶ οὐσίας λαμ‐ | |
35 | βανόμενα βαρύνεται χωρίς τινων, καρδία· ἔστι Καρδία καὶ πόλις τῆς ἐν Θρᾴκῃ Χερρονήσου ἡ ὕστερον Λυσιμάχεια. Ἑρμοχάρου δὲ τοῦ κτι‐ στοῦ θύοντος κόρακα τὴν καρδίαν ἁρπάσαντα καὶ ἀναπτάντα ἐς τόνδε τὸν χῶρον μεθεῖναι καὶ διὰ τοῦτο οὕτως ἐκλήθη. ἢ ὅτι Σκυθῶν γλώσσῃ | |
οὕτω κεκλῆσθαι. σχεδία, ζημία, σηπία, οἰκία, φυλία, τηλία, | 300 | |
3,1301 | ἁλία. τὸ μέντοι σκοπιά καὶ σποδιά ὀξύνονται ὡς ἔχοντα τὸ ο πρὸ τοῦ ι, ὥσπερ καὶ τὸ πολιά καὶ τροχιά καὶ ἁματροχιά καὶ ὁρμιά. Τὰ παραληγόμενα τῷ ι ἀπὸ τῶν εἰς ξ βαρύνεται, Φρυγία, δύο χῶραι. Στράβων (12 p. 517) «Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, | |
5 | ἧς ὁ Μίδας ἐβασίλευε, καὶ τῆς ἄλλης μέρος οἱ Γαλάται κατέσχον ἡ δὲ μικρὰ ἡ ἐφ’ Ἑλλησπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη». ἔστι καὶ Φρυγία τόπος τῆς Οἴτης ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα». Βεβρυκία, Ὀρτυγία, Αἰθικία. Θεόπομπος τρια‐ κοστῇ ἐνάτῃ Φιλιππικῶν. Κιλικία, Ἀμβρακία ἀπὸ Ἄμβρακος τοῦ | |
10 | παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγα‐ τρός, περὶ ἧς Φιλέας. εὕρηται καὶ διὰ τοῦ π ἀντὶ τοῦ β. Τεμμικία παρὰ τῷ Λυκόφρονι (v. 786) «ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία». Νε‐ φελοκοκκυγγία πόλις κωμικῶς ἐπινοηθεῖσα παρὰ Ἀριστοφάνει, καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη. Κωρυκία ἀκρωτήριον Κρήτης, | |
15 | Ἰαπυγία δύο πόλεις, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡς Ἑκαταῖος. Καππαδοκία χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μέ‐ νιππος, ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμόν, ὃς ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν. σεσημείωται τὸ ἀνθρακιά ὀξυνόμενον. Τὰ διὰ τοῦ οα σπάνια καὶ κατὰ πάθος γενόμενα παρ’ Ἀττικοῖς | |
20 | παροξύνεται, οἴα ὄα τὸ δέρμα· ἔστι καὶ δῆμος τῆς Ἀττικῆς τῆς Παν‐ διονίδος φυλῆς Ὄα. Διονύσιος δὲ ὁ Τρύφωνός φησι πληθυντικῶς Ὀεῖς λέγεσθαι ἀπὸ τοῦ Ὀεὺς ὡς ἄλλα πολλά. χροία χρόα. ποία πόα. Γενόα πόλις τῶν Λιγύρων τῆς Ἰταλίας, καλουμένη νῦν Ἰάνουα, ὡς Ἀρτεμίδωρος. Θεισόα πόλις Ἀρκαδίας. Λυκόα πόλις Ἀρκαδίας. Παυ‐ | |
25 | σανίας ὀγδόῃ (c. 36, 7). Μεσόα ἢ Μεσσόα τόπος Λακωνικῆς. Στράβων ὀγδόῃ (p. 364). ἔστι καὶ φυλὴ Λακωνική. Νόαι πόλις Σικελίας. Ἀπολλό‐ δωρος δευτέρῳ χρονικῶν. τὰ δὲ ἐν ἐπενθέσει ὀξύνεται στοιά στοά, | |
ῥοιά ῥοά. | 301 | |
3,1302 | Τὰ διὰ τοῦ οια μακρά, ὅσα ἀπὸ ψιλοῦ συμφώνου ἄρχονται, βαρύ‐ νεται, ποία ἡ βοτάνη, Τροία ἀπὸ Τρωός κατὰ Βοιωτοὺς ἢ μᾶλλον ὡς Βοιωτιακόν. ἀπὸ γὰρ Τρώς Τρωός Τρώϊος καὶ Τρωΐα Τροία ὡς Ἀχελώϊος Ἀχελοῖος. εἰσὶ δὲ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥτις | |
5 | νῦν Ξυπετή δῆμος καλεῖται. ἔστι καὶ πόλις ἐν Κεστρίᾳ τῆς Χαονίας. ἔστι καὶ Αἰγύπτου πόλις. ἔστι καὶ Τροία πρὸς τῷ Ἀδρίᾳ τῆς Βενετίας, καὶ ἄλλη Λατίνων. κοία ἡ σφαῖρα, ἡ χρῆσις παρὰ Ἀντιμάχῳ «κοίας ἐκ χειρῶν σκόπελον μέτα ῥιπτάζουσιν». ἔστι καὶ Κοία μία Ἀμαζόνων. οὕτω καὶ Οἴα ἡ κώμη. τὸ μέντοι χροιά, στοιά ὀξύνεται. τὸ δὲ | |
10 | Στοῖαι πόλις Λιβύης, ὡς Ἑκαταῖος περιηγήσει αὐτῆς, βαρύνεται. * Τὰ εἰς οια ὑπερδισύλλαβα σπάνια ὄντα προπαροξύνεται, οἷον ἄγνοια, πρόνοια. Τὰ εἰς α μακροκατάληκτα βαρύνεται παραλήγοντα τῷ υ, ὀξύα εἶδος ξύλου, καρύα· ἔστι καὶ χωρίον τῆς Λακωνικῆς Καρύα. Θεόπομ‐ | |
15 | πος νεʹ. κωδύα ἡ τῆς μήκωνος κεφαλή. Δατύα πόλις. οἰσύα, | |
ἰξύα, σιπύα, σικύα, μελανδρύα, ἀφύα. Μαρσύα πόλις Φοινί‐ | 302 | |
3,1303 | κης ὡς Ἀλέξανδρος καὶ Φίλων, ἀπὸ Μάρσου. Μινύα πόλις Θεσσαλίας ἡ πρότερον Ἁλμωνία ἀπὸ Μινύου κληθεῖσα ἔστι καὶ ἑτέρα ἐν τοῖς ὁρίοις Λυκίας. Κρύα πόλις Λυκίας. Ἀρτεμίδωρος. Ἁλικύαι πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. Καφύαι | |
5 | πόλις Ἀρκαδίας ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. Καπύα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος τοῦ Τρωϊκοῦ. Τραμπύα πόλις τῆς Ἠπείρου πλησίον Βουνείμων. Φλεγύα πόλις Βοιωτίας ἀπὸ Φλεγύου τοῦ Ἄρεως καὶ Χρυσῆς παιδός. Σιγγύα πόλις Παμφυλίας. Μαντύα πόλις Ῥωμαίων. γράφεται δὲ καὶ Μάντουα τῷ | |
10 | τῶν Ῥωμαίων ἔθει. ἰγνύα, ὀρύα. Ἀρίσταρχος (?) συστέλλει τὸ α καὶ ἐκτείνει τὸ υ καὶ προπαροξύνει, ἐναλλαγὴν τόνου καὶ χρόνου πε‐ ποιηκώς. Τὰ εἰς α μακρὸν καθαρὸν τῷ ω παραληγόμενα βαρύνεται, ὤα ἡ μηλωτή, Κριώα δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ψοθώα ἡ ψώρα. ὡσαύ‐ | |
15 | τως καὶ Μινῴα πόλις ἐν Ἀμοργῷ τῇ νήσῳ μιᾷ τῶν Κυκλάδων. δευ‐ τέρα πόλις Σικελίας. τρίτη ἐν Σίφνῳ μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μινῴαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μινῴα, ὅτι Μίνως σὺν τοῖς ἀδελφοῖς Αἰακῷ καὶ Ῥαδαμάνθυι ἰὼν ἐξ αὑτοῦ ταύτην ἐκάλεσεν. ἔστι καὶ Ἀραβίας. ἔστι καὶ Κρήτης. ἔστι καὶ ἄλλη νῆσος οὐ πόρρω Μεγά‐ | |
20 | ρων καὶ ἡ Πάρος Μινῴα. ἠῴα, προθυρῴα, ὑπερῴα τριγενῆ. ταῦτα δὲ οὐ παρὰ πᾶσιν ἔχει τὸ ι. * Τὰ εἰς α διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ υ δισύλλαβα προ‐ περισπᾶται, Ταῦα πόλις Αἰγύπτου, Εὖα πόλις Ἀρκαδίας. Θεόπομπος ἐν ἕκτῳ, τὰ δὲ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται. Ἔρευα ἡ καὶ | |
25 | Ἐλευθερά, ἀφ’ ἧς Ἐρευάτης πόλις Λυκίας. | 303 |
3,1304 | ΠΕΡΙ ΤΩΝ ΕΙΣ η ΘΗΛΥΚΩΝ ΚΑΙ ΤΩΝ ΕΙΣ ω. ΒΙΒΛΙΟΝ ιβʹ. Τὰ εἰς η λήγοντα θηλυκὰ παρὰ γενικῆς σχηματισθέντα βαρύνεται, χιτῶνος Χιτώνη, ἡγεμόνος Ἡγεμόνη, σώφρονος Σωφρόνη, εὔφρο‐ | |
5 | νος εὐφρόνη, ἀμύμονος Ἀμυμώνη ἡ θυγάτηρ Δαναοῦ, πέρατος περάτη, κάλυκος Καλύκη, χιόνος Χιόνη ὄνομα ἡρωΐδος. τὸ δὲ ἁρ‐ παγή ὀξύνεται, διότι ἀπὸ ἁρπάζω. τὸ δὲ ἁρπάγη σιδήριόν τι βαρυ‐ νόμενον ἀπὸ τοῦ ἅρπαγος. καὶ τὰ παρώνυμα ὁμοίως, ἀμφίρυτος ἀμ‐ φιρύτη, δορύκτητος δορυκτήτη, ἀμφίλυκος ἀμφιλύκη, ἄσβεστος | |
10 | ἀσβέστη «τῆς δ’ αἶψα κατ’ ἀσβέστη κέχυται φλόξ» (Π 123), εὐποίητος εὐποιήτη «εὐποιήτῃσι πύλῃσι» (Il. Ε 466), πάγκαλος παγκάλη· Παγκάλη δ’ ἐκαλεῖτο καὶ Ἀμοργὸς νῆσος. πάναιθος παναίθη, περί‐ ξεστος περιξέστη, ἀρίγνωτος ἀριγνώτη. Τὰ εἰς η σύνθετα καὶ παρασύνθετα βαρύνεται, Ὠκυπέτη, Ὑψι‐ | |
15 | πύλη, Ἐριφύλη, Βερονίκη, Πολυκάστη. Τὰ εἰς η προσηγορικὰ ἢ βαρύνεται ἢ ὀξύνεται σύνθετα ὄντα. ὅσα οὖν ἔχει τι ἄλλο μέρος λόγου καὶ ἄρχεται χωρὶς προθέσεως βαρύνεται, | |
κυνάγχη, βουκάπη ἡ τῶν βοῶν φάτνη, ποντοκύκη γυνή ἡ ταρα‐ | 304 | |
3,1305 | χώδης γυνή, ὀξάλμη, τολύπη ἡ ἐργασία, ἱστοδόκη, καπνοδόκη, λατύπη, οἰνοχόη. τὸ δὲ ἀστεροπή ὀξύνεται ὡς σύνθετον παρὰ τὸ ὄπα καὶ ἀστήρ. καὶ τὸ ὑδρορρόη οἱ παλαιοὶ ἐβάρυναν, οἱ δὲ μετα‐ γενέστεροι ὀξύνουσιν οὐχ ὑγιῶς. | |
5 | Τὰ εἰς η θηλυκὰ προσηγορικὰ ἀπὸ προθέσεως συντεθειμένα τότε μὲν ὀξύνεται, ὅτε τὰ ἑαυτῶν ἁπλᾶ, καὶ τότε βαρύνεται, ὅταν τὰ ἑαυ‐ τῶν βαρύνηται, ἀνατολή, μεταβολή, ἀναβολή, ἐπιτολή, ἐπι‐ τομή, ἀνοχή, παραψυχή τὸ προσηγορικόν, Παραψύχη δὲ τὸ κύριον. τὸ δὲ ἀναρρόη παροξύνεται, καίτοι ἀπὸ τοῦ ῥοή, καὶ τὸ ἀναδέσμη | |
10 | ἀπὸ τοῦ ἀνάδεσμος. τὰ δὲ βαρύτονα ταῦτα· συνθήκη, παρακατα‐ θήκη, συγγνώμη, συνάγχη. Τὰ εἰς η συναληλιμμένα περισπᾶται, λεοντέα λεοντῆ, συκέα συκῆ, γαλέα γαλῆ, ἀμυγδαλέα ἀμυγδαλῆ, βοέα βοῆ, κυνέα κυνῆ, τραγέα τραγῆ. | |
15 | Τὰ εἰς η καθαρὸν μονογενῆ οὐ πολλὰ βαρύνεται, Δαύη πόλις Ἀραβίας. Δανάη. Ἀγαυή ὀξύνεται ἐπιθετικὸν ὄν, ὡσαύτως καὶ Κρα‐ ναή νῆσος Λακωνική. Ὅμηρος «νήσῳ δ’ ἐν Κραναῇ ἐμίγην» (Il. Γ 445). οὕτως δὲ ἐκαλεῖτο καὶ ἡ Ἀττικὴ ἀπὸ Κραναοῦ. ἐξειλήφασι γάρ τινες τὸ Ὁμηρικὸν τὸ Κραναῇ ἀντὶ τοῦ Ἀτθίδι. καὶ τὰ διὰ τοῦ ευη παρ‐ | |
20 | οξύνεται, χλεύη, Βεύη πόλις Μακεδονίας, Εὔη. τὸ δὲ σκευή ὀξύ‐ νεται, καὶ τὰ ἀπ’ αὐτῆς κατασκευή, ἐπισκευή, ὑποσκευή. Τὰ εἰς η καθαρὸν δισύλλαβα τῷ ο παραληγόμενα ὀξύνεται καὶ βα‐ ρύνεται. καὶ βαρύνεται τὰ ἀπὸ δύο συμφώνων προηγουμένου τοῦ δα‐ σέος, φθόη ἡ φθορά, χλόη, χνόη αἱ χοινικίδες τῶν ἁρμάτων, μεθ’ | |
25 | ὧν καὶ Ὄη δῆμος τῆς Οἰνηΐδης φυλῆς. τὰ δὲ μὴ οὕτως ἔχοντα ὀξύ‐ νεται, χοή ἡ σπονδή, βοή, θοή τὸ ἐπίθετον, Θόη δὲ τὸ κύριον, | |
πνοή. ἔτι καὶ τὰ ὑπερδισύλλαβα, Οἰνόη μία τῶν ἐν Ἰκάρῳ δύο πό‐ | 305 | |
3,1306 | λεων. οὕτως δὲ καὶ Σίκινος νῆσος περὶ τὴν Κρήτην πρότερον ἐκαλεῖτο. Χωλόη τὸ ὄρος τῆς Ἰταλίας, ἐν ᾧ φασι γεννηθῆναι τὸν Ἥφαιστον χωλόν. Ἀρόη πόλις Ἀχαΐας. Παυσανίας ἑβδόμῳ (c. 18, 2). ἐκλήθη δὲ ἀπὸ τῆς ἐργασίας τῆς γῆς. λέγεται καὶ Πάτραι. Βερόη πόλις Συρίας | |
5 | ἣν οἱ ἐγχώριοι Βερόειαν. Βουθόη πόλις Ἰλλυρίδος ὡς Φίλων διὰ τὸ Κάδμον ἐπὶ ζεύγους βοῶν ὀχούμενον ταχέως ἀνύσαι τὴν ἐς Ἰλλυριοὺς ὁδόν. οἱ δὲ τὸν Κάδμον ἀπὸ τῆς Αἰγυπτίας Βουτοῦς ὀνομάσαι αὐτὴν καὶ παραφθαρεῖσαν καλεῖσθαι Βουθόην. Οὐδονόη λέγεται ὑπὸ τῶν Λιβύων Ἱστός νῆσος Λιβύης. Μερόη πόλις Αἰθιόπων. Ἡρόδοτος δευ‐ | |
10 | τέρᾳ (c. 29). ἀπὸ Μερόης. ἔστι καὶ Μερόη κατὰ ἀνατολὰς τῆς περὶ Δάφνην Ἀντιοχείας· ἔστι καὶ Μερόη πόλις Λυκίας. Ἀρσινόη πόλις Λιβύης ἀπὸ τῆς τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου ἀδελφῆς καὶ γυναι‐ κός. δευτέρα πόλις Παραιτονίου Λιβύης ἡ πρότερον Ταύχειρα. τρίτη πόλις Συρίας ἐν Αὐλῶνι. τετάρτη τῆς κοίλης Συρίας. πέμπτη Κιλικίας. | |
15 | ἕκτη τῆς Αἰγύπτου πόλις ἐπὶ τοῦ Δέλτα. ἑβδόμη Κύπρου ἡ πρότερον Μάριον λεγομένη. ὀγδόη Αἰτωλίας. ἐνάτη Λύκτου. δεκάτη τῆς Τρω‐ γλοδυτικῆς ἡ πρότερον Ὀλβία καλουμένη. ἔστι καὶ ἄλλη Λυκίας. Νινόη ἡ ἐν Καρίᾳ Ἀφροδισιὰς κτισθεῖσα ὑπὸ τῶν Πελασγῶν Λελέγων. καὶ ἐκλήθη Λελέγων πόλις. εἶτα ἐκλήθη Μεγάλη πόλις. εἶτα ἀπὸ Νίνου Νινόη. | |
20 | Ὀγχόη πόλις Φωκίδος. Ῥοδόη πόλις Ἰνδική. Σεθρόη πόλις Αἰγύ‐ πτου. Φολόη πόλις Ἀρκαδίας ἀπὸ Φόλου τοῦ Κενταύρου. Κολόη. Καλλιρρόη Νέστου θυγάτηρ· ἔστι καὶ Μαιάνδρου θυγάτηρ. λέγεται δὲ καὶ οὕτως λίμνη Συρίας. τὸ δὲ ἀκοή ἐκ τοῦ ἀκούω. Τὰ εἰς η δισύλλαβα παραληγόμενα τῷ υ, σπάνια ὄντα, τὰ μὲν | |
25 | βαρύνεται, λύη ἡ στάσις ἀπὸ τῆς διαλύσεως, δύη ἡ κακοπάθεια, γύη ἡ γῆ καὶ μέρος ἀρότρου, ψύη ἡ ψύα καὶ ψόαι. τὰ δὲ ὀξύνεται, φυή καὶ Φλυή δῆμος Ἀττικὸς τῆς Κεκροπίδος φυλῆς. λέγεται καὶ Φλυεῖς. Τὰ εἰς υη ὑπερδισύλλαβα βαρύνεται, ἰγνύη «ἰγνύην βεβλημένος» | |
(Ν 212), ὀρύη, νορύη εἶδος ὀσπρίου, Λιβύη χώρα πολυώνυμος, ὡς | 306 | |
3,1307 | πολυίστωρ «γῆ Ὀλυμπία, Ὠκεανία, Ἐσχατιά, Κορυφή, Ἑσπερία, Ὀρ‐ τυγία, Ἀμμωνίς, Αἰθιοπία, Κυρήνη, Ὀφιοῦσσα, Λιβύη, Κηφηνία, Ἀε‐ ρία». Βιζύη πόλις Θρᾴκης τὸ τῶν Ἀστῶν βασίλειον, Μιλύη ἡ γυνὴ Σολύμου, ἀφ’ ἧς Μιλύαι. Μοτύη πόλις Σικελίας ἀπὸ Μοτύης γυναι‐ | |
5 | κὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάσσιον. Πισύη πόλις Καρίας. λέγεται καὶ Πιτύη. Μαντύη πόλις Ῥωμαίων, ἣ καὶ Μαντύα. Τὰ διὰ τοῦ ωη ὀξύνεται, ζωή, θωή ἡ ζημία, τοῦτο δὲ καὶ σὺν | |
10 | τῷ ι, ἐξ οὗ καὶ τὸ ἀθῷος, δμῳή, ἐρωή, ἰωή, ἀλῳή· τοῦτο δὲ ἀπὸ τοῦ ἀλοιῶ ῥήματος γεγονὸς σὺν τῷ ι γράφεται. τὸ δὲ Στρώη πόλις Λιβύης, ὡς Ἑκαταῖος Ἀσίας περιηγήσει. καὶ Οἰνώη πόλις τῆς Ἀργείας, ὅθεν Οἰνωᾶτις Ἄρτεμις, βαρύνεται ὡς κύρια. Τὰ εἰς βη ἔχοντα πρὸ τοῦ β σύμφωνον κατ’ ἐπιπλοκὴν ἢ κατὰ | |
15 | διάστασιν βαρύνεται, εἰ μὴ ῥηματικὰ εἴη προσηγορικὰ καὶ παραλήγοι τῷ ο, τύρβη, Κόμβη ἡ Χαλκίς καλουμένη, θυγάτηρ Ἀσωποῦ, ἀφ’ ἧς Χαλκίς πόλις Εὐβοίας, κύμβη νηὸς εἶδος. Θίσβη πόλις Βοιωτίας. Ὅμηρος «πολυτρήρωνά τε Θίσβην» (Β 502) ἀπὸ Θίσβης τοῦ Ἀσωποῦ. λέγεται καὶ πληθυντικῶς. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπα‐ | |
20 | φρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. κράμβη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμ‐ βαι πόλις Θρᾴκης. Ὕσβη πόλις Λυδίας. τὸ δὲ φορβή ἐστι ῥηματι‐ | |
25 | κὸν προσηγορικὸν καὶ ἔχει τὸ ο. τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ μετὰ συμφώνου δισύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥη‐ | |
μάτων τῷ ε παραληγομένων μόνῳ, οἷον τρέπω τροπή, τρέφω τροφή, | 307 | |
3,1308 | νέμω νομή, στρέφω στροφή, ῥοπή, σπονδή, ὁλκή, πλοκή. οὕτως καὶ φορβή. προσέθηκα τῷ ε παραληγόμενα μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη. τοῦτο γὰρ ἀπὸ τοῦ πείρω. Τὰ εἰς βη ὑπερδισύλλαβα μὴ παραληγόμενα τῇ οι διφθόγγῳ βαρύ‐ | |
5 | νεται, Ἀλύβη «τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη» (Β 857). Ἑλλάνικος δέ φησιν λίμνην εἶναι Ποντικήν. καλύβη. ἔστι καὶ Καλύβη πόλις Θρᾴκης, ἄποικος Μακεδόνων, Νιόβη, ἀστράβη εἶδος ἁμάξης. οὕτως δὲ ἐκαλεῖτο Κάσος μία τῶν Κυκλάδων. Ἑκάβη. Ἀρίσβη πόλις τῆς Τρῳάδος Μυτιληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκά‐ | |
10 | νιος υἱὸς Αἰνείου. Κεφάλων δέ φησιν, ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκης ἐλθὼν εἰς τὴν Τρωάδα τὴν Τεύκρου τοῦ Κρητὸς θυγατέρα γαμεῖ Ἀρί‐ σβην. Ἑλλάνικος δὲ Βάτειαν αὐτήν φησιν. ἔστι ἑτέρα ἐν Λέσβῳ ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεα‐ λογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτος δὲ | |
15 | καὶ ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ (c. 151). Ἀστελέβη πόλις Λυ‐ δίας. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν. Κακκάβη. οὕτως ἐκαλεῖτο Καρ‐ χηδών. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. Ὑποθῆβαι· τινὲς οὕτως φασὶ τὰς Ποντίας τῆς Βοιωτίας κεκλῆσθαι. οἱ δὲ πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτως ὠνομασμένον, | |
20 | ὡς τὴν Ὑποχαλκίδα καλοῦσι διὰ τὸ ὑπὸ τὸ ὄρος τὴν Χαλκίδα κεῖσθαι. πολλοὶ δὲ μετὰ προθέσεως τόποι, Ἐπικνημίδιοι, Ὑπερβόρεοι, Παρα‐ ποτάμιοι, Προποντίς, Παρωκεανῖται. κολόβη. Ἀττικοὶ δὲ ὀξύνουσιν. τὸ δὲ ἀμοιβή ὀξύνεται ὡς ἔχον τὴν οι δίφθογγον. Τὰ εἰς βη ἰαμβικὰ κύρια ἢ παρώνυμα βαρύνεται, Ἄβη πόλις Φω‐ | |
25 | κική, ἣ καὶ Ἄβα καὶ πληθυντικῶς Ἄβαι ὡς Ἀμύκλα Ἀμύκλαι. Λυκό‐ φρων (v. 1074) «ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας». κέκληται δὲ ἀπὸ ἥρωος Ἄβα. Τάβαι πόλις Λυδίας, περὶ ὧν ὁ χρησμός φησι πρὸς Πισίδας «ἄστυ Ταβῶν ἐρικυδὲς ἐλεύθερον οἰκίζεσθαι». καὶ Ἀπολ‐ λώνιος ἐνάτῳ «ἐδεήθησαν ὅπως αὐτοὺς εἰς Τάβας καταγάγωσι». ἐκλήθη | |
30 | δὲ ἀπὸ Τάβου ἥρωος. οἱ δέ φασι τὸν Κιβύραν καὶ Μαρσύαν ἀδελφοὺς τὸν μὲν κτίσαι Κιβύραν πόλιν, τὸν δὲ Τάβας, καὶ καλέσαι ἀπὸ τοῦ ἐπὶ πέτρας οἰκεῖσθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνες ἑρμηνεύουσιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι. καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Συρίας ἑρμηνεύει ἀγαθήν. | |
35 | Σάβαι πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. Λάβαι πόλις Χαττηνίας. Πολύβιος τρισκαιδεκάτῳ. βλάβη. ὀξύνεται δὲ ταῦτα, λαβή, | |
τριβή ῥηματικὰ ὄντα. | 308 | |
3,1309 | Τὰ εἰς οιβη κύρια μὲν ὄντα βαρύνεται, Φοίβη, Βοίβη πόλις Θεσ‐ σαλίας. Ὅμηρος «Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν» (Β 712) ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφυρὰς κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. προσηγορικὰ δὲ ὀξύνεται, λοιβή, | |
5 | στοιβή, ἀμοιβή. Τὰ εἰς βη δισύλλαβα φύσει μακρᾷ παραληγόμενα μὴ προσηγορικὰ τῇ οι παραληγόμενα βαρύνεται, ἥβη, Θήβη πόλις Βοιωτίας διάσημος ἀπὸ Θήβης τῆς Προμηθέως. ἔστι καὶ ἄλλη Αἰγυπτία, περὶ ἧς Καλλί‐ μαχός φησιν ὅτι «κατὰ τὰς Αἰγυπτίας Θήβας ἐστὶ σπήλαιον ὃ ταῖς μὲν | |
10 | ἄλλαις ἡμέραις πληροῦται ἀνέμου, κατὰ δὲ τὰς τριακάδας οὐ πνεῖ παν‐ τελῶς». τρίτη Θεσσαλίας τῆς Φθιώτιδος. τετάρτη ἐν Κιλικίᾳ, Ὑποπλακία, πλησίον τῆς Τροίας. πέμπτη Ἰωνίας κατὰ Μίλητον. ἕκτη ἐν τῇ Ἀττικῇ. ἑβδόμη τῆς Καταονίας. ὀγδόη Ἰταλίας. ἐνάτη Συρίας. Βαῖβαι πολί‐ χνιον τῆς Καρίας. στίβη ἡ ψύχρα. «μή μ’ ἄμυδις στίβη τε κακὴ καὶ | |
15 | θῆλυς ἐέρση» (Od. ε 467). λώβη ἐκ τοῦ λαβή, ὃ σημαίνει τὸ ξίφος, λάβη. γίνεται καὶ τροπῇ τοῦ α εἰς ω λώβη ὡς φᾶρος φωριαμός. Τὰ εἰς γη δισύλλαβα ἔχοντα τὴν πρώτην εἰς σύμφωνον λήγουσαν, προσηγορικὰ ὄντα, ὀξύνεται, φθογγή, κλαγγή, ὀργή, στοργή. τὰ δὲ κύρια βαρύνεται, Βέργη πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. Στρά‐ | |
20 | βων δὲ (2 p. 102. 104) κώμην αὐτὴν λέγει. Σέλγη πόλις Πισιδίας ἄποικος Λακεδαιμονίων. Πέργη πόλις Παμφυλίας. Βάργη ἡ μήτηρ Βαργάσου, ἀφ’ οὗ Βάργασα πόλις Καρίας. Γάργη πόλις Λιβύης ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφ’ οὗ Βελγίκη ἡ χώρα ὡς Ἀκτή Ἀττική. Θίγγη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Γάγαι | |
25 | πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν. Τὰ εἰς γη ἰαμβικὰ ῥηματικὰ ὄντα ὀξύνεται, ταγή ἀπὸ τοῦ τάσσω, φυγή, σφαγή. παρώνυμα δὲ βαρύνεται, πάγη, τρύγη, στέγη. τὸ | |
μέντοι σαγή τὸ πλῆθος ὡς σφαγή ὀξύνεται, τινὲς δὲ βαρύνουσι. καὶ τὸ | 309 | |
3,1310 | ἄγη ἡ ἔκπληξις «ἄγη μ’ ἔχει ὄρχαμε λαῶν» (Φ 221) ἀπὸ φωνήεντος ἀρχόμενον βαρύνεται. Τὰ εἰς γη δισύλλαβα ἀσυνάλειπτα φύσει μακρᾷ παραληγόμενα, εἰ μὴ διαστολή τις εἴη ἢ ἀπὸ τοῦ γ ἄρχοιτο, ὀξύνεται, πληγή, σιγή, | |
5 | Σίγη δὲ πόλις Τρῳάδος, ὡς Ἑκαταῖος Ἀσίᾳ, κραυγή, Κραύγη δὲ τὸ κύριον. ἀγή ἡ ἀπόκλασις τοῦ κύματος, αὐγή, Αὔγη δὲ ἡ γυνὴ τοῦ Τεύθραντος, ῥωγή, Ῥώγη δὲ νῆσος ἐν τῇ Λυκίᾳ, πηγή καὶ Πηγαί παροικία Μεγαρέων. ἔστι δὲ καὶ πόλις ἐν Κερυνείᾳ τῆς Κύπρου. πυγή. τὸ δὲ Γύγη ἡ πόλις ἀπὸ τοῦ γ ἄρχεται. τὸ δὲ αἰγῆ ἀπὸ τοῦ | |
10 | αἰγέα συναλειφθὲν περισπᾶται. Τὰ εἰς γη ὑπερδισύλλαβα προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν ὀξύνεται, μαρμαρυγή, κορκορυγή ὁ θόρυβος, ὀλολυγή, βορβορυγή, ὠρυγή ἡ κραυγή, οἰμωγή, ἀρωγή, ἀνωγή, ὑπιωγή, ἁρμογή, πλαταγή, λαλαγή. Λαλάγη | |
15 | δὲ κύριον, ὥσπερ τὸ ἠλύγη ἡ σκιά καὶ πανάγη ἡ ἁγνὴ ἱέρεια. καὶ Φαρύγαι πόλις Λοκρίδος, ἣν Ὅμηρος Τάρφην καλεῖ (Il. Β 533). τὸ δὲ πατάγη βαρύνεται, οὐ γὰρ ἐκ τοῦ πατάσσω γίνεται, ὠξύνετο γὰρ ἂν ὡς τὸ ἀλαλαγή, ἀλλ’ ἀπὸ τοῦ πάταγος, οὗ τὸ θηλυκὸν πατάγη. Τὰ εἰς γη ὑπερδισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς | |
20 | σύμφωνον καταλήγουσαν, βαρύνεται, ὀλίγγη ἡ ἀνάπαυσις, Ἐλιβύργη πόλις Ταρτησσοῦ. Ἑκαταῖος Εὐρώπῃ. ἀμόργη ἡ τοῦ ἐλαίου τρύξ. σεσημείωται τὸ ἀμολγή ὀξυνόμενον. | |
Τὰ εἰς δη ἔχοντα πρὸ τοῦ τέλους τὸ ο εἰς σύμφωνον καταλῆγον | 310 | |
3,1311 | προσηγορικὰ ὄντα ὀξύνεται, χορδή, σπονδή. τὸ μέντοι Χόνδη κύριον βαρύνεται καὶ τὸ Μένδη πόλις Θρᾴκης ἀπὸ Μένδης γυναικός. Ἀπολ‐ λόδωρος Μένδαν αὐτήν φησι, καὶ τὸ Τίνδη Θρᾴκης Χαλκιδικὴ πόλις καὶ τὸ ἄλδη. | |
5 | Τὰ εἰς δη προσηγορικὰ μακρᾷ παραληγόμενα ὀξύνεται, ᾠδή, ἀοιδή, σπουδή, ἐδωδή, αὐδή. τὸ μέντοι Λήδη κύριον, καὶ Ἴδη Τροίας ὄρος. Ὅμηρος (Il. Γ 276) «Ἴδηθεν μεδέων» ἀπὸ Ἴδης τινὸς βασιλίσσης, ὡς Χάραξ. καὶ Μήδη καὶ Λύδη. Τὰ εἰς δη λήγοντα ἔχοντα πρὸ τέλους συλλαβὴν βραχεῖαν μὴ εἰς | |
10 | σύμφωνον καταλήγουσαν, εἰ μὲν κύρια ὦσιν ἢ οὐσίαν σημαίνει, βαρύ‐ νεται, πέδη, κνίδη, σίδη. ἔστι καὶ Σίδη πόλις Παμφυλίας ὡς Ἑκα‐ ταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σίδης τῆς θυγατρὸς μὲν Ταύρου, γυναικὸς δὲ Κιμώλου. Νέδη πόλις Ἀρκαδίας ἀπὸ νύμφης Νέδης. Εὐφορίων δὲ Νεδέην αὐτήν φησι. Ὕδη πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη δυνα‐ | |
15 | στεύουσα Λυδῶν, Ἰαρδάνου θυγάτηρ, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Ὅμηρος δὲ διὰ τοῦ λ (Il. Η 221). «σκυτοτόμων ὄχ’ ἄριστος Ὕλῃ ἐνὶ οἰκία ναίων». Μαιάνδριος δ’, ὃν Νικάνωρ παρατίθησι ἐν μετονομασίαις, τὴν αὐτὴν Ὕδην καὶ Σάρδεις φησίν. κράδη καὶ Κράδη πόλις Καρίας. Ἑκαταῖος Ἀσίας περιηγήσει. Λάδη νῆσος Αἰολίδος. Ἑκαταῖος Ἀσίᾳ. Ῥόδη | |
20 | πόλις Ἰβηρίας καὶ πληθυντικῶς πόλις Ἰταλίας. εἰ δὲ κατὰ πράγματος τάσσοιτο, ὀξύνεται, κομιδή ἡ ἐπιμέλεια, ἁδή ἡ ἡδονή, φραδή ἡ βουλή, χλιδή ὁ κόσμος. * Τὰ εἰς δη ὑπερδισύλλαβα κύρια βαρύνεται, Χαρμάνδη πόλις πέραν τοῦ Εὐφράτου. Σοφαίνετος ἐν Κύρου ἀναβάσει «ἐπὶ δὲ ταῖς | |
25 | Βαβυλωνίαις πύλαις πέραν τοῦ Εὐφράτου ποταμοῦ πόλις ᾤκιστο ὄνομα Χαρμάνδη». Ἀγαμήδη τόπος περὶ Πύρραν τῆς Λέσβου ἀπὸ Ἀγαμή‐ δης τῆς Μάκαρος, τῆς καὶ Πύρρας ἐπίκλησιν. ἔστι καὶ κρήνη Ἀγαμήδη, ὡς Νικόλαος εʹ. Τὰ εἰς θη δισύλλαβα βαρύνεται, εἰ μὴ ἰαμβικὰ εἴη τῷ ο παραλη‐ | |
30 | γόμενα, μάλθη ὁ κηρός, τήθη, τίτθη, Ξάνθη οὕτως ἡ Τρῳάς ἐκα‐ | 311 |
3,1312 | λεῖτο. σπάθη, σάθη, πόσθη τὸ αἰδοῖον ἐκ τοῦ πρόσθη γεγονός, μέθη, Αἴθη ὄνομα κύριον, λήθη ἐπί τε τοῦ προσηγορικοῦ καὶ τῆς πόλεως. Βρένθη πόλις Ἀρκαδίας. Σμίνθη πόλις Τροίας. Σκίθαι πόλις Θρᾴκης πλησίον Ποτιδαίας. Σίθη ὄνομα κύριον. τὸ δὲ Ὀρθή | |
5 | πόλις Περραιβίας ἢ Θετταλίας, καλουμένη καὶ Κορσέα (Β 739), ἐπιθε‐ τικῶς τεταγμένον ὀξύνεται. εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα. σεση‐ μείωται τὸ κριθή ὀξυνόμενον καὶ τὸ ποθή ἔχον τὸ ο. Ἀρίσταρχος Ἰλιάδος Α (240) ὀξύνει. ὥσπερ γὰρ χόλος τὸ πάθος, χολὴ δὲ ἀφ’ οὗ τὸ πάθος, οὕτω καὶ πόθος τὸ πάθος, ποθή δὲ ἡ ἐπιπόθησις καὶ ἐπι‐ | |
10 | θυμία. ἔστι δὲ κανὼν ὁ λέγων, ὅτι τὰ εἰς ος δισύλλαβα τῷ ο παρα‐ ληγόμενα, ποιοῦντα θηλυκὰ ὀξύτονα αὐτὰ ποιοῦσιν οἷον στρόφος στροφή, νόμος νομή, ῥόος ῥοή. ὁ δὲ Φιλόξενος ἐν τῷ ῥηματικῷ λέγει, ἀπὸ τοῦ πεύθω πευθή καὶ ποθή. Τὰ εἰς θη μονογενῆ ὑπερδισύλλαβα βαρύνεται, καλάθη καὶ Κα‐ | |
15 | λάθη πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἔφορος δὲ Καλάθουσαν αὐτήν φησι. Βισάνθη πόλις Μακεδονίας κατὰ Θρᾴκην Ἑλληνίς, ἄποικος Σαμίων. Ἰάνθη, λυκάνθη, Οἰάνθη πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἑλλάνικος δὲ Οἰάνθειαν αὐτήν φησι. Ἀμάθη πόλις Φοινίκης. ἔστι καὶ Σικελίας Ἀμαθαί πληθυντικῶς. Ἀριάνθη | |
20 | πόλις Οἰνωτρῶν. Ἀρίνθη πόλις Οἰνωτρῶν ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ. Γαβάθη πόλις Γαλιλαίας ὡς Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἀρ‐ χαιολογίας (c. 5). Καλαμένθη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Καλαμίνθη δὲ διὰ τοῦ ι πόλις Φοινίκων. Ἀρκεύθη· οὕτως ἐκαλεῖτο πόλις Ἰσαυρίας Δέλβεια, ὅ ἐστι τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. | |
25 | Λεκίθη ἡ πόλις. Λυκέθη ὄνομα κύριον. Ῥαββώθη· οὕτως ἐκαλεῖτο πρότερον ἡ Φοινίκη. Λαπίθη πόλις Θεσσαλίας, ὡς Ἐπαφρόδιτος. ἐν | |
τοῖς Ὁμηρικοῖς, ἀπὸ Λαπίθου τοῦ Περίφαντος. Ἀγάθη πόλις Λιγύων | 312 | |
3,1313 | ἢ Κελτῶν. Σκύμνος δὲ Φωκαέων αὐτήν φησιν ἐν τῇ Εὐρώπῃ. Τιμοσθέ‐ νης δὲ ἐν τῷ σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησι. εἰ δὲ οὕτως λέ‐ γοιτο, καὶ ὀξύνοιτ’ ἂν ὡς ἐπιθετικόν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυ‐ | |
5 | στίων ἐπὶ λίμνης Λιγυστίας. τάχα δ’ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ δὲ ἀγαθός ἀγαθή τριγενὲς ὡς καὶ τὸ κακηθός κακηθή. Τὰ εἰς κη δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἀσυνάλειπτα βα‐ ρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, μὴ ποιότητα φωνῆς ἀλόγου ζώου σημαίνοντα, Γλαύκη τὸ κύριον, γλαυκή δὲ τὸ ἐπιθε‐ | |
10 | τικόν «γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα» (Il. Π 34). λεύκη τὸ προση‐ γορικὸν καὶ Λεύκη κύριον, λευκή δὲ τὸ ἐπίθετον καὶ Λευκή νῆσος ἐπιθετικώτερον τεταγμένη. πεύκη. ἔστι καὶ νῆσος ἐν τῷ Ἴστρῳ, νίκη, φρίκη, βήκη, θήκη, φώκη· ἔστι καὶ Φώκη Ἰωνικὴ πόλις, ἣ καὶ Φώκαια. Θρᾴκη χώρα ἀπὸ Θρᾳκὸς βασιλέως τοῦ πάλαι ἐν αὐτοῖς | |
15 | τελευτήσαντος ἢ ἀπὸ Θρᾴκης νύμφης Τιτανίδος, μεθ’ ἧς καὶ Σαμο‐ θρᾴκη νῆσος πρὸς τῇ Θρᾴκῃ συνθέτως ἐκ τοῦ Θρᾳκία Σάμος. τὸ δὲ μυκή ὀξύνεται σημαῖνον φωνὴν λέοντος. τὸ δὲ ἠκή ἄρχεται ἀπὸ φωνήεντος. τὸ δὲ συκῆ ἀπὸ τοῦ συκέα συναλειφθὲν περισπᾶται. ἔστι καὶ Συκῆ πόλις ἀντικρὺ Βυζαντίου. Στράβων (7 p. 319) ἑνικῶς λέγει | |
20 | Συκῆν. οἰκειότερον δέ, ὡς λέγονται, Συκαῖ λέγοιντ’ ἄν. ἔστι καὶ ἄλλη Συκῆ πλησίον Συρακουσῶν. καὶ Κιλικίας. ἔστι καὶ ἑτέρα Ἀλεξανδρείας. Τὰ εἰς κη ἰαμβικὰ ἀσυνάλειπτα, εἰ μὲν τῷ ο παραλήγοιτο, ὀξύνε‐ ται ῥηματικὰ ὄντα, πλέκω πλοκή, δέκω δοκή ἡ ὑπόνοια, πέκω ποκή τὸ ἔριον. τὸ μέντοι κρόκη ἀπὸ τοῦ κροκός. εἰ δὲ ἄλλῳ φωνήεντι, | |
25 | βαρύνεται, δίκη. ἔστι δὲ τοῦτο σημειῶδες. τὰ γὰρ εἰς κη λήγοντα θηλυκὰ δισύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλους τὸ ι, ἢ συνεσταλμένον ἔχει αὐτὸ ἢ ἐκτεταμένον καὶ τότε μὲν συνεσταλμένον ὁπότε σύμφωνον ὁρᾶται πρὸ τοῦ κ καταλῆγον, τότε δὲ ἐκτεταμένον, ὁπότε οὐχ οὕτως ἔχει οἷον Κίρκη, Δίρκη, Τρίκκη. συνέσταλται δὲ τού‐ | |
30 | των τὸ ι, ἐπεὶ σύμφωνον ἦν πρὸ τοῦ κ. τοῦ δὲ ἑτέρου νίκη, φρίκη. | |
λείπει ἄρα ἡ δίκη ἢ χρόνῳ ἢ συμφώνῳ. Λύκη κύριον, κάκη ἡ κάκωσις. | 313 | |
3,1314 | τὸ μέντοι ἀκή ἡ ἡσυχία ὀξύνεται πρὸς ἀντιδιαστολὴν κυρίου. ἔστι δὲ Ἄκη πόλις Φοινίκης ἡ ὕστερον Πτολεμαΐς. ἐκαλεῖτο δὲ Ἄκη ἀπὸ τῆς ἰάσεως τοῦ γενομένου δήγματος Ἡρακλεῖ ὑπὸ ὄφεως. τὰ δὲ εἰς κη λήγοντα δισύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται, Πλάκη πόλις | |
5 | Ἑλλησποντία. τὸ δὲ φακῆ περισπᾶται ἐκ συναιρέσεως. Τὰ εἰς κη δισύλλαβα πρὸ τοῦ κ σύμφωνον ἔχοντα μὴ τὸ λ βαρύ‐ νεται, κάκκη κόπρος, κάκη δὲ ἡ δειλία, λόκκη ἡ χλαμύς, κρόκκη ἡ παράλιος ψηφίς. Τρίκκη πόλις Θεσσαλίας ἀπὸ Τρίκκης τῆς Πηνειοῦ θυγατρός. Δίρκη, Κίρκη, νάρκη, Βάρκη πόλις Λιβύης ἥτις καὶ | |
10 | Πτολεμαΐς. λέγεται καὶ Βάρκαια. ἄσκη ἡ ἄσκησις. πέρκη εἶδος ἰχθύος, ἣ καὶ Θρᾷττα ἐκαλεῖτο. Ἄρκη πόλις Φοινίκης. Ἰώσηπος ἐν πέμπτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας (1, 22). Θρίγκη πόλις περὶ τὰς στήλας. Ἑκαταῖος Ἀσίᾳ. τὸ δὲ ὁλκή καὶ ἀλκή ὀξύνονται, ὡς ἔχοντα τὸ λάμβδα. τὸ δὲ Χάλκη πρὸς ἀντιδιαστολὴν τοῦ χαλκῆ βαρύνεται. ἔστι δὲ πόλις | |
15 | Λιβύης «μετὰ δ’ αὐτὴν πόλις Φοινίκων Χάλκη». ἔστι καὶ νῆσος. Θου‐ κυδίδης ὀγδόῃ (c. 44) «ἀπέπλευσαν εἰς Χάλκην, ἐντεῦθεν δ’ εἰς Σάμον». Θεόφραστος δὲ Χαλκίαν αὐτὴν καλεῖ. ἔστι καὶ ἄλλη Χάλκη Λαρισαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι. Θεόπομπος πρώτῳ Φιλιππι‐ κῶν ...... καὶ τρίτῳ «ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λα‐ | |
20 | ρισαίας». Τὰ εἰς κη ὑπερδισύλλαβα τῷ α παραληγόμενα εἴτε κύρια εἴτε προσηγορικὰ βαρύνεται, εἰ μὴ εἴη ῥηματικά, Ἰθάκη νῆσος πρὸς τῇ Κεφαλληνίᾳ ἀπὸ Ἰθάκου ἥρωος. ἔστι καὶ Συρίας ὑπὸ τὸν Εὐφράτην. Ἀρτάκη πόλις Φρυγίας ἄποικος Μιλησίων. Δημήτριος δὲ νησίον εἶναί | |
25 | φησι κατὰ Τιμοσθένην λέγων «Ἀρτάκη, τοῦτο μὲν ὄρος ἐστὶ τῆς Κυζι‐ | 314 |
3,1315 | κηνῆς, τοῦτο δὲ νησίον ἐστὶν ἀπὸ γῆς ἀπέχον στάδιον· κατὰ τοῦτο λιμὴν ὑπάρχει βαθὺς ναυσὶν ὀκτὼ ὑπὸ τῷ ἀγκῶνι ὃν ποιεῖ τὸ ὄρος ἔχεσθαι τοῦ αἰγιαλοῦ». Σκυλάκη πόλις περὶ Κύζικον. Ἑκαταῖος Ἀσίᾳ. Ἀνάκη πόλις Ἀχαΐας. Ἀναριάκη πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. | |
5 | Στράβων (11 p. 507 seqq. 514). Ἀρβάκη πόλις ἐν Κελτιβηρίᾳ ὡς Ἰόβας. Ἀρσάκη. οὕτως μετωνομάσθη Ῥάγα πόλις ἐν Μηδίᾳ ἀπὸ Ἀρ‐ σάκου βασιλέως Περσῶν. Ἀφάκη πόλις Λιβύης, ὡς πολυίστωρ ἐν Λιβυκῶν τρίτῃ. Μαινάκη Κελτικὴ πόλις. Μαλάκη πόλις Ἰβηρίας. Ἀρτεμίδωρος. Λαμψάκη ἐπιχωρία τις κόρη, ἀφ’ ἧς Λάμψακος πόλις. | |
10 | Βαβυτάκη πόλις Περσική. Ὀμφάκη πόλις Σικελίας. Φίλιστος Σικε‐ λικῶν τετάρτῳ. Σιδάκη πόλις Λυκίας ἀπὸ Σιδάκης τῆς Ἀμισωδάρου. Τυριτάκη πόλις Πόντου. Σιττάκη πόλις Περσική, ὡς Ἑκαταῖος Ἀσίᾳ. Ψευδαρτάκη λόφος ἐν τῇ Σκυθίᾳ μετὰ τὸ λεγόμενον Ἅγιον ὄρος. Βαιάκη πόλις Χαονίας. Ἑκαταῖος. Βαράκη νῆσος τῆς Γεδρω‐ | |
15 | σίας. Σαμυδάκη πόλις Καρμανίας. Χανδανάκη πόλις Περσική. Ἑκα‐ ταῖος Ἀσίας περιηγήσει. Ψιττάκη πόλις πρὸς τῷ Τίγριδι, ἐν ᾗ τὸ φυτὸν τῶν ψιττακίων, ὡς Δαμόφιλος. Τυράκη. οὕτως Τυρακίνας πόλιν Σικελίας Ἀλέξανδρος ἐν Εὐρώπῃ καλεῖ. Φυλάκη πόλις Θεσσα‐ λίας «οἱ δ’ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα» (Β 695) ἀπὸ Φυ‐ | |
20 | λάκου τοῦ Δηϊόνος. ἡ δὲ φυλακή ἀπὸ τοῦ φυλάσσω καὶ ἰακή ἀπὸ τοῦ ἰάζω καὶ ὑλακή ἀπὸ τοῦ ὑλάσσω. τὸ δὲ ἀνάγκη εἰ ἦν ἀπὸ ῥή‐ ματος τοῦ ἀνάσσω ὀξύνοιτο ἂν ὡς στενάχω στεναχή. Τὰ εἰς κη ὑπερδισύλλαβα τῷ ε ἢ τῷ ο παραληγόμενα σπάνιά εἰσιν. Ζεβέκη πόλις τῆς Γαλιλαίας. Ἰώσηπος Ἰουδαϊκῆς ἀρχαιολογίας πέμπτῳ | |
25 | (5, 2). σημαίνει δὲ τὸ ὄνομα κύριος. τὸ Ἀλωπεκή δῆμος τῆς Ἀντιο‐ χίδος φυλῆς ὀξύνεται. τὸ δὲ βορβορόκη βαρύνεται, καὶ τὸ ψοθόκη | |
ἡ ἀκαθαρσία. | 315 | |
3,1316 | Τὰ εἰς κη ὑπερδισύλλαβα παραληγόμενα τῷ ι συνεσταλμένῳ παρ‐ οξύνεται, Ἑλίκη πόλις Πελοποννήσου. Ὅμηρος «οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγάς» (Il. Θ 203) ἀπὸ Ἑλίκα τοῦ Λυκάονος ἢ ἀπὸ Ἑλίκης τῆς Ἴωνος μὲν γυναικός, Σελινοῦντος δὲ τοῦ Ποσειδῶνος θυγατρός. ἔστι | |
5 | καὶ ἄλλη Θετταλική. μυρίκη. ἔστι καὶ νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, οὕτως δὲ κέκληται καὶ Ἀμφίπολις πόλις. Βαιτίκη χώρα, οὕτως δὲ παρὰ τὸν Βαῖτιν ποταμὸν καλεῖται ἡ Τουρδητανία. μηδίκη. Στράβων (12 p. 525) «καὶ τὴν βοτάνην μὲν μάλιστα τρέφουσαν τοὺς ἵππους, ἣν μηδίκην καλοῦμεν». Βελγίκη ἡ χώρα. Ἰταλίκη πόλις Ἰβηρίας. Λαο‐ | |
10 | δίκη, Κυζίκη. τὰ δὲ ἔχοντα ἔννοιάν τινος προσυπακουομένου ὀξύ‐ νονται, μουσική, ἰατρική, γραμματική. Περσική εἶδος εὐτελοῦς ὑποδήματος ἔοικε δὲ γυναικεῖον εἶναι. Σκυθική εἶδος ὑποδήματος. Λακωνική εἶδος ὑποδήματος. Ἀβική χώρα Ποντική. Ἐλμαντική πόλις Ἰβηρίας τῆς ἐκτὸς Ἴβηρος ποταμοῦ. Πολύβιος γʹ. Ἰνδική πόλις | |
15 | Ἰβηρίας πλησίον Πυρήνης. Κυρρεστική χώρα Συρίας. Στράβων ἑκκαι‐ δεκάτῃ (p. 751). Κωλική χώρα πρὸς τῷ Καυκάσῳ. Αἰζική Θρᾴκης μέρος. Ἑκαταῖος Εὐρώπῃ. Ἁλική χώρα τῆς Κιλικίας. Κορπιλική χώρα Θρᾴκης «ἡ γὰρ Αἶνος κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα, νῦν δὲ Κορπιλικὴν λεγομένην». Πρετανική νῆσος παρὰ τῇ Κελτικῇ. | |
20 | Χαλδαϊκή χώρα. Κορσική ἡ νῆσος Κορσίς. Ταυρική νῆσος μεγάλη καὶ λίαν ἐπίσημος καὶ πολλὰ ἔχουσα ἔθνη καὶ περικλείουσα τῇ θέσει τὴν Μαιῶτιν λίμνην. λέγεται δὲ Ὄσιριν ἐκεῖ ζεύξαντα βοῦς ἀρόσαι τὴν γῆν. διὰ οὖν τὸ ζεῦγος τοῦ ταύρου τὸ ἔθνος κληθῆναι. Μαγιστρική χώρα τῶν Ταυρίσκων πρὸς τὰ Ἄλπεια ὄρη. Κροβυζική ἡ γῆ τῶν Κροβύ‐ | |
25 | ζων. Τραλλική ἡ Τραλλία μοῖρα τῆς Ἰλλυρίας. Λαζική παλαιὰ χω‐ ρίον, ὡς Ἀρριανός (Peripl. P. E. p. 19). Ἔτι τὰ ἔχοντα τὸ ι ἐκτεταμένον κύρια ἢ προσηγορικὰ βαρύνεται, Φοινίκη ἡ χώρα ἀπὸ τῆς Φοίνικος γενικῆς ὡς Κρής Κρητός Κρήτη. Λίβυς Λίβυος Λιβύη. Βερενίκη πόλεις ἕξ. πρώτη Ἠπείρου ἡ ὑπὸ | |
30 | Πύρρου τοῦ νεωτέρου κτισθεῖσα. δευτέρα ..... ἡ ὑπὸ Φιλαδέλφου Πτο‐ λεμαίου. τρίτη ἐν τῇ Τρωγλοδυτικῇ. τετάρτη ἡ πρότερον Χίος. πέμπτη ἐν Κιλικίᾳ. ἕκτη Λιβύης ἡ πρότερον Ἑσπερίς, ἐκλήθη δὲ Βερενίκη ἀπὸ τῆς Πτολεμαίου γυναικὸς Βερενίκης. Θεσσαλονίκη πόλις Μακεδονίας. | |
Φίλιππος τοῦ Ἀμύντου ἐκεῖ Θετταλοὺς νικήσας οὕτως ἐκάλεσε. Λού‐ | 316 | |
3,1317 | κιος δὲ ὁ Ταρραῖος περὶ Θεσσαλονίκης βιβλίον ἔγραψεν, ὅς φησιν ὅτι Φίλιππος θεασάμενος κόρην εὐπρεπῆ καὶ εὐγενῆ (Ἰάσονος γὰρ ἦν ἀδελ‐ φιδῆ) ἔγημε καὶ τεκοῦσα τῇ εἰκοστῇ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν. ἀνα‐ λαβὼν οὖν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν καὶ ἐκάλεσε | |
5 | Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικασίπολις ἐκέκλητο. Στρά‐ βων δὲ Θεσσαλονίκειαν αὐτήν φησι (7 p. 323). ἐρίκη εἶδος φυτοῦ. φερίκη εἶδος δένδρου, ἃ διὰ τοῦ ι ἐκτεταμένου γράφονται, τὸ δὲ Εὐνείκη ὄνομα μιᾶς τῶν Νηρηΐδων διὰ τῆς ει καὶ τὸ νείκη ἡ φιλο‐ νεικία ἐκ τοῦ νεῖκος. τὸ δὲ Παλική πόλις Σικελίας ὡς κτητικὸν ὀξύ‐ | |
10 | νεται. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε ἀπὸ τοῦ ἀΐσσω ὡς φυλάσσω φυλακή, ὑλάσσω ὑλακή. καὶ τὰ ἔχοντα ς πρὸ τοῦ κ παροξύνεται, λεκανίσκη, παρθενίσκη, θυΐσκη, παιδίσκη, στεφανίσκη. Τριποδίσκη κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τρι‐ ποδίσκος. | |
15 | Τὰ εἰς κη ὑπερδισύλλαβα παραληγόμενα τῷ υ βαρύνεται, Καλύκη κύριον ἀπὸ τῆς κάλυκος γενικῆς, σαμβύκη εἶδος ὀργάνου, Ἰτύκη πόλις Λιβύης. Ἐρύκη Σικελικὴ πόλις. Φίλιστος Σικελικῶν δευτέρᾳ. Ναρύκη πόλις Λοκρίδος, ἣ καὶ Νᾶρυξ, Βεβρύκη, ἀφ’ ἧς κατά τινας Βέβρυξ τὸ ἔθνος ἐν Ἀσίᾳ. ζαμβύκη, ἰαμβύκη, καρύκκη εἶδος βρώ‐ | |
20 | ματος ἐκ πολλῶν ἐδεσμάτων συνεστὸς διὰ δισσοῦ τοῦ κ. Τὰ εἰς κη ὑπερδισύλλαβα παραληγόμενα τῷ ω ὀξύνεται, ἀκωκή, ἰωκή ἡ δίωξις. τὸ δὲ Ἐώκη βαρύνεται. ἔστι δὲ ὄνομα πόλεως. Τὰ εἰς λη μετ’ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ παραλήγοιτο ο ἐν προσηγορικοῖς, βαρύνεται. Ζάγκλη πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. | |
25 | οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦς ἢ ἀπὸ κρήνης Ζάγκλης. οἱ δὲ διὰ | |
τὸ ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ᾧ τὰ τοῦ πατρὸς ἀπέκοψεν | 317 | |
3,1318 | αἰδοῖα. Νίκανδρος ἐν τῷ ηʹ Σικελίας «καί τις καὶ Ζάγκλης ἐδάη Δρε‐ πανηΐδος ἄστυ». τὸ γὰρ δρέπανον οἱ Σικελοὶ ζάγκλον καλοῦσι. αἴγλη· οὕτως δὲ πρότερον ἐκαλεῖτο Σύμη νῆσος Καρική. σίγλη τὸ ἐνώτιον, ζεύγλη, ὅπερ παρὰ τοῖς ἀρχαίοις κατὰ ποιητικὴν ἐξουσίαν συνέστειλε | |
5 | τὸ η εἰς α ζεῦγλα. φύτλη, τρώγλη. Ὕβλη πόλις ἐν Σικελίᾳ ἡ ὕστερον Μέγαρα ἀπὸ Ὕβλωνος βασιλέως. εἰσὶ δὲ τρεῖς πόλεις Σικελίας Ὕβλαι. ἔστι καὶ πόλις Ἰταλίας. κίχλη, χύτλη, τρίγλη, στρέβλη, ὃ παραλόγως στρέβλα γραφὲν ὑπό τινων διορθωτέον, ὁμίχλη, γενέ‐ θλη. Ἀμύκλαι πόλις Λακωνικὴ τῶν ἑκατὸν πόλεων, ἣν Ἀμύκλας ὁ | |
10 | Λακεδαίμονος υἱὸς ἔκτισεν. Μόκλη κώμη Φρυγίας. Πρόκλη πόλις Λυδίας. τὸ μέντοι ὁμοκλή καὶ ὁπλή προσηγορικά εἰσι καὶ παραλή‐ γουσιν ο, καὶ τὸ κεβλή ἀπὸ τοῦ κεφαλή γέγονε. Τὰ εἰς λη μονογενῆ δισύλλαβα ἑτέρῳ λ παραληγόμενα βαρύνεται, Ἕλλη, πέλλη, Ὕλλη πόλις. τὸ δὲ κυλλή τριγενές. | |
15 | Τὰ εἰς λη μονογενῆ δισύλλαβα παραληγόμενα τῷ α ἢ ε βαρύνεται, ἀσυνάλειπτα ὄντα, πάλη, σάλη ἡ φροντίς, ὅθεν ἀσαλής ὁ ἀμέριμνος. Αἰσχύλος «ἀσαλὴς μανία» καὶ ἀσαλίαν Σώφρων τὴν ἀμεριμνίαν καὶ ἀλο‐ γιστίαν καλεῖ. ζάλη, ἄλη ἡ πλάνη, ἕλη, Ζέλη πόλις Τρῳάδος ἣ καὶ Ζέλεια. Πέλη πόλις Θεσσαλικὴ διττή, μία μὲν ὑπὸ Εὐρυπύλῳ, ἑτέρα | |
20 | δὲ ὑπὸ Ἀχιλλεῖ, καὶ ἀπὸ τοῦ Πέλη Πέλεια. Ἁλή δὲ πόλις πρόσχωρος τῇ Ἀργείᾳ καὶ Ἁλαί Ἀραφηνίδες καὶ Ἁλαί Αἰξωνίδες, δῆμοι τῆς Ἀττι‐ κῆς ὀξυτόνως. ἔστι δὲ καὶ λίμνη ἐκ θαλάσσης. εἰσὶ δὲ καὶ Ἁλαί πό‐ λισμα Βοιωτίας. Παυσανίας ἐνάτῳ (24, 5). καὶ τῆς Κιλικίας δὲ πόλις. τὸ δὲ γαλῆ περισπᾶται ἀπὸ συναιρέσεως. | |
25 | Τὰ διὰ τοῦ ηλη δισύλλαβα βαρύνεται, εἰ μὴ ἀπὸ δασέος ἄρχοιτο συμφώνου, στήλη· ἔστι καὶ Στῆλαι πόλις Κρήτης πλησίον Παραισοῦ καὶ Ῥιθύμνης. μήλη, κήλη, Πήλη μικρὰ νῆσος, μεθ’ ὧν καὶ ἴλη | |
ἄθροισις, τὸ δὲ χηλή καὶ θηλή ὀξύνεται ὡς ἀπὸ δασέος ἀρχόμενα. | 318 | |
3,1319 | Τὰ εἰς λη δισύλλαβα μὴ κύρια παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ υ ὀξύνεται, βουλή, εὐλή ὁ σκώληξ, αὐλή ἡ ἔπαυλις «χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον» (Il. Ε 138). λέγεται καὶ αὖλις. εἰσὶ καὶ Αὐλαί ἐπίνειον Κιλίκων μεταξὺ Ταρσοῦ καὶ Ἀγχιάλης. εἰσὶν Αὐλαί καὶ | |
5 | Λυκίας χωρίον. οὐλή τὸ μονογενές «οὐλὴν μὲν πρῶτον» (Od. ω 331). τὸ γὰρ οὖλος οὔλη βαρύνεται ὁ ὀλέθριος καὶ ὁ οὐλότριχος· καὶ τὸ «ἑτέρῃ δ’ ἔχεν οὔλας» (Od. γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν ἴσως βε‐ βαρυτόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ οὐλή. τὸ δὲ Θούλη νῆσος μεγάλη ἐν τῷ ὠκεανῷ ὑπὸ τὰ Ὑπερβόρεια μέρη, ἔνθα | |
10 | τὴν θερινὴν ἡμέραν ὡρῶν εἴκοσιν ὁ ἥλιος ἰσημερινῶν ποιεῖ, τὴν δὲ νύκτα τεσσάρων, τὰς δὲ χειμερινὰς τοὐναντίον—κύριον, καὶ τὸ δούλη τριγενές. Τὰ εἰς λη δισύλλαβα παραληγόμενα τῇ ει ἢ τῷ ι βαρύνεται, εἴλη ἡ θερμασία κατὰ πλεονασμὸν τοῦ ι παρὰ τὸ ἕλη, δείλη, ὃ ἐτυμολο‐ | |
15 | γεῖται παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη. τὸ δὲ δειλή τριγενές. σεσημείωται τὸ σμιλή τὸ σμιλίον ὀξυνόμενον. * Τὰ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ τῷ υ παραληγόμενα βαρύνε‐ σθαι θέλει· τύλη, ὅπερ σύνηθες Ἀττικοῖς κνέφαλλον καλεῖν, ὁμωνύμως τῷ περιεχομένῳ τὴν περιέχουσαν. Ἀριστοφάνης Ἀμφιάρεῳ | |
20 | καὶ νὴ Δί’ ἐκ τοῦ δωματίου γε νῷν φέρε κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν. ὠνομάσθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτις σημαίνει ἀκανθώδη ὕλην, ᾗ περι‐ πεταννύντες τὰς ἐσθῆτας ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰς ἐσθῆτας χνοῦ, ᾧ καὶ πρὸς τὰς τύλας ἐχρῶντο, ὥσπερ καὶ νῦν. μέμνηται δὲ | |
25 | αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸς ἐν Πεισάνδρῳ ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος. ὥστε καὶ ἀντίθεσις ἐγένετο τοῦ α εἰς ε· ἐπεὶ παρὰ τὸ κνάφος ἐγένετο. εἰσὶ μέντοι οἳ καὶ διὰ τοῦ γ γράφουσιν. ἔν τισιν ἐν Μαλθακοῖς Κρατίνου | |
παρεφύλαξε Σύμμαχος. | 319 | |
3,1320 | Ἀναδράμωμεν ἐπὶ τὸ προκείμενον, παραθέμενοι τὸ τύλη, ὅπερ οὐκ ἦν παρ’ Ἀττικοῖς. ἀλλὰ μέμνηται Σαπφὼ ἐν δευτέρῳ ἐγὼ δ’ ἐπὶ μαλθάκαν τύλαν κασπολέω μέλεα | |
5 | καὶ ἀσάμενον τύλᾳ κασπολέω. οὐ γὰρ ὁ τέ σύνδεσμος. μύλη καὶ Μύλαι πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. καὶ Θετταλίας. πύλη. ἔστι καὶ τόπος Ἀρκαδίας Πύλαι, ὃς | |
10 | καὶ Πυλαία. σύλη ἐν Σαμίων ὥροις. «καὶ οὐδένα κατέδησεν ὦν τῆς σύλης μετασχεῖν». Λύλη πόλις Ἀρκαδίας, ὕλη καὶ Ὕλη πόλις Βοιω‐ τίας. Ὅμηρος (Β 500) «οἵ τ’ Ἐλεῶν’ εἶχον ἠδ’ Ὕλην καὶ Πετεῶνα». εἴρηται ἀπὸ Ὕλης τῆς Θεσπιέως ἢ ὅτι ὑλώδης ἐστίν. ἔστι δὲ καὶ πόλις Κύπρου καὶ Ὕλη χωρίον μεταξὺ τῆς Σαβίνων καὶ Ῥωμαίων πόλεως. | |
15 | μονῆρες ἄρα τὸ φυλή ὀξυνόμενον. ἔστι δὲ τὸ τρίτον εἶδος τῶν παρ’ Ἕλλησι κοινωνιῶν καὶ δῆμος Οἰνηΐδος φυλῆς. Ἀριστοφάνης Ἀχαρνεῦσι (1023) «πόθεν; ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι». καὶ ἐν Πλούτῳ (1146) «μὴ μνησικακήσῃς εἰ σὺ Φυλὴν κατέλαβες». * Τὰ διὰ τοῦ ολη ῥηματικὰ ὄντα ὀξύνεται, στέλλω στολή, βάλλω | |
20 | βολή, χέω χολή. * Δισύλλαβον εἰς ωλη ἀσυνάλειπτον οὐχ εὕρηται, τὸ δὲ πωλῆ περισπᾶται ἀπὸ συναιρέσεως. Τὰ διὰ τοῦ αλη ὑπερδισύλλαβα μονογενῆ ἀσυνάλειπτα βαρύνε‐ ται· Ἑκάλη δῆμος τῆς Λεοντίδος φυλῆς, μασχάλη, αἰθάλη καὶ | |
25 | Αἰθάλη νῆσος Τυρρηνῶν. Ἑκαταῖος Εὐρώπῃ. ἔοικε δὲ κεκλῆσθαι διὰ τὸ σίδηρον ἔχειν τὸν ἐν αἰθάλῃ τὴν ἐργασίαν ἔχοντα. Φίλιστος δ’ ἐν εʹ Σικελικῶν Αἰθάλειαν αὐτὴν καλεῖ. δαμάλη, ἀγκάλη, φιάλη, ξυάλη, Ἀγχιάλη πόλις Κιλικίας παραθαλασσία πρὸς τῇ Ταρσῷ καὶ Ζεφυρίῳ. ἔστι δὲ κτίσμα Ἀγχιάλης τῆς Ἰαπετοῦ θυγατρός, ὡς Ἀθηνόδωρος περὶ | |
30 | τοῦ αὐτοῦ πατρίδος γράφων καὶ παρατιθεὶς Διόδωρον τὸν γραμματικὸν συμφωνοῦντα Πτολεμαίῳ βασιλεῖ «γίνεται δ’ Ἰαπετοῦ θυγάτηρ Ἀγχιάλη, καὶ κτίζει πόλιν Ἀγχιάλην, Ἀγχιαλέα τε τὸν παρακείμενον ποταμόν. γεννᾷ δ’ υἱὸν Κύδνον, ἀφ’ οὗ ποταμὸς Κύδνος ἐν Ταρσῷ, ὁ δὲ Κύδνος | |
υἱὸν Παρθένιον, ἀφ’ οὗ ἡ πόλις μετωνομάσθη Παρθενία. μεταπεσόν‐ | 320 | |
3,1321 | τος δὲ τοῦ ὀνόματος Ταρσὸς ἐκλήθη». Αἰγιάλη μία τῶν τριῶν πόλεων ἐν Ἀμόργῳ τῇ νήσῳ. Ψυττάλη νῆσος περὶ Σαλαμῖνα. λέγεται καὶ Ψυττάλεια. ἔοικε δὲ Ψυττάλεια πρωτότυπον εἶναι ὡς Ἀγάμμεια, Μαν‐ τίνεια, Ἐρύθεια, Ζέλεια, ἀφ’ οὗ κατὰ συναλοιφὴν ἐγένετο ὡς Ἀγάμμη, | |
5 | Μαντίνη, Ζέλη, Ἐρύθη. Μυκάλη πόλις Καρίας. Ἡρόδοτος πρώτῃ (c. 148). Δίδυμος δ’ ὄρος τὴν Μυκάλην φησίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοι‐ παὶ Γοργόνες ἐπ’ οἴκτῳ μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μέσῳ κεῖται τῆς Καρικῆς ἁλός. Πατάλη πόλις Ἰνδική, ἣ καὶ Πάταλα λέγεται, Πετάλη, Μυρτάλη. | |
10 | Ἀρβουκάλη πόλις μεγίστη τῶν ἐντὸς Ἴβηρος ποταμοῦ, ἣν μόλις εἷλεν Ἀννίβας, ὡς Πολύβιος τρίτῃ. Σφενδάλη δῆμος Ἱπποθοωντίδος φυλῆς. Μεγάλη νῆσος ἐγγὺς Λυκίας καὶ Θεττάλη δρᾶμα Μενάνδρου βαρύ‐ νεται παρὰ Ἀττικοῖς εἰς ἰδιότητα τεθέν. σεσημείωται ἄρα τὸ κεφαλή ὀξυνόμενον ἐπὶ τοῦ μερικοῦ εἴτε ἐπὶ τοῦ κυρίου. ἔστι δὲ δῆμος. εἰσὶ | |
15 | δὲ καὶ Βοὸς κεφαλαί τόπος καθ’ ὃν ἐπολέμησε Προυσίας πρὸς Ἄττα‐ λον, ὡς Ἐρατοσθένης ἐν ἑβδόμῃ Γαλατικῶν. τὸ γὰρ ἀλαλή ὁ θόρυβος παρὰ τὸ λαλῶ οὐ φύσει τρισύλλαβον «κλῦθ’ ἀλαλά, πολέμου θυγάτηρ». τὸ δὲ μυγαλῆ περισπᾶται, ἐπεὶ παρὰ τὸ γαλῆ συντέθειται συναληλιμ‐ μένον καὶ περισπώμενον. κέχρηται δὲ τῷ ὀνόματι Κηφισόδωρος ἐν Ὑΐ | |
20 | ὦ καὶ λέων καὶ μυγαλῆ καὶ σκορπίος. τὸ δὲ ἀμυγδαλῆ ἐκ συναιρέσεως. ἐκλήθη δὲ ἀμυγδαλῆ παρὰ τὸ ἐν τῷ μετὰ τὸ χλωρὸν ὡσπερεὶ ἀμυχὰς ἔχειν πολλάς. καὶ οὐδετέρως ἀμύγδαλον λέγεται. Δίφιλος «τρωγάλια, μυρτίδες, πλακοῦς, ἀμύγδαλα». Περὶ δὲ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδαλῆς Πάμφιλος μὲν ἀξιοῖ | |
25 | ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ, τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος «ῥοδῆς τε καλὸν ἄνθος». Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίως προ‐ φέρεται κατ’ ὀξεῖαν τάσιν. Φιλόξενος δ’ ἀμφότερον περισπᾶ. Εὔπολις «ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν». | |
30 | Ἀριστοφάνης· ἄγε νῦν, τὰς ἀμυγδαλᾶς λαβὼν τασδί, κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ. | |
Φρύνιχος· ἀμυγδαλῆ, τῆς βηχὸς ἀγαθὸν φάρμακον. | 321 | |
3,1322 | ἄλλοι δὲ ἀμυγδαλάς ὡς καλάς. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ ἀμυ‐ γδάλην μὲν καρπὸν βαρέως, ἀμυγδαλῆ δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τούτου περισπωμένου. Τὰ διὰ τοῦ ελη μονογενῆ ὑπερδισύλλαβα παροξύνεται, Σεμέλη, | |
5 | ἀγέλη, κυψέλη ὁ ῥύπος τῶν ὤτων καὶ τὸ ἀγγεῖον τῶν κηρίων. θυμέλη, ἀγέλη, μακέλη. Κυβέλη πόλις Φοινίκης. λέγεται δὲ καὶ ἡ Ῥέα Κυβέλη ἀπὸ Κυβέλων ὄρους ἱεροῦ. Ὑβέλη πόλις περὶ Καρχη‐ δόνα. Ἑκαταῖος Ἀσίᾳ. Μαστραμέλη πόλις καὶ λίμνη τῆς Κελτικῆς. Ἀρτεμίδωρος. Ἀρβέλη πόλις Σικελίας. εἰ δέ τι ὀξύνεται, τὴν πρώτην | |
10 | συλλαβὴν φύσει ἢ θέσει μακρὰν ἔχει, πιμελή τὸ λίπος καὶ Ἀγγελή δῆμος τῆς Πανδιονίδος φυλῆς καὶ Πεντελή δῆμος Ἀντιοχίδος φυλῆς ὀξύνεται. Τὰ διὰ τοῦ ηλη ὑπερδισύλλαβα βαρύνεται, ἀνθήλη καὶ Ἀνθήλη πόλις. Ἡρόδοτος ἑβδόμῃ (c. 200) «κώμη Ἀνθήλη». καὶ Ἀνθήνη ἐκλήθη. | |
15 | Γαβήλη πόλις Φοινίκης, κωβήλη ἡ συνουσία. Κανθήλη πόλις Λι‐ βυφοινίκων. Ἑκαταῖος Ἀσίᾳ. Σιδήλη πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ, καπήλη, ξυήλη, κιχήλη, Στυμφήλη, ὁπήλη, βαρβήλη. τὸ δὲ γαμφηλή ὀξύνεται καὶ τὸ θυηλή ἡ θυσία. Τὰ εἰς ιλη ὑπερδισύλλαβα βαρύνεται, παστίλη ἡ τελευταία ἡμέρα | |
20 | τοῦ ἐνιαυτοῦ, σπατίλη τὸ ἀπόξυσμα τῶν δερμάτων, μαρίλη ἡ κόνις, μυστίλη ὁ κοῖλος ἄρτος, πραδίλη, βασίλη ἡ βασιλίς· Ἀβίλη πόλις ἐπὶ τῷ Ἰορδάνῃ ποταμῷ. Πενθίλη πόλις Λέσβου ἀπὸ Πενθίλου, Τρε‐ μίλη. οὕτως ἐκαλεῖτο ἡ Λυκία ἀπὸ Τρεμίλου. τὸ μέντοι ὠτειλή— γέγονε δὲ ἀπὸ τοῦ οὐτήσω οὐτηλή τροπῇ τῆς ου διφθόγγου εἰς ω καὶ | |
25 | τοῦ η εἰς τὴν ει δίφθογγον Βοιωτιακῶς ὡς πένης πένεις. λέγεται δὲ | 322 |
3,1323 | παρ’ Αἰολεῦσιν ὠτέλλη—καὶ ἀπειλή καὶ ὀφειλή ὀξύνεται, ὡς ἔχοντα τὸ ε πρὸ τοῦ ι. Τὰ διὰ τοῦ ολη ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ σύνθετα εἴη ἐκ προθέσεως, ἀσβόλη, θερσόλη, τριβόλη, ἀπαιόλη ἡ ἀπάτη. Ἰόλη, | |
5 | Ὁμόλη ὄρος Θετταλίας. Παυσανίας ἐνάτῳ (c. 8, 6). λέγεται καὶ Ὅμολος. Νακόλη νύμφη, ἀφ’ ἧς Νακόλαιον. τὸ δὲ ἐντολή, ἀνα‐ τολή, ἐμβολή, Ἐπιπολαί χωρίον ἀπόκρημνον προσεχὲς Συρακούσαις. Θουκυδίδης ἕκτῃ (c. 96). Προπολαί πόλις Σικελίας καὶ τἆλλα ἐκ προ‐ θέσεως ὀξύνονται. | |
10 | Τὰ διὰ τοῦ υλη ὑπερδισύλλαβα βαρύνονται· κορδύλη, κοτύλη, γογγύλη, κρωβύλη, ἀρβύλη, ἡδύλη, Κροκύλη, Βραχύλη πόλις Κερήτων. Βαβύλη πόλις ἐν Ὀδρύσαις. Καβύλη πόλις Θρᾴκης οὐ πόρρω τῆς τῶν Ἀστῶν χώρας. Πολύβιος τρισκαιδεκάτῃ. Καρδαμύλη πόλις Μεσσηνίας. Ὅμηρος «Καρδαμύλην Ἐνόπην τε» (Il. Ι 150). Ἡρό‐ | |
15 | δοτος (8, 73) δὲ Λακωνικὴν αὐτήν φησιν. ἔοικε δ’ ἑτέρα εἶναι πλησίον Χίου. Μοτύλαι Σικελίας φρούριον. παρὰ τὴν Μοτύην. Φίλιστος Σικε‐ λικῶν πέμπτῳ. Τριφύλη ἡ Κλυτίου μήτηρ. Παμφύλη θυγάτηρ Ῥα‐ κίου καὶ Μαντοῦς. Στρογγύλη μία τῶν ἑπτὰ Αἰόλου νήσων «ἀπὸ τοῦ σχήματος καλουμένη, καὶ φλογὸς μὲν λειπομένη, φέγγους δὲ μετέ‐ | |
20 | χουσα». ἔστι καὶ ἄλλη πρὸς τῇ Λυκίᾳ. Σκαπτησύλη πόλις Θρᾴκης μικρὰ ἀντικρὺς Θάσου, σταφύλη τὸ τεκτονικὸν ἐργαλεῖον, σταφυλή | |
δὲ ὁ καρπός. τὸ μέντοι Ἀγκυλή καὶ Ἀγρυλή ὀνόματα δήμων ὀξύ‐ | 323 | |
3,1324 | νονται. τὸ δὲ Ἀγρυλή δῆμος Ἀθήνησι τῆς Ἐρεχθηΐδος φυλῆς γράφεται καὶ μετὰ τοῦ α Ἀγραυλή ἀπὸ Ἀγραύλου τῆς Κέκροπος θυγατρός. ἔστι δὲ καὶ πόλις Ἀθηναίων ἄποικος ἐν Σαρδοῖ ἀπὸ τοῦ δήμου κληθεῖσα Ἀγρυλή. | |
5 | Τὰ εἰς ωλη ὑπερδισύλλαβα ὀξύνεται, παυσωλή, τερπωλή, εὐ‐ χωλή, ἀδμωλή ἡ ἄγνοια, θερμωλή, γαμψωλή, χαριτωλή, μεμ‐ φωλή, θεραπωλή. τὸ δὲ ἐριώλη ἡ μεγάλη πνοή ἀπὸ τοῦ ἐρί καὶ τοῦ ἄω τὸ πνέω βαρύνεται. ὡσαύτως καὶ Ῥακώλη χωρίον, ὅθεν αἱ γέρανοι ὁρμῶσι, οἱ δὲ Πυγμαῖοι κατῴκουν ἐν Καττούζᾳ, πόλει Θρᾴκης. | |
10 | Τὰ εἰς μη λήγοντα προσηγορικὰ ἔχοντα κατ’ ἐπιπλοκὴν σύμφωνον μὴ δασὺ ἔχον ἐν τῇ ἀρχῇ, ὀξύνεται, δεσμή, δυσμή, πυγμή, νυγμή, ξυσμή, αἰχμή, ὀχμή, δυθμή, μεθ’ ὧν καὶ ἐφετμή καὶ ἀϋτμή, τὸ δὲ ἴθμη, στάθμη, λόχμη βαρύνεται. καὶ τὸ δόχμη Τρύφων ὡς ὄχθη καὶ στάθμη βαρύνει, Ἀρίσταρχος δὲ ὀξύνει, ὡς δηλοῖ καὶ ὁ κω‐ | |
15 | μικὸς ἐν τῷ «οὔτοι ἀφεστήκασι πλεῖν ἢ δύο δοχμά». ἐν μέντοι, φησί, τοῖς ἀκριβεστέροις ἀντιγράφοις ὀξεῖα ἐπίκειται τῇ πρώτῃ συλλαβῇ κατὰ τὸ λόχμη, λόγχη, ὄχθη, ὄχνη. τὸ δὲ Μέδμη κόρη τις, ἀφ’ ἧς πόλις Ἰταλίας καὶ κρήνη ὁμώνυμος, Ἑκαταῖος Εὐρώπῃ, κύριόν ἐστι, μεθ’ οὗ καὶ Ἀλύχμη τρισύλλαβον, ἐν ᾗ τιμᾶται Ἀλύχμιος Ἑρμῆς. τὸ μέντοι | |
20 | χάσμη βαρύνεται δασὺ ἔχον τὸ σύμφωνον. Τὰ εἰς μη ἔχοντα σύμφωνον κατὰ διάστασιν βαρύνεται, τόλμη, ἅλμη, χάρμη, σκάλμη, θέρμη. ἔστι καὶ πόλις Θρᾴκης. Ἀπολλό‐ δωρος δὲ Μακεδονίας φησὶ καὶ Θουκυδίδης (1, 61). Γέρμη πόλις Ἀσίας. Μάρμη πόλις Φοινίκης, Πάρμη πόλις Ἰταλίας. σεσημείωται τὸ ὁρμή | |
25 | καὶ τὸ γραμμή ὀξυνόμενα. | |
Τὰ διὰ τοῦ αμη εἴτε δισύλλαβα εἴτε ὑπερδισύλλαβα μονογενῆ βα‐ | 324 | |
3,1325 | ρύνεται, εἰ μὴ εἴη ἐκ συναιρέσεως, Σάμη νῆσος, καλάμη καὶ Καλά‐ μαι πόλις Πελοποννήσου. Παυσανίας τετάρτῳ (c. 31, 3). παλάμη, Ζαδράμη βασίλειον τῶν Κυναιδοκολπιτῶν. θαλάμη, Θαλάμαι πόλις τῆς Μεσσηνίας. Θεόπομπος τριακοστῷ δευτέρῳ Φιλιππικῶν. Κοροκον‐ | |
5 | δάμη πλησίον Σινώπης. Ἀρτεμίδωρος ἑνδεκάτῳ γεωγραφουμένων. Ὀργάμη πόλις ἐν τῷ Ἴστρῳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ δὲ σπιθαμή ὀξύ‐ νεται καὶ τὸ Ἱεραμαί πόλις Καρίας. τὸ δὲ σησαμῆ περισπᾶται ὡς ἐκ συναιρέσεως. * Τὰ εἰς μη παραληγόμενα τῷ ε σπάνια ὄντα βαρύνεται οἷον | |
10 | Κρέμη πόλις Πόντου. Φλέγων ὀγδόῳ χρονικῶν. Τὰ εἰς μη ἰαμβικὰ παραληγόμενα τῷ ο ἀπὸ ῥημάτων παραληγόν‐ των ε ὀξύνεται, δρέμω δρομή, τέμνω τομή καὶ ἀνατομή, νέμω νομή καὶ προνομή, δέμω δομή, τὸ μέντοι κόμη βαρύνεται ἀπὸ τοῦ κόσμος γεγονυῖα, κόσμη γάρ. ὡσαύτως καὶ τὸ Εὐρυνόμη καὶ Ἀμφι‐ | |
15 | νόμη βαρύνονται. Τὰ εἰς μη φύσει μακρᾷ παραληγόμενα βαρύνεται, μνήμη, κνήμη, φήμη, χήμη, νοσήμη, θελήμη, φιλήμη ἡ φιλία. ῥώμη καὶ Ῥώμη διασημοτάτη πόλις Ἰταλίας, γνώμη, κώμη εἴρηται ἀπὸ τοῦ ἐν αὐταῖς κοιμᾶσθαί τε καὶ αὐλίζεσθαι, ὡς Φιλόξενος. βρώμη, τρώμη, Ἰθώμη | |
20 | πόλις Θεσσαλίας τῆς Πελασγιώτιδος. Ὅμηρος «οἵ τ’ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν (Β 729). ἔστι καὶ Μεσσήνης. ἀπὸ Ἰθώμου βασι‐ λέως. καλεῖται δὲ ὁ τόπος τῆς Θεσσαλικῆς Θούμαιον ἀποβολῇ τοῦ ι καὶ τροπῇ τοῦ ω εἰς τὴν ου δίφθογγον Θούμαιον. κοίμη ἐπὶ τοῦ ὕπνου, οἴμη ἀπὸ τοῦ οἶμος. ῥύμη ὁ στενωπός, τρύμη ἡ ταλαιπωρία, ζύμη, | |
25 | Σύμη νῆσος Καρική, ὡς Στράβων τεσσαρεσκαιδεκάτῃ (p. 656). ὠνόμα‐ | |
σται δὲ ἀπὸ Σύμης τῆς Ἰαλύσου. Στρύμη πόλις Θρᾴκης, ὡς Ἀνδροτίων | 325 | |
3,1326 | ἑβδόμῳ. Κύμη πόλις Αἰολίδος πρὸ τῆς Λέσβου ἀπὸ Κύμης Ἀμαζόνος· ἔστι καὶ ἑτέρα Ἰταλίας. τρίτη τῆς Ἠλείας. τετάρτη Παμφυλίας. Δύμη πόλις Ἀχαΐας ἐσχάτη πρὸς δύσιν, ὅθεν καὶ Καλλίμαχος ἐν ἐπιγράμμασιν «εἰς Δύμην ἀπιόντα τὴν Ἀχαιῶν». λέγεται καὶ πληθυντικῶς ὡς Ἀπολ‐ | |
5 | λόδωρος «τούτων ἀπέχουσα σταδίους ρκʹ ἐσχάτη, κεῖται πρὸς δύσιν Δῦμαι». Δρύμη πόλις Λιβύης. Στράβων ιζʹ (p. 834). σεσημείωται τὸ τιμή προσηγορικὸν ὀξυνόμενον. Τίμη δὲ τὸ κύριον βαρύνεται. * Τὰ εἰς μη ὑπερδισύλλαβα υ παραληγόμενα βαρύνεται, Οἰσύμη πόλις Μακεδονίας. Θουκυδίδης τετάρτῃ (c. 107). ταύτην Αἰσύμην | |
10 | Ὅμηρος (Il. Θ 304) ἔφη «τόν ῥ’ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ». Ἠδύμη πόλις Καρίας. Ἰδύμη πόλις Καρίας ἡ καὶ Ἴδυμα. Διδύμη μία τῶν Αἰόλου νήσων ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα. ἔστι καὶ πόλις Λίβυσσα. ἔστι καὶ κώμη Κιλικίας Διδυμαί, ὀξυτόνως. Δινδρύμη πόλις Μακεδονίας. | |
15 | Τὰ εἰς νη μονογενῆ μετ’ ἐπιπλοκῆς συμφώνου βαρύνεται, πάχνη, λάχνη, ἄχνη καὶ Ἄχναι πόλις Θεσσαλίας. ἔστι καὶ Βοιωτίας, τέχνη, Αἴτνη πόλις Σικελίας ἀπὸ Κατάνης, Ἱέρωνος κτίσμα, ὡς ..... φάτνη, δάφνη καὶ Δάφνη προάστιον ἐπισημότατον τῆς ἑῴας Ἀντιοχείας. ἔστι καὶ ἄλλη Δάφνη Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου | |
20 | παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. ὄρφνη ἡ νύξ. Ἴγνη πόλις πλησίον Πριάπου. Ἴχναι πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ (c. 123). Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δὲ ἄλλην φησὶ διὰ τοῦ α. ἔστι καὶ ἑτέρα ἑῴα πόλις. λίμνη καὶ Λίμναι πόλις ἐν Ἑλλησπόντῳ, περὶ Σηστόν. Ἑκαταῖος Εὐρώπῃ. καὶ ἕτερος τόπος | |
25 | Ἀττικῆς Λίμναι καλούμενος, ἔνθα ὁ Διόνυσος ἐτιμᾶτο. Καλλίμαχος «Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς». Ὄννη ἐμπόριον τῆς εὐ‐ δαίμονος Ἀραβίας. ποίμνη. Βάτναι πόλις τῆς Ὀσροήνης. τὸ δὲ | |
ψεδνός ψεδνή τριγενές. τὸ δὲ πρυμνή ἐπίθετον, ὅταν δὲ ἰδίως | 326 | |
3,1327 | ἐπὶ τοῦ πλοίου, βαρύνομεν ὡς λευκή καὶ λεύκη. ἀντιπίπτει δὲ τὸ στρωμνή. * Ὡσαύτως καὶ τὰ ὑπερδισύλλαβα βαρύνεται, Πολίχνη Κρήτης πόλις. ἔστι καὶ Πολίχνα πόλις Τρῳάδος. Εὐδείπνη νῆσος Λιβυφοι‐ | |
5 | νίκων. Ἑκαταῖος περιηγήσει Λιβύης. Θεράπναι πόλις Λακωνική, ἥν τινες Σπάρτην φασίν, ἔστι δὲ τόπος ἔχων ναὸν τῶν Διοσκούρων διὰ τὸ ἐκεῖ τούτους τιμᾶσθαι. θεραπεύειν γὰρ τιμᾶν σημαίνει καὶ ὁ ναὸς τὴν οἰκίαν, ἔνθα θεοὶ θεραπεύονται. Καλύδναι νῆσοι, Ἀφίδναι δῆμος Ἀττικῆς, λέγεται δὲ καὶ Κάλυδνα, Ἄφιδνα. Ἀκάνναι ἐμπόριον | |
10 | περὶ τὴν Ἐρυθρὰν θάλασσαν. τὸ δὲ Ἐρυμναί πόλις Λυκίας—Ἀλέ‐ ξανδρος ἐν πρώτῃ Λυκιακῶν—ὀξύνεται ἐπιθετικὸν ὄν. Τὰ εἰς νη μονογενῆ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ κατα‐ λήγουσαν βαρύνεται, πτέρνη, Λέρνη ἡ κρήνη, πέρνη καὶ Πέρνη πόλις Θρᾴκης ἀντικρὺ Θάσου, Τάρνη πόλις Ἀχαΐας, Ἄρνη πόλις | |
15 | Βοιωτίας. Ὅμηρος «οἵ τε πολυστάφυλον τ’ Ἄρνην ἔχον» (Il. Β 507) καὶ Λυκόφρων (v. 644) «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι». δευ‐ τέρα πόλις Θεσσαλίας, ἄποικος τῆς Βοιωτίας, περὶ ἧς χρησμός «Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα». θυγατέρα δέ φασιν Αἰόλου τὴν Ἄρνην. τρίτη Μεσοποταμίας. τετάρτη τῆς Γρασινίων πρὸς τῇ Θρᾴκῃ. | |
20 | Θέρνη πόλις Θρᾴκης, Κάρνη πόλις Φοινίκης ἀπὸ Κάρνου τοῦ Φοίνι‐ κος, ὡς Ἴστρος φησίν. Ἀρτεμίδωρος δ’ ἐν τῷ δεκάτῳ βιβλίῳ φησίν «ἔστι Κάρνος καὶ συνεχῶς Πάλτος, εἶτα Γάβαλα πόλις». ἔστι δὲ ἄλλη Αἰολίδος. Κέρνη πόλις καὶ λιμήν. τὸ δὲ φερνή ἡ προίξ παρὰ τὸ φέρω ὀξύνεται. Αἰολεῖς δὲ φέρεναν αὐτὴν λέγουσιν ὁμοίως τῇ Ἔλεναν. | |
25 | * Ἔτι καὶ τὰ εἰς νη μονογενῆ ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ ν ρ βαρύνεται, Ἰέρνη νῆσος ἐν τῷ πέρατι πρὸς ταῖς δυσμαῖς, Ἰουέρνη πόλις ἐν τῷ πόντῳ τῷ Πρετανικῷ. Ἀχάρναι δῆμος τῆς Οἰνηΐδος | |
φυλῆς. | 327 | |
3,1328 | Τὰ διὰ τοῦ ανη δισύλλαβα μονογενῆ βαρύνεται, ἄνη ἡ ἄνυσις, πλάνη, Κάνη καὶ Κάναι «πολίχνιον Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου». ἔστι καὶ ὄρος καὶ λιμήν. Στράβων ιγʹ (p. 615). ἔστι καὶ πόλις Κάναι τοῦ Τίγρητος ποταμοῦ. εἰσὶ δὲ καὶ Κάνναι διὰ δύο | |
5 | νν. Σάνη πόλις Θρᾴκης μεταξὺ Ἄθω καὶ Παλλήνης. τὸ δὲ φανή παρ’ Ἡσιόδῳ ἐν δευτέρῳ εἰρημένον· οἳ πρόσθε φανὴν ἔντοσθεν ἔκευθον. ὀξύνεται. τὸ μέντοι παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰς νη λῆγον, ἀλλὰ ἴδιον θέμα Βοιωτῶν τασσόμενον ἀντὶ τοῦ γυνή. | |
10 | Τὰ διὰ τοῦ ανη μονογενῆ ὑπὲρ δύο συλλαβὰς βαρύνεται, θηγάνη ἡ ἀκόνη, Ἐργάνη ἡ Ἀθηνᾶ, ὁρκάνη ἡ εἱρκτή, σαργάνη, πτισάνη, δαπάνη, λεκάνη, βοτάνη, δρεπάνη· Δρεπάνη δὲ ἐκαλεῖτο καὶ ἡ Φαιακία. ἔστι καὶ Λυκίας Δρεπάνη· ἔστι καὶ Δρεπάνη Βιθυνίας πρὸς τῷ Ἀστακηνῷ κόλπῳ, ἣν ....... φησὶν ὠνομάσθαι, ὅτι «Δρεπάνην | |
15 | κλείουσιν ἀπὸ Κρονίδαο σιδήρου». ἔστι καὶ ὄρος Αἰθιοπίας. βρυκάνη, τρυπάνη. Λευκάνη ἡ τῶν Λευκῶν πόλις ἀπὸ Λευκίου τινός. Κα‐ τάνη πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Κατάνη πόλις, ὑπὲρ δὲ ὄρος Αἴτνη». κέκληται δὲ οὕτως, ἐπειδὴ κατέβη πρὸς τὸν Ἀμενα‐ νὸν ποταμὸν ἡ Θεοκλέους τοῦ Χαλκιδέως ναῦς, ἣν Δωριεῖς χωρὶς τοῦ | |
20 | υ νᾶν φασιν, ἢ ὅτι τῆς Αἴτνης κατατεθείσης τὸ ἄνω κάτω γέγονεν. Μασχάνη πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κορομάνη πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαλσάνη πόλις τῆς εὐδαίμονος Ἀραβίας. Πιτάνη πόλις Αἰολίδος. Σικάνη πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐ‐ ρώπῃ. Ῥωγάνη πόλις ἐν τῇ Ἰνδικῇ. Στεφάνη πόλις Φωκίδος. | |
25 | Ταπροβάνη νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. Ἀλέξανδρος ὁ καὶ Λύχνος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη θηρονόμος πέπληθεν ἐϋρρίνων ἐλεφάντων. ἣ πάλαι μὲν ἐκαλεῖτο Σιμούνδου, νῦν δὲ Σαλική, πλοῦ μῆκος. οὖσα | |
30 | ἑπτάκις που χιλίων σταδίων, πλάτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. Τελάνη πόλις ἀρχαιοτάτη Συ‐ ρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. Χανδάνη πόλις Ἰαπυ‐ γίας. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι». Ἀδράνη πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεό‐ | |
35 | πομπος. Πολύβιος δὲ διὰ τοῦ η τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, | |
Ἀδρήνη. Ἀφάναι χωρίον Σικελίας ἄσημον, ἀφ’ οὗ ἡ «εἰς Ἀφάνας» | 328 | |
3,1329 | ἐπὶ τῶν ἀδήλων καὶ ἐκτετοπισμένων. Παρικάνη πόλις Περσική. Ἑκαταῖος Ἀσίᾳ «ἐν δ’ αὐτοῖσι πόλις Παρικάνη οὔνομα». τὸ δὲ μη‐ χανή ὀξύνεται. ὡσαύτως καὶ Ἀμφαναί πόλις Δωρική. Ἑκαταῖος ἐν πρώτῃ γενεαλογιῶν. Θεόπομπος Ἀμφαναίαν αὐτὴν καλεῖ ἐν πέμπτῳ | |
5 | Φιλιππικῶν. ἔστι καὶ χωρίον Θεσσαλίας ὡσαύτως. τὰ δὲ εἰς ανη α μακρῷ παραληγόμενα ἔχοντα ἔννοιάν τινος προσυπακουομένου ἐπὶ χωρῶν καὶ ἐπὶ πόλεων ὀξύνεται, Ματιανή μοῖρα τῆς Μηδίας. Στράβων ἑν‐ δεκάτῃ (p. 505) «τοῦτο δὲ γίνεται καὶ τῆς Μηδίας ἐν τῇ Ματιανῇ». Ἀσιανή πόλις Ἠλείας. Ἀχριανή πόλις Ὑρκανίας. Πολύβιος δεκάτῳ. | |
10 | Σογδιανή χωρίον περὶ τὴν Βακτριανήν. Σουσιανή ἡ χώρα καὶ κώμη Σουσιανή. Συρβανή νῆσος ἐν τῷ Εὐφράτῃ. Τὰ εἰς νη δισύλλαβα τῷ ε παραληγόμενα καὶ βαρύνεται καὶ ὀξύ‐ νεται. βαρύνεται τὸ ἔνη, ὀξύνεται τὸ Θεναί πόλις Κρήτης, τινὲς δὲ Ἀρκαδίας. οἱ δ’ ὄρος· καὶ τὸ Μεναί πόλις Σικελίας ἐγγὺς Παλικῶν. | |
15 | Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. καὶ τὸ εὐνή μετὰ τοῦ υ. γέγονε γὰρ ἀπὸ τοῦ εἷς ἑνός ἑνή καὶ εὐνή, ψιλουμένης τῆς ευ διφθόγγου, ἐπεὶ τὸ υ πλεονάζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ φωνήεντα, ἕκηλος εὔκηλος, ἕαδε εὔαδε. εἰσὶ δὲ καὶ Εὐναί πόλις Καρίας, ἐν ᾗ ποταμὸς Εὐναῖος. Τὰ διὰ τοῦ ενη ὑπερδισύλλαβα μονογενῆ βαρύνεται, ὠλένη, | |
20 | Ἑλένη νῆσος τῆς Ἀττικῆς. Ἑκαταῖος Εὐρώπῃ. ἐκεῖ γὰρ ἀποβῆναί φασι τὴν Ἑλένην μετὰ τὴν ἅλωσιν Ἰλίου. ἔστι καὶ κρήνη Ἑλένη ἐν Χίῳ, ἐν ᾗ Ἑλένη ἐλούσατο. Κλυμένη. Κασμένη πόλις Σικελίας. Ἡρόδοτος ζʹ (c. 155): Κτιμένη πόλις Θεσσαλίας, ὑπὸ Πηλέως Φοίνικι δωρηθεῖσα, ἧς τοὺς πολίτας Ὅμηρος Δόλοπάς φησιν, ὡς Σίντιας τῆς Λήμνου, καὶ Τρῶας | |
25 | τῆς Ἰλίου καὶ Ζελείας, καὶ Ἐπειοὺς τῆς Ἤλιδος, καὶ Φαίακας τῆς Σχε‐ ρίας καὶ Ἄβαντας τοὺς Εὐβοέας. οὕτω καὶ «Κτιμένην Δολοπηΐδα» (Apollon. Rhod. I 68). Δυναμένη. Μελπομένη. Κατακεκαυμένη χώρα τῆς Ἐφεσίας. Στράβων τρισκαιδεκάτῳ (p. 628). Σταμένη πόλις Χαλύβων. Ἑκαταῖος Ἀσίᾳ. Ἀρμένη κώμη Παφλαγονίας. Μένιππος ἐν | |
30 | περίπλῳ, παρὰ δὲ Ξενοφῶντι ἐν ἀναβάσεως ϛʹ (1, 9) Ἀρμήνη διὰ τοῦ η. | |
Λυκοσθένη πόλις Λυδίας. Ξάνθος πρώτῃ Λυδιακῶν, ἣν καὶ Λυκο‐ | 329 | |
3,1330 | σθένειαν Νικόλαός φησιν. τὸ δὲ Κλαζομεναί πόλις ὀξύνεται ὡς καὶ Ἀκεσαμεναί πόλις Μακεδονίας, κτίσμα Ἀκεσαμενοῦ ἑνὸς τῶν ἐν Πιερίᾳ βασιλευσάντων, Ἀλαλκομεναί πόλις Βοιωτίας, ἣ καὶ Ἀλαλκο‐ μένιον, καὶ πόλις ἐν Ἰθάκῃ τῇ νήσῳ καὶ Ἰλλυρίας καὶ Ἰδομεναί πόλις | |
5 | Μακεδονίας καὶ Εὐρυμεναί πόλις Θεσσαλίας. Ἑκαταῖος Εὐρώπῃ καὶ Μισγομεναί πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. καὶ Ὀργομεναί πόλις Ἰλλυρίας καὶ Δεξαμεναί μέρος τῆς Ἀμβρακίας ἀπὸ Δεξαμενοῦ τοῦ Μεσόλου παιδὸς καὶ Ἀμβρακίας τῆς θυγατρὸς Φόρ‐ βαντος τοῦ Ἡλίου καὶ τὸ Εἰδομενή πόλις Μακεδονίας. Θουκυδίδης βʹ | |
10 | (c. 100). καὶ τὸ δεξαμενή, εἰαμενή ὁ κάθυγρος τόπος τοπικὴν ἔννοιαν ἔχοντα. Τὰ διὰ τοῦ ηνη μονογενῆ δισύλλαβα βαρύνεται, εἰ μὴ περιεκτικὰ εἴη, Ῥήνη νῆσος μικρὰ πλησίον Δήλου. λέγεται καὶ Ῥηνίς καὶ Ῥηναία. Σήνη πόλις Κελτική, φήνη τὸ ὄρνεον «φήνῃ ἐειδομένη» (γ 372), | |
15 | γλήνη ὁ ῥύπος, κρήνη, μήνη ἡ σελήνη. χήνη καὶ καταχήνη τὸ γέλασμα. Λήνη, Βήνη πόλις Κρήτης ὑπὸ Γόρτυν τεταγμένη. τὸ μέντοι σκηνή ὀξύνεται ὡς προσηγορικὸν περιεκτικὴν ἔχον ἔννοιαν. ὡσαύτως καὶ Σκηναί πόλις ἀξιόλογος Περσική ὡς Στράβων ιϛʹ (p. 748). Τὰ διὰ τοῦ ηνη τρισύλλαβα μονογενῆ βαρύνεται, Ἀρήνη πόλεις | |
20 | δύο, Μεσσήνης καὶ Τριφυλίας. Ὅμηρος «καὶ Ἀρήνην ἐρατεινήν» (Β 591). Ἀθήνη πόλεις κατὰ Φίλωνα ἕξ. ἡ ἐν Ἀττικῇ, περὶ ἧς φησι Χάραξ, ὅτι ὁ Θησεὺς τὰς ἕνδεκα πόλεις τὰς ἐν τῇ Ἀττικῇ συνοικίσας εἰς Ἀθήνας συνοίκια ἑορτὴν κατεστήσατο. δευτέρα πόλις Λακωνική, τρίτη Καρίας, τετάρτη Λιγυστίων, πέμπτη Ἰταλίας, ἕκτη Εὐβοίας, Δίαν‐ | |
25 | τος κτίσμα, ὡς Ἔφορος τρίτῃ «Ἄβαντος δὲ γίγνονται παῖδες Ἄλκων καὶ Δίας καὶ Ἀρέθουσα, ὧν ὁ μὲν Δίας κτίσας πόλιν οὕτως ἀπὸ τῆς πατρίδος ὠνόμασεν». αὗται δ’ Ἀθῆναι Διάδες λέγονται. ἑβδόμη Ἀκαρ‐ νανίας, ὡς Δημήτριος, Ἀθηναίους ἐν τῇ Κουρήτιδι κτίσαντας πόλιν Ἀθήνας προσαγορεῦσαι. ὀγδόη Βοιωτίας ἡ ἐκ τῆς λίμνης ἀναφανεῖσα | |
30 | μετὰ τὸ πρότερον ἐπικλυσθῆναι τῆς Κωπαΐδος, ὅτε Κράτης αὐτὴν διε‐ τάφρευσεν. ἐκλήθη δὲ πόλις, ὥς τινες μέν φασιν, Ἀθῆναι, ἄλλοι δὲ Ὀρχομενός, ὡς οἱ Βοιωτοί. ἔστι δὲ καὶ ἐν τῷ Εὐξείνῳ πόντῳ χωρίον Ἀθῆναι, ὡς Ἀρριανός (Peripl. P. Eux. p. 3). ἀνθρήνη εἶδος μελίτ‐ της, Μεσσήνη καὶ χώρα καὶ πόλις. Στράβων ὀγδόῃ (p. 342). χώρα | |
35 | δὲ Μεσσηνία καὶ Μέσση κατὰ ἀποκοπὴν ἢ Μέση Μεσήνη, ὥς τινες. | 330 |
3,1331 | ἔστι καὶ ἄλλη Μεσσήνη τῆς Σικελίας καὶ χώρα Περσίδος Μεσήνη δι’ ἑνὸς ς ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδος μεσαζομένη ἡ καὶ Μέση τῶν ποταμῶν. γαλήνη, εἰρήνη· ἐκαλεῖτο δὲ καὶ Καλαύ‐ ρεια νησίδιον πρὸς τῇ Κρήτῃ Εἰρήνη. σαγήνη, λευκήνη, τιθήνη, | |
5 | Πειρήνη ἡ πόλις, Κισθήνη ἡ πόλις, συβήνη, ἀπήνη, Χαλδήνη ὄνομα κύριον, Καβήνη ἡ Κρήνη Λυκίας, Σαρδήνη ἡ Ἀμαζών. σε‐ λήνη. ἔστι καὶ σελήνη πόπανόν τι τῷ ἄστρῳ παραπλήσιον. ὑπήνη. Παλλήνη πόλις Θρᾴκης ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς Κλείτου δὲ γυναικός, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς «Παλλήνη | |
10 | δ’ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμ‐ μένην. ἐκαλεῖτο δὲ Φλέγρα τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι». ἔστι δὲ καὶ δῆμος Ἀττικὸς τῆς Ἀντιοχίδος φυλῆς οὕτω λεγόμενος Παλλήνη. Κυλλήνη ὄρος Ἀρκαδίας, σταδίων Ὀλυμπιακῶν ἐννέα παρὰ | |
15 | πόδας ὀγδοήκοντα κατ’ Ἀπολλόδωρον. ἀπὸ Κυλλήνης Ναΐδος νύμφης. ἔστι καὶ Ἠλείων ἐπίνειον Κυλλήνη. Κυρήνη πόλις Λιβύης ἀπὸ Κυρήνης τῆς Ὕψεως κατὰ τὸν Πίνδαρον ἢ Κύρης πηγῆς ἐγχωρίου. ἔστι καὶ Ἰβηρίας· καὶ Μασσαλίας ἄλλη. Κυδρήνη πόλις Ἀρμενίας. Ἰσμήνη ἡρωῒς καὶ κώμη Βοιωτίας, Ἀλμήνη πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ ὡς Ἀρ‐ | |
20 | ριανός. Ἀνθήνη, οὕτως Χάραξ Ἀνθάναν φησί, πόλιν Λακωνικὴν μίαν τῶν ἑκατόν. κέκληται δέ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Ποσει‐ δῶνος, .... ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφὸς ἀνελὼν καὶ ἐκδείρας ἔγραψεν ἐν τῷ δέρματι τοὺς χρησμοὺς ὧδε τηρεῖσθαι. ἔστι καὶ Ἀρκαδίας πόλις. Ἀτήνη δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Διονύσιος Ἀτηνίαν. | |
25 | Ἀτρήνη πόλις .... Φιλοστέφανός φησιν ἀπὸ Δέσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης, προσηγο‐ ρεῦσθαι. Ξιφήνη χώρα Παλαιστίνης. Σιδήνη πόλις Λυκίας ὡς Ξάνθος ἐν Λυδιακῶν τετάρτῳ. Βαρήνη πόλις Μηδίας ἐγγὺς Ἀγβατάνων. Συήνη πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τῷ Νείλῳ, μεθ’ ἣν | |
30 | ὠνόμασται Σῖρις ὁ ποταμός. μέμνηται δὲ πόλεως Παυσανίας (I 33, 4 e. g.), κέκληται δὲ ἀπὸ Συήνου Ἀετοῦ παιδός. Φιδήνη πόλις Ἀλβα‐ νῶν. ἔοικε καὶ Φίδηνα λέγεσθαι ὡς Ῥάβεννα. Μυκῆναι πόλις Πελο‐ ποννήσου. Ὅμηρος «οἳ δὲ Μυκήνας εἶχον (Β 569) ἀπὸ Μυκηνέως τοῦ Σπάρτωνος τοῦ Φορωνέως ἀδελφοῦ. ἢ ἀπὸ μύκητος τοῦ ξίφους, ὃ | |
35 | ἐφόρει Περσεύς, ἔνθα κρατεῖ τις, οὗ πεσόντος ἐκ Περσέως κατὰ κέλευ‐ σιν Ἑρμοῦ τὴν πόλιν ἔκτισεν. ἢ ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. Πελλήνη πόλις Ἀχαΐας. λέγεται καὶ Πελλίνα ὡς | |
Μιτυλίνα. Πριήνη πόλις Ἰωνίας. Πυλήνη πόλις Αἰτωλίας. Πυρήνη | 331 | |
3,1332 | ὄρος Εὐρώπης. Χαζήνη σατραπεία πρὸς τῷ Εὐφράτῃ τῆς Μεσοποτα‐ μίας. Ἀρριανὸς ἐν τρισκαιδεκάτῳ Περσικῶν «ἐν ταύτῃ τῇ Ὀλβίᾳ καὶ τὰ πεδία τῆς Χαζήνης σατραπείου ἐπὶ μήκιστον ἀποτεταμένα». Καρήνη πόλις Μυσίας. Ἡρόδοτος ἑβδόμῃ (c. 42). Ξερξήνη ἀπὸ Ξέρξου Περ‐ | |
5 | σικὴ χώρα τῇ μικρᾷ Ἀρμενίᾳ ὅμορος. τὸ δὲ Εὐθηναί πόλις Καρίας ὀξύνεται ἐπιθετικὸν ὄν. τὸ δὲ Γερμηνή ἡ συνήθεια ὀξύνει· ὡσαύτως καὶ Τυρρηνή πόλις πρὸς τῷ Ἁδρίᾳ, ἣ λέγεται καὶ Τυρρηνία. Σωφηνή χώρα τῶν πρὸς Ἀρμενίαν, ὡς Στράβων ἐν ἑνδεκάτῃ (p. 527), παρὰ δὲ Ἀρριανῷ Σωφανηνή τετρασυλλάβως. Δραγγηνή χώρα Περσική. | |
10 | Ὠτηνή μοῖρα Ἀραβίας. Σαιδηνή ὄρος Κύμης. Τὰ διὰ τοῦ ηνη ὑπερτρισύλλαβα ὀξύνεται, Καμασηνή, Μελιτηνή πόλις Καππαδοκίας. Στράβων ἑνδεκάτῃ (p. 521) «τὸ δ’ Ἄμανον ὄρος μέχρι τοῦ Εὐφράτου καὶ τῆς Μελιτηνῆς πρόεισι, καθ’ ὃ ἡ Κομμαγηνὴ τῇ Καππαδοκίᾳ παράκειται». Παλαιστηνή. Ἀδραμυττηνή, Κομμα‐ | |
15 | γηνή, Κοδομηνή, Παραιτακηνή, Σιπυληνή ἡ Δημήτηρ, Γοα‐ ρηνή χώρα Ἀραβίας πλησίον Δαμασκοῦ· λέγεται καὶ Γοάρεια. Γωγα‐ ρηνή χωρίον μεταξὺ Κόλχων καὶ Ἰβήρων τῶν ἀνατολικῶν. Καμβυσηνή ἀπὸ Καμβύσου Περσικὴ χώρα. Μοτιηνή χωρίον Ἰβηρίας. Ναβατηνή ἡ χώρα. Παρθυηνή ἡ χώρα. Πιμωλισηνή ἡ χώρα. Περπερηνή. | |
20 | οὕτως τινὲς Παρπάρωνα χωρίον ἐν Ἀσίᾳ Αἰολικὸν καλοῦσι. Ψιττα‐ κηνή χώρα παρὰ τῷ Τίγριδι, ἧς καὶ Ἀριστοτέλης μέμνηται ἐν τοῖς θαυμασίοις. Σαπφειρηνή νῆσος ἐν τῷ Ἀραβίῳ. Σιττακηνή ἡ χώρα. Ἀβρεττηνή χώρα Μυσίας ἀπὸ Βρεττίας νύμφης. Ἀδιαβηνή χώρα μέση τῶν ποταμῶν Εὐφράτου καὶ Τίγριδος, ἥτις καὶ Μεσήνη ὠνό‐ | |
25 | μασται. Χολοβητηνή μοῖρα Ἀραβίας. Ἀρριανὸς ἕκτῳ Παρθικῶν «Τι‐ γράνης ἀρχόμενος ἄρχεται σατράπης. ἡ δὲ χώρα ἧς ἐπῆρχε Χολοβη‐ τηνὴ ὀνομάζεται». Ἀραξηνή ἡ χώρα. τὸ δὲ Μιτυλήνη, βαρύνεται. ἔστι δὲ πόλις ἐν Λέσβῳ μεγίστη. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Μυτιλήνης τῆς Μάκαρος ἢ Πέλοπος θυγατρός. οἱ δὲ ὅτι Μυτίλης ἦν ὁ κτι‐ | |
30 | στής. οἱ δὲ ἀπὸ Μύτωνος τοῦ Ποσειδῶνος καὶ Μυτιλήνης· ὅθεν Μυ‐ τωνίδα καλεῖ τὴν Λέσβον Καλλίμαχος ἐν τῷ τετάρτῳ, Παρθένιος δὲ | |
Μυτωνίδας τὰς Λεσβικάς φησιν. λέγεται δὲ καὶ Μυτιλήνη. καὶ τὸ | 332 | |
3,1333 | Πακτυήνη καὶ Δινδυμήνη ἡ Ῥέα ἀπὸ Δινδύμων ὀρῶν τῆς Τρωά‐ δος. καὶ Πορδοσελήνη νῆσος περὶ τὴν Λέσβον πόλιν ὁμώνυμον ἔχουσα. τινὲς δὲ ἐκκλίνοντες τὸ δύσφημον τοῦ ὀνόματος Ποροσελή‐ νην ἐκάλεσαν. καὶ Ἀμφισσήνη χώρα τῆς μικρᾶς Ἀρμενίας, ὡς Στρά‐ | |
5 | βων ιαʹ (p. 528). τὸ δὲ Παταληνή νῆσος Ἰνδική ὀξύνεται, τινὲς δὲ καὶ βαρυτόνως Παταλήνην ὡς Πριήνην ἀναγινώσκουσιν. Τὰ εἰς νη δισύλλαβα μονογενῆ τῷ ι παραληγόμενα ἢ τῇ ει διφθόγγῳ βαρύνεται, κλίνη, δίνη ἡ συστροφή, Βίνη ἡ πόλις, πείνη, λέγεται δὲ καὶ πεῖνα, ῥίνη ὁ ἰχθῦς, τὸ δὲ ὄργανον ὀξύνεται. | |
10 | Τὰ εἰς νη ὑπερδισύλλαβα μονογενῆ παραληγόμενα τῷ ι βαρύνεται, εἰλαπίνη, μυρσίνη, θριδακίνη, ἀξίνη, ὑσμίνη, σατίνη· ἔστι δὲ εἶδος ἅρματος. μυρσίνη καὶ Μυρρίνη διὰ δύο ρρ, δωτίνη, πυ‐ τίνη, Αἰητίνη, ἰατρίνη, ἡρωΐνη, Ὠκεανίνη, Μολυβδίνη πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπῃ. Μαντίνη ἡ Μαντίνεια, κηρυκίνη, | |
15 | ὀρφίνη, Ἀρικίνη, Ἐρυκίνη, Ἀδρηστίνη, Εὐηνίνη, Μενεκίνη πόλις Οἰνωτρῶν ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ, μελίνη κέγχρος, χοιρίνη ἡ δικαστικὴ ψῆφος, Καρίνη ἡ πόλις, Ὑρμίνη πόλις τῆς Ἤλι‐ δος «ὅσσον ἐφ’ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα» (Β 616). Εὐκολίνη, Λογίνη, Ἀμαντίνη· οὕτως Καλλίμαχος καλεῖ Ἀμαντίαν μοῖραν Ἰλλυ‐ | |
20 | ριῶν «καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην». Ἀρκεσίνη μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμόργῳ τῇ νήσῳ. Πολύβιος δὲ ἀρσενικῶς τὸν Ἀρκεσίνην φησίν. Ἀχραδίνη νῆσος πόλιν ἔχουσα πρὸς ταῖς Συρακούσαις, ἣν ἐπολέμησε Μάρκος ὁ Ῥωμαίων στρατηγός, ἀλλὰ καὶ Ἀχραδίνη μοῖρα Συρακουσῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆσον. Ἀσίνη πόλις Λακωνικὴ ἀπὸ | |
25 | Ἀσίνης θυγατρὸς Λακεδαίμονος, δευτέρα Μεσσήνης παρὰ τὴν Λακωνι‐ κήν, οἰκισθεῖσα ὑπὸ Ἀργείων. τρίτη Κύπρου. τετάρτη Κιλικίας. ἔστι δὲ καὶ πόλις πρὸς Ἑρμιόνῃ. Βιβλίνη χώρα Θρᾴκης. ἀπὸ ταύτης ὁ Βίβλινος οἶνος. οἱ δὲ ἀπὸ Βιβλίας ἀμπέλου. Σῆμος δ’ ὁ Δήλιος τὸν Νάξιόν φησιν, ἐπειδὴ Νάξου ποταμὸς Βίβλος. Βολβιτίνη πόλις Αἰγύ‐ | |
30 | πτου. Ἑκαταῖος. Βολίνη πόλις Ἀχαΐας, ὡς Ῥιανὸς ἐν Ἀχαϊκῶν δευ‐ τέρῳ. Βουλίνη πόλις περὶ Ἰλλυρίαν, ὥς φησιν Ἀρτεμίδωρος, ἀφ’ ἧς τὸ ἐθνικὸν Βουλῖνοι. Ἐλεφαντίνη πόλις Αἰγύπτου. Παρθένιος δὲ | |
Ἐλεφαντίδα αὐτήν φησιν. Ἐχῖναι νῆσοι περὶ τὴν Αἰτωλίαν, αἷς Ἀχε‐ | 333 | |
3,1334 | λῷος ὁ ποταμὸς προσβάλλει ἰλύν. λέγονται καὶ Ἐχινάδες διὰ τὸ τραχὺ καὶ ὀξὺ παρὰ τὸν ἐχῖνον ἢ διὰ τὸ πλῆθος ἔχειν ἐχίνων. Ἀπολλόδωρος δὲ ἀπὸ Ἐχίνου μάντεως. Καινίνη πόλις Σαβίνων ἡ ὑπὸ Ῥωμύλου ἁλοῦσα. Λιγυστίνη πόλις Λιγύων τῆς δυτικῆς Ἰβηρίας ἐγγὺς καὶ τῆς | |
5 | Ταρτησσοῦ πλησίον. Πλινθίνη πόλις τῆς Αἰγυπτίας ἐπὶ τῆς Μαρείας. Μοτίνη πόλις Ἰταλίας, ἄποικος Ῥωμαίων. Πολύβιος τρίτῳ (c. 40, 8)· Φλέγων δὲ Μουτίνην αὐτήν φησι. Σαβίνη ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τῆς χώρας. Σιβερίνη πόλις Οἰνωτρῶν. τὸ δὲ ἐχινῆ ἡ τραχεῖα δορὰ ἀπὸ τοῦ ἐχινέα γέγονε, διὸ περισπᾶται. τὸ δὲ Φωτεινή κύριον διὰ | |
10 | τῆς ει διφθόγγου γραφόμενον ὀξύνεται. μετάγεται γὰρ ἀπὸ ἐπιθέτου. Τὰ εἰς νη δισύλλαβα μονογενῆ παραληγόμενα μὲν τῇ οι διφθόγγῳ βαρύνονται, οἴνη ἡ ἄμπελος καὶ ὁ ἐν τοῖς βόλοις κενός· ἔστι καὶ Οἴνη πόλις Ἄργους. Ἑκαταῖος ἱστοριῶν πρώτῳ. θοίνη ἡ τροφή. τὸ δὲ ποινή ὀξύνεται. παραληγόμενα δὲ ο ὀξύνεται, μονή, γονή καὶ | |
15 | φονή ἡ ὀλεθρία. * Τὰ διὰ τοῦ οινη ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ ν τὴν οι δίφθογγον οὐκ εἰσὶ γνήσια. τὸ μὲν γὰρ ἀγκοίνη βαρυνόμενον παρὰ τὴν ἀγκῶνος γενικὴν πεποιημένον τροπὴν ἔσχε τοῦ ω εἰς τὴν οι δίφθογ‐ γον. τὸ δὲ μενοινή ὀξυνόμενον καὶ αὐτὸ τροπὴν ἔσχε τοῦ ω εἰς τὴν | |
20 | οι δίφθογγον. ὤφειλεν γὰρ εἶναι μενωνή. τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ ἀπὸ ῥημάτων γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς τὸ αὐτὸ σύμφωνον ἢ ἀντίστοιχον, τῷ ω μεγάλῳ παραλήγεται. ὁ δὲ λόγος ἐπὶ τρισυλλάβων οἷον ἀγωγή ἔδει εἶναι ἀγή καὶ γέγονεν ἀγωγή, ὁμοίως ἔδω ἐδή ἐδωδή, ὄζω ὀδή ὀδωδή, ὄπτω ὀπή ὀπωπή, | |
25 | ἔχω ὀχή ὀκωχή, ἄκω ἀκή ἀκωκή, οὕτω μένω τὸ προθυμοῦμαι μενή μενωνή, εἰ καὶ μὴ τὸ αὐτὸ σύμφωνον ἢ καὶ ἀντίστοιχον ἔχει ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς συλλαβῇ, καὶ ἴσως ὡς κατὰ τοῦτο γέγονεν τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον μενοινή. παρατηρήσεις γὰρ τοῦτο, ὅτι τὰ οὕτω διπλασιασθέντα ἀπὸ φωνήεντος ἤρχετο οἷον ἀγωγή, ἀκωκή, | |
30 | ἐδωδή. τὸ δὲ μενοινή μόνον ἀπὸ συμφώνου· καὶ ἐπεὶ παρήλλαξεν κατὰ τὴν ἄρχουσαν πρὸς τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν παραλήγουσαν. * Τὸ Κελαιναί πόλις τῆς μικρᾶς Φρυγίας ἡ καὶ Ἀπάμεια μόνον | |
εἰς αινη καταλῆγον ὀξύνεται ἐπιθετικὸν ὄν. | 334 | |
3,1335 | Τὰ διὰ τοῦ ονη ὑπερδισύλλαβα βαρύνονται καὶ ὀξύνονται. βαρύ‐ νεται μὲν τὰ παρώνυμα κύρια, Ἀντιγόνη, Ἠριγόνη θυγάτηρ Ἰκα‐ ρίου, Ἡγεμόνη ἀπὸ τῆς ἡγεμόνος γενικῆς, Ἑρμιόνη ἀπὸ τῆς Ἑρ‐ μιόνος γενικῆς, Χιόνη νύμφη, Νακόνη πόλις Σικελίας. Καλλιγόνη, | |
5 | Ἀλκυόνη, Πληϊόνη. ἔτι καὶ ταῦτα, σφενδόνη, ὀθόνη, ἀκόνη. ἔστι δὲ καὶ Ἀκόναι πολίχνιον πλησίον Ἡρακλείας. ἐπικέκληται δὲ διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πρὸς ἀκόνας πεποιημένων λίθων, βελόνη, περόνη, εὐφρόνη καὶ Εὐφρόνη, ἀμπεχόνη. ὀξύνεται δὲ ἡδονή, φλεγμονή, πλησμονή, αὐονή, καλλονή, χαρμονή. | |
10 | Τὰ εἰς νη δισύλλαβα τῷ υ μακρῷ παραληγόμενα βαρύνεται, μύνη ἡ προτροπή, Βύνη, Φρύνη, Θύνη πόλις Λιβύης ὡς ὁ πολυίστωρ Ἀλέξανδρος. τὸ δὲ Κυνή πόλις Λυδίας. Ἑκαταῖος Εὐρώπῃ. καὶ γυνή ὀξύνεται τὸ υ βραχὺ ἔχοντα. Τὰ εἰς νη ὑπερδισύλλαβα μονογενῆ παραληγόμενα τῷ υ βαρύνεται, | |
15 | αἰσχύνη, ὀδύνη, Δελφύνη, χελύνη, κορύνη, Ταμύνη, το‐ ρύνη, σιγύνη, δουλοσύνη, ἀγνωμοσύνη, κερδοσύνη «ὣς φα‐ μένη καὶ κερδοσύνῃ ἡγήσατ’ Ἀθήνη» (Il. Χ 247), βριθοσύνη, ὑπο‐ θημοσύνη, ἁγιωσύνη, μεγαλωσύνη, χαρμοσύνη, δικαιοσύνη, εὐφροσύνη, ξεινοσύνη «ἀρχὴν ξεινοσύνης» (Od. φ 35) «πλαγκτο‐ | |
20 | σύνης δ’ οὐκ ἔστι κακόν» (Od. ο 343). «τὴν δ’ ᾔνης’ ἥ οἱ πόρε μαχλοσύνην» (Il. Ω 30). «δρηστοσύνη οὐκ ἄν μοι» (Od. ο 321). »ταρβοσύνῃ, φὰν γάρ μιν» (Od. ς 342). «γηθοσύνῃ δὲ θάλασσα διίστατο» (Ν 29). ὁ δὲ Ἀρίσταρχος γηθοσύνη δὲ θάλασσα ἀντὶ τοῦ γηθόσυνος, χαίρουσα. ἀλλὰ τὰ διὰ τοῦ συνη θηλυκὰ εὑρέθη οὐκ ἐπιθε‐ | |
25 | τικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος. οὐ γὰρ ἀγαθο‐ φροσύνη γυνή. οὐκ ἄρα γένοιτο γηθοσύνη θάλασσα. εἰκός τινα φήσειν ὑπὲρ Ἀριστάρχου καὶ τῶν ἄλλων ὡς ὅτι αὐτὸς ἤδη ὁ ποιητὴς ἀρσενι‐ κῶς τοῦτο ἀπεφήνατο «γηθόσυνος δ’ οὔρῳ» (Od. ε 269). οὕτως ἀκό‐ λουθον θηλυκὸν γένοιτο ἂν τὸ γηθοσύνη. ὃν διδάξομεν ὡς ὅτι τὰ διὰ | |
30 | τοῦ συνος εἰ παράγοιτο ἐπιθετικῶς ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένους παρασχηματισμόν. τὸ οὖν δικαιόσυνος Ζεὺς οὐκ ἔχει τὸ δικαιοσύνη θηλυκὸν ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ | |
τασσόμενον. | 335 | |
3,1336 | Τὰ εἰς ωνη δισύλλαβα παροξύνεται, ζώνη· ἔστι καὶ πόλις Κικό‐ νων. Ἑκαταῖος Εὐρώπῃ. μνώνη, σμώνη ἡ πλῆξις τοῦ ἀνέμου, γρώνη, χώνη. ἔστι καὶ Χώνη πόλις Οἰνωτρῶν, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ (p. 255) «καὶ τὴν γῆν ὀνομάσαι Χώνην». «καὶ Χώνη πόλις ὑπὲρ | |
5 | αὐτῆς, ἀφ’ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν». τὸ δὲ φωνή ἀπὸ τοῦ φωνῶ καὶ τὸ ὠνή ἀπὸ τοῦ ὠνῶ ὀξύνεται. Τὰ διὰ τοῦ ωνη κύρια καὶ προσηγορικὰ ὑπερδισύλλαβα βαρύνεται, Δωδώνη πόλις τῆς Μολοσσίδος ἐν Ἠπείρῳ, καθ’ ἣν Δωδωναῖος Ζεύς «Δωδώνης μεδέων δυσχειμέρου» (Il. Π 234). Φιλόξενος δὲ ὁ τὴν | |
10 | Ὀδύσσειαν ὑπομνηματίζων δύο φησί, Θετταλικὴν καὶ Θεσπρωτικήν, οὕ‐ τως «Δωδώνην νῦν φησι τὴν Θεσπρωτικὴν ἐν ᾗ τὸ μαντεῖον ἐκ τῆς δρυός, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφ’ ἧς ὁ Ἀχιλλεὺς καλεῖ τὸν Δία.» ἔοικε δὲ οὗτος ἐπιλελῆσθαι τὸ «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους’ ὑποφῆται ἀνι‐ πτόποδες χαμαιεῦναι» (Il. Π 234). πῶς γὰρ τούτων μέμνηται ἀπὸ τῆς | |
15 | Θεσσαλικῆς καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτος ἐν τῇ Π τῆς Ἰλιά‐ δος «τιμᾷ τοὺς ἐν Δωδώνῃ ἔχοντας ἐπιφανὲς μαντεῖον, «τὸν δ’ ἐς Δω‐ δώνην φάτο βήμεναι». ἐπικέκληκε δὲ Ἀχιλλεὺς τὸν ἐν τῇ Θετταλίᾳ γειτνιῶντα θεόν, ὡς καὶ ὁ Πάνδαρος εὔχεται τῷ Λυκηγενεῖ καὶ ὁ Χρύ‐ σης τῷ Σμινθεῖ. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάϊον. Ζηνόδοτος δὲ | |
20 | γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο». καὶ Σουίδας δέ φησι Δωδωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι Βωδωναῖε. πόλιν γὰρ εἶναι Βωδώ‐ νην, ὅπου τιμᾶται. Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φη‐ γὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. ὠνόμα‐ | |
25 | σται δὲ κατὰ Θρασύβουλον, ὡς Ἐπαφρόδιτος ὑπομνηματίζων τὸ βʹ Αἰτίων «ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης». εἰκὸς δὲ ἀπὸ Δώδωνος ποταμοῦ Ἠπείρου. διτταὶ δ’ εἰσὶ Δωδῶναι, ἡ ἐν Ἠπείρῳ καὶ ἡ ἐν Θετταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας. ἡ δὲ Δωδῶνος γενικὴ μετὰ | |
30 | τῆς λοιπῆς κινήσεως ἠδύνατο κλίσις εἶναι τῆς Δωδών, εἴπερ ἦν ἐν χρήσει τῆς πόλεως ἡ εὐθεῖα. ἀλλ’ οὐκ εἴρηται· διόπερ μεταπλασμὸς ἔοικε εἶναι. λήγεται δὲ καὶ εἰς ω. Σιμμίας ὁ Ῥόδιος «Ζηνὸς ἕδος Κρονίδαο μάκαιρ’ ὑπεδέξατο Δωδώ». Βωδώνη πόλις Περραιβική, ὡς Ἀπολλόδωρος. οἱ δ’ ὀρθῶς Θετταλίας ἀπὸ Βωδωνοῦ ἥρωος. Με‐ | |
35 | θώνη πόλις Θρᾴκης. Μαγνησίας, ἣν Ὅμηρος διὰ τοῦ η «οἱ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο» (Β 716). ἔστι δὲ καὶ Μα‐ κεδονίας. ἐκλήθη δὲ ἀπὸ τοῦ μέθυ. πολύοινος γάρ ἐστι. καὶ τῆς Λα‐ | |
κωνικῆς. δʹ ἐν Περσίδι. εʹ Εὐβοίας. Μοθώνη, εἰρεσιώνη, χελώνη, | 336 | |
3,1337 | κορώνη. ἔστι καὶ πόλις Μεσσηνίας, ὡς Ἀπολλόδωρος ἑβδόμῳ τοῦ κατα‐ λόγου, καὶ μοῖρα τῆς Σαλαμῖνος τῆς ἐν Κύπρῳ. ἔστι δὲ καὶ Βιθυνίας. μελεδώνη. Ἰτώνη χώρα ὑπὸ τὸν Αἷμον, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις Ἰτώνη ἐν Ἠπείρῳ καὶ Ἰταλίας καὶ Βοιωτίας καὶ Λυδίας καὶ ἡ | |
5 | Ἀθηνᾶ Ἰτώνη. ἐντεριώνη. Ἀτρυτώνη, Ἀκρισιώνη, Ἠλεκτρυώνη, Ἠϊώνη πόλις Βοιωτίας. Ἀμυμώνη, Ἠριώνη, Διώνη, Μηκώνη· οὕτως ἐκαλεῖτο ἡ Σικυών. Ἀργειώνη ὡς Ἀντίμαχος· οὕτως ἡ Ἑλένη. ῥᾳστώνη. Ἰώνη· οὕτως ἐκαλεῖτο ἡ Γάζα ἀπὸ Ἰοῦς προσπλευσάσης καὶ μεινάσης ἐκεῖ καὶ ἡ Ἀντιόχεια ἡ παρὰ Δάφνην, ἣν ᾤκησαν Ἀργεῖοι. Χι‐ | |
10 | τώνη· οὕτως ἡ Ἄρτεμις ἐλέγετο καὶ Χιτωνία. Ἠλώνη πόλις Περραιβική. Ὅμηρος «Ὀρθὴν Ἠλώνην τε» (Β 739), νῦν δὲ Λειμώνη διὰ τὸν ἐν αὐτῇ λειμῶνα. Κολώνη, γρονθώνη. Γυρτώνη πόλις τῆς Θεσσαλίας καὶ Περραιβίας. Ὅμηρος (Β 738). λέγεται καὶ Γυρτών. Βιζώνη πόλις Ποντική. Βρυσώνη ἡ πηγή. Αἰγώνη· οὕτως Ῥιανὸς ἑκκαιδεκάτῃ | |
15 | Αἰγώνειαν πόλιν Μηλιέων λέγει. Ἁλώνη νῆσος πρὸς τῇ Κυζίκῳ, ἥτις καὶ Νεβρίς καὶ Προχώνη ἐκαλεῖτο. ὠνομάσθη δὲ οὕτως, ὁπότε οἱ ἐπ‐ οικοῦντες τὴν τῶν ἁλῶν ἐργασίαν ἐπενόησαν. τινὲς δὲ αὐτὴν εἶπον πόλιν Παφλαγονίας. Ἀργανθώνη· οὕτως λέγεται Ἀργανθὼν ὄρος Μυ‐ σίας καὶ ἡ Ῥήσου γυνή. Ἰστώνη ὄρος προσεχὲς τῇ Κερκύρᾳ. Θουκυδίδης | |
20 | τρίτῃ (c. 85). Λογγώνη Σικελίας πόλις. Κελαδώνη πόλις Λοκρίδος. Κρηστώνη πόλις Θρᾴκης. Λυκόφρων (v. 937) «ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεόν». ἔοικε δὲ εἶναι ἡ Κρηστών παρ’ Ἡσιόδῳ. Λυκώνη πόλις Θρᾴκης. Εὐφορίων Ἱππομέδοντι. Σαλμώνη πόλις τῆς Πισάτι‐ δος καὶ κρήνη ὁμώνυμος ἀπὸ τοῦ Σαλμωνέως τοῦ βασιλέως. Σαλῶναι | |
25 | πόλις Δελματίας. Κυρτώνη ἀρχαῖον ὄνομα τοῦ Βοιωτίας πολίσματος ὃ λέγεται Κύρτωνες. Σκιώνη πόλις Θρᾴκης, ἔνθα λέγεται τὰς Τρῳά‐ δας αἰχμαλώτους, διὰ τὸ μὴ ὑπὸ τῶν Ἑλλήνων εἰς δουλείαν ἀπενε‐ χθῆναι τῶν αὐτῶν γυναικῶν, ἐμπρῆσαι τὰς ναῦς. οἱ δὲ πλοίων ἀπο‐ ροῦντες ἐξ ἀνάγκης κατέμειναν αὐτοῦ πόλιν Σκιώνην οἰκίσαντες. Οἰ‐ | |
30 | νώνη νῆσος τῶν Αἰακιδῶν. Τορώνη πόλις Θρᾴκης ἀπὸ Τορώνης τῆς Πρωτέως ἢ Ποσειδῶνος καὶ Φοινίκης. ἔστι καὶ ἄλλη Τορώνη μετὰ Τροίαν κτισθεῖσα. τὸ δὲ Αἰξωνή δῆμος τῆς Κεκροπίδος φυλῆς ὀξύνε‐ ται, ὡς εἴθισται ἐπὶ πολλῶν τῶν δήμων, καὶ τὸ Κλεωναί καὶ Κολω‐ | |
ναί πόλεις πληθυντικῶς λεγόμεναι. | 337 | |
3,1338 | Τὰ εἰς ξη θηλυκὰ οὐκ ἔστιν εὑρεῖν, εἰ μὴ μόνον τὸ αὐξή καὶ αὐτὸ ἀμφίβολον περὶ τόνον· οἱ μὲν γὰρ βαρύνουσι λέγοντες αὐτὸ ἀπὸ τῆς αὔξησις ἀποκεκόφθαι, ἐγὼ δὲ συγκατατίθεμαι τοῖς ὀξύνουσιν. Τὰ εἰς πη δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν | |
5 | λήγουσαν μὴ τὸ ο ἢ ι βαρύνεται, νάπη· ἔστι καὶ Νάπη πόλις Λέσβου, ἣν Λάπην ὀνομάζει Ἑλλάνικος ἐν δευτέρῳ Λεσβιακῶν. λύπη, σκέπη, κώπη· εἰσὶ καὶ Κῶπαι πόλις Βοιωτιακή. Ὅμηρος «Κώπας Εὔτρησίν τε» (Β 502) ἀπὸ Κωπέως τοῦ Πλαταιέως τοῦ Ὀγχηστοῦ τοῦ Ποσειδῶνος. σήπη, λώπη, γύπη, κύπη εἶδος πλοίου· ἔστι καὶ Σικελίας φρούριον Κύπη. | |
10 | Φίλιστος Σικελικῶν ἐνάτῳ. Ῥύπαι πόλις Ἀχαϊκή. λέγεται καὶ Ῥυπαίη. Κάπαι πόλις Ἑλλησποντία. Ἀνδροτίων γʹ Ἀτθίδος. τὸ δὲ τυπή ὀξύνεται καὶ τὸ ῥοπή καὶ τροπή καὶ ὀπή καὶ κλοπή. καὶ ῥιπή. τὸ δὲ Ῥίπη Ἀρκαδικὴ πόλις βαρύνεται εἰς ἰδιότητα «Ῥίπην τε Στρατίην τε» (Β 606). Τὰ εἰς πη δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς σύμφωνον κατα‐ | |
15 | λήγουσαν βαρύνεται, ἅρπη, λάμπη· ἔστι καὶ Λάμπη πόλις Κρήτης Ἀγαμέμνονος κτίσμα ἀπὸ Λάμπου τοῦ Ταρραίου. ἔστι καὶ δευτέρα τῆς Ἀκαρνανίας. καὶ τρίτη τῆς Ἀργολίδος, ὡς Φίλων. Ξενίων δὲ ἐν Κρη‐ τικοῖς διὰ δύο ππ γράφει τὴν πόλιν τὴν Κρητικήν. καὶ διὰ δύο αα καὶ διὰ τοῦ η. Κάλπη τὸ ὄρος. ἔστι καὶ πόλις Βιθυνῶν. Θεόπομπος | |
20 | ὀγδόῳ Ἑλληνικῶν. λέγεται καὶ Κάρπεια, σάλπη, κάμπη σκώληξ, καμπή δὲ ἡ κάμψις. Τράμπη πόλις Ἰωνίας, Ἄμπη πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ἡρόδοτος ἕκτῃ (c. 20). Τάρπη πόλις Ἰταλίας. Ὄλ‐ παι φρούριον κοινὸν Ἀκαρνάνων καὶ Ἀμφιλόχων δικαστήριον. Θου‐ κυδίδης τρίτῃ (c. 105). Στίλπαι πόλις Σικελίας. πόρπη παρὰ τὸ | |
25 | πείρω. τὸ δὲ μολπή ἀπὸ τοῦ μέλπω καὶ πομπή παρὰ τὸ πέμπω ὀξύνεται. τὸ δὲ Πόμπη κύριον ὂν παροξύνεται. | |
Τὰ εἰς πη κύρια ὄντα ὑπερδισύλλαβα βαρύνεται, Καλλιόπη· ἔστι | 338 | |
3,1339 | καὶ πόλις Παρθυαίων. Πολύβιος δεκάτῳ. Ἀντιόπη. Στερόπη τὸ κύριον, στεροπή δὲ ἡ ἀστραπή, Μερόπη· οὕτως ἐκαλεῖτο Σίφνος νῆσος. Κασσιόπη. Κορόπη πόλις Θεσσαλίας. Ὀρόπη πόλις Εὐβοίας, ὅπου Ἀπόλλωνος διασημότατον ἱερόν. Ἰόπη πόλις Φοινίκης πλησίον | |
5 | Ἰαμνίας, ὡς Φίλων, ὡς δὲ Διονύσιος Παλαιστίνης. Φοινίκη γὰρ καὶ ἡ Παλαιστίνη. ἐκλήθη δὲ ἀπὸ Ἰόπης τῆς Αἰόλου θυγατρός, τῆς γυναι‐ κὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος. ἔστι καὶ Θεσσαλίας ἄλλη. Πηνελόπη. Ἐνόπη πόλις Μεσσηνίας. Ὅμηρος «Καρδαμύλην Ἐνόπην» (Il. Ι 150), μέμνηται αὐτῆς καὶ Παυσανίας τρίτῳ (c. 26, 8). Πελόπη | |
10 | κώμη Λυδίας πρὸς τῇ Φρυγίᾳ. Ἀλόπη πόλις Θεσσαλίας ἀπὸ Ἀλόπης τῆς Κερκυόνος, ὡς Φερεκύδης, ἢ τῆς Ἄκτορος, ὡς Φίλων. ἔστι δὲ μεταξὺ Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς. τρίτη Πόν‐ του, ἀφ’ ἧς Πενθεσίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελ‐ φούς. ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ | |
15 | Λυδίας παράλιόν φησιν «ἐλθόντ’ ἐξ Ἀλόπης, ὅθ’ Ἀμαζονίδων γένος ἐστίν» (Β 857). Ῥοδόπη πόλις Ἰωνίας. Διόπη πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. Πανόπη πόλις Φωκίδος ἡ καὶ Πανοπεύς. κέκληται δὲ ἀπὸ Πανοπέως τοῦ Φώκου παιδός. Παρθενόπη μία τῶν Σειρήνων καὶ πόλις ἐν Ὀπικοῖς τῆς Ἰταλίας κτίσμα Ῥοδίων. Δρυόπη ἡ Εὐρυ‐ | |
20 | πύλου θυγάτηρ καὶ πόλις περὶ τὴν Ἑρμιόνα. γράφεται καὶ Δρυόπα. Ἀρύπη πόλις, ἧς οἱ πολῖται Ἄρυπες. Σινώπη πόλις διαφανε‐ στάτη τοῦ Πόντου, κτίσμα Κρητίνου καὶ Κῴου, ὥς φησι Φλέγων. Εὐρώπη ἡ χώρα ἐκ τῆς Φοίνικος θυγατρὸς ἢ τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια ὡς Ὑψιπύλη Ὑψιπύλεια, Ἀπάμη Ἀπάμεια, Πηνελόπη | |
25 | Πηνελόπεια, Λαοδίκη Λαοδίκεια, ἐρήμη ἐρήμεια, κολώνη κολώνεια. καὶ διὰ τοῦ ι Εὐρωπία παρὰ Σοφοκλεῖ Αἰχμαλώτισι «καὶ νησιώτας καὶ μα‐ κρᾶς Εὐρωπίας». καὶ Εὐριπίδης ἐν Θησεῖ «σχεδὸν παρ’ αὐτοῖς κρασπέ‐ δοις Εὐρωπίας». Κερκώπη. Μετώπη ὁ ποταμός. Κασώπη πόλις ἐν Μολοσσοῖς δι’ ἑνὸς ς. Κωνώπη πόλις Ἀκαρνανίας. Πολύβιος | |
30 | πέμπτῳ. Νησώπη πόλις Λέσβου ἡ τὸν Σίγριον λιμένα ποιοῦσα. Ἐπώπη ἡ Ἀκροκόρινθος διὰ τὸ Σίσυφον ἐντεῦθεν ἐπιδεῖν τὴν τῆς Αἰγίνης ὑπὸ Διὸς ἁρπαγήν. Ὑώπη πόλις Ματιηνῶν προσεχὴς τοῖς Γορδίοις. Ἑκα‐ ταῖος Ἀσίᾳ «ἐν δὲ πόλις Ὑώπη, οἱ δ’ ἄνθρωποι ἐσθῆτα φορέουσιν οἵηνπερ Παφλαγόνες». Ὀλύμπη πόλις Ἰλλυρίας ὡς Δομίτιος Καλλί‐ | |
35 | στρατος ἑβδόμῳ περὶ Ἡρακλείας. Ζαριάσπη καὶ Ζαρίασπα πόλις Βα‐ | 339 |
3,1340 | κτριανή. Στράβων ἑνδεκάτῃ (p. 514). Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα. Ἐνίσπη πόλις Ἀρκαδίας «καὶ ἠνεμόεσσαν Ἐνίσπην» (Β 606). νῦν δ’ οὐκ ἔστι. φασὶ δὲ ἢ τῆς Κλειτορίας γῆς εἶναι ἢ τῆς Ψωφῖδος. Εὐίππη δῆμος Καρίας. Κυδίππη Ὀχίμου θυγάτηρ. Γοργίππη πόλις Σινδική, | |
5 | ἣ καὶ Γοργίππεια. τὸ μέντοι σιωπή ὀξύνεται καὶ ἐνωπή, ἐσωπή, περιωπή καὶ τὸ ἐνοπή καὶ ἀστραπή καὶ ἀστεροπή καὶ ἐνιπή ἡ ἐπίπληξις. σεσημείωται τολύπη βαρύτονον ἡ ἐργασία καὶ λατυπή, χαμαιτύπη καὶ Ἀμφιτροπή ὀξύτονον δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Τὰ εἰς ρη ἰωνικώτερα κατὰ τροπὴν τοῦ α εἰς η βαρύνεται, κόρη, | |
10 | Ἄσκρη πόλις Βοιωτίας, Ὀλύκρη πόλις περὶ Ναύπακτον. Ἑκαταῖος περιηγήσει Εὐρώπης. Ἀντισάρη καὶ αὕτη πόλις. τινὲς δὲ Τισάρη γράφουσι, δέρη ὁ τράχηλος, τὸ δὲ δειρή πλεονασμῷ τοῦ ι ὀξύνεται. ἀθάρη. ἔστι δὲ σιτῶδές τι ἑψητόν, ὅπερ ἐν τῇ συνηθείᾳ λάθυρον κα‐ λοῦσι. Ἐφύρη ὄνομα πόλεως, ὡς παρὰ τῷ ποιητῇ (Il. Ζ 152) | |
15 | ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. ἔστι δὲ ἡ νῦν λεγομένη Κόρινθος. ἔστι δὲ καὶ Ἐφύρη παρὰ τῷ Θου‐ κυδίδῃ (I, 46, 2). Κύρη· ἔστι δὲ ὄνομα πηγῆς, ἀφ’ ἧς καὶ Κυρήνη πόλις. ἔστι δὲ καὶ νῆσος ἐν τῷ Περσικῷ κόλπῳ. Ἑκαταῖος ἐν περιη‐ γήσεως δευτέρῳ. Τερψιχόρη. Ἀττικοὶ δὲ διὰ τοῦ α φασὶ Τερψιχόρα. | |
20 | ἐπὶ κόρρης, σημαίνει δὲ τὸ ἐπὶ κεφαλῆς. κόρση γὰρ ἡ κεφαλὴ καὶ ἀπὸ τοῦ κόρση καὶ κόρρη ὡς ἄρσην καὶ ἄρρην. Κάτρη καὶ αὕτη πόλις Κρητικὴ ἀπὸ Κάτρεως. Ἄγρη πόλις Λυδίας. Τάφραι καὶ Τάφρη ἑνι‐ | |
κῶς, χώρα ταφρευθεῖσα περὶ τὴν Μαιῶτιν λίμνην ὑπὸ δούλων ταῖς | 340 | |
3,1341 | δεσποίναις συμμιγέντων κατὰ τὸν πολυχρόνιον πόλεμον τῶν Σκυθῶν, τῶν δεσποτῶν πολεμούντων τοῖς Θρᾳξὶν ἢ τοῖς ἐντὸς Ἴστρου, ὡς Καλλίστρατος ἐν τρίτῳ. Σπαλέθρη πόλις Θεσσαλίας. Ἑλλάνικος δὲ Σπάλαθρον αὐτήν φησι. Μαζάρη φρούριον Σελινουντίων. Φαναγόρη | |
5 | καὶ Φαναγόρεια νῆσος τῇ Ταυρικῇ παρακειμένη. Φαλώρη πόλις Θετ‐ ταλίας. ταύτην Ῥιανὸς Φαλώρειαν καλεῖ. Ἀγκώρη· οὕτως ἐκαλεῖτο πρότερον Νίκαια πόλις Βιθυνίας. τὸ δὲ καρή ὀξύνεται. τὸ γὰρ κάρη τὸ βαρυτονούμενον οὐδέτερόν ἐστιν· ἀπὸ γὰρ τοῦ κάρηνον γενόμενον κατὰ ἀποκοπήν ἐστιν. καὶ τὸ Ἱρή παρὰ τῷ ποιητῇ—ἔστι δὲ ὄνομα | |
10 | πόλεως οἷον Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν (Il. Ι 150)— Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ· εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιό‐ τητα ὥσπερ ἐπὶ τοῦ «Ῥίπην τε Στρατίην τε» (Β 606). ὀξύνονται δὲ καὶ Γυρή, ἀφ’ οὗ Γυραία. καὶ Καιρή· οὕτως μετωνομάσθη Ἄγυλλα | |
15 | πόλις Τυρρηνίας. καὶ Δουσαρή σκόπελος καὶ κορυφὴ ὑψηλοτάτη Ἀρα‐ βίας ἀπὸ τοῦ Δουσάρου θεοῦ παρὰ Ἄραψιν τιμωμένου. καὶ Περι‐ στερή πόλις Φοινίκων. τὸ δὲ Θυρῆ κατὰ συναίρεσιν ἐκ τοῦ Θυρέα. Τὰ εἰς η λήγοντα προηγουμένου τοῦ ς βαρύνεται, ἄση ὁ ῥύπος, κόρση ὁ κρόταφος καὶ Κόρση δούλη βουκόλος, ἀφ’ ἧς Κορσίς νῆσος. | |
20 | Μέσση πόλις κατ’ ἀποκοπὴν ἐκ τοῦ Μεσσήνη καὶ Μέση. Χρύση ἡ πόλις τοῦ Ἀπόλλωνος ἐγγὺς Λήμνου. Σοφοκλῆς Λημνίαις «ὦ Λῆμνε Χρύσης τ’ ἀρχιτέρμονες πάγοι»· καὶ ἐν Αἰχμαλώτισι «ταύτην ἐγὼ Κίλλαν καὶ Χρύσην νέμω». εἰσὶ καὶ ἄλλαι Χρῦσαι ὁμώνυμοι πόλεις καὶ τόποι πολ‐ λοί. περὶ Σκῦρον. καὶ τῆς Λεσβίας τόπος. καὶ περὶ Ἡφαιστίαν τῆς Λήμνου | |
25 | ἀκρωτήριον πρὸς Τένεδον βλέπον. καὶ ἐν Βιθυνίᾳ περὶ Χαλκηδόνα. καὶ τῆς Καρίας ἐν τῇ Ἁλικαρνασσίδι, Δώριον πεδίον· καὶ ἐν Ἑλλησπόντῳ πόλις μέση Ὀφρυνίου καὶ Ἀβύδου. ἔστι καὶ ἄλλη περισπωμένως λεγομένη νῆσος Ὠνεανῖτις. ἔστι καὶ ἄλλη χερρόνησος τῆς Ἰνδικῆς Χρυσῆ καλου‐ μένη. Γενέση πόλις Λακωνικῆς. Τεμέση πόλις Ἰταλίας καὶ ποταμός. | |
30 | Ὅμηρος «ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ’ αἴθωνα σίδηρον» (Od. α 184). Πολύβιος δὲ ἐν τῷ πρώτῳ Τεμέσειαν τὴν πόλιν καλεῖ. Ἀγχίση πόλις Ἰταλίας ἀπὸ τοῦ προπάτορος Ἀγχίσου, ὡς Διονύσιος ἐν πρώτῃ περὶ | |
Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ λισσή ὀξύνεται «ἔστι δέ τις λισσὴ αἰπεῖά | 341 | |
3,1342 | τε εἰς ἅλα πέτρη» (Od. γ 293). τινὲς μὲν ὄνομα κύριον τὴν νῦν Βλισσὴν καλουμένην. ὁ δὲ Κράτης σὺν τῷ ν γράφει Λισσήν. καλεῖται δὲ καὶ Λισσής. ἔστι δὲ τῆς Φαιστιάδος. καὶ τὰ τῶν δήμων ὀνόματα Βησσή καὶ Περγασή δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς. ἔτι καὶ τὰ πλη‐ | |
5 | θυντικῶς λεγόμενα Ἀσαί κώμη Κορίνθου. Θεόπομπος λβʹ Φιλιππικῶν «Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι». ἔστι καὶ Θρᾴκης Ἀσαί. καὶ Τραγασαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφ’ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. καὶ | |
10 | Ἀκεσαί πόλις Μακεδονίας καὶ Παγασαί. Τὰ εἰς τη παραληγόμενα τῷ α ἢ τῷ η βαρύνεται, εἰ μὴ ἐπὶ δήμου τάττοιτο, πλάτη καὶ ὠμοπλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Σο‐ φοκλεῖ «οὔτι τοι μέτρον μάτας», ἄτη καὶ τρισυλλάβως ἐν συστολῇ τοῦ α ἀάτη, ὡς παρὰ τῷ Κυρηναίῳ | |
15 | εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην καὶ ἀπάτη, ἐλάτη, Ἑκάτη, Κρήτη ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. οἱ μέν φασιν ἀπὸ τοῦ Κουρής Κου‐ ρήτην καὶ Κρήτην κατὰ συγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸς τοῦ Διός. οἱ δὲ ἀπὸ Κρήτης μιᾶς τῶν Ἑσπερίδων, οἱ δὲ ἀπό τινος γηγενοῦς Κρητός. | |
20 | ἄμεινον δὲ παρὰ τὸ Κρής Κρητός Κρήτη ὡς Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶς Κρῆται (Od. ξ 99, π 61). Ἀρήτη, ἀρητή δὲ τὸ ἐπίθετον. ἀήτη. Λήτη πόλις Μακεδονίας ἀπὸ τοῦ πλη‐ σίον ἱδρυμένου Λητοῦς ἱεροῦ. Διαβήτη νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου. εἰσὶ καὶ Διαβῆται νῆσοι περὶ Σύμην. Ὑπάτη πόλις Αἰνιά‐ | |
25 | νων. λέγεται δὲ καὶ Ὕπατα. ἔστι καὶ χώρα πλησίον Σαγγάρου ποταμοῦ. Ἰωταπάτη πόλις Συρίας, ἣ καὶ Ἰωτάπατα. Ναπάται πόλις Λιβύης. πρὸς τῇ Αἰθιοπίᾳ. τὸ δὲ Βατή ἐπὶ τοῦ δήμου τῆς Αἰγηΐδος φυλῆς | |
ὀξύνεται, τὸ δὲ βάτη ἡ γῆ παρὰ Μεσσηνίοις βαρύνεται. | 342 | |
3,1343 | Τὰ εἰς τη παραληγόμενα τῷ ε ἢ ο κύρια ὄντα βαρύνεται, Βρεμέτη, Ὠκυπέτη, Δημαρέτη. Ταϋγέτη ἡ μήτηρ Εὐρώτα. καὶ Φανότη πόλις Φωκίδος ἣ καὶ Φανότεια καὶ Φανοτεύς. καὶ Θεοδότη. τὸ δὲ Ἀφεταί πόλις τῆς Μαγνησίας. Ἑκαταῖος· ὅτι ἐντεῦθεν δευτέραν ἄφεσιν | |
5 | ἡ Ἀργὼ ἐποιήσατο ἢ ὅτι ἐκεῖ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα κατέλιπον. κεῖται δ’ ἐν Παγασιτικῷ κόλπῳ. —καὶ Ἰεταί φρούριον Σικελίας. Φί‐ λιστος ἕκτῃ—πληθυντικῶς λέγεται. καὶ τὸ Ξυπετή ἐπὶ δήμου τάττε‐ ται. ἔστι δὲ δῆμος Κεκροπίδος φυλῆς. τὰ δὲ προσηγορικὰ ὀξύνεται, ἀρετή, τελετή, βιοτή. τὸ δὲ μελέτη παροξύνεται σύνθετον ὂν | |
10 | παρὰ τὸ μέλειν καὶ ἐτεὸν τὸ ἀληθές. Τὰ εἰς τη παραληγόμενα τῷ ι ὑπερδισύλλαβα κύρια ὄντα βαρύνε‐ ται, Μελίτη ἡ Αἰγαίου τοῦ ποταμοῦ καὶ νῆσος μεταξὺ Ἠπείρου καὶ Ἰταλίας. ἔστι καὶ πόλις ἄποικος Καρχηδονίων καὶ δῆμος Οἰνηΐδος φυ‐ λῆς. Ἀμφιτρίτη, Ἀφροδίτη. τὸ δὲ λιτή δισύλλαβον ὀξύνεται ὡς | |
15 | καὶ Λιταί πόλις Λακωνική. τὸ δὲ Τρίτη πόλις περὶ τὰς Ἡρακλείας στήλας βαρύνεται ἐπιθετικὸν ὄν. Τὰ εἰς τη πρὸ τέλους ἔχοντα τὸ υ ὀξύνεται, ἀϋτή ἡ βοή, πινυτή τὸ ἐπίθετον «μήτηρ πινυτή» (Od. υ 131), Πινυτή δὲ καὶ τὸ κύριον. τὸ δὲ προσηγορικὸν εἰσὶν οἳ παροξύνουσιν, Ἀρίσταρχος δὲ ὀξύνει καὶ | |
20 | ἐπεκράτησεν οὕτως ἡ παράδοσις. Λυταί χωρίον Θεσσαλίας διὰ τὸ λῦσαι τὰ Τέμπη Ποσειδῶνα καὶ σκεδάσαι τὸ ἀπὸ τοῦ κατακλυσμοῦ ὕδωρ. τὸ δὲ Ἀφύτη πόλις πρὸς τῇ Παλλήνῃ Θρᾴκης, ἣ καὶ Ἄφυτις καὶ Ἄφυτος ἀπὸ Ἀφύτου τινὸς ἐγχωρίου, καὶ Προχύτη νῆσος Σικελίας βαρύνεται. Τὰ εἰς τη ὑπερδισύλλαβα τῷ ω παραληγόμενα βαρύνεται, Κριθώτη | |
25 | πόλις Ἑλλησπόντου· ἔστι καὶ ἄκρα Ἀκαρνανίας. Περκώτη καὶ Παλαι‐ περκώτη πόλις Τρωάδος. Γεφυρώτη πόλις Λιβύης, Γιγγλυμώτη Φοι‐ νίκης πόλις ὡς Ἑκαταῖος. τὸ μέντοι μηλωτή, κηρωτή ὀξύνεται καὶ τὸ οἰσπωτή ὁ ῥύπος. τὸ δὲ Πρωτή νῆσος παρὰ τῇ Σφακτηρίᾳ καὶ | |
Πύλῳ δισύλλαβον ὀξύνεται. | 343 | |
3,1344 | Τὰ εἰς τη δισύλλαβα διφθόγγῳ παραληγόμενα βαρύνεται, βλαύτη εἶδος ὑποδήματος, Προίτη ἡ πόλις, κοίτη, δροίτη ἡ πύελος, λοίτη, Οἴτη ὄρος περὶ Τραχῖνα. ἔστι καὶ πόλις Μηλιέων. βαίτη ἡ διφθέρα. δαίτη ἡ εὐωχία. τὸ δὲ τελευτή τρισύλλαβον. | |
5 | Τὰ εἰς τη δισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ τ σύμφωνον ὀξύνεται, εἰ μὴ παραλήγοι φωνήεντι ι ἢ ε, βροντή, εἱρκτή, πηκτή ὄργανον μουσικόν. φυστή μᾶζα ἡ ἐξ ἀλφίτων καὶ οἴνου. ἀκτή· οὕτως δὲ καὶ ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός. ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡς Φαβωρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ καὶ ἀφ’ ἑαυτοῦ οὕτως τὴν χώραν | |
10 | ὠνόμασε καὶ τοὺς λαούς. Ἀπολλόδωρος δὲ τἀναντία φησίν «οὕτω γὰρ ἐκλήθη διὰ τὸ πολὺ μέρος αὐτῆς καθικνεῖσθαι εἰς θάλασσαν. τριγώνου γὰρ οὔσης αἱ συννεύουσαι ἐπὶ τὸ Σούνιον ἑκατέρωθεν δύο πλευραὶ παρ‐ άλιοι τυγχάνουσι, δι’ ἃς τῶν ἐπὶ Κέκροπος φυλῶν τεττάρων οὐσῶν δύο προσηγόρευσαν Ἀκταίαν καὶ Παραλίαν». ἔστι καὶ Ἀκτή Μαγνησίας, | |
15 | ἀφ’ ἧς Ἄκτιος καὶ Ἐπάκτιος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἑτέρα Ἀκαρ‐ νανίας, ἧς μέμνηται Δημάγητος. ἔστι καὶ Πελοποννήσου, ὡς Θουκυ‐ δίδης, καὶ ἄλλη ἐν Βοσπόρῳ καὶ εʹ ἐν Ἰωνίᾳ. Δημήτριος δὲ τῆς σημαν‐ τικῆς τοῦ αἰγιαλοῦ καὶ τῆς περὶ τὸν Ἄθω χώρας μόνον ἐμνημόνευσεν. βλαστή. τοῦτό τινες βαρύνουσιν. τὸ μέντοι κίστη βαρύνεται καὶ τὸ | |
20 | πέλτη ἡ ἀσπίς. τὰ δὲ κύρια βαρύνεται, Δίκτη ὄρος Κρήτης. Καλλί‐ μαχος ... Σπάρτη Λακωνικὸν χωρίον ἀπὸ τῶν μετὰ Κάδμου Σπαρ‐ τῶν, περὶ ὧν Τιμαγόρας φησίν. «ἐκπεσόντας δὲ αὐτοὺς εἰς τὴν Λακω‐ νικὴν Σπάρτην ἀφ’ ἑαυτῶν ὀνομάσαι» ἢ ἀπὸ Σπαρτοῦ τοῦ Ἀμύκλαντος τοῦ Λέλεγος τοῦ Σπαρτοῦ ἢ διὰ τὸ τοὺς πρώτους συνοικίσαντας τὴν | |
25 | πόλιν Λέλεγας. διεσπαρμένους γὰρ εἰς ταὐτὸν συνελθεῖν καὶ μίαν οἴ‐ κησιν ποιήσασθαι. ἔστι καὶ Σπάρτη κώμη πλησίον τοῦ Εὐξείνου πόν‐ του. Σάρτη πόλις περὶ τὸν Ἄθων, Πέμπτη πόλις Αἰγύπτου. Τὰ εἰς τη ὑπερδισύλλαβα ἔχοντα κατὰ σύλληψιν σύμφωνον ἢ πρὸ τέλους τὸ ρ κύρια ὄντα βαρύνεται, Ἀδρήστη, Ἰοκάστη. Ὀρέστη πό‐ | |
30 | λις Εὐβοίας. Ἑκαταῖος Εὐρώπης περιηγήσει. Ἀκέστη πόλις Σικελίας καὶ Ἄγεστα, παρὰ τὸν Ἀκέστην. Μεγίστη πόλις καὶ νῆσος τῆς Λυκίας, | |
ὡς πολυίστωρ, ἀπὸ Μεγιστέως τινός. Δολιχίστη· οὕτως Ἀλέξανδρος | 344 | |
3,1345 | ἐν τῷ Λυκίας περίπλῳ Δολίχην νῆσον πρὸς τῇ Λυκίᾳ καλεῖ. Ἀστάρτη νῆσος ἐν Αἰθιοπίᾳ. ἔστι καὶ πόλις Συρίας ἡ ὕστερον Φιλαδέλφεια. τὸ μέντοι ἑορτή ὀξύνεται καὶ τὸ παλαιστή καὶ λεπαστή ἡ κύλιξ. τὸ δὲ Σεβαστή ἐπιθετικῶς τέτακται· ἔστι δὲ πόλις Ἀρμενίας ἡ νῦν Σεβά‐ | |
5 | στεια καλουμένη, ὡς Ἀλέξανδρος ὁ Ἐφέσιος. ἔστι δὲ καὶ ἐν τῇ Σαμα‐ ρείτιδι πολίχνιον. λέγεται καὶ ἡ πρὸς τῇ Κωρύκῳ χερρόνησος οὕτως. * Τὰ εἰς τη ὑπερδισύλλαβα ἔχοντα κατὰ διάστασιν σύμφωνον βα‐ ρύνεται, Ἀλλάντη πόλις Μακεδονίας καὶ Ἀρκαδίας. Θεόπομπος δ’ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. Ἀργάντη πόλις Ἰνδίας, | |
10 | ὡς Ἑκαταῖος. Ἀταλάντη, ἡ ὑπ’ Ἀθηναίων κτισθεῖσα παρὰ Λοκροῖς. Θουκυδίδης δευτέρᾳ (c. 23). ἔστι δὲ νῆσος. καὶ ἄλλη πρὸς τῷ Πει‐ ραιεῖ. Τὰ εἰς φη λήγοντα δισύλλαβα προσηγορικὰ παραληγόμενα α ὀξύ‐ νεται, ἁφή, βαφή, ῥαφή, γραφή, ταφή, σκαφή τὸ σκάμμα, σκάφη | |
15 | τὸ πλοῖον παρώνυμον ἀπὸ τοῦ σκάφος ὡς κάρφη ἀπὸ τοῦ κάρφος. Τὰ δὲ κύρια βαρύνεται, Τάρφη πόλις Λοκρῶν. Ὅμηρος (Β 533) «Τάρ‐ φην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα». λέγουσι δ’ αὐτὴν ἀπὸ τῆς περὶ Φαρύγας κρήνης. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆς ὕλης πυκνότητα τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηρος λέγει «βαθείης τάρφε‐ | |
20 | σιν ὕλης» (Il. Ε 555). Σκάρφη πόλις Εὐβοίας, ἣ πρότερον Ἐτεωνός ἐκαλεῖτο. Τράφη πόλις πρὸς τῷ Πόντῳ. Ἄμφη· οὕτως ἐκαλεῖτο Κάσος, μία τῶν Κυκλάδων, Σάμφη πόλις Φοινίκης καὶ τὰ τοιαῦτα. * Τὰ εἰς φη δισύλλαβα ἔχοντα πρὸ τοῦ φ σύμφωνον, ὁπότε μὴ ἔχοι πρὸ τέλους ο, βαρύνεται, νύμφη, σίλφη, ἥν τινες τίλφην λέ‐ | |
25 | γουσι, Σέμφη πόλις τῆς κατὰ Εὐφράτην Ἀραβίας. Τύμφη ὄρος Θεσπρωτικόν. Σκίρφαι πόλις Φωκική. τὸ δὲ ὀμφή, μορφή πρὸ τέ‐ λους ἔχουσιν ο. Τὰ εἰς φη παραληγόμενα τῷ ο ἢ τῷ υ συνεσταλμένῳ ὀξύνεται, ὀμφή, μομφή, μορφή, τροφή, ὀροφή, γλυφή, δρυφή, κο‐ | |
30 | ρυφή. Τὰ εἰς φη παραληγόμενα φύσει μακρᾷ ἢ ἑνὶ φωνήεντι βαρύνεται, | |
Σίφη ἐπίνειον τῆς Θεσπιακῆς· λέγεται καὶ πληθυντικῶς. ἀγρίφη τὸ | 345 | |
3,1346 | σκάφιον, κνήφη, ἀκαλήφη ἡ κνίδη. τὸ δὲ ἀλοιφή ὀξύνεται δύο φωνήεντα ἔχον. Τὰ εἰς φη ὑπερδισύλλαβα κύρια ἢ παραληγόμενα α βαρύνεται, ἀράφη, Ἀνάφη νῆσος μία τῶν Σποράδων πλησίον Θήρας, ἥτις ἀπὸ | |
5 | Μεμβλιάρου τοῦ σὺν Κάδμῳ πλεύσαντος εἰς ἀναζήτησιν Εὐρώπης Μεμ‐ βλίαρος ἐκαλεῖτο· τοῖς δ’ Ἀργοναύταις ὑπὸ χειμῶνος τρυχομένοις καὶ σκοτομήνης ἀναφανεῖσα Ἀνάφη ἐπικέκληται. σκιδάφη ἡ ἀλώπηξ, Ἱεράφη νῆσος Λιβύης. Ἑκαταῖος περιηγήσει. Ἐρίφη κύριον. Τη‐ λέφη ἡ τῆς Εὐρώπης μήτηρ, ἣ καὶ Τηλεφάη καλεῖται. | |
10 | Τὰ εἰς χη δισύλλαβα παραληγόμενα φωνήεντι προσηγορικὰ ὀξύνε‐ ται, ἠχή, βληχή, ψυχή, βρυχή ὁ κτύπος, βροχή, ὀχή, τὸ δὲ Ὄχη ὄρος τῆς Εὐβοίας βαρύνεται. ἐκλήθη δὲ τὸ ὄρος ἀπὸ τῆς ἐκεῖ ὀχείας ἤτοι τῶν θεῶν μίξεως Διὸς καὶ Ἥρας ἢ διὰ τὸ τὰ πρόβατα κυΐσκεσθαι ὀχευόμενα ἐν τῷ τόπῳ. οἱ γὰρ Ἀχαιοὶ τὴν τροφὴν ὀχήν | |
15 | φασι. λέγεται καὶ ἀρσενικῶς ὁ Ὄχης. τὸ δὲ τύχη καὶ μάχη βαρύνεται· ἔστι δὲ καὶ Τύχη πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. βαρύνεται δὲ καὶ Τρῦχαι πόλις Εὐ‐ βοίας. Λυκόφρων δὲ (v. 374) μεταφράσας Τρύχαντα καλεῖ. τὸ δὲ Χωχή κώμη πρὸς τῷ Τίγριδι ποταμῷ ὀξύνεται. Ἀρριανὸς δεκάτῳ «καὶ | |
20 | βασιλεὺς δ’ ἐξελαύνει ἐκ Σελευκείας, οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Τίγρι‐ δος ἐς κώμην, ᾗτινι Χωχὴ ὄνομα». Τὰ εἰς χη ἔχοντα ἄλλο σύμφωνον κατὰ σύλληψιν ἢ διάστασιν βα‐ ρύνεται, βάκχη, κόγχη, λέσχη, λόγχη, τὸ δὲ Λογχή κύριον, Ῥύγχαι χωρίον Εὐβοίας. τὸ δὲ ἀρχή ὀξύνεται. | |
25 | Τὰ εἰς χη ὑπερδισύλλαβα εἰς α ἢ υ παραληγόμενα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, στοναχή, ταραχή, ἰαχή, ἀλυχή, διδαχή, τὸ δὲ μαλάχη βαρύνεται. τὸ δὲ Μαράχη πόλις Ἰνδικὴ κύριόν ἐστιν. Τὰ εἰς χη παραληγόμενα ι βαρύνεται, Δολίχη νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. δο‐ | |
30 | λιχή δὲ ἡ μακρά. μαστίχη, σαβαρίχη τὸ τῆς γυναικὸς αἰδοῖον, πυρρίχη, Μυστίχη. Ἐρυσίχη πόλις Ἀκαρνανίας, ἥτις ὕστερον Οἰ‐ νιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν Ἐρυ‐ σίχην ὠνόμασαν ἀπὸ Ἐρυσίχης τῆς Ἀχελῴου θυγατρός. * Τὰ εἰς χη ὑπερδισύλλαβα παραληγόμενα ο σπάνια ὄντα βαρύνε‐ | |
35 | ται, οἷον Ἀστυόχη ἡ μήτηρ Τληπολέμου. | 346 |
3,1347 | Τὰ εἰς ψη οὐχ εὕρηται πλὴν τοῦ Τεράψη νῆσος πρὸς Καρχηδόνα οὐ μεγάλη. Τὰ εἰς ω λήγοντα θηλυκὰ ὀξύνεται, Κλωθώ, Ἐρατώ, Θεανώ, Σαπφώ, Λητώ παρὰ τὸ λήθω τὸ λανθάνω λήθη καὶ Ληθώ καὶ Λητώ. | |
5 | τὸ γὰρ ἥμερον καὶ πραῢ ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὐτὴν πεπλημμε‐ λημένων ἐμφαίνεται. ὁ δὲ Πλάτων φησὶν ἐλεητώ· ἐλεήμων γὰρ ἡ θεὸς καὶ πραεῖα καὶ πάντας ἐλεοῦσα. ὁ δὲ Ἀρίσταρχος παρὰ τὸ λῶ τὸ θέλω, ἔνθεν τὸ λῇς ἀντὶ τοῦ θέλεις μετὰ τοῦ ι Εὐριπίδης καὶ τὸ λῇ τὸ θέλει Δωρικῶς· ἐπειδὴ ὃ ἄν τις θέλῃ, παρ’ αὐτῆς λαμβάνει. Λατώ δ’ ἐλέ‐ | |
10 | γετο Καμάρα πόλις Κρήτης. πειθώ, φειδώ, χρειώ, βασιλώ. Κλειώ. Καλυψώ. Δηώ ἡ Δημήτηρ· καὶ διφορεῖται· οἶδε γὰρ ἡ παράδοσις τὸ η μετὰ τοῦ ι καὶ χωρίς. καὶ εἰ μὲν μὴ ἔχει τὸ ι, ἐστὶ παρὰ τὸ δήω τὸ σημαῖνον τὸ εὑρίσκω· καὶ γὰρ ἡνίκα περιήρχετο εἰς ζήτησιν τῆς θυγατρὸς αὐτῆς, κατ’ εὐφημισμὸν ἔλεγον πάντες «δήεις» τουτέστιν εὑ‐ | |
15 | ρήσεις· ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν σῖτον. εἰ δὲ ἔχει τὸ ι, γέγονε παρὰ τὸ δαίω τὸ κόπτω κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η· καὶ γὰρ ἡ Δη‐ μήτηρ γῆ ἐστιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀποτριᾶσθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα. τινὲς δέ φα‐ σιν, ὅτι ὑποκοριστικόν ἐστιν ἀπὸ τοῦ Δημήτηρ Δηώ ἀγνοοῦντες τὸν | |
20 | σχηματισμὸν τῶν τοιούτων ὑποκοριστικῶν. τὰ γὰρ τοιαῦτα ὑποκορι‐ στικὰ θέλει φυλάττειν τὸ σύμφωνον τῆς δευτέρας συλλαβῆς τῶν ἰδίων πρωτοτύπων οἷον Ὑψιπύλη Ὑψώ, Εἰδοθέα Εἰδώ παρ’ Αἰσχύλῳ· εἰ οὖν Δημήτηρ, Δημώ ὤφειλεν εἶναι, ἀλλ’ οὐκ ἔστιν ὑποκοριστικόν. Βουτώ κώμη Αἰγύπτου, ἀφ’ ἧς καὶ Λητὼ Βουτώ, ἧς τινος χρηστήριον | |
25 | ἦν. ἐκαλεῖτο δὲ καὶ Βοῦτος. Δωδώ· οὕτως ἐλέγετο Δωδώνη Σιμ‐ μίας ὁ Ῥόδιος «Ζηνὸς ἕδος Κρονίδαο μάκαιρ’ ὑπεδέξατο Δωδώ». Ἐλβώ νῆσος. Ἡρόδοτος δευτέρᾳ (c. 140). Ἀμαζώ θυγάτηρ τῆς Ἐφέσου, ἀφ’ ἧς αἱ Ἀμαζόνες. Ἡρώ πόλις Αἰγυπτία. Στράβων δὲ Ἡρώων πόλιν αὐτὴν καλεῖ (17 p. 836). Θριώ· οὕτως λέγεται Θρῖα | |
30 | δῆμος τῆς Οἰνηΐδος φυλῆς, ὅθεν Θριῶθεν Θριῶζε. Ἰώ ἤτοι σελήνη· | 347 |
3,1348 | ἰώ γὰρ ἡ σελήνη κατὰ τὴν τῶν Ἀργείων διάλεκτον. Μωθώ κώμη Ἀραβίας. Πυθώ ἡ τοῦ Ἀπόλλωνος πόλις «ὡς γάρ οἱ χρείων μυθή‐ σατο Φοῖβος Ἀπόλλων Πυθοῖ ἐν ἠγαθέῃ» (Od. θ 80). Σαβώ πόλις μεγάλη πέραν τῆς Ἐρυθρᾶς θαλάσσης. Σαρδώ νῆσος· τῇ Σαρδοῖ ἀνα‐ | |
5 | λόγως λέγεται καὶ Σαρδών ὡς τῇ Πυθοῖ παράκειται Πυθών. Σαμαθώ ὅ ἐστι μεγάλη κατὰ τὴν τῶν Λιβύων φωνήν, καλεῖται Μάγνα νῆσος Λιβυκή. Καβειρώ ἡ Πρωτέως καὶ Ἀγχινόης, ἀφ’ ἧς καὶ Ἡφαίστου Καδμῖλος. Ῥοιώ ἡ Ζάρηκος θυγάτηρ. Συρακώ λίμνη. Ταχεμψώ νῆσος Αἰθιοπίας πρὸς τῇ Λιβύῃ, ὡς Ἡρόδοτος δευτέρᾳ (c. 29). Χομψώ | |
10 | νῆσος ἐν τῷ Νείλῳ, μέση Αἰθιοπίας καὶ Αἰγύπτου. Ὑρνηθώ ἡ Τημέ‐ νου θυγάτηρ. Ψεβώ χώρα ἐνδοτάτη Αἰθιοπίας, περὶ ἧς Ἀρισταγόρας ἐν Αἰγυπτιακοῖς τάδε γράφει «οὗτοι δή φασιν εἶναι χώραν ἀπέχουσαν Αἰθιοπίας ἡμερῶν πέντε καλουμένην Ψεβώ». Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων λίμνην εἶναί φησι. Ψενακώ κώμη τῆς Ἀθριβίτου | |
15 | νομοῦ, ὡς Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων. Κυβώ, ἣ καὶ Κύβος, πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων. Ἑκαταῖος περιηγήσει αὐτῆς «καὶ λιμήν, Ἵππου ἄκρη καὶ Κυβώ». Χορτασώ πόλις Αἰγύπτου· ἀπὸ μέλλοντος ὁ σχηματισμός· ὡς γὰρ τοῦ καλύψω ἡ Καλυψώ, οὕτω καὶ τοῦ χορτάσω Χορτασώ. ἱστοροῦσι γὰρ Κλεοπάτραν εἰς πόλεμον μὴ | |
20 | ἔχειν σιτία· τοὺς δ’ οἰκοῦντας τὸν τόπον τοσαύτην παρασχέσθαι τού‐ του τὴν ἀφθονίαν, ὥστε χορτάσαι πᾶσαν τὴν στρατιὰν καὶ ὄνομα τῇ πόλει παρ’ αὐτῆς ἐντεῦθεν τεθῆναι. ΠΕΡΙ ΤΟΝΟΥ ΟΥΔΕΤΕΡΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ ιγʹ. | |
25 | Πᾶν οὐδέτερον ὄνομα παρεσχηματισμένον ἀρσενικῷ ὁμοτονεῖ τῷ ἀρσενικῷ, φίλος φίλον, κοῦφος κοῦφον, καλός καλόν, χρυσοῦς χρυσοῦν, οὕτω καὶ ὁ πᾶς τὸ πᾶν. τὸ δὲ εἷς ἕν μονοσύλλαβον ἀντί‐ | |
κειται διὰ τὸ μὴ δύνασθαι περισπωμένην ἐπὶ βραχείας εἶναι. | 348 | |
3,1349 | Πᾶν οὐδέτερον κατὰ ἀποβολὴν τοῦ ς γενόμενον ἀπὸ ἀρσενικοῦ τὸν αὐτὸν τόνον φυλάττει τῷ ἀρσενικῷ, μέγας μέγα, λειπόπατρις λειπόπατρι, ἄπολις ἄπολι, ὀξύς ὀξύ, ταχύς ταχύ, ἥμισυς ἥμισυ, Λίβυς Λίβυ, οὗτος τοῦτο, ἐκεῖνος ἐκεῖνο, αὐτός αὐτό. αἱ γὰρ ἀντ‐ | |
5 | ωνυμίαι εἰς ο περατοῦνται κατὰ τὸ τρίτον πρόσωπον κατὰ γένος οὐ‐ δέτερον. οἱ δὲ Ἀθηναῖοι μετὰ τοῦ ἄρθρου φασὶ τὸ οὐδέτερον τῆς αὐτός ταὐτόν. ἀναλόγως· ἡ γὰρ ἐκεῖνος καὶ ἡ οὗτος ἀντωνυμίαι στεροῦνται ἄρθρου. ἵν’ οὖν διαστῇ γένος ἀρσενικὸν καὶ οὐδέτερον, εἰς τὸ ο περατοῦν‐ ται κατὰ τὸ οὐδέτερον ἐκεῖνο, τοῦτο, ἵνα τὸ μὲν εἰς ο σημαίνῃ τὸ οὐδέτε‐ | |
10 | ρον, τὸ δὲ εἰς ν τὸ ἀρσενικὸν ἐκεῖνον, τοῦτον. ἡ δὲ αὐτός ἄρθρον λαμ‐ βάνει. οὐκέτι ἄρα ὀφείλει ἔχειν τὸ οὐδέτερον εἰς ο ὁμοίως τῇ χωρὶς ἄρθρου. ἔχει γὰρ διὰ τοῦ ἄρθρου σημαίνειν τὸ γένος. Ἀθηναῖοι τοίνυν τὸ ἄρθρον προσνέμοντες καὶ τὸ ν διδοῦσι «ταὐτὸν θύμον φαγόντες» (Arist. Plut. 253). ταὐτὸ γὰρ ὤφειλεν εἶναι. ὅταν οὖν Ἀττικοὶ λέγουσι ταὐτόν, | |
15 | τὸ ὀφειλόμενον ἀποδιδόασιν, οὐ πλεονάζουσιν. οὐδὲ ἐνθάδε πλεονά‐ ζουσι· τοσοῦτον, τηλικοῦτον. οὐ γὰρ ἔγκειται ἡ οὗτος ἀντωνυμία. ἀλλὰ μᾶλλον τὸ τοσοῦτο καὶ τοιοῦτο πέπονθεν ἔνδειαν τοῦ ν. ὡσαύτως καὶ ἄλλος ἄλλο, τοῦτο δὲ ἐπιλαμβάνει τὸ ν ἐν τῷ ἀλλοπρόσαλλον καὶ ἐν τῷ ἔξαλλον καὶ ἄπαλλον. | |
20 | Πᾶν εἰς ον ἐπιθετικὸν οὐδέτερον παρεσχηματισμένον τοῖς εἰς ος λήγουσιν ἀρσενικοῖς τούτων φυλάττει τὸν τόνον, φιλόσοφος φιλόσο‐ φον, ἀχρεῖος ἀχρεῖον Ἀττικῶς καὶ ἄχρειος ἄχρειον. Τὰ εἰς ους λήγοντα τῶν ὀνομάτων ἔχοντα οὐδετέρου παρασχημα‐ τισμὸν ὁμοτονοῦν ἔχουσι τὸ οὐδέτερον, χρυσοῦς χρυσοῦν, χαλκοῦς | |
25 | χαλκοῦν, εὔνους εὔνουν. Τὰ εἰς ως λήγοντα ἔχοντα οὐδετέρου παρασχηματισμὸν ὁμοτονοῦν ἔχουσι τὸ οὐδέτερον, ἀξιόχρεως ἀξιόχρεων, ἀνάπλεως ἀνάπλεων. | |
Τὰ εἰς ας ἔχοντα οὐδετέρου παρασχηματισμὸν ὁμοτονοῦν ἔχουσι | 349 | |
3,1350 | τὸ οὐδέτερον, ἅπας ἅπαν, σύμπας σύμπαν, τάλας τάλαν, μέλας μέλαν. Τὰ ἀπὸ τῶν εἰς εις ὑπὲρ μίαν συλλαβὴν οὐδέτερα εἰς εν λήξαντα ἐν μὲν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον φυλάττουσι, οὐ μὴν δὲ ἀεὶ τὸν | |
5 | αὐτόν, φωνήεις φωνῆεν, αὐδήεις αὐδῆεν, χαρίεις χαρίεν. τὸ γὰρ προπαροξύτονον ἐπίρρημά ἐστιν. τυφθείς τυφθέν. Τὰ εἰς ες οὐδέτερα τῶν εἰς ης ὀξυτόνων ὁμοτονοῦσιν αὐτοῖς, εὐ‐ σεβής εὐσεβές, ἀληθής ἀληθές καὶ ἄληθες παρ’ Ἀττικοῖς τὸ ἐπίρ‐ ρημα, ἑξαετής ἑξαετές, τριετής τριετές, αὐτοετής αὐτοετές, τὸ δὲ | |
10 | αὐτόετες ἐπιρρηματικῶς προπαροξύνεται, ὡσαύτως ἐπιτηδής ἐπιτη‐ δές, ἐπίτηδες δὲ ἐπίρρημα. Τὰ βαρύτονα εἰς ης ἔχοντα δὲ οὐδέτερα εἰς ες ἢ προπερισπώμενα αὐτὰ ἔχει ἢ προπαροξύτονα. Τὰ μὲν οὖν διὰ τοῦ ηρης ἔχει προπερισπώμενα, ὀλιγήρης ὀλιγῆ‐ | |
15 | ρες, θυμήρης θυμῆρες, τὸ δὲ θυμαρές ἀπὸ τοῦ θυμαρής γέγονε, ξιφήρης ξιφῆρες, πλήρης πλῆρες. Τὰ διὰ τοῦ ωδης, εἰ ἔχει οὐδέτερα, προπερισπώμενα αὐτὰ ἔχει, εὐώδης εὐῶδες, γεώδης γεῶδες. Ἔτι τὰ διὰ τοῦ ωρης, νεώρης νεῶρες, αὐτώρης αὐτῶρες καὶ | |
20 | τὰ παρὰ τὸ ὄλω συντεθειμένα, ἐξώλης ἐξῶλες, πανώλης πανῶλες. τὰ δὲ ἄλλα προπαροξύνονται, ἐξαιρέτως τὰ παρ’ οὐδετέρων συντε‐ θέντα βαρύτονα, εὐμήκης εὔμηκες, κακοήθης κακόηθες, μεγακήτης μεγάκητες. καὶ τὰ παρὰ τὸ ηκης, τανυήκης τανύηκες. καὶ τὰ παρὰ τὸ αδης καὶ αρκης, αὐθάδης αὔθαδες, αὐτάρκης αὔταρκες. τὸ μέν‐ | |
25 | τοι ποδάρκης βαρύτονον ἔχει τὸ ποδαρκές οὐδέτερον ὀξυνόμενον, ἡ δὲ κλητικὴ πόδαρκες ὡς αὔταρκες, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ. Τὰ παρὰ τὸ αντης οὐδέτερα προπαροξύνονται, κατάντης κάταντες, προσάντης πρόσαντες, ἀνάντης ἄναντες καὶ τὰ ὅμοια. | |
30 | Τὰ εἰς ον μετοχῶν οὐδέτερα ὁμοτονοῦσι τοῖς ἀρσενικοῖς, ὁ λαβών τὸ λαβόν, ὁ φαγών τὸ φαγόν. | |
Τῶν εἰς ων βαρυτόνων τὰ οὐδέτερα ὁμοτονοῦσι ταῖς κλητικαῖς τῶν | 350 | |
3,1351 | ἀρσενικῶν, ὁ σώφρων ὦ σῶφρον καὶ τὸ σῶφρον, ὁ ἀγνώμων ὦ ἄγνω‐ μον καὶ τὸ ἄγνωμον, ὁ ἀμείνων ὦ ἄμεινον τὸ ἄμεινον, ὁ βελτίων ὦ βέλτιον τὸ βέλτιον, ὁ ἀρείων ὦ ἄρειον τὸ ἄρειον. τοῖς δὲ εἰς ων ὀξυνομένοις ὀνόμασι οὐδέποτε παράκειται οὐδετέρου παρασχηματισμός. | |
5 | Τὰ ἀπὸ τῶν εἰς ην ἀρσενικῶν εἰς εν οὐδέτερα ὁμοτονοῦσιν αὐ‐ τοῖς, ἄρσην ἄρσεν, τέρην τέρεν. * Τὰ εἰς ων μετοχῶν δευτέρας συζυγίας τῶν περισπωμένων οὐδέ‐ τερα ὁμοτονοῦσι τοῖς ἀρσενικοῖς, ὁ βοῶν τὸ βοῶν, ὁ γελῶν τὸ γε‐ λῶν, ὁ ὁρῶν τὸ ὁρῶν, ὁ ἀγαπῶν τὸ ἀγαπῶν, ὁ μελετῶν τὸ με‐ | |
10 | λετῶν. μονογενὲς δὲ οὐδέτερον εἰς ων λῆγον ὄνομα οὐκ ἔστιν εὑρεῖν. * Αἱ εἰς ως μετοχαὶ ἀπὸ περισπωμένων κατὰ πάθος γενόμεναι καὶ φυλάττουσαι τὸ ω ἐπὶ τῆς γενικῆς τοῦ ἀρσενικοῦ ὁμοτονοῦντα ἔχουσι τὰ οὐδέτερα, βεβώς βεβῶτος τὸ βεβώς, γεγώς γεγῶτος τὸ γεγώς, ἑστώς ἑστῶτος τὸ ἑστώς, τεθνώς τεθνῶτος τὸ τεθνώς. μονογενὲς δὲ | |
15 | οὐδέτερον εἰς ως οὐκ ἔστιν εὑρεῖν πλὴν τοῦ φῶς καὶ τοῦ ὦς. Τὰ εἰς α λήγοντα οὐδέτερα μονογενῆ βαρύνεται καὶ συστέλλει τὸ α καὶ τὸ μ παραλήγεται καὶ διὰ τοῦ τος θέλει κλίνεσθαι. πρόσκειται μονογενῆ διὰ τὸ μέγα. τοῦτο γὰρ λήγει εἰς α καὶ πρὸ τοῦ α οὐκ ἔχει τὸ μ διὰ τὸ μὴ εἶναι μονογενές, ἀπὸ γὰρ τοῦ μέγας. τὸ γὰρ | |
20 | Πάσχα βάρβαρον, διὸ ὃ καὶ ἄκλιτον. τὸ φάβα καὶ αὐτὸ βάρβαρον, εἰ καὶ κλίνοιτο. καὶ τὰ τῶν στοιχείων ὀνόματα, ἄλφα, βῆτα, γάμμα, δέλτα—ἔστι καὶ Δέλτα πόλις πρὸς τῇ Συρίᾳ καὶ νῆσος Αἰγύπτου, ὡς Ἔφορος, κατ’ Αἰγυπτίους καλουμένη Πυραμίς ἀπὸ τῆς τοῦ σχήμα‐ τος ὁμοιότητος—βάρβαρα καὶ ἄκλιτά εἰσιν. τὸ δὲ ἄλειφα ἐγένετο ἐκ | |
25 | τοῦ ἄλειφαρ ἢ ἄλειφας ὑποστολῇ τοῦ ρ ἢ τοῦ ς, τὸ δὲ λίπα ἐκ τοῦ | 351 |
3,1352 | λίπας καὶ τὸ ὕφα ἐκ τοῦ ὕφασμα κατὰ ἀποκοπήν. καὶ τὸ γάλα ἀπὸ τοῦ γάλαξ κατ’ ἔνδειαν τοῦ ξ. ἡ γὰρ κλίσις αὐτοῦ ἀπὸ εὐθείας τῆς εἰς ξ καταληγούσης ἐγένετο· γάλακος γὰρ ἡ γενικὴ καὶ κατὰ πλεονασμὸν τοῦ τ γάλακτος ὥσπερ ἄναξ ἄνακος καὶ ἄνακτος. πᾶσα γὰρ γενικὴ διὰ | |
5 | τοῦ κος κλινομένη ἢ διὰ τοῦ κτος τὴν εὐθεῖαν ἔχει εἰς ξ καταλήγου‐ σαν, οἷον Φοῖνιξ Φοίνικος, θώραξ θώρακος, νύξ νυκτός, ἄναξ ἄνακτος· εἰ οὖν γάλακτος, δῆλον ὅτι εἰς ξ γάλαξ. ἄλλως τε δὲ πᾶσα δοτικὴ πληθυντικῶν εἰς ι λήγουσα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ι τὴν εὐθεῖαν τῶν ἑνικῶν ἀποτελεῖ, οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι | |
10 | Πέλοψ, Κύκλωψι Κύκλωψ. εἰ οὖν ἐστιν ἡ δοτικὴ τῶν πληθυντι‐ κῶν γάλαξι, δῆλον ὅτι ἀποβολῇ τοῦ ι γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ· ἀλλ’ ἐπειδὴ τὸ ξ οὐκ ἔστι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν ἀπεβλήθη καὶ ἐγένετο γάλα. Ἀμέλει συντιθέμενον τὸ γάλα καὶ γινό‐ μενον εἰς ἀρσενικὸν γένος, ἀναδέχεται τὸ ὀφειλόμενον ξ οἷον ὁ | |
15 | ἀρτιγάλαξ, ὁ νεογάλαξ. καὶ ἐκ τοῦ γάλαξ ὁ γαλαξίας γενέσθαι δοκεῖ. Περὶ δὲ τοῦ κρᾶτα οἷον «ἐς τὸ κείνου κρᾶτα ἐνήλαθ’ ἡ τύχη» παρὰ Σοφοκλεῖ (Oed. Tyr. 263) μήποτέ ἐστιν εἰπεῖν ὅτι τοῦτο ἀπὸ ἀρσενι‐ κοῦ ἢ θηλυκοῦ γέγονεν. ἀπὸ ἀρσενικοῦ μὲν ἀπὸ τοῦ ὁ κράς τοῦ κρατός τῷ κρατί τὸν κρᾶτα, ἀπὸ θηλυκοῦ δὲ ἀπὸ τοῦ ἡ κράς τῆς κρατός τῇ | |
20 | κρατί τὴν κρᾶτα καὶ τὸ κρᾶτα. τὸ μὲν γὰρ κράς ἀρσενικῶς καὶ θηλυ‐ κῶς λέγεται οἷον ὁ κράς καὶ ἡ κράς. Τὰ μὲν οὖν δισύλλαβα εἰς μα λήγοντα οὐδέτερα παροξύνεται ἢ προπερισπᾶται, στόμα, πλύμα, ῥύμα, φύμα, θύμα, λύμα, θέμα, δέμα, ἅρμα—ἔστι καὶ πόλις Βοιωτίας τῆς Ταναγρικῆς. Παυσανίας | |
25 | ἐνάτῳ (c. 19, 4). ἐκλήθη δὲ οὕτως ἢ διότι ἐκεῖ κατεάγη τὸ τοῦ Ἀδρά‐ στου ἅρμα ἢ ἀπὸ Ἀμφιαράου τοῦ ἅρματος· ἐνταῦθα γὰρ καταφυγεῖν φασι μετὰ τοῦ ἅρματος καὶ οὐκ ἐκδοθῆναι τοῖς διώκουσιν ὑπὸ τῶν κατοικούντων. ἔστι καὶ τῆς Ἀττικῆς Ἅρμα ἐν Πάρνηθι περὶ τὴν Φυ‐ λὴν καλουμένην. ἔστι καὶ Ἅρματα πόλις πληθυντικῶς Ἰνδικῆς—αἷμα, | |
30 | βῆμα, ῥῆμα, χρῆμα, σῆμα, ὅθεν Κυνόσσημα τόπος Λιβύης. Ἑκα‐ ταῖος περιηγήσει αὐτῆς. ἔστι καὶ ἄλλο χωρίον. λῦμα καὶ φῦμα καὶ θῦμα | |
παρ’ Ἀττικοῖς τὸ υ ἐκτείνουσιν, ζεῦγμα καὶ Ζεῦγμα πόλις Συρίας | 352 | |
3,1353 | ἐπὶ τῷ Εὐφράτῃ, ὃν Ἀλέξανδρος ζεύξας ἁλύσεσι διεβίβασε τὰ στρατό‐ πεδα. ῥῆγμα καὶ Ῥῆγμα πόλις καὶ κόλπος περὶ τὸν Περσικὸν κόλ‐ πον. δῆγμα, δεῖγμα, λῆμμα, τύμμα, οἶμα, ὅπερ ἐστὶ μονῆρες. οὐδὲν γὰρ εἰς μα λῆγον καθαρὸν δισύλλαβον οὐδέτερον πρὸ τέλους | |
5 | ἔχει τὴν οι δίφθογγον, ἀλλὰ μόνον τὸ οἶμα, τὸ γὰρ οἶδμα οὐ καθα‐ ρεῦον. δύναται γὰρ καὶ ἀπὸ συμφώνου ἄρχεσθαί τινα ἢ ἀπὸ συμφώ‐ νων, ἵνα μή τις λέγῃ, ὅτι ἄλλο οἶμα ἐπιζητῶ. διὸ ἔθηκα πρὸ τέλους. —τὰ δὲ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, ποίημα, ὄρυγμα, τέλεσμα, μελέτημα, βούλημα, εὕρημα. λέγεται καὶ εὕρεμα διὰ | |
10 | τοῦ ε· καί εἰσι μὲν καὶ ἀμφοτέρων χρήσεις, κρείττων δὲ ἡ διὰ τοῦ η ὡς ἀπὸ περισπωμένου τοῦ εὑρῶ, οὗ τὴν περίσπασιν ἐλέγχει ὁ εὑρήσω μέλλων, περιττεύων τοῦ ἐνεστῶτος μιᾷ συλλαβῇ. ὄνομα, ὅ ἐστι μο‐ νῆρες. οὐδὲν γὰρ εἰς μα λῆγον οὐδέτερον ἁπλοῦν ἐν ταῖς πρὸ τέλους δύο συλλαβαῖς δισσὸν ἔχει τὸ ο, ὡς δῆλον ἐκ τῶν τοιούτων, ποίημα, | |
15 | νόημα, δόνημα, φίλημα, ἀνάθημα, φώνημα, στεφάνωμα, χρύσωμα, κώλυμα, ἔλυμα, ἔρυμα καὶ ἄλλο μυρίον πλῆθος τοιού‐ των ὀνομάτων ἀδιάπτωτον ποιεῖ τὸν κανόνα. δῆλον ὡς τὸ ὄνομα μονῆρές ἐστι· καὶ γὰρ ἥ τε τρίτη ἀπὸ τέλους τὸ ο ἔχει καὶ ἡ πρὸ τέ‐ λους. Αἰολεῖς δὲ ὄνυμα λέγοντες αὐτὸ ἀπολύουσι τοῦ προκειμένου | |
20 | ἐλέγχου. πρόσκειται τῷ κανόνι ἁπλοῦν, ἵνα μή τις ταῦτα σύνθετα ὄντα ὡς ἀντιπίπτοντα παρατάξῃ συνεχῶς ἐν τῇ συνηθείᾳ λεγόμενα, λέγω δὲ τὸ πρόδομα ἢ πρόπομα, ὅπερ καὶ πρόπωμα λέγεται. τούτων οὖν οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, διατί ἐν τῷ ὄνομα οἱ Αἰολεῖς τὸ ἐν τῇ παραληγούσῃ ο ἔτρεψαν εἰς τὸ υ οἷον ὄνυμα καὶ μὴ τὸ ἐν τῇ προ‐ | |
25 | παραληγούσῃ οἷον ὔνομα. Ἔστιν οὖν εἰπεῖν τὰς αἰτίας ταύτας· πρῶ‐ τον μὲν ὅτι τὸ ἐν τῇ παραληγούσῃ ο γνήσιόν ἐστιν, ἀπὸ γὰρ τοῦ νέμω γέγονε νόμα καὶ κατὰ πλεονασμὸν τοῦ ο ὄνομα, τὸ δὲ ἐν τῇ ἀρχούσῃ ἀπὸ πλεονασμοῦ ἐστιν. ἄτοπον δέ ἐστι τὸ ἀπὸ πλεονασμοῦ τραπῆναι, ἵνα εὑρεθῶσι δύο πάθη, πλεονασμὸς καὶ τροπή. δεύτερον δὲ ὅτι καὶ ὁ | |
30 | χαρακτὴρ ἀπαιτεῖ τὸ ἐν τῇ παραληγούσῃ ο τραπῆναι. πολλὰ γάρ εἰσιν εἰς α οὐδέτερα διὰ τοῦ υμα ἐκφερόμενα οἷον κώλυμα, ἔρυμα, κῦμα, θῦμα. οὕτως οὖν καὶ ὄνομα. καὶ τούτου χάριν τὸ ἐν τῇ παραληγούσῃ ἐτράπη καὶ οὐ τὸ ἐν τῇ ἀρχούσῃ. Εἰς α μακρὸν ἢ εἰς η ἐπὶ ἑνικῆς εὐθείας ὀνόματος οὐδετέρου οὐκ | |
35 | ἔστιν εὑρεῖν· τὸ γὰρ κάρα ἀπὸ τοῦ κάρανον καὶ τὸ κάρη ἀπὸ τοῦ | |
κάρηνον ἀποκέκοπται. τὸ γὰρ καρή ὀξύτονον θηλυκόν ἐστιν. | 353 | |
3,1354 | Τὰ εἰς ι μονογενῆ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, μέλι· δίχα δὲ τούτου καὶ τῶν παρ’ αὐτοῦ συντεθέντων ἀπόμελι, ὀξύμελι, εὐ‐ κρατόμελι, οἰνόμελι καὶ τοῦ μονοσυλλάβου τί οὐδέν ἐστι ὄνομα οὐδέτερον Ἑλληνικὸν ἀπαθές. τὸ γὰρ κίκι εἶδος ἐλαίου παρ’ Αἰγυ‐ | |
5 | πτίοις, κόμι τὸ κομίδιον, πέπερι, κιννάβαρι, ὅπερ Ἀττικοὶ τιγγά‐ βαρυ, σίνηπι, κοῖφι, στάχι σύνηθες Αἰγυπτίοις, ὅπερ σημαίνει εἶδος πυρροῦ, στίμμι, ὅπερ γυναῖκες κατὰ τοὺς ὀφθαλμοὺς χρίονται, ὅπερ ἐν τῇ συνηθείᾳ λαχᾶς καλεῖται, κόρι τὸ κορίανον, τάγυρι, χνάσμι, κάρι, σίσελι οὐχ Ἑλληνικά, ξένα δέ. τὸ δὲ τρόφι ἀπὸ τοῦ τρόφι‐ | |
10 | μον γέγονε κατ’ ἀποκοπὴν ὡς ἀπὸ τοῦ κρίμνου τὸ κρῖ, ὡσαύτως καὶ ἄλφι ἀπὸ τοῦ ἄλφιτον καὶ τὸ ἔρι ἀπὸ τοῦ ἔριον. Τὰ δὲ εἰς ι ἐπιθετικὰ ὁμοτονεῖ τοῖς ἀρσενικοῖς, λειπόπατρις λει‐ πόπατρι, φυγόπολις φυγόπολι, φιλόπατρις φιλόπατρι, εὔχαρις εὔχαρι. | |
15 | Τὰ εἰς υ μονογενῆ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, δόρυ, γόνυ, μέθυ, δάκρυ, πῶϋ, ἄστυ—ἐκλήθη δὲ ἄστυ, ὡς Φιλόχορος ἐν αʹ τῆς Ἀτθίδος «διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανεστήκασιν. Ἀθηναῖοι δὲ πρῶτοι τῶν ἄλλων ἄστη καὶ πόλεις ᾤκη‐ | |
20 | σαν». λέγεται ἄστυ καὶ ὁ δῆμος, ὡς Ἐρατοσθένης ἐν Ἠριγόνῃ «ἡ δ’ ὅτε δὴ Θορικοῦ καλὸν ἵκανεν ἕδος ....» ὅτι δὲ δῆμος Θορικός δῆλον. ἔστι καὶ κώμη πλησίον Κανώβου παρὰ τὴν Ἀλεξάνδρειαν—νᾶπυ τὸ σίνηπι, κόνδυ, κάχρυ, φῖτυ τὸ φίτυμα, μῶλυ, τρῆνυ, ἄσχυ ἀπόρευμα δένδρου. τὸ δὲ Αἶπυ πόλις Μεσσηνίας «καὶ Θρύον Ἀλφειοῖο | |
25 | πόρον καὶ ἐΰκτιτον Αἶπυ» (Β 592) ἀπὸ τῆς ἐρυμνότητος καλουμένη, | |
ἀμφίβολόν ἐστιν. Ἀρίσταρχος γὰρ ὡς ὀξύ, συγκατατίθεται δὲ αὐτῷ καὶ | 354 | |
3,1355 | Ἀπολλόδωρος. Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ μὲν ἐΰ‐ κτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις (Il. Λ 711) εἴρηκεν «ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη» ὃ νῦν εἴρηκε | |
5 | Αἰπύ καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δέ φησι μὲν κύριον εἶναι τὸ Αἰπύ, οὐ μὴν συγκατατίθεται τῷ τόνῳ φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγορικοῖς, Ἕλος, Αἰγιαλός· χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογώτερον ἀνάγνωσις ἦν ἡ βαρεῖα. τὰ γὰρ εἰς υ μονογενῆ βαρύνεται. | |
10 | * Εἰς ων οὐδέτερον μονογενὲς ἢ εἰς ην ἢ εἰς αν ἢ εἰς εν ἢ εἰς ιν ἢ εἰς υν οὐκ ἔστιν εὑρεῖν. τὸ γὰρ ἰθύτρην παρὰ Δημοκρίτῳ βεβίασται. Τὰ εἰς λεον ὀξύνεται, Χαλεόν ἡ πόλις, ἐλεόν ἡ μαγειρικὴ τρά‐ πεζα. «βάλλον δ’ εἰν ἐλεοῖσιν», στελεόν, ὃ καὶ στελειόν λέγεται ποιη‐ τικῶς, καὶ στελεός, κολεόν ἢ κουλεόν. Πτελεόν πόλις Ἰωνίας | |
15 | καὶ Τρῳάδος καὶ τῶν περὶ Θετταλίαν Ἀχαιῶν. καλεῖται δὲ ὅτι πολλὰς ἔχει πτελέας· ἔστι δὲ καὶ Μεσσηνίας, μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594). Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι καὶ Πτελέας οὐ Πτελεόν κατὰ τὸ πρῶ‐ τον τοῦ βίου τῆς Ἑλλάδος βιβλίον. εἰ δὲ μὴ ἔχουσι τὸ λε, προπαροξύ‐ | |
20 | νονται, ὄστρεον, ὃ καὶ ὄστρειον λέγεται, ὄρνεον, δένδρεον, ὤεον, ὅπερ ἐν πλεονασμῷ τοῦ ε ἀπὸ τοῦ ὠόν, κάνεον. τὸ δὲ ὀστέον παροξύνεται ὡς δισύλλαβον· ἀπὸ γὰρ τοῦ ἵστημι στέον καὶ ὀστέον· οὐκ ἀγνοῶ δὲ ὡς καὶ ὀστοῦν λέγεται, ὡς καὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ «ἀλλ’ οὐδὲ λάχανον οὐδὲν οὐδ’ ὀστοῦν ἔτι | |
25 | ὁρῶ». τοῦτον τὸν τρόπον καὶ τὸ κάνεον κανοῦν. Τὰ εἰς ον δισύλλαβα παραληγόμενα τῷ ι μόνῳ ἢ τῇ ει διφθόγγῳ βαρύνεται, μνίον, ῥίον. ἔστι καὶ πόλις Μεσσήνης ἢ Ἀχαΐας καὶ ἄλλη Αἰτωλίας. σίον λαχάνου εἶδος, ἴον, δρίον, ὅπερ τινὲς καὶ | |
30 | δρίος γράφουσι, Δῖον πόλις Εὐβοίας περὶ τὸ Κήναιον. Ὅμηρος «Κή‐ ρινθόν τ’ ἔφαλον Δῖόν τ’ αἰπὺ πτολίεθρον» (Β 538). ἔστι καὶ Μακεδο‐ | |
νίας, ἔνθα τὸν Ὀλυμπικὸν ἀγῶνα ἐτέλουν· γʹ ἔστι πρὸς τῷ Ἄθῳ, ὡς | 355 | |
3,1356 | Θουκυδίδης (4, 109), δʹ Θεσσαλίας. εʹ Πισιδίας. ϛʹ Ἰταλίας. ζʹ κοίλης Συρίας, κτίσμα Ἀλεξάνδρου. κρεῖον ἀγγεῖον κρεῶν, εἶον, ὃ καὶ ἤϊον ἐν διαλύσει λέγεται, τὸ εἰς τὸ ἰέναι ἐπιτήδειον, νεῖον τῆς νηὸς τὸ πυθμενοειδὲς ξύλον. | |
5 | Τὰ διὰ τοῦ ιον τριβράχεα ὑποκοριστικὰ προπαροξύνεται, κτένιον, πτύχιον, πόδιον, θρόνιον, ὡσαύτως καὶ Θρόνιον πόλις Λοκρῶν· Ὅμηρος «Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα» (Β 533), σχόλιον, χόριον, ῥάχιον, πτέριον, ζύγιον, σπόδιον, φλέ‐ βιον, τρίχιον, πέδιον ὁ δεσμός, τὸ δὲ πεδίον ἐπὶ τῆς γῆς παρ‐ | |
10 | οξύνεται· εἰ μέντοι ἡ πρώτη τούτων μακρὰ ὑπάρχοι, ὑπεσταλμένων τῶν διὰ τοῦ διον παρηγμένων, παροξύνεται, κλειδίον, παιδίον, δᾳδίον· οὐ γὰρ διὰ τοῦ διον, ἀλλὰ διὰ τοῦ ιον. τὸ γὰρ δ τοῦ πρω‐ τοτύπου ἐστίν. ἔτι σφηκίον, χαρτίον, ὠτίον, μηρίον, θηρίον, κηρίον, ξηρίον, σφαιρίον, φορτίον, σταυρίον, σχοινίον, σπαρ‐ | |
15 | τίον, τιτθίον, στρουθίον, σαρκίον, βιβλίον, χρυσίον, καρ‐ φίον, χωρίον, κρουνίον, σιτίον, ψωμίον, νησίον. οὕτω καὶ τὸ κλισίον παρὰ τοῖς Ἀττικοῖς τὸ ι ἐκτεῖνον παροξύνεται ὡς τὸ θη‐ ρίον, παρὰ δὲ Ὁμήρῳ συστέλλει τὸ ι καὶ προπαροξύνεται οἷον «περὶ δὲ κλίσιον θέε πάντῃ» (Od. ω 208). τὸ δὲ φρούριον προπαροξύνεται | |
20 | οὐ γὰρ ὑποκοριστικόν. ὡσαύτως καὶ τὸ ἴχνιον προπαροξυντέον ὁμο‐ | 356 |
3,1357 | τόνως τῷ ἀράχνιον· οὐ γάρ ἐστιν ὑποκοριστικόν, ἀλλ’ ἀπὸ ῥήματος ἐσχημάτισται. Τὰ διὰ τοῦ διον ἀπὸ παραγωγῆς ἔχοντα τὸ δ προπαροξύνεται, μύδιον, βοτρύδιον, ἰχθύδιον, σικύδιον, ὀφρύδιον, πιτύδιον, | |
5 | ὀσφύδιον. Βοιωτίδιον ἐκ Βοιώτιος. Ἀριστοφάνης Ἀχαρνεῦσιν (v. 872) «ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον. κῴδιον, βοΐδιον, βιβλίδιον, ὀΐδιον καὶ ἐν συναιρέσει οἴδιον, ζῴδιον, στῴδιον, καλώδιον, φυσείδιον, λεξείδιον, γῄδιον, κλινήδιον, πορνήδιον. τὸ δὲ παιδίον, κλειδίον, δᾳδίον τὸ δ οὐκ ἔχει ἐκ παραγωγῆς. τὸ δὲ | |
10 | δορκάδιον, ἀσπίδιον. Μένανδρος «ἀσπίδιον ἐπριάμην τι καὶ μαχαί‐ ριον» καὶ κροκύδιον ὑπερτρισύλλαβα προπαροξύνεται. Τὰ διὰ τοῦ ιον τρισύλλαβα ἔχοντα πρὸ τοῦ ι ρ ἢ λ, μὴ ὄντα ὑπο‐ κοριστικὰ μηδὲ ἔχοντα τὸ η ἐν τῇ προπαραληγούσῃ, προπαροξύνεται, ἴκριον τὸ σανίδωμα, ἴτριον, ὄσπριον, ἔριον, μείλιον τὸ δῶρον, | |
15 | τρύβλιον, λείριον τὸ ἄνθος, ῥάκτριον. ὄβριον τὸ τῶν λεόντων ἢ τῶν λύκων σκυλάκιον. φράτριον τόπος, ἐν ᾧ οἱ τῆς αὐτῆς φρατρίας συνάγονται· τὸ δὲ θηρίον ἔχει τὸ η καὶ ὑποκοριστικόν ἐστιν. ἔτι τὸ βιβλίον καὶ σμιλίον. * Τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑπο‐ | |
20 | κοριστικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους μακράν, διὰ τοῦ ι ἐκφερο‐ μένην, ἤτοι μόνου ἢ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, Ἴλιον, | |
ποίμνιον, Σίγριον, λείριον, ἴτριον, μείλιον. σπάνια δὲ τὰ | 357 | |
3,1358 | παροξυνόμενα ὥσπερ τὸ ἰνίον. τὸ γὰρ τειχίον ὑποκοριστικὸν καὶ τὸ κλειδίον. * Τὰ διὰ τοῦ ιον τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ ι δύο σύμφωνα ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν παροξύνεσθαι θέλει, ὁπότε | |
5 | πρὸ τοῦ ι οὐκ ἔστιν ἀμετάβολον οἷον ἱστίον, κυμβίον, ἰσχίον, ἑρκίον. τὸ μέντοι ὅρκιον προπαροξυνόμενον κτητικοῦ τύπου ἔχεται· ἐπεὶ δὲ ταὐτόσημόν ἐστι τῷ ὅρκῳ, παρωνύμῳ εἴδει ὑποπεπτωκέναι φα‐ μὲν ὡς τὸ Αἰτώλιος, κάπριος, αἰζήϊος· εἶπον ὁπότε πρὸ τοῦ ι οὐκ ἔστιν ἀμετάβολον, διὰ τὸ ἴκριον καὶ ἴχνιον. | |
10 | Τὰ διὰ τοῦ ιον τρισύλλαβα κύρια προπαροξύνονται, Ἴλιον πόλις Τρῳάδος ἀπὸ Ἴλου, ἣν οἱ Τρῶες Ἄτην ἐκάλουν καὶ Ἄτης λόφον. οὐδετέρως παρὰ πᾶσι, παρ’ Ὁμήρῳ δὲ θηλυκῶς. τὸ γὰρ «Ἴλιον αἰπύ» (Il. Ο 71) νοθεύει Ἀρίσταρχος. δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίας Ἑλένου κτίσμα. τετάρτη Θεσσαλίας. πέμπτη | |
15 | Θρᾴκης κατὰ Βιζύην. Δέρριον. Ῥήγιον πόλις Ἑλληνίς. Ἴσθμιον. Ῥύτιον πόλις Κρήτης (Il. Β 648), ὅπερ Τυραννίων οὐκ εὖ παροξύνει ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικόν, οὔτε εἰ ἦν ὑποκοριστικόν, παρω‐ ξύνετο, καθότι τρίβραχυ. Θρόνιον, Σπήλιον. Ὄβριον τὸ ὄρος. Κούριον πόλις Κύπρου ἀπὸ Κουρέως τοῦ Κινύρου παιδός. Ἡρόδοτος | |
20 | πέμπτῃ (c. 113). ἔστι καὶ πόλις Αἰτωλίας. Χώριον ἡ πόλις, ἐπὶ γὰρ ὑποκοριστικοῦ παροξύνεται. Δαύνιον πόλις Ἰταλίας. Λυκόφρων (v. 1254) «ὑπὲρ Λακίου Δαυνίου τ’ ᾠκισμένην». Οἴνιον. Σέστιον πόλις ἐν με‐ σογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. Σού‐ νιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλ’ ὅτε Σού‐ | |
25 | νιον ἄκρον» (Od. γ 278). Δώριον πόλις Μεσσηνίας μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594). Πύθιον τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. Ἄκτιον πόλις Ἀκαρνάνων πρώτη ἀπὸ τοῦ Ἀμ‐ | |
30 | βρακικοῦ κόλπου ἀρξαμένοις. ὁμωνύμως δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ | |
Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου καὶ ἡ πόλις. | 358 | |
3,1359 | Ἅγιον τόπος Σκυθίας, ἐν ᾧ Ἀσκληπιὸς ἐτιμᾶτο, ὡς Πολυίστωρ. Πάριον πόλις ἐν Ἑλλησπόντῳ ἀπὸ Παρίου τοῦ Ἰασίωνος. Ὄριον τόπος Κρήτης. Πάνιον σπήλαιον Παλαιστίνης, ἀφ’ οὗ ἐκρεῖ ὁ ποτα‐ μὸς Ἰορδάνης. Ὅλκιον πόλις Τυρρηνίας. Πολύβιος ἕκτῳ. Ὅλμιον | |
5 | πόλις Βοιωτίας, ὡς Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς. Νότιον πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. Ἄντιον πόλις μετὰ Λωρεντὸν τῆς Ἰταλίας ἡ καὶ Ἄντεια. Βάκτριον πόλις. Μόψιον πόλις τῆς Πελασγιώτιδος χώρας Θεσσαλίας. «ὠνόμασται οὐκ ἀπὸ Μόψου τοῦ Μαντοῦς τῆς Τει‐ ρεσίου, ἀλλ’ ἀπὸ τοῦ Λαπίθου τοῦ συμπλεύσαντος τοῖς Ἀργοναύταις. | |
10 | ἄλλος δ’ ἐστὶ Μόψος, ἀφ’ οὗ ἡ Ἀττικὴ Μοψοπία» (Strab. p. 443). Μάσιον ὄρος ὑπὲρ τῆς Νισίβιος. Στράβων ἑνδεκάτῃ (p. 527). Κάστ‐ νιον ὄρος ἐν Ἀσπένδῳ τῆς Παμφυλίας. Κρήσιον πόλις Κύπρου. Θεόπομπος Φιλιππικῶν πεντεκαιδεκάτῳ. Καύδιον πόλις Ἰταλίας. Διο‐ νύσιος ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας, Κόριον τόπος ἐν Κρήτῃ | |
15 | ἀπὸ κόρης τινός. Κάσιον ὄρος καὶ πόλις Αἰγύπτου πρὸς τῷ Πηλου‐ σίῳ. ἐκλήθη δὲ ἀπὸ τῆς Κυκλάδος νήσου ἢ ἀπὸ Κάσου τοῦ Κλεόχου, ἀφ’ οὗ καὶ Κασίου Διὸς ἱερόν. Θύριον πόλις Ἀκαρνανίας. Μάριον πόλις Κύπρου ἡ μετονομασθεῖσα Ἀρσινόη ἀπὸ Μαριέως. Δήλιον πο‐ λίχνιον Βοιωτίας ἐν τῇ Τανάγρᾳ καὶ ἱερὸν Ἀπόλλωνος. Δαύνιον | |
20 | πόλις Ἰταλίας. Δάλμιον πόλις Δαλματίας. Γράμμιον πόλις ἐν Κρήτῃ. Γόλγιον πόλις Κύπρου, ἣ καὶ Γολγοί. Ἤπιον πόλις Τριφυλίας. Βρύλλιον πόλις ἐν τῇ Προποντίδι, Ἔφορος δὲ ἐν τῷ εʹ Κίον αὐτήν φησιν εἶναι. Βρύγιον πόλις Μακεδονίας. Βαίτιον πόλις Μακεδο‐ νίας. Θεόπομπος εἰκοστῇ τετάρτῃ. Βούτριον τῆς Ἰταλίας πόλις. | |
25 | Βέργιον πόλις Θρᾴκης, ἣ καὶ Βέργη. Πλούτιον πόλις Τυρρηνῶν. Δώτιον πεδίον Θεσσαλίας, ὅπου μετῴκησαν οἱ Κνίδιοι, ὧν ἡ χώρα ἡ Κνιδία. Καλλίμαχος ἐν τοῖς ὕμνοις (in Cerer. 24) «οὔπω τὰν Κνι‐ δίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον». ἐκλήθη δὲ ἀπὸ Δωτίας τῆς Ἐλάτου. Φερεκύδης δὲ ἀπὸ Δώτιος τοῦ Ἀστερίου καὶ Ἀμφικτυόνης τῆς Φθίου. | |
30 | ὡς δὲ Ἀρχῖνος ἀπὸ Δώτου τοῦ Νεώνου τοῦ Ἕλληνος. Μνασέας δὲ ἀπὸ Δώτου τοῦ Πελασγοῦ. Πήλιον πόλις Θετταλίας. λέγεται καὶ Πηλία. καλεῖται δὲ καὶ Πηλεῖς πληθυντικῶς ἀπὸ τοῦ Πηλεύς ἑνικοῦ. τὸ δὲ ὄρος Πήλιον. Πόλιον ἐν Λέσβῳ τόπος. Πρόσχιον χώρα Αἰτωλίας. Πτέριον πόλις Μήδων. λέγεται καὶ θηλυκῶς ἡ Πτερία. | |
35 | Σάμνιον πόλις Πρετανίας. Σίγριον Λέσβου λιμήν. Σίρμιον πόλις Παιόνων. Σκίριον τόπος Ἀττικός. λέγεται καὶ Σκῖρον καὶ ὁ Σκῖρος. Σόλλιον Κορίνθου πολίχνιον. Θουκυδίδης δευτέρᾳ (c. 30). Σκύλλιον ὄρος Κρήτης. Σμίνθιον τόπος. Στράβων τρισκαιδεκάτῃ (p. 605). Σού‐ τριον πόλις ἡ πρότερον Τυρρηνῶν, ὕστερον δὲ Ῥωμαίων. Στράτιον | |
40 | πόλις Ἀκαρνανίας. Θούριον πόλις Ἰταλίας πρότερον Σύβαρις ὀνο‐ μασθεῖσα ἡ καὶ Θούριοι, ὡς ἐν τῷ Ἡροδότου ἐπιγράμματι Ἡρόδοτον Λύξεω κρύπτει κόνις ἧδε θανόντα, | |
Ἰάδος ἀρχαίης ἱστορίης πρύτανιν, | 359 | |
3,1360 | Δωρίδος ἐκ πάτρης βλαστόν τ’ ἄπο· τῶν γὰρ ἄτλητον μῶμον ὑπεκπροφυγὼν Θούριον ἔσχε πάτρην. Τείρια πόλις Λευκοσύρων. Ἑκαταῖος Ἀσίᾳ. Τέμβριον πόλις Φρυγίας. Χάραξ δὲ Τύμβριον αὐτήν φησι. Ἀλέξανδρος δὲ Τεμβρίειόν φησιν ὡς | |
5 | Γορδίειον. Τίνδιον πόλις Λιβύης. Τράλλιον πόλις Βιθυνίας, ἣ καθήκει πρὸς τὸν Ἀστακηνὸν κόλπον. Ὕπια ὄρη ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Νύμφις ἐν πρώτῳ περὶ Ἡρακλείας. Φάκιον πόλισμα Θεσσαλίας. Θουκυδίδης δʹ (c. 78). Φοίτιον πόλις Ἀκαρνανίας. λέγε‐ ται καὶ Φοιτίαι. Φρίκιον ὄρος ὑπὲρ Θερμοπυλῶν Λοκρικόν, ἀφ’ οὗ | |
10 | Φρικᾶνες καὶ Φρικανεῖς οἱ αὐτόθι οἰκήσαντες Αἰολεῖς, ὡς Ἑλλάνικος ἐν ἱερειῶν Ἥρας βʹ. ἐκλήθη δὲ ἀπὸ Φρικίου τοῦ Κενταύρου, ὃν ἀπέ‐ κτεινεν Ἡρακλῆς. καλεῖται καὶ Φρίκειον, ὃ καὶ Δρίος ὠνομάζετο. Φρύγια τόπος μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς. Χήσιον πολίχνιον Ἰω‐ νίας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῳ. Ψίλιον ποταμὸς μεταξὺ | |
15 | Θυνίας καὶ Βιθυνίας. Δομίτιος Καλλίστρατος ἐν τρίτῳ περὶ Ἡρακλείας «ἐγκυριεύσαντος ἀπὸ τοῦ Σαγγάρου χωρίου ἐντὸς τοῦ Ψιλίου ποτα‐ μοῦ». Ψύχιον τόπος Κρήτης, ἐν ᾗ πόλις ἦν ὁμώνυμος. Πόρθμιον καὶ Πορθμία κώμη ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος λίμνης. Μέντιον τὸ ὄρος. | |
20 | Τὰ διὰ τοῦ νιον ἔχοντα πρὸ τοῦ ν σύμφωνον προπαροξύνεται χωρὶς εἰ μὴ ἔχοι ἡ πρώτη τὸ α μὴ μεθ’ ἑτέρου φωνήεντος μηδὲ μετὰ συμφώνων κατὰ σύλληψιν, ἄνευ τῶν ὑποκοριστικῶν, ποίμνιον, δέ‐ μνιον, παίγνιον, τὸ γὰρ α οὐκ ἔστι μόνον, σάννιον τὸ αἰδοῖον· τὰ γὰρ σύμφωνά ἐστι κατὰ διάστασιν. φέρνιον ἡ σπυρὶς τῶν ἰχθύων, | |
25 | ἴχνιον, κέρνιον. τὸ δὲ ἀμνίον παροξύνεται καὶ τὸ σκυμνίον. Τὰ διὰ τοῦ ιον τρισύλλαβα ἔχοντα δίφθογγον ἐν τῇ ἀρχούσῃ προ‐ παροξύνεται, μὴ ὄντα ὑποκοριστικά, φρούριον, παίγνιον, ποί‐ μνιον, Σούνιον, Αἴγιον, αὔλιον ἡ ἐν τοῖς ἀγροῖς οἴκησις, πλαί‐ σιον ἡ τετραγωνοειδὴς τῶν στρατιωτῶν σύνταξις. γέγονε δὲ παρὰ τὸ | |
30 | πέλας πελάσιος καὶ συγκοπῇ πλάσιος καὶ πλεονασμῷ τοῦ ι πλαίσιος. τὸ δὲ σχοινίον, κρουνίον ὑποκοριστικά. * Τὰ διὰ τοῦ νιον τρισύλλαβα ἔχοντα η ἐν τῇ ἀρχούσῃ παροξύνε‐ | |
ται, ἡνίον, σπληνίον. τὸ δὲ ὤνιον προπαροξύνεται. | 360 | |
3,1361 | Τὰ διὰ τοῦ ιον τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ ι δύο σύμφωνα, ὧν οὐδέτερον ἢ τὸ ἓν οὐκ ἔστιν ἀμετάβολον, παροξύνεται, ἰσχίον, ἱστίον, ὀγκίον, κυμβίον, ἀντίον τὸ τοῦ ἱστοῦ. τὸ σίλ‐ φιον καὶ ὅρκιον προπαροξύνεται. | |
5 | Τὰ διὰ τοῦ ηϊον Ἰωνικὰ προπαροξύνεται, λήϊον, νήϊον· ἔστι καὶ Νήϊον ὄρος Ἰθάκης, ἀφ’ οὗ κατὰ Κράτητα αἱ νηϊάδες, οἱ δὲ τὰς δια‐ τριβούσας περὶ τὰ νάματα. αἱ δὲ νηϊάδες ἀπὸ τοῦ νήϊος ἢ ἀπὸ τοῦ νηΐς. τὸ δὲ Ὑπονήϊον σύνθετον ὡς τὸ Ἐπικνημίδιοι. Λυκήϊον, Μιδήϊον πόλις Φρυγίας, ἣ Μιδάϊον καὶ Μιδάειον λέγεται. Ταρσήϊον | |
10 | πόλις πρὸς ταῖς Ἡρακλείαις στήλαις. Πολύβιος τρίτῳ (c. 24). ποσι‐ δήϊον «ποσιδήϊον, ἀγλαὸν ὕδωρ» (Β 506), ἐκ τοῦ ποσίδειον παρὰ τὸ Ποσιδέης ὡς Ἡράκλειον παρὰ τὸ Ἡρακλέης. σημήϊον, μνημήϊον, βασιλήϊον, παρήϊον «τῆς τήκετο καλὰ παρήϊα» (Od. τ 208). λαι‐ σήϊον. λέγονται δὲ πάντα τὰ κατὰ μάχην σκεπαστήρια λαισήϊα διὰ τὸ | |
15 | ἐν τῇ λαιᾷ φέρεσθαι. * Τὰ διὰ τοῦ ωϊον προπαροξύνεται. Ἀλώϊον πόλις Θεσσαλίας ἐπὶ τῶν Τέμπεων, ἣν ἔκτισαν οἱ Ἀλωάδαι καθελόντες τοὺς Θρᾷκας. ὡς εἶναι αὐτὴν ἀπὸ Ἀλωέος. Ὁμολώϊον τεμενικὸν κατὰ πλεονασμὸν τοῦ ω ἐκ τοῦ Ὁμόλιον. | |
20 | Πᾶν εἰς ιον ὑπὲρ τρεῖς συλλαβὰς μονογενὲς κύριον ἢ προσηγορι‐ κὸν ἢ ὑποκοριστικὸν προπαροξύνεται, Περγάντιον πόλις Λιγύων, Αἰάντιον, Βυζάντιον, ἀρτοπώλιον, πλοιάριον, παρθένιον, Διωνύσιον, οἰνοπώλιον, κωδώνιον, αὐχένιον, διαβούλιον. * Τὰ εἰς ιον ὑπὲρ τρεῖς συλλαβὰς β, γ, δ, ζ, θ παραληγόμενα προ‐ | |
25 | παροξύνεται, ἱπποφόρβιον, συφόρβιον, Κανήβιον πόλις Καρίας ἡ ὕστερον Κύον, Λανούβιον πόλις περὶ τὴν Ῥώμην. κυνήγιον, ὀρροπύγιον, Σηράγγιον, φαλάγγιον. Ἀμύργιον πεδίον Σακῶν. Ἑλλάνικος Σκυθικοῖς. Ἁρπάγια τόπος περὶ Κύζικον, ὅθεν ἡρπάσθαι φασὶ Γανυμήδην. Στυλλάγιον πόλις Τριφυλίας. Σεσίνδιον πόλις | |
30 | Ἰνδική. Σιλίνδιον πόλισμα περὶ τὴν Ἴδην, ὡς Δημήτριος ὁ Σκήψιος | 361 |
3,1362 | ἐν ἑκκαιδεκάτῳ τοῦ Τρωϊκοῦ διακόσμου. τραπέζιον. Ὑρνήθιον χωρίον ἐν Ἐπιδαύρῳ ἀπὸ Ὑρνηθοῦς τῆς Τημένου θυγατρός. Παυσα‐ νίας δευτέρῳ περιηγήσεως (c. 28, 30). * Ἔτι τὰ εἰς ιον ὑπερτρισύλλαβα κ παραληγόμενα προπαροξύνε‐ | |
5 | ται, περδίκιον καὶ Περδίκια χώρα καὶ λιμὴν Λυκίας. πινάκιον, πιττάκιον, θρινάκιον, δελφάκιον, σκυλάκιον, Ναρύκιον πό‐ λις Λοκρίδος, ἣ καὶ Νᾶρυξ λέγεται. Βρυσάκιον πόλις τῆς Παρθίνης. Στυράκιον ὄρος Κρήτης. Φαρνάκιον πόλις Φρυγίας, ὡς Ἀλέξαν‐ δρος περὶ Φρυγίας τρίτῳ. | |
10 | * Τὰ διὰ τοῦ λιον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Ὁμό‐ λιον πόλις Μακεδονίας καὶ Μαγνησίας. Στράβων ἑβδόμῃ (p. 443). πη‐ δάλιον, κειμήλιον, κανθήλιον τὸ ἐπὶ τῇ πρύμνῃ ἐπικαμπὲς ξύλον. ἑδώλιον τὸ βάθρον τῆς νεώς, ἐφ’ ὃ καθέζονται οἱ ἐρέσσοντες. τρα‐ γάλιον, οἰνοπώλιον, ἀρτοπώλιον. Βαργύλια πόλις Καρίας, | |
15 | ἣν Ἄνδανον οἱ Κᾶρές φασιν, Ἀχιλλέως κτίσμα λέγοντες. ὠνομάσθη δὲ ἀπὸ Βαργύλου, ὃς πληγεὶς ὑπὸ Πηγάσου τελευτᾷ, Βελλεροφόντης δ’ ἀνιαθεὶς ἐπὶ τῷ ἑταίρῳ ἔκτισε Βαργύλια. Ἰδάλιον πόλις Κύπρου. Ὀμφάλιον τόπος Κρήτης πλησίον Θενῶν καὶ Κνωσσοῦ. ἔστι καὶ Θετ‐ ταλίας. Ἐπιτάλιον πόλις τῆς Τριφυλίας. Πολύβιος τετάρτῃ. Ἀμφι‐ | |
20 | μάλιον πόλις Κρήτης ἀπὸ Ἀμφιμάλου. λέγεται καὶ Ἀμφίμαλα. Σαν‐ δάλιον Πισιδίας χωρίον. Ταυροπόλιον ἐν Ἰκαρίᾳ νήσῳ παρακειμένῃ τῇ Σάμῳ Ἀρτέμιδος ἱερόν. Στράβων ιδʹ (p. 639). Διοβούλιον πολίχνιον πλησίον τοῦ Πόντου. Δασκύλιον πόλις Καρίας ἐπὶ τοῖς ὅροις τῆς Ἐφεσίας ἀπὸ Δασκύλου τοῦ υἱοῦ Περιαύδου. ἔστι καὶ ἑτέρα πόλις μετὰ | |
25 | τὰ Τρωϊκὰ κτισθεῖσα. τρίτη τῆς Ἰωνίας τὸ μέγα λεγόμενον ὡς μεῖζον τῶν ἄλλων. τετάρτη περὶ Βιθυνίαν. πέμπτη τῆς Αἰολίδος καὶ Φρυγίας. * Ὡσαύτως καὶ τὰ εἰς υλλιον ὑποκοριστικά, παιδαρύλλιον, κρε‐ ύλλιον, μειρακύλλιον. * Τὰ διὰ τοῦ μιον προπαροξύνεται, Μενεδήμιον πόλις Λυκίας. | |
30 | Ἀφόρμιον τόπος Θεσπιέων. Ἀφροδίσιος ἤτοι Εὐφήμιος ἐν τῷ περὶ τῆς πατρίδος. ὅθεν καὶ τὸν κυβερνήσαντα τὴν ναῦν τὴν Ἀργὼ Τῖφυν. | |
«καὶ λόγος παρ’ ἡμῖν τῆς νεὼς ἀφορμησάσης ἐντεῦθεν μετὰ τῶν ἀρι‐ | 362 | |
3,1363 | στέων, ἀφ’ οὗπερ ἀπέπλευσεν ἡ ναῦς». Τορτόμιον πόλις μεταξὺ Συρίας καὶ Ἀρμενίας. Ὑάμιον πόλις Τρωϊκή. * Τὰ διὰ τοῦ νιον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Μαλά‐ νιον πόλις μία μεσογείας τῶν Οἰνωτρῶν τῶν ὑπὸ Ἑκαταίου καταλε‐ | |
5 | χθεισῶν ἐν Εὐρώπῃ. ὀπτάνιον παρ’ Ἀττικοῖς, γράφεται δὲ καὶ ὀπτα‐ νεῖον. βοτάνιον, λεκάνιον. Ἀρβάνιον πόλις πρὸς τῷ Πόντῳ. Βρυάνιον πόλις Θεσπρωτίας. Ἀζάνιον· οὕτω τινὲς Αἰζανούς, πόλιν Φρυγίας, φασίν, ἣν Στράβων δωδεκάτῃ (p. 576) Ἀζανούς λέγει «τῆς δ’ Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια». Μεδιολάνιον πόλις | |
10 | Ἀκυτανίας. Ὑρκάνιον πεδίον τῆς Λυδίας, ὡς Ἐρατοσθένης ἐν πέμ‐ πτῳ Γαλατικῶν. ἑλένιον, Ὁρμένιον, Παρθένιον πόλις Εὐβοίας. ἔστι δὲ καὶ Θρᾴκης. ἔστι δὲ καὶ ὄνομα ὄρους. αὐχένιον. τοῦτο δὲ διφορεῖται κατὰ τὴν παραλήγουσαν, ὡς καὶ διὰ τῆς ει διφθόγγου γρά‐ φεται. Ἀχαιμένιον ἡ Περσικὴ μοῖρα ἀπὸ Ἀχαιμένους υἱοῦ Αἰγέως, | |
15 | ἣ καὶ Ἀχαιμενία. Ποιμένιον ὄρος ἐν Μακεδονίᾳ. Ταυρομένιον πόλις Σικελίας. Τημένιον χωρίον Μεσσήνης, ἐν ᾧ τέθαπται Τήμενος. Ἀλαλκομένιον πόλις Βοιωτίας ἀπὸ τοῦ Ἀλαλκομενέως, ὃς καὶ ἵδρυσε τὴν Ἀθηνᾶν Ἀλαλκομενηΐδα. λέγεται καὶ Ἀλαλκομεναί. Ἀπέννιον ὄρος διὰ μέσης Ἰταλίας τεταμένον. Ἐλευσίν Ἐλευσίνιον. σκηνή προ‐ | |
20 | σκήνιον, περισκήνιον, σελήνη σελήνιον. θίς θινός θίνιον καὶ ἀκροθίνιον. Δελφίνιον φρούριον Χίων, ὡς Θουκυδίδης ὀγδόῃ (c. 38). Κυτίνιον μία πόλις τῶν τριῶν τῶν Δωρικῶν. Αἰγίνιον πόλις Ἰλλυριῶν, ὡς Στράβων (7 p. 327). Λαβίνιον πόλις Ἰταλίας, Αἰνείου κτίσμα. Ἰόβας ἐν πρώτῳ. ἀπὸ τῆς τοῦ βασιλέως θυγατρὸς | |
25 | Λαβινίας. Λακίνιον ὄρος Κρότωνος. Λυκόφρων «καὶ Λακινίους μυ‐ χούς» (v. 856). δαιμόνιον, χελιδόνιον, ὀθόνιον, ἀκόνιον, εἰ‐ κόνιον. Ἰκόνιον πόλις Λυκαονίας πρὸς τοῖς ὅροις τοῦ Ταύρου· φασὶ δ’ ὅτι ἦν τις Ναννακός, ὃς ἔζησεν ὑπὲρ τὰ τριακόσια ἔτη. τοὺς δὲ πέριξ μαντεύσασθαι, ἕως τίνος βιώσεσθαι. ἐδόθη δὲ χρησμός, ὅτι τού‐ | |
30 | του τελευτήσαντος πάντες διαφθαρήσονται. οἱ δὲ Φρύγες ἀκούσαντες ἐθρήνουν σφοδρῶς. ὅθεν καὶ παροιμία «τὸ ἐπὶ Ναννακοῦ κλαύσειν» ἐπὶ τῶν λίαν οἰκτιζομένων. γενομένου δὲ κατακλυσμοῦ ἐπὶ Δευκαλίω‐ νος πάντες διεφθάρησαν. ἀναξηρανθείσης δὲ τῆς γῆς ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάσαι ἐκ τοῦ πηλοῦ καὶ προσ‐ | |
35 | καλεσάμενος τοὺς ἀνέμους ἐμφυσῆσαι πᾶσιν ἐκέλευσε καὶ ζῶντα ἀποτε‐ | 363 |
3,1364 | λέσαι. διὰ οὖν τὰς εἰκόνας ἐκεῖ διαγραφῆναι Ἰκόνιον κληθῆναι. καὶ ἔδει διὰ διφθόγγου. Πελεθρόνιον ὄρος Θετταλίας. Παραιτόνιον πόλις πλησίον Ἀλεξανδρείας, ἣν Ἀμμωνίαν καλοῦσι. Λινδόνιον πόλις τῆς Βρεττανίας. Φλυγόνιον πόλις Φωκίδος. λέγεται καὶ θηλυκῶς | |
5 | Φλυγονία. Ἀργύννιον. Ἀριστοφάνης δὲ Ἀργύννειον διὰ διφθόγγου. Βιθύνιον πόλις Βιθυνίας. Παυσανίας ὀγδόῳ (9, 7). Ἑρκύνιον ὄρος Ἰταλίας, ἀφ’ οὗ Ἑρκυνίς ἡ χώρα καὶ Ἑρκύνιος τὸ κτητικόν. Ἀλέξανδρος Εὐρώπῃ. Ἀρδύνιον πόλις ἐν Θήβης πεδίῳ, ὡς Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ. παιώνιον, κωδώνιον, χελώνιον, ὀψώνιον, χιτώ‐ | |
10 | νιον, τριβώνιον, πωγώνιον, Πλατώνιον, Ἱππώνιον πόλις Βρεττίων, ἀπὸ ἥρωος. Ἀσκαλώνιον. καὶ οὕτως λέγεται ἡ πόλις Ἀσκά‐ λων. Πανιώνιον τέμενος καὶ πόλις ἐν τῇ παραλίᾳ τῶν Ἐφεσίων καὶ Σαμίων. Μεταγώνιον πόλις Λιβύης. Ἑκαταῖος Ἀσίᾳ. θηλυκῶς δὲ ταύ‐ την φασί. Θεμισώνιον χωρίον Φρυγίας. Ἀρτεμίδωρος. Λαμπώνιον | |
15 | πόλις Τρῳάδος. Ἑλλάνικος, Ἑκαταῖος δὲ Ἀσίᾳ Λαμπώνειαν αὐτήν φησι. Θηγώνιον πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῃ Δευκαλιωνείας. Κυ‐ τώνιον πόλις μεταξὺ Μυσίας καὶ Λυδίας. Θεόπομπος Ἑλληνικῶν ὀγδόῳ. Πολεμώνιον ἐν Πόντῳ λιμὴν καὶ πόλις. Ποπλώνιον πόλις Τυρ‐ ρηνῶν. Σκιρτώνιον πόλις Ἀρκαδίας, ὡς Παυσανίας ὀγδόῳ (27, 4). | |
20 | Ταρχώνιον πόλις Τυρρηνίας, ἀπὸ Τηλέφου παιδὸς Τάρχωνος. Τιθρώ‐ νιον Φωκικὴ πόλις. Τιμώνιον πόλις Παφλαγονίας. Τριχώνιον πόλις Αἰτωλίας. Γερούνιον πόλις Ἰταλίας. Ἐλύμνιον νῆσος Εὐβοίας πόλιν ἔχουσα. λέγεται καὶ Ἐλυμνία. * Τὰ εἰς ιον ξ ἢ π παραληγόμενα οὐδέτερα ὑπὲρ τρεῖς συλλαβὰς | |
25 | προπαροξύνεται, Ἀμφάξιον πόλις. δύο μέρη λόγου. Ὑπερδέξιον χωρίον Λέσβου, ἐν ᾧ Ζεὺς Ὑπερδέξιος καὶ Ὑπερδεξία Ἀθηνᾶ. ἐρεί‐ πιον. καὶ λέγει ὁ Δίδυμος, ὅτι τὸ ἐρίπω καὶ ἐρίπια διὰ τοῦ ι ὤφειλε γράφεσθαι, ἐπειδὴ παρὰ τὸ ἐρίπνη ἐστίν, ὅπερ σημαίνει τὴν μεγάλως περιπνεομένην. τὸ δὲ ἐρίπνη διὰ τοῦ ι παρὰ τὴν ἐρί ἐπίτασιν. ὁ δὲ | |
30 | Φιλόξενος λέγει, ὅτι ἐρίπω διὰ τοῦ ι ὤφειλεν, ὡς καὶ Δίδυμος. εἰπὼν δὲ «ὤφειλεν» ἐδήλωσεν οὐ διὰ τοῦ ι γράφεσθαι, ἀλλὰ διὰ τῆς ει διφθόγγου. οὕτως γὰρ ἔχει ἡ παράδοσις. ἔστι δὲ καὶ ἀπὸ τοῦ ἔρα ἡ γῆ ἐρέπτω καὶ πλεονασμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ τ ἐρείπω καὶ ἐρείπια. ἐνώπιον τὸ ἔνδον τῶν θυρῶν, προνώπιον τὸ ἔμπροσθεν | |
35 | τῶν θυρῶν ἔνθα αἱ εἰκόνες τίθενται, ἀνθρώπιον, παρώπιον τὸ | 364 |
3,1365 | ἐπιτιθέμενον τοῖς ἵπποις δέρμα ἀνὰ τὰς ὄψεις. εἰσώπιον, Μεσσά‐ πιον ὄρος Εὐβοίας ἀπὸ Μεσσάπου τοῦ μετοικήσαντος εἰς Ἰταλίαν. Μελανίππιον πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ, τινὲς δὲ Λυκίας φασί. Ἐλλόπιον πόλις Αἰτωλίας. Πολύβιος ιαʹ. Τριόπιον πόλις | |
5 | Καρίας ἀπὸ Τριόπου τοῦ πατρὸς Ἐρυσίχθονος. λέγεται καὶ Τριοπία. Αἰθόπιον χωρίον Λυδίας παρὰ Ὕλλῳ ἢ πλησίον τοῦ Εὐρίπου, ἀφ’ οὗ ἡ Ἄρτεμις Αἰθοπία. οἱ δὲ ὅτι παρὰ τοῖς Αἰθίοψι διάγουσαν Ἀπόλ‐ λων ἤγαγεν αὐτήν, οἱ δὲ τὴν αὐτὴν τῇ σελήνῃ παρὰ τὸ αἴθειν ὡς Καλλίμαχος, οἱ δὲ ὅτι ἡ αὐτή ἐστι τῇ Ἑκάτῃ, ἥτις ἀεὶ δᾷδας ἔχει, ὡς | |
10 | Ἐρατοσθένης. Κωνώπιον πόλις τῆς Μαιώτιδος λίμνης. * Τὰ διὰ τοῦ ριον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, ὀψά‐ ριον, οἰνάριον, ἱππάριον, φυτάριον καὶ σουδάριον, κελλά‐ ριον ἀπὸ τῆς τῶν Ῥωμαίων διαλέκτου ἐκτεταμένου τοῦ α. Ὁμάριον πόλις Ἰταλίας. Θεόπομπος Φιλιππικῶν καʹ. Μαρμάριον πόλις Εὐβοίας. | |
15 | —περιστέριον, διφθέριον. Κυτέριον πόλις Οἰνωτρῶν ἐν τῇ με‐ σογείᾳ. Ἑκαταῖος Εὐρώπῃ. Κιέριον· οὕτως Ἄρνη πόλις Θεσσαλίας καλεῖται. Κρασέριον Σικελίας φρούριον. Φίλιστος ὀγδόῳ. Ἀμέριον πόλις Ἰταλίας. Ἐλευθέριον πολίχνιον Μυσίας. ἀστέριον καὶ Ἀστέ‐ ριον πόλις Θετταλίας. Ὅμηρος «οἵ τ’ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ | |
20 | κάρηνα» (Β 735). οὕτω δὲ καλεῖται διὰ τὸ λαμπρόν, ὅτι ἐφ’ ὑψηλοῦ ὄρους κειμένη τοῖς πόρρωθεν ὡς ἀστὴρ φαίνεται. ἢ ἀπὸ Ἀστερίου τινὸς ἥρωος. Ἀτέριον πόλις Σικελίας. Τολέριον πόλις Ἰταλίας. Φαλέ‐ ριον πόλις Τυρρηνίας. Χειμέριον ἄκρα Θεσπρωτίας. θυτήριον, μοναστήριον, ἱλαστήριον. Σφακτήρια μεθόριον Ἠλείων τῆς πρὸς | |
25 | Μεσσήνην χώρας. κέκληται δ’ οὕτως, ὥς φησιν Ἐχεφυλλίδης, διὰ τὸ ἐν αὐτῷ σφαγιασαμένους τοὺς Ἡρακλείδας πρὸς Ὄξυλον ποιήσασθαι συνθήκας περὶ φιλίας καὶ ὁμονοίας. Καβείριον πόλις τῆς κάτω Ἀσίας ἡ καὶ Καβειρία καὶ Κάβειρος. ὀσχοφόριον, προσφόριον, θεσμο‐ φόριον, ὠμοφόριον, ἐμπόριον. ἔστι δὲ καὶ Ἐμπόριον πόλις | |
30 | Κελτική, κτίσμα Μασσαλιωτῶν. δευτέρα Μακεδονίας. τρίτη Σικελίας. τετάρτη Καμπανίας. παλινδόριον τὸ εἰργασμένον δέρμα, κιχόριον εἶδος βοτάνης. Ἀνακτόριον Ἀκαρνανίας πόλις, Κορινθίων ἄποικος. Θουκυδίδης τετάρτῃ (c. 49). ἀρσενικῶς παρὰ Σοφοκλεῖ. Χαλκητόριον πόλις Κρήτης. Νικηφόριον. οὕτως ἡ Κωνσταντῖνα ἡ περὶ Ἔδεσσαν πόλις. | |
35 | Βοσπόριον τοῦ Βυζαντίου λιμήν, ὃς καὶ Βόσπορος λέγεται. Ἀμόριον | |
πόλις τῆς μεγάλης Φρυγίας. Στράβων δωδεκάτῃ (p. 576). Φιληνόριον | 365 | |
3,1366 | πόλις ἐν Ἀρναίᾳ χώρᾳ τῆς Βοιωτίας ἀπὸ Φιλήνορος τοῦ Αἰτωλοῦ. Ἀλα‐ βούριον πόλις Συρίας. Χάραξ ὀγδόῃ χρονικῶν. Ἀγκύριον πόλις Ἰτα‐ λίας. Ὀνθύριον πόλις Θεσσαλικὴ περὶ τὴν Ἄρνην. Μανδύριον πόλις Ἰαπυγίας. Ἀταβύριον ὄρος Σικελίας, ὡς Τίμαιος. κέκληται δὲ | |
5 | τὰ ὄρη ἀπό τινος Τελχῖνος Ἀταβυρίου. ἔστι καὶ Περσικὴ πόλις· ἔστι καὶ Φοινίκης. Ζεφύριον. ἡ Ἁλικαρνασσὸς τῆς Καρίας οὕτως ἐκαλεῖτο, ὡς Φίλων, καὶ πόλις Κιλικίας. ἔστι καὶ Σκυθίας χωρίον. ἔστι καὶ Ἰτα‐ λίας Ζεφύριον, ἀφ’ οὗ Λοκροὶ Ἐπιζεφύριοι. ἔστι καὶ ἄκρα τῆς Αἰγύ‐ πτου, ἀφ’ ἧς ἡ Ἀφροδίτη καὶ Ἀρσινόη Ζεφυρῖτις, ὡς Καλλίμαχος. | |
10 | Πλημμύριον φρούριον Συρακουσῶν. Σατύριον χωρίον πλησίον Τά‐ ραντος. νεώριον. Μακτώριον πόλις Σικελίας. Φίλιστος πρώτῳ. κα‐ σώριον τὸ πορνεῖον. Ἀριστοφάνης «ἐν κασωρίοισι λείχων» (Eq. 1285). Ἀσσώριον πόλις Σικελίας. ταύτην τρισυλλάβως Ἄσσωρον καλεῖ Ἀπολ‐ λόδωρος ἐν δʹ χρονικῶν. Ἰσσώριον ὄρος τῆς Λακωνικῆς, ἀφ’ οὗ ἡ | |
15 | Ἄρτεμις Ἰσσωρία. Πολιτώριον πόλις Λατίνων, ἣν ἑλὼν Μάρκιος ὁ βασιλεὺς μετήγαγεν εἰς Ῥώμην. Φαγρώριον πόλις, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν Αἰγυπτιακοῖς, ἐξ οὗ σύνθετον Φαγρωριόπολις. ἀνε‐ μούριον, σισύμβριον ἡ βοτάνη. Τενέβριον ἀκρωτήριον Ἰβηρίας. ἀνδράγρια, ζωάγρια, μοιχάγρια. τρωγλύδριον, Πριαμιλλύ‐ | |
20 | δριον, νεανισκύδριον. Μεθύδριον πόλις Ἀρκαδίας. καὶ ἑτέρα πόλις Θεσσαλίας, ὡς Φίλων. Τελέθριον ὄρος τῆς ἐν Εὐβοίᾳ Ἐλλο‐ πίας. Στράβων δεκάτῃ (p. 445). Παντομάτριον πόλις Κρήτης. Δη‐ μήτριον τόπος περὶ Θεσσαλίαν περὶ τὸ Κροκωτὸν πεδίον κείμενος παρὰ τὸν Ἄμφρυσον. ἔστι καὶ πόλις Αἰολίδος. | |
25 | * Τὰ διὰ τοῦ σιον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Βου‐ πράσιον πόλις καὶ ποταμὸς καὶ χώρα τῆς Ἤλιδος «οἳ δ’ ἄρα Βου‐ πράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον» (Β 615). γυμνάσιον, ἱππάσιον, κοράσιον. Ὀρεσθάσιον πόλις Ἀρκαδικὴ ἀπὸ Ὀρεσθέως τοῦ Λυκάο‐ νος. Παυσανίας ὀγδόῳ (27, 3). Κορυφάσιον χωρίον Λακωνικὸν πλη‐ | |
30 | σίον Πύλου. Θουκυδίδης τετάρτῃ (c. 3 et 118). Ψευδοκοράσιον αἰγιαλὸς μέγας μεταξὺ Κωρύκου καὶ τῆς Σελευκείας τῆς παρ’ Ἰσαύροις. Ἀρτεμίδωρος ἐνάτῳ τῶν γεωγραφουμένων «παραλλάξαντι δὲ ταύτην αἰγιαλὸς ἄλλος ἐκδέχεται σταδίων τριῶν, μηνοειδὴς καὶ ὕφορμος, κα‐ λούμενος Ψευδοκοράσιον» Θαυμάσιον ὄρος Ἀρκαδίας, ἐν ᾧ τὸν | |
35 | λίθον ὁ Κρόνος κατέπιεν. κυνηγέσιον. Βρεντέσιον πόλις παρὰ τὸν | 366 |
3,1367 | Ἀδρίαν ἀπὸ Βρέντου Ἡρακλέους ἢ ὡς εὐλίμενος οὖσα· ἑνὶ γὰρ στόματι λιμένες πολλοὶ κατακλείονται. ὡς ἐοικυῖα τοίνυν κεφαλῇ ἐλάφου οὕτως ὠνομάσθη βρέντον γὰρ παρὰ Μεσσαπίοις ἡ τῆς ἐλάφου κεφαλή, ὡς Σέλευκος ἐν δευτέρῳ γλωσσῶν. Εἰλέσιον πόλις Βοιωτίας. Ὅμηρος | |
5 | «καὶ Εἰλέσιον καὶ Ἐρυθράς» (Β 499). Μαραθήσιον πόλις Καρίας. ἔστι καὶ πόλις Ἐφεσίων. Ἀκακήσιον πόλις Ἀρκαδίας, ἀπὸ Ἀκάκου παι‐ δὸς Λυκάονος, ὡς Παυσανίας ὀγδόῃ (3, 2). Ἀλήσιον τῆς Ἤλιδος «πέτρης τ’ Ὠλενίης καὶ Ἀλησίου» (Il. Λ 757). ἀπὸ Ἀλησίου τοῦ Σκιλλοῦντος υἱοῦ. γράφεται καὶ Ἀλείσιον. ἔστι καὶ Ἀλήσιον πεδίον τῆς | |
10 | Ἠπείρου, ὡς πηγνυμένου ἐκεῖ πολλοῦ ἁλός. Μανήσιον πόλις Φρυ‐ γίας. Ἀλέξανδρος. ἀπὸ Μανοῦ σφόδρα εὐπόρου κτιστοῦ. Γαλλήσιον πόλις Ἐφέσου. Παρθένιος ἐν ἐπικηδείῳ τῷ εἰς Αὐξίθεμιν. Ἀρτεμίσιον πόλις Οἰνωτρῶν ἐν μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ Ἀρτε‐ μίτιον αὐτὴν καλεῖ, ἴσως δωρικῶς. ἔστι καὶ πόλις Εὐβοίας. ζευγίσιον. | |
15 | πόσις πόσιον καὶ συμπόσιον. βόσις ἡ τροφὴ ἱπποβόσιον. Διονύ‐ σιον, Κανύσιον μεγίστη τῶν Ἰταλιωτίδων πόλεων. Στράβων ἕκτῃ (p. 283). λέγεται καὶ Καινύσιον. Περραίσιον πόλις μία τῶν δώδεκα τῶν παρὰ τοῖς Τυρρηνοῖς ἀρχητίδων καλουμένων. Μερούσιον χω‐ ρίον Σικελίας, ὡς Θεόπομπος Φιλιππικῶν τριακοστῷ ἐνάτῳ. τινὲς δὲ | |
20 | ἀπὸ Μερόης τῆς Αἰθιοπίας. Πηλούσιον πόλις Αἰγύπτου, εἰς ἣν ἐκρεῖ τὸ πρῶτον στόμα τοῦ Νείλου. ἔστι καὶ Πηλούσιον λιμὴν Θετταλίας. Δαφνούσιον Αἰγύπτου κώμη. Τιλφούσιον πόλις Βοιωτίας. Στρά‐ βων ἐνάτῃ (p. 410). * Τὰ διὰ τοῦ τιον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, ἁλά‐ | |
25 | τιον, ἀκάτιον, γονάτιον, δωμάτιον, κεράτιον, Παλάτιον. Ῥεάτιον πόλις Ἰταλίας. Φοροβρεντάτιον πόλις Λιβύης. Ἐργέ‐ τιον πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρᾳ. Ἀρρήτιον πόλις Τυρρηνίας. Κορυφήτιον τὸ ὄρος Ἀζανίας. Βαρήτιον χωρίον πρὸς τῷ Ἀδρίᾳ. Θεόπομπος πεντηκοστῷ δευτέρῳ. Σκυλλήτιον πόλις Σικε‐ | |
30 | λίας, ὡς Εὔδοξος ἕκτῃ. Παπίτιον πόλις Παφλαγονίας. Ζηνοδότιον πόλις Ὀσροηνῆς πλησίον Νικηφορίου. Ἀρριανὸς Παρθικῶν δευτέρῳ. Ζιποίτιον πόλις Βιθυνίας ἀπὸ Ζιποίτου βασιλέως. Αἰάντιον ἡ πόλις. βαλάντιον τὸ ἀκόντιον. Περγάντιον Λιγύων πόλις. Ἀκα‐ μάντιον πόλις τῆς μεγάλης Φρυγίας, Ἀκάμαντος κτίσμα τοῦ Θησέως, | |
35 | ᾧ συμμαχήσαντι πρὸς τοὺς Σολύμους τὸν τόπον δέδωκεν Ἴσανδρος. | 367 |
3,1368 | Βυζάντιον πόλις διασημοτάτη πρὸς τῇ Προποντίδι πρὸς τῷ μέρει τῆς Εὐρώπης. ἐκλήθη δ’ ἀπὸ Βύζαντος τοῦ Κεροέσσης τῆς Ἰοῦς θυγα‐ τρὸς καὶ Ποσειδῶνος. ἢ ὅτι τοῦ στόλου Βύζης ἦν ἡγεμών. ἔστι καὶ Βυζάντιον ἕτερον ἐν τῇ Ἰνδικῇ. Βαβράντιον τόπος περὶ Χίον. Πο‐ | |
5 | λύβιος ἑκκαιδεκάτῳ. ἔοικε δ’ ὑποκοριστικὸν τοῦ Βάβρας. Παλλάν‐ τιον πόλις Ἀρκαδίας ἀπὸ Πάλλαντος, ἑνὸς τῶν Λυκάονος παιδῶν ὡς Ἡσίοδος. τινὲς δὲ Παλλαντιάδα καλοῦσιν. Παρέντιον πόλις καὶ λιμὴν πλησίον Ἰστρίας. Μοργέντιον πόλις Ἰταλίας ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία. Πολλέντιον ἡ Πολλεντός. πόλις. Συρρέντιον πόλις | |
10 | Τυρρηνίας καὶ Συρρεντόν. Φερέντιον πόλις Σαυνιτῶν ἐν Ἰταλίᾳ. λεόντιον, δρακόντιον, ἀκόντιον. ἔστι καὶ Ἀκόντιον πόλις Ἀρ‐ καδίας ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξε‐ ναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. ὀδόντιον ἡ βοτάνη καὶ τὸ τοῦ στό‐ ματος. γερόντιον, Μεταπόντιον πόλις Ἰταλίας ἡ πρότερον Σῖρις | |
15 | ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου. τὸν γὰρ Μετάποντον οἱ βάρ‐ βαροι Μέταβον ἔλεγον. Ἱερόντιον ἡ πόλις. Δυσπόντιον πόλις Πισαίας, ἀπὸ Δυσπόντου τοῦ Πέλοπος, παρὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν. Μαμέρτιον πόλις Ἰταλίας. Λαφύστιον. * Τὰ διὰ τοῦ φιον οὐδέτερα μονογενῆ προπαροξύνεται, ζωΰφιον, | |
20 | δενδρύφιον, ὀρνύφιον, ὠΰφιον, χρυσάφιον, ἀργυράφιον, μοιράφιον. * Τὰ διὰ τοῦ χιον ὑπὲρ τρεῖς συλλαβὰς οὐδέτερα προπαροξύνεται, ὀνύχιον. ἔστι καὶ Ὀνύχιον τόπος Κρήτης, ἀπὸ ὄνυχος ἀγκύρας ἐνσχεθείσης ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικησάντων. Δυρράχιον πόλις | |
25 | Ἰλλυρικὴ καὶ Ἐπίδαμνος κληθεῖσα ἀπὸ Ἐπιδάμνου. τούτου θυγάτηρ Μέ‐ λισσα, ἧς καὶ τοῦ Ποσειδῶνος ὁ Δυρράχιος. Στράβων ἐν ηʹ (p. 316) φησί «μετὰ δὲ τὸν Ῥιζονικὸν Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρο‐ νήσῳ λεγομένη, ἐφ’ ἧς ἵδρυται». Ἐρατοσθένης γʹ γεωγραφουμένων | |
30 | «ἐχόμενοι δ’ οἰκοῦσι Ταυλάντιοι. πόλις δὲ Ἑλληνὶς Ἐπίδαμνος ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ποταμοὶ δὲ Δρίλων καὶ Ἀῷος, περὶ οὓς οἱ Κάδμου καὶ Ἁρμονίας τάφοι δείκνυνται». λέγει δὲ Παυ‐ σανίας ϛʹ (c. 10, 8) περὶ τῆς ἀρχαίας καὶ τῆς νῦν πόλεως οὕτως «Ἐπι‐ δάμνιοι μὲν χώραν ἥνπερ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ αὐτὴν ἀρχαίαν ἐπὶ | |
35 | ἡμῶν ἔχουσιν, ἐκείνης δ’ ἀφεστηκυῖαν ὀλίγον. ὄνομα δὲ τῇ πόλει τῇ | |
νῦν Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ». Ἀλέξανδρος δὲ ἐν Εὐρώπῃ μετὰ | 368 | |
3,1369 | τοῦ ς Δυσράχιον αὐτὴν καλεῖ «Δυσραχίου τ’ Ἐπίδαμνος ἐπ’ ἀγχιάλου χθονὸς ἀκτῆς». δυσράχιον γάρ ἐστι, ὅ ἐστι δυσέξοχον. τρέψαν δὲ τὸ ς εἰς ρ εὐφωνότερον λαλεῖται Δυρράχιον, καθάπερ καὶ Τυρσηνός Τυρ‐ ρηνός, ταρσός ταρρός, πυρσός πυρρός. Δουλίχιον μία τῶν Ἐχινά‐ | |
5 | δων νήσων, ἡ καὶ Δολίχα καλουμένη ἀπὸ Δουλιχίου τοῦ Τριπτολέμου. Ὠρύχιον τόπος τῆς Ἀττικῆς. Τὰ διὰ τοῦ αιον μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἥραιον τὸ τέμενος καὶ πόλις Θρᾴκης. Ἡρόδοτος τετάρτῃ (c. 90). τὸ δὲ Ἡραῖον τεῖχος. ἔλαιον, Δίρκαιον, Κίρκαιον τὸ ὄρος, τρό‐ | |
10 | παιον καὶ τροπαῖον Ἀττικῶς, νόμαιον τὸ μονογενές, οὔραιον, Σκύλλαιον ἄκρα, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ φησίν. πρέμναιον. Κότταιον τὸ ὄρος, Ἕρμαιον, Φοίβαιον, Κύταιον πόλις Κρήτης, γύναιον, Λύκαιον τὸ ὄρος, κώπαιον, δέραιον, νύμφαιον καὶ Νύμφαιον πόλις Ταυρικὴ μεταξὺ Παντικαπαίου μητροπόλεως καὶ Θεο‐ | |
15 | δοσίας, ὥς φησι Στράβων (7 p. 309), τὸ δὲ νυμφαῖον κτητικόν. Λέ‐ χαιον, Φύταιον πόλις Αἰτωλίας. Πολύβιος ἑνδεκάτῳ. Χάλαιον πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Λοκροί· ἐν δὲ Χάλαιον πόλις, ἐν δὲ Οἰάνθη πόλις». σπήλαιον τὸ ἄντρον. Τύπαιον ὄρος Ἤλιδος. Παυσανίας Ἠλιακῶν αʹ (c. 6, 7). Σάρδαιον ὄρος περὶ Ἀσωπόν. Μάρ‐ | |
20 | καιον ὄρος τῆς Τρῳάδος πρὸς τῇ Γέργιθι. Λήναια ἀγὼν Διονύσου ἐν ἀγροῖς. τὸ δὲ Τομαῖον ὄρος παρὰ τὸ Κορυφάσιον τῆς Πύλου καὶ Σηταῖον χωρίον παρὰ Σύβαριν καὶ Συρμαῖον πεδίον μεταξὺ Νομάδων τε καὶ Ναβαταίων. Τυχαῖον ὄρος μεταξὺ Ἐρετρίας καὶ Βοιωτίας καὶ Θυραῖον πόλις Ἀρκάδων καὶ Πισσαῖον πόλις Πελαγονίας. Μαζαῖον | |
25 | τόπος ἐν Βιθυνίᾳ κατὰ παραφθορὰν ἐκ τοῦ Ἀμαζόνειον, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. Ῥιπαῖα ὄρος Ὑπερβορέων—προπερισπᾶται ἐπιθε‐ τικὰ ὄντα. τὸ ἀρχαῖον προπερισπᾶται ὡς τριγενὲς καὶ τὸ χαῖον ὡς δισύλλαβον. Τὰ διὰ τοῦ αιον μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, | |
30 | Ἀθήναιον τὸ τέμενος, Λιλύβαιον ἡ πρὸς δύσιν ἄκρα τῆς Σικελίας. | |
Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις. κεφάλαιον, περιβόλαιον, Φω‐ | 369 | |
3,1370 | τίναιον πόλις Θεσσαλίας ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης. Νακό‐ λαιον πόλις Φρυγίας, ἣ καὶ Νακόλεια, ἀπὸ Νακόλης νύμφης· ὥσπερ γὰρ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον, οὕτω Νακόλη Νακό‐ λαιον. Κοτύλαιον ὄρος Εὐβοίας ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν | |
5 | Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ. Κυδαθήναιον δῆμος τῆς Πανδιονίδος φυ‐ λῆς. Παντικάπαιον πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Παντικάπου. Λαπίθαιον ὄνομα ὄρους τῆς Λακωνικῆς. Φοι‐ | |
10 | νίκαιον ὄρος Κορίνθου. Ἔφορος ἐννεακαιδεκάτῳ. Προστρόπαια πόλις Σικελίας. Τυμέναιον ὄρος περὶ Φρυγίαν. χωρὶς τοῦ Χαλα‐ στραῖον νίτρον καὶ Ἠλακαταῖον ὄρος Θεσσαλίας καὶ Καναστραῖον ἄκρον Θρᾴκης καὶ Μακεδονίας, ὃ καὶ Κάναστρον λέγεται, καὶ Ἀρα‐ χναῖον ὄρος Ἄργους. Καλλίμαχος Αἰτίων αʹ. καὶ Ἀμυκλαῖον πόλις | |
15 | ἐν Κρήτῃ καὶ ὅρμος. τὰ γὰρ διὰ τοῦ αιον ἁπλᾶ ὑπὲρ τρεῖς συλλαβὰς ἔχοντα τὴν τετάρτην ἀπὸ τέλους διὰ τοῦ α καὶ τὴν ἑξῆς διὰ τοῦ α ἢ διὰ τοῦ υ περισπᾶται. πρόσκειται δ’ ἁπλᾶ διὰ τὸ κατάγαιον. ἔτι δὲ καὶ τὸ Στεφαναῖον πόλις Φωκίδος, ἣ καὶ Στεφάνη λέγεται, καὶ τὸ Κορυφαῖον, ὄρος ἐστὶ τῶν Ἐπιδαυρίων, ἐν ᾧ τιμᾶται Ἄρτεμις Κορυ‐ | |
20 | φαία. Παυσανίας δευτέρῳ (c. 28, 2). καὶ τὸ Τιλφωσσαῖον ὄρος ἐν Ἀλαλκομενίᾳ. Ἔφορος—προπερισπᾶται. Τὰ διὰ τοῦ ειον τρισύλλαβα προπαροξύνεται κύρια ὄντα, Βού‐ δειον. Ὅμηρος «ὅς ῥ’ ἐν Βουδείῳ εὖ ναιομένῳ» (Il. Π 572). πόλις ἐν Μαγνησίᾳ τῇ κατὰ Εὐρώπην ἀπὸ τοῦ οἰκίσαντος Βουδείου. λέγεται | |
25 | καὶ Βούδεια. Χλούνειον τόπος ἐν Αἰτωλίᾳ, ὅπου ἦν ὁ χλούνης. | 370 |
3,1371 | Σίγειον πόλις Τρῳάδος, ὡς Στράβων τρισκαιδεκάτῳ (p. 595). Λά‐ γειον τὸ ἱπποδρόμιον Ἀλεξανδρείας ἀπὸ Λάγου τινός. Λύκειον τὸ γυμνάσιον Ἀθήνησι. Γύθειον πόλις Λακωνική. Λυκόφρων «δισσὰς σαλάμβας κ’ ἀπὸ Γυθείου πλακάς» (v. 98). τινές φασι, ὅτι Πύθιον | |
5 | ἐκαλεῖτο, κακῶς. Σέρρειον ἀκρωτήριον τῆς Θρᾴκης. ἔστι καὶ πόλις Σαμοθρᾴκης. λέγεται καὶ Σέρρα, ἧς ἡ γενικὴ κατ’ Ἴωνας Σέρρης. Λαύ‐ ρειον τόπος ἐν Ἀττικῇ ἔχων μέταλλα. Φίκειον ὄρος Βοιωτίας. τοῦτο δὲ εὕρηται καὶ διὰ βραχέος τοῦ ι. ἴσως δὲ συνεξέδραμεν τῷ Ῥύτιον, Αἴγιον, Σούνιον. Λέπρειον, Καυκώνων πόλις. Ῥοίτειον πόλις | |
10 | Τρῳάδος. Φύτειον πόλις Ἤλιδος τῆς κοίλης ἀπὸ Φυτέως λέγει αὐ‐ τὴν ὠνομάσθαι Ἴστρος δʹ τῶν Ἠλιακῶν. Κράνειον γυμνάσιον ἐν Κο‐ ρίνθῳ. Νάξειον τὸ ὄρος. Ἄσχειον πόλις Ἀχαΐας. Τήνειον πόλις Ἀχαΐας. Τίβειον τόπος Φρυγίας ἀπὸ Τιβίου τινός. Σύλειον πόλις Φρυγίας. ἐν δυσὶ λλ καὶ δι’ ἑνός. γράφεται δὲ καὶ Σύλαιον. Φίνειον | |
15 | τόπος τοῦ Πόντου κτίσμα Φινέως. Χάλκεια πόλις Λιβύης. ὁ πολυί‐ στωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης, ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ δωδεκάτῳ ὧδε γράφει «ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν χαλκείων· οὐδὲ γὰρ πόλις ἐστίν, ἀλλὰ χαλκουργεῖα». ἔστι καὶ Καρίας Χάλκεια. Ὄγκειον χωρίον Ἀρκαδίας ἀπὸ Ὄγκου δυναστεύσαντος ὡς Παυσα‐ | |
20 | νίας δηλοῖ ὀγδόῳ (c. 25, 4). Μούσειον τόπος περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακεδονίᾳ. Πολύβιος τριακοστῷ ἑβδόμῳ. Λύρκειον ὄρος Ἄργους. Καλλίμαχος Ἑκάλῃ. Ζοίτειον πόλις Ἀρκαδίας. Παυσανίας ηʹ (27, 3 et 35, 27). λέγεται καὶ Ζοίτεια. ἀπὸ Ζοιτέως. Ἄφνειον πόλις Φρυγίας πλησίον Κυζίκου ἢ Μιλήτου πόλεως. ἢ ἀπὸ Ἀφνειοῦ | |
25 | ἢ ἀπὸ Ἀφνείας ναΐδος νύμφης. ἔστι καὶ Λυδίας πόλις. Γάμβρειον πόλις Ἰωνίας. γράφεται δὲ διὰ διφθόγγου ὡς δηλοῖ τὸ Γαμβρήϊον. Τίειον· οὕτως Στράβων ἐν τῷ δωδεκάτῳ (p. 542) Τίον πόλιν Παφλα‐ γονίας τοῦ Πόντου φησί. τὸ δὲ Ἰσεῖον πόλις Αἰγύπτου προπερισπᾶται ὡς Ἰρεῖον καὶ Νεμεσεῖον καὶ ὅσα μὴ τῆς γενικῆς τὸ δ ἐφύλαξαν | |
30 | τεμενικῶν. τοιοῦτος γὰρ ὁ τύπος. Τὰ διὰ τοῦ ειον τρισύλλαβα ν μόνῳ παραληγόμενα προπαροξύνον‐ | |
ται, εἰ ἡ πρὸ τέλους συλλαβὴ εἰς φωνῆεν ἓν λήγοι, ὄνειον, κόνειον | 371 | |
3,1372 | ἢ κώνειον, γένειον, δάνειον, κράνειον, κάνειον ὃ καὶ κάνεον, Φάνειον, Πάνειον, κτένειον, ὃ φοροῦσιν αἱ γυναῖκες ἐπὶ τοῦ ἀναδήματος, κύνειον. τὸ δὲ κοινεῖον προπερισπᾶται οὐκ εἰς ἓν φωνῆεν λῆγον καὶ λυχνεῖον καὶ πορνεῖον, οὐ μόνον ἔχοντα τὸ ν. | |
5 | * Τὰ διὰ τοῦ ειον μονογενῆ τρισύλλαβα ἀπὸ ἑνὸς συμφώνου ἀρ‐ χόμενα ἔχοντα τὸ η ἢ τὸ ω, μὴ ἔχοντα τὸ μ πρὸ τῆς ει διφθόγγου, προπαροξύνεται, κώρειον, ζήτρειον καὶ ζώτειον, ὁ μύλος ὅπου αἱ ζειαὶ ἐκόπτοντο ἢ τόπου ὄνομα ὅπου οἱ δοῦλοι ἐκολάζοντο, γή‐ τειον, χήλειον ὃ καὶ χέλειον, γήρειον, βήχειον ἡ βοτάνη, κή‐ | |
10 | τειον ἡ βοτάνη τῇ ἀνθέρικι παραπλήσιον εἰς ἔμετον ἐπιτήδειος, μεθ’ ὧν καὶ βρένθειον εἶδος πολυτελοῦς μύρου. Τὰ διὰ τοῦ ειον μονογενῆ τρισύλλαβα χωρὶς τῶν εἰρημένων προ‐ περισπᾶται, πορθμεῖον, στοιχεῖον, ἀγγεῖον, γραφεῖον, ᾠδεῖον, σημεῖον, μνημεῖον, πρωτεῖον, σφηκεῖον, ἠχεῖον, πορνεῖον, | |
15 | λυχνεῖον, ἀρχεῖον, φυλλεῖον τῶν λαχάνων τὸ ἕωλον καὶ φαῦλον, χυτρεῖον, χυρρεῖον τὸ ξύλινον δεσμωτήριον. τοπεῖον τὸ σχοινίον τῆς νεώς. σκαφεῖον τὸ γεωργικὸν ἐργαλεῖον, κουρεῖον τὸ κοινῶς λεγόμενον. τὸ δὲ ἰδίως παρ’ Ἀθηναίοις προπαροξύνεται· οὕτω γὰρ καλεῖται ἐν Ἀττικῇ τὸ ἱερεῖον θυόμενον, ἡνίκα ἐγράφοντο οἱ κοῦροι εἰς | |
20 | τοὺς φράτορας. χαλκεῖον τόπος καὶ ἑορτή. τοῦτο γὰρ ἡ πλείων χρῆσις προπερισπᾷ. πρεσβεῖον, λοφεῖον ἡ θήκη τῆς περικεφαλαίας. μουσεῖον, βραβεῖον, φορεῖον, πορεῖον ἀντὶ τοῦ ὀχήματος. πο‐ δεῖον εἴλημα τῶν ποδῶν. πομπεῖον ὁ τόπος. ὀχεῖον ἡ ἄγκυρα. τὸ δὲ παρειόν «ὦχρος δέ μιν εἷλε παρειά» (Γ 35) ὀξύνεται. τὰ γὰρ | |
25 | ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς οὐδέτερον γένος τοῦ αὐτοῦ σημαινομένου μένοντος τὸν αὐτὸν φυλάσσει τόνον, πλευραί | |
πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα. διάφορον | 372 | |
3,1373 | γὰρ τὸ σημαινόμενον· οὕτως παρειαί παρειά. φασὶ μέντοι Ἀρίσταρχον καὶ Ἀριστοφάνην γράφειν παρειάς σὺν τῷ ς, ἐπειδὴ καὶ «παρειάων ἁπαλάων» (Σ 123) λέγει. ὁ δὲ Ἰξίων δυϊκῶς ἀναγινώσκει καὶ ἐκτάσει τοῦ α παρειά. λέγει δὲ ὁ Ἀσκαλωνίτης «οὐκ ἔστιν εὑρέσθαι ἐπὶ θη‐ | |
5 | λυκῶν ὀνομάτων παρὰ τῷ ποιητῇ τοιοῦτο θηλυκόν» προσέθηκε δὲ ὀνο‐ μάτων διὰ τὸ «γηθήσει προφανείσα ἀνὰ πτολέμοιο γεφύρας» (Θ 378). τὸ δὲ θέειον ἐκ τοῦ θεῖον κατὰ πλεονασμὸν τοῦ ε γέγονεν ὡς εἷς ἕεις. * Τὰ διὰ τοῦ ειον ὑπὲρ τρεῖς συλλαβὰς κύρια μονογενῆ προπαρ‐ | |
10 | οξύνεται, Ἀδραμύτειον πόλις τῆς κατὰ Κάϊκον Μυσίας. ἡ γραφὴ διχῶς, διὰ τοῦ τ καὶ διὰ τοῦ δ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι καὶ δι’ ἑνὸς τ καὶ διὰ δύο. ἀλλὰ δι’ ἑνὸς τ, ὅταν ἔχῃ δίφθογγον, καὶ διὰ δύο, ὅταν τὸ ι μόνως. κέκληται ἀπὸ Ἀδραμύττου κτιστοῦ, παιδὸς μὲν Ἀλυάττου Κροίσου δὲ ἀδελφοῦ, ὡς Ἀριστοτέλης ἐν πολιτείαις καὶ ἄλλοι. | |
15 | τινὲς δὲ ἀπὸ Ἕρμωνος τοῦ Λυδῶν βασιλέως. τὸν γὰρ Ἕρμωνα Λυδοὶ Ἄδραμυν καλοῦσι Φρυγιστί. οὐ δύναται δὲ διὰ τὸ μὴ ἔχειν τὸ τ τὸ Ἄδραμυς. λέγεται δὲ καὶ Ἀδραμύττιον, ὡς Κρατῖνος. Κροκύλειον νῆσος Ἰθάκης. Θουκυδίδης τρίτῃ (c. 96). Ἡρακλέων δὲ ὁ Γλαύκου τετραμερῆ φησι τὴν Ἰθάκην, ἧς τὸ μὲν πρῶτον ἐπὶ μεσημβρίαν καὶ θά‐ | |
20 | λατταν Νήριτον καὶ τὸ δεύτερον Νήϊον καὶ τὸ τρίτον Κροκύλειον, τὸ τέταρτον Αἰγίλιπα. Ὑπάτειον ὄνομα ὄρους Καρίας. Ἐφιάλτειον ὄνομα ὄρους. Κηρύκειον ὄνομα λόφου, οὗ φασιν τὸν Ἑρμῆν ἀνα‐ βάντα τὴν γένεσιν τῆς Ἀρτέμιδος τοῖς θεοῖς ἀνακηρῦξαι, τοῦ Διὸς ταῦτα προστάξαντος. Ταντάλειον ὄνομα ὄρους. Δασκύλειον ἡ | |
25 | πόλις, ἣ καὶ Δασκύλιον γράφεται. Φορβάντειον ὄρος Τροιζῆνος. Κυκλώπειον τὸ ὄρος. Μυρμήκειον πολίχνιον τῆς Ταυρικῆς, ἣν Στράβων ἑνδεκάτῃ (p. 494) Μυρμήκιον, Ἀρτεμίδωρος δὲ Μυρμηκίαν φησί. τὸ γὰρ ἕτερον προπερισπᾶται. Κλεάδειον τὸ ὄρος. Γορδί‐ ειον πόλις τῆς μεγάλης Φρυγίας πρὸς τῇ Καππαδοκίᾳ ἀπὸ Γορδίου | |
30 | τοῦ πατρὸς Μίδου. Αἰόλειον τῆς Θρᾴκης χερρονήσου πόλις. Θεό‐ πομπος ἐν Φιλιππικῶν εἰκοστῇ τρίτῃ «ἐπορεύθη εἰς πόλιν Αἰόλειον τῆς | |
Ἀττικῆς μὲν οὖσαν, πολιτευομένην δὲ μετὰ τῶν Χαλκιδέων». Ἀχίλ‐ | 373 | |
3,1374 | λειον πόλις ἐν τῷ Σιγείῳ. ἔστι καὶ φρούριον Ἀχίλλειον πλησίον Σμύρνης καὶ τόπος ἐν Σικελίᾳ καὶ κώμη καὶ λιμὴν Μεσσήνης. Λαμ‐ πέτειον σῆμα ἐν Λέσβῳ ἀπὸ Λαμπέτου τοῦ Ἴρου. Ἀμαζόνειον πόλις ἐν τῇ Ἀττικῇ, ἔνθα Θησεὺς τῶν Ἀμαζόνων ἐκράτησεν. οὕτως | |
5 | ἐκαλεῖτο καὶ ἡ Κύμη, ἐν ᾗ αἱ Ἀμαζόνες ᾤκουν. Ἑκαταῖος δ’ ἐν τοῖς Αἰολικοῖς διὰ τοῦ ι γράφει τὸ ὄνομα. Βοτιάειον πόλις Φρυγίας ἔχουσα λίμνην Ἄτταιαν λεγομένην, τρέφουσαν ἅλας. Δαρίειον πόλις τῆς Φρυγίας. Διόμεια δῆμος τῆς Αἰγηΐδος φυλῆς. Ἡρακλῆς γὰρ ἐπι‐ ξενωθεὶς παρὰ Κολλυτῷ ἠράσθη Διόμου τοῦ υἱοῦ αὐτοῦ. Δοκίμειον | |
10 | πόλις Φρυγίας. Δορίειον Φρυγίας πόλις. Δορυλάειον πόλις Φρυ‐ γίας, ὃ καὶ Δορύλαιον Δημοσθένης φησί. Μιδάειον πόλις Φρυγίας. Ἑλλάνικος ἐν δευτέρῳ Δευκαλιωνείας. καὶ Μιδάϊον λέγεται καὶ Μιδήϊον. Κοτιάειον πόλις τῆς ἐπικτήτου Φρυγίας. Στράβων ιβʹ (p. 576). τινὲς δέ φασι Κοσιάειον ὀφείλει. δοκεῖ δὲ ἀπὸ τοῦ Κόσα Κοσάειον ὡς τοῦ | |
15 | Μίδα Μιδάειον καὶ προσθέσει τοῦ ι Κοσιάειον καὶ τροπῇ Κοτιάειον. Μενελάειον χωρίον Σπάρτης. Κορύλειον κώμη περίσημος ἐν Παφλα‐ γονίᾳ ἀπὸ Κορύλου βασιλεύσαντος. Μολύκρειον· οὕτως Θουκυδίδης δευτέρᾳ (c. 84) Μολυκρίαν πόλιν Αἰτωλίας καλεῖ. Νεάνδρειον· οὕ‐ τως Θεόπομπος καλεῖ Νεάνδρειαν πόλιν Τρῳάδος ἐν Ἑλλησπόντῳ. | |
20 | Νικομήδειον ἐμπόριον Βιθυνίας. Ἀρριανὸς πέμπτῳ Βιθυνιακῶν. Πο‐ λίειον πόλις Ἰταλίας ἀπὸ τῆς ἐν Ἰλίῳ Πολιάδος Ἀθηνᾶς πρότερον Σῖρις καλουμένη. Ποσίδειον πόλις μεταξὺ Κιλικίας καὶ Συρίας. Φι‐ λομήλειον πόλις τῆς μεγάλης Φρυγίας. Στράβων δωδεκάτῃ (p. 577). Φαναγόρεια ἐμπόριον. Τεμβρίειον· οὕτως Ἀλέξανδρός φησι Τέμ‐ | |
25 | βριον πόλιν Φρυγίας. Καπετωλίειον ἐν Ῥώμῃ λόφος Ταρπαῖος πάλαι λεγόμενος καὶ ἐν συναιρέσει Καπετώλειον. τὸ δὲ Καπετωλεῖα ἐπὶ τοῦ ἀγῶνος προπερισπᾶται. * Τὰ ἐπὶ τεμενῶν καὶ ἑορτῶν διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται καὶ προπερισπᾶται. καὶ προπερι‐ | |
30 | σπᾶται μὲν ὅσα ἀπὸ τῶν εἰς ις παράγονται τῆς γενικῆς καθαρᾶς οὔσης, μὴ φυλαττούσης τὸ σύμφωνον τῆς γενικῆς, οἷον πρυτανεῖον, Νε‐ μεσεῖον, Σεραπεῖον. οὐ γὰρ ἐφύλαξε τὸ δ τῆς γενικῆς τοῦ Σερά‐ πιδος. τοιοῦτο καὶ τὸ Ὀσιρεῖον, Ἀνουβεῖον, Τεχοσεῖον. Βεν‐ | |
δίδειον δὲ προπαροξύνεται· ἐφύλαξε γὰρ τὸ δ τῆς Βενδῖδος γενικῆς· | 374 | |
3,1375 | ὁμοίως καὶ Θετίδειον. ἔστι δὲ καὶ πόλις Θεσσαλικὴ Θετίδειον. Ἑλλά‐ νικος. λέγεται δὲ καὶ Θεστίδειον. ἔστι καὶ λίμνη Θρᾴκης, παρ’ ᾗ Νῦσα χωρίον. προπερισπῶνται δ’ ὁμοίως, ὅσα ἔχει προϋπάρχοντα εἰς ος καθαρόν, παραληγόμενα ἢ μόνῳ τῷ ι ἢ προηγουμένου αὐτοῦ τοῦ α | |
5 | ὥστε εἶναι πρὸ τέλους τὴν αι δίφθογγον ἢ ὅσα κτητικά, Ἀσκληπι‐ εῖον· Ἀσκληπιός γάρ. Πτολεμαεῖον· Πτολεμαῖος γάρ. Ὀλυμπιεῖα τὰ Ἀθήνησι, Ὀλύμπιος γάρ· ἔστι καὶ Ὀλυμπιεῖον τόπος ἐν Δήλῳ, ὃν κτίσαντες οἱ Ἀθηναῖοι χρήμασιν Ἀδριανοῦ νέας Ἀθήνας Ἀδριανὰς ἐκάλεσαν ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Καπετωλιεῖα καὶ Καπε‐ | |
10 | τωλεῖα ἐν συναιρέσει· Καπετώλιος γάρ. Ἀμμωνιεῖον· τὸ γὰρ κτη‐ τικὸν Ἀμμώνιος διὰ τοῦ ι. προπαροξύνεται δὲ τὰ κτητικὰ ὥσπερ τὰ ἀρσενικά, Ἡράκλειον, Αἰάκειον, Διοσκούρειον, Πλουτώνειον, Ποσειδώνειον, Χαρώνειον, Ἑλένειον, Κλεοπάτρειον, Τι‐ μώνειον, Μαυσώλειον, Καισάρειον, Ὁμήρειον, Λαμπέτειον. | |
15 | τὸ δὲ Ἡφαιστεῖον προπερισπᾶται καὶ τὸ Κορυβαντεῖον ναὸς τῶν Κορυβάντων. Τὰ διὰ τοῦ ειον ὑπὲρ τρεῖς συλλαβὰς μὴ ὄντα ἐπὶ τεμενῶν ἢ κύρια προπερισπῶνται, ἁπλᾶ ὄντα ἢ παρασύνθετα θωρακεῖον, πανδοκεῖον, διδασκαλεῖον, βαλανεῖον, ἐλεγεῖον, ἐπισκοπεῖον, ἡμεροσκο‐ | |
20 | πεῖον. ἔστι καὶ πόλις Κελτιβήρων Ἡμεροσκοπεῖον Φωκαέων ἄποι‐ κος. Ἀρτεμίδωρος δευτέρῳ λόγῳ γεωγραφουμένων. τεκτονεῖον, ἰαμβεῖον, ἀσωτεῖον, δοκιμεῖον, ἑστιατορεῖον, προσωπεῖον, μορμολυκεῖον, ἱερεῖον, μεγαλλεῖον ὄνομα μύρου ἀπὸ Μεγάλου Σικελιώτου εὑρόντος αὐτό. σκευοφορεῖον, τὸ ἐπὶ τῶν ὤμων ἀμφί‐ | |
25 | κοιλον ξύλον, ἀφ’ οὗ ἀπαρτῶσι ξύλα. σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον, εἰς ὃν οἱ κυβευταὶ συνίασι. ταμιεῖον, οἶκος ἐν ᾧ τὰ ἀναγ‐ καῖα ἀπετίθεσαν ὡς Ἀριστοφάνης καὶ Κρατῖνος καὶ ἄλλοι. μαγειρεῖον, ἰατρεῖον, βυρσοδεψεῖον, δευτερεῖον, ὀπτανεῖον· παρὰ δὲ τοῖς Ἀττικοῖς καὶ διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται οἷον ὀπτάνιον. | |
30 | κηρυκεῖον τὸ μονογενὲς καὶ προσηγορικόν, ὅπερ ἐπίσταται καὶ ἡ | 375 |
3,1376 | συνήθεια, τὸ γὰρ ἐπιθετικὸν κηρύκειον τὸν τοῦ κηρύκειος τόνον ἐφύλαξε καὶ τὸ κύριον προπαροξύνεται. τὸ δὲ ὠκυτόκειον καὶ ἄλλα σύνθετα προπαροξύνεται. * Τὰ εἰς ον καθαρὸν παραληγόμενα τῷ α σπάνια ὄντα βαρύνεται, | |
5 | Μέταον πόλις Λέσβου, ἣν Μέτας Τυρρηνὸς ᾤκισεν, ὡς Ἑλλάνικος. * Τὰ εἰς ον παραληγόμενα τῇ αυ διφθόγγῳ σπάνια ὄντα βαρύνε‐ ται, Σαῦα κώμη τῆς εὐδαίμονος Ἀραβίας, Ἄναυα πόλις Φρυγίας, ὡς Ἡρόδοτος (7, 30). Τὰ εἰς ον καθαρὸν παραληγόμενα τῷ υ βαρύνεται, πτύον, βρύον, | |
10 | πύον τὸ ἔμπυον τὸ καὶ πυός. θρύον· ἔστι καὶ πόλις τῆς Μεσσηνίας ἐκ τῶν ἐν αὐτῇ φυομένων θρύων ὁμωνύμως τῷ φυτῷ λεγομένη. λέ‐ γεται δὲ ἀπὸ φυτοῦ Θρυόεις καὶ Θρυόεσσα. θύον ὃ καὶ θύος λέγεται. Κύον πόλις Καρίας. Ἀπολλώνιος τετάρτῃ Καρικῶν, μεθ’ ὧν καὶ γυῖον τῇ υι διφθόγγῳ παραληγόμενον καὶ οὐκ ἔχον ὁμοίου παράθεσιν. κά‐ | |
15 | ρυον, κρόμμυον, δίκτυον, ἔμβρυον, δάκρυον, κρήγυον, ἄρ‐ κυον, μήνυον εἶδος ἄνθους, γεράνδρυον, μεσόφρυον, ἔνδρυον, γήθυον τὸ ἀμπελόπρασον. Ἔγγυον πόλις Σικελίας. Τὰ εἰς ον δισύλλαβα παραληγόμενα τῇ οι διφθόγγῳ ὀξύνεται, γλοιόν, τὸ τοῖς πώγωσι τῶν τράγων ἐπισυναγόμενον ἀπὸ τῆς ὕλης, | |
20 | Κροιόν ὄνομα ὄρους. βοιόν τῶν πεντήκοντα ἐτῶν ἀριθμός. ἔστι καὶ Βοιόν Δωρικὴ πόλις, ἣ καὶ θηλυκῶς λέγεται, μοιόν τὸ αἰδοῖον. τὸ δὲ πλοῖον προπερισπᾶται ὡς πάσχον διαίρεσιν αἰολικῶς. πλόϊον γὰρ λέγεται. | |
Τὰ εἰς ον δισύλλαβα μονογενῆ παραληγόμενα τῷ ω μετὰ τοῦ ι | 376 | |
3,1377 | ἀρχόμενα ἀπὸ συμφώνου προπερισπᾶται, ζῷον, εὕρηται δὲ καὶ κατὰ διάστασιν παρὰ τῷ Σιμωνίδῃ (fr. 13) οἷον τόδ’ ἡμῖν ἑρπετὸν παρέπτατο, τὸ ζωΐων κάκιστον ἔκτηται βίον. | |
5 | Πτῷον ὄρος, ὅπερ φασὶ κληθῆναι ἀπὸ Πτῴου παιδὸς Ἀκραιφέως καὶ Εὐξίππης ἢ ὅτι Λητὼ ἐκεῖ βουλομένην τεκεῖν κάπρος ἐπιφανεὶς ἐπτόη‐ σεν. τὸ μέντοι ᾠόν ὀξύνεται· ἀπὸ φωνήεντος γὰρ ἄρχεται. λέγεται δὲ καὶ ἐν διαλύσει ὤϊον παρὰ τῇ Σαπφοῖ (fr. 56 Bergk), φαῖσι δή ποτα Λήδαν ὑακίνθινον | |
10 | πεπυκαδμένον ὤϊον εὕρην. καὶ ὤεον ἐν πλεονασμῷ τοῦ ε. Τὰ εἰς ον ὑπερδισύλλαβα μονογενῆ τῇ οι διφθόγγῳ παραληγόμενα ἢ τῇ ῳ ταύτην ἔχουσι τὴν διαίρεσιν· προπαροξύνεται μέν, ὅσα σύνθετά | |
15 | ἐστι, ὑπεσταλμένων τῶν ἀπὸ προθέσεως, Ἀκρόθοιον, ᾧ ἠκολούθησε καὶ τὸ Βάλοιον πόλις Μακεδονίας καὶ Μετάχοιον φρούριον Βοιω‐ τίας μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. Ἔφορος τριακοστῷ. καὶ Σίν‐ τοιον φρούριον Ἀρμενίας κτίσμα Γαλατῶν. ἑκατόμβοιον, εἰκοσά‐ βοιον, πεντηκοσάβοιον, ἐννεάβοιον. τὸ δὲ μητρῷον, ἡρῷον, | |
20 | ὑπερῷον προπερισπᾶται, ὥσπερ καὶ τὰ ἀρσενικά. τὸ δὲ περίστῳον προπαροξύνεται· τὸ δὲ προστῷον προπερισπᾶται. καὶ ὤφειλεν ἢ τὰ δύο προπερισπᾶσθαι ἢ τὰ δύο προπαροξύνεσθαι, ἐπειδὴ ἀπὸ τοῦ στοιά ἀμφότερα γέγονεν. ἐνίοτε δὲ τὰ διὰ τοῦ ῳον διὰ ποιητικὴν χρείαν διαλύονται, ὑπερῷον ὑπερώϊον, περίστῳον περιστώϊον, μητρῷον μη‐ | |
25 | τρώϊον. Πᾶν οὐδέτερον εἰς ον πρὸ τοῦ ο σύμφωνον ἔχον εἴτε ἁπλοῦν εἴτε σύνθετον, εἰ μὲν δισύλλαβόν ἐστιν, βαρύνεται ἤτοι παροξύνεται | |
καὶ προπερισπᾶται, εἰ δὲ ὑπὲρ δύο συλλαβὰς ὑπάρχει, προπαροξύνεται, | 377 | |
3,1378 | χέρνιβον, δάπεδον, σίττυβον τὸ μικρὸν δέρμα, στρατόπεδον, ἔνεδρον, πρόσωπον, γήπεδον τὸ πρὸς τοῖς οἴκοις ἐν πόλει κη‐ πίον, ὅπερ οἱ τραγικοὶ διὰ τοῦ α φασὶ δωρίζοντες, σέλινον, ἔνδι‐ νον, ὃ παρὰ τὸ ἔνδον παρῆκται ὡς παρὰ τὸ ἔντοσθεν ἐντοσθίδια λέ‐ | |
5 | γεται. ναύμαχον «ναύμαχον ἐν παλάμῃσιν» (Ο 677) εἶδος δόρατος παρὰ ῥῆμα σύνθετον ὡς χαρτότομον, χειρόγραφον, ἀκρατόφορον· ὑπεσταλμένων τῶν κατὰ μεταβολῆς γένους εἰρημένων καὶ τῶν εἰς ρ καὶ τῶν εἰς τ περατουμένων. παροξύνεται δὲ ταῦτα, ῥόδον, ἔργον, φύλλον, λίνον ὅτι ἂν σημαίνῃ, εἴτε τὴν λινῆν ἐσθῆτα εἴτε καὶ ἐπὶ | |
10 | χορδῆς τάσσοιτο εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα. ἔστι δὲ καὶ Λίνον χωρίον τῆς Ἑλλησποντίας. Στράβων τρισκαιδεκάτῃ (p. 588) «μεταξὺ δὲ κεῖται τοῦ Παρίου καὶ τοῦ Πριάπου κατὰ Λίνον». Σπάδα κώμη Περ‐ σική, ἐν ᾗ πρώτῃ εὐνουχισμὸς γέγονεν, ὅθεν σπάδοι λέγονται. Πέφνον πόλις Λακωνική. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι. λέγεται καὶ | |
15 | θηλυκῶς. Πράσον ἀκρωτήριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. Κύτα πόλις Κολχική, πατρὶς Μηδείας. ἔστι καὶ ἄλλη Σκυθίας. Θέρμα χω‐ ρίον Σικελίας. Φίλιστος τρίτῳ. ἔστι καὶ Βιθυνίας Θέρμα τὰ μὲν Πύθια τὰ δὲ ἐν Προύσῃ βασιλικὰ λεγόμενα, τὰ δὲ ἐν Καππαδοκίᾳ, τὰ δὲ ἐν Συ‐ ρίᾳ, τὰ δὲ Δορυλαείου. Νίψα πόλις Θρᾴκης. προπερισπᾶται δὲ ταῦτα, | |
20 | σῦκον, φῦλον τὸ γένος ἀπὸ τῆς φυλῆς ἢ ἀφ’ οὗ ἡ φυλή, κῶλον, κῆλον, μῆλον, κῦλον. Ζῆλα τόπος Ἀρμενίας. Στράβων ιαʹ (p. 512). ἔστι καὶ Ποντικὴ Ζῆλα λεγομένη καὶ αὐτὴ οὐδετέρως. Σοῦσα πόλις ἐπίσημος Περσική, Μέμνονος κτίσμα. κέκληται δὲ ἀπὸ τῶν κρίνων, ἃ πολλὰ ἐν τῇ χώρᾳ πεφύκει ἐκείνῃ, σοῦσόν τε αὐτὸ καλοῦσιν οἱ βάρ‐ | |
25 | βαροι. Τὰ δὲ μεταβολὴν γένους πεπονθότα ὀξύτονα ὀξύνεται, χαλινός χαλινόν, ζυγός ζυγόν, ἐρετμός ἐρετμόν, τὰ δὲ βαρύτονα βαρύνε‐ | |
ται, θύρσος θύρσον, λύχνος λύχνον, κύκλος κύκλον, κέλευθος | 378 | |
3,1379 | κέλευθον, βάρβιτος βάρβιτον, Τάρταρος Τάρταρον, ἄρκευθος ἄρ‐ κευθον. * Τὰ εἰς βον οὐδέτερα πληθυντικὰ κύρια ὑπὲρ δύο συλλαβὰς προ‐ παροξύνεται, Κάνδυβα πόλις Λυκίας ἀπὸ Κανδύβου παιδὸς Λευκα‐ | |
5 | λίωνος. Μαρίαβα μητρόπολις Σαβαίων πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Στράβων ἑκκαιδεκάτῃ (p. 768). Μέσσαβα πόλις Καρῶν. Ἑκαταῖος Ἀσίᾳ. Μήδαβα πόλις τῶν Ναβαταίων. Τένδηβα πόλις Καρίας ἀρ‐ χαία. Ῥαβάθμωβα πόλις τρίτης Παλαιστίνης ἡ νῦν Ἀρεόπολις. Χαράκμωβα πόλις τῆς νῦν τρίτης Παλαιστίνης, ἣν ἀναγράφει Πτολε‐ | |
10 | μαῖος γεωγραφικοῖς ἐν εʹ βιβλίῳ ἐν Ἀραβικαῖς τῆς εὐδαίμονος. Μώαβα μοῖρα τῆς Ἀραβίας. Ἀνάζαρβα πόλις Κιλικίας. κέκληται ἀπὸ τοῦ προκειμένου ὄρους ἢ ἀπὸ Ἀναζάρβα τοῦ κτίσαντος. * Τὰ εἰς γον καὶ δον οὐδέτερα κύρια ὑπὲρ δύο συλλαβὰς προπαρ‐ οξύνεται, Βήσσυγα ἐμπόριον τῆς Ἰνδικῆς. Ἔγγαδα κώμη μεγάλη πλη‐ | |
15 | σίον Σοδόμων Ἀραβίας. Μασανώραδα πόλις Καρίας ἀπὸ Μασανωράδου τοῦ Κινδαψοῦ παιδός. Σύνναδα πόλις Φρυγίας. λέγουσι δὲ Ἀκάμαντα μετὰ τὰ Τρωϊκὰ ἀποπλανηθέντα ἐλθεῖν εἰς Φρυγίαν καὶ καταλαβεῖν πολιορ‐ κούμενον τὸν τῶν τόπων δυνάστην καὶ βοηθήσαντα αὐτῷ λαβεῖν χώ‐ ραν καὶ κτίσαι πόλιν· συναθροίσαντα δὲ πολλοὺς οἰκήτορας τῶν ἀπὸ τῆς | |
20 | Ἑλλάδος Μακεδόνων κατὰ τὴν Ἀσίαν τὸ μὲν πρῶτον αὐτὴν ἀπὸ τῆς συναγωγῆς καὶ συνοικήσεως Σύνναια προσαγορεῦσαι, μετὰ δὲ ταῦτα παρε‐ φθαρμένως ὑπὸ τῶν πλησιοχώρων Σύνναδα κληθῆναι. Ψίμαδα χωρίον Ἰσαυρίας. Ἄμβλαδα πόλις Πισιδίας. Στράβων δωδεκάτῃ (p. 517) «εἰσὶ δὲ τοῖς Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Ἴσινδα καὶ Ἄμβλαδα». | |
25 | Γάλαδα χώρα Ἀραβίας. Σέβεδα λιμὴν Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ. Ζάβιδα κώμη τῆς εὐδαίμονος Ἀραβίας. Ὄβοδα χωρίον Ναβαταίων. Ἀττάλυδα πόλις Λυδίας, κτισθεῖσα ὑπὸ Ἄττυος καὶ μετὰ θάνατον αὐτοῦ ὑπὸ Λυδοῦ τοῦ παιδὸς αὐτοῦ. Ἄβυδον πόλις κατὰ τὴν Ἰαπυγίαν ἢ Ἰταλίαν. Φιλέας «ἔστι δὲ καὶ Ἰαπυγίας πολισμάτιον | |
30 | ἐν Πευκετίοις οὕτως κατ’ ὀρθὴν λεγόμενον Ἄβυδον». Αὔσιγδα πό‐ λις Λιβύης, ὡς Καλλίμαχος, Ἑκαταῖος δὲ νῆσον οἶδε. Ἀλάβανδα πόλις Καρίας, ἥ ποτε Ἀντιόχεια. ἐκλήθη δὲ ἀπὸ Ἀλαβάνδου, τοῦ εὐΐππου, ὡς Χάραξ. ἔστι καὶ ἑτέρα πόλις Καρίας, ἀφ’ ἧς ἡ παροιμία «Ἀλάβανδα Καρῶν εὐτυχεστάτη πόλις». κτίσμα δὲ Καρὸς ἦν, ἀπὸ τοῦ | |
35 | παιδὸς αὐτοῦ κληθεῖσα τοῦ γεννηθέντος ἀπὸ Καλλιρρόης τῆς Μαιάνδρου, | 379 |
3,1380 | μετὰ νίκην ἱππομαχικήν, καὶ κληθέντος Ἀλαβάνδου, ὅ ἐστι κατὰ τὴν Καρῶν φωνὴν ἱππόνικος. ἄλα γὰρ τὸν ἵππον, βάνδα δὲ τὴν νίκην καλοῦσιν. Θρύανδα πόλις Λυκίας. Καρύανδα πόλις καὶ λιμὴν ὁμώ‐ νυμος πλησίον Μύνδου καὶ Κῶ. Ἑκαταῖος Καρύανδαν αὐτήν φησι. Λά‐ | |
5 | βρανδα κώμη Καρίας. Στράβων ιδʹ (p. 659). Λάρανδα πόλις Λυκαο‐ νίας. Οἰνόανδα πόλις Λυκίας. Ἀλέξανδρος ἐν πρώτῳ Λυκιακῶν. Πάσσανδα χωρίον παρὰ Ἀδραμύττιον πόλιν καὶ Κισθήνην. Λαλίσανδα πόλις Ἰσαυρική. Ἄλινδα πόλις Καρίας, ὡς Πολυίστωρ, Πίγινδα δῆμος Καρίας. Κάλυνδα πόλις Καρίας. Νάαρδα πόλις Συρίας πρὸς τῷ Εὐ‐ | |
10 | φράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτῳ. Κύαρδα πόλις Καρίας ἀπὸ Κυάρδου βασιλέως Καρῶν, υἱοῦ Βαργάσου. τὸ δὲ Ἠμωδόν ὄρος Ἰνδι‐ κὸν ὀξύνεται, τινὲς δὲ προπαροξυτόνως Ἤμωδον λέγουσιν. * Τὰ εἰς θον οὐδέτερα κύρια βαρύνεται, Τρικόρυνθον οὐδετέρως Δίδυμος καὶ Διόδωρος, Διονύσιος ἀρσενικῶς, Εὐφορίων θηλυκῶς. ἔστι | |
15 | δὲ δῆμος τῆς Αἰαντίδος φυλῆς. Δούμαθα πόλις Ἀραβίας. Κάναθα πόλις πρὸς τῇ Βόστρᾳ Ἀραβίας. Ὄραθα πόλις τῆς ἐν Τίγρητι Μεσή‐ νης. Ἀρριανὸς Παρθικῶν ἑκκαιδεκάτῳ. Σίγαθα πόλις Λιβύης, ὡς Στράβων ἑπτακαιδεκάτῃ (p. 829). Ἄμαθα τῆς Ἀραβίας χωρίον. κέκληται δὲ ἀπὸ τῆς ἄμμου. φασὶ γὰρ τὸ πολὺ τῆς Ἀραβίας ὑπὸ τῆς Ἐρυθρᾶς | |
20 | πάλαι κατακλύζεσθαι. * Τὰ εἰς κον κύρια βαρύνεται, Μάζακα πόλις Καππαδοκίας ἡ νῦν Καισάρεια, Μάσσακα πόλις Ἰνδῶν, Ἀρριανὸς ἐν Ἰνδικοῖς. Παραί‐ τακα πόλις Μηδικὴ ἡ καὶ θηλυκῶς Παραιτάκη. Σάρακα χώρα Ἀρα‐ βίας μετὰ τοὺς Ναβαταίους. | |
25 | * Τὰ δὲ κτητικὰ ὀξύνεται ὡς καὶ τὰ ἀρσενικά, Ἑλληνικόν καὶ Καρικόν τόποι ἐν Μέμφιδι, Κυνητικόν Ἰβηρίας τόπος πλησίον ὠκεα‐ νοῦ. Ἡρόδωρος δεκάτῳ τῶν καθ’ Ἡρακλέα. Μεγαρικόν πολίχνιον, ὃ συγκαταλέγεται ταῖς Βιθυνῶν πόλεσιν. Ἀρριανὸς πέμπτῳ «Ἀστακὸς καὶ Ἡραία καὶ τὸ Μεγαρικόν». Μολυκρικόν· οὕτως ἐκαλεῖτο Ῥίον πόλις | |
30 | Αἰτωλίας. Σαμικόν Τριφυλιακὴ πόλις. Σιτικόν πόλις Ἰταλίας. Ἁλι‐ κόν χωρίον πρὸς τῇ Αὐγούστᾳ καὶ ὄρος ὁμώνυμον. Ἀμαζονικόν τόπος ἐν Βοιωτίᾳ. Ἰταλικόν χωρίον Σικελίας. Χαλκιδικόν ὄρος Σικελίας, ὡς Πολύβιος πρώτῳ (c. 11, 8) «ἐκ τῶν Συρακουσῶν ἐποιεῖτο τὴν πορείαν καὶ καταστρατοπεδεύσας ἐκ θατέρου μέρους περὶ τὸ Χαλ‐ | |
35 | κιδικὸν ὄρος καλούμενον». | |
* Τὰ εἰς λον οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, γύαλον | 380 | |
3,1381 | τὸ προσηγορικόν, ὅταν δὲ ἐπίθετον ᾖ, ὀξύνεται «εὖτ’ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσασθαι». Μαίναλον τὸ ὄρος. Λάβδαλον ἄκρον τῶν Ἐπιπολῶν, Συρακουσῶν πλησίον. Θουκυδίδης ἕκτῃ (c. 97). Αἴκαλον φρούριον τῆς Ἰταλίας. Διονύσιος ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς | |
5 | ἀρχαιολογίας. Γάμαλα κατοικία Συρίας. Γάβαλα πόλις Φοινίκης, ἣν θηλυκῶς Ἑκαταῖός φησιν, ὁ δὲ Στράβων (16 p. 753) Συρίας, πλησίον Λαοδικείας. ἔστι καὶ χώρα Ἀραβίας καὶ λέγεται ἡ πρώτη συλλαβὴ διὰ τοῦ ε Γέβαλα. Ἰώσηπος (A. I. 2, 1). Δαίδαλα πόλις τῆς Ῥοδίας ἢ χωρίον. Στράβων ιδʹ (p. 651. 664). ἔστι καὶ ὄρος Λυκίας τὰ Δαίδαλα. | |
10 | ἡ δὲ πόλις ἀπὸ Δαιδάλου τοῦ Ἰκάρου ἡ ἐν Λυκίᾳ. διά τινος γὰρ ἕλους ἐπορεύετο τοῦ Νίνου ποταμοῦ, καὶ ὑπὸ χερσύδρου δηχθέντα τελευτῆσαι καὶ ἐκεῖ ταφῆναι καὶ κτισθῆναι πόλιν φησὶν Ἀλέξανδρος ἐν Λυκιακοῖς. ἔστι καὶ Ἰνδικῆς. καὶ Κρήτης ἄλλη. Πάσσαλα Μυλασέων ἐπίνειον. Πάταλα πόλις Ἰνδική. λέγεται καὶ Πατάλη. Σάταλα πόλις Ἀρμενίας, ὡς Ἀλέ‐ | |
15 | ξανδρος ἐν Ἀσίᾳ. Καστάβαλα Κιλικίας πόλις. Στράβων ιβʹ (p. 535). Κορύδαλλα πόλις Ῥοδίων. Ἑκαταῖος Ἀσίᾳ. Σώβαλα πόλις Καρίας. Τρίκαλον καὶ Τρίκαλα πόλις Σικελῶν. Φίλιστος. Τραύαλα πόλις Λυ‐ κίας. Θεάγγελα πόλις Καρίας. Κύβελα πόλις Φρυγίας καὶ ὄρος ἱερόν, ἀφ’ οὗ Κυβέλη ἡ Ῥέα λέγεται καὶ Κυβεληγενής καὶ Κυβελίς. Πείσαν‐ | |
20 | δρος δεκάτῳ. Κύψελα φρούριον τετειχισμένον ἐν Ἀρκαδίᾳ ὑπὸ Μαν‐ τινέων. Θουκυδίδης πέμπτῃ (c. 33). ἔστι καὶ Κύψελα πόλις Θρᾴκης πλησίον τοῦ Ἕβρου ποταμοῦ. Πύγελα πόλις Ἰωνίας. Σουάγγελα πόλις Καρίας, ἔνθα ὁ τάφος τοῦ Καρός, ὡς δηλοῖ καὶ τοὔνομα. κα‐ λοῦσι γὰρ οἱ Κᾶρες σοῦαν τὴν τάφον, γέλαν δὲ τὸν βασιλέα. Ἄρβηλα | |
25 | πόλις Περσικὴ ἀπὸ Ἀρβήλου τοῦ Ἀθμονέως. Στράβων ἑκκαιδεκάτῃ (p. 737). Ἀρίνδηλα πόλις τρίτης Παλαιστίνης. Γλαῦκος δὲ κώμην αὐτὴν καλεῖ. Γαυγάμηλα τόπος Περσίδος. Ἀπολλόδωρος ἐν τῷ περὶ γῆς δευτέρῳ. Ἰσμάηλα τῆς Ἀραβίας χωρίον. Ὕδρηλα πόλις Καρίας. Ἐρατοσθένης τριακοστῷ τρίτῳ Γαλατικῶν. Ἄβιλα πόλις Φοινίκης. Αἴ‐ | |
30 | γιλα νῆσος μεταξὺ Κρήτης καὶ Πελοποννήσου. Ἄργιλα πόλις Καρίας. Αὔγιλα πόλις Λιβύης. Ἀπολλόδωρος βʹ περὶ γῆς. Ζήϊλα πόλις Καπ‐ παδοκίας, ἣν ἔκτισεν ὁ Νικομήδους υἱὸς Ζηΐλας. Δρόγγιλον χωρίον Θρᾴκης. Θεόπομπος Φιλιππικῶν θʹ. Τάξιλα πόλις Ἰνδική. Στράβων ιεʹ (p. 691. 698). Μόσυλον ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίας. Βαί‐ | |
35 | κυλα πόλις Ἰβηρίας πρὸς ταῖς Ἡρακλείαις στήλαις. Ἴωλον ὄρος Περραιβίας. Ὄκωλον χωρίον Ἐρετριέων. Θεόπομπος Φιλιππικῶν εἰκο‐ στῷ τετάρτῳ. Στρόγωλα πόλις Λυδίας. Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ. | |
* Τὰ εἰς μον κύρια ὑπερδισύλλαβα προπαροξύνεται, Σήσαμον | 381 | |
3,1382 | πόλις Παφλαγονίας, ἐν ᾗ ᾤκησεν ὁ παλαιὸς Φινεύς. Δίδυμος δὲ νῆ‐ σον αὐτήν φησιν. Κάδρεμα πόλις Λυκίας, ἄποικος Ὀλβίων. ἑρμη‐ νεύεται δὲ σίτου φρυγμὸς ἡ πόλις. Βήθλεμα πόλις Παλαιστίνης πρὸς τοῖς Ἱεροσολύμοις. Ἰώσηπος δέ φησιν «ἐκ Βηθλεεμῶν» (A. i. 5, 11). | |
5 | Ἄριμα ὄρος. Ὅμηρος «εἰν Ἀρίμοις ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς» (Β 783). οἱ μὲν ἐν Κιλικίᾳ, οἱ δὲ ἐν Συρίᾳ, οἱ δὲ ἐν Πιθηκούσαις παρὰ Τυρρηνοῖς φασι γενέσθαι τὸν μῦθον. Σίκιμα πόλις Ἀραβίας, ἣ καὶ Σίκιμος. Ἔριμον πόλις Οἰνωτρῶν ἐν μεσογείῳ, ὡς Ἑκαταῖος. Ὑλλάριμα πολίχνιον Καρίας ὕπερθε Στρατονικείας. Γόραμα χώρα | |
10 | τῶν Σκηνιτῶν Ἀράβων. Σόδομα μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. Σίδυμα πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. Λώρυμα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. Ἱεροσόλυμα ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σό‐ | |
15 | λυμα ἐκαλεῖτο ἀπὸ τῶν Σολύμων ὀρῶν. Δίδυμα τόπος καὶ μαντεῖον Μιλήτου ἀφιερώμενον Διῒ καὶ Ἀπόλλωνι. εἰσὶ καὶ Κρήτης ποταμοί. εἰσὶ καὶ τῆς Θετταλίας. εἰσὶ καὶ δύο νησίδια πρὸς τῇ Σύρῳ, ὡς Ἀρτε‐ μίδωρος. εἰσὶ καὶ ὄρη Λαοδικείας ἐγγύς. Δίνδυμα ὄρη τῆς Τρῳάδος, ἀφ’ ὧν Δινδυμήνη ἡ Ῥέα. Ἴδυμα πόλις Καρίας. λέγεται καὶ Ἰδύμη. | |
20 | Βούνειμα πόλις Ἠπείρου, κτίσμα Ὀδυσσέως, ἣν ἔκτισε πλησίον Τραμ‐ πύας, λαβὼν χρησμὸν ἐλθεῖν πρὸς ἄνδρας «οἳ οὐκ ἴσασι θάλασσαν». βοῦν οὖν θύσας ἔκτισε. * Τὰ εἰς νον ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Ἀβάκαινον πόλις Σικελική. ἡ παραλήγουσα διὰ διφθόγγου. Τρικάρανον φρού‐ | |
25 | ριον τῆς Φλιασίας. Θεόπομπος πεντηκοστῷ πέμπτῳ. Λίβανα πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν ἐνάτῳ. Κοσίανα φρούριον Παλαιστίνης ἐν τῇ παραλίᾳ τῆς Συρίας. Χάραξ δεκάτῳ. Ἵπανα πόλις περὶ Καρχηδόνα, ὡς Πολύβιος πρώτῃ. Ἀγβάτανα πολίχνιον Συρίας. Ἡρόδοτος τρίτῳ (c. 62 et 64). Δημήτριος δέ φησιν Ἀγβάτανα | |
30 | διττά, τὰ μὲν τῆς Μηδίας, τὰ δὲ τῆς Συρίας. Κτησίας δὲ πανταχοῦ τῶν Περσικῶν τὰ παρὰ Μήδοις Ἀγβάτανα διὰ τοῦ α γράφει. παρὰ δὲ τοῖς ἀρχαίοις διὰ τοῦ ε τὸ Περσικόν. παρὰ δὲ Χάρακι καὶ αὕτη διὰ τοῦ ε, ἣν καὶ Ἐπιφάνειάν φασι κεκλῆσθαι. ἡ δὲ διὰ τοῦ κ γραφὴ κρείττων ἐστί, παραιτοῦμαι δὲ τὴν διὰ τοῦ γ, διότι μήτι παρακινδυ‐ | |
35 | νεύει τὸ β ὑποτετάχθαι τῷ γ, ὡς ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια. | 382 |
3,1383 | Δρέπανα πόλις Σικελίας. ἔστι καὶ Δρέπανον πόλις Λιβύης. εἰσὶ καὶ νησία δύο παρὰ Λέβινθον. Ἔδδανα πόλις πρὸς τῷ Εὐφράτῃ, κατοι‐ κία Φοινίκων, ἀπὸ Ἐδδανοῦ ἡγεμόνος. Ἄδανα Κίλισσα πόλις. ταύτην ᾤκισεν Ἄδανος καὶ Σάρος, Ταρσεῦσι πολεμήσαντες καὶ ἡττηθέντες, ἀφ’ | |
5 | ὧν ἡ πόλις ἀπὸ τοῦ ἡγεμόνος Ἄδανα. Ὄμανα πόλις τῆς εὐδαίμονος Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Πρώανα πόλις Θεσσαλική. Ταξίανα νῆσος περὶ τὸν Πηλώδη κόλπον τῆς Σουσιανῆς. Τίτανα χωρίον τῆς Σικυωνίας. λέγεται καὶ ἑνικῶς «Τιτάνοιό τε λευκὰ κάρηνα» (Β 735). Τύανα πόλις μέση Κιλικίας καὶ Καππαδοκίας «ὑπο‐ | |
10 | πεπτωκυῖα τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλας». ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμματισμὸν Τύανα, ὡς Ἀρριανός. ἔστι καὶ Τύανα πό‐ λις Αἰγύπτου. Ὕπανα πόλις τῆς Τριφυλίας, ὡς Πολύβιος τετάρτῳ. Ὕσκανα πόλις Ἰλλυρίδος. Πολύβιος ηʹ. Σίμανα πόλις Βιθυνίας μεταξὺ δύο ποταμῶν. Ἀΐλανον πόλις Ἀραβίας. λέγεται καὶ πλη‐ | |
15 | θυντικῶς Ἀΐλανα. Ἄμανον ὄρος πρὸς τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθῆκον. ἱστοροῦσι δὲ τὸν Ὀρέστην ἀπὸ Ταύρων σὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίσαντα ἐν τούτῳ τῷ ὄρει τῆς μανίας λύσιν εὑρεῖν. ἔστι καὶ Ἄμμανα πόλις Συρίας ἡ ὕστερον Φιλαδέλφεια. Βαγίστανα πόλις τῆς Μηδίας καὶ ὄρος Βαγίστανον. Κάρβανα πόλις Λυκίας. Ῥαββατάμανα | |
20 | πόλις τῆς ὀρεινῆς Ἀραβίας. Σίμηνα πόλις Λυκίας, Τύμηνα κώμη Λυκίας. ἐκλήθη δὲ ἀπό τινος τράγου οὕτως ὀνομαζομένου, ὃς ἀπαλ‐ λασσόμενος ἀπὸ τοῦ αἰπολίου ἤρχετο τὸν πώγωνα βεβρεγμένος, ᾧ κατακολουθήσαντες εὗρον πηγὴν ἔν τινι λόχμῃ. καὶ ταύτην καὶ τὸ χω‐ ρίον οὕτω καλέσαι. Ἀρίμινον πόλις Ἰταλίας. ἔστι καὶ ποταμός. Βέμ‐ | |
25 | βινον πόλις τῆς Νεμέας, ὡς Ἑλλάνικος, ἄλλοι δὲ Βέμβιναν καὶ κώμην φασίν. Ἀβρότονον Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι, Στράβων δὲ ἐν ἑπτακαιδεκάτῳ βιβλίῳ (p. 835) πόλιν φησὶ καὶ ἄλλοι. πόλις δὲ Λιβυφοινίκων. Ἅθμονον δῆμος τῆς Κεκροπίδος φυλῆς. τὸ μέντοι Ἁθμονῆζε καὶ Ἁθμονῆσι δοκεῖ ἀπὸ τῆς ἡ Ἁθμονή εἶναι. Δράκονον | |
30 | ὄρος νήσου τῆς Ἰκαρίας λεγομένης καὶ πόλις. Στράβων ιδʹ (p. 639). Πρόαρνα πόλις Μηλιέων. τὸ δὲ Καικῖνον χωρίον Ἰταλικόν. Φίλι‐ στος δευτέρῳ Σικελικῶν—προπερισπᾶται, ὀξύνεται δὲ τὸ Ἀδρανόν πόλις Σικελίας ἐν τῇ Αἴτνῃ ποταμὸν ὁμώνυμον ἔχουσα. λέγεται καὶ ἀρσενικῶς. καὶ Βοιανόν πόλις Σαυνιτῶν καὶ Τεανόν πόλις Ἰταλίας, | |
35 | ὡς Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων. καὶ Τυκλανόν πόλις Ἰτα‐ λίας, ἣ καὶ Τύσκλος λέγεται, καὶ Φρεντανόν πόλις Ἰταλίας καὶ Ποι‐ μανηνόν πόλις ἤτοι φρούριον ἢ χωρίον Κυζίκου καὶ Ἀργεννόν ἀκρωτήριον καὶ Ἐρυμνά· οὕτω γὰρ ἐκαλεῖτο Τράλλις πόλις Λυδίας. * Τὰ εἰς πον οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, πρόσω‐ | |
40 | πον καὶ Πρόσωπον νῆσος οὐ πόρρω Καρχηδόνος. Πράασπα πόλις | |
τῆς Ἀτροπατηνῆς. Ὕπαιπα πόλις Λυδίας κτισθεῖσα ὑπὸ τὸ παρακείμενον | 383 | |
3,1384 | ὄρος τὸ Αἶπος. Χρύσιππα πόλις Κιλικίας ἀπὸ Χρυσίππου τοῦ κτί‐ σαντος. Ἀργύριππα πόλις τῆς Δαυνίας κατὰ τὸν Ἰόνιον κόλπον. Λυκόφρων «ὁ δ’ Ἀργύριππα Δαυνίων παγκληρίαν» (592). αὕτη Ἄρποι ἐκαλεῖτο. Διομήδης μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου ἐτείχισε· καὶ μετωνό‐ | |
5 | μασε Ἄργος Ἵππιον. Βόρσιππα πόλις Χαλδαίων, ἱερὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, λινουργεῖον μέγα. λέγεται καὶ θηλυκῶς. Ἰάθριππα πόλις Ἀραβίας πλησίον τῆς Ἔγρας. Τὰ εἰς ρον δισύλλαβα προσηγορικὰ παραληγόμενα τῷ υ καὶ μὴ ἀρ‐ χόμενα ἀπὸ ἀμεταβόλου ὀξύνεται, σφυρόν, πυρόν, ξυρόν. τὸ μέν‐ | |
10 | τοι μύρον βαρύνεται ἀπὸ ἀμεταβόλου ἀρχόμενον. τὸ δὲ Ψύρον. Στράβων ἐν τῷ ιδʹ (p. 645) «τὰ Ψύρα ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας». λαμβάνεται δὲ ὄνομα ἐπὶ εὐτελείᾳ διὰ τὸ εὐτελεστάτην εἶναι τὴν νῆσον. Κρατῖνος «Ψύρα τὸν Διόνυσον ἄγοντες» καὶ ἐν Νεμέσει «Ψύρα τε τὴν Σπάρτην ἄγεις» καὶ Στύρον πλησίον Καρύστου, τῆς | |
15 | Εὐβοίας πόλις καὶ Μύρον πόλις Λυκίας, ἣ καὶ θηλυκῶς Μύρα λέγεται, κύρια ὄντα ὑγιῶς βαρύνεται. Τὰ εἰς ρον λήγοντα καθαρὸν δισύλλαβα ἔχοντα πρὸ τέλους φύσει μακρὰν βαρύνεσθαι θέλει, εἰ μὴ κατὰ μεταπλασμὸν μεταβολὴν ποιήσεται γένους, δῶρον· ἔστι καὶ Δῶρα πόλις Φοινίκης, πρότερον Δῶρος | |
20 | καλουμένη. Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ ἡ πάλαι Δῶρος, νῦν δὲ Δῶρα καλεῖται». καὶ οὕτως Ἰώσηπος αὐτὴν καλεῖ ἐν εʹ τῆς Ἰουδαϊκῆς ἱστορίας (c. 1, 22) «ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεως» καὶ πάλιν (c. 22) «Ἀζώτῳ καὶ Δώροις ὁριζόμενοι». καὶ Ἀρτεμίδωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν ἐπιτομῇ τῶν ιαʹ «συνεχῶς δ’ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι | |
25 | Δῶρα ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἀρχομένου τοῦ ὄρους τοῦ Καρμήλου» καὶ ἐν θʹ γεωγραφουμένων τὸ αὐτό. ἔστι καὶ Δῶρα νῆσος ἐν τῷ Περσικῷ κόλπῳ, καθὰ Στράβων ιϛʹ (p. 767) «τὸν δὲ Μαζήνην ἐπάρχειν νήσου τινὸς τῶν ἐν τῷ Περσικῷ κόλπῳ, καλεῖσθαι δὲ τὴν νῆσον Δῶρα». Κῶρον πόλις τῆς Καππαδοκίας. μῶρον ὁ καρ‐ | |
30 | πὸς τῆς βάτου. Δοῦρα πόλις Μεσοποταμίας, ὡς Πολύβιος πέμπτῃ. | 384 |
3,1385 | σπεῖρον τὸ ἱμάτιον, σκῖρον. ἔστι καὶ Σκίρον τόπος Ἀττικὸς ἀπὸ Σκίρου ἥρωος. Σκίρα δὲ ἡ ἑορτὴ καλεῖται κατά τινας μὲν ὅτι ἐπὶ Σκίρῳ Ἀθηνᾷ θύεται, κατ’ ἄλλους δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Σκίρῳ. λέγεται καὶ ὁ Σκῖρος καὶ τὸ Σκίριον, | |
5 | νεῦρον, φῆρον βρῶμα θεῶν, μῆρον «μῆρα δὲ κείαντες (Od. ν 26). γέγονε δὲ ἐκ συγκοπῆς τοῦ μηρίον. ἐπεί τοι εὐθύνεται ὁ τόνος. τὰ γὰρ εἰς ος λήγοντα, μεταπλασσόμενα εἰς οὐδέτερον γένος τὸ εἰς ον λῆγον, τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός τὸ ζυγόν—τὰ ζυγά, δίφρος δί‐ φρον, δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ μηρόν καὶ μηρά. εἰ δὲ δοίημεν, | |
10 | ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται, τὸ περὶ τοῦ σημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει. τὸ δὲ πλευρόν ἀπὸ τοῦ πλευρά μεταπλασσόμενον τὸν αὐτὸν τόνον φυλάσσει ὡς καὶ πυρά ἀπὸ τοῦ πυραί. τὸ δὲ νεῦρα διάφορον τοῦ νευραί ἔχει σημαινόμενον. Τὰ εἰς ρον ὑπερδισύλλαβα παραληγόμενα τῷ α ἢ τῷ ε βαρύνεται, | |
15 | μέγαρον· ἔστι καὶ Μέγαρα πόλις περὶ τὸν Ἰσθμόν, μέση Πελοπον‐ νήσου καὶ Ἀττικῆς καὶ Βοιωτίας, ἧς ἐπίνειον ἡ Νίσαια. ἐκλήθη δὲ ἀπὸ Μεγαρέως τοῦ Ἀπόλλωνος ἢ τοῦ Αἰγέως τοῦ Πανδίονος τοῦ Ἐρεχθέως τοῦ Ἡφαίστου ἢ διὰ τὸ τραχὺ τῆς χώρας. ἔστι καὶ Μέγαρα ἐν Θεττα‐ λίᾳ. τρίτη ἐν Πόντῳ. τετάρτη ἐν Ἰλλυρίδι, πέμπτη ἐν Μολοσσίδι, ἕκτη | |
20 | ἐν Σικελίᾳ ἡ πρότερον Ὕβλη ἀπὸ Ὕβλωνος βασιλέως. βλέφαρον, γάργαρον· ἔστι καὶ Γάργαρα πόλις τῆς Τρῳάδος ἐπὶ τῇ ἄκρᾳ τῆς Ἴδης, Παλαιγάργαρος καλουμένη, ἣν Αἰολικὴν ὀνομάζει Στράβων (13 p. 583. 610) καὶ Ἑκαταῖος. Ἀλκμὰν δὲ θηλυκῶς τὴν Γάργαρόν φησιν. ἐν ᾗ κατῴκουν οἱ Λέλεγες. ὠνομάσθη δ’ ἀπὸ Γαργάρου τοῦ Διὸς καὶ | |
25 | Λαρίσσης τῆς ἐν Θεσσαλίᾳ. καὶ Γάργαρα ἄκρα. Ἐπαφρόδιτος δέ φησιν, ὅτι ἡ μὲν πόλις θηλυκῶς λέγεται, τὸ δὲ ἀκρωτήριον οὐδετέρως. Ἑλλά‐ νικος δὲ Γάργασον ἔφη τὴν πόλιν διὰ τοῦ ς, ἀλλ’ οἴομαι σφάλμα εἶναι. ἔστι καὶ Λαμψάκου πολισμάτιον Γάργαρον. ἔστι καὶ ἑτέρα τῆς Ἰταλίας καὶ τῆς Ἠπείρου ἄλλη. Ταίναρον, οἴναρον. Αὔαρα πόλις Ἀραβίας. Γά‐ | |
30 | δαρα πόλις κοίλης Συρίας, ἥτις καὶ Ἀντιόχεια καὶ Σελεύκεια ἐκλήθη. ἔστι καὶ Γάδαρα κώμη Μακεδονίας. Γίνδαρα κώμη πρὸς τῇ Ἀντιοχείᾳ. Δαύ‐ σαρα πόλις περὶ τὴν Ἔδεσσαν. Κύδραρα πόλις πρὸς τοὺς ὅρους τῶν Φρυγῶν καὶ Λυδῶν. Ἡρόδοτος ἑβδόμῃ (c. 30). Λάβαρα πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ περὶ Καρίας. Ζόαρα πόλις Περσική. ἔστι καὶ | |
35 | κώμη μεγάλη ἢ φρούριον ἐν Παλαιστίνῃ ἐπὶ τῇ Ἀσφαλτίτιδι θαλάσσῃ. Ὕκαρον φρούριον Σικελίας, ὡς Φίλιστος Σικελικῶν πρώτῳ. Ἀπολλό‐ | |
δωρος δ’ ἐν δευτέρῳ χρονικῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκαρα. μέμνηται | 385 | |
3,1386 | τῆς λέξεως καὶ Θουκυδίδης (6, 21). Φάλαρα πόλις Θεσσαλίας πλησίον Λαμίας. Ἄδαρα κώμη μεγάλη τῆς Παλαιστίνης μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεως. Θύμβραρα πόλις Ἀσίας τῷ Πακτωλῷ συνεχής, ὡς Ξενοφῶν (Cyrop. 6, 2, 11). Κάνδαρα χωρίον Παφλαγονίας «ὡς ἀπὸ | |
5 | σχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη». Πάταρα πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. ἐκλήθη δὲ ἀπὸ Πατάρου τοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς Ξάνθου. Ἀλέξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύρας τε καὶ τόξα καὶ βέλη, οἷς παίζειν νηπίους ὄντας. θεῖσαν δὲ τὸ ἄγγος ἀνα‐ | |
10 | παύεσθαι κατὰ τὴν ὁδόν. ἄνεμον δὲ ἐπιπνεύσαντα εἰς τὴν θάλασσαν βαλεῖν τὴν πατάραν, κλαίουσαν δὲ τὴν παῖδα εἰς τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήσῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆς Σαλακίας φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦσαι καὶ τὴν χερρόνησον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομά‐ | |
15 | σθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους, τῆς πατάρας, Πάταρα. μεθερμη‐ νεύεσθαι δὲ τὴν πατάραν Ἑλληνιστὶ κίστην. Πίναρα πόλις μεγίστη, ὑπερκειμένη τῷ Κράγει ὄρει τῆς Λυκίας. Πολύαρα πόλις Καρίας. Σίγγαρα πόλις Ἀραβίας. Τάρφαρα πόλις τῆς εὐδαίμονος Ἀραβίας. ἔντερον, ἔλλερον τὸ κακόν, μέρμερον, κόλερον τὸ ἀκούρευτον | |
20 | πρόβατον, οἱ δὲ τραχὺ ἔριον. Μίσκερα πόλις Σικανίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ Φιλιππικῶν. Κασσίτερα νῆσος ἐν τῷ ὠκεανῷ, ἐξ ἧς ὁ κασσίτερος. Ἄπτερα πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ τῆς θαλάσσης τόπῳ τοιῶσδε καλουμένῳ γενομένης, ἐν ᾧ μετὰ τὴν ἐν μου‐ | |
25 | σικῇ νίκην τῶν Μουσῶν αἱ Σειρῆνες δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς. ὅθεν ἡ πόλις Ἄπτερα, αἱ δὲ πλησίον νῆσοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου. ἔστι καὶ Λυκίας πόλις. Τέρμερα πόλις Λυκίας ἀπὸ Τερ‐ μέρου. τὸ μέντοι πτερόν—Πτερά δέ τινες τὴν ἀκρόπολιν Βαβυ‐ | |
30 | λῶνος—δισύλλαβον, τὸ δὲ γέρρον διὰ δύο ρρ γράφεται, καὶ τὸ σαρόν τὸ μυλήκορον Ἀττικῶς. Τὰ εἰς ρον παραλήγοντα ο βαρύνεται, ἀνάκτορον, κίχορον. Βούδορον ἀκρωτήριον πρὸς τῇ Σαλαμῖνι. Θουκυδίδης τρίτῃ (c. 51). Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. Ἔβορα πόλις παρωκεανῖτις μετὰ | |
35 | τὰ Γάδειρα. Βολογεσίφορα πόλις Περσική. Νόσορα νῆσος ἐν τῇ | |
Ἐρυθρᾷ θαλάσσῃ. | 386 | |
3,1387 | Τὰ εἰς ρον ὑπὲρ δύο συλλαβὰς τῷ υ παραληγόμενα βαρύνεται, ἄχυρον, πίτυρον, ἐνέχυρον, πρόθυρον, βούτυρον, λέπυρον, ἄστυρον. ἔστι καὶ Ἄστυρον πόλις Μυσίας πρὸς τῇ Τρῳάδι, ἣ καὶ πληθυντικῶς λέγεται· ἔστι καὶ κώμη πλησίον τοῦ Ἀδραμυττίου, ὡς | |
5 | Στράβων (13 p. 606). ἔστι καὶ πόλις Φοινίκης κατ’ Ἄραδον, ἐν ᾗ ἐτι‐ μᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ. ἔστι καὶ χωρίον Ἰταλίας. Κίχυρον, Πάλμυρον, Σίμυρα· οὕτως οὐδετέρως Ἔφορος Σίμυρον πόλιν Σύρων φησί. Ἀτά‐ βυρον ὄρος Ῥόδου Ῥιανὸς ἕκτῳ Μεσσηνιακῶν. Ἄγγυρον ὄνομα | |
10 | ὄρους. Τίβυρα. οὕτως Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων Τίβυριν πόλιν Ἰταλίας καλεῖ. Τὰ εἰς ρον κατ’ ἐπιπλοκὴν συμφώνου δισύλλαβα βαρύνεται ῥεῖ‐ θρον, κλεῖθρον, φίλτρον, κέντρον, ἄρθρον, πλῆκτρον, νί‐ τρον, ἄντρον τὸ σπήλαιον. βλῆτρον. Βάκτρα πόλις. Στράβων ιαʹ | |
15 | (p. 517). Σύμβρα Φρυγίας φρούριον. σεῖστρον, δένδρον, δέρ‐ τρον «δέρτρον ἔσω δύνοντες» (λ 578), φέρτρον «κείμενον ἐν φέρ‐ τρῳ» (Σ 236), καὶ ἄλλο πλῆθος τῶν τοιούτων ὀνομάτων ἀδιάπτωτον. σεσημείωται τὸ λουτρόν ὀξυνόμενον, ὅπερ καὶ τρισύλλαβον λέγεται λοετρόν «εἰς ὅ κε θερμὰ λοετρά» (Ξ 6), ἐπεὶ καὶ τὸ ῥῆμα δισσόν, λοέω | |
20 | καὶ λούω «ἀλλ’ ὅτε δή μιν ἐγὼ λόεον» (δ 252). * Τὰ εἰς ρον οὐδέτερα μετ’ ἐπιπλοκῆς συμφώνου, ὑπὲρ δύο συλ‐ λαβὰς ὄντα, προπαροξύνεται, πέλεθρον, τέρεθρον, βέρεθρον, φέλετρον καὶ τὰ φέλετρα, θύρετρον. Ἀλάβαστρα πόλις Φρυγίας. | |
Σύαγρα χωρίον Κιλικίας πλησίον Ἄδου καὶ Λαέρτου. Θέρμυδρα | 387 | |
3,1388 | λιμὴν τῆς μιᾶς τῶν ἐν Ῥόδῳ πόλεων. Σύεδρα πόλις Ἰσαυρίας. βάρα‐ θρον τόπος κοῖλος καὶ ὄρυγμα καλούμενος. ἔστι καὶ Βάραθρα πλη‐ σίον τοῦ Κασίου. Τάβαθρα πόλις Λιβύης. Πολύβιος δωδεκάτῳ. Κά‐ ναστρον ἄκρον Θρᾴκης καὶ Μακεδονίας. λέγεται καὶ Καναστραῖον. | |
5 | Ἄθυμβρα πόλις Καρίας παρὰ Μαιάνδρῳ, Ἀθύμβρου κτίσμα, ἥτις μετὰ ταῦτα Νύσσα ἐκλήθη. Παλίμβοθρα πόλις Ἰνδική. Φάλακρον ἀκρω‐ τήριον Κορκύρας, ὡς Ἀρτεμίδωρος ἐν πέμπτῳ γεωγραφουμένων φησί. Πάνακρον πόλις Κύπρου. εἰσὶ δὲ καὶ Πάνακρα ὄρη Κρήτης. Καλλί‐ μαχος «Ἰδαίοις ἐν ὄρεσσιν, ἅτε κλείουσι Πάνακρα». Τέγεστρα πόλις | |
10 | Ἰλλυρίας πρὸς τῇ Ἀκυλίᾳ ἀπὸ Τεγέστρου. Ἀρτεμίδωρος δὲ Τέγεστρον αὐτὴν καὶ κώμην οἶδεν «ἀπὸ Τεγέστρου κώμης καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν στάδια ͵εκεʹ». Τὰ εἰς ρον ὑπερδισύλλαβα μακρᾷ παραληγόμενα προπαροξύνεται, Ἄμηρον ὄνομα ὄρους, ἄνδηρον τῶν ποταμῶν τὸ χεῖλος, Κύθηρα | |
15 | νῆσος πόλιν ὁμώνυμον ἔχουσα πρὸς τῇ Κρήτῃ ἀπὸ Κυθήρου τοῦ Φοί‐ νικος. Φάληρον δῆμος καὶ ἐπίνειον τῆς Ἀττικῆς. Παυσανίας πρώτῳ περιηγήσεως Ἑλλάδος (c. 1, 2). καὶ πληθυντικῶς Φάληρα. ἔστι καὶ Θετταλίας ἄλλη πρὸς τῇ Οἴτη, ἣν Ῥιανὸς διὰ τοῦ α γράφει, Φάλαρον λέγων καὶ Φάληρον διὰ τοῦ η. ἔστι καὶ πόλις ἐν Ὀπικοῖς, εἰς ἣν | |
20 | ἐξεβράσθη Παρθενόπη ἡ Σειρήν, ἣ καλεῖται Νεάπολις. Ἄβδηρα πό‐ λεις δύο· ἡ μὲν Θρᾴκης ἀπὸ Ἀβδήρου τοῦ υἱοῦ Ἑρμοῦ Ἡρακλέους ἐρω‐ μένου, ὃν αἱ Διομήδους ἵπποι διεσπάσαντο, ὡς Ἑλλάνικος καὶ ἄλλοι φασίν. ἡ δὲ δευτέρα τῆς Ἰβηρίας πρὸς τοῖς Γαδείροις, ὡς Ἀρτεμίδω‐ ρος ἐν δευτέρῳ γεωγραφουμένων. Ἀλίφηρα πόλις Ἀρκαδίας, ἀπὸ | |
25 | Λυκάονος παιδὸς Ἀλιφήρου. εὕρηται ἡ παραλήγουσα διὰ διφθόγγου. Βάσηρα πόλις Φοινίκης. ἄβληρον ἡ ἡνία, εὔληρον ἐπὶ ἱματίου καὶ ἐπὶ δεσμοῦ. ἄλευρον, φθινόπωρον, μετόπωρον, πέλωρον, κνέωρον ἀκανθῶδες φυτόν. Κύτωρον πόλις Παφλαγονίας, οἱ δὲ ἡ Κύτωρός φασι. Κοτύωρα κώμη πρὸς τῷ Πόντῳ, ὡς Ἀρριανός. Ἀν‐ | |
30 | νίχωρον. μέμνηται Ἀλκμάν. Μαινόβωρα πόλις Μαστιηνῶν. Ἑκα‐ ταῖος Εὐρώπῃ. Ἄσσωρον ὄρος Σάμου, ὅθεν ῥεῖ ὁ Ἀμφίλυσος. Εὐφο‐ ρίων Ἀρτεμιδώρῳ «δαῖμον ὃς Ἀμφιλύσοιο ῥόον ....» Ἴσαυρα πόλις, Χάραξ δὲ θηλυκῶς. Μάσταυρα πόλις Λυδίας, ἀπὸ Μᾶς. Μᾶ δὲ τῇ Ῥέᾳ εἵπετο, ᾗ παρέδωκε Ζεὺς Διόνυσον τρέφειν. καὶ ἡ Μᾶ παρὰ τῆς | |
35 | Ἥρας ἐρωτηθεῖσα, τίνος εἴη τὸ βρέφος, Ἄρεος ἔφη. καὶ παρὰ Καρσὶν ὁ Διόνυσος Μάσαρις ἔνθεν ἐκλήθη. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ καὶ | |
ταῦρος αὐτῇ ἐθύετο παρὰ Λυδοῖς, ἀφ’ ἧς ἡ πόλις. Ἄνδειρα πόλις | 388 | |
3,1389 | Τρῳάδος. Στράβων ιγʹ (p. 610) καὶ Θεόπομπος ιγʹ. Στάγειρα πόλις Μακεδονίας. λέγεται καὶ Στάγειρος. Γάδειρα πόλις καὶ νῆσος ἐν τῷ ὠκεανῷ στενὴ καὶ περιμήκης, ὡς οὖσα ταινία τῆς γῆς δειρά. Ἐρατοσθέ‐ νης δὲ ἡ Γάδειρος φησὶ θηλυκῶς. Θυάτειρα πόλις Λυδίας, ἡ πρότε‐ | |
5 | ρον Πελόπεια καὶ Σεμίραμις, ὑπὸ Σελεύκου τοῦ Νικάτορος Λυσιμάχῳ πολεμοῦντος καὶ ἀκούσαντος, ὅτι θυγάτηρ αὐτῷ γέγονε, τὴν πόλιν ἐκάλεσε Θυγάτειρα. καὶ ἔδει θηλυκῶς. νῦν δὲ οὐδετέρως φασίν. Κα‐ τάνειρα πόλις .... ὡς Θεόπομπος λεʹ Φιλιππικῶν. Ἀπάτουρον τὸ τῆς Ἀφροδίτης ἱερὸν ἐν Φαναγορείᾳ. Στράβων ἑνδεκάτῃ (p. 495) | |
10 | «ἐτυμολογοῦσι δὲ οὕτως· ἐπιθεμένων ἐκεῖ τῶν Γιγάντων ἐπικαλεσαμένη τὸν Ἡρακλέα ἔκρυψεν ἐν κευθμῶνί τινι, καὶ τῶν Γιγάντων ἕκαστον δεχομένη καθ’ ἕνα τῷ Ἡρακλεῖ παρεδίδου δολοφονεῖν ἐξ ἀπάτης». Ἑκαταῖος δὲ κόλπον οἶδε τὸν Ἀπάτουρον ἐν τῇ Ἀσίᾳ. Βάλβουρα πόλις Λυκίας. Τίβουρα. οὕτως Νικάνωρ ὁ Ἑρμείου Τίβυριν πόλιν | |
15 | Ἰταλίας καλεῖ. * Τὰ εἰς σον οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, Δύνδα‐ σον πόλις Καρίας. Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας βʹ «αὖθις δ’ ἐπὶ Δύνδασον καὶ Κάλυνδα ὁρμῆσαι». Ἄμβασον μητρόπολις τῶν Φρυγῶν. Μέγασα πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει Ἀσίας «ἐξ αὐτῆς Σιτοφάγοι | |
20 | καὶ Ἀροτῆρες ......» Μέδμασα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Ἅρ‐ πασα πόλις Καρίας ἀπὸ Ἁρπάσου ποταμοῦ. Βάργασα πόλις Καρίας ἀπὸ Βαργάσου τοῦ υἱοῦ Βάργης καὶ Ἡρακλέους, ὃν ἐδίωξε Λάμος ὁ Ὀμφάλης καὶ Ἡρακλέους, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Γέρασα πόλις τῆς κοίλης Συρίας, τῆς δεκαπόλεως. Μύλασα πόλις Καρίας | |
25 | ἀπὸ Μυλάσου τοῦ Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. Πήγασα πόλις Καρίας. δεῖ δὲ οὐ διὰ τοῦ δ γράφειν Πήδασα, ἀλλὰ διὰ τοῦ γ Πήγασα. Κύρβασα πόλις Καρίας. Δέδμασα πόλις Καρίας. Ἱέρασα ἢ Ἴρασα τόπος Λιβύης, εἰς ὃν μετήγαγον Βάττον οἱ Λίβυες, ὡς Ἡρό‐ | |
30 | δοτος τετάρτῃ (c. 158). Κάνδασα φρούριον Καρίας. Πολύβιος ἑκκαι‐ δεκάτῳ. Πλάρασα πόλις Καρίας. Τόμισα χωρίον διορίζον Καππα‐ δοκίαν ἀπὸ τοῦ Ταύρου. Πιμώλισα φρούριον τῆς ἐντὸς Ἅλυος Ποντικῆς. Μονόγισα πόλις Καρίας. ἵδρυμα Δαιδάλου μετρῶν ... γίσσα γὰρ τῇ Καρῶν φωνῇ λίθος ἑρμηνεύεται. καὶ νῦν τοὺς πλακώδεις | |
35 | καὶ μαλακώδεις λίθους γίσσα λέγουσιν. Τὰ εἰς τον διβράχεα ὀξύνεται, εἰ μὴ πρὸ τέλους ι ἔχοι μόνον, φυτόν, ῥυτόν εἶδος ποτηρίου, βοτόν ἡ βοτάνη. Χυτόν χωρίον ἠπείρου. Ἔφορος ἐννεακαιδεκάτῳ «οἱ δ’ ἐκ Κλαζομενῶν κατῴκισαν τῆς ἠπείρου τὸ Χυτὸν καλούμενον». τὸ μέντοι βλίτον ἡ βοτάνη βα‐ | |
40 | ρύνεται. σεσημείωται Κύτα πόλις Κολχική. ἔστι καὶ Εὐρώπης. τὸ δὲ | |
Δᾶτον πόλις Θρᾴκης «Ἡρόδοτος ἐνάτῃ (c. 75) μακρᾷ παραλήγεται. | 389 | |
3,1390 | Τὰ εἰς τον δισύλλαβα ἔχοντα σύμφωνα κατὰ σύλληψιν ὀξύνεται, Λεκτόν, δρεπτόν. τὸ μέντοι Ῥάπτα ἡ μητρόπολις τῶν ἐντὸς Αἰ‐ θιόπων βαρύνεται. τὰ δὲ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ἀμετά‐ βολον λήγουσαν βαρύνεται, μύρτον ἡ μυρσίνη, γέντον τὸ κρέας, | |
5 | σπάρτον καὶ Σπάρτον ὄρος πλησίον τοῦ Εὐξείνου πόντου. τὸ μέν‐ τοι παλτόν τὸ δόρυ ὀξύνεται. Τὰ εἰς τον ὑπερδισύλλαβα βαρύνεται, πρόβατον, ἔγκατον, ἄλ‐ φιτον, γίγαρτον. Ἔμβατον τόπος τῆς Ἐρυθραίας. Θεόπομπος Ἑλληνικῶν ὀγδόῃ. Μήκιστον πόλις Τριφυλίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι | |
10 | καὶ ἄλλη τῆς Ἤλιδος. Πρόσπαλτα δῆμος Ἀκαμαντίδος φυλῆς. Σά‐ ραπτα πόλις Φοινίκης. Μαννάκαρτα πόλις Ἀραβίας. Ἀλύαττα χωρίον Βιθυνίας ἀπὸ Ἀλυάττου κρατήσαντος τὸν τόπον. Ἀρτάξατα πόλις Ἀρμενίας. Στράβων ἑνδεκάτῃ (p. 527). ἣν καὶ Ἀρταξιάσατα καλοῦσι. λέγεται τὴν πόλιν οἰκίσαι Ἀρταξίαν Ἀρμενίας βασιλεύσαντα. | |
15 | Ἰωτάπατα πόλις Συρίας. Ἰώσηπος ἐν τρίτῳ (B. I. c. 6) καὶ θηλυκῶς Ἰωταπάτη. Σαμόσατα πόλις Κομμαγηνῆς ἐπὶ τῷ Εὐφράτῃ. Κυρέ‐ σχατα πόλις πρὸς τοῖς ἐσχάτοις Περσίδος, ἣ καὶ Κύρου πόλις καλεῖ‐ ται, Μόκατα πόλις Βιθυνίας, ὡς Δομέτιος Καλλίστρατος ἐν τῷ περὶ Ἡρακλείας τετάρτῳ. Πάνακτον φρούριον Ἀττικῆς, ὡς Ἀνδροτίων | |
20 | ἐν τρίτῳ Ἀτθίδος. Ταΰγετον ὄρος τῆς Λακωνικῆς. Ὅμηρος «ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον» (Od. ζ 103). λέγεται καὶ ἀρσενι‐ κῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀπὸ Ταϋγέτης τῆς μητρὸς Εὐρώτα. Τύδερτα πόλις Τυρρηνική. Ἀρκεσίκερτα, ὅ ἐστιν Ἀρκεσίου κτίσμα, ἐκλήθη Ἐπιφάνεια πόλις κατὰ Τίγριν. Δαδόκερτα φρούριον μέγα | |
25 | τῆς Ἀρμενίας μεταξὺ Μηδίας. Τιγρανόκερτα πόλις πρὸς Ἀρμενίαν, ἀπὸ Τιγράνου βασιλέως Ἀρμενίας. Λάδεστον ἢ Λάδεστα μία τῶν Λιβυρνίδων νήσων. Θεόπομπος καʹ Φιλιππικῶν. Δεκίητον πόλις Ἰτα‐ λίας. Νήριτον τὸ ὄρος. Σύβοτα νῆσος πρὸς τῷ Ἀμβρακικῷ κόλπῳ καὶ λιμήν. Ἄδροττα χωρίον ἐν Λυδίᾳ παραθαλάσσιον καὶ κατάκρη‐ | |
30 | μνον. Κόροντα πόλις Ἀκαρνανίας. Θουκυδίδης δευτέρᾳ (c. 102). τὸ δὲ ἑρπετόν ὀξύνεται καὶ ἐνδυτόν καὶ δελτωτόν ὡς τριγενές. ἔτι καὶ Συρρεντόν πόλις Τυρρηνίας, ἣ καὶ Συρρέντιον, καὶ Πικεντόν. οὕτω γὰρ Φλέγων Πικεντίαν πόλιν Τυρρηνίας καλεῖ. * Τὰ εἰς χον οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, Ναύλο‐ | |
35 | χον· οὕτως πρότερον Σμύρνα ἐκαλεῖτο. Σάριχα πόλις Καππαδοκίας. | 390 |
3,1391 | Τὰ εἰς ρ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, ἔαρ, κέαρ, κτέαρ, στέαρ, φρέαρ, ἃ καὶ στεῖαρ καὶ φρεῖαρ λέγεται «φρείατα μακρὰ νάουσι» (Φ 197) ὡς εἶδαρ γέγονε ἐκ τοῦ ἔδαρ ἐν πλεονασμῷ τοῦ ι, δέλεαρ, ὄνειαρ, ἄλειαρ, νόαρ, ὕπαρ, πύαρ, σῦφαρ, πῖαρ, | |
5 | ἶλαρ, τέκμαρ, ἔχθαρ, νέκταρ, πέπαρ, θέναρ, ὄναρ, ἧπαρ, ἦμαρ, νῶκαρ, μῶμαρ, βῶμαρ, οὖθαρ, πεῖραρ, ὅπερ μόνον ἐστὶ εἰς ρ λῆγον οὐδέτερον πρὸ τοῦ α ἔχον ρ, ἄλκαρ, ἄλειφαρ, κάρηαρ. νίκωρ παρὰ Σώφρονι τῷ μιμογράφῳ, ὕδωρ, ἔλδωρ, ὅπερ κατὰ πλεο‐ νασμὸν τοῦ ε γίνεται ἐέλδωρ τρισυλλάβως «τόδε μοι κρήηνον ἐέλδωρ» | |
10 | (Α 41). ὁ δὲ Ἴβυκος ἔσθ’ ὅτε καὶ θηλυκῶς προφέρεται οὔτι κατὰ σφετέραν ἐέλδω καὶ ἐσθλὰν ποτιδεγμένων ἐέλδω. ἕλωρ, ἐξ οὗ τὸ «ἑλώρια τεῦχε κύνεσσιν» (Α 4)· | |
15 | Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς (Ε 684). τέκμωρ, τοῦτο δέ ἐστιν σημειῶδες, ὅτι μόνον εἰς ωρ λῆγον οὐδέτερον ὑπὲρ μίαν συλλαβὴν ἔχει ἐπιπλοκὴν δύο συμφώνων πρὸ τοῦ ω. ἢ ἴσως ἀναλογώτερον ἐκδεκτέον τὸ τέκμαρ. ἴσον γὰρ ἐγένετο τῷ νέκταρ καὶ ἔχθαρ. οὐ φιλεῖ δὲ τὰ τοιαῦτα προϋπάρχειν τῶν εἰς ωρ. τοῦ δὲ ση‐ | |
20 | μειοῦσθαι τὸ τέκμωρ αἴτιον ὁ πλεονασμὸς τοῦ μ. ἦτορ, ἄορ. Τὰ εἰς ας βαρύνεται, γῆρας, κρέας. τοῦτο μόνον οὐδέτερον εἰς ας καθαρὸν τῷ ε παραλῆγον κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήσει Ἑλλήνων. παρὰ γὰρ Ἑκαταίῳ ἐστὶ «τὰ δέατα περιτεταμένοι». ἀλλ’ οὐ σύνηθές ἐστι λέγειν δέας. ὅ τε Σοφοκλῆς ἐν Κηδαλίωνι σατυρικῷ φησι | |
25 | καὶ δή τι καὶ παρεῖκα τῶν ἀρτυμάτων ὑπὸ τοῦ δέατος. ἀντὶ τοῦ δέους. ἀλλ’ οὐ λέγεται ἡ εὐθεῖα δέας. ὅ τε Ξενοφάνης φησὶ ἁγνὸν ἐνὶ σπεάτεσσι τεοῖς καταλείβεται ὕδωρ. ἀλλ’ οὐ γὰρ λέγεται σπέας. ἡ γὰρ ἀναλογία ὡς ἀπὸ τοιούτων εὐθειῶν | |
30 | τὰς κλίσεις λαμβάνει, οὐκ οὐσῶν μέντοι ἐν χρήσει Ἑλλήνων. τὸ δὲ | |
παρὰ τῷ ποιητῇ κτεάτεσσιν (α 218) | 391 | |
3,1392 | ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε (α 218) μεταπλασμοῦ ἔχεται ἐκ τῆς κτεάτοις δοτικῆς. —δέμας. καὶ τοῦτο μο‐ νῆρές ἐστι, οὐδὲν γὰρ εἰς μας λῆγον οὐδέτερον «στήτην ἐγγὺς ἰόντε, δέμας δ’ ἄνδρεσσιν ἐΐκτην» (Φ 285). οὖας, κέρας, δέπας, πέρας, | |
5 | τέρας, βρέτας, λέπας, σκέπας, κνέφας, σέβας, γέρας, ψέφας, οὖδας, κῶας. Ἔτι τὰ εἰς ος βαρύνεται, τεῖχος· ἔστι καὶ φρούριον Ἀχαΐας. βέ‐ λος, πέλαγος, ὄνειδος. φᾶρος, ὅπερ ἐστὶ σημειῶδες. τὰ εἰς ος λήγοντα οὐδέτερα, εἰ ἔχοι πρὸ τέλους τὸ α, συνεσταλμένον πάντως | |
10 | αὐτὸ ἔχει, εἰ μὴ κατὰ διάλεκτον εἴη, ὥσπερ τὸ πᾶρος ἐπὶ γὰρ πᾶρος ὀνιαρὸν ἱκνεῖται Ἀλκαῖός φησι. τοιοῦτο δέ ἐστι καὶ τὸ μᾶκος, δᾶνος. τὸ δὲ πρᾶ‐ γος ἤδη καὶ τὸ ῥῆμα δοκεῖ ἔχειν μεταβολήν. ἔστω οὖν τῶν συστελ‐ λόντων τὸ α παραδείγματα, πάθος, τάφος. ὅπερ καὶ ἀρσενικόν ἐστι | |
15 | ὣς οἵγ’ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο (Ω 804). καὶ θηλυκὸν ἐπὶ τῆς νήσου. ὁπότε δὲ ἐπὶ τῆς ἐκπλήξεως παραλαμβά‐ νεται, γένος ἐπιδέχεται τὸ οὐδέτερον· ἣ δ’ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανε (ψ 93). ἀλλ’ ἴσως τοῦτο ἀμφίβολον. ὁ μέντοι Ἴβυκος διέστειλε τὸ γένος ἐν τῷ | |
20 | πρώτῳ, σχεδὸν τὸν Ὁμηρικὸν μεταλαβών· φησὶ γὰρ δαρὸν χρόνον ἧστο τάφει πεπηγώς. οὕτω γὰρ ἔκλινεν ὡς βέλει. Ἀναδράμωμεν δὴ ἐπὶ τὰ παραδείγματα, θάλος, δάος «δάος μετὰ χερσὶν ἔχουσα» (ψ 294), φάος, πάθος, μά‐ θος. Ἀλκαῖος «ἀππατέρων μάθος», νάπος, γάνος, σάκος, δάκος, | |
25 | βάρος, χάος, κράτος, θράσος. σημειῶδες ἄρα τὸ φᾶρος ἐκτεινό‐ μενον τὸ α. φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα (π 173) οἱ μέντοι τραγικοὶ ἐπίσης ἐκτείνουσι τοῦ προκειμένου ὀνόματος τὸ α καὶ συστέλλουσι, ὡς παρ’ Αἰσχύλῳ ἐν Σαλαμινίαις· | |
30 | εἴ μοι γένοιτο φᾶρος ἴσον ἐν οὐρανῷ. ἀλλὰ κατὰ συστολὴν παρὰ Σοφοκλεῖ ἐν Τηρεῖ σπεύδουσαν αὐτήν, ἐν δὲ ποικίλῳ φάρει καὶ ἐν Κρίσει σατυρικῇ καὶ δὴ φάρει τῷδ’ ὡς ἐμῷ καλύπτομαι. | |
35 | παραφυλακτέον ὅτι τὸ φάρος τυχὸν συστελλομένου τοῦ α ἀναδέχεται πάλιν ἐν διαφόρῳ σημαινομένῳ τὰ τρία γένη ὥσπερ καὶ τὸ τάφος. ἔστι γὰρ ἀρσενικόν. οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύς. ἀλλὰ καὶ | |
θηλυκὸν ἐπὶ τῆς νήσου ἀπ’ αὐτοῦ τὸ ὄνομα λαβούσης, ὥς φησιν Ἑκα‐ | 392 | |
3,1393 | ταῖος. καὶ οὐδέτερον, ὁπότε σημαντικὸν τοῦ ἱματίου ἢ καὶ τοῦ ἀρό‐ τρου, ὡς καὶ παρ’ Ἀλκμᾶνι· ἀλλὰ καὶ παρὰ Ἀντιμάχῳ «ἀεὶ φάρεος χατέουσιν ἑκόντες». οὕτως ἐν τοῖς ἀντιγράφοις εὕρηται. —κάλλος· καὶ τοῦτό ἐστι μονῆρες. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα βαρύτονα | |
5 | ἔχοντα δισσὸν τὸ λ οὐ θέλει εἶναι οὐδέτερα. Ὕλλος. Κύλλος τὸ κύριον. Σκύλλος, Ψύλλος, Τέλλος, Φέλλος τὸ κύριον, Βίλλος, σίλλος, Γρύλλος, Κόλλος, Γάλλος, ἴλλος, Γίλλος. ἔστι δὲ καὶ ἄλλα πολλὰ τούτοις ἐμ‐ φερῆ, ἅπερ παραιτεῖται τὸ οὐδέτερον γένος. δῆλον οὖν ὡς τὸ κάλλος πεπλάνηται ἢ περὶ ποσότητα τοῦ λ ἢ περὶ τὸ γένος. ὅσα γὰρ οὐδέ‐ | |
10 | τερά ἐστιν εἰς ος λήγοντα, ταῦτα παραιτεῖται ἔχειν ἕτερον λ, ὡς τὸ ἕλος—ἔστι καὶ πόλις Λακωνικὴ καὶ Μεσσηνίς «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594) παρὰ τὸ ἐν ἕλει εἶναι· ἔστι καὶ Ἕλος Αἰγύπτου. ἔστι δὲ καὶ τόπος μεταξὺ τοῦ Πειραιέως καὶ τοῦ τετρακώμου Ἡρα‐ κλείου, ἐν ᾧ τοὺς γυμνικοὺς ἀγῶνας ἐτίθεσαν τοῖς παναθηναίοις— | |
15 | θάλος «φίλου θάλος» (Χ 87). —σκέλος, βέλος, τέλος, μέλος δισύλλαβα· τὰ δὲ διὰ τοῦ ελος ὑπὲρ δύο συλλαβὰς ὄντα οὐδέτερα οὐκ εἰσὶν οἷον ζάφελος, σκόπελος, πέμπελος πλὴν τοῦ ὄφελος, ὅπερ εἰ‐ κότως ὡς μὴ ἔχον τι μιμήσασθαι, ἄκλιτον ἔμεινεν. ὕψος μόνον ὄνομα ἀρχόμενον ἀπὸ τοῦ υ ἔχον ἐπιφερόμενον διπλοῦν. αἴτιον δὲ τὸ πά‐ | |
20 | θος. γέγονε γὰρ παρὰ τὸ ὄπτω τὸ βλέπω ὄψω ὄψος καὶ τροπῇ Αἰο‐ λικῇ ὕψος. Αἰολεῖς δ’ ἴψος λέγουσιν αὐτὸ οἰκειότερον· ἔστι γὰρ εὑρέ‐ σθαι τὸ ι πρὸ τοῦ διπλοῦ, ἵζω, ἰξός, «μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν» (Α 454). ὡσαύτως ἀπὸ μελλόντων τὸ ἅψος «λύθεν δέ οἱ ἅψεα πάντα» (δ 794) καὶ «πίσεα ποιήεντα» (Υ 9). στεῖνος τὸ οὐδέτερον—«στεῖ‐ | |
25 | νος ὁδοῦ κοίλης» (Ψ 419)· ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικὴν «στείνει ἐν αἰνοτάτῳ» (Il. Θ 476)—τὸ δὲ ἀρσενικὸν ὀξύνεται, ὡσαύτως καὶ μάκρος παρ’ Ἀριστοφάνει «ὦ Πόσειδον τοῦ μάκρους» (Av. 1131). καὶ μακρός—καὶ κλεῖτος παρ’ Ἀλκμᾶνι «τῷ ἐν Θεσσαλίῳ κλείτει» καὶ κλειτός. —οὖδος, ὅπερ ἀπὸ τοῦ οὖδας γίνεται ὡς γῆρος παρὰ | |
30 | τὸ γῆρας καὶ κῶος παρὰ τὸ κῶας καὶ ὦος παρὰ τὸ ὦας. —κνύος ἡ φθορά παρὰ τὸ κνύω παρ’ Ἡσιόδῳ ὡς παρὰ τὸ θύω θύος καὶ φλύω φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας. Αἶπος ὄρος Λυδίας. Ἄργος διασημοτάτη πόλις Πελοποννήσου. δευτέρα Ἄργος τὸ Ἀμφιλοχικόν. τρίτη Θεσσαλίας ἡ νῦν Λάρισσα. τετάρτη Κιλικίας ἡ νῦν Ἀργειόπολις | |
35 | πέμπτη ἐν Νισύρῳ μιᾷ τῶν Κυκλάδων. ἕκτη κατὰ Τροιζῆνα. ἑβδόμη | |
κατὰ Μακεδονίαν. ὀγδόη Ἄργος Ὀρέστιον ἡ ἐν Σκυθίᾳ. ἐνάτη Καρίας. | 393 | |
3,1394 | δεκάτη τὸ Ἀργολικόν. ἑνδεκάτη ἡ Φαιάκων Ὑπέρεια. Ἄργος δὲ σχε‐ δὸν πᾶν πεδίον κατὰ θάλασσαν. Βῖδος φρούριον ἐν Σικελίᾳ. εὕρηται δὲ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι. Ἕρμος ὡς ἕρκος οὐδετέρως δῆ‐ μος τῆς Ἀκαμαντίδος φυλῆς. λέγεται καὶ Ἕρμοι. τέμενος· ἔστι καὶ | |
5 | Τέμενος τόπος Σικελίας ὑπὸ τὰς Ἐπιπολὰς πρὸς ταῖς Συρακούσαις. τὸ ἔλεγχος, τὸ σκότος, τὸ τάριχος γέγονε κατὰ μεταβολὴν τοῦ γένους ἐκ τοῦ ὁ ἔλεγχος, ὁ σκότος, ὁ τάριχος. αἱ δὲ μετοχαὶ ὀξύνον‐ ται, τὸ τετυφός, πεποιηκός. Τὰ εἰς ες μονογενῆ προπαροξύνεται, Κυνόσαργες γυμνάσιον ἐν | |
10 | τῇ Ἀττικῇ καὶ δῆμος, ἀπὸ Διόμου, ἀφ’ οὗ ὁ χῶρος Ἀθήνησι Διόμεια καλεῖται. Δίομος γὰρ Ἡρακλεῖ ὡς θεῷ θύων τὰ ξενώσων (?) ἱερὰ Ἡρα‐ κλεῖ ἥρῳ ἔδειξε καὶ αὐτῷ κύων λευκὸς ἁρπάσας τὰ μηρία εἰς τοῦτο τὸ χωρίον ἤνεγκε. ὅμαρες τὸ συμφωνοῦν, πεύκαες τὸ πικρόν, ῥώ‐ παες τὸ ἀλσῶδες, πάνακες, δονάκαες. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται | |
15 | ὥσπερ καὶ τὰ ἀρσενικά, εὐσεβές, εὐγενές. ΠΕΡΙ ΜΟΝΟΣΥΛΛΑΒΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ ιδʹ. Πᾶν ὄνομα μονοσύλλαβον οὐδέτερον μακροκατάληκτον, εἴτε ἀπαθὲς εἴη εἴτε πεπονθός, περισπᾶται καὶ ἔστι τὰ μονοσύλλαβα τῶν στοιχείων | |
20 | ὀνόματα εἶ, μῦ, νῦ, ξῖ, οὖ, πῖ, ῥῶ, ταῦ, φῖ, χῖ, ψῖ, ὦ. —πᾶν ἀπὸ τοῦ πᾶς καὶ τὸ δῶ ἀπὸ τοῦ δῶμα καὶ τὸ φᾶρ τὸ ἱμάτιον ἀπὸ τοῦ φᾶρος καὶ κρῖ, σταῖς, στῆρ τὸ στέαρ, οὖς, ὦς, φῶς, πῦρ, σκῶρ· τοῦτο δέ φασι Δωριεῖς ὀξύνειν· τὰ δὲ ἔχοντα βραχεῖαν ὀξύνε‐ ται, ἕν, τίς τί. | |
25 | Πᾶν ὄνομα μονοσύλλαβον εἰς ν λῆγον ἀρσενικὸν καὶ θηλυκὸν ὀξύ‐ νεται, Πάν ὁ δαίμων, Δάν· οὕτως εἴρηται ὑπὸ Βοιωτῶν ὁ Ζεύς, Ζάν· οὕτω γὰρ εἴρηται ὁ θεὸς ὑπὸ τῶν μεταγενεστέρων Αἰολέων· καὶ ἔτι | |
οἱ μεταγενέστεροι Ἴωνες διὰ τοῦ α Ζάν ὁμοίως τῷ Λυκᾶνι «κλῦθί μοι | 394 | |
3,1395 | Ζανός τε κούρη Ζανί τ’ ἐλευθερίῳ». Ζήν ὁ Ζεύς καὶ Δήν, μήν, σπλήν, σφήν, ψήν ἀρσενικά, τὸ δὲ χήν κοινὸν τῷ γένει· θηλυκὸν γὰρ αὐτὸ οἶδεν ὁ ποιητής «ὡς ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ» (Od. ο 174) καὶ «αἰετὸς ἀργὴν χῆνα φέρων» (ο 161), ἀρσενικὸν | |
5 | δὲ οὕτως «χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν—ἐξ ὕδατος» (Od. τ 536), εἶτα ἐπιφέρει ἐλθὼν δ’ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης πᾶσι κατ’ αὐχένας ἦξε καὶ ἔκτανεν, οἱ δὲ κέχυντο. λέγεται δὲ καὶ Χήν πόλις Λακωνικῆς θηλυκῶς. καὶ τὸ μὲν χήν ἐν | |
10 | κοινότητι. Ὧι ὅμοιον δύναιτο ἂν εἶναι καὶ τὸ ῥήν τὸ θρέμμα, εἴ τις βούλοιτο. ἐπὶ δὲ τῆς αἰτιατικῆς Νίκανδρος (Ther. 453) «αὐτὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν». τὸ δὲ φρήν μόνως θηλυκὸν πεπλά‐ νηται περὶ τὸ γένος, διὸ καὶ ἐξηλλάγη αὐτοῦ ἡ κλίσις ὡς πρὸς τὰ ἄλλα μονοσύλλαβα, φρενός γάρ, τῶν ἄλλων φυλασσόντων τὸ η. οὐκ ἀντι‐ | |
15 | θήσει τις ἡμῖν τὸ παρὰ τῷ Ἑρμησιάνακτι ἐν Λεοντίου αʹ «δερκόμενος πρὸς κῦμα, μόνη δὲ οἱ ἐφλέγετο γλήν. οὐ γὰρ ἐντελές, ἀποκεκομ‐ μένον δὲ ἐκ τοῦ γλήνη. Ῥών πόλις τῆς Γανδαρικῆς Σκυθίας, κλών, πρών, Χών ὄνομα ποταμοῦ, ἐξ οὗ καὶ ἡ ἤπειρος Χωνία, παρὰ Ἡρο‐ δότῳ (9, 93) καὶ Χών τὸ ἐθνικόν, οὗ μέμνηται Στράβων ἐν ἕκτῃ | |
20 | (p. 254) «καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ’ ἧς οἱ ταύτῃ Χῶνες ἐκλή‐ θησαν». χθών μόνον θηλυκὸν ἐκ τῶν εἰς ων μονοσυλλάβων καὶ διαλ‐ λάξαν κατὰ τὴν κλίσιν. γίνεται δὲ παρὰ τὸ χῶ ῥῆμα χών καὶ χθών. Θών, ἀφ’ οὗ καὶ ἡ γενικὴ Θῶνος. τὸ δὲ Θῶν Θῶντος ἐκ πάντων τῶν μονοσυλλάβων μόνον περισπᾶται μιμησάμενον κατὰ τὴν κλίσιν τὴν | |
25 | σμῶντος, κλῶντος, δρῶντος μετοχήν. Τὰ εἰς ιν μονοσύλλαβα δικατάληκτα ὀξύνεται, ἴν ἴς, ῥίν ῥίς, θίν θίς. * Εἰς υν μονοσύλλαβον οὐκ ἔστιν εὑρεῖν· πάντα γὰρ ὑπὲρ μίαν συλλαβήν ἐστιν· διὸ τὴν κυνός γενικὴν ἀπὸ τῆς κύονος συνεκκεκόφθαι | |
30 | φαμέν, ὡς καὶ ἡ κλητικὴ μαρτυρεῖ ὦ κύον. Τὰ εἰς αξ μονοσύλλαβα ὀξύνεται, σπάξ· οὕτως ὁ κύων παρὰ Πέρ‐ | |
σαις, πλάξ, γλάξ βοτάνη γαλακτοποιός, ῥάξ· ἔστι δὲ καὶ Ῥάξ νῆσος | 395 | |
3,1396 | Λυκίας. Πράξ Ἀχιλλέως ἀπόγονος, ὃς ἐξ Ἠπείρου μὲν ὥρμησε, ᾤκησε δὲ ἐν τῇ Λακωνικῇ, ἀφ’ οὗ Πρᾶκες ἔθνος. ὡσαύτως δὲ καὶ τὰ μετὰ συμφώνου ὀξύνεται στράγξ καὶ σάρξ. Τὰ εἰς ξ μονοσύλλαβα ἔχοντα ἕν τι τῶν φύσει βραχέων, σπάνια ὄντα | |
5 | καὶ ἱστορίας ἐχόμενα, ὀξύνεται, Λέξ τὸ ἔθνος, κρέξ, πρόξ, φλόξ, κρόξ, δόρξ, ζόρξ, ὅλξ. Τὰ εἰς ξ λήγοντα μονοσύλλαβα ἔχοντα ἕν τι τῶν φύσει μακρῶν ὀξύνεται, σφήξ· Σφῆκες δὲ ἐκαλοῦντο καὶ οἱ τὴν Κύπρον ἐνοικοῦν‐ τες. κήξ, βήξ, δήξ, πτώξ, πρώξ, ῥώξ, ὃ διὰ τοῦ γ κλίνεται, ὤλξ· | |
10 | τὸ δὲ βῶξ μόνον ἐκ πάντων περισπᾶται, ἐπεὶ τούτου ἐντελέστερον τὸ βόαξ, ὡς Ἀριστοφάνης ἀλλ’ ἔχουσα γαστέρα μεστὴν βοάκων καὶ Φερεκράτης εἰπὼν | |
15 | τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν ἰχθῦν γέ φασι τὸ παράπαν ἐπιφέρει νὴ τὼ θεώ κοὐκ ἔστιν ἰχθῦς ἄλλος ἢ βόαξ. | |
20 | Ἀριστοτέλης δὲ ὅτι μόνος τῶν ἰχθύων φωνὴν προΐεται καὶ οὕτως ὠνό‐ μασται. Τὰ εἰς ιξ μονοσύλλαβα ὀξύνεται, στίξ ἡ τάξις, φρίξ, θρίξ, ψίξ, πνίξ, πλίξ, Βρίξ ἔθνος Θρᾳκικόν. Ἡρόδοτος ἑβδόμῃ (c. 73) «οἱ δὲ Φρύγες, ὡς Μακεδόνες λέγουσι, καλέονται Βρίγες» ἀπὸ Βρίγου τοῦ | |
25 | κατοικήσαντος ἐν Μακεδονίᾳ, ἴξ θηρίδιόν τι ἐσθίον τὰς ἀμπέλους, Φίξ, Σφίξ, στρίξ καὶ στρίγξ εἶδος ὀρνέου, ὅπερ τινὲς καὶ διὰ τοῦ λ γρά‐ φουσι στλίξ, Λίγξ ποταμὸς Μαυριτανίας καὶ πόλις· τινὲς δὲ Λίξον γράφουσιν. Τὰ εἰς υξ μονοσύλλαβα ὀξύνεται, τρύξ, Φρύξ τὸ κύριον καὶ τὸ | |
30 | ἐθνικόν, Βρύξ Μακεδονικὸν ἔθνος προσεχὲς Ἰλλυριοῖς, πτύξ, Στύξ, | |
νύξ, στρύξ, πνύξ τὸ παρ’ Ἀθηναίοις δικαστήριον· ἔστι πύκν ὄνομα | 396 | |
3,1397 | κύριον. οὐ δύναται δὲ καταλῆξαι καὶ ὑπερετέθη τὸ ν καὶ ἐτράπη τὸ κ εἰς ξ πνύξ. ὑπέρθεσιν ἄρα ἔχει διὰ τὴν κατάληξιν· ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ κ πνύξ πυκνός «τῆς πυκνὸς τὰς ἡνίας» «τοῦ λίθου τοῦν τῇ πυκνί» καὶ «πύκνα». κέκληται δὲ παρὰ τὸ πυκνὸν | |
5 | τῶν πάλαι ᾠκισμένων οἰκιῶν, λύγξ καὶ Λύγξ πόλις Λιβύης πρὸς τοῖς Γαδείροις μετὰ τὸν Ἄτλαντα· καὶ νῆσος Ἄτλαντος καὶ πόλις Λύγξ, ὡς Ἀρτεμίδωρος. Τὰ εἰς αιξ μονοσύλλαβα ὀξύνεται, Ῥαίξ, Γραίξ, Γραῖκες γὰρ παρ’ Ἀλκμᾶνι αἱ τῶν Ἑλλήνων μητέρες καὶ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν· | |
10 | εἰσὶ δὲ καὶ Γραῖκες Αἰολέων οἱ τὸ Πάριον οἰκοῦντες. ἔστι δὲ ἢ μετα‐ πλασμὸς ἢ τῆς Γραίξ εὐθείας κλίσις ἐστίν. ἀλλὰ δύο μόνα εὕρηται ἐν τῇ συνήθει χρήσει· τὸ αἴξ ἐπὶ τοῦ ζῴου· καὶ τοῦτο οἱ Ἀττικοὶ περι‐ σπῶσι, καὶ τὸ Θρᾷξ, ὅπερ οὐδὲ ἐκφωνεῖ τὸ ι. τοῦτο δὲ περισπᾶται, ἐπεὶ καὶ ἐντελέστερον αὐτοῦ τὸ Θράϊξ δισύλλαβον «Θρήϊκας» (Il. Β 844) | |
15 | καὶ «Θρήϊκες οἵδ’ ἀπάνευθε νεήλυδες» (Κ 434) καὶ «Θρηΐκιον» (Ψ 230). Τὰ εἰς αυξ μονοσύλλαβά εἰσι δύο μόνα, τὸ Ταῦξ, ἱστορεῖται οὗ‐ τος ποταμὸς περὶ Σικελίαν, καὶ τοῦτο περισπᾶται, καὶ τὸ γλαύξ, ὃ παρ’ ἡμῖν μὲν ὀξύνεται, παρὰ δὲ Ἀθηναίοις καὶ τοῦτό τινες περισπῶσιν. Οὐδὲν εἰς οιξ λήγει ὄνομα πλὴν μόνον ἡ προίξ καὶ ὀξύνεται. | |
20 | Πᾶν τοίνυν εἰς ξ μονοσύλλαβον κοινολεκτούμενον ὀξύνεται πλὴν τοῦ Θρᾷξ καὶ τοῦ βῶξ. Τὰ εἰς ρ ἀρσενικὰ καὶ θηλυκὰ μονοσύλλαβα ὀξύνεται. Πάρ· τόπος δέ ἐστιν ἐν τῷ περὶ Θυρέᾳ, ἐν ᾧ ἐμαχήσαντο οἱ Ἀργεῖοι καὶ Λακεδαι‐ μόνιοι. Κάρ· ἔστι δὲ ἔθνος ὁμονύμως τῷ κτίστῃ. Μάρ ἔθνος προσε‐ | |
25 | χὲς τοῖς Μοσσυνοίκοις. Ἑκαταῖος Ἀσίᾳ. ψάρ· ἔστι δὲ εἶδος ὀρνέου· τοῦτο δὲ παρὰ τῷ ποιητῇ καὶ διὰ τοῦ α εὑρίσκεται καὶ διὰ τοῦ η οἷον | |
«κολοιούς τε ψῆράς τε» (Π 583) καὶ «ψαρῶν νέφος ἔρχεται» (Ρ 755). | 397 | |
3,1398 | Σήρ ἔθνος Ἰνδικόν, ὅθεν σηρικὰ τὰ πολυτελῆ ἱμάτια. Τρήρ Θρᾴκιον ἔθνος. λέγεται καὶ τρισυλλάβως παρὰ Καλλίνῳ τῷ ποιητῇ «Τρήρεας ἄνδρας ἄγων». Θεόπομπος Θρᾶρας αὐτοὺς καλεῖ. Ἀρριανὸς δὲ ἐν Βιθυνιακοῖς Τρίηρας. θήρ, φήρ ὁ κένταυρος «φηρσὶν ὀρεσκῴοις» (Α 268) | |
5 | καὶ κήρ τὸ θηλυκὸν ἡ θανατηφόρος μοῖρα «μάρτυροι οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι» (Β 302) καὶ κατὰ ποιητικὴν συστολὴν τοῦ η εἰς α «τίω δέ μιν ἐν καρὸς αἴσῃ» (Ι 378), ἤρ ἐπὶ τῆς ἐπικουρίας· καὶ ὀξύνεται ἡ γενικὴ ἠρός καὶ ἡ αἰτιατικὴ ἦρα καὶ ἐν συνθέσει ἐπιῆρα. βήρ τὸ φρέαρ παρὰ Φοίνιξι. —Τὰ εἰς ειρ λήγοντα μονοσύλλαβα τρία | |
10 | μόνα εἰσίν, ἓν μὲν θηλυκὸν τὸ χείρ, δύο δὲ ἀρσενικὰ τὸ Εἴρ· ἔστι δὲ ὄνομα ποταμοῦ, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν Γεωγραφουμένοις καὶ τὸ φθείρ. τὸ δὲ Φθίρ ὁ υἱὸς τοῦ Ἐνδυμίωνος διὰ τοῦ ι γράφεται, παρὰ δὲ τοῦτο τὸ ὄρος Καρίας καὶ οἱ κατοικοῦντες Φθῖρες «Φθιρῶν τ’ ὄρος ἀκριτόφυλλον» (Β 868). ὁμοίως καὶ τὸ Σίρ ἔθνος Θρᾴκης ὑπὲρ τοὺς | |
15 | Βυζαντίους. —φώρ ὁ κλέπτης, Νώρ ὄνομα ἔθνους. Σώρ. τὸ δὲ ὦρ περισπᾶται· ἔστι δὲ μόνον θηλυκὸν εἰς ωρ ἐκ τοῦ ὄαρ γενόμενον κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω ὥσπερ κρείττονα κρείττω· ἡ δὲ εὐθεῖα οὐχ | |
εὕρηται, ἀναπλάττομεν δὲ αὐτὴν ἀπὸ τοῦ «ἀμύνεμεν ὤρεσιν» (Il. Ε 486). | 398 | |
3,1399 | τὸ μέντοι πῦρ, ὅπερ Σιμωνίδης καὶ ἕνεκα μέτρου δισυλλάβως ἀπεφή‐ νατο· «τοῦτο γὰρ μάλιστα φῆρες ἔστυγον πύϊρ», στῆρ, κῆρ τὸ κέαρ, σκῶρ ἡ κόπρος ὡς οὐδέτερα περισπᾶται. ὡσαύτως καὶ βλῆρ Αἰολικῶς τὸ δέλεαρ. οἱ Αἰολεῖς τὸ δ εἰς β τρέπουσι· τοὺς γὰρ δελφῖνας βελφῖ‐ | |
5 | νάς φασι καὶ τοὺς Δελφούς Βελφούς· οὕτως οὖν δέλεαρ βέλεαρ καὶ κατὰ συγκοπὴν καὶ συναλοιφὴν βλῆρ πεποίηται. οὕτω καὶ οἱ Βοιωτοὶ ποιοῦσι. τὸ δὲ Σῦρ οὐ σύνηθες παρὰ Ἕλλησιν, ἀλλ’ ἱστορίας ἐχόμε‐ νον, ἄλλως τε οὐδ’ ἄντικρυς οὐδέτερον. οὕτω γὰρ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη. | |
10 | Τὰ εἰς ας μονοσύλλαβα, εἰ μὲν ἀποβολῇ τοῦ ς τὴν γενικὴν ποιοῦσι, περισπῶνται, ὁ Γρᾶς τοῦ Γρᾶ, ὁ Θᾶς τοῦ Θᾶ ὄνομα κύριον, ὁ Χνᾶς τοῦ Χνᾶ· οὕτως δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ λέγε‐ ται. Δᾶς· ὄνομα δὲ τοῦτο ποταμοῦ. Βᾶς· ἱστορεῖται δὲ οὗτος βασι‐ λεὺς Πόντου. Λᾶς· τοῦτο δὲ καὶ ποταμὸν καὶ λίθον καὶ πόλιν σημαίνει· | |
15 | πᾶς πᾶ ὁ πατήρ· εἰ δὲ περιττοσυλλάβως κλίνοιτο μονογενῆ ὄντα, ὀξύ‐ νεται, Πράς Πράντος ὄνομα πόλεως Περραιβικῆς καὶ ποταμοῦ καὶ τὸ ἐθνικὸν ὁμοφώνως, εἰ καὶ ἐν τῷ Ὀνοματικῷ εἶπον αὐτὸ περισπᾶσθαι, Ζάς Ζάντος ὁ Ζεύς, Φθάς κύριον, κράς ἡ κεφαλή. τοῦτο δὲ μόνον διὰ τοῦ τ ἐκλίθη, τῶν ἄλλων μονοσυλλάβων ὀξυτόνων μετοχικῶς κατὰ | |
20 | τὸ φάς φάντος διὰ τοῦ ντ κλινομένων. ἔχομεν δὲ χρῆσιν τῆς εὐθείας παρὰ Σιμμίᾳ τῷ Ῥοδίῳ οὕτως «χρυσῷ τοι φαέθοντι πολύλλιτος ἐμφέ‐ ρεται κράς». τὸ μέντοι πᾶς παντός τριγενές. τὸ δὲ δᾴς δᾳδός τοῦ | |
ι προσγεγραμμένου ὀξύνεται ὡς ἐκ τοῦ δαΐς ὀξυνομένου συναιρεθέν. | 399 | |
3,1400 | Τὸ ναῦς ὃ καὶ νᾶς, καὶ γραῦς καὶ βαῦς μόνως θηλυκὰ περισπᾶ‐ ται καὶ τὰ εἰς αις μονοσύλλαβα, παῖς κοινὸν κατὰ γένος· ἔστι δὲ ἀπὸ τοῦ πάϊς· σταῖς οὐδέτερον. τὸ δὲ δαίς ἡ εὐωχία θηλυκὸν ὀξύνεται. Τὰ εἰς εἰς μονογενῆ ὀξύνονται, δείς ἄρρητον, ὅπερ ἀεὶ μετὰ τῆς | |
5 | οὐ ἀποφάσεως ἢ τῆς μή ἀπαγορεύσεως σύνεστιν, οὐδείς μηδείς. μείς Αἰολικῶς ὁ μήν, κτείς καὶ κλείς θηλυκόν. τὸ μέντοι εἷς περισπᾶται ὡς τριγενές. τὰ γὰρ εἰς εις λήγοντα ὀνόματα κοινολεκτούμενα ἔχοντα οὐδετέρου παρασχηματισμὸν ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν οἷον χα‐ ρίεις χαρίεν, δαφνήεις δαφνῆεν, αὐδήεις αὐδῆεν. τούτῳ οὖν τῷ λόγῳ | |
10 | καὶ τὸ εἷς ἔχον οὐδετέρου παρασχηματισμὸν οἷον τὸ ἕν ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν. πρόσκειται «ὀνόματα» διὰ τὰς μετοχὰς οἷον διὰ τὸ τυφθείς τοῦ τυφθέντος, δαρείς δαρέντος, νυγείς νυγέντος. ταῦτα γὰρ ὀξύνονται. πρόσκειται «κοινολεκτούμενα», ἐπεὶ τὸ εὐσεβής καὶ εὐγενής οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου προφέρονται. πρόσκειται «ἔχοντα | |
15 | οὐδετέρου παρασχηματισμόν» διὰ τὸ κτείς κτενός. τοῦτο γὰρ ὀξύνεται, ἀλλ’ οὐκ ἔχει οὐδετέρου παρασχηματισμόν. τὸ οὖν εἷς ὡς ἔχον οὐδε‐ τέρου παρασχηματισμὸν οἷον τὸ ἕν οὐ δύναται ὀξύνεσθαι· ἀλλ’ οὐδὲ βαρύνεσθαι δύναται, ἐπεὶ μονοσύλλαβόν ἐστι, τὰ δὲ μονοσύλλαβα οὐδέ‐ ποτε βαρύνονται, ἀλλ’ ἢ ὀξύνονται οἷον Κρής Τρώς πούς τίς νύξ φλόξ | |
20 | ἢ περισπῶνται οἷον βοῦς νοῦς παῖς γραῦς πᾶς. μὴ δυνάμενον οὖν τὸ εἷς μήτε ὀξύνεσθαι ὡς ἔχον οὐδετέρου παρασχηματισμὸν μήτε βαρύνε‐ σθαι ὡς μονοσύλλαβον ἐξ ἀνάγκης περιεσπάσθη. Ἀμέλει ὅταν πλεονάσῃ τὸ ε καὶ ὑπερβῇ τὴν μονοσυλλαβίαν βαρύνεται οἷον ἕεις ὡς παρὰ τῷ Ἡσιόδῳ (Theog. 145) «κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ». | |
25 | Τὰ εἰς οις περισπᾶται· ἔστι δὲ δύο μόνα τὸ οἶς καὶ παρ’ Ἀττι‐ κοῖς τὸ φθοῖς συναιρεθέντα ἐκ δισυλλάβων τὸ ὄϊς καὶ φθόϊς. Τὰ εἰς ευς μονοσύλλαβα ὀξύνεται, Ζεύς, Φλεύς ἐπὶ τοῦ Διο‐ νύσου κείμενον, ὡς ἐν ταῖς ἐπικλήσεσιν εὕρομεν, Νεύς ἐπὶ ποταμοῦ κείμενον, ὥς φησι Φιλέας, θεύς ἐκ συναλοιφῆς γενόμενον, Δεύς ὑπὸ | |
30 | Βοιωτῶν ὁ Ζεύς, σεύς ἀπὸ ἀναλογίας πλασσόμενον, Δνεύς ἐθνικὸν | 400 |
3,1401 | «μὴ Δνεὺς χίμαιραν, ἄγριον ὀφλήσεις». τὸ μέντοι νεῦς ἡ ναῦς περι‐ σπᾶται ὥσπερ καὶ τὸ γρεῦς. Τὰ εἰς ους μονοσύλλαβα, εἴτε ἀπαθῆ εἴτε συνῃρημένα, περισπᾶ‐ ται, βοῦς, πλοῦς, ῥοῦς, φλοῦς, χλοῦς, Γλοῦς ὁ λῃστής, χνοῦς | |
5 | παρὰ Σοφοκλεῖ, κνοῦς, θροῦς, νοῦς, σοῦς, χροῦς πολὺ παρὰ τοῖς Ἴωσι, χοῦς καὶ Χοῦς ἔθνος Βεχείρων ἐγγύς. Ἑκαταῖος ἐν Ἀσίᾳ «εἰς μὲν τοῦτο ἡ Βεχειρική, ἔχονται δ’ αὐτῶν Χοῖ» καὶ πάλιν «μέχρι μὲν τούτων Χοῖ» καὶ πάλιν «Χοῖσι δὲ ὁμουρέουσι πρὸς ἥλιον ἀνίσχοντα Δίζηρες». καὶ τὸ οὖς οὐδέτερον. τοῦτο δὲ οὕτως ἐγένετο· | |
10 | παρὰ τὸ αὔω τὸ φωνῶ γίνεται αὖας· καὶ τροπῇ τοῦ α εἰς ο οὖας, τὸ τῆς φωνῆς ἀντιληπτικὸν αἰσθητήριον· κλίνεται οὔατος ὡς δέρας δέρα‐ τος. ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ υ ὄας καὶ κατὰ κρᾶσιν οὖς καὶ κατὰ Δωριεῖς ὦς. σημειωτέον τὸ πούς ὀξυνόμενον. μετοχῆς γὰρ ἐδέξατο τόνον. καὶ γὰρ τὸ δούς ὀξύνεται. | |
15 | Τὰ εἰς ης κατὰ διάλεκτον γινόμενα ἐκεῖνον ἔχει τὸν τόνον, ὁποῖον καὶ τὰ πρωτότυπα, μήν μής, δαίς δής, παῖς πῆς, εἷς ἧς. παρὰ γὰρ Ῥίνθωνι «οὐδ’ ἧς κύων». Τὰ εἰς ης μονοσύλλαβα τυχόντα φυσικῆς καταλήξεως ἢ ὀξύνεται ἢ περισπᾶται· καὶ ὀξύνεται μὲν τὰ περιττοσυλλάβως κλινόμενα, Κρής | |
20 | ὁ Διὸς καὶ Ἰδαίας νύμφης παῖς καὶ ὁ πολίτης, σής ὁ σκώληξ καὶ πο‐ ταμοῦ ὄνομα, Γνής ἔθνος οἰκῆσαν τὴν Ῥόδον· ἔνθεν ἴγνητες οἱ ἰθα‐ γενεῖς· λέγεται γὰρ καὶ μετὰ τοῦ ι ἴγνητες. Φρής ἔθνος Λιβυκόν, Γλής ἔθνος Ἰβηρικὸν μετὰ τοὺς Κύνητας. Ἡρόδωρος δεκάτῳ τῶν καθ’ | |
Ἡρακλέα ἱστοριῶν «τὸ δὲ Ἰβηρικὸν γένος τοῦτο, ὅπερ φημὶ οἰκέειν | 401 | |
3,1402 | τὰ παράλια τοῦ διάπλου, διώρισται ὀνόμασιν ἓν γένος ἐὸν κατὰ φῦλα· πρῶτον μὲν οἱ ἐπὶ τοῖς ἐσχάτοις οἰκέοντες τὰ πρὸς δυσμέων Κύνητες ὀνομάζονται, ἀπ’ ἐκείνων δὲ ἤδη πρὸς βορέην ἰόντι Γλῆτες, μετὰ δὲ Ταρτήσιοι, μετὰ δὲ Ἐλβυσίνιοι, μετὰ δὲ Μαστιηνοί, μετὰ δὲ Κελκιανοί, | |
5 | ἔπειτα δὲ ἤδη ὁ Ῥοδανός». Τλής ἔθνος Ἰβηρικὸν περιοικοῦν τοὺς Ταρτησσίους. Θεόπομπος τεσσαρακοστῷ πέμπτῳ. Κλής ἐπὶ τοῦ ποτα‐ μοῦ, Ζής παρὰ Φερεκύδει κατὰ κίνησιν ἰδίαν, θής ὁ μίσθιος, βλής «νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκας». περισπᾶται δὲ τὰ ἰσοσύλλαβα Δρῆς Τρῆς κύρια. ὡς δέ τινες βούλονται, καὶ τὸ Ζῆς. | |
10 | * Τὰ εἰς ις μονοσύλλαβα φύσει εἰς ς λήγοντα ὀξύνεται ὁμοίως τοῖς εἰς ιν τροπὴν τοῦ ν εἰς ς ἀναδεξαμένοις οἷον ἴν ἴς, ῥίν ῥίς. εἰσὶ δὲ σπάνια. Ἴς πόλις Περσική. Ἡρόδοτος πρώτῃ (c. 179)· ἔνθα καὶ πο‐ ταμὸς Ἴς οὕτω καὶ Σκύμνος ἐν τῷ ιʹ τῆς Ἀσίας περίπλῳ παρέθετο· «ἔχεται Κελένδερις πόλις Σαμίων, καὶ ἱερὸν παρὰ τῇ πόλει Ἥρης καὶ | |
15 | ἄλσος· Ἲς ποταμὸς παρὰ θάλασσαν ἔξεισιν». Ἔστιν Ἴς τῆς Ἰταλίας, ὡς Πάρθαξ ἐν τῷ βʹ τῶν Ἰταλικῶν. «Ἐπεὶ δὲ ἀφίκετο εἰς τὴν Ποσει‐ δωνίαν ὁ Ἡρακλῆς. ἔστι δὲ ποταμὸς Ἲς καλούμενος μέγας». Θίς πόλις Αἰγυπτία πλησίον Ἀβύδου. Φθίς· Φθῖες γὰρ καὶ Φθῖοι οἱ Φθιῶται. κίς ὁ σκώληξ. λίς ὁ λέων. τοῦτο δὲ ὁ μὲν Ἀρίσταρχος ὀξύνει· ὁ δὲ | |
20 | Αἰσχρίων περισπᾷ, ὡς γὰρ παρὰ τὸ μῦς μῦν φησὶ καὶ νοῦς νοῦν, οὕτω καὶ λῖς λῖν «ἐπί τε λῖν ἤγαγε δαίμων» (Λ 480). καὶ ἔστι συγκατατίθε‐ σθαι τῷ Αἰσχρίωνι, ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι, εἰ καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γένος ὑπισχουμένων περιεσπάσθη. καὶ τάχα καθ’ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ σημαῖνον γένος θηλυ‐ | |
25 | κὸν καὶ ὀξυνόμενον ἀποφύγῃ. λέγω δὲ τὸ «λὶς πέτρη» (Od. μ 64). τῷ μέντοι χαρακτῆρι τοῦ κίς καὶ θίς καὶ ῥίς, καίτοιγε διαφόρως κλι‐ θεῖσι πρὸς τὸ λίς, συνεξωμοίωσεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίσταρχος. καὶ οὕτως ἐπείσθη ἡ παράδοσις. τίς, ὅπερ συστέλλει τὸ ι, Δίς ὁ Ζεύς | |
παρὰ Ῥίνθωνι. | 402 | |
3,1403 | * Εἰς ος μονοσύλλαβον οὐκ ἔστιν εὑρεῖν. τὸ γὰρ πός οἷον «ᾧ πὸς ἄγ’, ἱεμένοισιν» ἀπὸ τοῦ πούς γέγονε κατὰ ἀποβολὴν τοῦ υ καὶ τὸ ὅς ἄρθρον ἐστίν. καὶ ἔστιν εἰπεῖν, ὅτι κανών ἐστιν ὁ λέγων ὅτι πᾶν ὄνομα μονοσύλλαβον μακροκαταληκτεῖν θέλει φύσει ἢ θέσει χωρὶς τοῦ | |
5 | τίς. ἄλλως τε δύο κανόνες ἤμελλον μάχεσθαι. καθὸ μὲν γὰρ εἰς ος εἰσίν, ὤφειλεν εἰς ου ἔχειν τὴν γενικήν. καθὸ δὲ πάλιν πᾶσα μονο‐ σύλλαβος εὐθεῖα ἰσοσυλλάβως κλινομένη ἀποβολῇ τοῦ ς τὴν γενικὴν ποιεῖ ὁ Χνᾶς τοῦ Χνᾶ, ὁ Δρῆς τοῦ Δρῆ, ὁ νοῦς τοῦ νοῦ, ὁ ῥοῦς τοῦ ῥοῦ, ἠναγκάζοντο καὶ ταῦτα ἀποβολῇ τοῦ ς τὴν γενικὴν ἀποτελεῖν | |
10 | καὶ οὐχὶ εἰς τὴν ου δίφθογγον ἔχειν αὐτήν. τῶν οὖν δύο κανόνων μαχομένων ἐπιλελοίπασι τὰ εἰς ος μονοσύλλαβα ὀνόματα. Τὰ εἰς υς μονοσύλλαβα περισπῶνται, μῦς, δρῦς· ἔστι δὲ καὶ πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ. σῦς καὶ ὗς. φυλάσσουσι δὲ τὸ υ ἐν τῇ κλί‐ σει· τῶν δὲ ὑπὲρ μίαν συλλαβὴν ἀρσενικῶν ἓν μόνον ὁ ἰχθῦς ὁμοίως | |
15 | ἐκλίθη τοῖς προειρημένοις. Τὰ εἰς ως ἀρσενικὰ μονοσύλλαβα περιττοσύλλαβα ὀξύνεται, Τρώς τὸ ἐθνικὸν ὁμόφωνον τῷ κτίστῃ ὡς Ἀχαιός, Δαναός, Σικελός, θώς, πλώς ἰχθῦς τις. δμώς, φώς ὁ ἄνθρωπος, χρώς «ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος (Il. Δ 510). Μώς τὸ μέντοι κατὰ τρο‐ | |
20 | πὴν Δωρικὴν γινόμενον βῶς ἀπὸ τοῦ βοῦς βοός περισπᾶται. τὰ μέντοι ἰσοσύλλαβα περισπῶνται, σώς «νῦν τοι σῶς αἰπὺς ὄλεθρος» (Ν 773)· γέγονε δὲ ἢ ἀπὸ τοῦ σόος, ὡς οἴεται Φιλόξενος, ἢ ἐκ τοῦ σῶος ἢ ἐκ τοῦ σάος. Κρῶς ὄνομα ἥρωος ὁμοφωνοῦν τῇ πόλει, ἔστι δὲ Αἰγύπτου. Ἑκαταῖος περιηγήσει Ἀσίας. Γλῶς ὄνομα ἥρωος, Κῶς πόλις καὶ νῆσος. | |
25 | καὶ Ὅμηρος «καὶ Κῶν Εὐρυπύλοιο πόλιν» (Β 677). λέγεται καὶ Κώως διὰ δύο ωω καὶ Κόως, ἀφ’ οὗ τὸ παρ’ Ὁμήρῳ τοπικὸν «καί μιν ἔπειτα Κόωνδ’ εὐναιομένην ἀπένεικας» (Il. Ξ 255). λέγεται καὶ Κόος διὰ δύο οο. ἔοικεν οὖν τὸ πρωτότυπον Κῶς. οὕτως γὰρ καὶ ὁ κτίστης. | |
ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις Κῶς. ἔστι δὲ καὶ κῶς τὸ ὄρυγμα τὸ ἐν | 403 | |
3,1404 | Κορίνθῳ, οὗ καθείργνυον τοὺς φῶρας καὶ τοὺς δραπέτας. λέγεται καὶ κῶος, κῶες δὲ οἱ ἐν αὐτῷ ἀνατραφέντες. κώους γὰρ τὰ κοιλώματα τῆς γῆς καὶ πάντα τὰ σπήλαια ἔλεγον. Τλῶς ὁ Τρεμίλητος καὶ Πρα‐ ξιδίκης νύμφης καὶ ἀπ’ αὐτοῦ Τλῶς πόλις Λυκίας. ἔστι καὶ Τλῶς τὸ | |
5 | ἐθνικόν. ἔστι καὶ ἄλλη Τλῶς πόλις Πισιδίας. Λῶς νῆσος περὶ Θεττα‐ λίαν. Ἀρτεμίδωρος. χωρὶς τοῦ ζώς «ἦ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυ‐ πῇσι» (Ε 887). τοῦτο δὲ ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν οὐχ ὑγιῶς. ἐκ γὰρ ὀξυνομένου τοῦ ζωός γενόμενον τὸ ζώς δεῖ ὀξύνειν ὥσπερ ἐπὶ τοῦ ἑσταώς ἑστώς, βεβαώς βεβώς. καὶ τὸ δώς «δὼς ἀγαθή, ἅρπαξ δὲ | |
10 | κακὴ θανάτοιο δότειρα (Hesiod. Opp. 354) ὀξύνεται· ἔστι δὲ ἄκλιτον. —Τὰ εἰς ως οὐδέτερα περισπᾶται, τὸ φῶς, τὸ ὦς. Τὰ εἰς ψ μονοσύλλαβα ὀξύνεται, κνάψ ὁ δαλός, μάψ ὄρνεόν τι, δράψ κείμενον παρ’ Ἀριστοφάνει, λάψ παρὰ Ταραντίνοις, γράψ καὶ φάψ θηλυκά, φλέψ, κλέψ ὁ κλέπτης, σκέψ, θήψ καὶ σήψ εἶδος | |
15 | ὄφεως σῆψιν ἐμποιοῦν, ἴψ ὁ σκώληξ, λίψ ὁ ἄνεμος, Νίψ ὄνομα κρή‐ νης, κνίψ, ὁ δὲ Ἀριστοτέλης μετὰ τοῦ ς σκνίψ, θρίψ, ῥίψ πλέγμα ψιαθῶδες, στύψ, γύψ, γρύψ, Ῥύψ ὁ κατοικῶν Ῥύπας πόλιν Ἀχαϊ‐ κήν, ὤψ ὁ ὀφθαλμός καὶ ὄνομα κύριον «Εὐρύκλει’ Ὦπος θυγάτηρ» (Od. α 429), ῥώψ τὰ νεοθαλῆ τῶν δρυῶν, θώψ ὁ πλάνος, κνώψ | |
20 | εἶδος θηρίου, κλώψ ὁ κλέπτης, σκώψ ὁ σκώπτης, Ἀριστοτέλης δὲ χω‐ ρὶς τοῦ ς, Κρώψ. Κρῶπας γὰρ Ἀνδροτίων φησὶ Κρωπιὰν δῆμον τῆς Λεοντίδος φυλῆς. * Τὰ εἰς α θηλυκὰ μονοσύλλαβα περισπᾶται πάντα, μνᾶ σύνηθες Ἀττικοῖς καὶ τῇ νῦν χρήσει καὶ Χνᾶ ἀπεξενωμένον, ἡ Φοινίκη οὕτως | |
25 | ἐκαλεῖτο τὸ πρότερον, Φνᾶ νῆσος, Λᾶ πόλις Λακωνική. Λυκόφρων | 404 |
3,1405 | (v. 95) «καὶ Λᾶν περήσεις». ταύτην δὲ διαλύσας Ὅμηρός φησιν (Β 585) «οἵ τε Λάαν εἶχον ἠδ’ Οἴτυλον ἀμφενέμοντο». κεῖται δὲ ἐπὶ πέτρας ὑψηλῆς, διὸ Λᾶ καλεῖται. Μᾶ, ἣ τῇ Ῥέᾳ εἵπετο. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ. | |
5 | * Τὰ εἰς η μονοσύλλαβα ἐκ συναιρέσεως περισπᾶται, μόνη δὲ ἡ γῆ κοινὴ συνήθης, τὸ γὰρ Ῥῆ ἡ Ῥέα ἴδιόν ἐστι τοῦ Συρίου καὶ οὐ πᾶσιν ἴσως ἢ καὶ Ἀττικοῖς γνωστόν· τὸ δὲ πλῆ εἰρημένον παρὰ Διογένει τῷ Ἀπολλωνιάτῃ ἀντὶ τοῦ πλέη θηλυκοῦ ἐπιθετικῶς ἄγνωστον τοῖς ἄλλοις. ἀλλὰ καὶ ἡ νέα νῆ εἰρημένον ἐν Σαμίων ὥροις· «τῇ δὲ νῇ τῶν Πυθιο‐ | |
10 | γειτόνων τις συγκυρέων ἐλάμβανε» καὶ παρὰ Ἀριστοφάνει ἐν Αἰολοσίκωνι καί κ’ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο. ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΚΑΤΑ ΚΛΙΣΙΝ ΑΡΙΘΜΩΝ ΚΑΙ ΤΩΝ ΚΑΤΑ ΘΕΜΑ ΕΙΡΗΜΕΝΩΝ. ΒΙΒΛΙΟΝ ιεʹ. | |
15 | Περὶ τοῦ ἐν ταῖς πλαγίαις τῶν ὀνομάτων τόνου. Περὶ τόνου τῆς ἑνικῆς γενικῆς. Πᾶσα γενικὴ καὶ δοτικὴ μακροκατάληκτος ἐφ’ ἑαυτῆς τέλους ἔχουσα τὸν τόνον περισπᾶται, ἑνική τε καὶ δυϊκὴ καὶ πληθυντική, καλοῦ καλῷ καλοῖν καλοῖς, τοῦ Φιλητᾶ τῷ Φιλητᾷ τοῖν Φιληταῖν τῶν Φι‐ | |
20 | λητῶν τοῖς Φιληταῖς, τῆς καλῆς τῇ καλῇ ταῖν καλαῖν τῶν κα‐ λῶν ταῖς καλαῖς, ἐμοῦ ἐμῷ ἐμοῖν ἐμῶν ἐμοῖς. σεσημείωνται ἐν ταῖς ἀντωνυμίαις ἡ ἐμοί καὶ σοί δοτικαὶ ὀξυνόμεναι· ἡ γὰρ τοῦ τρίτου οἷ περισπᾶται. ὑποκείσθω δὲ καὶ τὰ Ἀττικὰ τοῦ νεώ τοῦ λεώ ὀξυ‐ νόμενα· τὸν τόνον γὰρ τῆς κοινῆς εὐθείας φυλάττουσιν ἐν πάσῃ πτώσει. | |
25 | τοῦ γὰρ Μενέλαος προπαροξυνομένου καὶ τὸ Ἀττικὸν κατὰ πᾶσαν πτῶ‐ σιν προπαροξύνεται, ὁ Μενέλεως τοῦ Μενέλεω τῷ Μενέλεῳ καὶ ἐν ταῖς ἄλλαις πτώσεσι καὶ ἀριθμοῖς ὁμοίως. οὕτως οὖν καὶ τοῦ λαός καὶ ναός ὀξυνομένων καὶ τὰ ἀπὸ τούτων Ἀττικὰ ὀξυνθήσεται, ὁ νεώς | |
τοῦ νεώ καὶ ἐπὶ δυϊκῇ καὶ πληθυντικῇ ὁμοίως. | 405 | |
3,1406 | Πᾶσα γενικὴ ὀνόματος κοινὴ ἀπαθὴς ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφ’ ἧς καὶ ἡ εὐθεῖα, χωρὶς εἰ μὴ ἕτερος λόγος κωλύσῃ, ὑπεσταλμένων τῶν εἰς ος δισυλλάβων γενικῶν, Αἴαντος ἐκ τοῦ Αἴας, λέβης λέβητος ἐπὶ τῆς πρώτης, ταχύς ταχέος, ὀξύς ὀξέος ἐπὶ τῆς | |
5 | δευτέρας, Ἀχιλλεύς Ἀχιλλέως, εὐγενής εὐγενέος ἐπὶ τῆς τρίτης. τὰ μέντοι προπαροξύτονα ἐπὶ τῆς εὐθείας οὐ φυλάττει τὸν κανόνα, ἐπεὶ ἀδύνατόν ἐστι πρὸ τῶν τριῶν συλλαβῶν δοθῆναι τόνον, Ἄδωνις Ἀδώνιδος, φίλημα φιλήματος. ἔτι τὸ Ὅμηρος Ὁμήρου, ἄνθρω‐ πος ἀνθρώπου οὐ φυλάττει, ἀλλὰ καταβιβάζει τὸν τόνον, διότι μα‐ | |
10 | κρᾶς οὔσης τῆς ληγούσης οὐ δύναται προπαροξύνεσθαι λέξις, εἰ μὴ ἐπὶ τῶν Ἀττικῶν. τὸν γὰρ τῶν κοινῶν εὐθειῶν τόνον φυλάττουσι τὰ Ἀτ‐ τικά, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκτασις ὡς ἐπὶ τοῦ πόλεως καὶ μάντεως. τὸ δὲ Ὅμηροι, ἄελλαι προπαροξύνεται ἀντὶ κοινῆς παρα‐ λαμβανομένης τῆς διφθόγγου ἐν τέλει λέξεως οὔσης ἐπὶ τῆς εὐθείας | |
15 | πληθυντικῆς καὶ κλητικῆς, ἐν δὲ ταῖς ἄλλαις πτώσεσιν οὔ. οὕτω καὶ ἐπὶ ἄλλων πολλῶν, τύπτονται, πεποίηνται, τύπτεσθαι, λέγεσθαι. τὸ δὲ μητρός καὶ ἀνδρός καὶ πατρός ἀπὸ τοῦ μητέρος καὶ ἀνέρος καὶ πατέρος ἐγένετο κατὰ συγκοπήν, διὸ οὐκ ἐφύλαξαν τὸν τόνον ἀκολου‐ θήσαντα ταῖς δισυλλάβοις γενικαῖς. τὸ δὲ ἀνδρός κατὰ συγκοπὴν γενό‐ | |
20 | μενον ἐκ τοῦ ἀνέρος ἐξ ἀνάγκης ἐπλεόνασε τὸ δ. οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρός χωρὶς τοῦ δ, ἐπεὶ τὸ ν πρὸ τοῦ ρ οὔτε ἐν συλλήψει δύ‐ ναται εἶναι οὔτε ἐν διαστάσει. Καὶ τὸ γουνός καὶ δουρός συγκοπέντα ἐκ τοῦ γούνατος καὶ δούρατος ὀξύνονται ὁμοίως τῷ πατρός, μητρός, ἀνδρός. Τὸ δὲ κρέως, γήρως, κέρως τινὲς ὀξύνειν θέλουσι λέγοντες, | |
25 | ὅτι ἀπὸ τοῦ κρέατος καὶ γήρατος καὶ κέρατος ἐγένοντο κατὰ συγκοπὴν τοῦ α καὶ τ κρεός καὶ γηρός καὶ κερός διὰ τοῦ ο ὀξυτόνως τῷ λόγῳ τῶν εἰς ος δισυλλάβων γενικῶν οἷον πατρός, μητρός καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντες τὸ ο εἰς ω ἐφύλαξαν τὴν ὀξεῖαν τάσιν οἷον κρεώς γηρώς κερώς. ἀλλὰ ταῦτα βαρυτονητέον τῷ λόγῳ τῆς συναιρέσεως τῆς | |
30 | γενομένης ἀπὸ ὀξείας καὶ δύο βαρειῶν εἰς ὀξεῖαν καὶ βαρεῖαν οἷον κρέαος κρέως, γήραος γήρως ὥσπερ Δημοσθένεος Δημοσθένους, Διο‐ | |
μήδεος Διομήδους. εἰ δὲ λέγεται κατὰ συγκοπὴν γεγενῆσθαι ἐν τῇ | 406 | |
3,1407 | γενικῇ τῇ κρέως, ὤφειλε συγκοπὴ γενέσθαι καὶ ἐν τῇ δοτικῇ. καθόλου γὰρ πᾶσα γενικὴ συγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν συγκοπτομένην οἷον πατέρος πατρός πατέρι πατρί, μητέρος μητρός μητέρι μητρί, Δη‐ μήτερος Δήμητρος Δημήτερι Δήμητρι, ἀνέρος ἀνδρός ἀνέρι ἀνδρί, θυ‐ | |
5 | γατέρος θυγατρός θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται συγκοπὴν τοῦ α καὶ τοῦ τ, ἐπεὶ κρεΐ ἤμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐστίν, οὐκ ἄρα δὴ οὐδὲ ἡ κρέατος γενικὴ δύναται συγκοπὴν ἀνα‐ δέξασθαι τοῦ α καὶ τοῦ τ καὶ γενέσθαι τοῦ κρεός ὀξυτόνως κἀκεῖθεν τοῦ κρεώς ὁμοίως ὀξυτόνως κατ’ ἐπέκτασιν τοῦ ο εἰς ω, ἀλλ’, ὡς | |
10 | εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶσιν γεγόνασι καὶ βαρύνονται. Πᾶσα γενικὴ εἰς ου λήγουσα ἀπὸ μὲν ὀξυτόνων ὀνομάτων καὶ περισπωμένων περισπᾶται, καλός καλοῦ, σοφός σοφοῦ, ἀργυροῦς ἀργυροῦ, Ἑρμῆς Ἑρμοῦ, ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶς ἔχει τὸν τό‐ νον, Ὅμηρος Ὁμήρου, νῆσος νήσου. | |
15 | Πᾶσα εὐθεῖα εἰς ς λήγουσα καὶ ἀποβολῇ τοῦ ς τὴν γενικὴν ἀποτε‐ λοῦσα τὸν αὐτὸν τόνον τηρεῖ καὶ ἐπὶ τῆς γενικῆς οἷον Φιλητᾶς Φιλητᾶ, Μηνᾶς Μηνᾶ, Μητρᾶς Μητρᾶ, χρυσοῦς χρυσοῦ, ἀργυροῦς ἀργυροῦ, ἁπλοῦς ἁπλοῦ, ὀρφῶς ὀρφῶ, λεώς λεώ, νεώς νεώ, εὔνους εὔνου, Ἀλκίνους Ἀλκίνου, Μενέλεως Μενέλεω, Πηνέλεως Πηνέλεω. | |
20 | Τὰ ἐκτείνοντα τὸ ο εἰς τὸ ω κατὰ τὴν γενικὴν Ἀττικῶς τὸν αὐτὸν τόνον φυλάττουσιν ὅντινα εἶχον καὶ πρὸ τῆς ἐκτάσεως τοῦ ο εἰς ω οἷον πόλιος πόλεως, μάντιος μάντεως, ὄφιος ὄφεως, λέξιος λέ‐ ξεως, βασιλέος βασιλέως, Ἀχιλλέος Ἀχιλλέως, Ἀτρέος Ἀτρέως, Πηλέος Πηλέως, ἱερέος ἱερέως. | |
25 | Αἱ συνῃρημέναι γενικαί, εἰ μὲν προπαροξύνονται ἐν τῇ ἐντελείᾳ, παροξύνονται ἐν τῇ συναιρέσει οἷον Δημοσθένεος Δημοσθένους, Διο‐ μήδεος Διομήδους, Σωκράτεος Σωκράτους, ἐρέβεος ἐρέβους, θάρ‐ σεος θάρσους, τείχεος τείχους, βέλεος βέλους, κρέαος κρέως, γήραος γήρως· εἰ δὲ παροξύνονται ἐν τῇ ἐντελείᾳ, περισπῶνται ἐν τῇ | |
30 | συναιρέσει οἷον εὐσεβέος εὐσεβοῦς, εὐγενέος εὐγενοῦς, Λητόος Λητοῦς, Σαπφόος Σαπφοῦς, Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πει‐ ραιῶς, Στειριέως Στειριῶς. Αἱ διὰ τοῦ οιο Θετταλικαὶ γενικαί, εἰ μὲν ἀπὸ περισπωμένων κοι‐ νῶν γενικῶν ὦσι, προπερισπῶνται οἷον καλοῦ καλοῖο, σοφοῦ σοφοῖο, | |
35 | σεμνοῦ σεμνοῖο, ποταμοῦ ποταμοῖο, εἰ δὲ ἀπὸ βαρυνομένων, προ‐ | 407 |
3,1408 | παροξύνονται οἷον φίλου φίλοιο, κούφου κούφοιο, Πριάμου Πριά‐ μοιο. Τὰ ἀπὸ Ἀττικῶν γενικῶν κατὰ πλεονασμὸν τοῦ ο γινόμενα, εἰ μὲν ἀπὸ ὀξυτόνων γενικῶν Ἀττικῶν ὦσι, προπερισπῶνται οἷον Πετεώ | |
5 | Πετεῶο «υἱὸς Πετεῶο Μενεσθεύς» (Β 552). «ὦ υἱὲ Πετεῶο Διοτρε‐ φέος βασιλῆος» (Δ 338), Ταλαώ Ταλαῶο ὡς παρὰ Ἀντιμάχῳ· εἰ δὲ ἀπὸ βαρυτόνων γενικῶν Ἀττικῶν ὦσι, προπαροξύνονται οἷον τοῦ Μίνω τοῦ Μίνωο, τοῦ Ἀνδρόγεω Ἀνδρογέωο. τοῦ δὲ ο προσελθόντος κατεβιβάσθη μίαν συλλαβὴν ὁ τόνος διὰ τὸ μὴ δύνασθαι τετάρτην ἀπὸ | |
10 | τέλους εἶναι τὴν ὀξεῖαν. Αἱ διὰ τοῦ εω γενικαὶ Ἰωνικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γε‐ νικῶν ὦσι, προπαροξύνονται οἷον Ἀτρείδου Ἀτρείδεω, Ὀρέστου Ὀρέστεω, Αἰνείου Αἰνείεω, ἀπαθεῖς δηλονότι οὖσαι· ἐὰν γὰρ πά‐ θωσι, πρὸ μιᾶς τοῦ τέλους ἔχουσι τὴν ὀξεῖαν οἷον Ἑρμείου Ἑρμείεω | |
15 | καὶ κατὰ συγκοπὴν Ἑρμείω παροξυτόνως «Ἥρης Ἑρμείω τε» (Ο 214), Ἀσίας Ἀσίου καὶ Ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς εὐμμελίω «Ἀσίω ἐν λειμῶνι» (Β 461). εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, παρ‐ οξύνονται οἷον αὐλητοῦ αὐλητέω, Θαλῆς Θαλοῦ (ἔστι δὲ ὄνομα κύ‐ ριον) τοῦ Θαλέω. | |
20 | Αἱ διὰ τοῦ αο Βοιωτικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦσι, προπαροξύνονται οἷον Ἀτρείδου Ἀτρείδαο, Ὀρέστου Ὀρέσταο, εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, προπερι‐ σπῶνται οἷον ἀργεστής ἀργεστοῦ, ἀργεστᾶο «ἀργεστᾶο νότοιο» (Λ 306). Πᾶσα γενικὴ δισύλλαβος εἰς ος λήγουσα μὴ συναληλιμμένη ὀξύνε‐ | |
25 | ται, μηνός, χηνός, Ζηνός, φωτός. ἡ λᾶος ἐκ τρισυλλάβου τῆς λάαος κράσει τῶν δύο α εἰς ἓν μακρόν, ἡ κῆρος καὶ ἦρος ἐκ τῆς κέαρος καὶ ἔαρος. ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα τὸ λᾶος καὶ κῆρος καὶ ἦρος ὡς δυνάμει τρισύλλαβα ἐβαρύνθησαν, διὰ ποίαν αἰτίαν τὸ ὄϊς ὄϊος γενόμενον κατὰ συναίρεσιν οἶς οἰός μὴ ἐβαρύνθη; καὶ τοῦτο | |
30 | γὰρ δυνάμει τρισύλλαβόν ἐστιν. ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ μὲν λᾶος καὶ κῆρος καὶ ἦρος οὐ μόνον ἐν τῇ εὐθείᾳ συναιροῦνται, ἀλλὰ καὶ ἐν τῇ γενικῇ οἷον λᾶας λᾶς λάαος λᾶος, κέαρ κῆρ κέαρος κῆρος, ἔαρ ἦρ ἔαρος ἦρος καὶ τούτου χάριν ὡς δυνάμει τρισύλλαβα ὄντα ἐν τῇ γενικῇ | |
ἐβαρύνθησαν. τὸ δὲ οἶς οἰός οὐκ ἔπαθεν ἐν τῇ γενικῇ συναίρεσιν ἀλλ’ | 408 | |
3,1409 | ἐν τῇ εὐθείᾳ μόνον οἷον ὄϊς οἶς καὶ λοιπὸν ἀπὸ τῆς συνῃρημένης εὐ‐ θείας ἐκλίθη οἰός ἡ γενική. καὶ τούτου χάριν ὡς μὴ οὖσα ἡ γενικὴ τρισύλλαβος δυνάμει, ἀλλὰ κυρίως δισύλλαβος ὠξύνθη. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων εὑρίσκεται, φημὶ δὲ τὸ ἐν τῇ εὐθείᾳ μόνον γίνεσθαι συναί‐ | |
5 | ρεσιν καὶ λοιπὸν ἐκ τῆς συνῃρημένης εὐθείας κλίνεσθαι τὴν γενικὴν ὡς ἐπὶ τοῦ φῶς φωτός καὶ ὦς ὠτός. ἔστι γὰρ φόας φόατος καὶ ὄας ὄατος καὶ λοιπὸν κρᾶσις παρακολουθεῖ τῇ εὐθείᾳ καὶ γίνεται φῶς καὶ ὦς κἀκεῖθεν κλίνεται φωτός καὶ ὠτός ἡ γενική. οὐδὲ γὰρ δυνάμεθα τὴν φωτός καὶ ὠτός γενικὴν ἀπὸ τῆς φόατος καὶ ὄατος λέγειν κατὰ | |
10 | κρᾶσιν, ἐπεὶ φῶτος καὶ ὦτος ὤφειλεν εἶναι βαρυτόνως ὡς ἀπὸ τρισυλ‐ λάβου γενικῆς γινόμενα. ἀλλ’ ὡς εἴρηται ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶσις κἀκεῖθεν ἡ κλίσις. σεσημείωται τὸ φρητός ὀξυνόμενον. ἀπὸ γὰρ τρι‐ συλλάβου γενικῆς τῆς φρέατος γενόμενον κατὰ κρᾶσιν φρῆτος ὤφειλε βαρύνεσθαι. οὐδὲ γὰρ δυνάμεθα λέγειν ὅτι ἐπὶ τούτου ἐν τῇ εὐθείᾳ | |
15 | ἐγένετο ἡ κρᾶσις κἀκεῖθεν ἡ κλίσις. οὐδὲ γὰρ εἴρηται ἡ φρῆρ εὐθεῖα τῇ χρήσει. ἔστιν οὖν εἰπεῖν, ὅτι ἡ φρητός γενικὴ συνέδραμε κατὰ τὴν τάσιν τῇ Κρητός γενικῇ καὶ σητός καὶ θητός. —τὸ «υἷος ἑῆος» (Ο 138) ἐκ τρισυλλάβου τοῦ υἵϊος προπαροξυτόνου, οὗ ἡ εὐθεῖα υἷις. ἡ «Θῶνος παράκοιτις» (δ 228) σεσημείωται· εἰ γὰρ ἐκ τῆς «Θώνιος | |
20 | ἐν ψαμάθοις» (Nic. Ther. 312) συνεκόπη, κἂν ὠξύνετο ὡς ἡ πα‐ τρός μητρός· ἀλλ’ οὐδὲ συνῄρηται ἐκ τῆς Θόωνος, ὥς τινες, ἀμαρτύ‐ ρου. οὐδαμοῦ γὰρ ἡ Θόων εὐθεῖα εὕρηται σημαίνουσα τὸν Αἰγύπτιον ἄνδρα, ὅντινα σημαίνει ἡ Θῶνος γενική, ἀλλ’ ἕτερον ἄνδρα ὡς παρ’ Ὁμήρῳ «Θόωνά τε Οἰνόμαόν τε» (Μ 140). ἔστιν οὖν εἰπεῖν, | |
25 | ὅτι κατὰ συγκοπὴν γέγονε ἡ Θῶνος γενικὴ ἀπὸ τῆς Θώνιος γενικῆς. | 409 |
3,1410 | εἰ δέ τις εἴποι, διατί οὐκ ὀξύνεται, λέγομεν τὴν αἰτίαν ταύτην· αἱ συγκοπτόμεναι γενικαὶ ὀξυνόμεναι μιμοῦνται εὐθείας, οἷον ἡ ἀνδρός γενικὴ μιμεῖται τὴν χονδρός εὐθεῖαν καὶ πάλιν ἡ μητρός καὶ πατρός καὶ θυγατρός μιμοῦνται τὴν ἰατρός εὐθεῖαν. ἐπειδὴ οὖν ἡ Θῶνος γενικὴ | |
5 | εἰ ὠξύνετο, οὐκ ἤμελλε μιμεῖσθαι εὐθεῖαν (οὐκ ἔχομεν γὰρ εὐθεῖαν εἰς νος καθαρὸν δισύλλαβον τῷ ω παραληγομένην καὶ ὀξυνομένην, βαρυνομένην δὲ ἔχομεν ὡς ἐπὶ τοῦ κῶνος, ὦνος) τούτου χάριν οὐκ ὠξύνθη, ἀλλ’ ἐβαρύνθη. πρόσκειται δισύλλαβον διὰ τὸ κοινωνός, οἰωνός, Τιθωνός ὑπερδισύλλαβα. τὸ δὲ Θῶν Θῶντος ὄνομα κύριον προπερισπᾶται πρὸς | |
10 | τὸν χαρακτῆρα τῶν εἰς ων περισπωμένων ὀνομάτων. τὰ γὰρ εἰς ων περισπώμενα προπερισπῶνται κατὰ τὴν γενικὴν οἷον Ξενοφῶν Ξενο‐ φῶντος, Κτησιφῶν Κτησιφῶντος, Ἀγλαοφῶν Ἀγλαοφῶντος, Δημοφῶν Δημοφῶντος· οὕτως οὖν καὶ Θῶν Θῶντος· ἢ πρὸς χαρακτῆρα τῆς κλῶν κλῶντος μετοχῆς καὶ ζῶν ζῶντος καὶ δρῶν δρῶντος λέγομεν Θῶν Θῶν‐ | |
15 | τος προπερισπωμένως. —ἡ «Ὦπος θυγάτηρ» (Od. α 429) πρὸς δια‐ στολὴν τοῦ ὀφθαλμοῦ. ἡ τίνος ὅτε πυσματικῶς λέγεται, βαρύνεται πρὸς ἀντιδιαστολὴν τοῦ ἀορίστου ὀξυνομένου. ἐπὶ μέντοι μετοχῶν βαρύνεται στάντος, θέντος, δόντος, οἷς ἠκουλούθησε τὸ Φθάς Φθάντος κύριον καὶ Πράς Πράντος καὶ Ζάς Ζάντος. | |
20 | Αἱ ὑπὲρ δύο συλλαβὰς εἰς ος ἀπὸ μὲν βαρυτόνων εὐθειῶν βαρύ‐ νονται οἷον Δημοσθένης Δημοσθένεος, Σωκράτεος, Πάριδος καὶ ὅλαι προπαροξύνονται· ἀπὸ δὲ ὀξυνομένων ἢ περισπωμένων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον βασιλεύς βασιλῆος, ἱμάς ἱμάντος, ἀλλὰ καὶ Ξενοφῶν Ξενοφῶντος, Σιμοῦς Σιμοῦντος. σεσημείωνται ἡ γυ‐ | |
25 | ναικός καὶ θυγατρός ὑπὲρ δύο συλλαβὰς οὖσαι ὀξυνόμεναι διὰ τὴν συνεκδρομὴν τῶν συγγενικῶν τῆς πατρός ἀνδρός μητρός. ἀλλὰ καὶ ἡ μητέρος καὶ θυγατέρος ἐντελεῖς οὖσαι καὶ παροξυνόμεναι σημει‐ οῦνται, δέον προπαροξύνεσθαι ὡς Δημήτηρ Δημήτερος, εἰνάτηρ εἰνάτερος, φράτηρ φράτερος. ἀλλὰ καὶ αὗται συνεξῆλθον τῇ ἀνέ‐ | |
30 | ρος πατέρος δαέρος. | 410 |
3,1411 | Αἱ εἰς ας καὶ ης γενικαὶ θηλυκαὶ ἀπὸ μὲν ὀξυνομένων εὐθειῶν καὶ περισπωμένων περισπῶνται, ἡ φοβερά τῆς φοβερᾶς, ἡ καλή τῆς καλῆς, ἀλλὰ καὶ Ἀθηνᾶ Ἀθηνᾶς καὶ χρυσῆ χρυσῆς. αἱ δὲ ἀπὸ βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, Μήδεια Μηδείας, ὁσία ὁσίας. | |
5 | τὸ μιᾶς περισπώμενον ἀπὸ τοῦ μία βαρυνομένου Ἴωσί τινες ἀνατιθέασι καὶ ἔτι ἀπὸ τοῦ ἴα τὸ ἰᾶς. ὁμοίως καὶ τὰς δοτικάς. Περὶ τόνου τῆς ἑνικῆς δοτικῆς. Πᾶσα δοτικὴ δισύλλαβος εἰς ι ἐκφωνούμενον λήγουσα, ἑνική τε καὶ πληθυντικὴ ὀξύνεται μηνί μησί, φωτί φωσί. | |
10 | Πάλιν τῶν συνῃρημένων γενικῶν αἱ δοτικαὶ διὰ τὴν αὐτὴν αἰτίαν βαρύνονται, ἦρι, κῆρι· ἔτι ἀπὸ συναιρέσεώς εἰσι τὸ Θέτιι Θέτι «πάντα | |
Θέτι καλλιπλοκάμῳ (Σ 407), μάστιι, μάστι «μάστι αἰὲν ἔλαυνε» (Ψ 500), | 411 | |
3,1412 | μήτιι μήτι «μήτι δ’ ἡνίοχος περιγίγνεται ἡνιόχοιο» (Ψ 318). καὶ ἡ σπῆϊ δὲ δοτικὴ οἷον «εὗρε δ’ ἐν σπῆϊ» (Ω 83) προπερισπωμένη καὶ μὴ ὀξυνομένη οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ καὶ αὕτη ὑπὲρ δύο συλλαβάς ἐστι δυνάμει, ἀλλ’ ἡ συναίρεσις αἰτία γέγονε τῆς δισυλλαβίας. ἀπὸ γὰρ | |
5 | τοῦ σπέος σπέεος σπέεϊ κατὰ κρᾶσιν τῶν δύο εε εἰς η γέγονε σπῆϊ ὥσπερ Ἡρακλέεος Ἡρακλῆος «τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο (Υ 145). Ὁμοίως καὶ αἱ μετοχαὶ βαρύνονται στάντι στᾶσι, δόντι δοῦσι καὶ ἐπὶ πάντων ὁμοίως. ἡ δὲ πᾶσι βεβαρυτόνηται ὡς μετοχικῆς τυ‐ χοῦσα ἀναλογίας, ἧς ἔχεται καὶ Φθάντι καὶ Φθᾶσι. | |
10 | Πάλιν γυναικί καὶ θυγατρί σημειοῦνται. καθόλου γὰρ πᾶσα δοτικὴ ἰσοσύλλαβος τῇ ἰδίᾳ γενικῇ καὶ τὸν αὐτὸν ἔχει τόνον καλοῦ καλῷ, φωτός φωτί. εἰ οὖν τὸ γυναικός καὶ θυγατρός ὀξύνονται, εἰκότως ἄρα καὶ τούτων δοτικαὶ ὀξύνονται· ἔνθεν καὶ τὸ τίνος καὶ τίνων ὁπότε πυσματικῶς βαρύνονται, συμβαρύνουσι καὶ τὴν δοτικὴν τίνι καὶ τίσι. | |
15 | ὅτε δέ ἐστιν ἀόριστον, ὀξύνεται καὶ συνοξύνει τὴν δοτικήν. πρόσκειται «ἰσοσύλλαβος» διὰ τὸ παχέος παχεῖ, ἥτις διὰ τὴν συναίρεσιν οὐκ ἰσο‐ συλλαβεῖ τῇ γενικῇ. τὸ δὲ παχέϊ ἰσοσυλλαβεῖ. δεῖ δὲ παραφυλάξασθαι τὸ «οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω» (Ζ 422)· ἴον γάρ ἐστιν ἡ εὐθεῖα καὶ ἡ γενικὴ ἴου παροξυτόνως, ἡ δὲ δοτικὴ ἰῷ περισπωμένως. | |
20 | ὡς γὰρ σοφῷ Ἀρίσταρχος καὶ ἐπεκράτησεν αὐτοῦ ἡ ἀνάγνωσις· μήποτε οὖν, ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ δοτικῆς περιέσπασε, συνεξομοιῶν τῷ τοῦ θη‐ λυκοῦ τόνῳ κατὰ τὴν αὐτὴν πτῶσιν καὶ τὸ οὐδέτερον οὕτως ἀνέγνω ὁμοτόνως. Τούτων οὖν οὕτως ἐχόντων τῆς Τυνδάρεος εὐθείας τῆς διὰ τοῦ ε καὶ ο ἡ γενικὴ Τυνδαρέου ἐστὶ παροξυτόνως, ἀλλὰ καὶ ἡ | |
25 | δοτικὴ ὁμοίως τῇ γενικῇ Τυνδαρέῳ ἐστὶ παροξυτόνως. ὅταν δὲ γέ‐ νηται Ἀττικῶς ἡ εὐθεῖα διὰ τοῦ ε καὶ ω Τυνδάρεως ὡς Μενέλεως, τότε προπαροξύνεται ἡ γενικὴ καὶ ἡ δοτικὴ ὁμοίως οἷον τοῦ Τυνδάρεω τῷ Τυνδάρεῳ ὥσπερ τοῦ Μενέλεω τῷ Μενέλεῳ. Ἔτι αἱ εἰς ι ἐκφωνούμενον λήγουσαι ὑπὲρ δύο συλλαβὰς ἀσυναί‐ | |
30 | ρετοι ἑνικαί τε καὶ πληθυντικαὶ βαρύνονται· ἀλλὰ προπαροξύνονται μὲν | |
αἱ ἀπὸ βαρυτόνων εὐθειῶν Αἴας Αἴαντος Αἴαντι Αἴασι, ἔρως ἔρωτος | 412 | |
3,1413 | ἔρωτι ἔρωσι· καὶ γὰρ αἱ πληθυντικαὶ ὁμοίως. πρὸ μιᾶς δὲ ἔχουσι τὸν τόνον αἱ ἀπὸ ὀξυτόνων ἢ περισπωμένων, ἀβλής ἀβλῆτι ἀβλῆσι, εὐσεβής εὐσεβέϊ εὐσεβέσι, ἀλλὰ καὶ φθογγῆς φθογγῆντι φθογ‐ γῆσι, Ξενοφῶν Ξενοφῶντι Ξενοφῶσι καὶ ἐπὶ μετοχῶν λαβών | |
5 | λαβόντι λαβοῦσι, ποιῶν ποιοῦντι ποιοῦσι. σεσημείωται τὸ μη‐ δενί μηδέσιν καὶ οὐδενί οὐδέσιν. Τὸ «σπέσσι γλαφυροῖσι (Od. α 15) ὅσον ἐπὶ δισυλλαβίᾳ ὀξύνεσθαι ὤφειλεν, νῦν δὲ τῷ τύπῳ βεβαρυτόνηται· τὰ γὰρ ἔχοντα διπλασιασμὸν τοῦ ς τῷ ε παραληγόμενα βαρύνεται, θήρεσσι, κύνεσσι οὕτως οὖν τὸ | |
10 | σπέσσι. τὸ γοῦν ποσσί μὴ παραληγόμενον τῷ ε εὐλόγως ὠξύνθη. Πά‐ λιν ἡ γυναιξί σημειούσθω. Αἱ πλεονάσασαι τὸ α κατὰ τὴν παραλήγουσαν παροξύνονται, πα‐ τράσι, θυγατράσι, μητράσι. Αἱ μεταπεπλασμέναι ὑπὲρ δύο συλλαβὰς ἀπὸ μὲν τῶν εἰς ῳ προ‐ | |
15 | παροξύνονται, πολυπλατάγῳ πολυπλάταγι, διχομήνῳ διχόμηνι. τοῦτο δύναται ἀπὸ τοῦ διχόμηνις «πρὸς γάρ οἱ διχόμηνις ἀπ’ αἰθέρος αὐγάζουσα» Ἀπολλώνιος (I 1231) καὶ δοτικῆς διχομήνιδι ἀποκεκόφθαι «οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ» (Arat. Phaen. 470) καὶ ἀναδρομὴν ποιήσασθαι τοῦ τόνου. τὸ δὲ κλάδος κλάδου κλάδῳ καὶ | |
20 | κατὰ μεταπλασμὸν κλαδί καταβιβάζει διὰ τὴν δισυλλαβίαν καθ’ ὁμοιό‐ τητα τῷ μηνί καὶ παιδί καὶ ἀνδρί. καὶ πάλιν τὸ λιτόν τοῦ λιτοῦ τῷ λιτῷ καὶ κατὰ μεταπλασμὸν τῷ λιτί οἷον «ἐν λεχέεσσι δὲ θέντες ἑανῷ | |
λιτὶ κάλυψαν» (Σ 352) καὶ ὀξύνεται διὰ τὴν δισυλλαβίαν. Αἱ δὲ ἀπὸ | 413 | |
3,1414 | τῶν εἰς νη θηλυκῶν φύσει μακρᾷ παραληγομένων μεταπεπλασμέναι δο‐ τικαὶ προπερισπῶνται οἷον ὑσμίνῃ ὑσμῖνι «μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι» (Θ 56), Δωδώνῃ Δωδῶνι «Δωδῶνι ναίων Ζεὺς ὁμέστιος βροτῶν». ὁ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι «καὶ τὸν ἐν Δωδῶνι παῦ‐ | |
5 | σον δαίμον’ εὐλογούμενον» (fr. 415 Nauck) καὶ ἐν Τραχινίαις (170) «ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη» καὶ Καλλίμαχος «τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον». Ὁμοίως καὶ αἱ πληθυντικαὶ μεταπεπλασμέναι εἰς σι λήγουσαι προ‐ | |
10 | παροξύνονται ἐγκάτοις ἔγκασι, ἄστροις ἄστρασι, προβάτοις πρόβασι. Περὶ τόνου τῆς ἑνικῆς αἰτιατικῆς. Αἱ αἰτιατικαὶ ἑνικαὶ εἰς α λήγουσι ἢ εἰς ν, ἀπαθεῖς οὖσαι. Αἱ μὲν οὖν εἰς α λήγουσαι ἐπ’ ἐκείνης τῆς συλλαβῆς ἔχουσι τὸν τόνον, ἐφ’ ἧς καὶ ἡ εὐθεῖα, εἰ μὴ τονικὸν κωλύοι παράγγελμα. Αἴας Αἴαντα, | |
15 | μήν μῆνα, σωτήρ σωτῆρα. ἐπὶ δὲ τοῦ Ἄδωνις Ἀδώνιδα, Ἄθηνις Ἀθήνιδα διὰ τὸ μὴ πρὸ τριῶν πίπτειν ποτὲ τὸν τόνον κατεβιβάσθη συλλαβὴν ὁ τόνος. πάλιν τὸ γυναῖκα «γυναῖκα θήσατο μαζόν» (Ω 88) προπερισπώμενον, δέον προπαροξύνεσθαι, ἐπεὶ καὶ ἡ εὐθεῖα γύναιξ παρωξύνθη. σημειωτέον οὖν αὐτό. καὶ ἔτι τὸ μητέρα καὶ θυγατέρα | |
20 | παροξυνομένα· ἔδει γὰρ ὡς ἐπὶ τοῦ θυγάτηρ καὶ μήτηρ. ἀλλὰ πάλιν ταῦτα συνεξῆλθον ταῖς συγγενικαῖς δαέρα πατέρα ἀνέρα. τὸ δὲ θύγα‐ | |
τρα «λυσόμενός τε θύγατρα» (Α 13) ἀναβιβάζει. | 414 | |
3,1415 | Οὐδεμία εἰς α λήγουσα αἰτιατικὴ ὀξύνεται· —τὸ γὰρ τινά ὀξύ‐ νεται εἰς διαφορὰν τοῦ τίνα· —ἔνθεν ἡ νιφάδα ἀποκοπεῖσα ἀνεβιβά‐ σθη «ἀλευόμενοι νίφα λευκήν» (Hes. Opp. 533). τὸ δὲ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ καὶ χοᾶ κατὰ κρᾶσιν τοῦ ε καὶ α περισπᾶται. | |
5 | Πᾶσα αἰτιατικὴ μονοσύλλαβος εἰς ν λήγουσα περισπᾶται, ἀπέστρα‐ πται δὲ τὸν ὀξὺν τόνον μῦν, μνᾶν, σῦν, ὗν, δρῦν, λῖν «ἐπί τε λῖν ἤγαγε δαίμων» (Λ 480), γῆν, ναῦν, γραῦν. θεῦν «τὴν θεῦν Ἄρτε‐ μιν οἷ’ ἔπαθεν» τὴν θεὸν κατὰ κρᾶσιν, νοῦν, χοῦν, βοῦν· ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περισπᾶται τῆς εὐθείας ὀξυνομένης. | |
10 | Αἱ ὑπὲρ μίαν συλλαβὴν ἰσοσύλλαβοι καὶ ὁμόχρονοι ταῖς εὐθείαις οὖσαι ὁμότονοί εἰσι, καλός καλόν, Ἑρμῆς Ἑρμῆν, χρυσοῦς χρυσοῦν, Ἀτρείδης Ἀτρείδην, ταχύς ταχύν, μῆνις μῆνιν, ἥπερ βραχυκατα‐ ληκτεῖ. τὰ γὰρ εἰς ιν λήγοντα ἐν τῇ αἰτιατικῇ πάντα βραχέα ἐστὶν οἷον Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν· οὕτω γοῦν καὶ μῆνιν, διὸ | |
15 | τὴν κνημῖδα καὶ σφραγῖδα οἱ Αἰολεῖς κνᾶμιν καὶ σφρᾶγιν λέγοντες | |
μετὰ ὀλιγότητος συλλαβῶν συστέλλουσιν. εἶπον δὲ «ὁμόχρονοι» διὰ τὸ | 415 | |
3,1416 | ἰχθύν· ὀξύνεται γὰρ παρὰ Πινδάρῳ, ἐπεὶ βραχὺ τὸ υ τῆς αἰτιατικῆς, τῆς εὐθείας μακρὸν ἐχούσης καὶ παραλόγως περισπωμένης. Αἱ εἰς η λήγουσαι αἰτιατικαί, εἰ μὲν ἀπὸ ἐντελῶν εἰσι προπαροξυ‐ νομένων, παροξύνονται ἐν τῇ συναιρέσει οἷον Διομήδεα Διομήδη, | |
5 | Ἀριστοφάνεα Ἀριστοφάνη, Δημοσθένεα Δημοσθένη, Σωκράτεα Σω‐ κράτη, εἰ δὲ ἀπὸ ἐντελῶν εἰσι παροξυνομένων, περισπῶνται ἐν τῇ συναιρέσει εὐσεβέα εὐσεβῆ, ἀσθενέα ἀσθενῆ, εὐτυχέα εὐτυχῆ, Τυδέα Τυδῆ Δωρικῶς «ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί» (Δ 384). Αἱ εἰς ω αἰτιατικαὶ ἀπὸ ἐντελῶν εἰς α πᾶσαι πεπόνθασιν· ἡ γὰρ | |
10 | Ἀπόλλω καὶ Ποσειδῶ καὶ κυκεῶ καὶ αἱ παραπλήσιοι ἀποκοπεῖσαι οὐκ ἤμειψαν τῶν ὁλοκλήρων τὸν τόνον. ἡ δὲ ἠῶ καὶ αἰδῶ συνῄρηνται | |
ἀπὸ τῆς ἠόα καὶ αἰδόα, ὅθεν περισπῶνται. ἀλλὰ καὶ τὴν Λητώ καὶ | 416 | |
3,1417 | τὴν Ἐρατώ καὶ Κλειώ καὶ τὰς παραπλησίους ἀπὸ τῶν εἰς ω εὐθεῶν τῆς Λητώ Κλειώ Ἐρατώ, συνῃρημένας ἀπὸ τῆς Λητόα, Κλειόα Ἐρα‐ τόα, δέον περισπᾶν, ὀξύνομεν διὰ τὴν συνέμπτωσιν τῆς εὐθείας. ὅτε γὰρ πτῶσις ἑτέρᾳ πτώσει συνεμπέσῃ κατὰ τὸν αὐτὸν ἀριθμόν, πάντως | |
5 | καὶ ὁμοτονεῖ· διὰ τοῦτο καὶ οἱ Δημοσθένεις οἱ εὐσεβεῖς καὶ τοὺς Δη‐ μοσθένεις καὶ τοὺς εὐσεβεῖς, οἱ ἰχθῦς καὶ τοὺς ἰχθῦς. πρόσκειται «κατὰ τὸν αὐτὸν ἀριθμὸν» διὰ τὸ τῆς φοβερᾶς καὶ τὰς φοβεράς· ὀξύνεται γὰρ ἡ πληθυντικὴ αἰτιατική, ἡ δὲ γενικὴ περισπᾶται. Αἱ εἰς ην λήγουσαι αἰτιατικαὶ ἀπὸ γενικῶν εἰς ους ληγουσῶν οὖ‐ | |
10 | σαι, εἰ μὲν βαρύνεται ἡ εὐθεῖα, βαρύνονται οἷον Σωκράτης Σωκράτους Σωκράτην, Δημοσθένης Δημοσθένους Δημοσθένην, εἰ δὲ περισπᾶ‐ ται ἡ εὐθεῖα, περισπῶνται οἷον Ἡρακλῆς Ἡρακλοῦς Ἡρακλῆν, Περι‐ κλῆς Περικλοῦς Περικλῆν· εἰ δὲ ὀξύνεται ἡ εὐθεῖα, βαρύνονται διὰ τὸ τοὺς Αἰολεῖς κεχρῆσθαι ταύταις ταῖς αἰτιατικαῖς. δυσμένην γὰρ | |
15 | λέγουσι καὶ κυκλοτέρην καὶ εὐρυνέφην τῶν εὐθειῶν ὀξυνομένων οἷον ὁ δυσμενής, ὁ κυκλοτερής, ὁ εὐρυνεφής. οἱ γὰρ Αἰολεῖς βαρυν‐ τικοί εἰσι· τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσι καὶ τὸ Πηλεύς Πήλευς καὶ τὸ Ἀχιλλεύς Ἀχίλλευς. Περὶ τόνου τῆς κλητικῆς. | |
20 | Πᾶσα κλητικὴ ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφ’ ἧς ἂν καὶ ἡ εὐθεῖα, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα τοῦ τόνου, χωρὶς τῶν μελλόντων προσδιορίζεσθαι, οἷον Ὅμηρος Ὅμηρε, καλός καλέ, εὐσεβής εὐσεβές, Χρύσης Χρύση, πανταπώλης πανταπώλη, βασι‐ λεύς βασιλεῦ. ἀλλ’ ἐπὶ τῶν εἰς ευς εὐθειῶν ὀξυνομένων αἱ κλητικαὶ | |
25 | περισπῶνται, καθόλου γὰρ ἡ διὰ τοῦ υ δίφθογγος καταλήγουσα ἀπέ‐ στραπται τὴν ὀξεῖαν τάσιν· ἔνθεν σημειούμεθα τὴν οὔ ἀπόφασιν καὶ ἰδού δεικτικὸν καὶ ἰού σχετλιαστικὸν ἐπίρρημα, περὶ ὧν ἐν ἄλλοις ἀπο‐ λογούμεθα. Ἔτι ὁμοτονεῖ βότρυς ὦ βότρυ, ταχύς ὦ ταχύ, Ἄδωνις | |
ὦ Ἄδωνι, πόλις ὦ πόλι, δελφίς ὦ δελφί, Λειώδης ὦ Λειῶδες, | 417 | |
3,1418 | ξιφήρης ὦ ξιφῆρες, Αἰνείας ὦ Αἰνεία, Αἴας ὦ Αἶαν (ὁ μὲν Αἴας ὀξύνεται· μακρὰ γὰρ πρὸ μακρᾶς οὐ περισπᾶται, τὸ δὲ Αἶαν προπερι‐ σπᾶται, τοῦ αν βραχέος ὄντος· πᾶσα γὰρ φύσει μακρὰ πρὸ βραχέος ἐν ἑνὶ μέρει οὖσα περισπᾶται), ποιητής ὦ ποιητά, σοφιστής ὦ σοφιστά, | |
5 | τοξότης ὦ τοξότα. Ἐν τοῖς εἰς ης βαρυτόνοις τέσσαρα σεσημείωνται ἀναβιβάσαντα τὸν τόνον, δέσποτα, εὐρύοπα, μητίετα, ἀκάκητα. Ἔτι ὁμοτονεῖ ἄρσην ὦ ἄρσεν, λιμήν ὦ λιμήν, Ἑρμῆς ὦ Ἑρμῆ. Αἱ εἰς ω λήγουσαι εὐθεῖαι θηλυκαὶ καὶ ἔτι αἱ εἰς ως Λητώ, Κλειώ, αἰδώς ἠώς εἰς οι ἔχουσι τὰς κλητικὰς περισπωμένας. περισπῶνται δὲ διὰ τὴν | |
10 | συνέμπτωσιν τῆς δοτικῆς. αὗται μὲν οὖν αἱ κλητικαὶ ἐπὶ τῆς αὐτῆς συλλαβῆς ταῖς εὐθείαις τὸν τόνον ἐφύλαξαν. Αἱ ἀναβιβάσασαί εἰσιν ἀπὸ τῶν εἰς ης συνθέτων βαρυτόνων καὶ εἰς ους ἐχόντων τὴν γενικήν, Δημόσθενες, Σώκρατες, Διόμηδες. τὸ γὰρ ξιφῆρες καὶ φρενῆρες καὶ τὰ διὰ τοῦ ηρης πάντα καὶ τὰ διὰ | |
15 | τοῦ ωρης καὶ τὰ διὰ τοῦ ωδης ἁπλᾶ ἐστι καὶ οὐ σύνθετα, ὅθεν οὐκ ἀναβιβάζουσι τὸν τόνον. καὶ τὰ διὰ τοῦ ωλης οὐκ ἀναβιβάζουσιν· ἐξῶλες γὰρ καὶ πανῶλες προπερισπωμένως. τὰ δὲ παρὰ τὸ ηκης τανυήκης τανύηκες καὶ τὰ παρὰ τὸ αδης αὐθάδης αὔθαδες καὶ τὰ παρὰ τὸ αρκης αὐτάρκης αὔταρκες, ποδάρκης πόδαρκες καὶ τὰ παρὰ | |
20 | τὸ αντης κατάντης κάταντες, προσάντης πρόσαντες ἔχουσι τὴν κλη‐ τικὴν προπαροξύτονον. καὶ τὰ εἰς ης ἐπίθετα βαρύτονα σύνθετα ἀπὸ | |
οὐδετέρων, ἔχοντα τὴν κλητικὴν εἰς ες, προπαροξύνονται κατὰ τὴν | 418 | |
3,1419 | κλητικὴν οἷον εὐμήκης εὔμηκες, ἐπιμήκης ἐπίμηκες, κακοήθης κα‐ κόηθες, συνήθης σύνηθες, παμμεγέθης παμμέγεθες, οἷς ἠκολούθη‐ σαν καὶ τὸ φιλαλήθης φιλάληθες καὶ μισαλήθης μισάληθες. —τὰ παρὰ τὸ ἔτος παρ’ ἡμῖν μὲν ὀξυνόμενα κατὰ τὴν εὐθεῖαν καὶ κατὰ τὴν | |
5 | κλητικὴν ὀξύνονται οἷον ὁ τριετής ὦ τριετές, ὁ πενταετής ὦ πεν‐ ταετές, ὁ ἑξαετής ὦ ἑξαετές, παρὰ δὲ τοῖς Ἀθηναίοις παροξυνό‐ μενα κατὰ τὴν εὐθεῖαν ἐν τῇ κλητικῇ προπαροξύνονται οἷον ὁ πεν‐ ταέτης ὦ πεντάετες, ὁ ἑξαέτης ὦ ἑξάετες. Πᾶσα κλητικὴ εἰς ρ μετὰ βραχείας βαρύνεται, Ἕκτορ, Νέστορ, | |
10 | Μέντορ, ἔνθεν τὸ ἄνερ, σῶτερ, πάτερ, δᾶερ ἐβαρύνθησαν. Αἱ εἰς ηρ εὐθεῖαι ὑπὲρ δύο συλλαβὰς βαρύτονοι ἀναπέμπουσι τὸν τόνον ἐν τῇ κλητικῇ, θύγατερ, εἴνατερ, Δήμητερ, αἰνόπατερ. τὸ κυβερ‐ νᾶτερ ἀπὸ ὀξυτόνου τοῦ κυβερνατήρ γενόμενον προπεριεσπάσθη. αἱ δὲ εἰς ορ ὑπὲρ δύο συλλαβὰς κλητικαὶ ἐν ταύτῃ τῇ συλλαβῇ φυλάττουσι | |
15 | τὸν τόνον, ἐν ᾗ συλλαβῇ ἔχει αὐτὸν ἡ εὐθεῖα, κωμῆτορ, οἰκῆτορ, Πολυμῆστορ, παντοκράτορ. Αἱ ἀπὸ τῶν εἰς ων εὐθειῶν ἁπλῶν κλητικαὶ ἐπὶ τῆς αὐτῆς συλλα‐ βῆς ταῖς εὐθείαις τὸν τόνον φυλάττουσι, πέπων πέπον, δαίμων δαῖ‐ μον, Ἀρετάων Ἀρετᾶον· εἰ μέντοι σύνθετοι εἶεν, ἀναβιβάζουσι τὸν | |
20 | τόνον τουτέστι προπαροξύνονται, εὔδαιμον, κυλλοπόδιον, Αὐτό‐ μεδον, Ἀγάμεμνον, ὀλβιόδαιμον. τὰ παρὰ τὸ φρήν οὐκ ἀνέδωκε τὸν τόνον, ἀλλ’ ἐφύλαξεν ἐπὶ τῆς αὐτῆς, δαΐφρον, Λυκόφρον. σεσημείωται δὲ τὸ ὦ Λακεδαῖμον καὶ τὸ «ψευδόμενοί σε Παλαῖμον» | |
μὴ ἀναπέμψαντα τὸν τόνον. | 419 | |
3,1420 | Τὰ εἰς ων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς ὄντα προπαροξύνονται κατὰ τὴν κλητικὴν οἷον ὁ βελτίων ὦ βέλτιον, ὁ ἀμείνων ὦ ἄμει‐ νον, ὁ γλυκίων ὦ γλύκιον, ὁ ἀρείων ὦ ἄρειον. Περὶ τόνου τῆς δυϊκῆς εὐθείας. | |
5 | Πᾶσα εὐθεῖα δυϊκὴ εἰς α λήγει ἢ εἰς ε ἢ εἰς ω. —Αἱ εἰς ε λήγουσαι τῆς εἰς α αἰτιατικῆς ἔχουσι τὸν τόνον, ὅτε ἐστὶ ῥητή, Αἴαντα Αἴαντε, Πάριδα Πάριδε, ἄνδρα ἄνδρε, γυναῖκα γυναῖκε. ἔνθεν πάλιν παρὰ τὸ τινά ὀξύνεται τὸ τινέ «ξείνω δή τινε» (Od. δ 26), τὸ δὲ πυσμα‐ τικὸν πάλιν βαρύνεται. ὅτε δὲ μή ἐστι ῥητὴ ἡ εἰς α αἰτιατική, τότε | |
10 | τῇ εἰς ος γενικῇ ὁμοτονεῖ τὸ δυϊκόν, ταχέος ταχέε, πήχεος πήχεε. τὰ δύο εε εἰς η συναιροῦσιν Ἀθηναῖοι. ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλη (Aristoph. Pac. 820). οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλη χορεύετον (Arist. Pac. 325). καὶ πρός γε τούτοις ἥκετον πρεσβῆ δύο (Arist. fr. 495 Dind.). | |
15 | δεῖ προσθεῖναι χωρὶς τῶν ὀξυτόνων γενικῶν, ἐπὶ τούτων γὰρ ἡ εὐθεῖα οὐχ ὁμοτονεῖ, μυός μύε, συός σύε, δρυός δρύε, λιός λῖε. Τὰ εἰς α λήγοντα δυϊκὰ ἀπὸ μὲν ὀξυτόνων ὀξύνονται, ἀπὸ δὲ περισπωμένων περισπῶνται. τοῦ μὲν πρώτου αἰχμητής αἰχμητά, λο‐ γιστής λογιστά· τοῦ δὲ δευτέρου Ἑρμῆς Ἑρμᾶ, Ἀπελλῆς Ἀπελλᾶ. | |
20 | ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, κἂν ἡ εὐθεῖα προπαρο‐ ξύνηται, διὰ τὸ μέγεθος τοῦ α. τὸ γὰρ ἐν δυϊκοῖς α μακρόν ἐστιν, ὁ Αἰνείας τὼ Αἰνεία, ἡ Μήδεια τὰ Μηδεία. Τὰ εἰς ω λήγοντα δυϊκὰ ἢ ὀξύνεται ἢ βαρύνεται, ἀπέστραπται δὲ | |
τὴν περισπωμένην, ἔνθεν καὶ τὸ τώδε δυϊκὸν οὐ προπερισπᾶται, ἀλλὰ | 420 | |
3,1421 | παροξύνεται. ὀξύνεται μὲν ἀπὸ περισπωμένων καὶ ὀξυνομένων χρυ‐ σοῦς χρυσώ, καλός καλώ. πρὸ μιᾶς δὲ ἔχει τὸν τόνον τὰ ἀπὸ βαρυ‐ νομένων, Ὅμηρος Ὁμήρω, φίλος φίλω. τὸ δὲ ἄμφω καὶ δύο θεματικά εἰσιν. | |
5 | Περὶ τόνου τῆς δυϊκῆς γενικῆς. Αἱ γενικαὶ τῶν δυϊκῶν εἰς αιν λήγουσι καὶ εἰς οιν. αἱ μὲν οὖν εἰς αιν ἐκ τῶν ἰδίων εὐθειῶν κανονίζονται. εἰ μὲν γὰρ ὀξύνονται αἱ εὐθεῖαι καὶ περισπῶνται, πάντως αἱ γενικαὶ περισπῶνται, καλά καλαῖν, ἀλλὰ καὶ διπλᾶ διπλαῖν. εἰ δὲ βαρύνονται, καὶ αἱ γενικαί, φίλαι | |
10 | φίλαιν, μοῦσαι μούσαιν. καὶ ἀποροῦσί τινες λέγοντες, διὰ τί ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊκῶν οὐ περισπᾶται ὁμοίως τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν; ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊκῶν μᾶλλον τῇ Ἀτρείδαις δοτικῇ τῶν πληθυντικῶν ἀκολουθεῖ ἤπερ τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν. κατὰ γὰρ τὴν φωνὴν τῇ | |
15 | δοτικῇ τῶν πληθυντικῶν πλησιάζει· τὴν αὐτὴν γὰρ δίφθογγον ἔχει. Ἄλλως τε δὲ πᾶσαι αἱ πτώσεις βαρύνονται οἷον Ἀτρείδης Ἀτρείδου Ἀτρείδῃ Ἀτρείδην, δυϊκὰ Ἀτρείδα Ἀτρείδαιν, πληθυντικὰ Ἀτρείδαις Ἀτρείδας. οὕτως οὖν καὶ Ἀτρείδαιν βαρυτόνως. Μόνη δὲ ἡ Ἀτρειδῶν γενικὴ τῶν πληθυντικῶν περιεσπάσθη, ἐπεὶ καὶ μόνη διῃρέθη οἷον Ἀτρει‐ | |
20 | δέων. Ἐὰν βούλωνται οὖν περισπᾶν τὴν Ἀτρείδαιν γενικὴν τῶν δυϊ‐ κῶν ὁμοίως τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν, καὶ μὴ βαρύνειν ὁμοίως ταῖς ἄλλαις πτώσεσι, δότωσαν ἐπ’ αὐτῆς τὸ ἐξαίρετον, ὅπερ ἔσχεν ἡ γενικὴ τῶν πληθυντικῶν, τουτέστι τὴν διαίρεσιν· εἰ δὲ οὐ διαι‐ ρεῖται, ἄρα οὐδὲ τὸν τόνον ἕξει τῆς γενικῆς τῶν πληθυντικῶν. | |
25 | Αἱ δὲ εἰς οιν γενικαὶ εἰ μὲν ἀπὸ τῶν εἰς ω γίνοιντο εὐθειῶν, βαρυ‐ νομένων μὲν συμβαρύνονται, φίλω φίλοιν, ὀξυνομένων δὲ περισπῶν‐ ται, καλώ καλοῖν. τὸ ἀμφοῖν καὶ δυοῖν καὶ δυεῖν, ὥς φασιν, κατὰ τροπὴν τοῦ ο εἰς ε, οὐκ ἀκόλουθα τῷ ἄμφω καὶ δύο βαρυνομέ‐ νοις. Εἰ δὲ ἀπὸ τῶν εἰς ε, ἀπὸ μὲν τῶν δισυλλάβων περισπῶνται, | |
30 | χεῖρε χειροῖν, θῆρε θηροῖν, πόδε ποδοῖν, φῶτε φωτοῖν, ἐπὶ ἀνδρῶν, φῶτε δὲ φώτοιν ἐπὶ πυρσῶν. πάλιν σεσημειωτέον τὸ τί‐ νοιν πύσμα βαρυνόμενον ὡς πρὸς τὸ ἀόριστον περισπώμενον καὶ ἔτι | |
τὸ παίδοιν, Τρώοιν, πάντοιν καὶ τὰ λοιπά, ἃ καὶ κατὰ τὴν γενικὴν | 421 | |
3,1422 | πληθυντικὴν σημειούμεθα ὡς βαρυνόμενα, ὧν καὶ αἱ γενικαὶ δυϊκαὶ ἐβαρύνθησαν. ἀπὸ δὲ τῶν ὑπὲρ δύο συλλαβὰς πρὸ μιᾶς ἔχουσι τὸν τόνον Αἴαντε Αἰάντοιν, Πάριδε Παρίδοιν. εἰ δὲ συναλοιφὴ παρα‐ κολουθήσῃ, καὶ αὗται περισπῶνται, σκελέοιν σκελοῖν, Δημοσθενέοιν | |
5 | Δημοσθενοῖν. κἀνταῦθα γυναικοῖν καὶ θυγατροῖν σημειούσθω‐ σαν παραλόγως περισπασθεῖσαι. Περὶ κλητικῆς. Πᾶσα κλητικὴ δυϊκὴ καὶ πληθυντικὴ ὁμοτονεῖ τῇ ἰδίᾳ εὐθείᾳ. Περὶ τόνου τῆς πληθυντικῆς εὐθείας. | |
10 | Πᾶσα εὐθεῖα πληθυντικὴ ἀρσενική τε καὶ θηλυκὴ εἰς ες λήγει ἢ εἰς οι ἢ εἰς αι ἢ κατὰ συναίρεσιν εἰς εις. Αἱ μὲν οὖν εἰς ες λήγουσαι οὐδέποτε ὀξύνονται, Πάριδες, μῆ‐ νες, Αἴαντες· χωρὶς εἰ μὴ ἐκ πάθους εἶεν διὰ τὸ βιοπλανές οἵ τε βιοπλανὲς ἀγρὸν ἐπ’ ἀγροῦ | |
15 | φοιτῶσιν· (Callimach.) καὶ τὸ ἐπιτηδές εἰς δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν (Il. Α 142). ἔχουσι δὲ τῶν δυϊκῶν εὐθειῶν τὸν τόνον, Πάριδε Πάριδες, τίνε τίνες, Ἕκτορε Ἕκτορες, Αἴαντε Αἴαντες, γυναῖκε γυναῖκες, μητέρε μη‐ | |
20 | τέρες, εἰνατέρε εἰνατέρες. | 422 |
3,1423 | Αἱ δὲ εἰς οι τῇ ἑνικῇ ἀκολουθοῦσι εὐθείᾳ καὶ αὐτῆς ἔχουσι τὸν τόνον, ἄνθρωπος ἄνθρωποι, πλησίος πλησίοι, ἱστός ἱστοί. ἔνθεν ἀπὸ μὲν τοῦ ὁ χρυσός οἱ χρυσοί ὀξύνεται, ἀπὸ δὲ τοῦ ὁ χρυσοῦς οἱ χρουσοῖ περισπᾶται, καὶ ἐπὶ τῶν ὁμοίων ὁμοίως. | |
5 | Αἱ δὲ εἰς αι μονογενεῖς μὲν οὖσαι ἐπὶ τῆς αὐτῆς συλλαβῆς ἔχουσι τὸν τόνον τῇ εὐθείᾳ, Μήδεια Μήδειαι, μοῦσα μοῦσαι, ἄελλα ἄελ‐ λαι, τοξότης τοξόται, κοχλίας κοχλίαι, Αἰνείας Αἰνεῖαι, Ἀτρείδης Ἀτρεῖδαι, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα. ἡ γὰρ αι ἀντὶ κοινῆς λαμβάνεται. οὐδὲ ὄντως οὖν Ἀττικοὶ τὸ αἴτιαι, ἥμεραι, εὐπρά‐ | |
10 | ξιαι, τιμώριαι προπαροξύνουσι οὐδὲ τὸ τραγῴδιαι, κωμῴδιαι. Αἱ εἰς τὴν αι δίφθογγον λήγουσαι εὐθεῖαι τῶν πληθυντικῶν παρε‐ σχηματισμέναι ἀρσενικοῖς, ἐὰν μὲν ὦσιν ἀπὸ τῶν εἰς ος, τῷ τόνῳ τοῦ ἀρσενικοῦ ἀκολουθοῦσι, τουτέστι τῆς εὐθείας τῶν πληθυντικῶν τοῦ ἰδίου ἀρσενικοῦ, οἷον ποικίλοι ποικίλαι, ἐναντίοι ἐναντίαι, σοφοί σοφαί, | |
15 | καλοί καλαί, λίθινοι λίθιναι, δρύϊνοι δρύϊναι, ἅγιοι ἅγιαι, τίμιοι τίμιαι, δίκαιοι δίκαιαι, ὅσιοι ὅσιαι, Λύκιοι Λύκιαι τὸ τριγενές. | |
Λυκίαι δὲ τὸ μονογενὲς πρὸς τὸ Λυκία· ἥμεροι ἥμεραι, ἡμέραι δὲ | 423 | |
3,1424 | τὸ μονογενές. Ἐὰν δὲ μὴ ὦσιν ἀπὸ τῶν εἰς ος, τοῖς ἑνικοῖς ἑαυτῶν ἀκο‐ λουθοῦσι κατὰ τὸν τόνον οἷον Θρῇσσα Θρῇσσαι, θῆσσα θῆσσαι ἡ μισθῷ δουλεύουσα, τύπτουσα τύπτουσαι, χαρίεσσα χαρίεσσαι, τετυ‐ φυῖα τετυφυῖαι, ταχεῖα ταχεῖαι, βραδεῖα βραδεῖαι, μέλαινα μέ‐ | |
5 | λαιναι. τὸ δὲ Τρῳαί καὶ δμῳαί ὀξυνόμενα ὁμολογοῦσι πεπτωκέναι ἀπὸ ὀξυτόνου ἑνικοῦ Τρῳή καὶ δμῳή. Αἱ εἰς εις ἀπὸ μὲν βαρυτόνων ἑνικῶν βαρύνονται, Δημοσθένης Δημοσθένεις, ἀπὸ δὲ τῶν ὀξυνομένων ἢ περισπωμένων περισπῶνται, εὐγενής εὐγενεῖς, Ἡρακλῆς Ἡρακλεῖς. τῶν δὲ τοιούτων Ἀθηναῖοι | |
10 | τὴν συναίρεσιν ποιοῦνται διὰ τοῦ η καὶ ὁμοίως περισπῶσιν, ἱππῆς ἐκ τοῦ ἱππέες, βασιλέες βασιλῆς. Οἱ ἥρωες ἡ εὐθεῖα τῶν πληθυντικῶν εὕρηται κατὰ κρᾶσιν παρὰ Ἀριστοφάνει ἐν Ἥρωσιν «οἱ γὰρ ἥρως ἐγγύς εἰσιν» ἀντὶ τοῦ ἥρωες. Αἱ εἰς ους ἀπὸ συγκριτικῶν ἐνδείᾳ τοῦ ν καὶ κράσει τῶν φωνηέν‐ | |
15 | των γενόμενα παροξύνονται οἷον μείζονες μείζους, βελτίονες βελ‐ τίους καὶ τὰ ὅμοια. Τὰ Ἀττικὰ εἰς ω καὶ εἰς ι λήγοντα κατὰ τὴν εὐθεῖαν τῶν πλη‐ θυντικῶν ὁμοτονοῦσι τῇ εὐθείᾳ τῶν ἑνικῶν οἷον ὁ εὔγεως οἱ εὔγεῳ, ὁ Μενέλεως οἱ Μενέλεῳ, ὁ νεώς οἱ νεῴ, ὁ λεώς οἱ λεῴ. | |
20 | Πᾶσα εὐθεῖα πληθυντικὴ οὐδετέρου ὀνόματος ἐντελὴς εἰς α λήγει καὶ ἐπὶ τῆς αὐτῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφ’ ἧς καὶ ἡ ἑνικὴ εὐθεῖα, γράμμα γράμματα, φίλον φίλα, καλόν καλά· κάνεον μὲν κάνεα προπαροξυτόνως, κανοῦν δὲ κανᾶ προπερισπωμένως διὰ τὴν συναίρε‐ σιν. αἱ δὲ εἰς η ἐκ συναιρέσεώς εἰσι καὶ πρὸς τὴν συναίρεσιν τὸν τόνον | |
25 | ποιοῦνται, τείχεα τείχη· αἱ γὰρ δύο βαρεῖαι εἰς βαρεῖαν συναιροῦνται. τὰ εὐσεβέα δὲ τὰ εὐσεβῆ· ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰς περισπωμένην συναιρεῖται. Περὶ τόνου τῆς πληθυντικῆς γενικῆς. Αἱ γενικαὶ αἵτε ἑνικαὶ καὶ πληθυντικαὶ ἀπὸ μὲν τῶν ὀξυτόνων ἢ | |
30 | περισπωμένων ὀνομάτων, εἰ μὲν ἰσοσυλλάβως κλίνοιντο, πάντως περι‐ | 424 |
3,1425 | σπῶνται, καλός καλοῦ καλῶν, ψυχή ψυχῆς ψυχῶν, λουτρόν λουτροῦ λουτρῶν, ἀλλὰ καὶ Ἑρμῆς Ἑρμοῦ Ἑρμῶν, χρυσοῦς χρυσοῦ χρυσῶν. εἰ δὲ περιττοσυλλάβως, ἐντελεῖς μὲν οὖσαι παροξύνονται, εὐσεβής εὐσεβέος εὐσεβέων, Ἡρακλῆς Ἡρακλέος Ἡρακλέων· συνῃρημέναι | |
5 | δὲ περισπῶνται, εὐσεβοῦς εὐσεβῶν, εὐγενοῦς εὐγενῶν, Ἡρακλοῦς Ἡρακλῶν. Αἱ δὲ εἰς οι λήγουσαι πληθυντικαὶ εὐθεῖαι βαρύτονοι βαρύνουσι καὶ τὰς ἰδίας γενικάς, φίλοι φίλων, ἥμεροι ἡμέρων· αἱ δὲ ὀξύτονοι ἢ περισπώμεναι περισπῶνται, καλοί καλῶν, σοφοί σοφῶν, χρυσοῖ χρυ‐ | |
10 | σῶν, χαλκοῖ χαλκῶν. Αἱ δὲ εἰς αι εὐθεῖαι πληθυντικαὶ μονογενεῖς περισπῶσι τὰς ἰδίας γενικάς, Μήδειαι Μηδειῶν, Αἰνεῖαι Αἰνειῶν. σεσημείωνται βαρυνό‐ μενα τέσσαρα, χλοῦναι χλούνων, ἐτησίαι ἐτησίων, ἀφύαι ἀφύων, χρῆσται χρήστων διὰ τὸ μὴ συμπεσεῖν τῷ χρηστός χρηστοί χρηστῶν. | |
15 | τὸ ἀφύαι πάλιν βαρέως, ἵνα μὴ συνεμπέσῃ τῷ ἀφυεῖς τῶν ἀφυῶν. Αἱ εἰς αι λήγουσαι εὐθεῖαι θηλυκαὶ πληθυντικαὶ παρεσχηματισμέναι ἀρσενικοῖς, εἰ μὲν ἔχοιεν τὴν πληθυντικὴν ὁμόφωνον τῇ τοῦ ἀρσενικοῦ γενικῇ, πάντως καὶ ὁμότονον ἔχουσιν· ὡς γὰρ οἱ φίλοι τῶν φίλων, οὕτως καὶ αἱ φίλαι τῶν φίλων, καὶ ὡς οἱ καλοί τῶν καλῶν περι‐ | |
20 | σπᾶται, οὕτως καὶ αἱ καλαί τῶν καλῶν περισπᾶται. εἰ μέντοι μὴ ὁμο‐ φωνοῖεν αἱ γενικαί, πάντως τὸ θηλυκὸν περισπᾶται, οἱ τάλανες τῶν ταλάνων βαρυτόνως, αἱ τάλαιναι τῶν ταλαινῶν περισπωμένως. καὶ ταχέες μέντοι ταχέων βαρυτόνως, ταχεῖαι δὲ ταχειῶν περισπωμένως. τὸ αὐτὸ καὶ ἐπὶ μετοχῶν, οἱ τυπτόμενοι τῶν τυπτομένων, ἀλλὰ καὶ | |
25 | τυπτόμεναι τῶν τυπτομένων βαρυτόνως. ἐπὶ δὲ τοῦ ποιοῦντες καὶ ποιοῦσαι οὐκέτι· ποιούντων μὲν γὰρ τὸ ἀρσενικὸν βαρυτόνως, ποι‐ οῦσαι δὲ ποιουσῶν περισπωμένως. —ὅτε δὲ κατὰ διάλεκτον ἡ γενικὴ τροπὴν ὑπομένει τοῦ ων εἰς αν, περισπᾶται, κυανεᾶν, ἀμφοτερᾶν. —ἐντεῦθεν τὸ Ῥοδίαι καὶ Σαμίαι καὶ τὰ τοιαῦτα, εἰ μὲν ἐθνικὰ εἴη, | |
30 | συμβαρύνει ταῖς ἀρσενικαῖς τὰς γενικάς· εἰ δὲ κύρια—ἐνδέχεται γὰρ Ῥοδίαν τινὰ καλεῖσθαι καὶ Σαμίαν—τότε περισπῶσι τὰς γενικάς, Ῥο‐ διῶν καὶ Σαμιῶν. διὰ τοῦτο ἡμέραι μὲν ἐπὶ τοῦ χρόνου ἡμερῶν, ἥμεραι δὲ ἡμέρων ἐπιθετικῶς βαρυτόνως, ἐπεὶ καὶ οἱ ἥμεροι τῶν ἡμέ‐ ρων. τὸ πόρναι πορνῶν καὶ πέτραι πετρῶν καὶ χῶραι χωρῶν, | |
35 | βάκχαι βακχῶν, ὄχθαι ὀχθῶν, χῆραι χηρῶν, κοῦραι κουρῶν, παι‐ | 425 |
3,1426 | δίσκαι παιδισκῶν «τῶν παιδισκῶν τινι δοὺς» παρὰ τῷ Μενάνδρῳ ἐν τῷ Ἥρωϊ. καὶ εἴ τι τοιοῦτον ἕτερον, περισπᾷ τὴν ἰδίαν γενικὴν καίτοι ὁμοφωνοῦσαν τῷ ἀρσενικῷ βαρυνομένῳ οἱ πόρνοι τῶν πόρνων καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἐπεὶ μὴ ἐκ τῶν ἀρσενικῶν τὰ θηλυκὰ παρε‐ | |
5 | σχημάτισται, ἀλλ’ ἔστιν ἡ πρώτη τούτων θέσις ἐπὶ τῶν θηλυκῶν, διὸ καὶ ὡς μονογενὲς περιεσπάσθη. τὰ δὲ ἀρσενικὰ ποιητικώτερον κατὰ τὸ γέ‐ νος τὴν παραγωγὴν πεποίηνται, ὅθεν καὶ βαρυτονοῦσι τὰς γενικὰς ταῖς ἰδίαις εὐθείαις ἀκολοθοῦντα. τὸ μέσαι μεσῶν, ὑπάται ὑπατῶν, νεάται νεατῶν ἐπὶ τῶν χορδῶν περισπῶμεν. κύρια γάρ εἰσιν αὐτῶν ὀνόματα | |
10 | καὶ διὰ τοῦτο μονογενῆ. τὰ μέντοιγε ἐπιθετικὰ βαρύνεται, ἐπεὶ τὰ τούτων ἀρσενικά «κοῦραι πετράων ἤριπον ἐξ ὑπάτων». τὸ χιλιῶν παρ’ Ἀθηναίοις παραλόγως περισπᾶται. Ἐὰν δὲ εὑρεθῶσιν ὁμοφωνοῦσαι ἀπὸ τῶν εἰς ες πληθυντικῶν εὐ‐ θειῶν θηλυκῶν γενικαὶ γενικαῖς ἀρσενικῶν περισπωμέναις, οὐκ ἀναγκά‐ | |
15 | ζονται καὶ ὁμοτονεῖν αὐταῖς. ἐκ δὲ τοῦ ἐναντίου εἴ τι μὲν ἀρσενικὸν εἰς αι τὴν εὐθεῖαν ἔχοι, τὸ δὲ θηλυκὸν εἰς ες, ἡ μὲν τοῦ ἀρσενικοῦ περισπᾶται, ἡ δὲ τοῦ θηλυκοῦ βαρύνεται· αἱ Δαναΐδες μέντοι τῶν Δα‐ ναΐδων βαρυτόνως, οἱ Δαναΐδαι δὲ τῶν Δαναϊδῶν περισπωμένως· ὅμοιον ἔχει καὶ οἱ Τανταλίδαι Τανταλιδῶν, οἱ Ἡλιάδαι τῶν Ἡλια‐ | |
20 | δῶν, οἱ Πριαμίδαι τῶν Πριαμιδῶν, αἱ Τανταλίδες δὲ τῶν Ταντα‐ λίδων, αἱ Ἡλιάδες τῶν Ἡλιάδων, αἱ Πριαμίδες τῶν Πριαμίδων βαρυτόνως. Πᾶσα εὐθεῖα δισύλλαβος εἰς ες λήγουσα πληθυντικὴ δηλονότι περι‐ σπᾶται τὴν ἰδίαν γενικήν, μῆνες μηνῶν, ἄνδρες ἀνδρῶν, θῶπες θω‐ | |
25 | πῶν, φῶτες φωτῶν, χῆνες χηνῶν, χεῖρες χειρῶν καὶ τὰ ἄλλα ὁμοίως, ἐννέα σεσημειωμένων, περὶ ὧν καὶ λόγον δίδομεν. τίνων, ὅτε πυσματικῶς, πρὸς ἀντιδιαστολὴν τοῦ ἀορίστου, ἐκεῖνο γὰρ περισπᾶ‐ ται. Τρῶες Τρώων, δμῶες δμώων, ἵνα ἐκφύγωσι τὸ αἱ Τρῳαί τῶν Τρῳῶν καὶ αἱ δμῳαί τῶν δμῳῶν, ὀξυνόμενα κατὰ τὰς εὐθείας, καὶ διὰ | |
30 | τοῦτο περισπῶνται τὰς γενικάς. θῶες θώων διὰ τὸ θῳή, ὃ σημαίνει τὴν ζημίαν, αἱ θῳαί τῶν θῳῶν. παῖδες παίδων, οὐ πρὸς διαστολήν, ὥς τινες ἐνόμισαν, τοῦ αἱ πέδαι τῶν πεδῶν ἐπὶ τῶν δεσμῶν. ἡ γὰρ γραφὴ τὴν διαστολὴν ποιεῖται· τοῦτο μὲν γὰρ τὸ ἐπὶ τῶν δεσμῶν διὰ | |
τοῦ ε, ἐκεῖνο δὲ διὰ τῆς αι διφθόγγου· ἀλλ’ ἴσως ἐπειδὴ ὡς ἀπὸ | 426 | |
3,1427 | ἐντελεστέρου τοῦ πάϊς γέγονεν, ὡς μὴ εἶναι φύσει δισύλλαβον. ἔτι ἐστὶ πάντες πάντων, οὐχ ὅτι ἐκ τοῦ ἅπαντος, ὥς τινές φασιν, ἀφαι‐ ρέσει τοῦ α γέγονεν· ἐπεὶ ἔδει καὶ τὸ παντός καὶ παντί βαρύνεσθαι, ἐκ τοῦ ἅπαντος ἅπαντι ἀφῃρημένα· ἀλλ’ ὅτι μετοχῆς εἴληφεν ἀναλογίαν, | |
5 | ὡς ἐν τῷ περὶ μετοχῶν δέδεικται, ᾧ λόγῳ καὶ τὸ πᾶσι βεβαρυτόνηται, ὡς στᾶσι δοῦσιν. ἔτι δᾷδες δᾴδων· δαΐδες δαΐδων γὰρ τρισυλλάβως τὸ ἐντελές. ἔτι λᾶες λάων. τὸ γὰρ ἐντελὲς ἀπὸ τοῦ λᾶας λάαες λαάων πάλιν τρισύλλαβον. ἔνατόν ἐστι τὸ κρᾶτες κράτων «κράτων τυπτομέ‐ νων» (Od. χ 309, ω 184) ἴσως ἀπὸ τοῦ κράατες κραάτων ἐντελεστέ‐ | |
10 | ρου. Χωρὶς δὲ τούτων ἐστὶ καὶ ἕτερα· σέες σέων ἐπὶ τῶν σκωλήκων ὡς παρ’ Ἀριστοφάνει «ὑπὸ τῶν σέων καταπονούμενον» (Lys. 730) καὶ φῴδων, ὡς παρ’ Ἀριστοφάνει «πλὴν φῴδων ἐκ βαλανείου» (Plut. 535), οὐδένων, Φθάντων τῷ λόγῳ τῶν μετοχῶν ὡς στάντες στάντων, βάντες βάντων, δόντες δόντων. Φασὶ δέ τινες ἀπολογούμενοι περὶ | |
15 | ὅλων τῶν σεσημειωμένων, ὅτι τὰ εἰς ς λήγοντα μονοσύλλαβα κατὰ τὴν γενικὴν περιττοσύλλαβα τὰ μὲν ὀξύτονα, ἐὰν διὰ συμφώνων κλίνωνται, περισπῶνται κατὰ τὴν γενικὴν πληθυντικήν, σής σητός σῆτες σητῶν, Κρής Κρητός Κρῆτες Κρητῶν. ἐὰν δὲ διὰ καθαροῦ τοῦ ος κλιθῶσι, βαρύ‐ νονται κατὰ τὴν γενικὴν πληθυντικήν, Τρώς Τρωός Τρῶες Τρώων, | |
20 | δμώς δμωός δμῶες δμώων. τὸ δὲ τίνων εἰς διαφορὰν τῶν τινῶν καὶ τὸ κράτων τῶν κεφαλῶν εἰς διαφορὰν τῶν κρατῶν ἀπὸ τοῦ κράτος ἡ ἀρχή. τὸ δὲ φῴδων καὶ δᾴδων ἀπὸ τῶν φωΐδων καὶ δαΐ‐ δων. τὰ δὲ περισπώμενα ἐκ τοῦ ἐναντίου γίνεται· ἐὰν μὲν διὰ καθα‐ ροῦ τοῦ ος κλίνωνται, περισπῶσι τὰς γενικὰς πληθυντικάς, μῦς μυός μύες | |
25 | μυῶν, βοῦς βοός βοῶν, δρύες δρυῶν, σύες συῶν. ἐὰν δὲ διὰ συμ‐ φώνου, βαρύνονται, παῖς παιδός παῖδες παίδων, πάντες πάντων· τὸ δὲ λάων ἐβαρύνθη εἰς διαφορὰν τῶν λαῶν. ἀλλὰ κακῶς λέγουσιν οἱ οὕτως ἀπολογησάμενοι πρῶτον μὲν ὅτι ἀπὸ τῶν σεσημειωμένων πλέ‐ κουσι τὸν κανόνα, δεύτερον δὲ ὅτι ἀντίκειται τούτοις τὸ κίς κιός καὶ | |
30 | λίς λιός· ταῦτα γὰρ ὀξύνονται κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν καὶ διὰ καθαροῦ τοῦ ος κλίνονται καὶ ὅμως οὐ βαρύνονται ἐν τῇ γενικῇ τῶν | |
πληθυντικῶν, ἀλλὰ περισπῶνται. κιῶν γὰρ καὶ λιῶν περισπωμένως. | 427 | |
3,1428 | Αἱ εἰς ες ὑπὲρ δύο συλλαβὰς εὐθεῖαι βαρύνουσι τὰς γενικάς, Αἴαντες Αἰάντων, ἑβδομάδες ἑβδομάδων, εὐσεβέες εὐσεβέων, στάχυες στα‐ χύων, ὀσφύες ὀσφύων. ἔδει οὖν καὶ τὸ πόλεων, μάντεων, πε‐ λέκεων καὶ τὰ τούτοις παραπλήσια πρὸ μιᾶς ἔχειν τὸν τόνον. ἀλλ’ | |
5 | Ἀττικούς φασι προπαροξύνειν ταῦτα, ἅπερ ἐστὶν ἀπὸ τῶν εἰς ις εὐθειῶν, καὶ ἔτι δύο ἀπὸ τῶν εἰς υς, τό τε πήχεων καὶ πελέκεων. σεσημείωται πάλιν γυναικῶν καὶ θυγατρῶν περισπώμενα ἑπόμενα τῷ τόπῳ τοῦ τόνου τῆς γενικῆς ἑνικῆς καὶ τὰ παρ’ Ἀθηναίοις ἀριθμητικὰ τὸ χιλιά‐ δων καὶ μυριάδων. ταῦτα γὰρ παρ’ αὐτοῖς περισπῶνται, παρ’ ἡμῖν | |
10 | δὲ βαρύνονται. Αἱ δὲ εἰς εις εὐθεῖαι συνῃρημέναι εἰσὶ καὶ περισπῶσι τὰς ἰδίας γε‐ νικάς, ὡς ἤδη εἴπομεν, Σωκράτεις Σωκρατῶν, Δημοσθένεις Δημο‐ σθενῶν, εὐσεβεῖς εὐσεβῶν. τὸ δυσώδων καὶ εὐώδων καὶ νοσώ‐ δων τῷ λόγῳ μὲν περισπασθήσονται, ὁ δὲ Ἀρίσταρχος ταύτας καὶ τὰς | |
15 | ὁμοίας βαρύνει ἐκ τοῦ οἴεσθαι τὰς ἐντελεῖς γενικὰς αὐτῶν προπαροξύ‐ νεσθαι, εὐώδεων ὡς πόλεων. οὐκ εὐλόγως· μόναι γὰρ αἱ ἀπὸ τῶν εἰς ις ὑπάρχουσιν αἱ προπαροξυνόμεναι, πόλεων, μάντεων, καὶ δύο ἀπὸ τῶν εἰς υς πελέκεων, πήχεων, αἱ δὲ λοιπαὶ πᾶσαι βαρύτονοι οὖσαι πρὸ μιᾶς ἔχουσι τὸν τόνον, ὡς πρόκειται. παραλόγως οὖν Ἀρίσταρχος | |
20 | βαρύνει καὶ ἐπείσθη ἡ παράδοσις. καὶ τὸ τριήρων οἱ μὲν βαρύνουσιν, οἱ δὲ περισπῶσιν, ὥσπερ καὶ αὐτάρκων καὶ αὐθάδων καὶ τὸ συνή‐ | |
θων καὶ κακοήθων βαρύνεται ὥσπερ καὶ τὰ αὐτῶν ἐπιρρήματα. | 428 | |
3,1429 | Αἱ εἰς α λήγουσαι εὐθεῖαι πληθυντικαὶ οὐδετέρων ὀνομάτων, εἰ μὲν ὀξύνοιντο ἢ περισπῷντο, πάντως τὴν πληθυντικὴν γενικὴν περι‐ σπῶσι, πυρά πυρῶν, σφυρά σφυρῶν, καλά καλῶν, ἀλλὰ καὶ κανᾶ περισπωμένως κανῶν, ὀστᾶ ὀστῶν, χρυσᾶ χρυσῶν· εἰ μέντοι βαρύ‐ | |
5 | νοιντο, συμβαρύνουσι καὶ τὰς γενικάς, φίλα φίλων, ξύλα ξύλων, φῶτα φώτων, ὦτα ὤτων. εἰ δὲ ἀπὸ περισσοσυλλάβων συναλοιφὴ παρακολουθήσειε, ἡ γενικὴ πάντως περισπᾶται, τειχέων τειχῶν, βελέων βελῶν, κρεάων κρεῶν. σεσημείωται τὸ φρητῶν. ἔστι γὰρ φρέατα καὶ γίνεται κατὰ κρᾶσιν φρῆτα τοῦ ε καὶ α εἰς η κραθέντος. καὶ τού‐ | |
10 | του βαρυνομένου κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν ὤφειλε καὶ ἡ γε‐ νικὴ τῶν πληθυντικῶν βαρύνεσθαι καὶ εἶναι φρήτων βαρυτόνως ὥσπερ τὰ ὦτα τῶν ὤτων, τὰ φῶτα τῶν φώτων. ὅμως δὲ περισπῶσιν αὐτὸ οἷον φρητῶν ὁμοτόνως τῇ Κρητῶν καὶ σητῶν καὶ θητῶν γενικῇ. Περὶ τόνου τῆς δοτικῆς πληθυντικῆς. | |
15 | Περὶ μὲν τῶν εἰς ι ἐκφωνούμενον δοτικῶν πληθυντικῶν εἴπομεν ἐν τοῖς ἑνικοῖς, νῦν δὲ περὶ τῶν λοιπῶν ἐροῦμεν. Αἱ εἰς αις καὶ εἰς οις ἀπὸ ὀξυτόνων καὶ περισπωμένων εὐθειῶν οὖ‐ σαι περισπῶνται, ἀθληταί ἀθληταῖς, καλοί καλοῖς, σοφοί σοφοῖς, ἀλλὰ καὶ οἱ Ἑρμαῖ τοῖς Ἑρμαῖς, αἱ χρυσαῖ ταῖς χρυσαῖς. ἀπὸ δὲ | |
20 | βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, φίλοι φίλοις, ἵπποι ἵπποις, Μήδειαι Μηδείαις, τάλαιναι ταλαίναις, ξύλα ξύλοις. Περὶ τῶν Ἀττικῶν, ὅτι τὸν τόνον τῆς κοινῆς εὐθείας ἔχει πᾶσα πτῶσις Ἀττική, εἴπομεν ἤδη· διὰ τοῦτο τοῖς Μενέλεῳς προπαροξύνομεν, ἐπεὶ καὶ ὁ Μενέλαος, τοῖς δὲ λεῴς ὀξύνομεν, ἐπεὶ καὶ ὁ λαός. | |
25 | Περὶ τόνου τῆς πληθυντικῆς αἰτιατικῆς. Πᾶσα αἰτιατικὴ πληθυντικὴ ὁμοφωνοῦσα τῇ πληθυντικῇ εὐθείᾳ καὶ | |
ὁμοτονεῖ ταύτῃ, οἱ ταχεῖς τοὺς ταχεῖς, οἱ Δημοσθένεις τοὺς Δη‐ | 429 | |
3,1430 | μοσθένεις, οἱ βελτίους τοὺς βελτίους, οἱ ἰχθῦς περισπωμένως καὶ τοὺς ἰχθῦς, ὁμοίως αἱ κλιτῦς τὰς κλιτῦς, οἱ βασιλῆς τοὺς βασιλῆς οἷον «τούς τε διστάρχας ὤλεσας βασιλῆς» παρὰ τῷ Σοφοκλεῖ (Ai. 390). Αἱ εἰς ας λήγουσαι, συνεσταλμένον ἔχουσαι τὸ α, ὁμότονοί εἰσι | |
5 | ταῖς πληθυντικαῖς εὐθείαις, Αἴαντες Αἴαντας, Πάριδες Πάριδας, ταχέες ταχέας, αἱ ἐκτεταμένον ἔχουσαι τὸ α ἀπὸ μὲν βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, Μήδειαι Μηδείας, τάλαιναι ταλαίνας· ἀπὸ δὲ ὀξυτόνων ὀξύνονται, καλαί καλάς, ταφαί ταφάς. ἀπὸ δὲ περισπω‐ μένων περισπῶνται, διπλαῖ διπλᾶς, συκαῖ συκᾶς, γαλαῖ γαλᾶς· μα‐ | |
10 | κρὸν δὲ ἔχουσι τὸ α ὅσαι εἰσὶν ἀπὸ τῶν εἰς αι εὐθειῶν, ὡς αἱ προ‐ κείμεναι· βραχὺ δὲ αἱ ἀπὸ τῶν εἰς ες, ὧν πάλιν κεῖται τὰ ὑποδείγματα. Αἱ εἰς ους αἰτιατικαὶ πάλιν ταῖς εὐθείαις ἀκολουθοῦσι κατὰ τὸν εἰρημένον κανόνα, φίλοι φίλους, καλοί καλούς ὀξυτόνως καὶ ἀργυροῖ ἀργυροῦς περισπωμένως. | |
15 | Τὰ Ἀττικὰ ὁμοτονοῦσι ταῖς εὐθείαις τῶν πληθυντικῶν οἷον οἱ εὔ‐ γεῳ τοὺς εὔγεως, οἱ Μενέλεῳ τοὺς Μενέλεως, οἱ νεῴ τοὺς νεώς, οἱ λεῴ τοὺς λεώς. Τὸ Ἐρετριέας Ἐρετριᾶς καὶ ἁλιέας ἁλιᾶς κατὰ συναίρεσιν περι‐ σπῶνται παρ’ Ἀθηναίοις. | |
20 | Τὰ περὶ τόνου τῶν κατὰ θέμα ἀριθμῶν ἐκλέλοιπεν. ΠΕΡΙ ΤΩΝ ΕΙΣ ω ΚΑΙ ΕΙΣ μι ΡΗΜΑΤΩΝ ΚΑΤΑ ΠΑΝ ΠΡΟΣΩΠΟΝ. ΒΙΒΛΙΟΝ ιϛʹ. Πᾶν ῥῆμα βαρύνεται ἢ περισπᾶται· γράφω, τύπτω, ποιῶ, βοῶ. ὀξύνεται δὲ οὐδέποτε κατὰ τὴν κοινὴν συνήθειαν, εἰ μὴ παρὰ Δωριεῦσι | |
25 | τὰ συνῃρημένα ἀπαρέμφατα εἰς ειν ἀφαιρέσει τοῦ ι, ποιέν ἀντὶ τοῦ ποιεῖν, δασμοφορέν ἀντὶ τοῦ δασμοφορεῖν. σεσημείωται δέ τινα ῥή‐ ματα ὀξύτονα. ἐν μὲν προστακτικοῖς μονοσυλλάβως τὸ δός, θές, ἕς | |
τὸ ἀπόλυσον, σχές, σπές, φρές, ἅπερ διὰ τὴν βραχυκαταληξίαν οὐδὲ | 430 | |
3,1431 | περισπᾶται. ὅθεν ἐν τῇ συνθέσει εὐλόγως ἀνεβίβασε τὸν τόνον ἀπόδος, κατάθες, ἐπίσχες, ἐπίσπες, πρόες «ἀλλὰ σὺ μὲν νῦν τῆνδε θεῷ πρόες» (Α 127), ἐπίφρες. δισύλλαβα δὲ τὸ ἐλθέ, εὑρέ, εἰπέ, ἃ καὶ αὐτὰ συντεθέντα κατὰ φύσιν βαρὺν ἀπείληφε τὸν τόνον, κάτελθε, | |
5 | ἔξειπε, ἔφευρε. τὸ δὲ λαβέ καὶ ἰδέ ὀξυνόμενα Ἀττικά ἐστι. τὰ γὰρ κοινὰ τούτων βαρύνεται. ταῦτα μὲν ἐν προστακτικοῖς. ἐν δὲ ὁρι‐ στικοῖς τὸ χρή «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα» (Β 24). καὶ τὸ φημί καὶ εἰμί καὶ τὰ τούτων κινήματα, φῄς φησί, ὅπερ πάλιν ἀποκοπὲν ὀξύνεται· τὸ γὰρ «φὴ ἐκεῖνος» ἀντὶ τοῦ φησί. φατόν | |
10 | φατόν φαμέν φατέ φασίν καὶ τὸ τούτου προστακτικοῦ δεύτερον φαθί ὡς παρ’ Ἀριστοφάνει (Eqq. 22) ἐξόπισθε νῦν αὐτὸ φαθὶ ποῦ μόλωμεν οὕτω ἐπεκράτησε λέγεσθαι. πάλιν εἰμί, εἴς «αἵματός εἰς ἀγαθοῖο» | |
15 | (δ 611), ἐσσί, ἐστί, ἐστόν, ἐστόν, ἐσμέν, ἐστέ εἰσί. καὶ ταῦτα δέ, λέγω δὴ τὸ φημί καὶ εἰμί, συντιθέμενα βαρύνεται σύμφημι, σύν‐ | |
ειμι. ἔτι καὶ τὸ ἠμί, ὅπερ ταὐτὸν δύναται τῷ φημί—Ἀριστο‐ | 431 | |
3,1432 | φάνης Βατράχοις (37) «παῖ, ἠμί, παῖ», ἐξ οὗ τὸ ἦ τὸ σημαῖνον τὸ εἶπον οἷον «ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων» (Α 528) καὶ «ἦ ῥα καὶ ἐξ ὀχέων» (Δ 419)—ὀξύνεται. ταῦτά ἐστι τῶν ῥημάτων τὰ ὀξυνόμενα. εἰ δέ τί ἐστιν ἄλλο ἐπὶ τέλους ἔχον τὸν τόνον, περι‐ | |
5 | σπᾶται ποιῶ νοῶ, ποιοῦ νοοῦ, ποιεῖν νοεῖν καὶ τὰ τοιαῦτα. Πᾶν ῥῆμα εἰς ω μονοσύλλαβον περισπᾶται, ζῶ, κλῶ, κνῶ, θλῶ, δρῶ, ἐὰν βῶ, ἐὰν στῶ. λείπεται τοίνυν διασαφηνίσαι τὴν τῶν εἰς ω ληγόντων ἐνεστώτων τάσιν κατὰ τὰς ἑαυτῶν συζυγίας. Τὰ εἰς βω λήγοντα βαρύνεται. τότε περισπᾶται, ὅτε ἐν ταῖς δυσὶ | |
10 | συλλαβαῖς ἔχει τὸ β, ἢ ὄνομα προϋπάρχει ἢ τὸ ο ἔχει ἐν τῇ παραλη‐ γούσῃ ἢ τὸ ω μέγα. καὶ βαρύνεται μὲν ταῦτα, λείβω καὶ κατὰ ἀπο‐ βολὴν τοῦ λ εἴβω, τρίβω, στείβω, φέρβω, ἀμείβω, σέβω, φέβω τὸ φοβοῦμαι, ῥέμβομαι, θλίβω, στίλβω. περισπᾶται δὲ ταῦτα ὡς ἔχοντα ἐν δυσὶ συλλαβαῖς β βαυβῶ τὸ καθεύδω, βομβῶ, βιβῶ τὸ | |
15 | περιπατῶ. ἔτι περισπῶνται τὰ ἔχοντα προϋπάρχοντα ὀνόματα, φόβος φοβῶ, ἀσεβής ἀσεβῶ, εὐσεβής εὐσεβῶ, θόρυβος θορυβῶ, κόλυμβος κολυμβῶ, λαβή λαβῶ. τὸ γὰρ λάβω ὑποτακτικόν ἐστι τοῦ ἔλαβον. Ἔτι περισπῶνται τὰ ἔχοντα ο μικρὸν ἢ ω μέγα ἐν τῇ παραληγούσῃ, σοβῶ, στροβῶ, κολοβῶ, λωβῶ. | |
20 | Τὰ εἰς πω λήγοντα βαρύνονται, εἰ μὴ παραλήγοιτο τῷ υ ἢ τῷ ω, ἢ εἰ μὴ παρώνυμα εἴη ἢ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἔχοι τὸ π θάλπω, λάμπω, πέμπω, λείπω, μέλπω, βλέπω, ἐρείπω τὸ κατα‐ βάλλω, ἕρπω, δρέπω, ἕπω, τρέπω, σκέπω, λέπω, ἔπω τὸ ἐνέπω. πρόσκειται «εἰ μὴ ἔχοι ἐν τῇ πρὸ τέλους τὸ υ ἢ τὸ ω» διὰ τὸ γνυπῶ | |
25 | τὸ γονυπετῶ καὶ κλωπῶ τὸ κλέπτω, ὅθεν καὶ κλώψ. τὸ δὲ «εἰ μὴ | |
παρώνυμα εἴη» διὰ τὸ κόπος κοπῶ, ἶπος ἡ παγίς ἰπῶ τὸ βλάπτω, | 432 | |
3,1433 | λύπη λυπῶ, τρύπη τρυπῶ, κτύπος κτυπῶ, ῥύπος ῥυπῶ. πρόσ‐ κειται δὲ «εἰ μὴ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἔχει τὸ π» διὰ τὸ πιπῶ καὶ ὀπιπῶ τὸ περιβλέπομαι. τὸ δὲ πίπτω βαρύνεται ἔχον τὸ τ. Τὰ εἰς φω λήγοντα βαρύνεται, εἰ μὴ παραλήγοιτο τῷ ο μικρῷ ἢ | |
5 | τῷ ω μεγάλῳ ἢ παρώνυμα εἴη, γράφω, γλύφω, νήφω ἐπὶ τοῦ φρονῶ, νείφω δὲ ἐπὶ τοῦ χιονίζω, δέφω, τρέφω, στρέφω, στέφω, ψέφω, ἀλείφω, κνίφω, στύφω, τύφω, μέμφω, ἀφ’ οὗ τὸ μέμ‐ φομαι εὔχρηστον. σεσημείωται τὸ διφῶ τὸ ζητῶ Ἰλιάδος Π (747) «τήθεα διφῶν» ζητῶν ἐρευνῶν. Καλλίμαχος «μηδ’ ἀπ’ ἐμεῦ διφᾶτε | |
10 | μέγα ψοφέουσαν ἀοιδήν» καὶ ἀμφαφῶ. καὶ ἴσως παρώνυμα εἴη ἀπὸ τοῦ ἁφή ἁφῶ καὶ διαφῶ καὶ κράσει διφῶ τὸ τῇ ἁφῇ ὑποβάλλω καὶ ἀμφαφῶ. πρόσκειται «εἰ μὴ παρώνυμα εἴη» διὰ τὸ τρυφή τρυφῶ, κορυφή κορυφῶ, σοφός σοφῶ, ζωγράφος ζωγραφῶ, ψόφος ψοφῶ, ἁφή ψηλαφῶ. τὸ δὲ στρωφῶ καὶ ῥοφῶ ἔχουσιν ο καὶ ω. | |
15 | Τὰ εἰς πτω βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα ἢ διαστολὴ γέ‐ νοιτο σημαινομένου, σκάπτω, θάπτω, βλάπτω, κλέπτω, σκέπτω, χαλέπτω, πίπτω, ἵπτω, λίπτω, ἴπτω τὸ βλάπτω, ὅπερ ψιλοῦ‐ ται· ἐπὶ γὰρ τοῦ πετῶ δασύνεται καὶ περισπᾶται, χρίπτω, νίπτω, ἐνίπτω τὸ ἐπιπλήττω, σκηρίπτω, ῥίπτω. τὸ γὰρ ῥιπτῶ Ἀττικὸν | |
20 | ἢ ποιητικόν. κόπτω, ὄπτω τὸ βλέπω. τὸ δὲ ὀπτῶ πρὸς διαστολὴν τοῦ ὄπτω, σκώπτω, θρύπτω, θύπτω τὸ τυφῶ, κύπτω, κρύπτω, ῥύπτω, δύπτω, καλύπτω, κορύπτω, τύπτω. τὸ δὲ τυπτῶ τυ‐ πτήσω Ἀττικῶς. πρόσκειται «εἰ μὴ προκατάρχεται ὄνομα» διὰ τὸ ἄβλε‐ πτος ἀβλεπτῶ, ἄπεπτος ἀπεπτῶ, ἀλείπτης φιλαλειπτῶ. | |
25 | Τὰ εἰς γω δισύλλαβα η παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα | 433 |
3,1434 | βαρύνεται, θήγω, λήγω, τμήγω. τὸ δὲ ἡγῶ, ἀφ’ οὗ τὸ ἡγοῦμαι, περισπᾶται, ἀπὸ φωνήεντος ἀρχόμενον. Τὰ εἰς γω ὑπερδισύλλαβα ἔχοντα ὀνόματα προκατάρχοντα σύνθετα διὰ τοῦ γος παρηγμένα τῷ η παραληγόμενα περισπᾶται, ποδηγός πο‐ | |
5 | δηγῶ, φορτηγός φορτηγῶ, στρατηγός στρατηγῶ, κυνηγός κυνηγῶ. τὸ δὲ ἀρήγω οὐκ ἀπὸ τοῦ ἀρηγός, ἀλλ’ αὐτὸ ἀπ’ ἐκείνου. τὸ δὲ κεκλήγω, ᾧ ἀκόλουθος μετοχὴ ἡ κεκλήγων βαρυνομένη, ἔνθεν τὸ κεκλήγοντες (Μ 125), καὶ πεπλήγω, ἔνθεν τὸ «ἐπέπληγον πόδες ἵπ‐ πων» (Il. Ε 504) ποιητικῶς βαρύνονται ἀπὸ τῶν παρακειμένων γε‐ | |
10 | γονότα. Τὰ εἰς γω ὑπερδισύλλαβα τῷ α παραληγόμενα περισπᾶται μὴ ὄντα σύνθετα παρὰ πρόθεσιν σμαραγῶ, πλαταγῶ, λαλαγῶ. καὶ καθόλου τὰ εἰς αγω περισπᾶται, ἀγῶ «εὖτ’ ἂν τόδ’ ἀγᾷ χρέος ἀνδρός», τραγῶ. τὸ δὲ ἄγω βαρύνεται καὶ τὰ ἀπ’ αὐτοῦ σύνθετα διάγω, ἀνάγω, | |
15 | κατάγω, παράγω, μετάγω, εἰσάγω, ἐνάγω, ἐξάγω, προσάγω, προάγω, συνάγω. Τὰ εἰς γω μὴ παρώνυμα ἢ κατὰ παραγωγὴν γινόμενα ἀπὸ βαρυ‐ τόνου βαρύνονται, ὁπότε μὴ πρὸς διαστολὴν παραλαμβάνοιτο ἢ παρα‐ λήγοιτο τῷ η ἢ τῷ α, ψέγω, φλέγω, λέγω, εἴργω, πνίγω, | |
20 | ἀμέλγω, ἀλέγω, ὀρέγω. πρόσκειται «μὴ παρώνυμα» διὰ τὸ τρύγη τρυγῶ, ἄλγος ἀλγῶ, σιγή σιγῶ, ῥῖγος ῥιγῶ. «μὴ ἀπὸ βαρυτόνου» δὲ «ῥήματος παραχθέντα» διὰ τὸ λέγω ἀλογῶ. «μὴ πρὸς ἀντιδια‐ | |
στολὴν» πρόσκειται διὰ τὸ ἄγω καὶ ἀγῶ τὸ καταπλήττομαι, ἐξ οὗ τὸ | 434 | |
3,1435 | ἄγημι ἄγαμαι. «ἢ εἰ μὴ παραλήγοιτο τῷ α ἢ τῷ η» διὰ τὸ σμαραγῶ καὶ ἡγῶ, ὅθεν τὸ ἡγοῦμαι. Τὰ εἰς γω ἰαμβικά, εἰ μὲν ἔχοι πρὸ τοῦ τέλους τὸ ε, βαρύνεται, εἰ δὲ ἄλλο τι, περισπᾶται, φλέγω, λέγω, στέγω, οἷς ὅμοιον τὸ | |
5 | ἀλέγω, ὀρέγω. μογῶ δὲ καὶ στυγῶ καὶ τρυγῶ καὶ σφριγῶ μὴ τὸ ε ἔχοντα περισπῶνται. Τὰ εἰς γω ἔχοντα πρὸ τοῦ γ σύμφωνον βαρύνεται, εἰ μὴ παρ’ ὄνομα γένοιτο, εἴργω, στέργω, ἀμέλγω, σφίγγω, μίσγω, τέγγω. τὸ δὲ ἀλγῶ ἔχει τὸ ἄλγος καὶ τὸ ἀργῶ τὸ ἀργός καὶ τὸ γεωργῶ | |
10 | τὸ γεωργός καὶ κακουργῶ τὸ κακοῦργος. τὸ δὲ ἀμέργω οὐκ ἔχει· τὸ γὰρ ἀμόργη ἐκ τοῦ ἀμέργω γίνεται. Τὰ εἰς γω δισύλλαβα παραληγόμενα φύσει μακρᾷ ὅτε ἀπὸ συμφώ‐ νου ἄρχοιτο, βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, τρώγω, σμώγω, φεύγω, τμήγω, λήγω, θήγω. τὸ μέντοι ῥιγῶ ἔχει τὸ ῥῖγος. τὸ | |
15 | δὲ λωγῶ οὐ γνήσιον ἔχει τὸ ω, ἀλλὰ ποιητικόν. Τὰ εἰς γω ὑπερδισύλλαβα μὴ παρ’ ὄνομα σύνθετα, εἰ παραλήγοιτο φύσει μακρᾷ, βαρύνεται ἐπείγω, ἀρήγω, ἐρεύγω, ἀνώγω. τὸ δὲ παιδαγωγῶ ἔχει τὸ παιδαγωγός. Τὰ εἰς κω δισύλλαβα ἔχοντα τὸ ε ἐν τῇ πρὸ τέλους συλλαβῇ βα‐ | |
20 | ρύνεται, εἰ μὴ ἄρχοιτο ἀπὸ τριῶν συμφώνων ἢ παρ’ ὄνομα εἴη, ῥέγ‐ κω, δέρκω, πλέκω, τέκω, πέκω τὸ ξηραίνω καὶ πείκω καὶ πέκτω, κρέκω, δέκω, ἕλκω, ἑλκήσω· τοῦτο δὲ ἀπὸ περισπωμένου τὸ ἑλκῶ. δείκω τὸ δεικνύω, εἴκω. τοιαῦτα καὶ τὰ ὑπερδισύλλαβα τῷ ε παρα‐ ληγόμενα ὀλέκω, ἐρείκω τὸ σχίζω, ἐνέκω. πρόσκειται «εἰ μὴ παρ’ | |
25 | ὄνομα εἴη» διὰ τὸ ἑλκόω ἑλκῶ ἕλκος καὶ πελεκῶ πέλεκυς καὶ «μὴ ἄρχοιτο ἀπὸ τριῶν συμφώνων» διὰ τὸ σπλεκῶ τὸ συνουσιάζω, ὅθεν | |
τὸ διασπλεκῶ. | 435 | |
3,1436 | Τὰ εἰς κω δισύλλαβα τῷ η παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, ἀπὸ δὲ ἡμιφώνου περισπῶνται· καὶ βαρύνονται μὲν ταῦτα, τήκω, δήκω ὅθεν ἔδακον, μεθ’ ὧν καὶ ἥκω. περισπᾶται δὲ ταῦτα, ληκῶ, σφηκῶ, μηκῶ. | |
5 | Τὰ εἰς κω, εἰ μὴ τῷ ς παραλήγοιτο ἢ τῷ η, περὶ ὧν προείρηται, πάντως περισπᾶται, κακῶ, ἀρκῶ, ναρκῶ, σαρκῶ, φαλκῶ, δοκῶ, κυκῶ, μυκῶ, οἰκῶ καὶ παροικῶ. τὸ δὲ διώκω καὶ ἥκω καὶ ἐρύκω βαρύνεται. τὸ δὲ ἀσκῶ, σφηκῶ περισπᾶται. Τὰ εἰς σκω βαρύνεται, εἰ μὴ κατάρχοιτο ὄνομα, δράσκω, γηρά‐ | |
10 | σκω, πιπράσκω, διδάσκω, τιτρώσκω, γινώσκω, βιβρώσκω, ἀρέσκω, πιφαύσκω, κικλήσκω, θνήσκω, μιμνήσκω, ἀλδήσκω, πιπίσκω, ἀέσκω, μαχέσκω, ἐΐσκω «ἐΐσκω πηγεσιμάλλῳ» (Il. Γ 197) καὶ ἀποβολῇ τοῦ ε «εἴ κέ σε τῷ ἴσκοντες» (Λ 799). δειδίσκω, εὑρί‐ σκω, τελίσκω, γαμίσκω, κυΐσκω, ὀφλίσκω, ἀφ’ οὗ τὸ ὀφλισκάνω, | |
15 | ἁλίσκω, ἀραρίσκω, στερίσκω, μεθύσκω, βόσκω βοσκήσω· τοῦτο δὲ ὡς ἀπὸ περισπωμένου ἐγένετο βοσκῶ βοσκήσω. τὸ μέντοι δισκῶ καὶ ἀσκῶ καὶ διασκῶ ἔχουσι τὸ δίσκος καὶ ἀσκός, καὶ τὸ βοσκῶ τὸ βοσκός καὶ ἱπποβοσκῶ ἱπποβοσκός. Τὰ εἰς κτω μὴ παρ’ ὄνομα γινόμενα βαρύνεται, τίκτω, πέκτω τὸ | |
20 | κτενίζω. τὰ δὲ περισπώμενα ἔχουσιν ὄνομα, εὔτακτος εὐτακτῶ, ἄτα‐ κτος ἀτακτῶ, ὑλακή ὑλακτῶ. τούτοις ἠκολούθησε καὶ τὸ ἀγανακτῶ. Τὰ εἰς χω δισύλλαβα ἀρχόμενα ἀπὸ συμφώνου μὴ διὰ τοῦ η πα‐ | |
ραληγόμενα φύσει μακρᾷ βαρύνεται· εἰ δέ τι περιεσπάσθη, τοῦτο ἐκ | 436 | |
3,1437 | βαρυτόνου παρήχθη ὡς ἐπὶ τοῦ τρέχω τροχῶ, ἢ παρ’ ὄνομα ἐγένετο, τεῦχος τευχῶ, καὶ τὸ στοιχῶ καὶ τὸ μοιχῶ ἀπὸ τοῦ στοῖχος καὶ μοιχός. βαρύνεται δὲ ταῦτα, στείχω, τεύχω, ψύχω, τρύχω, σμύχω, βρύχω, λείχω, γλίχω, ὅθεν τὸ γλίχομαι. οὐκ ἀντιπίπτει τὸ αὐχῶ. | |
5 | ἀπὸ φωνήεντος γάρ, ᾧ ἠκολούθησε καὶ τὸ καυχῶ. τὸ δὲ βληχῶ ἔχει η. Τὰ εἰς χω δισύλλαβα τῷ η παραληγόμενα ἀπὸ συμφώνου ἀρχό‐ μενα, εἰ μὴ πεποιημένην φωνὴν σημαίνοι, βαρύνεται, νήχω, ἐξ οὗ τὸ νήχομαι, σμήχω, τρήχω τὸ κτυπῶ, ἐξ οὗ τὸ «τετρήχει δ’ ἀγορή» | |
10 | (Β 95), λήχω, ἀφ’ οὗ τὸ ἔλαχον. τὸ δὲ βληχῶ πεποιημένην φωνὴν δηλοῖ. τὸ δὲ ἠχῶ ἀπὸ φωνήεντος ἤρξατο. Τὰ εἰς χω δισύλλαβα μὴ ἔχοντα πρὸ τοῦ χ τὸ ς περισπᾶται, εἰ ἔχοι τὴν πρὸ τέλους μὴ φύσει μακράν, ὑπεσταλμένων τῶν ἐχόντων τὸ ε ἢ τὸ α πρὸ τέλους, λοχῶ, τροχῶ, ὀρχῶ, ὅθεν ὀρχοῦμαι, κιχῶ, | |
15 | ὀχῶ, στιχῶ, διχῶ, τριχῶ, τυχῶ. τὸ δὲ ἴσχω ἔχει ς. καὶ τὸ σμήχω ἔχει τὴν παραλήγουσαν φύσει μακράν. τὸ δὲ τρέχω ἔχει ε καὶ τὸ ἄρχω α. Τὰ εἰς χω ἐν τῇ πρὸ τέλους συλλαβῇ ε ἔχοντα βαρύνεται, εἰ μὴ παρ’ ὄνομα γένοιτο, τρέχω, βρέχω, δέχω, ὅθεν δέχομαι ἐν χρήσει, | |
20 | ἔχω, σπέρχω, εὔχω, ὅθεν εὔχομαι, ἔρχω, ὅθεν ἔρχομαι, ἐλέγχω, τεύχω. τὸ δὲ τευχῶ περισπώμενον ὅτι τεῦχος. Τὰ εἰς χω δισύλλαβα ἔχοντα τὸ α ἐν τῇ πρὸ τέλους βαρύνεται, ἄχω ἄχομαι, μάχω, ὅθεν τὸ μάχομαι καὶ μαχέομαι μαχοῦμαι, ὅθεν μαχήσομαι μέλλων, ἄρχω, πάσχω, μεθ’ ὧν καὶ τὸ ἴσχω. τὸ δὲ | |
25 | βακχῶ περισπᾶται ὡς ἔχον τὸ βάκχος. Τὰ διὰ τοῦ αχω τρισύλλαβα βαρύνεται, στενάχω «βαρὺ δὲ στε‐ νάχοντος ἄκουσα» (Od. θ 95) «ἐπεστενάχοντο δ’ ἑταῖροι» (Il. Δ 154), | |
ἰάχω «ἡμεῖς δὲ ἰάχοντες» (Od. δ 454), «τρὶς δ’ ἄϊεν ἰάχοντος» | 437 | |
3,1438 | (Il. Λ 463), «σμερδαλέα ἰάχων» (Ε 304), «φθέγξομ’ ἐγὼν ἰάχουσα» (Il. Φ 341). ταῦτα δὲ καὶ ὡς ἀπὸ περισπωμένων μέλλοντα ποιοῦσιν, ἰαχήσω, στεναχήσω. Τὰ εἰς χω ὑπερδισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἢ παρ’ ὄνομα | |
5 | ὄντα ἢ διὰ τοῦ ιχω περισπᾶται, στοναχῶ, συμμαχῶ, γνωσιμαχῶ, ἡνιοχῶ, ὀμιχῶ τὸ οὐρῶ—ἔστι δὲ καὶ βαρύτονον ῥῆμα οἷον ὀμίχω ὁ μέλλων ὀμίξω ὡς παρ’ Ἱππώνακτι οἷον «ὤμιξεν αἷμα καὶ χολὴν ἐτί‐ λησεν» (Bergk 55) καὶ τὸ ἀναρριχᾶσθαι δὲ τοῖς Ἀττικοῖς παρὰ τὸ ἀρχαῖόν ἐστι γενόμενον ἀραχνιῶ καὶ ἐν ὑπερθέσει τῶν στοιχείων ἀναρ‐ | |
10 | ριχῶ, τοῦ μὲν ν εἰς τὴν χώραν τοῦ ρ τεθέντος, τοῦ δὲ ι ἀμοιβαίως καὶ τοῦ ρ εἰς τὴν χώραν τοῦ ν, τοῦ δὲ χ πλησίον τοῦ ω. σεσημείωται τὸ στενάχω καὶ ἰάχω. τὸ δὲ διδάχω διδάξω οὐκ ἐν χρήσει ὂν βαρύνεται. Τὰ εἰς δω δισύλλαβα παραληγόμενα τῷ η βαρύνεται, ἥδω ἥδομαι, | |
15 | κήδω κήδομαι, τὸ δὲ πηδῶ περισπᾶται. Τὰ εἰς δω δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς τὸ ε καταλήγου‐ σαν περισπᾶται, ἐδῶ ἐδήσω, μεδῶ, ἐξ οὗ τὸ μεδέων, μεδήσω. ταῦτα δὲ βαρύτονα λέγονται ἔδω καὶ μέδω. ἔτι βαρύνεται τὸ ῥέδω. | |
20 | Πᾶν εἰς δω λῆγον ἔχον τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μετὰ βραχείας οὐ βαρύνεται, ἀλλὰ περισπᾶται, ὡς ἔχει τὸ | |
σταφιδῶ, ὁμαδῶ, κελαδῶ. τὸ δὲ κελάδων κελάδοντος «πὰρ πο‐ | 438 | |
3,1439 | ταμὸν κελάδοντα» (Il. Σ 576) ὡς ἀπὸ βαρυτόνου τὸ φείδω φείδο‐ μαι—τὸ δὲ ἀπ’ αὐτοῦ μεταγόμενον φιδῶ ἀφ’ οὗ πεφιδήσεται συστέλ‐ λον τὴν παραλήγουσαν περισπᾶται—ψεύδω ψεύδομαι, σπεύδω σπεύδομαι, ἐρείδω ἐρείδομαι, ἀείδω, αἴδω ἐπὶ τοῦ αἰσχύνομαι, ὅπερ | |
5 | καὶ περισπᾶται—παραλήγουσι διφθόγγῳ. Τὰ εἰς δω ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ ε, ᾧ ὑποτέτακται ἢ σύμφωνον ἢ ὑποτακτικὸν φωνῆεν, βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, σπένδω, ἕρδω, ἀμέρδω τὸ στερίσκω, εὕδω, σπεύδω, φείδω, δείδω τὸ φοβοῦμαι, εἴδω καὶ εἰδῶ. τὸ δὲ κερδῶ, ὅτι κέρδος, περι‐ | |
10 | σπᾶται. Τὰ εἰς δω παραληγόμενα τῷ ο περισπᾶται, σποδῶ, ποδῶ, οἰδῶ τὸ οἰδαίνω, ἀοιδῶ, ὅθεν ἀοιδιῶ. Τὰ εἰς δω παραληγόμενα τῷ ω, εἰ παρ’ ὄνομα εἴη, περισπᾶται, κιθαρῳδῶ, κωμῳδῶ, τραγῳδῶ, μονῳδῶ, μελῳδῶ, ὑμνῳδῶ, | |
15 | ληρῳδῶ, μεθ’ ὧν καὶ ὀπηδῶ καὶ αὐδῶ καὶ νωδῶ. Τὰ εἰς δω ἐν τῇ πρὸ τέλους ἔχοντα τὸ ι εἰς τὸ ν καταλῆγον βαρύνεται, ἀλίνδω, καλίνδω, κυλίνδω «ἡ δὲ κυλινδομένη καναχὴν ἔχε» (Il. Π 794), «προπροκυλινδόμενος» (Od. ρ 525), «μέγα κῦμα κυλίν‐ δων» (Od. ε 296). ταῦτα δὲ καὶ περισπᾶται. | |
20 | Τὰ εἰς δω δισύλλαβα, εἰ ἔχει τὸ α λῆγον ἐν τῇ πρὸ τέλους συλ‐ | |
λαβῇ, περισπᾶται, φραδῶ τὸ βουλεύομαι· εἰ μέντοι εἰς σύμφωνον κα‐ | 439 | |
3,1440 | ταλήγοι, βαρύνεται, ἄρδω, ἄλδω τὸ αὔξω. τὸ μέντοι ἀλδήσω ἀπὸ περισπωμένου τοῦ ἀλδῶ ἐγένετο. Τὰ διὰ τοῦ αθω ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα, ὅπερ κατὰ τροπὴν τοῦ τέλους εἰς ω ἐποίησε τὸ ῥῆμα, κιάθω | |
5 | τὸ πορεύομαι, ἀμυνάθω τὸ βοηθῶ, διωκάθω τὸ διώκω, εἰργάθω, εἰκάθω. τὸ μέντοι φιλομαθῶ καὶ εὐσταθῶ περισπῶνται· παρ’ ὄνομα γάρ. τὸ δὲ μαθῶ μαθήσω δισύλλαβον. Τὰ διὰ τοῦ εθω βαρύνεται, σχέθω, ἔθω, ἐρέθω, ἀερέθω, φαέθω, φλεγέθω, σπερέθω, νεμέθω, βρεμέθω, ἀρέθω, χρε‐ | |
10 | μέθω, τελέθω, ἐγερέθω, ἐμέθω, ἀγερέθω. τὸ δὲ τηλεθῶ τὸ εἰς ὕψος θέω περισπᾶται. * Τὸ αἴθω ἐπὶ τοῦ καίω μόνον διὰ τῆς αι γραφόμενον βαρύνεται. Τὰ διὰ τοῦ ηθω βαρύνεται· εἰ δέ τι περισπᾶται, ἀπὸ ὀνόματος γέγονε, ἀλήθω, κνήθω, λήθω, πήθω, ἐξ οὗ καὶ ἔπαθον, πλήθω, πρήθω, | |
15 | δήθω, ἐξ οὗ παραγωγὸν τὸ δηθύνω, μήθω, νήθω. τὸ δὲ βοηθῶ, ἀηθῶ παρ’ ὄνομα. ὅμοιον καὶ τὸ γηθῶ γηθήσω καὶ ἠθῶ τὸ διυλίζω. * Τὸ βρίθω μόνον τῷ ι παραληγόμενον βαρύνεται. Τὰ εἰς υθω βαρύνεται, μινύθω, φθινύθω, βαρύθω. τὸ δὲ μυθῶ ἔχει μῦθος. | |
20 | Τὰ εἰς θω κατ’ ἐπιπλοκὴν συμφώνου βαρύνεται, εἰ μὴ προκατάρ‐ χοιτο ὄνομα ἢ τῷ ο παραλήγοιτο, ἀΐσθω τὸ ἐκπνέω «ὁ δ’ ἔβραχε | |
θυμὸν ἀΐσθων» (Il. Π 468), βιβάσθω «μακρὰ βιβάσθων» (Ν 809), | 440 | |
3,1441 | ἐρέχθω τὸ σχίζω «νῆα θοὴν ἐρεχθομένην ἀνέμοισι» (Ψ 317), ἄχθω, ὅθεν ἄχθομαι, αἴσθω καὶ αἴσθομαι, αἰσθήσομαι. τοῦτο δὲ ἀπὸ περι‐ σπωμένου ἐγένετο. τὸ μέντοι μισθῶ περισπᾶται, ὅτι μισθός. τὸ μέντοι μοχθῶ καὶ ῥοχθῶ τῷ ο παραληγόμενα περισπᾶται. σεσημείωται τὸ | |
5 | ὀρεχθῶ «πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον» (Ψ 30). Τὰ εἰς θω παραληγόμενα ευ βαρύνεται, πεύθω, ἐλεύθω, κεύθω. Τὰ εἰς θω παραληγόμενα φύσει μακρᾷ χωρὶς τῶν διὰ τοῦ η, εἰ μὴ ὄνομα προκατάρχοιτο, βαρύνεται, πείθω, κλώθω, βρώθω, ἀφ’ οὗ βέβρωθα, πρώθω. σεσημείωται τὸ ὠθῶ. τὸ μέντοι μυθῶ καὶ ἀπειθῶ | |
10 | περισπῶνται, ὅτι μῦθος καὶ ἀπειθής. τὸ δὲ ἀπιθῶ «οὐδ’ ἀπίθησεν μύθῳ Ἀθηναίης» (Α 220) περισπᾶται συστέλλον τὴν παραλήγουσαν. τὸ γὰρ πείθω μετάγεται εἰς περισπώμενον πιθῶ, οὗ ὁ μέλλων πιθήσω, ὁ ἀόριστος ἐπίθησεν, ὡς τὸ φείδω γίνεται φιδῶ περισπώμενον καὶ πε‐ φιδήσεται. οὕτως ἐστὶ καὶ τὸ ἀπιθῶ. | |
15 | Τὰ εἰς θω δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φω‐ νῆεν λήγουσαν μετὰ βραχείας, μὴ τοῦ ε, περισπᾶται, τιθῶ, ποθῶ, μαθῶ, ἐξ οὗ τὸ μαθήσω. τὸ μέντοι σχέθω βαρύτονον ἔχον τὸ ε. σεσημείωται τὸ ὄθω τὸ φροντίζω «οὐδ’ ὄθομαι κοτέοντος» (Α 181). Τὰ εἰς θω, εἰ ἔχοι πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγου‐ | |
20 | σαν, ὑπεσταλμένης τῆς ερ, περισπᾶται, πτορθῶ, ἀνθῶ, πενθῶ, ὀρθῶ. σεσημείωται τὸ ἄλθω. τὸ δὲ πέρθω καὶ ἐγέρθω βαρύνεται ὡς ἔχον ερ. | |
Τὰ εἰς τω δισύλλαβα μὴ κατ’ ἐπιπλοκὴν τοῦ ς περισπᾶται, ζητῶ, | 441 | |
3,1442 | κροτῶ, πατῶ, στρατῶ τὸ στρατοπεδεύομαι, κοτῶ τὸ ὀργίζομαι, βροντῶ. τὰ μέντοι βαρύτονα διὰ τοῦ τ οὐ πολλὰ ὦπται καὶ μὴ ἐνερ‐ γητικῶς λεγόμενα, ἀλλὰ τὸ λίτω, ὅθεν τὸ λιτέσθαι, καὶ τὸ πέτω, ἀφ’ οὗ τὸ πέτομαι, καὶ ἔνια, ἃ ἤδη ὡς περισπώμενα ἐκλίθη, ὥσπερ τὸ | |
5 | κέντω, ἐξ οὗ τὸ «κένσαι ὁμοκλήσας» (Ψ 337) καὶ ἄντω, ὅθεν ἀντό‐ μενος «ὡς ἄν τίς σε συναντόμενος» (Od. ρ 165) καὶ «ἄντεσθαι ἐν πο‐ λέμῳ» (Ο 698). τὸ δὲ «ἤντης’ οὐδὲ ἴδον» (Od. δ 201) καὶ «ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέρος» (Il. Π 423) ὡς ἀπὸ περισπωμένου κέκλιται. τὸ δὲ ἀνύτω καὶ ἀρύτω τῷ τ ἐπλεόνασεν ὡς ἐκ τοῦ ἀνύω καὶ ἀρύω. | |
10 | Τὰ εἰς ζω βαρύνεται, εἰ δέ τι περισπᾶται, τοῦτο καὶ βαρύτονον ὤφθη. εἰ δὲ μόνως περιεσπάσθη, προϋπῆρξεν αὐτῷ ὄνομα, οὗ τὸ τέλος εἰς ω τραπὲν ἰσοσύλλαβον ῥῆμα ἀπετέλεσε. * Τὰ εἰς αζω βαρύνεται, βάζω, βιβάζω, λάζω τὸ λαμβάνω, στάζω, φράζω, σφάζω, χάζω, αἰάζω, στενάζω, ἀλαπάζω, | |
15 | εὐάζω, ἐκκλησιάζω, σκεπάζω, ἀνιάζω, σκιάζω, σκεδάζω, ἁρ‐ πάζω, ἐνθουσιάζω, βιάζω, αἰτιάζω, ἁλιάζω, ἀγοράζω, ὅπερ τινὲς ἐπὶ τοῦ ἐν ἀγορᾷ διατρίβειν «ὅδ’ ἀγοράζει κλεῖδ’ ἔχων» ἐκτεί‐ νουσι πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖσθαι. κράζω, ὅπερ παρὰ λόγον ἐκτέταται, τὰ γὰρ εἰς αζω συστέλλει τὸ α ὑπεσταλ‐ | |
20 | μένων τῶν Αἰολικῶν, τοῦ πτάζω | 442 |
3,1443 | ἔπταζον ὥστ’ ὄρνιθες ὦκυν αἴετον ἐξαπίνας φανέντα ἀντὶ τοῦ ἔπτησσον· καὶ τοῦ πλάζω τὸν δ’ ἐπιπλάζοντ’ ἄνεμοι φέροιεν | |
5 | καὶ μελέδωνα ἀντὶ τοῦ ἐπιπλήσσοντα. ἔτι καὶ βαρύνεται τὰ πρὸς τῷ α ἔχοντα τὸ ι σφαδᾴζω, τερᾴζω, ματᾴζω καὶ τὸ παίζω μόνον ἔχον πρὸ τέλους τὴν αι δίφθογγον ἐκφωνουμένην. * Τὰ εἰς ζω παραληγόμενα τῷ ε βαρύνεται, ἕζω, χέζω, ῥέζω, | |
10 | πιέζω μόνον εἰς ζω ὑπὲρ δύο συλλαβὰς βαρύτονον τῷ ε παραληγό‐ μενον, Δωριεῖς πιάζω ἀναλογώτερον. τοῦτο δὲ καὶ ἀπὸ περισπωμέ‐ νου. τὸ δὲ τραπεζῶ περισπᾶται, ὅτι τράπεζα. * Τὰ εἰς ιζω βαρύνεται, τρίζω, σχίζω, πρίζω, κτίζω, ἵζω, χαρίζω, χωρίζω, βαπτίζω, ὀνειδίζω, αἰκίζω, στηρίζω, θρυλ‐ | |
15 | λίζω, λυρίζω, σαλπίζω, συρίζω, χαιτίζω, κιθαρίζω, Δωρίζω, Θετταλίζω, ἀφ’ οὗ τὸ ἐντεθετταλίσμεθα παρὰ τῷ Εὐπόλιδι ἐν Μαρικᾷ, τουτέστι χλαμύδα Θετταλικὴν φοροῦμεν, Σκυθίζω, Περσίζω, σφε‐ | |
τερίζω. τὸ δὲ ῥιζῶ περισπᾶται, ὅτι ῥίζα. | 443 | |
3,1444 | * Τὰ εἰς ζω τὸ ο παραληγόμενα τρία ἐστὶ καὶ βαρύνεται, ὄζω— τοῦτο δὲ ἐνίοτε καὶ περισπώμενον λέγεται, ἐξ οὗ καὶ ὁ μέλλων ὀζέσω, ἀλλὰ καὶ ὀζήσω ὡς παρ’ Ἀριστοφάνει «λίθος τις ὤζησεν τεθυμιαμέ‐ νος», ἁρμόζω, δεσπόζω. | |
5 | * Τὰ εἰς ζω τῷ ω ἢ τῇ ῳ καὶ τῇ οι διφθόγγῳ παραληγόμενα βα‐ ρύνεται, κρῴζω, οἰμώζω, πατρώζω, μητρώζω, χρῴζω, σῴζω, πλῴζω σὺν τῷ ι, εὕρηνται γὰρ ἐν διαιρέσει σωΐζω, πλωΐζω τρισυλ‐ λάβως, ἀθροίζω. τὸ δὲ ῥοιζῶ περισπᾶται, ὅτι ῥοῖζος. * Ἔτι τὰ τῇ ει καὶ ῃ διφθόγγῳ παραληγόμενα εἰς ζω βαρύνεται, | |
10 | δανείζω, χρῄζω παρὰ τὸ χρέος χρεΐζω χρηΐζω καὶ χρῄζω, κλῄζω ἀπὸ τοῦ κλέος κλεΐζω καὶ κληΐζω καὶ κλῄζω, οὐ γέγονε δέ, ὡς ἡγοῦν‐ ται, κατὰ συγκοπὴν παρὰ τὸ καλήζω τὸ παρὰ Κυπρίοις λεγόμενον. τοῦτο γὰρ οὐκ ἔχει τὸ ι· ἔστι δὲ παρὰ Ἴωσι καλέω, παρὰ δ’ Αἰολεῦσι καλήω. | |
15 | * Τὰ εἰς ζω ῥήματα παραληγόμενα υ φιλεῖ πως βαρύνεσθαι οἷον τρύζω, γρύζω, κλύζω, ἀτύζω, ὀλοφύζω, ὃ πρωτότυπόν ἐστι τοῦ ὀλοφυδνόν, ὀτοτύζω, ὀλολύζω, σφύζω, γογγύζω, ἑρ‐ πύζω, ἑλκύζω, λαγαρύζω, ποππύζω, κελαρύζω, μασταρύζω, βαΰζω. εὑρέθη μέντοι τινὰ καὶ περισπώμενα, ὧν ἔσθ’ ὅτε καὶ προ‐ | |
20 | κατάρχει ὄνομα ὡς τὸ κορυζῶ καὶ φυζῶ, οὗ μέσος παρακείμενος ἐν τῷ «πεφυζότες ἠΰτε νεβροί» (Il. Χ 1) καὶ τὸ μυζῶ, ἐξ οὗ τὸ μεμυζότε μυδαλέω τε» παρ’ Ἀντιμάχῳ. Ὀφείλει μὲν τὰ εἰς ζω περισπώμενα τῷ υ παραληγόμενα τρίτης συζυγίας εἶναι· τὸ δὲ κνυζῶ ἐστι καὶ πρώ‐ της καὶ δευτέρας συζυγίας, ὁ μέλλων κνυζήσω, ἐξ οὗ καὶ κνυζηθμός | |
25 | ὡς μυκηθμός. «κνυζηθμῷ δ’ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν» (Od. π 163). καὶ πάλιν Σοφοκλῆς Φρίξῳ (fr. 650 Nauck) «κυνηδὸν ἐξέπραξαν κνυ‐ ζούμενον». ἔστι καὶ τρίτης ὡς τὸ «κνυζώσω δέ τοι ὄσσε» (Od. ν 401). τὸ δὲ κνυζῶσαι ἀντὶ τοῦ διαφθεῖραι κεῖται. δι’ ὃ ἐπιφέρει Ὅμηρος τὸ «πάρος περικαλλέ’ ἐόντα». καί τινες μὲν ἀπὸ κυνῶν κυνῶ καὶ κνυζῶ. | |
30 | ἀλλ’ ἔστιν ἀπίθανον καὶ δυσκατάστατον παριστᾶν ἐκ τῆς κατὰ κύνας | 444 |
3,1445 | μεταφορᾶς τὸ τῶν ὀφθαλμῶν ἀπρεπές. οἱ δὲ παρὰ τὴν κόνυζαν οἷον χαμαιζήλοιο κονύζης» (Nicand. Ther. 70) γίνεσθαι κνυζῶ ὡς κόρυζα κορυζῶ καὶ ῥίζα ῥιζῶ, ὅπερ ἀπίθανον. ἄμεινον οὖν Φιλοξένῳ συγκατα‐ τίθεσθαι εἰπόντι, ὅτι παρὰ τὸ κνύω γίνεται, ὃ δηλοῖ τὸ ξύω, Δωρικὸν | |
5 | μὲν ὄν, προφερόμενον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν. Σώφρων ἐν Μί‐ μοις (fr. 9 Ahrens) κνύζομαι δὲ οὐδὲν ἰσχύων. ἁ δὲ ξύσμα ἐκ ποδῶν εἰς κεφαλὰν ἱππάζεται. καὶ ξύσιλον ἀποφαίνεταί τινα ἐκ τοῦ συνεχοῦς ἐν γήρᾳ κνησμοῦ καὶ Δη‐ | |
10 | μόκριτος (fr. 49 Mullach) «ξυόμενοι ἄνθρωποι ἥδονται καί σφιν γίνεται ἅπερ τοῖς ἀφροδισιάζουσιν» καὶ παρὰ τῷ κωμικῷ ἐν Θεσμοφοριαζούσαις (481) «οὗτος πόθῳ μου ἔκνυεν ἐλθὼν τὴν θύραν» ἤγουν διὰ τὸν πόθον μου ἔξυε τὴν θύραν. καὶ ἀρέσκεται ὥσπερ ἑρπύω ἑρπύζω καὶ μύω μύζω, τρύω τρύζω οὕτως εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ | |
15 | ὁμοίως τῷ δίζω διζῶ. ἐκ δὲ τοῦ ῥηθέντος κνύω καὶ «κνῦμα δακτύ‐ λων» παρὰ τῷ κωμικῷ (Eccl. 36) καὶ κνύος δὲ ἡ φθορὰ κατὰ γένος οὐδέτερον ὁμοίως τῷ θύω θύος καὶ φλύω φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας καὶ παρὰ Ἡσιόδῳ ἐν καταλόγῳ περὶ τῶν Προιτίδων (fr. V Dind.) | |
20 | καὶ γάρ σφιν κεφαλῇσι κατὰ κνύος αἰνὸν ἔχευεν. ἄλφος γὰρ χρόα πάντα κατάσχεθεν, ἐν δέ νυ χαῖται ἔρρεον ἐκ κεφαλέων, ψίλωτο δὲ καλὰ κάρηνα. τὸ δὲ κνύω γίνεται ἐκ τοῦ κνῶ «ἐπὶ δ’ αἴγειον κνῆ τυρόν» παρ’ Ὁμήρῳ (Λ 638), ἐξ οὗ καὶ ἡ κόνις καὶ παρὰ τὸ αὐτὸ κνῶ παράγεται τὸ κναίω | |
25 | τὸ διαφθείρω, οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ Ἱππεῦσιν (771) ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ. καὶ ὥσπερ στῶ στίζω, πρῶ πρίζω, οὕτω κνῶ κνίζω τὸ ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, οὗ ὁ μέλλων κνίσω, ἀφ’ οὗπερ γίνεται ἡ κνῖσα δι’ ἑνός τε γραφομένη ς καὶ ἔκτασιν λαβοῦσα τοῦ ι. δηλοῖ δὲ ἡ κνῖσα | |
30 | τὴν κατ’ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει προσίζου‐ σαν. προσηγόρευται δὲ καὶ ἐπίπλους εὖ μάλα καὶ αὐτὸς εὐανάδοτος | |
ὢν πρὸς ὄσφρησιν, οὐκ αὐτοτελὴς δὲ περιτεθειμένος τοῖς μηρίοις. Γίνε‐ | 445 | |
3,1446 | ται δὲ ἀπὸ τοῦ κνίζω οὐ μόνον ἡ κνῖσα, ἀλλὰ καὶ ἡ κνίζα ὡς σχίζω σχίζα. Ἀνακρέων (fr. 87 Bergk), κνίζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην. | |
5 | τὸ δὲ κνύζα, εἰ μὲν ἐπὶ φυτοῦ, κατὰ συγκοπήν ἐστιν οἷον «χαμαιζήλοιο κονύζης», εἰ δὲ ἐπὶ παρεφθαρμένου καὶ ἐρρυπωμένου, οὐκ ἔστι συγκοπή, ἀλλὰ ἀπὸ τοῦ κνύω, ἐξ οὗ καὶ κνύος ἡ φθορά. ὁμοίως δὲ καὶ ἐκ τοῦ κνῶ καὶ κνάπτω γίνεται. ὡς γὰρ ῥῶ ῥάπτω τὸ τὰ διαλελυμένα εἰς ῥῶσιν ἄγω καὶ βῶ βάπτω τὸ ἐμβιβάζω ποι τὸ ἐνιέμενον καὶ θῶ θάπτω | |
10 | τὸ ἀποτίθημι τὴν ταφήν, οὕτω καὶ κνῶ κνάπτω, ἀφ’ οὗ κνάφος φυ‐ τὸν ἀκανθῶδες, ᾧ τὰ ἄθικτα ἱμάτια ἐπισύροντες κατεργάζονται. τὸ δὲ αὐτὸ καὶ γνάπτω, ὅθεν ὁ κναφεὺς καὶ γναφεύς ὁ αὐτός. Τὰ διὰ δύο σς βαρύνεται· εἰ δέ τι περιεσπάσθη, τοῦτο παρ’ ὄνομα ἐγένετο. πάσσω, πλάσσω, μάσσω, νάσσω, ἱμάσσω, ἀράσσω, | |
15 | πατάσσω, χαράσσω, ἀλλάσσω, θαάσσω, ἀνάσσω, τινάσσω, ἐρέσσω, πυρέσσω, ἀηθέσσω, πτήσσω, ῥήσσω, πλήσσω, πτίσσω, φρίσσω, λίσσω «ὣς φάτο λισσόμενος μέγα νήπιος» (Π 46), δεδίσσω καὶ δειδίσσω, αἰνίσσω, δρομίσσω, ἐνίσσω τὸ ἐκφοβῶ «ἐκπάγλως ἐπέεσσιν ἐνισσέμεν» (Ο 198), ἑλίσσω, ὄσσω μετειλημμένον ἀπὸ τοῦ | |
20 | ὄπτω, πτύσσω, μύσσω, νύσσω, ἀφύσσω, ὀρύσσω, κηρύσσω, κο‐ ρύσσω, πτώσσω, κνώσσω, ὀνειρώσσω, ἀμβλυώσσω, τυφλώσσω, | |
ἀγρώσσω, «ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ» (ε 53), | 446 | |
3,1447 | ὑπνώσσω, λιμώσσω, νεώσσω, καρδιώσσω, ἰκτερώσσω, λεύσσω, γλαύσσω τὸ φωτίζω. τὰ δὲ ἀπ’ ὀνομάτων περισπᾶται, θάλασσα θα‐ λασσῶ, ἐλάσσων ἐλασσῶ, ἥσσων ἡσσῶ, κρείσσων κρεισσῶ, κισσός κισσῶ, λύσσα λυσσῶ. | |
5 | Τὰ εἰς σω ἐπὶ ἐνεστῶτος, ὁπότε μὴ ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα μετήχθη ποιητικῶς, περισπᾶται, ἰσῶ, νοσῶ, μασῶ, πεσῶ, ἐξ οὗ γί‐ νεται ὁ μέλλων πεσήσω, ἐξ οὗ καὶ ῥηματικὸν ὄνομα πέσημα καὶ ὁ ἀό‐ ριστος δεύτερος ἔπεσον ὥσπερ καὶ ἐκ τοῦ χραισμῶ ἔχραισμον καὶ ἀπὸ τοῦ ὀλισθῶ ὤλισθον. τὸ δὲ οἴσω, οὗ τὸ προστακτικὸν «οἶσε θέειον | |
10 | γρηΰ» (χ 481), «οἴσετε πῦρ» (Il. Ο 718) καὶ δύσω, οὗ ὁ παρατατικὸς «ἐδύσετο» (β 388) καὶ βήσω κατὰ ποιητικὴν ἄδειαν μετηνέχθη ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα. Τὰ εἰς λλω βαρύνεται, εἰ μὴ ἀπὸ ὀνόματος εἴη, ψάλλω, βάλλω, θάλλω, σκάλλω, σφάλλω, στέλλω, τίλλω, ποικίλλω. τὸ δὲ | |
15 | κυλλῶ περισπᾶται, ὅτι κυλλός, καὶ τὸ μεταλλῶ, ὅτι μέταλλος, καὶ ἁμιλλῶ, ἐξ οὗ ἁμιλλῶμαι, ὅτι ἅμιλλα. Τὰ εἰς λω παραληγόμενα τῇ ου διφθόγγῳ σπάνιά εἰσι, βούλω, ὅθεν τὸ βούλομαι, βαρύνεται. τὸ δὲ οὐλῶ περισπᾶται, ὅτι οὐλή, καὶ τὸ δουλῶ, ὅτι δοῦλος. | |
20 | Τὰ εἰς λω δισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς ε κα‐ ταλήγουσαν, βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου μὴ μέσου, χωρὶς εἰ μὴ παρ’ ὄνομα εἴη, κέλω, πέλω, μέλω· τὸ δὲ μελήσω ὡς ἀπὸ περι‐ | |
σπωμένου. θέλω. τὸ μέντοι ἐλῶ περισπᾶται, ὅτι ἀπὸ φωνήεντος ἤρ‐ | 447 | |
3,1448 | ξατο. παρ’ ἐνίοις δὲ βαρύνεται. τὸ δὲ ἕλω δασυνόμενον ὑποτακτικόν ἐστι τοῦ εἷλον. τὸ δὲ τελῶ ἔχει τὸ τέλος ὄνομα. τὸ μέντοι βέλω ἀπὸ μέσου ἀρχόμενον, ὅθεν βέλος βέλεμος καὶ πλεονασμῷ τοῦ ν βέλε‐ μνον, οὐκ ἔστιν ἐν χρήσει. | |
5 | Τὰ εἰς λω ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν ἢ φω‐ νήεντα λήγουσαν περισπᾶται, ὑπεσταλμένων τῶν ἐχόντων τὴν ου δίφθογ‐ γον ἢ τὸ ε ἐν δισυλλάβῳ, καλῶ, χαλῶ, ζηλῶ, δηλῶ, αὐλῶ, πολῶ τὸ ἀναστρέφομαι, πωλῶ, ἀπειλῶ, βουκολῶ, ἀμελῶ, ὠφελῶ. σεσημείωται τὸ ἐθέλω καὶ ὀφείλω. | |
10 | * Τὰ διὰ τοῦ λω ὑπὲρ δύο συλλαβὰς τῷ ε παραληγόμενα, μὴ ἔχοντα ἕτερον λ προηγούμενον περισπᾶται οἷον ὠφελῶ, ἀμελῶ. τὸ δὲ ἐθέλω βαρύνεται. παράλογον οὖν τὸ ἐθέλω κατὰ τόνον τρισύλλαβον ὄν. τὸ δὲ θέλω δισύλλαβον κατὰ τοῦτο ἀναλογώτερόν ἐστι. ἔχομεν γάρ τινα δισύλλαβα βαρυνόμενα, μέλω, ἕλω, κέλω. μηδεὶς δὲ οἰέσθω, | |
15 | ὅτι τὸ ἐθέλω ἐκ τοῦ θέλω ἐστὶ κατὰ πλεονασμὸν τοῦ ε. τὸ γὰρ ε ἐπὶ φωνήεντι πέφυκε πλεονάζεσθαι ὡς τὸ εἶπας ἔειπας, ἐπὶ συμφώνου δὲ οὐ πλεονάζεται. τὸ δὲ θέλω δοκεῖ ἐκ τοῦ ἐθέλω εἶναι· τὸ γὰρ ε τὸ μετὰ συμφώνου ὑπάρχον πέφυκε πολλάκις ἀποβάλλεσθαι, ὡς τὸ ἔφη φῆ, ἔβη βῆ. καὶ δεῖ γινώσκειν, ὅτι ἀεὶ τὸ τρισύλλαβον εὑρίσκεται | |
20 | παρὰ τῷ ποιητῇ ἐθέλω. ἀμέλει ἐν τῷ μήτε σὺ Πηλείδη θέλ’ ἐριζέμεναι (Α 277) δηλονότι κράσει ἐγένετο τοῦ η καὶ ε εἰς η. —πρόσκειται «μὴ ἔχοντα ἕτερον λ προηγούμενον» διὰ τὸ ἀνατέλλω. Τὰ εἰς λω μετ’ ἐπιπλοκῆς συμφώνου περισπᾶται· εἰ δέ τι βεβαρυ‐ | |
25 | τόνηται, τοῦτο πάθος ἔχει ἐξ ἐντελεστέρου τοῦ εἰς λω καθαρεύοντος, ἁπλῶ, διπλῶ, τριπλῶ, πιμπλῶ, κυκλῶ, ἀντλῶ. ταῦτα καὶ τὰ ὅμοια περισπῶνται. τὸ μέντοι ὄφλω βαρύνεται ἐκ τοῦ ὀφείλω, ὥσπερ | |
καὶ τὸ κέλω κέκλω καὶ μέλω μέμβλω. | 448 | |
3,1449 | Τὰ εἰς μω ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα παραληγόμενα τῷ ε βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, τρέμω, νέμω καὶ νεμῶ, ὅθεν νενέμηκα, δέμω, τέμω, γέμω, τρέμω, χρέμω τὸ ἠχῶ, βρέμω τὸ κτυπῶ. σεσημείωται τὸ κρεμῶ περισπώμενον, ὁμοίως καὶ τὸ θεμῶ | |
5 | καὶ πολεμῶ. τὸ δὲ ἀτρεμῶ καὶ ἐμῶ ἀπὸ φωνήεντος ἄρχονται. Τὰ εἰς μω μὴ παραληγόμενα τῷ ε περισπᾶται, κομῶ, δαμῶ, γαμῶ, θυμῶ καὶ θυμοῦμαι, μιμῶ καὶ μιμοῦμαι, χραισμῶ, κοσμῶ, κοιμῶ καὶ κοιμῶμαι, οἱμῶ τὸ ὁρμῶ, μαιμῶ τὸ ὁρμῶ. Τὰ εἰς νω δισύλλαβα μὴ κατ’ ἐπιπλοκὴν συμφώνου ἔχοντα τὴν πρὸ | |
10 | τέλους συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν περισπᾶται, κιρνῶ, πιλνῶ, πορνῶ, ἀρνῶ ἀρνοῦμαι. Τὰ εἰς νω δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς δίχρο‐ νον συνεσταλμένον καταλήγουσαν ἀρχόμενα ἢ ἀπὸ συμφώνου ἢ συμ‐ φώνων μὴ ἀντιστοίχων περισπᾶται, χωρὶς εἰ μὴ κατ’ ἐπένθεσιν εἴη τοῦ | |
15 | ν γινόμενα, κυνῶ καὶ ἐν συνθέσει προσκυνῶ, πλανῶ, σινῶ τὸ βλά‐ πτω. τὸ δὲ τιῶ τίνω κατ’ ἐπένθεσιν τοῦ ν, οὗ τὸ δίχρονον ποτὲ μὲν συστέλλει, ποτὲ δὲ ἐκτείνει. τὸ δὲ φθίνω καὶ φθάνω ἀπὸ ἀντιστοίχων ἤτοι ἰσοστοίχων. τὸ δὲ ἄνω ἀντὶ τοῦ ἀνύω ἀπὸ φωνήεντος ἄρχεται. Τὰ εἰς νω παραληγόμενα τῷ ε, περισπᾶται, εἰ προκατάρχοι ὄνομα, | |
20 | ἐξ οὗ γέγονε, φρενός φρενῶ, ἑνός ἑνῶ, ξένος ξενῶ, ἀσθενής ἀσθε‐ νῶ, σθένος σθενῶ, στένος στενῶ. τὸ γὰρ στένω οὐκ ἔχει ὄνομα οὔτε μένω, μεθ’ ὧν καὶ φένω τὸ φονεύω καὶ πένω, ἀφ’ οὗ πένο‐ μαι, καὶ σθένω καὶ θένω τὸ τύπτω. Τὰ εἰς νω παραληγόμενα τῷ ο περισπᾶται, φθονῶ, δονῶ, πονῶ, | |
25 | κλονῶ, ὀνῶ τὸ ὠφελῶ, φρονῶ, κονῶ. Τὰ εἰς νω παραληγόμενα φύσει μακρῷ φωνήεντι, ὁπότε μὴ εἴη κατ’ Αἰολίδα διάλεκτον, περισπᾶται, σκηνῶ, θρηνῶ, σφηνῶ, φωνῶ, ὠνῶ καὶ ὠνοῦμαι, κοινῶ, κοινωνῶ. καὶ τὸ γεγωνῶ ἔοικε μᾶλλον περισπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡς γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτως | |
30 | καὶ ἐγεγώνεον ἔφη· «ἠμὲν ὅς’ ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον» (Od. ρ 161). ἀπαρέμφατον δὲ προηνέγκατο τὸ γεγωνέμεν· «ἥ ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν» (Il. Θ 223). οἱ δὲ μετ’ αὐτὸν καὶ ὡς βαρύ‐ τονον αὐτὸ ἔκλιναν καὶ ὡς περισπώμενον. τὸ πώνω βαρύνεται ὡς | |
ἴδιον Αἰολέων. | 449 | |
3,1450 | Τὰ εἰς νω δισύλλαβα παραληγόμενα τῇ ει διφθόγγῳ βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, τείνω, γείνω, κτείνω. τὸ δεινῶ, ὅτι δεινός, καὶ τὸ πεινῶ, ὅτι πεῖνα. Τὰ εἰς νω δισύλλαβα παραληγόμενα ι ἐκτεταμένῳ βαρύνεται, εἰ | |
5 | μὴ προκατάρχοιτο ὄνομα, κρίνω, πίνω, κλίνω, σίνω, γίνω. δινῶ δινεῖς, ὅτι δίνη καὶ ῥινῶ ῥινοῖς, ὅτι ῥίνη. τούτοις ὅμοιον καὶ τὸ κινῶ Τὰ εἰς νω παραληγόμενα υ μακρῷ βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα, δύνω, θύνω, πλύνω, φύνω, μηκύνω, πλατύνω, τα‐ χύνω, τραχύνω, ὀτρύνω, μολύνω, κρατύνω, φαιδρύνω, | |
10 | ἀμύνω, εὐθύνω, βραδύνω, «ἀμορφύνειν ἐθέλωσιν» ὁ Ἀντίμα‐ χος ἀντὶ τοῦ ἀμορφεῖν, ἀκαχύνω ὁ αὐτός, ἔνθεν ἀπαρέμφατον ἀκα‐ χυνέμεν. σεσημείωται τὸ βυνῶ περισπώμενον καὶ παρ’ Ἡσιόδῳ τὸ »ἐθύνεον» (Scut. 210) ὡς ἐνόεον ἢ πλεονασμῷ τοῦ ε ἢ μεταβολῇ τῆς δι εἰς θυ. τὸ δὲ ξυνῶ ἔχει τὸ ξυνός. καὶ τὸ ὀδυνῶ ἔχει τὸ ὀδύνη | |
15 | καὶ τὸ υ βραχύ. καὶ τὸ τορυνῶ ἔχει τὸ τορύνη. τοῦτο δὲ οἱ Ἀττικοὶ καὶ βαρύνουσι καὶ ἐκτείνουσι «ἐτόρυνε» γάρ (Arist. Eqq. 1172). Τὰ διὰ τοῦ αινω βαρύνεται· ἃ δὲ περισπῶνται, ὀλίγα εἰσὶ καὶ παρ’ ὄνομα γεγόνασι, φαίνω φαίνομαι, μαίνω μαίνομαι, χαίνω, ῥαίνω, βαίνω, δραίνω, καίνω, κραίνω, σαίνω, χραίνω, αἵνω τὸ δα‐ | |
20 | συνόμενον τὸ παρὰ τοῖς Ἀττικοῖς. Φερεκράτης «αἵνειν, πτίσσειν». μι‐ αίνω, μελαίνω, ὑφαίνω. τὸ μέντοι αἰνῶ περισπώμενον ἔχει τὸ αἶνος ὥσπερ καὶ τὸ κελαινῶ τὸ κελαινός καὶ τὸ τριαινῶ τὸ τρίαινα. Τὰ εἰς νω παραληγόμενα διφθόγγῳ, μὴ τῇ αι ἢ ει, περισπᾶται, ἐρευνῶ, θοινῶ, χαυνῶ, κοινῶ, οἰνῶ χωρὶς τοῦ ἐλαύνω. | |
25 | Τὰ εἰς νω ὑπερδισύλλαβα παραληγόμενα τῇ ει διφθόγγῳ ἢ μακρῷ | 450 |
3,1451 | τῷ ι βαρύνεται καταείνω τὸ καλύπτω, ὠδίνω, ὀρίνω, ἀλεείνω, φαείνω, ἐλεείνω. τὸ χαλινῶ περισπᾶται, ὅτι ἔχει τὸ χαλινός, ὥσπερ καὶ τὸ ταπεινῶ τὸ ταπεινός. Τὰ εἰς νω μετ’ ἐπιπλοκῆς συμφώνου περισπᾶται, ὑπνῶ, πυκνῶ, | |
5 | ἱκνῶ καὶ ἱκνοῦμαι, τεχνῶ καὶ τεχνῶμαι, σκιδνῶ, ἰδνῶ. σεσημείω‐ ται τὸ δάκνω βαρύτονον, ὅπερ ἀπὸ τοῦ δαγκάνω γέγονε κατὰ συγκο‐ πήν. τὰ δὲ ἔχοντα πρὸ τοῦ ν τὸ μ βαρύνεται, χωρὶς εἰ μὴ ἀπὸ δύο συμφώνων ἄρχοιτο, ἢ ὄνομα προκατάρχοι, μίμνω, κάμνω, τέμνω. τὸ δὲ κρημνῶ περισπᾶται, ὅτι ἀπὸ δύο συμφώνων ἤρξατο. | |
10 | Τὰ διὰ τοῦ ανω ὑπερδισύλλαβα βαρύνεται, ὁπότε παρῆκται ἀπὸ ῥήματος· αὐτὴ δὲ ἡ διὰ τοῦ ανω παραγωγὴ οὐκ ἔχει κατ’ ἀρχὴν τὸ ι ἐκτεταμένον διὰ τὸ ἴσχω ἰχανῶ ἢ τὴν ει δίφθογγον διὰ τὸ δείκω τὸ δεικνύω καὶ δεικανῶ. βαρύνεται δὲ ταῦτα, λείπω λιμπάνω, λήβω λαμβάνω, μήθω μανθάνω, λήθω λανθάνω, δήκω δαγκάνω, | |
15 | φεύγω φυγγάνω, οἰδῶ οἰδάνω «οἰδάνει ἐν στήθεσσι νόον» (Il. Ι 554), ᾧ ὅμοιον καὶ τὸ κυδάνω (Ξ 73) καὶ τὸ μελάνω (Η 64). ἱκάνω, κιχάνω, ἃ ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίστου ἐκτείνει τὸν δεύτερον. περισπῶνται δὲ τὰ διπλασιασμὸν πάσχοντα γαγγανῶ τὸ ταράσσω καὶ παμφανῶ ἢ ὁπότε ἀπὸ ὀνόματος ἐγένετο, κυρκάνη | |
20 | κυρκανῶ τὸ θορυβῶ, δαπάνη δαπανῶ, μηχανή μηχανῶ, στέφανος στεφανῶ, λίβανος λιβανῶ, μέλανος μελανῶ. Τὰ εἰς ρω παραληγόμενα φωνήεντα α ἢ η ἢ ω περισπᾶται, κηρῶ, πληρῶ, γηρῶ, τηρῶ, ὠρῶ τὸ φυλάττω, τιμωρῶ. σεσημείωται τὸ ἄρω βαρύτονον τὸ ἁρμόζω ἢ τὸ λαμβάνω καὶ ἀποφέρομαι. | |
25 | Τὰ εἰς ρω παραληγόμενα τῷ ε καὶ βαρύνεται καὶ περισπᾶται. καὶ περισπᾶται μέν, ὁπότε ἔχει πλησιάζον ψιλὸν τῷ ε, κερῶ τὸ κιρνῶ, περῶ, πτερῶ, στερῶ. μὴ οὕτως δὲ ἔχοντα βαρύνεται, δέρω, | |
φέρω. τὸ ἐρῶ περισπᾶται ἀπὸ φωνήεντος ἀρχόμενον. | 451 | |
3,1452 | Τὰ εἰς ρω μὴ ὄντος πρὸ τοῦ ρ συμφώνου, εἰ παραλήγοιτο τῷ ο μόνῳ ἢ μεθ’ ἑτέρου φωνήεντος, περισπᾶται, ἀγορῶ, ἀφορῶ, εὐ‐ πορῶ, ἀπορῶ, καρποφορῶ, ἱστορῶ, ἐπικουρῶ, ἀμοιρῶ. τὸ δὲ ὄρω «ὅτε τ’ ὤρετο» (Il. Μ 279) «ὦρτο πολὺ πρῶτος μὲν» (Il. Η | |
5 | 162) «ὄρθαι» (Θ 474) βαρύτονόν ἐστιν. Τὰ διὰ τοῦ αιρω βαρύνεται, χωρὶς εἰ μὴ παρ’ ὄνομα εἴη, μαρ‐ μαίρω, καρκαίρω, σπαίρω καὶ ἀσπαίρω, χαίρω, γεραίρω, αἴρω τὸ κουφίζω, ἐξ οὗ τὸ ἐπαίρω· τὸ δὲ αἰρῶ καὶ τὰ ἀπ’ αὐτοῦ ἀναιρῶ, διαιρῶ, καθαιρῶ, συναιρῶ περισπῶνται. τὸ δὲ σφαιρῶ ἔχει τὸ | |
10 | σφαῖρα καὶ ἑταιρῶ τὸ ἑταῖρος. Τὰ διὰ τοῦ ειρω βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, μείρω τὸ με‐ ρίζω, τείρω, φθείρω, εἴρω, σπείρω, κείρω, πείρω «παννυχίη μέν ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον» (Od. β 434), δείρω, ἐγείρω, οἰκτείρω, ἐθείρω τὸ ἐξ ἔθους τι διαπράττομαι, ἀείρω, ἀγείρω. | |
15 | τὸ δὲ πειρῶ, ὅτι πεῖρα, καὶ τὸ χειρῶ, ὅτι χείρ. Τὰ διὰ τοῦ υρω ἐκτεταμένον τὸ υ ἔχοντα βαρύνεται, σύρω, πτύρω, φύρω καὶ φυρῶ περισπώμενον, μορμύρω, πλημμύρω, ὀδύρω, ἐξ οὗ τὸ ὀδύρομαι, ὀλοφύρω, ἐξ οὗ τὸ ὀλοφύρομαι, πορ‐ φύρω. τὰ μέντοι ἔχοντα συνεσταλμένον τὸ υ περισπᾶται, μαρτυρῶ, | |
20 | ἀργυρῶ, πυρῶ, ξυρῶ, κυρῶ τὸ τυγχάνω, τοῦ δὲ κύρω τὸ υ ἐκ‐ τέταται. Τὰ εἰς ρω παραληγόμενα διφθόγγω τῇ διὰ τοῦ υ περισπᾶται, ἀμαυρῶ, εὑρῶ, ἐπικουρῶ, οἰκουρῶ. Τὰ εἰς ρω ἔχοντα ἐπιπλοκὴν συμφώνου, ὁπότε μὴ συγκοπὴν ἐμ‐ | |
25 | φαίνοι, περισπᾶται, μετρῶ, γεωμετρῶ, ἱδρῶ, κοπρῶ, πιμπρῶ, ποδαγρῶ, λυτρῶ, ἐξ οὗ τὸ λυτροῦμαι. τὸ δὲ ἔγρω κατὰ συγκοπὴν τοῦ ἐγείρω. | |
* Οὐδὲν ῥῆμα λῆγον εἰς ρ δισύλλαβον κατὰ τὴν τῶν ποιητῶν | 452 | |
3,1453 | χρῆσιν καὶ τῶν πεζῶν ἔχει τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ καταλήγου‐ σαν, ἀλλὰ μόνον τὸ ἔρρω «ὅτε τ’ ἤλυθεν ἐνθάδε ἔρρων» καὶ (κ 72) ἔρρ’ ἐκ νήσου θᾶσσον ἐλέγχιστε ζωόντων. τὰ δὲ τοιαῦτα Αἰολικὰ ἦν ἔχοντα κοινά, ἱμέρρω, ἀγέρρω, οἰκτίρρω, | |
5 | ὀλοφύρρω. εἴπερ οὖν Αἰολικόν, ζητητέον, τί αὐτοῦ ἦν κοινόν. οὐ γὰρ αὐτὸ τὸ φθείρω, ὡς οἴονταί τινες. Τὰ διὰ τοῦ αιω βαρύνεται, εἰ μὴ εἴη ἀπὸ ὀνόματος, ῥαίω τὸ φθείρω, πταίω, ναίω, παίω, δαίω, καίω, κλαίω, γαίω, παλαίω, λιλαίω, ὅθεν λιλαίομαι, κεραίω, ἀγαίω, σταλαίω, χαλαίω, κρε‐ | |
10 | μαίω, διχαίω. τὸ δὲ ἀραιῶ ἔχει τὸ ἀραιός, καὶ τὸ ἑδραιῶ τὸ ἑδραῖος καὶ τὸ δικαιῶ τὸ δίκαιος καὶ βεβαιῶ τὸ βέβαιος καὶ τὸ πα‐ λαιῶ τὸ παλαιός καὶ περαιῶ τὸ πέρας καὶ μαιῶ τὸ ζητῶ τὸ μαῖα καὶ ματαιῶ μάταιος. Τὰ εἰς ω καθαρὰ παραληγόμενα τῇ διὰ υ διφθόγγῳ βαρύνεται | |
15 | ψαύω, θραύω, ἀπολαύω, αὔω τὸ βοῶ καὶ αὕω τὸ ξηραίνω ἢ ἅπτω, δαύω τὸ κοιμῶμαι. ἅπαξ δὲ ἡ λέξις παρὰ Σαπφοῖ δαύοις ἀπάλας ἐτάρας ἐν στήθεσιν ... (Bergk 82). δαύω τὸ καίω παρὰ Σιμωνίδῃ «μηρίων δεδαυμένων» παρὰ τὸ δαίω | |
20 | τὸ καίω τροπῇ τοῦ ι εἰς υ. δεύω, ὁδεύω, τοξεύω, ἰξεύω, λιτα‐ νεύω, ἱππεύω, βασιλεύω, κυριεύω, σεύω. τὸ δὲ «ἐδεύησεν δ’ οἰήϊον ἄκρον ἱκέσθαι» (ι 483) οὐκ ἀπὸ περισπωμένου τοῦ δευῶ γέγο‐ νεν, ἀλλ’ ἐδέησεν ἐστὶ καὶ πλεονάσαντος τοῦ υ ἐδεύησε. τὸ ἐρευνῶ περισπώμενον οἱ Αἰολεῖς ἀποβάλλοντες τὸ ν βαρύνουσι διὰ τὸν τρόπον | |
25 | τοῦ ευω. Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῷ α βαρύνεται, ὁπότε πλησιά‐ ζουσι τοῖς διὰ τοῦ αυω, χραύω χράω, φαύω φάω. περισπῶνται δὲ τὰ μὴ οὕτως ἔχοντα, δαῶ δαήσω, σαῶ σαώσω, ἀλαῶ ἀλαώσω. τὸ δὲ βοάω καὶ γελάω καὶ πεινάω βαρύνεται καὶ τἆλλα ὡς ἐντέλειαι | |
30 | τῶν περισπωμένων. Τὰ εἰς ω καθαρὸν παραληγόμενα ε βαρύνεται, χωρὶς εἰ μὴ προ‐ κατάρχοιτο ὄνομα, ἢ ἀπὸ βαρυτόνου μετασταίη εἰς περισπώμενον, ἔω | |
τὸ ὑπάρχω, ἐξ οὗ τὸ εἰμί, ἔω τὸ πορεύομαι, ἐξ οὗ εἶμι, ἕω, οὗ παρ‐ | 453 | |
3,1454 | αγωγὸν τὸ ἑννύω, νέω, χέω, κέω, ἐξ οὗ τὸ κέομαι καὶ ἐν πλεο‐ νασμῷ τοῦ ι καὶ συγκοπῇ τοῦ ο κεῖμαι, δέω, ξέω, θέω, πνέω, πλέω, ῥέω, ποιέω, νοέω, τελέω. κιρνάμενα δὲ ἔνια περισπῶνται, ποιῶ, νοῶ, τελῶ. σεσημείωται τὸ ἐῶ περισπώμενον. τὸ δὲ θεῶ, | |
5 | ὅθεν τὸ θεῶμαι, ἔχει τὸ θέα, καὶ τὸ νεῶ τὸ νέος. καὶ τὸ δεῶ δεήσω ἀπὸ τοῦ βαρυτόνου δέω γέγονεν. Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῇ ει διφθόγγῳ βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι, σείω, θείω, κείω, ἐξ οὗ παθητικὸν κείομαι καὶ κατὰ συγκοπὴν κεῖμαι, βρωσείω, ὀψείω, κιχείω, τελείω, ὀκνείω, ῥι‐ | |
10 | γείω, θαλπείω, γαμησείω. τὸ μέντοι μειῶ ἔχει μεῖος καὶ τὸ τε‐ λειῶ τὸ τέλειος καὶ τὸ ἀρειῶ τὸ ἀρείων καὶ ἀρειῶ ἀρειᾷς τὸ ἀπειλῶ ὡς παρ’ Ἱππώνακτι «ἀρειᾷς σύκινόν με ποιῆσαι» fr. 70 Bergk) τὸ ἀρειή καὶ τὸ ἀχρειῶ τὸ ἀχρεῖος, τὸ οἰκειῶ τὸ οἰκεῖος καὶ τὸ ἀν‐ δρειῶ τὸ ἀνδρεῖος. | |
15 | * Οὐδὲν εἰς ω λῆγον ῥῆμα βαρύτονον καθαρὸν δισύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω δήεις «δήεις τόνγε σύεσσι παρήμενον» (ν 407). τὸ γὰρ ἔκηα οὐ πάντως ἐνεστῶτα τὸν κήω αἰτήσει, ὡς ἀπαι‐ τεῖ Φιλόξενος. ἡ δὲ τοιαύτη παράληξις ἢ περισπωμένη ἐστίν, ὥσπερ τὸ θηῶ, νηῶ ἢ εἴπερ βαρύτονα εἴη, πάντως κατὰ διάλεκτον, ὡς τὸ | |
20 | παίω πήω λεγόμενον παρὰ Βοιωτοῖς, τὸ παλαίω παλήω καὶ παρ’ Αἰολεῦσιν ἐπὶ τῶν ὑπὲρ δύο συλλαβάς, ἀδικήω «Ψάπφ’, ἀδικήει» (Sapph. fr. I 20), ποθήω «καὶ ποθήω καὶ μάομαι» τό τε κλήω ἐκ τοῦ κλείω γενόμενον. Τὰ εἰς ω καθαρὸν ὑπερδισύλλαβα παραληγόμενα ι βραχεῖ περισπᾶ‐ | |
25 | ται, μειδιῶ, κοπιῶ, ἀξιῶ, ἐρυθριῶ, ἀγωνιῶ, ἀκηδιῶ, μετριῶ, | 454 |
3,1455 | καὶ χαιριῶ, ἐρευθιῶ, φλεγιῶ, κνηθιῶ, κνιφιῶ κατ’ ἐπέκτασιν τοῦ ι γενόμενα παρὰ τὸ χαίρω, ἐρεύθω, φλέγω, κνήθω, κνίφω. τὸ δὲ ἐσθίω καὶ αὐτὸ ἐπέκτασιν τοῦ ι λαβὸν καὶ ἀΐω καὶ ἀτίω σύνθε‐ τον βαρύνονται. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ γὰρ «δείδιε» (Σ 34, | |
5 | Ω 358) οὐχ, ὥς τινες οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω· εἰ δὲ καὶ ἀπαι‐ τήσῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον. τὸ δὲ κηκίω τὸ ἀναδίδωμι ἐκ διπλασιασμοῦ «πολλὴ δ’ ἀνεκήκιεν ἅλμη». τὸ δὲ μαστίω κατ’ ἔλλει‐ ψιν τοῦ ζ ἀπὸ τοῦ μαστίζω. σπάνια δέ εἰσι τὰ δισύλλαβα κατὰ συστο‐ λὴν τοῦ ι, ὡς καὶ τὸ δίω «τρὶς περὶ ἄστυ μέγα Πριάμοιο δίον» | |
10 | (Il. Χ 251) καὶ τὸ «κνώδαλον ὅτι δίοιτο» (Od. ρ 317) καὶ διῶ τὸ διώκω, ἔνθεν τὸ δίημι ἐγένετο, παρ’ ὃ τὸ «ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται» καὶ «αὕτως ἐνδίεσαν» (Il. Σ 584), ἴω καὶ ἰῶ τὸ πο‐ ρεύομαι καὶ τίω τὸ τιμῶ, τιῶ δὲ τὸ τιμωρῶ. τὸ δὲ βιῶ βιοῖς βιοῖ τὸ ζῶ, βιῶ δὲ βιᾷς βιᾷ τὸ βιάζω. | |
15 | Τὰ εἰς ω καθαρὸν ἔχοντα ι ἐκτεταμένον βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι, ψίω τὸ ἐμβρωματίζω, λίω τὸ θέλω, πίω, ἀφ’ οὗ ὁ μέλλων πίσω, ἀφ’ οὗ πιπίσκω, ἵω ὃ καὶ περισπᾶται, ἐξ οὗ καὶ ἵημι, μνίω τὸ ἐσθίω, δηρίω καὶ δηριῶ περισπώμενον «δὴ τότε δηριόωντο Ποσειδάων καὶ | |
Ἀπόλλων», μητίω καὶ μητιῶ, κονίω, μηνίω τὸ ὀργίζομαι ὃ διφο‐ | 455 | |
3,1456 | ρεῖται κατὰ τὸν χρόνον, καὶ μηνιῶ, τὸ δὲ ἰῶ ἰῶμαι ἰός, κριῶ κριός, ἀνιῶ ἀνία. Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῷ ο μόνῳ περισπᾶται, νοῶ, βοῶ, γοῶ, θροῶ, ποῶ, μακκοῶ τὸ μωραίνω, πτοῶ, λοῶ, κοῶ, | |
5 | ἀγνοῶ, ἀκροῶ, ἀλοῶ. αἱ μέντοι ἐντέλειαι τῶν περισπωμένων βα‐ ρύνονται, χρυσόω, στεφανόω, γυψόω. Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῇ οι διφθόγγῳ περισπᾶται, εἰ μὴ διάστασις γένοιτο τοῦ ι, ποιῶ, οἰῶ τὸ μονῶ, ἀλοιῶ τὸ τύπτω, ἀλλοιῶ τὸ μεταποιῶ, πτοιῶ, χροιῶ, ὁμοιῶ, ἑτεροιῶ. τὸ δὲ | |
10 | οἴω, ὅθεν οἴομαι καὶ οἶμαι, διαιρεῖται, ὀΐω γὰρ ποιητικῶς. ὁ δὲ οἴω ἐνεστὼς τοῦ οἴσω μέλλοντος οὐκ ἔστιν ἐν χρήσει. Τὰ διὰ τοῦ υω δισύλλαβα βαρύνεται καὶ περισπᾶται. περισπᾶται μέν, ὅσα ἔχει ὄνομα ἢ κατ’ ἐναλλαγὴν γέγονε, δυῶ, θυῶ τὸ θυμιῶ, ὅτι θύος, μυῶ καὶ μύω βαρύτονον, κυῶ Ἀττικὸν ἐκ τοῦ κύω. τὰ δὲ | |
15 | μὴ οὕτως ἔχοντα βαρύνεται, δύω, ἐξ οὗ δύνω, θύω, ἐξ οὗ θύνω, λύω, μύω, κύω, ξύω, ὕω, βρύω, πτύω, ῥύω. Ἔτι τὰ διὰ τοῦ υω ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ ἔχοι ὄνομα, ἀλύω, ἀρτύω, πληθύω, κωλύω, ζευγνύω, ὀμνύω, ὀρνύω, σβεννύω, ἀνύω, μηνύω, ἀρύω, ζωννύω, χρωννύω, ῥωννύω, | |
20 | χωννύω, στρωννύω. τὸ δὲ ἰχθυῶ ἔχει τὸ ἰχθῦς, καὶ τὸ ἐγγυῶ τὸ ἐγγύη καὶ τὸ βοτρυῶ τὸ βότρυς. Τὰ εἰς ω καθαρὸν παραληγόμενον τῇ υι βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη, ἀλυίω, ὀπυίω, μεθυίω. τὸ δὲ γυιῶ περισπᾶται. Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῷ ω βαρύνεται, ζώω, πλώω, | |
25 | σώω, χώω, τρώω, ῥώω, ἁλώω, ἡβώω. χωρὶς τοῦ κολῳῶ, ὅπερ ἀπὸ τοῦ κολῳός γέγονε, καὶ ἔχει ι προσγεγραμμένον, ὡς Φιλόξενος. Τὰ εἰς ξω καὶ ψω περισπᾶται, διψῶ, γυψῶ, κενοδοξῶ, φι‐ λοδοξῶ, ἀδοξῶ, αὐξῶ, ἀλεξῶ, ἑψῶ. τὸ γὰρ αὔξω καὶ ἀλέξω καὶ ἕψω Ἀττικῶς βαρύνεται. τὸ δὲ ἵξω, οὗ ὁ παρατατικὸς ἷξον «οἱ | |
30 | δ’ ἷξον κοίλην Λακεδαίμονα» (Od. δ 1) καὶ τὸ ἄξω, οὗ τὸ προστακτι‐ | |
κὸν «ἄξετε δὲ Πριάμοιο βίην» (Γ 105) καὶ τὸ ὄψω καὶ ὄψομαι, οὗ | 456 | |
3,1457 | τὸ προστακτικὸν «ὄψεσθε Τρῶες καὶ Τρῳάδες» (Ω 704) καὶ πάλιν «ἀλλ’ ὄψεσθε ἵνα τώγε καθεύδετον» (Od. θ 313) ἀντὶ τοῦ ἴδετε, κατὰ ποιη‐ τικὴν ἄδειαν μετηνέχθη ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα. Οἱ εἰς ω μέλλοντες κατὰ τὴν κοινὴν διάλεκτον, ἐὰν ἔχωσι πρὸ | |
5 | τοῦ ω τὸ ξ ἢ τὸ ψ ἢ τὸ ς, βαρύνονται, λέξω, πλέξω, τύψω, γράψω, ποιήσω, νοήσω. ἐὰν δὲ μηδὲν ἔχωσι τούτων πρὸ τοῦ ω, περισπᾶ‐ ται, σπερῶ, φθερῶ, πλυνῶ, κτενῶ, τιλῶ. πρόσκειται δὲ κατὰ τὴν κοινὴν διάλεκτον, ἐπειδὴ τὸ ποιήσω ποιησῶ οἱ Δωριεῖς λέγουσι, καὶ τὸ λέξω λεξῶ. | |
10 | Τὰ εἰς ω λήγοντα δεύτερα πρόσωπα προστακτικὰ ὁμοτονεῖ τοῖς ἰδίοις ὁριστικοῖς, νικῶ ἐγώ, νικῶ σύ, κρεμῶ ἐγώ, κρεμῶ σύ. τὰ μέντοι τρίτα εἴτε εἰς τω εἴτε εἰς θω βαρύνεται, λεγέτω, ποιείτω, τυπτέ‐ σθω, λεγέσθω. Τὰ εἰς ω τρίτα πρόσωπα τῶν εὐκτικῶν περισπῶνται μετὰ τοῦ | |
15 | προσγεγραμμένου ι βοάοι βοῷ, τρυπάοι τρυπῷ. Τὰ εἰς ω ὑποτακτικὰ μονοσύλλαβα μὲν ὄντα περισπῶνται, ἐὰν ὦ, ἐὰν δῶ, ἐὰν βῶ, ἐὰν στῶ, ἐὰν σχῶ. καὶ ἐξ ἀνάγκης δὲ περισπῶν‐ ται. βαρύνεσθαι μὲν γὰρ οὐκ ἠδύναντο, ἐπειδὴ μονοσύλλαβά εἰσι· οὐ‐ δέποτε δὲ μονοσύλλαβος λέξις βαρύνεται, ἀλλ’ ἢ ὀξύνεται οἷον τίς, τί, | |
20 | πούς, Ζεύς, Φρύξ, Κρής, νύξ ἢ περισπᾶται οἷον βοῦς νοῦς ῥοῦς. ὀξύ‐ νεσθαι δὲ οὐκ ἠδύναντο, ἐπεὶ τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν οἷον τύπτω, γράφω, βοῶ, χρυσῶ, ποιῶ χωρὶς τῶν σεσημειωμέ‐ νων. λοιπὸν οὖν ἐξ ἀνάγκης περισπῶνται, ἐὰν ὦ ἐὰν σχῶ καὶ ἐὰν σπῶ, συντιθέμενα δὲ καὶ ὑπερβαίνοντα τὴν μονοσυλλαβίαν βαρύνονται | |
25 | οἷον ἐὰν κατάσχω ἐὰν παράσχω, ἐὰν ἐπίσπω· τὸ δὲ ἐὰν ὦ ἐν συνθέσει τὸν αὐτὸν τόνον φυλάσσει, οἷον ἐὰν συνῶ ἐὰν παρῶ, ἐπειδὴ ἡ συναίρεσίς ἐστιν ἡ αἰτία, ἀπὸ γὰρ τοῦ ἐὰν συνέω καὶ ἐὰν παρέω γεγόνασι κατὰ κρᾶ‐ σιν τοῦ ε καὶ ω εἰς ω. Τὰ δὲ εἰς ω ὑπὲρ μίαν συλλαβὴν ὑποτακτικὰ βαρύ‐ νεται καὶ περισπᾶται. καὶ περισπῶνται μέν, ἡνίκα ἔχωσι τὴν μετοχὴν εἰς | |
30 | εις μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, τυφθείς τυφθέντος ἐὰν τυφθῶ, τυπείς τυπέντος ἐὰν τυπῶ, τιθείς τιθέντος ἐὰν τιθῶ, νυγείς νυγέντος ἐὰν νυγῶ, δαρείς δαρέντος ἐὰν δαρῶ, σταλείς στα‐ λέντος ἐὰν σταλῶ, σπαρείς σπαρέντος ἐὰν σπαρῶ, φθαρείς φθαρέντος | |
ἐὰν φθαρῶ. ἢ ἡνίκα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ τῶν συνῃρημένων, | 457 | |
3,1458 | ποιῶ ἐποίουν ἐὰν ποιῶ, ἐὰν βοῶ, ἐὰν χρυσῶ. ἡνίκα δὲ μὴ ὦσι τοιαῦτα, βαρύνονται, ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔφαγον ἐὰν φάγω, ἔλαβον ἐὰν λάβω, ἔμαθον ἐὰν μάθω, ἔπαθον ἐὰν πάθω, εἶπον ἐὰν εἴπω, εἶδον ἐὰν ἴδω, τέτυφα ἐὰν τετύφω, | |
5 | τέτυπα ἐὰν τετύπω, πέποιθα ἐὰν πεποίθω. σεσημείωται τὸ ἐὰν εἰδῶ περισπώμενον οἷον «ὄφρ’ εὖ εἰδῶ» (Α 515), οὗ ἡ μετοχὴ ὁ εἰδώς τοῦ εἰδότος, εἰ καὶ ἀπὸ τοῦ εἰδέω. τὸ δὲ «ἵνα εἴδομεν ἄμφω» (Α 363) προπαροξύνεται, ἐπειδὴ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον. οὐ γὰρ παρ‐ οξύνομεν κατὰ τὸν Πάμφιλον. | |
10 | Τὰ εἰς ω ὑποτακτικὰ τῶν ἀορίστων παθητικῶν περισπῶνται, ἐὰν ληφθῶ, ἐὰν τυφθῶ, διὸ καὶ τὸ «ἐὰν ἐγκαταλειφθῶ ὑπὸ σοῦ» περισπᾶται. τότε γὰρ τὰ τοιαῦτα ὑπὲρ μίαν συλλαβὴν περισπῶνται, ὅτε ἔχουσιν ἀπαρέμφατον εἰς ναι, ὡς τὸ ἐὰν νυγῶ νυγῆναι, ἐὰν δαρῶ δαρῆναι, καὶ μετοχὴν εἰς εις ὁ νυγείς ὁ δαρείς, καὶ τὸ εὐκτικὸν | |
15 | εἰς ην καθαρὸν νυγείην, δαρείην. ὁμοίως ἐὰν εἰδῶ εἰδείην, εἰ καὶ μὴ ἔχει τὴν μετοχὴν εἰς εις. γέγονε δὲ ὡς ἀπὸ τοῦ περιπατοῖμι περιπα‐ τοίην κατὰ τροπὴν τῆς μι εἰς ην, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἴ‐ δοιμι εἰδοίην καὶ εἰδείην κατὰ τροπὴν τοῦ ο εἰς ε. ἐὰν δὲ μὴ οὕτως ἔχῃ, βαρύνεται, ἐὰν δράμω· δραμεῖν γὰρ καὶ δράμοιμι, ἐὰν φύγω | |
20 | φυγεῖν καὶ φύγοιμι. Τὰ δεύτερα καὶ τρίτα ἑνικὰ τῶν ὁριστικῶν ὁμοτονεῖ τοῖς πρώτοις, ἐὰν ἰσοσυλλαβῇ, λείπω λείπεις λείπει, ποιῶ ποιεῖς ποιεῖ. τὸ δὲ πνεῖ καὶ ῥεῖ καὶ πλεῖ οὐκ ἰσοσυλλαβεῖ. οὕτω καὶ ἐπὶ μέλλοντος, νοήσω νοήσεις νοήσει καὶ ἐπὶ ὑποτακτικῶν, ἐὰν λέγω ἐὰν λέγῃς | |
25 | ἐὰν λέγῃ, ἐὰν βοῶ βοᾷς βοᾷ. Τὰ εἰς μι λήγοντα ὁριστικὰ ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, καὶ τὰ τρίτα ὁμοτονοῦσι τοῖς ἰδίοις πρώτοις, τίθημι τίθης τίθησι, δίδωμι | |
δίδως δίδωσι· σεσημείωται φημί φῄς φησί, εἰμί εἴς εἶ ἐστί. | 458 | |
3,1459 | * Τὰ τρίτα πληθυντικὰ ἐνεστῶτος χρόνου ἢ μέλλοντος εἰς ι λή‐ γοντα θέλει ὁμοτονεῖν ταῖς πληθυντικαῖς δοτικαῖς τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦσιν, λέγομεν λέγετε λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε ἱστᾶσι καὶ τοῖς ἱστᾶσιν, ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες ἱέν‐ | |
5 | των ἱεῖσι, λέξομεν λέξετε λέξουσι καὶ τοῖς λέξουσι, διδοῦσιν ἐκεῖνοι καὶ τοῖς διδοῦσιν, ζευγνῦσιν ἐκεῖνοι καὶ τοῖς ζευγνῦσιν. ἀντιπίπτει μόνον τὸ φασί πρὸς τὸ φᾶσι μετοχικὸν ὡς στᾶσι. τὸ δὲ αἴτιόν ἐστιν, ὅτι τοῦτο ἐγκλιτικόν, τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ’ ἑαυτὰ ὄντα ἐν τῇ τε‐ λευταίᾳ συλλαβῇ θέλουσιν ἔχειν τὸν τόνον, φημί, εἰμί, ἐστί. | |
10 | * Τὰ εἰς σι παραληγόμενα τῷ α προπερισπᾶται, πιμπρᾶσι, κι‐ χρᾶσι, ἱστᾶσι· καὶ ζητοῦσί τινες, τίνος χάριν οὐ περισπᾶται «καί τ’ ἀγεληδὸν ἴασι» (Π 160) καὶ λέγομεν, ὅτι τὰ προπερισπώμενα ἰσοσυλ‐ λαβεῖ τοῖς πρώτοις, ἱστᾶσι ἵσταμεν, κιχρᾶσι κίχραμεν, τὰ δὲ πλεονά‐ ζοντα τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, δίδομεν διδόασι, τίθεμεν | |
15 | τιθέασιν, ἐν οἷς οὖν τὸ ἴασι πλεονοσυλλαβεῖ τοῦ ἴμεν, ἐν τούτοις καὶ προπαροξυνθήσεται. ἔστι καὶ οὕτως εἰπεῖν περὶ τοῦ ἴασιν· πᾶν πληθυντικὸν εἰς μεν λῆγον, ὅτε ἐστὶ ἀπὸ τῶν εἰς μι, μεταποιεῖ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ασι προπαροξυνόμενον, τίθεμεν τιθέασι, δίδομεν διδόασι, ἵεμεν ἱέασι, ἔμεν ἔασι, ζεύγνυμεν ζευγνύασιν· εἰ | |
20 | οὖν ἐστιν ἴμεν, σαφὲς ὅτι τῇ αὐτῇ ἀκολουθίᾳ καὶ τὸ ἴασι προπαροξυ‐ τονηθήσεται. ἔστι δὲ ἀπὸ τοῦ εἶμι τὸ πορεύομαι τὸ πληθυντικὸν ἴμεν διὰ τοῦ ι. Τὰ εἰς μι εὐκτικὰ ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, τύπτοιμι, τύποιμι, ποιοῖμι, χρυσοῖμι, βοῷμι. | |
25 | Τὰ δεύτερα καὶ τὰ τρίτα τῶν εἰς μι εὐκτικῶν ὁμοτονοῦσι τοῖς ἰδίοις πρώτοις, τύπτοιμι τύπτοις, τύπτοι, ποιοῖμι ποιοῖς ποιοῖ, βοῷμι βοῷς βοῷ. Πᾶς παρῳχημένος ὁριστικὸς εἰς α λῆγον ὑπερδισύλλαβος ἁπλοῦς προπαροξύνεται, τέτυφα, πεποίηκα παρακείμενος. ὁμοίως καὶ ὁ | |
30 | ἀόριστος ἔτυψα ἐποίησα. τὸ δὲ ἧψα καὶ οἶδα δισύλλαβα, καὶ τὸ συνῆψα σύνθετον. τὸ δὲ ἐφοίτα ἀπὸ τοῦ ἐφοίταε τὸ α μακρόν. | |
Τὰ εἰς θα ἐν δευτέραις προσώποις ὑπερδισύλλαβα προπαροξύνε‐ | 459 | |
3,1460 | ται, λάβῃσθα, ἔφησθα, οἴδησθα, λέγῃσθα, βάλῃσθα. τὰ μέντοι δισύλλαβα προπερισπᾶται, φῆσθα ἐπὶ δευτέρου ἀορίστου καὶ φῇσθα σὺν τῷ ι ἐπὶ τοῦ ἐνεστῶτος, ἦσθα, οἶσθα. Καὶ τὰ εἰς θα πρῶτα πρόσωπα προπαροξύνονται, τυπτόμεθα, | |
5 | νικώμεθα, χρυσούμεθα. Πᾶν ῥῆμα εἰς ν μακροκατάληκτον ὑπὲρ μίαν συλλαβὴν πρὸ μιᾶς τοῦ τέλους ἔχει τὴν ὀξεῖαν, ἐνόουν, ἐδείκνυν, ἔγνων, ἐγεγρά‐ φειν, νυγείην, διδοίμην, ἐτυπέτην, ἔστων. τὸ δὲ ἐχρῆν καὶ ἦν περισπᾶται. | |
10 | Πᾶν πρόσωπον ὁριστικὸν εἰς ον εἴτε ἑνικὸν εἴτε πληθυντικὸν ἁπλοῦν ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, ἔγραφον ἐγὼ καὶ ἔγραφον ἐκεῖ‐ νοι, ἔτυπτον ἐγὼ καὶ ἔτυπτον ἐκεῖνοι, ὑπεσταλμένης τῆς Δωρίδος διαλέκτου, οἱ γὰρ Δωριεῖς τὸ ἐλέγον ἐκεῖνοι παροξύνουσι. τὸ δὲ εἶχον, ἐξ οὗ τὸ κατεῖχον, καὶ ἄλλα περισπᾶται ὡς δισύλλαβον. τὰ | |
15 | γὰρ δισύλλαβα ἢ προπερισπῶνται ἢ παροξύνονται κατὰ τοὺς κανόνας. μακρᾶς γὰρ οὔσης τῆς παραληγούσης προπερισπῶνται, ἦλθον, εὗρον, εἶχον, εἶδον καὶ τἆλλα· βραχείας δὲ τῆς παραληγούσης, παροξύνον‐ ται, ἴδον, ἔσχον. Τὰ εἰς ον προστακτικὰ τοῦ πρώτου ἀορίστου ὑπερδισύλλαβα προ‐ | |
20 | παροξύνονται, ἄκουσον, νόησον, φίλησον· δισύλλαβα δὲ ὄντα παρ‐ οξύνονται ἢ προπερισπῶνται κατὰ τοὺς κανόνας, νεῖμον, κρῖνον, τύψον, λέξον, γράψον, εἶπον ἀντὶ τοῦ εἰπέ ὡς παρὰ Μενάνδρῳ «εἶπον δὲ τί ποιεῖν μέλλετε». ἔστι δὲ δηλονότι ἀορίστου τοῦ εἶπα προστακτικόν· εἰ γὰρ ἦν δευτέρου ἀορίστου Συρακουσίων ἔθει, ὠξύνετο ἂν | |
25 | ὁμοίως τῷ κοινῷ προστακτικῷ τῷ εἰπέ. οἱ γὰρ Συρακούσιοι μεταποιοῦν‐ τες εἰς ον τὰ προστακτικὰ τοῦ βʹ ἀορίστου τὸν τόνον φυλάττουσι τῶν κοινῶν προστακτικῶν οἷον λάβε λάβον, νύγε νύγον, ἄνελε ἄνελον. Πᾶν δεύτερον πρόσωπον παρῳχημένου χρόνου ὑπὲρ μίαν συλλαβὴν | |
λήγοντος ἢ εἰς ν ἢ εἰς α ὁμοτονεῖ τῷ πρώτῳ, ἐνύγην ἐνύγης, ἐδάρην | 460 | |
3,1461 | ἐδάρης, τέτυφα τέτυφας, ἔτυψα ἔτυψας, ἔτυπον ἔτυπες. ἔτι καὶ τὰ τρίτα ὁμοτονεῖ τοῖς δευτέροις, ἔλαβες ἔλαβεν, ἔτυψας ἔτυψεν. Τὰ εἰς μαι ὁριστικὰ προπαροξύνονται ἢ προπερισπῶνται. τὰ μὲν οὖν βραχείᾳ παραληγόμενα προπαροξύνονται, λέγομαι, ἵσταμαι, | |
5 | δύναμαι, ἄγαμαι, δίδομαι· τὰ δὲ φύσει μακρᾷ ἁπλᾶ ὄντα προ‐ περισπῶνται, κεῖμαι, ἧμαι, ποιοῦμαι, γελῶμαι, ἀγῶμαι, ὑπε‐ σταλμένων τῶν τῆς Αἰολίδος διαλέκτου, ἀκάχημαι γὰρ καὶ ἀλάλημαι, καὶ τοῦ παρακειμένου· οὗτος δὲ προπαροξύνεται, ὁμότονος ὢν τῷ ἰδίῳ ἐνεργητικῷ, νενόηκα νενόημαι, πεποίηκα πεποίημαι. τὸ δὲ κατά‐ | |
10 | κειμαι καὶ κάθημαι προπαροξύνονται σύνθετα ὄντα. Τὰ εἰς ται τρίτα ὁμοφωνεῖ τοῖς εἰς μαι πρώτοις, τύπτομαι τύπτε‐ ται, πεποίημαι πεποίηται, ποιοῦμαι ποιεῖται, οἴομαι καὶ οἶμαι οἴε‐ ται. τὰ δεύτερα πρόσωπα τῶν εἰς μαι ἰσοσυλλαβοῦντα μὲν τοῖς πρώτοις καὶ ὁμοτονεῖ αὐτοῖς, τίθεμαι τίθεσαι, δίδομαι δίδοσαι, πεποίημαι | |
15 | πεποίησαι· ἐνδέοντα δὲ μιᾷ συλλαβῇ, ἀπὸ μὲν προπαροξυτόνων ὄντα, παροξύνονται, τύπτομαι, τύπτῃ, γράφομαι γράφῃ, ἀπὸ δὲ περισπω‐ μένων περισπᾶται, βοῶμαι βοᾷ, ποιοῦμαι ποιῇ. Τὰ εἰς μαι ὑποτακτικὰ περισπῶνται μὲν ἀπὸ περισπωμένων ὄντα, ἐὰν νοῶ ἐὰν νοῶμαι, ἐὰν φιλῶ ἐὰν φιλῶμαι· καὶ ὅταν ὦσι παρα‐ | |
20 | κειμένου καὶ ὑπερσυντελίκου, ἐὰν πεποιῶμαι, ἐὰν μεμνῶμαι, ἐὰν κεκτῶμαι, ἐὰν κεχρυσῶμαι. βαρύνονται δὲ ἀπὸ βαρυτόνων ὄντα, ἐὰν τύπτω ἐὰν τύπτωμαι, ἐὰν τύπω ἐὰν τύπωμαι, ἐὰν λίπω | |
ἐὰν λίπωμαι, ἐὰν ἵκωμαι. | 461 | |
3,1462 | Ζήτησιν δὲ ἔχουσι τὰ τοῦ ἐνεστῶτος χρόνου τοῦ ἀπὸ τῶν εἰς μι, πότε προπαροξύνονται καὶ πότε προπερισπῶνται; καὶ ἔστιν εἰπεῖν ὅτι, εἰ μὲν ἔχωσι τὸ ἐνεργητικὸν ὁριστικὸν ἐν χρήσει, προπερισπῶνται, τίθημι ἐὰν τιθῶμαι, ἵστημι ἐὰν ἱστῶμαι, δίδωμι ἐὰν διδῶμαι. εἰ δὲ μὴ ἔχωσι | |
5 | τὸ ἐνεργητικὸν ἐν χρήσει, προπαροξύνεται, δύναμαι ἐὰν δύνωμαι (τὸ γὰρ δύνημι οὐκ ἐν χρήσει), ἐπίσταμαι ἐὰν ἐπίστωμαι, κρέμαμαι ἐὰν κρέμωμαι. Τὰ δεύτερα τῶν εἰς μην παρῳχημένων βαρύνεται, ὁπότε βραχυ‐ καταληκτεῖ. καὶ προπαροξύνονται μὲν κατὰ τὸ δεύτερον πρόσωπον ὑπὲρ | |
10 | δύο συλλαβὰς ὑπάρχον, ἐτίθεσο, ἐδίδοσο, ἐπεποίησο, ἔκεισο. τὸ δὲ ἧσο προπερισπᾶται ὡς δισύλλαβον. εἰ δὲ μακρᾷ λήγουσιν, ἀορίστου μὲν ὄντα παροξύνονται, ἐγράψω, ἐποιήσω, ἐγένου, ἐλάβου· παρα‐ τατικοῦ δὲ ὄντα ἀπὸ βαρυτόνων θεμάτων βαρύνονται, ἐλεγόμην ἐλέ‐ γου, ἐκρεμάμην ἐκρέμω. εἰ δὲ ἀπὸ περισπωμένων ῥημάτων, περι‐ | |
15 | σπῶνται, ἐποιούμην ἐποιοῦ, ἐνικώμην ἐνικῶ, ἐκρεμώμην ἐκρεμῶ. Τῶν εἰς μην εὐκτικῶν τὰ δεύτερα πρόσωπα εἰς ο καταλήγουσι καὶ ἢ προπαροξύνονται ἢ προπερισπῶνται. προπερισπῶνται μὲν τὰ δισύλ‐ λαβα, σχοίμην σχοῖο, δοίμην δοῖο. ἔτι καὶ ὧν τὰ ἐνεργητικὰ εἰς μι λήγουσι, νοοίμην νοοῖο, ποιοίμην ποιοῖο, βιῴμην βιῷο. Ὁμοίως | |
20 | δέ ἐστιν εἰπεῖν, ὅσα ἀπὸ τῶν εἰς μι ὁριστικῶν εἰσι καὶ ἔχουσι τὰ εὐκτικὰ ἐνεργητικὰ εἰς ην καθαρόν, προπερισπῶνται, τίθημι τιθείμην τιθεῖο, τιθείην γὰρ τὸ εὐκτικὸν ἐνεργητικόν. τὸ δὲ δυναίμην δύναιο προπαρ‐ οξύτονον διὰ τὸ μὴ ἔχειν δύνημι ἐν χρήσει οὔτε δυναίην εὐκτικόν. προπερισπῶνται δὲ καὶ τὰ τοῦ παρακειμένου, δεδοίμην δεδοῖο, πε‐ | |
25 | ποιῄμην πεποιῇο, μεμνῄμην μεμνῇο, μεμνῴμην μεμνῷο. τὰ δὲ λοιπὰ πάντα δεύτερα πρόσωπα εἰς ο λήγοντα προπαροξύνονται, τυ‐ πτοίμην τύπτοιο, λεγοίμην λέγοιο, τετυψοίμην τετύψοιο· οὕτω καὶ | |
μεμνεῴμην μεμνέῳο. | 462 | |
3,1463 | Τὰ εἰς το τρίτα τῶν εὐκτικῶν ὁμοτονεῖ τοῖς οἰκείοις δευτέροις. νοοῖο νοοῖτο, τύπτοιο τύπτοιτο, μεμνῇο μεμνῇτο ὡς παρ’ Ἀρι‐ στοφάνει ἐν Πλούτῳ δευτέρῳ «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου», μεμνῷο μεμνῷτο παρὰ Ξενοφῶντι ἐν Κύρου παιδείας πρώτῳ | |
5 | (6, 3) «ἀλλ’ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο». μεμνέῳο μεμνέῳτο, «ὡς μεμνέῳτο δρόμου» (Ψ 361) Τὰ εἰς το τρίτα τῶν ὁριστικῶν ὑπερδισύλλαβα ὄντα τότε προπερι‐ σπῶνται, ὅτε τὰ ἑαυτῶν δεύτερα περισπῶνται, ἐνοοῦ ἐνοεῖτο· ὅτε δὲ τὰ δεύτερα μὴ περισπᾶται, τὰ τρίτα προπαροξύνονται, ἐδέξω ἐδέ‐ | |
10 | ξατο, ἐγένου ἐγένετο. ἧσο δὲ τὸ καθέζου καὶ ἧτο τὸ τρίτον καὶ πλεονασμῷ τοῦ ς ἧστο προπερισπῶνται. Πᾶν μονοσύλλαβον προστακτικὸν μακροκαταληκτούμενον περισπᾶ‐ ται, θλᾶ, κλᾶ, ζῆ, τῆ ἀντὶ τοῦ δέξαι. βραχυκατάληκτον δὲ ὀξύνεται, σπές, σχές, ἕς, ἀφ’ οὗ τὸ ἄφες, δός, φρές τὸ φέρε. | |
15 | Τὰ εἰς θι προστακτικὰ βαρύνονται, τύπηθι, δάρηθι, τύφθηθι καὶ τύφθητι, βῆθι, στῆθι, ἴσθι τὸ γίνωσκε. τὸ φαθί ὀξύτονον σεσημείωται. τοῦτο δὲ ὀξύνουσιν, ἐπεὶ πᾶν ῥῆμα τῶν εἰς μι τροπῇ τοῦ μ εἰς θ συστέλλον τὴν παραλήγουσαν εἰς τὴν τοῦ πρώτου προσώ‐ που τῶν πληθυντικῶν μετὰ τοῦ αὐτοῦ τόνου προστακτικὸν ποιεῖ, τίθημι | |
20 | τίθετι, ἵστημι ἵσταθι καὶ ἐπειδὴ ὀξύνεται τὸ φημί, ὀξύνεται καὶ τὸ φαθί. ἐγὼ δὲ οὐ συγκατατίθεμαι τοῖς ὀξυτονοῦσι, οὐδὲν γὰρ προστα‐ | |
κτικὸν εἰς θι λῆγον ὀξύνεται. παραλόγως δὲ ὀξύνεσθαι ἐπεκράτησεν. | 463 | |
3,1464 | Πᾶν προστακτικὸν ὑπὲρ μίαν συλλαβὴν ὁμοιοκατάληκτον τῷ οἰκείῳ ὁριστικῷ καὶ ὁμότονόν ἐστιν αὐτῷ, ἔτυπτε τύπτε, ἐνόει νόει, ἐβόα βόα, ἐτίθη τίθη, ἐπίμπλη πίμπλη, ἵστην ἵστης ἵστη καὶ ἵστη, ἐκρή‐ μνην ἐκρήμνης ἐκρήμνη καὶ κρήμνη, ὡς παρ’ Εὐριπίδῃ «κρήμνη σεαυ‐ | |
5 | τὴν ἐκ μέσης ἀντηρίδος»· ἐτύπτου τύπτου. τὸ δὲ λαβοῦ καὶ πιθοῦ παρὰ Ἀττικοῖς περισπᾶται. οὐ πάντῃ δὲ τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου περισπῶνται, εὑρίσκεται γὰρ τὸ ἀφίκου βαρυνόμενον καὶ τὸ ἴδου. ἔτι καὶ τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνουσιν. ἔστι δὲ ἀπολο‐ γεῖσθαι περὶ αὐτῶν κατὰ δύο τρόπους. τὰ γὰρ ἀπαρέμφατα τοῦ βʹ | |
10 | ἀορίστου εἴωθεν ὁ ποιητὴς κατὰ διάλυσιν προφέρειν οἷον φαγεῖν φα‐ γέειν, ἰδεῖν ἰδέειν, ταῦτα δὲ οὐ προφέρεται κατὰ διάλυσιν· τὸ γὰρ ἐλθεῖν οὐκ εἶπεν ἐλθέειν οὐδὲ τὸ εἰπεῖν εἰπέειν οὐδὲ τὸ εὑρεῖν εὑ‐ ρέειν. ἐπειδὴ οὖν ταῦτα ἡμαρτήθησαν κατὰ τοῦτο, φημὶ τὸ μὴ δια‐ λύεσθαι, τούτου χάριν καὶ ἐν τοῖς προστακτικοῖς κατὰ τὸν τόνον ἡμαρ‐ | |
15 | τήθησαν καὶ ὠξυτονήθησαν. ἄλλως τε δὲ ὁ βʹ ἀόριστος οὐ θέλει μακρᾷ παραλήγεσθαι, ἀλλὰ βραχείᾳ οἷον ἔλαβον ἔφαγον ἔνυγον. ταῦτα δὲ μακρᾷ παραλήγεται οἷον ἦλθον εἶπον εὗρον. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸν χρόνον τῆς παραληγούσης ἐν τοῖς ὁριστικοῖς, τούτου χάριν διήλ‐ λαξε καὶ περὶ τὸν τόνον ἐν τοῖς προστακτικοῖς καὶ ὠξυτονήθησαν. | |
20 | * Τὰ εἰς τε προστακτικὰ ὁμοιοκατάληκτα ὄντα τοῖς ὁριστικοῖς | 464 |
3,1465 | ὁμότονα καθεστήκασιν οἷον ὅτι λέγετε—λέγετε, ὅτι ἄγετε—ἄγετε. ἐπίστασιν οὖν ἔχει τὸ ἔστε. τὸ μὲν ὁριστικὸν ὀξύνεται, τὸ δὲ προσ‐ τακτικὸν βαρύνεται. ὁμοίως καὶ τὸ φάτε. * Τὰ εἰς σθε προστακτικὰ ὁμοιοκατάληκτα τῷ οἰκείῳ ὁριστικῷ καὶ | |
5 | ὁμότονά ἐστιν αὐτῷ, ἐτύπτεσθε—τύπτεσθε, ἐλέγεσθε—λέγεσθε, ἐπίθεσθε πίθεσθε, ἐλάβεσθε λάβεσθε. τὸ δὲ πιθέσθε λαβέσθε παρ‐ οξυνόμενα μεταγενεστέρων Ἰώνων ἐστίν. Τὰ εἰς αι ὑπερδισύλλαβα προστακτικὰ προπαροξύνονται, ποίησαι, ἄσπασαι, πείρησαι «εἰ δ’ ἄγε μὴν πείρησαι» (Α 302), «ἀλλὰ σὺ μὲν | |
10 | κατάλεξαι» (Od. τ 44), «νῦν δ’ αὖτ’ ἐμὸν ἔγχος ἄλευαι» (Il. Χ 285). τὸ δὲ λοῦσαι καὶ δέξαι καὶ κτῆσαι βαρύνονται ὡς δισύλλαβα. Πᾶν ἀπαρέμφατον ἢ εἰς ν λήγει ἢ εἰς αι. καὶ τὰ εἰς ν μακρο‐ κατάληκτα δύο ἔχει τόνους. ἢ γὰρ βαρύνονται ἢ περισπῶνται. καὶ τὰ μὲν μονοσύλλαβα περισπῶνται, πλεῖν, ῥεῖν, ζῆν, δρᾶν. τὰ μέντοι | |
15 | ὑπὲρ μίαν συλλαβὴν ἢ βαρύνεται ἢ περισπᾶται. βαρύνεται μὲν τὰ ἀπὸ βαρυτόνων χρόνων ἐνεστῶτος καὶ μέλλοντος τύπτω τύπτειν τύψω τύψειν, ποιήσω ποιήσειν. τότε δὲ περισπᾶται, ὅτε καὶ τὰ ὁριστικὰ περισπῶνται, ποιῶ ποιεῖν, κτυπῶ κτυπεῖν, στελῶ στελεῖν, χρυσῶ χρυσοῦν, βοῶ βοᾶν. καὶ οἱ μὲν ἐνεστῶτες ἀπὸ ἐντελείας ἔχουσι | |
20 | τὴν περισπωμένην ποιέειν ποιεῖν, οἱ δὲ δεύτεροι μέλλοντες οὔ· ἀπὸ γὰρ τοῦ εὐφρανεῖν γέγονε κατὰ διάλυσιν τὸ εὐφρανέειν. καὶ τὰ δὲ εἰς ν τοῦ δευτέρου ἀορίστου ἀπὸ κλίσεως περισπῶνται, ὥσπερ καὶ τὰ περι‐ σπώμενα, δραμεῖν, φαγεῖν, πιεῖν, ἐλθεῖν, ἰδεῖν. τὸ δὲ πέφνειν σεσημείωται. ἐβαρύνθη δέ, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτου ἐβαρύνθη. | |
25 | Τὰ δὲ εἰς αι λήγοντα ἀπαρέμφατα πάντα βαρύνεται, τύψαι, | |
ποιῆσαι, κεῖραι—τὸ δὲ ποιήσαι κείραι εὐκτικά ἐστι—τελέσαι, | 465 | |
3,1466 | συρίσαι, λεπίσαι, τιθέναι, ἱστάναι, διδόναι, ζευγνύναι, στῆ‐ ναι, βῆναι, γνῶναι, βιῶναι, ἁλῶναι, θεῖναι, δοῦναι, εἷναι, τυφθῆναι, τετύφθαι, τύπτεσθαι, τυπέσθαι. * Πᾶν ἀπαρέμφατον εἰς σθαι ἁπλοῦν πάντως ὁμοτονεῖ τῷ ἰδίῳ | |
5 | ὁριστικῷ οἷον τύπτεται τύπτεσθαι, βοᾶται βοᾶσθαι, χρυσοῦται χρυ‐ σοῦσθαι, τυφθήσεται τυφθήσεσθαι, τυπήσεται τυπήσεσθαι, ἔρχεται ἔρχεσθαι, ἐτύψατο τύψασθαι, ἐποιήσατο ποιήσασθαι, τύψεται τύ‐ ψεσθαι χωρὶς τῶν εἰς θαι ἀπαρεμφάτων τοῦ παθητικοῦ παρακειμένου καὶ δευτέρου μέσου ἀορίστου. ταῦτα γὰρ οὐχ ὁμοτονοῦσι τοῖς ἰδίοις | |
10 | ὁριστικοῖς, ἀλλὰ πρὸ μιᾶς ἔχουσι τὸν τόνον οἷον πεποίηται πεποιῆ‐ σθαι, νενόηται νενοῆσθαι, τέτυπται τετύφθαι, γέγραπται γεγρά‐ φθαι, λέλεκται λελέχθαι, ἐτύπετο τυπέσθαι, ἐνύγετο νυγέσθαι, ἐλάβετο λαβέσθαι, ἵκετο ἱκέσθαι, ἀφίκετο ἀφικέσθαι. σεσημείωται τὸ ἔρεσθαι δευτέρου μέσου ἀορίστου ὂν καὶ προπαροξυνόμενον, περὶ | |
15 | οὗ ἔστιν εἰπεῖν ὅτι ἐξηκολούθησε τῷ δέρεσθαι καὶ φέρεσθαι καὶ στέρεσθαι, ἅτινά εἰσιν ἐνεστῶτος καὶ παρατατικοῦ, καὶ ἐκ τοῦ ἐναν‐ τίου δὲ σεσημείωται τὸ λιτέσθαι ἐνεστῶτος καὶ παρατατικοῦ ὂν καὶ παροξυνόμενον οἷον «οἷ τ’ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέ‐ σθαι» (Π 47) ἀντὶ τοῦ ἱκετεύειν. ὤφειλε γὰρ προπαροξύνεσθαι ὁμοίως | |
20 | τῷ ἰδίῳ ὁριστικῷ τῷ λίτεται. κάλλιον δὲ ἠκολούθησε τῷ λιπέσθαι | |
θέσθαι ἰδέσθαι, ἅτινά εἰσι δευτέρου μέσου ἀορίστου. Σεσημείωται | 466 | |
3,1467 | τὸ ἐγρήγορθαι οἷον «ἐγρήγορθαι ἄνωχθι» (Κ 67), ὅτι παρακει‐ μένου ὂν προπαροξύνεται· περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι Αἰολίδος ἐστὶ διαλέκτου καὶ τούτου χάριν ἀνεβίβασε τὸν τόνον· οἱ γὰρ Αἰολεῖς ἀνα‐ βιβαστικοὶ τῶν τόνων εἰσί. τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσι καὶ τὸ | |
5 | Πηλεύς Πήλευς. —πρόσκειται ἐν τῷ κανόνι ἁπλοῦν διὰ τὸ κατάκειται κατακεῖσθαι, κάθηται καθῆσθαι. * Ὅσα εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατ’ Αἰολίδα διάλεκτον, τρί‐ την ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τοῦ τέλους βραχύνεσθαι, λέγεσθαι, τίθεσθαι, ἵστασθαι, κίχρασθαι, πίμπρασθαι. ὅσα δὲ | |
10 | πρὸ τέλους ἔχει φύσει μακράν, περισπᾶσθαι θέλει, νικᾶσθαι, φιλεῖ‐ σθαι. τὰ γὰρ τοιαῦτα δίζησθαι, φίλησθαι ὑποφαίνει Αἰολικὸν χα‐ ρακτῆρα. ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι, πάντως μὲν περισπῶσιν· εἰ δὲ δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγουσαν βραχυνομένην· οὕτως οὖν πάντα ταῦτα | |
15 | ἀναγνωστέον, δεδάασθαι (Od. π 316), μηχανάασθαι (Od. γ 213), αἰτιάασθαι (Il. Κ 210), ἑδριάασθαι (Od. γ 35), μνάασθαι (Od. α 39). ΠΕΡΙ ΤΩΝ ΣΥΝΘΕΤΩΝ ΡΗΜΑΤΩΝ ΚΑΙ ΕΤΙ ΠΕΡΙ ΜΕΤΟΧΩΝ. ΒΙΒΛΙΟΝ ιζ. Πᾶν ῥῆμα ὀξύτονον ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον· καὶ εἰ μὲν | |
20 | δισύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ σύνθετον προπαροξύνεται, φημί σύμ‐ φημι, ἔστι σύνεστι, εὑρέ ἔφευρε, τὸ γὰρ ἐφεῦρε ἐκ τοῦ εὗρε βαρυτό‐ νου ἐγένετο, εἰπέ κάτειπε. εἰ δὲ μονοσύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ σύν‐ θετον παροξύνεται δός ἀπόδος, θές ἐπίθες, ἕς πρόες σημαῖνον τὸ ἄφες, σχές ἐπίσχες, σπές ἐνίσπες «σὺ δ’ ἀληθὲς ἐνίσπες» (Od. γ 247), | |
25 | τὸ δὲ «ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες» (Ω 388) ἐστιν | |
ὁριστικὸν ἐκ τοῦ ἤνισπες τὴν ἀρχὴν συστείλαντος. τὸ μέντοι ἄνευ τοῦ ς | 467 | |
3,1468 | προστακτικὸν προπαροξύνεται. λέγω δὲ τὸ «νημερτές μοι ἔνισπε» (Od. δ 642)—χρή ἀπόχρη. τὸ γὰρ ἀποχρῇ ἀπὸ τοῦ χρῇ περισπωμένου ἐγένετο. Τὰ εἰς ω μονοσύλλαβα μὴ ἔχοντα τὴν μετοχὴν εἰς ς ὀξύτονον ἐπὶ | |
5 | ἐνεστῶτος μετὰ προθέσεως συντεθειμένα τὴν περισπωμένην φυλάττει καὶ ἐν τῇ συνθέσει, σμῶ περισμῶ, δρῶ συνδρῶ, κλῶ συγκλῶ, ὦ συνῶ, παρῶ. πρόσκειται «ἐπὶ ἐνεστῶτος» διὰ τὸ σχῶ παράσχω, σπῶ ἐπίσπω, τὸ δὲ βῶ ἀναβῶ, δῶ παραδῶ φυλάσσει τὸν αὐτὸν τόνον ὡς ἔχοντα τὴν μετοχὴν εἰς ς ὀξύτονον. πρόσκειται «μετὰ προθέσεως» | |
10 | διὰ τὸ ἄζω τὸ ξηραίνω. τοῦτο γὰρ ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ζῶ. * Τὰ εἰς ου μονοσύλλαβα προστακτικά, ἡνίκα μὲν συντεθῇ μετὰ μονοσυλλάβου προθέσεως, περισπᾶται οἷον οὗ προοῦ. ἡνίκα δὲ μετὰ δισυλλάβου, βαρύνεται, θοῦ ἀπόθου κατάθου, σχοῦ ἀνάσχου. | |
15 | Πᾶν ῥῆμα ὁριστικὸν εἰς ω ὑπὲρ μίαν συλλαβὴν ἐν τῇ συνθέσει φυ‐ λάττει τὸν αὐτὸν τόνον, γράφω καταγράφω, βαίνω μεταβαίνω, φιλῶ καταφιλῶ, λέγω ἀλέγω. τὸ δὲ χειρογραφῶ καὶ καλαμο‐ γλυφῶ καὶ ἀσθενῶ καὶ εὐσεβῶ καὶ ἀπειθῶ οὐ φυλάττουσι τὸν τόνον οὐ γὰρ ἀπὸ ῥημάτων συνετέθησαν. | |
20 | Πᾶς παρῳχημένος ὁριστικὸς ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν φυλάττει τόνον καὶ ἐν τῇ συνθέσει, εἶχον κατ‐ εῖχον, ἧψα συνῆψα, εἶπον ἐξεῖπον, εὗδον «εὗδ’ ἀνακλινθείς» (Od. δ 794) καθεῦδον «ἔνθα καθεῦδ’ ἀναβάς» (Α 611), ἧστο καθῆ‐ στο, πλὴν τοῦ εἶξεν ὑπόειξεν ὡς παρὰ τῷ ποιητῇ ἐν Ὀδυσσείᾳ (π 42) | |
25 | τῷ δ’ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς, εἶκον ὑπόεικον «νεῶν δ’ ὑπόεικον ἀνάγκῃ (Π 305). τὸ δὲ οἶδα σύν‐ οιδα Αἰολικόν. χαίρουσι γὰρ οἱ Αἰολεῖς ἀναβιβάζειν τοὺς τόνους ὥσπερ | |
ἐπὶ τοῦ Ἀτρεύς Ἄτρευς. πρόσκειται ἀπὸ φωνήεντος ἀρχόμενα διὰ τὸ | 468 | |
3,1469 | χεῦε περιέχευε, κεῖτο κατέκειτο. πρόσκειται ἀπὸ φύσει μακρᾶς διὰ τὸ ἷζε ἔφιζε «Νέστωρ δ’ αὐτὸς ἔφιζε» (Od. γ 411). ἷεν ξύνιεν «καὶ μέν μευ βουλέων ξύνιεν» (Α 273) ὡς «αὐτὰρ ἐπεὶ κόσμηθεν» (Il. Γ 1). εἶχε κάτεχε «νὺξ δὲ μάλα στυγερὴ κάτεχ’ οὐρανόν» (Od. ν 269). πρόσ‐ | |
5 | κειται «ὁριστικός» διὰ τὸ εἰπέ ἔξειπε, εὑρέ ἔφευρε εὗδε κάθευδε, ἧσο κάθησο «ἀλλ’ ἀκέουσα κάθησο» (Α 565) * Πᾶν ὑποτακτικὸν εἰς μαι λῆγον ἐπὶ δευτέρου μέσου ἀορίστου ἐν τῇ συνθέσει προπαροξύνεται οἷον θῶμαι ἀπόθωμαι καὶ διάθωμαι «δεῦτε τέκνον καὶ διάθωμαι», σχῶμαι ἀπόσχωμαι «ἀπόσχωνται πολλοί». | |
10 | * Τὰ εἰς μι εὐκτικὰ ἀπὸ μονοσυλλάβων ῥημάτων ἐπὶ ἐνεστῶτος τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει, σμῷμι σμῷς σμῷ περι‐ σμῷμι περισμῷς περισμῷ, δρῷμι δρῷς δρῷ συνδρῷμι συνδρῷς συνδρῷ. πρόσκειται «ἐπὶ ἐνεστῶτος» διὰ τὸ σχοῖμι σχοῖς σχοῖ ἐπί‐ σχοιμι ἐπίσχοις ἐπίσχοι. τὸ δὲ «ἐπίσχοιες» (Ξ 241) ἀπὸ τοῦ | |
15 | ἐπίσχοις πλεονασμός ἐστι τοῦ ε ἢ συστολὴ τοῦ ἐπισχοίης. * Τὰ σύνθετα προστακτικὰ βραχυκατάληκτα ὡς ἐπὶ πλεῖστον ἀνα‐ πέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάττει τόνον. βραχυκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατά‐ σπειρε, ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει πε‐ | |
20 | ριποίει. * Πᾶν ἀπαρέμφατον συντιθέμενον φυλάττει τὸν αὐτὸν τόνον, ἴσχειν ἐπίσχειν, σχεῖν ἐπισχεῖν, πτέσθαι ἐπιπτέσθαι, σχέσθαι ἀποσχέ‐ σθαι «τότ’ ἂν οὔτοι ἀποσχέσθαι» (Od. ι 211), ἧσθαι καθῆσθαι, κεῖ‐ σθαι κατακεῖσθαι. | |
25 | Οὐδεμία μετοχὴ περισπᾶται, εἰ μὴ ἐκ συναιρέσεως εἴη. αὗται δὲ ἢ | |
εἰς ων λήγουσαι, ἀρσενικαὶ οὖσαι ἢ οὐδέτεραι, ἢ εἰς ουν μόνως οὐδέτε‐ | 469 | |
3,1470 | ρον ἢ ἐνεστῶτός εἰσιν ὁ ποιέων ὁ ποιῶν καὶ τὸ ποιέον τὸ ποιοῦν, ὁ βοάων ὁ βοῶν καὶ τὸ βοάον τὸ βοῶν, ὁ χρυσόων ὁ χρυσῶν καὶ τὸ χρυσόον τὸ χρυσοῦν, ἤγουν μέλλοντος τῆς πέμπτης συζυγίας, κερῶν, σπερῶν, κτενῶν, ἐπεὶ καὶ τούτων ῥήματα περισπῶνται— | |
5 | ποιῶ, βοῶ, χρυσῶ, κερῶ, σπερῶ, κτενῶ. —βαρύνεται δὲ ἡ εἰς ων μετ‐ οχή, ὅτε τὸ ῥῆμα βαρύνεται, τύπτω τύπτων, γράφω γράφων, γράψω γράψων, ποιήσω ποιήσων. ὀξύνονται δὲ αἱ εἰς ων δευτέρου ἀορί‐ στου λαβών, τυπών, φαγών, μεθ’ ὧν καὶ ἐών καὶ ἰών καὶ κιών, πλὴν τοῦ πέφνων βαρυνομένου ὁμοίως τῷ τέμνων καὶ κάμνων, | |
10 | τὸ δὲ ἑκών ἠκολούθησε τοῖς προειρημένοις ἀπὸ τοῦ εἴκω τὸ ὑποχωρῶ. ἐπειδὴ δὲ αἱ εἰς ων λήγουσαι καὶ ἐπὶ τέλους ἔχουσαι τὸν τόνον ἄδη‐ λον εἴτε ὀξύνονται εἴτε περισπῶνται, ἐκ τῆς κλίσεως διατελείσθωσαν. ὧν μὲν γὰρ αἱ πλάγιοι φύσει μακρᾷ παραλήγονται, τούτων πάντως καὶ αἱ εὐθεῖαι περισπῶνται οἷον βοῶντος βοῶν, χρυσοῦντος χρυσοῦν, κε‐ | |
15 | ροῦντος κερῶν, κτενοῦντος κτενῶν. ὧν δὲ μόνον ἐστὶ τὸ ο ἐν τῇ παρα‐ ληγούσῃ, τούτων αἱ εὐθεῖαι ὀξύνονται, δευτέρου οὖσαι ἀορίστου, λαβόντος λαβών, δραμόντος δραμών. Αἱ δὲ εἰς ας αἱ μὲν τοῦ πρώτου ἀορίστου πᾶσαι πρὸ μιᾶς ἔχουσι τὸν τόνον τελέσας, ποιήσας, τύψας, γεμίσας, σαλπίσας, λεπί‐ | |
20 | σας, καλλωπίσας, βρίσας, κτίσας, λακτίσας, μεθ’ ὧν καὶ ἡ ἴσας | 470 |
3,1471 | ἀπὸ τοῦ ἴσημι. αἱ δὲ τοῦ δευτέρου ἀορίστου ἢ ἐνεστῶτος καὶ παρα‐ τατικοῦ τῶν εἰς μι πᾶσαι ὀξύνονται, στάς, φθάς, ἱστάς, κιχράς. Αἱ δὲ εἰς εις καὶ εἰς ους καὶ εἰς ως καὶ εἰς υς πᾶσαι ὀξύνονται, τυφθείς, δαρείς, τυπείς, τιθείς, διδούς, βιούς, πεποιηκώς, | |
5 | τετυφώς, τετυπώς, ἑστώς, βεβώς, πηγνύς, ὀλλύς, ὀμνύς. Αἱ δὲ εἰς μενος πᾶσαι προπαροξύνονται χωρὶς τῶν τοῦ παρακει‐ μένου, τυπτόμενος, γραφόμενος, τυψόμενος, τυψάμενος, γραψάμενος, τυπούμενος· αἱ γὰρ τοῦ παρακειμένου πρὸ μιᾶς ἔχουσι τὸν τόνον, τετυμμένος, πεποιημένος, πεφιλημένος, | |
10 | πεπταμένος, χωρὶς εἰ μὴ πάθωσι· τότε γὰρ ἀναβιβάζουσι καὶ αὗται τὸν τόνον μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβὰς ὡς ὦρκα ὦρμαι ὄρμενος, ἥδω ἥσω ἧσμαι ἡσμένος καὶ ἄσμενος, καὶ βεβλημένος βλήμενος καὶ ἄρχμενος καὶ δέγμενος καὶ ἄλμενος καὶ ἐμπλήμενος, εἴτε πα‐ ρακειμένου εἶεν παθητικοῦ εἴτε ἄλλου χρόνου, εἰκότως προπαροξύνον‐ | |
15 | ται. πρόσκειται «μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβὰς» διὰ τὸ ἀκαχῶ ἀκαχήσω | |
ἠκάχημαι ἠκαχημένος ἀκαχημένος. τὸ γὰρ οὐτάμενος καὶ ἐλη‐ | 471 | |
3,1472 | λάμενος οὐ κατὰ πάθος γίνονται προπαροξυτόνως ἀπὸ τοῦ οὐτασμένος καὶ ἐληλασμένος, ἐπειδὴ ὡς ὄντα ὑπὲρ τρεῖς συλλαβὰς ὤφειλον τὸν αὐτὸν τόνον φυλάξαι, ἀλλ’ ἀπὸ τῶν εἰς μι εἰσίν, ὡς ἀπὸ τοῦ οὔτημι καὶ ἐλήλημι, ἵνα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ ὥσπερ ἵστημι ἵστα‐ | |
5 | μαι ἱστάμενος. Αἱ εἰς η λήγουσαι θηλυκαὶ παροξύνονται, τυπτομένη, τετυμ‐ μένη. Αἱ εἰς α θηλυκαὶ προπαροξύνονται ἢ προπερισπῶνται. καὶ προ‐ περισπῶνται μέν, ὅσαι ἀπὸ ὀξυτόνων εἰσὶν ἀρσενικῶν ἢ περισπωμένων, | |
10 | νοῶν νοοῦσα, εὐφρανῶν εὐφρανοῦσα, τυπείς τυπεῖσα, τετυφώς τετυφυῖα. προπαροξύνονται δέ, ὅσαι ἀπὸ βαρυτόνων εἰσὶν ἀρσενι‐ κῶν, λέγων λέγουσα, τύψων τύψουσα, ποιήσας ποιήσασα. Αἱ οὐδέτεραι μετοχαὶ ὁμοτονοῦσι τοῖς ἰδίοις ἀρσενικοῖς, ὁ τύπτων τὸ τύπτον, ὁ ποιῶν τὸ ποιοῦν, ὁ λαβών τὸ λαβόν, ὁ ποιήσας | |
15 | τὸ ποιῆσαν, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα. Αἱ συντιθέμεναι μετοχαὶ οὐκ ἀναβιβάζουσι τὸν τόνον, λέγων κατα‐ λέγων, φέρων περιφέρων, ἐλθών ἀνελθών, σπών μετασπών, πατῶν περιπατῶν. εἰ δὲ ἀναβιβάζουσι τὸν τόνον, οὐκέτι μένουσι μετοχαί, ἀλλ’ ὀνόματα γίνονται, τλάς Ἄτλας, βάς Ἄβας, φάς Περί‐ | |
20 | φας, χωρὶς τῆς ἑκών καὶ ἀέκων. καὶ ἔστιν εἰπεῖν διαφόρους λύσεις, | 472 |
3,1473 | ὧν πρώτη ἐστὶν αὕτη. αἱ μετοχαὶ ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι, οὐ‐ δέποτε δὲ σύνθετοι· ἐπειδὴ οὖν ἡ ἀέκων σύνθετός ἐστιν, οὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρασύνθετον αὐτὴν εἴπωμεν, ἀλλ’ ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις οἷον ἑκών ἀέκων, τούτου χάριν ἐν | |
5 | τῇ συνθέσει ἀνεβίβασε τὸν τόνον, ἵνα δείξῃ, ὅτι σύνθετός ἐστι καὶ οὐ παρασύνθετος ὡς ἄλλαι μετοχαί. δευτέρα δὲ αἰτία ἐστὶν αὕτη· ἐκ τοῦ εἴκω τὸ ὑποχωρῶ γέγονε ἡ ἑκών κατὰ πάθος τουτέστι κατὰ ἀποβολὴν τοῦ ι, καὶ ἐπειδὴ τὸ εἴκω ῥῆμα συνέστειλε τὴν παραλήγουσαν ἐν τῇ ἑκών μετοχῇ, τούτου χάριν ὠξύνθη ὁμοίως ταῖς ἄλλαις μετοχαῖς ταῖς | |
10 | βραχείᾳ παραληγομέναις, φημὶ δὴ ταῖς τοῦ δευτέρου ἀορίστου, ἀλλ’ ἐπειδὴ ἡ ἑκών οὐκ ἔστι δευτέρου ἀορίστου, ἀλλ’ ἐνεστῶτος καὶ παρα‐ τατικοῦ, δηλονότι οὐκ ὤφειλεν ὀξύνεσθαι ὁμοίως ἐκείναις. Ἐπειδὴ οὖν παραλόγως συνέδραμεν ἐκείναις καὶ ὠξύνθη ἡ ἑκών μετοχή, τούτου χάριν ἐν τῇ συνθέσει, φημὶ δὴ ἐν τῇ ἀέκων ἐβαρύνθη, ἵνα τὴν παρά‐ | |
15 | λογον τάσιν τοῦ ἁπλοῦ ἐκφύγῃ, φημὶ δὴ τὴν ὀξεῖαν. —ἄξιον δέ ἐστι ζητῆσαι, διὰ τί ἡ ἑκών μετοχὴ ἐν τῇ ἀέκων ἀναβιβάσασα τὸν τόνον ἔμεινε μετοχὴ καὶ οὐκ ἐγένετο ὄνομα; καὶ ἔστιν εἰπεῖν, ὅτι λέξις ἐκ τῆς α στερήσεως συντιθεμένη καὶ φυλάττουσα τὸ τέλος, φυλάττει καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου οἷον δοῦλος ἄδουλος, φίλος ἄφιλος, σεμνός | |
20 | ἄσεμνος, κακός ἄκακος, ψευδής ἀψευδής, σαφής ἀσαφής· τὸ γὰρ τλάς Ἄτλας καὶ τὸ βάς Ἄβας φυλάξαντα τὸ τέλος καὶ μὴ φυλάξαντα τὸ αὐτὸ μέρος τοῦ λόγου, ἀλλὰ γενόμενα ὀνόματα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχουσι τὴν α στέρησιν, ἀλλὰ τὴν α ἐπίτασιν οἱονεὶ ὁ πάνυ καρτερῶν, πάνυ βαίνων· ἐπειδὴ οὖν ἡ ἀέκων ἐφύλαξε τὸ τέ‐ | |
25 | λος τῆς ἑκών, τούτου χάριν καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου ἐφύλαξε καὶ ἔμεινε μετοχή. ΠΕΡΙ ΤΟΝΟΥ ΑΡΘΡΩΝ ΑΝΤΩΝΥΜΙΩΝ ΚΑΙ ΠΡΟΘΕΣΕΩΝ. ΒΙΒΛΙΟΝ ιηʹ. Περὶ ἄρθρων. | |
30 | Πᾶν ἄρθρον ὀξύνεται, χωρὶς τῶν γενικῶν καὶ δοτικῶν· αὗται γὰρ περισπῶνται, τοῦ τῷ, τῆς τῇ, τοῖν ταῖν, τῶν, τοῖς ταῖς. καὶ τὰ τούτων δὲ ὑποτακτικά, ἀποβολῇ τοῦ τ γινόμενα, περισπῶνται. ὁμοίως καὶ τὸ κλητικὸν ὦ ἄρθρον μὲν οὐκ ἔστιν, ἀλλ’ ἐπίρρημα, περισπᾶται | |
δὲ ὅμως καὶ ψιλοῦται τῶν ἀπὸ φωνηέντων ἀρχομένων ἄρθρων δασυ‐ | 473 | |
3,1474 | νομένων «ᾧ ἐχαρισάμην». τὰ δὲ λοιπὰ πάντα ὀξύνονται, ὅ, τόν, οἵ, τούς, οὕς, ἥ, ἥν, τήν, τά, ἅ. Περὶ ἀντωνυμίας. Πᾶσα πρωτότυπος ἀντωνυμία ἑνικὴ ἀπαθής, ὑπεσταλμένων τῶν | |
5 | καλουμένων μονοπροσώπων, ὀξύνεσθαι θέλει κατὰ πᾶσαν πτῶσιν ἐν τοῖς τρισὶ προσώποις, πλὴν τῆς εἰς ου γενικῆς, ἐγώ, σύ, ἵ. ἐπεκτεινομένη δὲ ἡ ἐγώ παρ’ Ἀθηναίοις ἐν τῷ ἔγωγε τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ὡς καὶ ἡ ἔμοιγε δοτική. ἡ δὲ σύγε φυλάττει τὸν τόνον. ὀξύνονται αἱ δοτικαὶ καὶ αἰτιατικαὶ εἴτε δισυλλάβως εἴτε μονοσυλλά‐ | |
10 | βως προφερόμεναι, μέ ἐμέ σέ ἕ, μοί ἐμοί σοί. ἡ δὲ τοῦ τρίτου οἷ ἔχει περισπωμένην, ὀφείλουσα καὶ αὐτὴ ὀξύνεσθαι. τὰ γὰρ ἀπὸ τοῦ ς ἀρχόμενα καὶ τὰ κατὰ ἀποβολὴν τοῦ ς ἀπὸ δευτέρων γινό‐ μενα ὁμοτονεῖ. καὶ τὰ παραδείγματα πρόκειται. αἱ γενικαὶ μοῦ ἐμοῦ σοῦ οὗ περισπῶνται. εἴπομεν γὰρ ὅτι ἡ διὰ τοῦ υ δίφθογγος | |
15 | ἀπέστραπται τὴν ὀξεῖαν τάσιν χωρὶς τῆς οὔ ἀποφάσεως καὶ τοῦ ἰδού δεικτικοῦ καὶ τοῦ ἰού σχετλιαστικοῦ. αἱ δὲ ἐκ τούτων διαλυθεῖσαι ἢ πλεονάσασαι τῷ ι ἢ κατὰ φωνὴν παραχθεῖσαι εἰς θεν πρὸ μιᾶς ἔχουσι | |
τὸν τόνον ἐμέο ἐμεῖο, ἐμέθεν. ἡ δὲ ἐμεῦ συνῃρημένη παρ’ Ἴωσι | 474 | |
3,1475 | περισπᾶται «ἐμεῦ δ’ ἕλετο μέγαν ὅρκον» (Od. δ 746). ὁμοίως τοῦ δευτέρου καὶ τοῦ τρίτου, σέο σεῖο σεῦ σέθεν, ἕο εἷο εὗ ἕθεν. Αἱ δυϊκαὶ πρώτου καὶ δευτέρου προσώπου κοιναὶ καὶ ἀπαθεῖς βα‐ ρύνονται, νῶϊ, σφῶϊ. καὶ αἰτιατικῇ ταύτας κατὰ ἀποβολὴν τοῦ ι μονο‐ | |
5 | συλλάβως Ἀθηναῖοι προφέρουσι, νώ σφώ, οὐκέτι περισπωμένως, καί‐ τοι τῷ λόγῳ τῆς ἀποκοπῆς ὀφειλούσας περισπᾶσθαι ὡς τὸ Ποσειδῶ κυκεῶ. ἀλλ’ οὐδὲν δυϊκῶν εὐθείας πτώσεως καὶ αἰτιατικῆς εἰς ω περι‐ σπᾶται, ὅθεν ὠξύνθησαν μετὰ τὴν ἀποκοπήν. αἱ δὲ τούτων γενικαὶ νῶϊν σφῶϊν προπερισπῶνται. ταύτας δὲ κατὰ συναίρεσιν Ἀττικοὶ | |
10 | προφέρονται μονοσυλλάβως, τοῦ ι γραφομένου μὴ συνεκφωνουμένου ὧν καὶ ἡ περισπωμένη μένει μετὰ τὴν συναίρεσιν οἷον νῷν σφῷν. Αἱ τρίτου προσώπου ὀξύνονται πᾶσαι καὶ ἐγκλίνονται πᾶσαι, αἰτιατικῆς μὲν σφωέ «τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι»; (Α 8). εὐθεῖα γὰρ τούτου οὐκ ἔστι, διότι οὐδεμία ἐστὶν εὐθεῖα ἀντωνυμίας ἐγκλινο‐ | |
15 | μένης. γενικῆς καὶ δοτικῆς σφωΐν «καί σφωϊν δὸς ἄγειν» (Α 338)· τόνῳ μὲν μόνῳ τῆς τοῦ δευτέρου διήνεγκεν. ὥστε ὅτε μὲν περὶ Ἀθη‐ νᾶς καὶ Ἥρας Ζεὺς πρὸς τὴν Ἶρίν φησιν, ἐγκλιτικῶς ἀναγινώσκομεν «γυιώσω μέν σφωϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους» (Θ 402). τρίτου γὰρ προσώπου. ὅτε δὲ πρὸς αὐτὰς ἡ Ἶρις, ὀρθοτονοῦντες προπερισπῶμεν | |
20 | «γυιώσειν μὲν σφῶϊν ὕφ’ ἅρμασιν ὠκέας ἵππους» (Θ 416). | 475 |
3,1476 | Πληθυντικὴ ἀντωνυμία ἀπαθὴς μὴ κατὰ διάλεκτον ἐκφερομένη, ἀλλὰ κοινῶς καὶ Ἀττικῶς περισπᾶται, ἡμεῖς ὑμεῖς σφεῖς, ἡμῶν ὑμῶν σφῶν, ἡμᾶς ὑμᾶς, ἡμῖν ὑμῖν. σημειώδης κἀνταῦθα ἡ τοῦ τρίτου σφίν καὶ βραχυνομένη καὶ ὀξυνομένη, δέον ἀκολούθως τοῖς τοῦ | |
5 | πρώτου καὶ δευτέρου ἐκτείνεσθαι καὶ περισπᾶσθαι. ἐν ἑνικοῖς ἡ οἷ πα‐ ραλόγως περιεσπάσθη. οὕτως ἐκ τοῦ ἐναντίου ἡ σφίν πληθυντικὴ συστα‐ λεῖσα ὠξύνθη· ὥστε ἀμοιβὴ τῶν τόνων ἐν αὐταῖς γέγονεν. βαρύνεται δὲ ἡ σφίν ἐν τῇ σφίσιν καὶ δισυλλαβήσασα ἐπεκτείνεται. τὴν σφᾶς οἱ | |
μὲν ὀξύνουσιν, οἱ δὲ περισπῶσι. | 476 | |
3,1477 | Αἱ ἀντωνυμίαι μονοπρόσωποι ὑπὲρ μίαν συλλαβὴν οὖσαι, μὴ ἐπεκ‐ τεταμέναι διὰ τοῦ ι, βαρύνονται χωρὶς τῆς αὐτός. αὕτη γὰρ μόνη ὀξύνεται. αἱ δὲ βαρύνονται οὗτος ἐκεῖνος ὅδε. κλίσιν δὲ εἴς τε τὰς πτώσεις καὶ εἰς τὰ γένη καὶ εἰς ἀριθμοὺς αὗται κατὰ τὴν ὀνομάτων | |
5 | ἔχουσιν ἀναλογίαν τῶν οὕτως παρηγμένων, λέγω δὲ τὸ τόσος τοσ‐ οῦτος τοσόσδε, τόση τοσαύτη τοσῆδε, τόσον τοσοῦτον το‐ σόνδε. Αἱ δὲ διὰ τοῦ ι ἐπεκτεταμέναι ὀξύνονται, οὑτοσί, ἐκει‐ νοσί, ὁδί. Αἱ μονοσύλλαβοι κατ’ εὐθεῖαν μὲν καὶ αἰτιατικὴν ὀξύνονται, ὅς, ἕ, μίν, νίν, κατὰ δὲ γενικὴν καὶ δοτικὴν περισπῶνται, οὗ οἷ. | |
10 | Αἱ δὲ σύνθετοι τῶν ἀντωνυμιῶν τὸν αὐτὸν ταῖς ἁπλαῖς τόνον φυ‐ | |
λάττουσιν, ἐμοῦ αὐτοῦ ἐμαυτοῦ, ἐμοὶ αὐτῷ ἐμαυτῷ, ἐμὲ αὐτόν | 477 | |
3,1478 | ἐμαυτόν. ὁμοίως ἐπὶ δευτέρου καὶ τρίτου καὶ ἐπὶ θηλυκῶν ὁμοίως. αἱ γὰρ οὐδέτεραι κατὰ γενικὴν καὶ δοτικὴν τῷ ἀρσενικῷ ὁμοφωνοῦσιν, ἡ δὲ αἰτιατικὴ τῶν οὐδετέρων ἐκλέλοιπεν. ἐπεὶ ὁμόφωνοι μὲν ἐν οὐδε‐ τέροις ἡ εὐθεῖα καὶ αἰτιατική, οὐδέποτε δὲ εὐθεῖα ἀντωνυμίας συντί‐ | |
5 | θεται, ἔνθεν συνεκλείπει ἡ αἰτιατική. εἰ δὲ ἅπαξ που παρ’ Εὐριπίδῃ εὕρηται τὸ σεαυτό (fr. 694 Nauck) εἶα δή, φίλον ξύλον ἔγειρέ μοι σεαυτό καὶ παρὰ Φιλήμονι τὸ αὐτό, ἀλλ’ οὐ τὸ σπάνιον τοῦ ὅλου κατέστησε | |
10 | κανόνας. Ἡ ὁ δεῖν περισπᾶται, κλίνεται δὲ τοῦ δεῖνος τῷ δεῖνι, τὸν δεῖνα. ἡ ὁ δεῖνα προπερισπᾶται, κλίνεται δὲ τοῦ δείνατος, τῷ δείνατι. εἰσὶ δὲ κοιναὶ τῶν τριῶν γενῶν. Αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν, ὀνομάτων ἔχουσαι χαρακτῆρα, καὶ | |
15 | τὴν τῶν ὀνομάτων ἀναλογίαν ἔχουσιν. ἡ μὲν οὖν τῶν ἑνικῶν εὐθειῶν ὀξύνεται, ἀπὸ τῆς ἐμοῦ ὁ ἐμός καὶ κατ’ ἀκολουθίαν ταύτης καὶ ἡ αἰτιατικὴ ἐμόν, ἡ δὲ γενικὴ καὶ δοτικὴ περισπᾶται, ἐμοῦ, ἐμῷ. οἱ δὲ ἀριθμοὶ καὶ τὰ γένη ἀκολούθως τονοῦνται, ὡς καὶ τὰ εἰς ος ὀνό‐ ματα. ὁμοίως καὶ ἡ σός καὶ ἑός. | |
20 | Αἱ διὰ τοῦ τερος, αἵτινές εἰσι δυϊκαὶ ἢ καὶ πληθυντικαί, πᾶσαι τρίτην ἀπὸ τέλους ἔχουσι τὴν ὀξεῖαν, δυϊκαὶ μὲν ἀπὸ τῆς νῶϊ νωΐ‐ τερος καὶ ἀπὸ τῆς σφῶϊ σφωΐτερος. ἀπὸ γὰρ τῆς τοῦ τρίτου δυϊ‐ κῆς οὐ γίνεται κτητικὴ παραγωγή, διότι αἱ μὲν τοῦ τρίτου δυϊκαὶ πᾶσαι ἐγκλίνονται, ἀπὸ δὲ ἐγκλινομένων οὐ γίνεται κτητικὴ ἀντωνυμία. πλη‐ | |
25 | θυντικαὶ δὲ ἀπὸ μὲν τῆς ἡμῶν ἡμέτερος καὶ ἀπὸ τῆς ὑμῶν ὑμέτε‐ ρος καὶ ἀπὸ τῆς σφῶν σφέτερος. ἀπὸ δὲ τῆς ἡμῶν καὶ ὑμῶν ἐγέ‐ | |
νετο ἐθνικὴ παραγωγή, ἡμεδαπός καὶ ὑμεδαπός, αἵτινες ὠξύνθησαν | 478 | |
3,1479 | τῷ χαρακτῆρι τῶν ὁμοίων τοῦ ἀλλοδαπός καὶ παντοδαπός καὶ τηλε‐ δαπός. Περὶ προθέσεως. Πρόθεσις εἴρηται ἐκ τοῦ πάσης λέξεως ἐθέλειν προτίθεσθαι, λέγω | |
5 | δὲ ὀνομάτων περὶ Ἀριστάρχου, ῥημάτων καταγράφω, μετοχῶν καταγράψας—λέγομεν δὲ ὅτι οὐκ ἔστιν ἡ κατά πρόθεσις ἐν τῷ κατα‐ γράφω, καταγράψας, ἀλλὰ μέρος ἐστὶ τοῦ ῥήματος, εἰ καὶ μετὰ προ‐ θέσεως ἐγένετο ἡ σύνθεσις. ὥσπερ γὰρ ἐν τῷ εὐγενής οὐκ ἔστι τὸ ευ ἐπίρρημα, ἀλλὰ μέρος ἐγένετο τοῦ ὀνόματος, εἰ καὶ ἀπὸ ἐπιρρήματος | |
10 | ἐγένετο ἡ σύνθεσις, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρό‐ θεσίς ἐστιν ἡ κατά, ἀλλὰ μέρος τοῦ ῥήματος, εἰ καὶ ἀπὸ προθέσεως ἐγένετο ἡ σύνθεσις—ἀντωνυμιῶν περὶ ἐμοῦ, ἄρθρων τῶν προτακτικῶν περὶ τοῦ στεφάνου. * Οὐδεμία πρόθεσις διὰ δασέος συμφώνου ἐκφέρεται, ἀλλὰ μόνον | |
15 | τὸ ἀμφί. λέγεται δ’ ἔσθ’ ὅτε καὶ ἀμπί ἐν συνθέσει διὰ τοῦ π καὶ ἴσως ἀναλογώτερον. * Οὐδεμία πρόθεσις μονοσύλλαβος εἰς φωνῆεν λήγει, ἀλλὰ μόνον ἡ πρό. * Οὐδεμία πρόθεσις εἰς διπλοῦν λήγει, ἀλλὰ μόνη ἡ ἐξ. | |
20 | * Αἱ εἰς α λήγουσαι προθέσεις σύμφωνον ἔχουσι πρὸ τοῦ α, ἀλλὰ μόνη ἡ διά τὸ α καθαρεύει. * Οὐδεμία πρόθεσις δισύλλαβος εἰς σύμφωνον καταλήγει, ἀλλὰ μόνη ἡ ὑπέρ. * Αἱ ὑπὲρ μίαν συλλαβὴν προθέσεις εἰς φωνῆεν λήγουσι δίχρονον | |
25 | ὑπεσταλμένης τῆς ἀπό καὶ ὑπό· ἀναλογώτεροι ἄρα οἱ Αἰολεῖς τὴν ὑπό ὕπα λέγοντες, τὴν δὲ ἀπό ἄπυ, ἴσως ἵνα τὸ υ ληκτικὸν γένηται τῆς προθέσεως ὡς τὸ α καὶ ι. Πᾶσα πρόθεσις εἴτε μονοσύλλαβος εἴτε δισύλλαβος ὀξύνεται—εἰ μὴ κατὰ ἀναστροφὴν παραληφθῶσι· τότε γὰρ βαρύνονται αἱ δισύλλαβοι | |
30 | οἷον «ἄστυ κάτα Ξάνθοιο»—ὅθεν καὶ ἡ ἀπό καὶ ὑπό, μηδεμιᾶς ληγούσης λέξεως εἰς ο ὀξυνομένης, διὰ τὸ εἶναι προθέσεις ὠξύνθησαν· | |
διὸ σημειούμεθα τὴν αὐτό ἀντωνυμίαν, ὅτι ὠξύνθη διὰ τὴν αὐτός ἀρ‐ | 479 | |
3,1480 | σενικήν. διὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐγένετο, ὅτι ἡ ὑπέρ πάλιν ὠξύνθη καὶ ταῦτα μηδεμιᾶς λέξεως εἰς ερ ληγούσης μετὰ βραχείας καὶ ὀξυνο‐ μένης. καὶ διὰ τοῦτο καὶ τὸν αὐτάρ σύνδεσμον τῷ λόγῳ τῶν συμπλε‐ κτικῶν πάλιν ὠξύνομεν, ἐπειδὴ πᾶς σύνδεσμος συμπλεκτικὸς ὀξύνεται | |
5 | χωρὶς τοῦ ἤτοι. Εἰσὶ δὲ προθέσεις δέκα καὶ ὀκτώ. τούτων αἱ μὲν ὀρθοτονούμεναι δέκα, ἀνά, διά, ἀμφί, ἀντί, σύν, ἐξ, εἰς, ἐν, πρός, πρό. ἐγκλι‐ νόμεναι δὲ καὶ ἀναστρεφόμεναι ὀκτώ, κατά, μετά, παρά, περί, ἀπό, ἐπί, ὑπό, ὑπέρ. | |
10 | Καθόλου δὲ αἱ ἀναστρεφόμεναι δισύλλαβοί τε εἶναι θέλουσι καὶ δίχρονοι· ὅθεν τριχρονοῦσαι ἡ ἀντί καὶ ἀμφί οὐκ ἀναστρέφονται, οὐδὲ αἱ τῷ ι πλεονάζουσαι, καταί, παραί, ὑπαί, ὑπείρ. σημειούμεθα τὴν διά χώραν ἔχουσαν ἀναστροφῆς καὶ μὴ ἀναστρεφομένην διὰ τὴν πρὸς τὸν Δία «Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος» (Β 2) συνέμπτωσιν καὶ τὴν | |
15 | ἀνά μὴ ἀναστρεφομένην, ἵνα μὴ σημαίνῃ τὸν ἄνακτα ὡς ἐν τῷ «Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ» (Π 233) ἢ τὸ ῥῆμα «ἀλλ’ ἄνα, εἰ μέμονάς γε» (Ι 247). ἡ δὲ ἐν πλεονάσασα τῷ ι ἀνεστράφη «ᾧ ἔνι κούρη κοι‐ μᾶτο» (ζ 15). καὶ τὰς μονοσυλλάβους δὲ ἐὰν ἐπὶ τέλει ὦσι στίχου, ἀναστρέφουσιν οἷον «ἐλθὼν δ’ ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν» | |
20 | (ο 410)· ῥώννυται γὰρ ὁ τόνος τῆς σύν προθέσεως, ἵνα νοῆται ἡ ἀνα‐ στροφή. τοιοῦτό ἐστι καὶ τὸ «οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν | |
ἔξ» (Ξ 472). | 480 | |
3,1481 | Αἱ ὀρθοτονούμεναι. Ἡ ἀνά ὀρθοτονουμένη οἰκείᾳ πτώσει αἰτιατικῇ «ἀνὰ στρατόν» (Α 10). κατὰ δὲ Ἀττικοὺς καὶ Ἴωνας δοτικῇ «χρυσέῳ ἀνὰ σκήπτρῳ» (Α 15) ἀντὶ τῆς σύν. | |
5 | Ἡ διά ὀρθοτονουμένη οἰκείαις πτώσεσι γενικῇ καὶ αἰτιατικῇ «διὰ προμάχων» (Δ 495) «διὰ δρυμὰ πυκνά» (Λ 118). Ἡ ἀμφί ὀρθοτονουμένη οἰκείαις πτώσεσι γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ. Ἡ ἀντί ὀρθοτονουμένη οἰκείᾳ πτώσει γενικῇ. Ἡ σύν καὶ ξύν ὀρθοτονουμένη οἰκείᾳ πτώσει δοτικῇ. | |
10 | Ἡ ἐξ καὶ ἐκ ὀρθοτονουμένη οἰκείᾳ πτώσει γενικῇ. Ἡ εἰς καὶ ἐς ὀρθοτονουμένη οἰκείᾳ πτώσει αἰτιατικῇ καὶ γενικῇ Ἀττικῶς. Ἡ ἐν ὀρθοτονουμένη οἰκείᾳ πτώσει δοτικῇ καὶ γενικῇ Ἀττικῶς. Ἡ πρός ὀρθοτονουμένη γενικῇ καὶ δοτικῇ καὶ αἰτιατικῇ. | |
15 | Ἡ πρό ὀρθοτονουμένη γενικῇ. | |
17 | Αἱ δὲ ἐγκλινόμεναι καὶ ἀναστρεφόμεναι αἷδε. Ἡ κατά ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ καὶ αἰτιατικῇ. Ἡ μετά ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ. | |
20 | τὸ δὲ «μετά σφισιν» ἀντὶ τοῦ ἐν. Ἡ παρά ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῆ, δοτικῇ καὶ αἰ‐ τιατικῇ. Ἡ περί ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ. Ἡ ἐπί ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ, καὶ δοτικῇ καὶ αἰτι‐ | |
25 | ατικῇ συντάσσεται. Ἡ ὑπό ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ. Ἡ ἀπό ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ. Ἡ ὑπέρ ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ καὶ αἰτιατικῇ. * Ὅταν πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφερόμενον, τὸν | |
30 | ἴδιον τόνον φυλάττει, ἅτε δὴ ἐπέχουσα τὴν τάξιν «νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο—ἤσθιον (α 8). Ἐὰν μεταξὺ πέσωσιν ὀνόματος καὶ ῥήματος ἢ μετοχῆς, πρὸς διά‐ | |
φορον σημασίαν ἢ ἀναστρέφονται ἢ οὔ, οἷον «Ἰθάκην κατακοιρανέουσιν» | 481 | |
3,1482 | (α 247)· εἰ μὲν πρὸς τὴν Ἰθάκην συντάττοις τὴν κατά, ἵνα τοπικὴν δηλώσῃς σχέσιν κατὰ Ἰθάκην, ἀναστρέψεις τὴν πρόθεσιν· εἰ δὲ πρὸς τὸ κοιρανέουσιν, ἵνα πλείονα ἔμφασιν δηλώσῃς τῆς τῶν μνηστήρων ἐπι‐ κρατείας, ὅπερ καὶ μᾶλλον δοκεῖ, ὀρθοτονήσεις τὴν πρόθεσιν. τὸ αὐτὸ | |
5 | καὶ ἐν τῷ «εὗρε δὲ Πατρόκλῳ περικείμενον» (Τ 4)· εἰ γὰρ περὶ τῷ Πατρόκλῳ κείμενον, καὶ ἀναστραφήσεται ὁ τόνος· εἰ δὲ τῷ Πατρόκλῳ περικείμενον, ἵνα ᾖ οἷον περικεχυμένον αὐτῷ, ὀρθοτονηθήσεται, ἔμφα‐ σιν γὰρ πλείονα δηλοῖ. Εἰ δὲ μεταξὺ πέσῃ δύο ὀνομάτων ἡ πρόθεσις, τοῦ μὲν κυρίου ὄν‐ | |
10 | τος, τοῦ δὲ προσηγορικοῦ, ἢ ἐπιθετικοῦ καὶ προσηγορικοῦ, ἐν πᾶσι τούτοις ἀναστρέφειν δεῖ τὴν πρόθεσιν, ἵνα τῆς ὅλης συντάξεως προη‐ | |
γήσηται· «ποταμοῦ ἄπο Σελλήεντος» (Μ 97) ἀπὸ τοῦ ποταμοῦ. «Ξάνθῳ | 482 | |
3,1483 | ἔπι δινήεντι» (Ε 479) ἐπὶ τῷ δινήεντι ποταμῷ· «μάχῃ ἔνι κυδιανείρῃ» (Ζ 124) ἐν τῇ κυδιανείρῃ μάχῃ. Ὁμοίως καὶ ἐὰν μεταξὺ δύο κυρίων ᾖ ἢ δύο προσηγορικῶν, ἀνα‐ στρέφεται, συνδέσμου συμπαραλαμβανομένου μετὰ τὴν πρόθεσιν· «νηῶν | |
5 | ἄπο καὶ κλισιάων» (Β 91), «Ἀγαμέμνονος πέρι καὶ Ἀχιλῆος», ἵνα πάλιν προηγῆται ἡ πρόθεσις· εἰ δὲ μὴ μεταξὺ εἴη, ὑποταγείη δὲ τούτῳ, οὗπερ ἔδει αὐτὴν προηγεῖσθαι, μηδενὸς λόγου μεταξὺ πίπτοντος, πάλιν ἀνα‐ | |
στρέφεται «ᾧ ἔπι πόλλ’ ἐμόγησα» (Α 162)· τὸ γὰρ ἑξῆς ἐστιν ἐφ’ ᾧ | 483 | |
3,1484 | πόλλ’ ἐμόγησα. «θεῶν ἄπο μήδεα εἰδώς» (ζ 12) ἀπὸ θεῶν εἰδὼς μήδεα. εἰ δὲ μεταξὺ τῆς προθέσεως καὶ τοῦ προσηγορικοῦ ὀνόματος ἢ ῥήμα‐ τος, πρὸς ὃ τὴν σύνταξιν ἔχει ἡ πρόθεσις, ἕτερον μέρος λόγου πέσῃ, ὡς ἐπὶ τοῦ «τῷ δ’ ἐπὶ Τυδείδης ἦλθε κρατερὸς Διομήδης» (Η 163, | |
5 | Ψ 290)· ἔστι γὰρ τὸ ἑξῆς ἐπὶ τούτῳ δὲ ὁ Τυδείδης ἦλθε· οὐκ ἀναστρέ‐ φεται ἡ πρόθεσις διὰ τὸ μεσοσυλλαβῆσαι τὸν δέ. τοιοῦτό ἐστι καὶ τὸ «ἦλθε δ’ ἐπὶ πτωχὸς πανδήμιος» (ς 1). Εἰ μέντοι ἐν τέλει στίχου εἴη ἢ ἁπλῶς ἐν τέλει ὀνόματος, μεθ’ ἣν τίθεται στιγμή, ἀναστρέφεται πάντως οἷόν ἐστι «τῶν πάντων δ’ ἔπτυσε | |
10 | πουλὺ κάτα». ἀναστρέφομεν γὰρ τὴν πρόθεσιν, τοῦ ἑξῆς ὄντος κατέ‐ πτυσε, κἂν μεσοσυλλαβήσῃ τινὰ μόρια. διὸ σημειοῦνται τὴν παρὰ τῷ Πλάτωνι ἀνάγνωσιν «ἀρετῆς δ’ αὖ πέρι», διότι ἀνεστράφη ἡ πρόθεσις, μεσοσυλλαβοῦντος τοῦ δέ συνδέσμου καὶ τοῦ αὖ. τὸ γὰρ ἑξῆς ἐστι περὶ ἀρετῆς δ’ αὖ. | |
15 | * Ὅταν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται, οὐκ ἀναστρέφεται οἷον «οἱ περὶ μὲν βουλήν» (Α 258)· ἡ περί γὰρ ἀντὶ | |
ἑτέρας κεῖται τῆς ὑπέρ. | 484 | |
3,1485 | * Ὅταν παρέλκῃ ἡ πρόθεσις, οὐ ποιεῖται ἐναλλαγὴν ὡς ἐν τῷ «τοὺς δ’ ἄρ’ ὑπὸ τρόμος εἷλεν» (Ε 862) βαρυτονητέον τὴν ὑπό· παρέλ‐ κεται γάρ. Καὶ πᾶσα δὲ πρόθεσις ῥῆμα σημαίνουσα βαρύνεται «ἔνθ’ ἔνι μὲν | |
5 | φιλότης (Ξ 216) «πάρα δ’ ἀνήρ, ὃς καταθήσει» (π 45). | 485 |
3,1486 | Αἱ συναληλιμμέναι οὐκ ἀναστρέφονται, εἰ μὴ στιγμῆς ἐπιφέροιτο | |
ἀνάπαυσις ἢ κινδυνεύοι τὸ σημαινόμενον λυμαίνεσθαι «τῇσι παρ’ εἰνάε‐ | 486 | |
3,1487 | τες» (Σ 400)· τὸ γὰρ ἑξῆς παρὰ τῇσι· «νῆας ἐπ’ ἐσσεύοντο» (Β 150) ἐπὶ τὰς νῆας· οὐκ ἀναστρέφονται οὖν διὰ τὴν συναλοιφήν· ἐν μέντοι τῷ «ἄστυ κάτ’· αὐτὰρ μῆλα κακοὶ φθινύθουσι νομῆες» (ρ 246) ἀνα‐ στρέφεται ἡ κατά, διότι μετ’ αὐτὴν κεῖται στιγμή. καὶ ἐν τῷ «στεῦτο | |
5 | γὰρ Ἡφαίστοιο παρ’ οἰσέμεν» (Σ 191) τὴν παρά ἀναστρέφουσιν, ἵνα ᾖ παρὰ τοῦ Ἡφαίστου οἰσέμεν καὶ μὴ νομίζηται τοῦ Ἡφαίστου ὅπλα παροισέμεν. ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΠΙΡΡΗΜΑΤΩΝ ΚΑΙ ΣΥΝΔΕΣΜΩΝ. ΒΙΒΛΙΟΝ ιθʹ. | |
10 | Περὶ ἐπιρρημάτων. Τῶν ἐπιρρημάτων τὰ μὲν ἀπὸ πτωτικῶν σύνταξιν ἐπιρρηματικὴν μετῆλθον, τὰ δὲ θεματικά εἰσιν. Τὰ ἐπιρρήματα ἀπὸ πασῶν τῶν πτώσεων γίνεται. πολλὰ μὲν οὖν | |
ἐπιρρήματα ὁμοφωνοῦσι τῇ εὐθείᾳ τῶν ἑνικῶν οὐδετέρων «ψεύσομαι | 487 | |
3,1488 | ἢ ἔτυμον ἐρέω» (Κ 534, δ 140), «ἠὲ νέον μεθέπεις» (α 175), «νέον δ’ ἀπέληγεν ἐδωδῆς» (Ω 475), «οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι» (Ρ 19), «Ἕκτωρ δ’ ἐχάρη μέγα μῦθον ἀκούσας» (Γ 76), «οὐ μὲν κα‐ λὸν ἀτέμβειν» (Od. φ 312), «δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλα‐ | |
5 | πάξῃ (Υ 30), «ὡς καὶ νῦν Αἴγισθος ὑπέρμορον» (α 34)· δύναται δὲ ταῦτα καὶ κατὰ διάλυσιν ἀναγινώσκεσθαι ὁμοίως τῷ «μὴ καὶ ὑπὲρ μοῖ‐ ραν Ἄϊδος» (Υ 336). πολλὰ δὲ καὶ τῇ εὐθείᾳ τῶν πληθυντικῶν οὐ‐ δετέρων «ἤ μευ καλὰ πατὴρ ὣς κήδεαι» (Od. ρ 397), «οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο» (Il. Ζ 326), «δεῖξ’ ἐνδέξια πᾶσιν» (Η 184), «ἔνθα | |
10 | κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη» (Β 155), «πυκνὰ μάλα στενάχοντα» (Φ 417), «πύκα ποιητοῖο» (Σ 608) μὴ φυλάξαν τὴν φω‐ νὴν τοῦ ὀνόματος, ἀλλὰ ἀποβολῇ τοῦ ν πεποιηκὸς βαρύτονον· ὠκέα ὦκα, σαφέα σάφα, κρατέα κράτα καὶ ἐν ὑπερθέσει κάρτα, ἀντία οἷον «ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα» (Il. Γ 425) καὶ ἄντα, | |
15 | καὶ τούτων ἀνεβιβάσθη ὁ τόνος μετὰ τὴν ὑπεξαίρεσιν τοῦ ε ἢ τοῦ ι. τὸ δὲ θαμά ὀξότονον ἀπὸ θαμός ὀξυτόνου. «καλλιγραφεῖς καὶ ταχύ‐ τατα διαλέγῃ». ἀπὸ τοῦ ἐτεόν ὀξυτόνου «ἀλλ’ ἐτεὸν μὲν ἐοικότες» καὶ ἐτεά. καὶ ἀπὸ τοῦ ἐτός πάλιν ὀξυτόνου ἐτά ὀξυτόνως, ὡς «ἐτὰ | |
Τημενίδεω χρύσεον γένος» καὶ ἐπὶ πάντων ὁμοίως. | 488 | |
3,1489 | Τὰ εἰς η μετὰ τοῦ ι, εἰ ἀπὸ δοτικῶν εἴη μηδὲ θαυμαστικά, ἢ βαρύ‐ νεται ἢ περισπᾶται, οὐδέποτε δὲ ὀξύνεται. περισπᾶται μὲν διπλῇ καὶ τριπλῇ, πεζῇ, πῇ, ὁμαρτῇ καὶ ἁμαρτῇ, κομιδῇ, διχῇ, τριχῇ, τετραχῇ, ἀλλαχῇ, μοναχῇ, ἡσυχῇ, ὁμῇ, σιωπῇ, ἐνωπῇ. βαρύ‐ | |
5 | νεται δὲ πάντῃ, ἄλλῃ, ταύτῃ· τοιοῦτόν ἐστι καὶ τὸ ἀμηγέπῃ παρ’ Ἀττικοῖς. τὸ ἤδη τῶν βαρυτονουμένων χωρὶς τοῦ ι γράφεται καὶ τὸ νῦν δή, ὅτε σημαίνει τὸ πρὸ ὀλίγου «οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος» (ω 260), ἐστὶ σύνθετον ὡς καὶ τὸ δηλαδή ὀξυνόμενον. τὸ δὲ μή ἀπαγορευτικὸν καὶ νή καὶ ἥ ἀντὶ τοῦ ὡς καὶ φή «φὴ νέος οὐκ ἀπά‐ | |
10 | λαμνος» χωρὶς τοῦ ι γράφεται καὶ ὀξύνεται. καὶ τὰ καθαρεύοντα μὴ δηλοῦντα χρόνον ὀξύνεται οἷον ἰή ὠή ἰωή. ὥστε λοιπὸν εἴ τι εἰς η λήγει καὶ ἐπὶ τέλει τὸν τόνον ἔχει, τοῦτο καὶ περισπᾶται καὶ τὸ ι ἔχει προσγεγραμμένον. Καὶ τὸ ἰδίᾳ δὲ καὶ δημοσίᾳ ἀπὸ δοτικῆς γέγονε· καὶ τὸ κατω‐ | |
15 | κάρᾳ παρ’ Ἀθηναίοις «κατωκάρᾳ ῥίψας με βουκολήσεται» (Arist. Pac. 153) ἐπίρρημά ἐστι σύνθετον καὶ σὺν τῷ ι γράφεται. τὸ ἁμᾷ οἱ Δωριεῖς περισπῶσι καὶ τὸ παντᾷ ὥσπερ καὶ τὸ κρυφᾷ παρὰ Πινδάρῳ (Olymp. I 75)· τοιοῦτον δέ ἐστι καὶ τὸ ἁμᾷ (Pyth. III 65) ἀπὸ τοῦ ἁμῇ γινό‐ | |
μενον. ζητεῖται δὲ ἐν τῷ περισπωμένῳ ἁμᾷ, εἰ προστεθήσεται τὸ ι. | 489 | |
3,1490 | Ἔστι δέ τινα καὶ παρ’ αἰτιατικῆς γεγονότα, οἷον τὸ πέραν καὶ πέ‐ ρην «ἀλλ’ ὅσοι ναίουσι πέρην» (Β 535) καὶ μετὰ προθέσεως «ἀντιπέραν λεύσσουσα πυρὸς σέλας» καὶ ἀπὸ δοτικῆς «ἐπίσχες αὐτοῦ, μὴ πέρᾳ προβῇς λόγου» Κρατῖνος ἐν Εὐνείδαις. καὶ τὸ πρῴην δὲ παρ’ αἰ‐ | |
5 | τιατικὴν σχηματίζουσι—ἐκ τῆς πρό προθέσεως γέγονε προΐα, ἐξ οὗ καὶ ἡ αἰτιατικὴ προΐαν καὶ ἐκτάσει τοῦ ο εἰς ω πρωΐαν καὶ Ἰωνικῶς πρωΐην καὶ κατὰ συναίρεσιν τοῦ ω καὶ τοῦ ι εἰς τὴν ῳ δίφθογγον πρῴην— «τῇδε πρῴαν» καὶ τὸ «ἀκὴν ἐγένοντο σιωπῇ» (Il. Γ 95) καὶ «ἀκμήν τοι βρύα τῆμος ἐπὶ στήθεσσι κέχυνται». ὡς παρὰ ἀεικές ὄνομα ὀξύτονον ἐπίρ‐ | |
10 | ρημα τὸ «οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν (Ο 496) καὶ τὸ »ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ (β 207) καὶ τὸ «ὗε δ’ ἄρα Ζεὺς συνε‐ χές» (Μ 25) ἀτρεκές, διαμπερές, οὕτως ἔδει καὶ παρὰ τὸ ἀληθές ὄνομα τὸ ἐπίρρημα ὀξύνεσθαι. ἀλλὰ καὶ παρ’ Ἀθηναίοις διαστολῆς ἔτυχεν καὶ ἐπὶ μὲν τοῦ ὀνόματος ὀξύνεται, ἐπὶ δὲ τοῦ ἐπιρρήματος βαρύνεται· | |
15 | «ἄληθες, ὦ παῖ τῆς ἀρουραίας θεᾶς;» Ἀριστοφάνης Βατράχοις (840) καὶ ἐν Νεφέλαις (840) «τί δ’ ἂν παρ’ ἐκείνων καὶ μάθοι χρηστός τις ἄν; ἄληθες; ὅσα περ ἔστ’ ἐν ἀνθρώποις σοφά». τοιοῦτό ἐστι καὶ τὸ ἐπιτηδές ὀξυνόμενον, ἐπιρρηματικῶς προπαροξυνόμενον. καὶ τὸ αὐ‐ τοετές ὁμοίως. καὶ τὸ χάριεν δὲ παρ’ αὐτοῖς προπαροξυνόμενον, | |
20 | ὅτε καὶ ἐπιρρηματικῶς λέγεται· ὄνομα δὲ ὂν παροξύνεται. καὶ τὸ σφό‐ δρα βαρύνεται ἐπίρρημα ὄν, καὶ τὸ ἠρέμα παροξύνεται, ἐπίρρημα ὄν, δέον προπαροξύνεσθαι ὡς τὸ ἥσυχα, πλὴν εἰ μὴ παρὰ τὸ ἠρεμῶ γέγονεν ὡς ἀτρεμῶ ἀτρέμα, σιγῶ σῖγα, ἀντῶ ἄντα· τό τε ἡσυχῇ | |
περισπᾶται παραλόγως, εἰ μὴ συνεξέδραμε τοῖς εἰς χῃ ἐπιρρήμασι περι‐ | 490 | |
3,1491 | σπωμένοις, τριχῇ, τετραχῇ, πενταχῇ. καὶ τὸ αὐθημερόν ὀξύ‐ νεται ἀπὸ τοῦ αὐθήμερος προπαροξυνομένου. ἔστι τινὰ σύνθετα ἀνα‐ βιβάζοντα τὸν τόνον ὡς τὸ παντάπασι, πάμπαν. τὰ παρὰ τὸ ἦμαρ συντιθέμενα φυλάττει τοῦ ἁπλοῦ τὸν τόνον, αὐτῆμαρ, ἐννῆ‐ | |
5 | μαρ, ἑξῆμαρ, ποσσῆμαρ. τὰ μὲν οὖν ἐξ ὀνομάτων γενόμενα ἐπιρ‐ ρήματα τοιαῦτά ἐστι. λοιπὸν καὶ περὶ τῶν θεματικῶν λεκτέον. Πᾶν μονοσύλλαβον ἐπίρρημα, εἰ μὲν ἔχει φύσει βραχεῖαν, δῆλον ὡς ὀξύνεται, πάξ, μάψ, λάξ, χθές, ἄψ, δάξ παρὰ τὸ δήκω, ὅπερ καὶ ὀδάξ λέγεται, μίξ, πύξ, πρίν, δίς, τρίς, ψό παρὰ τῷ Σοφοκλεῖ | |
10 | ἐν ποιμέσι μόνον εἰς ο λῆγον ἐπίρρημα, καὶ εἴτι ὅμοιον. Τούτοις ὁμοίως ὀξύνεται καὶ τὰ ἐπιτατικὰ καὶ στερητικὰ μόρια, ζά, δά, δύς, νό, νέ, νή, ἐρί, ἀρί, ἃ οὐδέποτε καθ’ αὑτὰ λέγονται, ἀλλ’ ἐν συν‐ θέσει. τῶν δὲ μακρὰν ἐχόντων φύσει τὰ μὲν περισπᾶται, τὰ δὲ ὀξύ‐ νεται. τὰ πυσματικὰ περισπᾶται, πῇ, ποῦ, πῶς. ταῦτα δὲ ἀοριστού‐ | |
15 | μενα ἐγκλίνεται· οὔ πως ἐστ’ Ἀγέλαε» (χ 136), «ἀλλά που ἄλλῃ», «οὐ γάρ πω τοιούτους ἴδον» (Α 262). τὸ δὲ πῶ συντασσόμενον τῇ οὐ ἀποφάσει καὶ τῇ μή ἀπαγορεύσει ὑπισχνεῖται τὸ μετὰ ταῦτα γίνεσθαι τὸ συντασσόμενον αὐτοῖς πρᾶγμα, οἷον οὔπω ἔφαγον, οὔπω ἐδείπνησα· | |
μέλλων γάρ τις δειπνεῖν τοῦτο ἀποφαίνεται. τὸ γὰρ οὐ δειπνῶ ἀπό‐ | 491 | |
3,1492 | φασιν ὑπισχνεῖται τελείαν, τὸ δὲ οὔπω δειπνῶ τὸ μέλλον ὑπισχνεῖται. ἀνταποδοτικὰ δὲ ταῦτα γινόμενα μεταβάλλει τὸν τόνον, ὅπως, ὅπῃ, ὅποι, ὅπου. ἐκ δὲ τοῦ πω καὶ τοῦ μάλα τὸ πώμαλα προπαροξύ‐ νουσιν Ἀθηναῖοι καὶ ἔτι τὸ πώποτε ἐκ τοῦ πω καὶ τοῦ ποτέ. τὸ δὲ | |
5 | πῶς ποτε περισπᾶται. Τὰ ἔχοντα δίχρονον ἐκτεταμένον περισπᾶται, «ἆ δειλὲ πάντων» «ἆ γῆρας» καὶ τὸ βᾶ ἐν τῇ συνηθείᾳ παρὰ ἀρχαίοις ἔκπληξιν δηλοῦν, καὶ νῦν χρονικόν, γρῦ, μῦ, κρῖ καὶ εἴ τι ὅμοιον. ὁπότε δὲ συ‐ στέλλεται, ὀξύνεται, μά, μύ τὸ θρηνητικόν. τὸ δὲ αἴ ὀξύνεται ὡς | |
10 | ἔχον τὸ ι. Τὰ μέντοι τὸ η ἔχοντα μονοσύλλαβα μὴ προσκειμένου τοῦ ι ὀξύ‐ νεται ὡς καὶ ἤδη εἶπον, νή, μή, πλήν καὶ τὸ δήν καὶ τὸ ἥ ἰσοδυ‐ ναμοῦν τῷ ὡς «ἣ θέμις ἐστί» (Β 37), φή ἀντὶ τοῦ καθάπερ «φὴ νέος οὐκ ἀπάλαμνος». τὸ δὲ ᾗ ἀντὶ τοῦ ὅπου καὶ ἀντὶ τοῦ καθά τοῦ ι | |
15 | προσκειμένου περισπᾶται ὡς καὶ τὸ πῇ τὸ ἐρωτηματικὸν καὶ αὐτὸ σὺν τῷ ι καὶ τὸ κῇ ἀντὶ τοῦ ἐκεῖ τροπῇ τῆς ει διφθόγγου εἰς ῃ Αἰολικῶς καὶ βῆ μίμημα φωνῆς ἀλόγου ἰσοδυναμοῦν τῷ βληχᾶσθαι. Τὰ ἔχοντα τὸ ω ὀξύνεται καὶ περισπᾶται· τὸ τώς ἀνταποδοτικόν | |
»τὼς δέ ς’ ἀπεχθήρω» (Γ 415). τὸ τώ, ὅτε τὸ διό σημαίνει «τὼ οὐκ | 492 | |
3,1493 | ἂν βασιλῆας» (Β 250). τὸ ὥς ἀεὶ ὀξύνεται, κἂν ἐν ἀρχῇ κἂν ἐν μέσῳ κἂν ἐν τέλει ᾖ, πλὴν μόνον ὅτε σημαίνει τὸ οὕτως, ὁπότε γε ὑποτάσ‐ σοιτο συνδέσμῳ, ὡς Ἀρίσταρχος καὶ Τυραννίων, ἢ ὡς ἐγὼ ἡγοῦμαι τὸ ὅμως. τότε γὰρ περισπᾶται. ὀξύνεται μὲν ἐν ἀρχῇ οὕτως «ὣς δὲ λέων | |
5 | ἐχάρη (Γ 23) κοιμιζομένης ἐν τούτῳ τῆς ὀξείας διὰ τὸ μὴ εἶναι τὸ δέ ἐγκλιτικόν. καὶ ἐν μέσῳ «ὣς ἀεὶ τὸν ὁμοῖον ἄγει ὣς τὸν ὁμοῖον» (ρ 218) «τὼς δέ ς’ ἀπεχθήρω, ὣς νῦν ἔκπαγλα φίλησα» (Γ 415) καὶ ἐν τέλει «Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὥς» (Γ 2). τοῦ δὲ περισπωμένου, ὅτε δηλοῖ τὸ ὅμως «ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πά‐ | |
10 | λιν, εἰ τόγ’ ἄμεινον» (Α 116) «ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμε‐ τέροισιν—καὶ πεζός περ ἐών, ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη» (Λ 720 et 721), τὸ μὲν πρότερον ὧς περισπωμένως, τὸ δὲ ἕτερον κατ’ ἔγκλι‐ σιν, ἐπειδήπερ τὸ μεταφραστικὸν αὐτοῦ ἐστιν, ἐπεὶ οὕτως ἦγε τὸ νεῖ‐ κος Ἀθήνη. «ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι» (Δ 322) «ἐμὲ δ’ οὐδ’ | |
15 | ὧς θυμὸς ἀνῆκεν». | 493 |
3,1494 | Καὶ τὸ ὦ κλητικὸν περισπᾶται «ὦ ἄνθρωπε». ὅτε δὲ σχετλιαστι‐ κόν, ὀξύνεται «ὢ τί ς’ εἴπω» (Ar. Nub. 1378) καὶ ὅτε προσγράφεται αὐτῷ τὸ ι καὶ ταὐτὸν σημαίνει τῷ ὥσπερ «ἀλλ’ ἔχον ᾥτε τάλαντα γυνὴ χερνῆτις ἀληθής» (Μ 433) καὶ ᾥπερ· γίνεται δὲ οὕτως· ὡσείτε | |
5 | καὶ ὡσείπερ καὶ ἀποβολῇ τοῦ ς καὶ κράσει τοῦ ω καὶ ε εἰς τὴν ῳ δίφθογγον διὰ τὴν τοῦ ι συναίρεσιν ᾥτε καὶ ᾥπερ. Τὸ μέντοι πρῴ μονοσύλλαβον παρ’ Ἀττικοῖς ὀξύνεται, ἐπεὶ ἐκ τοῦ πρωΐ δισυλλάβου ὀξυνομένου κατὰ συναίρεσιν γέγονε. τὸ δὲ πρῷν περισπᾶται «οὐ πρῷν μὲν ἡμῖν ὁ τραγῳδὸς ἤγειρεν» (Callim. chol. | |
10 | fr. 18 Mein.), ἐπεὶ ἐκ τοῦ πρῶϊν. Τὰ ἔχοντα τὴν οι δίφθογγον ἢ τὴν ει περισπᾶται. Ἀριστοφάνης ἐν Βατράχοις (199) «ἵζω ’πὶ κώπην, οἷπερ ἐκέλευσάς με σύ». ποῖ, εἷ «εἷ τὰ τῶν χοιραγχᾶν». Σώφρων. «πεῖ γὰρ ἁ ἄσφαλτος». κεῖ παρὰ Ἀρ‐ χιλόχῳ. ὅτε δὲ ἐπίρρημά ἐστιν εὐκτικόν, τὸ εἴ ὀξύνεται ὁμοίως τῷ συν‐ | |
15 | δέσμῳ «εἴγ’ ὤφελες». τὸ γὰρ στοιχεῖον περισπᾶται. καὶ τὸ φνεί παρ’ Ἀριστοφάνει· ἔστι δὲ μίμημα φωνῆς ὀρνέου. καὶ πάντα ὅσα εἰς τὴν διὰ τοῦ υ δίφθογγον περισπᾶται, εὖ, φεῦ, ποῦ, οὗ τὸ δασυνόμενον. κἂν ὑπὲρ μίαν συλλαβὴν εἴη, ὁμοίως περισπᾶται πλὴν τῶν ἀναφορι‐ κῶν, αὐτοῦ, τηλοῦ, ἀγχοῦ, πανταχοῦ, ἀλλαχοῦ, ὁμοῦ καὶ τὰ | |
20 | λοιπὰ πάντα. σημειωτέον ἰδού ἰού καὶ οὐ ἀρνητικόν. ταῦτα γὰρ | 494 |
3,1495 | ὀξύνεται. τὰ δὲ ἀναφορικὰ βαρύνεται, ὅπου, ὅκου. καὶ τὸ βαύ κατὰ μίμησιν κυνὸς ὀξύνεται «βαὺ βαὺ καὶ κυνὸς φωνὴν ἱείς». ἐξ οὗ καὶ τὸ βαύζω ῥῆμα. Τὰ τὴν αι δίφθογγον ἔχοντα ὀξύνεται, οἷον αἴ τάλας καὶ αἴ τὸ | |
5 | εὐκτικόν, ὅπερ ἀπὸ τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ ε εἰς α ὡς κύ‐ πειρον κύπαιρον, καὶ τὸ ναί συγκαταθέσεως. Ταῦτά ἐστι μονοσύλλαβα. Οὐδὲν τῶν ὑπὲρ μίαν συλλαβὴν εἰς α ληγόντων ἐπιρρημάτων περι‐ σπᾶται, ἀλλὰ ὀξύνεται, ὡς τὸ ἀναφανδά, τριχθά, δηθά ἢ βαρύνε‐ | |
10 | ται ὡς τὸ αἶψα, ἤλιθα, αὐτίκα. Τὰ εἰς α δισύλλαβα, ὑπεσταλμένων τῶν εἰς δα καὶ θα, βαρύνεσθαι θέλει, ῥέα ῥεῖα, σάφα, μίγα, ὅπερ μίγδα λέγεται, ἅμα, κάρτα, τέττα, ἔμπα, ὅπερ καὶ σύνδεσμός ἐστιν, αἶψα, ὦκα, ἦκα, οἷα ἀντὶ τοῦ καθά, εἷα τὸ παρακελευστικὸν ἐπίρρημα, ὄκκα τὸ ὅτε παρ’ Ἀλ‐ | |
15 | κμᾶνι. καὶ τὸ τρόπα δὲ ὀφείλει βαρύνεσθαι, ἔστι δὲ παιδιά· τινὲς δὲ ὤξυναν. συντιθέμενα δὲ δισύλλαβα προπαροξύνεται, ἄναντα, πάραντα. τὰ εἰς δα ἐπὶ παιδιᾶς κείμενα, παραληγόμενα τῷ ι καὶ ν παροξύνεται, βασιλίνδα, χυτρίνδα, φαινίνδα, ὀστρακίνδα, μυΐνδα ἀπὸ τοῦ μύειν τοὺς ὀφθαλμοὺς καὶ ἐρωτώμενον λέγειν τίνα τάδε καὶ πόσα τάδε, | |
20 | ἔστ’ ἂν ἐπιτύχῃ, δραπετίνδα, ποσίνδα, ἐπαιτίνδα, ξιφίνδα, δα‐ ληκίνδα, φυγίνδα. τὸ σκαπέρδα ἐπὶ παιδιᾶς μὲν κεῖται, ὄνομα δέ ἐστι καὶ οὐκ ἐπίρρημα. τὰ δὲ λοιπὰ τῶν εἰς δα ὀξύνεται, χωρὶς εἰ μὴ | |
πρὸ τοῦ δ ἕν τι τῶν μέσων, ἀναφανδά, καναχηδά, παμπηδά, | 495 | |
3,1496 | ἀποκριδά. τὸ δὲ κρύβδα καὶ μίγδα πρὸ τοῦ δα μέσον ἔχουσι τὸ β καὶ γ. τὸ χύδα οἱ μὲν ὤξυναν, οἱ δὲ ἐβάρυναν, ὅπερ καὶ ἐπεκράτη‐ σεν. τὰ εἰς θα, εἰ μὲν πρὸ τοῦ θ τὸ χ, ὀξύνεται, τριχθά, τετρα‐ χθά. εἰ δὲ μὴ ἔχῃ, βαρύνεται, ὑπὲρ δύο συλλαβὰς ὄντα προπαροξύ‐ | |
5 | νεται, ὑπεσταλμένου τοῦ ἐνταῦθα προπερισπωμένου, ἔνθα, πρόσθα, πάροιθα, ἄτερθα, ὄπισθα, ὔπισθα, ἤλιθα, ὕπαιθα «ὁ δ’ ὕπαιθα λιάσθη» (Ο 520), μίνυνθα. τὰ εἰς χα λήγοντα ἐπὶ ποσότητος βαρύνε‐ ται, δίχα «δίχα δέ σφιν ἥνδανε βουλή» (Σ 510), τρίχα· τὸ «διὰ τρίχα κοσμηθέντες» (Β 655) οὐ σύνθετον. ἔμελλε γὰρ προπαροξύνε‐ | |
10 | σθαι ὡς διάνδιχα, ἀλλ’ ἔστι τὸ ἑξῆς διακοσμηθέντες τρίχα. τὰ γὰρ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, τέτραχα, πένταχα, ἕξαχα. τὰ διὰ τοῦ δεια δίφθογγον ἔχοντα ὑπὲρ δύο συλλαβὰς τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, διχάδεια, τροπάδεια, ἐγκρικάδεια, καταλο‐ φάδεια «βῆν δὲ καταλοφάδεια φέρων» (Od. κ 169), κρυφάδεια. τὰ | |
15 | εἰς α λήγοντα, ὅτε δικαταληκτοῦντα καὶ εἰς σύμφωνον λήγει, πρὸ μιᾶς ἔχει τὸν τόνον, ἀτρέμα καὶ ἀτρέμας, ἠρέμα καὶ ἠρέμας, ὑπόδρα καὶ ὑποδράξ λέγεται, χωρὶς δὲ τοῦ ξ παροξύνεται. καὶ τὰ εἰς κα τῷ ι παραληγόμενα πρὸ μιᾶς ἔχει τὸν τόνον, κἂν ἁπλᾶ ᾖ κἂν σύνθετα, αὐτίκα, παραυτίκα, ἡνίκα, πηνίκα, ὁπηνίκα. | |
20 | Τὰ εἰς τε λήγοντα ὑπὲρ δύο συλλαβὰς πάντα προπαροξύνεται, ἄλλοτε, ἐνίοτε, ἑκάστοτε, ἔκτοτε. μόνον τὸ ἠΰτε πρὸ μιᾶς ἔχει τὸν τόνον· τὸ δὲ αἴτιον, ὅτι μόνον τῷ υ παραλήγεται, τὰ γὰρ ἄλλα ο. τὰ δὲ δισύλλαβα μὴ ἔχοντα τὸ τ πρὸ τοῦ ε καὶ αὐτὰ βαρύνεται, | |
ὑπεσταλμένων ὀλίγων, τῆλε, πόσε, κεῖσε, ὧδε, βάλε. τὸ δὲ εἴθε | 496 | |
3,1497 | καὶ αἴθε βαρύνεται μέν, οὐ περισπᾶται δὲ ὡς τὸ τῆλε καὶ ὧδε, ἀλλὰ παροξύνεται, ὅτι περιττή ἐστιν ἡ θε συλλαβή. τὸ μέντοι ὀψέ ὀξύ‐ νεται· ἔστι δὲ μόνον εἰς ψε λῆγον ἐπίρρημα, ὅπερ ἐν συνθέσει φιλεῖ τρέπειν τὸ ε εἰς ι· διὸ τὸ «ὀψὲ δύων» (Φ 232) ἐν δυσὶ μέρεσι λόγου· | |
5 | εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ ι ἐγράφετο ὀψιδύων ὡς ὀψιμαθής, ὀψι‐ τέλεστον. οὕτως δὲ καὶ τὸ «ὀψὲ δύοντα Βοώτην» (ε 272). ἤδη μέντοι Αἰολεῖς καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ ι αὐτὸ ἀποφαίνονται «ὄψι γὰρ ἄρξατο». καὶ τὸ αἰέ ὀξύνεται, ὃ χωρὶς τοῦ ν καὶ μετὰ τοῦ ν λέγεται. δωδεκαχῶς δὲ λέγεται ἀεί τὸ ἐπίρρημα. αἰεί αἰέν παρὰ Δωριεῦσιν· | |
10 | παρὰ δὲ Ἀττικοῖς κατὰ συστολὴν τοῦ α ἀεί. ἀλλὰ καὶ κατ’ ἔκτασιν τοῦ α ἀεί. παρὰ δὲ Αἰολεῦσιν τῆς ἀρχούσης ἐχούσης τὴν αι δίφθογ‐ γον, τοῦ δὲ τέλους τὸ ι συστελλόμενον βαρυτόνως αἶι· λέγεται δὲ παρ’ αὐτοῖς καὶ σὺν τῷ ν αἶιν. γίνεται δὲ παρ’ αὐτοῖς καὶ κατὰ συστολὴν τῆς ἀρχούσης ἄϊν καὶ ἀποβολῇ τοῦ ν ἄϊ βαρυτόνως. Λάκωνες δὲ αἰές | |
15 | φασίν. λέγεται δὲ καὶ αἰέ δίχα τοῦ ν καὶ τοῦ ς διὰ τῆς αι διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ ε κατὰ τὸ τέλος. Βοιωτοὶ δὲ ἠΐ διὰ τοῦ η καὶ μακροῦ τοῦ ι κατὰ τὴν λήγουσαν· λέγεται δὲ καὶ αἰή διὰ τοῦ η παρὰ Ταραντίνοις φυλαττομένης τῆς κατ’ ἀρχὴν αι διφθόγγου τροπῇ τῆς ει | |
διφθόγγου εἰς η. —τὰ δὲ ἔχοντα τὸ τ, πυσματικὰ μὲν ὄντα ἢ ἀντα‐ | 497 | |
3,1498 | ποδοτικὰ ἢ ἀναφορικά, βαρύνεται, πότε, τότε, ὅτε, εὖτε, ὃ ἐκ τοῦ ὅτε καὶ πλεονασμῷ τοῦ ε καὶ κράσει τοῦ εο εἰς τὴν ευ δίφθογγον Δωρικῶς γίνεται. ἀόριστα δὲ ὀξύνεται καὶ ἐγκλίνεται, ὡς τὸ «ὣς Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώτοισι φάνεσκεν» (Il. Λ 64) ὀξυτόνως δεῖ ἀναγι‐ | |
5 | νώσκεσθαι. Τὰ εἰς δε ἐπιρρήματα, τὴν εἰς τόπον σχέσιν σημαίνοντα, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, οἴκαδε, ἄγραδε, ἅλαδε, Παλλήναδε, φύγαδε «ὁ μὲν φύγαδ’ αὖθις ὑποστρέψας» (Λ 446), ὃ ἰσοδυναμεῖ τῷ εἰς φυγήν, οὐ μὴν τὸ «τοὺς ἕλεν, οἱ δ’ ἄλλοι φύγαδε μνώοντο» | |
10 | (Π 697)· ἀντὶ γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἰς, διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰσίν, ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς αἰτιατικῆς ποιητικῶς ὡς σκέπην σκέπα, φυγήν φύγα, ἢ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ἀπ’ εὐθείας τῆς φύξ, ὡς Στύξ Στύγα, τοῦ δε ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῇ, ὡς καὶ | |
15 | ἄλλα παραγωγὰ ἐπιρρήματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις «Ἴδηθεν μεδέων» (Il. Γ 276), «δόρυ δ’ ἔκβαλεν ἔκτοσε χειρός» (Od. ξ 277). ἀλλ’ οὖν γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔσονται φύγα δέ, ὡς Οὔλυμπον δέ, ἢ εἷς ὡς ἄγραδε. τὸ γοῦν ἅλαδ’ ἑλκομενάων» (Il. Ξ 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡς | |
20 | οἶκον δέ, ἐντελοῦς οὔσης τῆς αἰτιατικῆς, ἢ πάλιν κατὰ παραγωγήν, ὡς ἄγραδε ἅλαδε. τὸ οἶκον δέ, ἀγρὸν δέ δύο μέρη λόγου, τὴν ἰδίαν ἕκαστον ἔχον προσῳδίαν, ἰσοδυναμοῦντα τοῖς ἐπιρρήμασι, τὸ ἀγρὸν δὲ τῷ ἄγραδε, τὸ οἶκον δὲ τῷ οἴκαδε. οὕτως Ἄϊδος δέ, οὐκ Ἄϊδος δῶ. τὸ ἐνθάδε παροξυνόμενον οὐκ ἀντίκειται· οὐδὲν γὰρ πλέον ση‐ | |
25 | μαίνει τοῦ ἐνταῦθα, ὥστε περιττὴ ἡ συλλαβή, οὐδὲ τῆς παραγωγῆς τὸ α, | 498 |
3,1499 | ἀλλὰ τοῦ πρωτοτύπου. τοιοῦτό ἐστι καὶ τὸ πηνικάδε ἀπὸ τοῦ πηνίκα. τὰ γὰρ φωνὴν παραχθέντα εἰς δε, μηδὲν πλέον τοῦ πρωτοτύπου ση‐ μαίνοντα, πρὸ μιᾶς ἔχει τὸν τόνον, τοιόσδε, τοσόσδε, τηλικόσδε. οὕτως οὖν καὶ ἐπὶ τῶν ἐπιρρημάτων, τημόσδε, τηνικάδε, ἐνθάδε. οὐδὲν γὰρ | |
5 | πλέον δηλοῖ τοῦ τῆμος, τηνίκα, ἔνθα. Τὰ εἰς ζε, εἰ μὲν ἔχει πρὸ τέλους βραχὺ τὸ α, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν οἷον ἔραζε, θύραζε· παραιτητέον δὲ τοὺς περι‐ σπῶντας τὸ θύραζε· Ἀθήναζε, Ὀλυμπίαζε, Θήβαζε, Ἀφίδναζε, μέταζε μόνον τῶν εἰς αζε ἐπὶ χρόνου τεθειμένον «μέταζε χατίζων» | |
10 | (Hesiod. opp. 396) παρὰ πρόθεσιν παρηγμένον. τὰ φύσει μακρᾷ παρα‐ ληγόμενα προπαροξύνεται ἢ προπερισπᾶται· προπαροξύνεται μὲν ὅσα ἔχει βαρύτονον τὸ πρωτότυπον, ὡς παρὰ τὸ Οἰνόη Οἰνόηζε, προ‐ περισπᾶται δὲ τὰ ἀπὸ ὀξυτόνων, ὡς παρὰ τὸ Ἀχαρνή Ἀχαρνῆζε, κεφαλή κεφαλῆζε, χαμαί χαμᾶζε. | |
15 | Τὰ εἰς σε τοῖς εἰς θεν ὁμοτονεῖ· ἐπεὶ γὰρ τὸ πάντοθεν προπαρ‐ οξύνεται, διὰ τοῦτο καὶ πάντοσε, ἔκτοθεν ἔκτοσε, ἄλλοθεν ἄλλοσε, ἑτέρωθεν ἑτέρωσε, ἀμφοτέρωθεν ἀμφοτέρωσε, ἑκατέρωθεν ἑκατέ‐ ρωσε. προπερισπᾶται δὲ τὸ Θριῶσε, ἐπεὶ καὶ τὸ Θριῶθεν ὁμοίως, ἐκεῖθεν ἐκεῖσε. τό τε κυκλόθεν παροξύνεται καὶ τὸ κυκλόσε, τηλόθεν | |
20 | τηλόσε, ὁμόθεν ὁμόσε. | |
Τὰ εἰς θεν πάντα δισύλλαβα μὲν ὄντα πρὸ μιᾶς ἔχει τὸν τόνον, | 499 | |
3,1500 | οἷον νέρθεν, πόθεν, πρόσθεν, ὅθεν, τόθεν, κεῖθεν, γῆθεν, δῆθεν, κρῆθεν «ἀπὸ κρῆθεν» (Π 548). τὰ δὲ ὑπὲρ δύο συλλαβὰς εἰ ἔχοι πρὸ τοῦ θ σύμφωνον, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ὕπερ‐ θεν, ἔνερθεν, ὄπισθεν. καὶ τὰ τῷ ο παραληγόμενα παροξύνεσθαι | |
5 | θέλει, πλὴν τῶν ἐχόντων ἐγκειμένην πρόθεσιν ἢ παρ’ ὄνομα ἐπιμερι‐ ζόμενον παρηγμένων· ταῦτα γὰρ προπαροξύνεται· τὸ μὲν γὰρ ἔνδο‐ θεν, ἔκτοθεν, ἀπόπροθεν πρόθεσιν ἕκαστον ἔχει καὶ ἔτι τὸ πάροι‐ θεν πλεονάσαν τὸ ι. τὸ δὲ ἄλλοθεν, ἑκάστοθεν ὀνόματα ἔχει ἐπιμεριζόμενα. τὰ δὲ λοιπὰ πάντα παροξύνεται, ἀγρόθεν, οὐρανό‐ | |
10 | θεν, κυκλόθεν, Λεσβόθεν, Ἰλιόθεν, Ἀβυδόθεν, ποντόθεν, αὐτόθεν, πρυμνόθεν—τὸ δὲ πρύμνηθεν τῷ η παραληγόμενον προπαροξύνεται—τηλόθεν καὶ ἄλλα μυρία. σημειούμεθα τὸ οἴκο‐ θεν, πάντοθεν προπαροξυνόμενα. τὰ μέντοι τῷ α μακρῷ παραλη‐ γόμενα ἢ τῷ η ἢ τῷ ω, εἰ μὲν πρωτότυπον αὐτῶν βαρύτονον ᾖ, τρίτην | |
15 | ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, εἰ δὲ ὀξύτονον, προπερισπᾶται. τῶν μὲν προπαροξυνομένων ὑποδείγματα πρῷρα πρῴραθεν, Φθία Φθίαθεν, Πιερία Πιερίαθεν, τὸ δὲ Πιερίηθεν τροπῇ τοῦ α εἰς η, Ὀλυμπία Ὀλυμπίαθεν, θύρα θύραθεν, Ἀφίδνηθεν, Αἰγίνηθεν, κλισίη‐ θεν, Μυκήνηθεν, Ἴδηθεν, πρύμνηθεν, τὸ μέντοι πρυμνόθεν διὰ | |
20 | τοῦ ο παροξύνεται. τῶν δὲ προπερισπωμένων ὑποδείγματα ταῦτα, Ὑσιαί ὀξυτόνως, προπερισπωμένως Ὑσιᾶθεν, Θεσπιᾶθεν, Πλαταιᾶθεν, Δεκελιᾶθεν, παρὰ δὲ Καλλιμάχῳ Δεκελειόθεν, ἀρχῆθεν, ὅτι ἀρχή. ἔσω ἔσωθεν, ἔξω ἔξωθεν, πρόσω πρόσωθεν, ἄνω ἄνωθεν, κάτω κάτωθεν, προτέρωθεν, ἑκατέρωθεν, ὁποτέρωθεν, ἑτέ‐ | |
25 | ρωθεν, ἀμφοτέρωθεν, καὶ ὡς ἀπὸ τοῦ ἄπω μὴ εἰρημένου τὸ ἄπω‐ | 500 |
3,1501 | θεν. διὰ τοῦτο ἀπὸ μὲν τοῦ ἕως βαρυτόνου τὸ ἕωθεν, ἀπὸ δὲ τοῦ ἠώς ὀξυτονουμένου ἠῶθεν προπερισπᾶται ὡς ἀπὸ τοῦ Πυθώ Πυθῶ‐ θεν διὰ τοῦ ω ὡς Κριῶθεν καὶ μετὰ συστολῆς Πυθόθεν ὡς Λεσβό‐ θεν καὶ Θριώ ὄνομα δήμου Ἀττικοῦ Θριῶθεν, μεθ’ ὧν τηλῶθεν | |
5 | ποιητικῶς ἐκτεταμένον. παρὰ τὸ ἄνευ ἄνευθεν φυλάττει τοῦ πρω‐ τοτύπου τὸν τόνον. ὁμοίως ἄτερ ἄτερθεν. τὸ ἐντεῦθεν προπερι‐ σπᾶται παρὰ τὸ ἐνταῦθα, καὶ παρὰ τὸ ἐκεῖ περισπώμενον ἐκεῖθεν προπερισπώμενον. παρὰ τὸ ἐγγύς ὀξύτονον ἐγγύθεν παροξυνόμενον καὶ ἀπὸ τοῦ πρωΐ πρωΐθεν. τὸ ἕκαθεν καὶ ἀνέκαθεν προπαροξύ‐ | |
10 | τονα, οὐκ οὖν παρὰ τὸ ἑκάς ὀξυνόμενον γενόμενα. Τὰ εἰς θι καὶ εἰς σι τὸν τῶν εἰς θεν ἐπιρρημάτων ἔχει τόνον, οἷον οἴκοθεν οἴκοθι, ἀγρόθεν ἀγρόθι, οὐρανόθεν οὐρανόθι, ὑψόθι, αὐτόθι, Ὀλυμπίαθεν Ὀλυμπίασιν, θύραθεν θύρασι, Θήβηθεν Θή‐ βησι, Ἀθήνησι, Ἀλωπεκῆθεν Ἀλωπεκῆσιν, Ἑρχιᾶθεν Ἑρχιᾶσι, | |
15 | Πλατειᾶθεν Πλατειᾶσιν, Θριᾶθεν Θριᾶσι, Θριῶθεν Θριῶσιν. Τὸ | |
ὥρασι «μὴ ὥρας’ ἵκοισθε» (Arist. Lysistr. 1037) προπαροξύνεται | 501 | |
3,1502 | μὲν εὐλόγως παρὰ βαρυτόνου τοῦ ὥρα, οὐκ ἔχει δὲ προϋποκείμενον εἰς θεν. Τὰ εἰς οι ἐπιρρήματα, ὅτε δηλοῖ τὴν ἐν τόπῳ ἢ τὴν εἰς τόπον σχέσιν, ὑπὲρ δύο συλλαβὰς ὄντα, περισπᾶται, Μεγαροῖ, Πυθοῖ, | |
5 | Φρεαροῖ, Παιανιοῖ, Ἁθμονοῖ, οὐδαμοῖ, μηδαμοῖ, πανταχοῖ, ἑκασταχοῖ, ἐνταυθοῖ, ὃ τὴν αὐτὴν ἔχει σημασίαν τῷ ἐνταῦθα τῷ πρωτοτύπῳ. τὰ δὲ δισύλλαβα τῶν εἰς οι βαρύνεται καὶ περισπᾶται· περισπᾶται μέν, ὅτε ἔχει πρωτότυπον ὀξύτονον, παρὰ τὸ σφίγξ σφιγ‐ γοῖ, ἰσθμός ἰσθμοῖ, βυθός βυθοῖ, τὸ ἁρμοῖ συμπερισπᾶται τῷ ἁρμῷ. | |
10 | ἔστι δὲ τὸ ἁρμοῖ Συρακουσίων· ἁρμός γὰρ ἁρμοῦ ἁρμῷ καὶ συστολῇ ἁρμοῖ ὡς παρὰ Καλλιμάχῳ ἁρμοῖ πὰρ Δαναὸν γῆς ἀπὸ βουγενέων (fr. 230) ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχε λεπτὸς ἴουλος (fr. 44). οὕτως Θέων ὁ Ἀρτεμιδώρου. τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνεται, ἔξω | |
15 | ἔξοι, πέδον πέδοι «πέδοι δὲ βᾶσαι» Αἰσχύλος Προμηθεῖ δεσμώτῃ (v. 280), ἔνδον ἔνδοι «ἔνδοι Πραξινόα» ὁ Θεόκριτος (XV 1) οἶκος οἴκοι. Τὰ σχετλιαστικὰ τῶν εἰς οι καὶ αι ἄλογον ἔχει τὸν τόνον. ἃ μὲν γὰρ αὐτῶν περισπᾶται, ὡς τὸ ὀτοτοῖ ἔχον συμπαρακείμενον καὶ τὸ | |
20 | ἀταταῖ, καὶ τὸ οὐαῖ καὶ αἰαῖ, σαβοῖ τε καὶ αἰβοῖ καὶ τὸ σαβαῖ παρ’ Εὐπόλιδι ἐν Βάπταις. τὸ δὲ εὐαί παρὰ τῷ αὐτῷ ὀξύνεται «εὐαὶ | |
σαβαῖ» ὡς τὸ αἴ, οὐαί, βαβαί. βαρύνεται δὲ τὸ οἴμοι ὤμοι. τὸ | 502 | |
3,1503 | δὲ ὦ πόποι δυσὶ τόνοις χρῆται. Ἀρίσταρχος δέ φησιν ἀπίθανον εἶναι τὸ τὸν Δία ὦ πόποι οἷον ὦ θεοί λέγειν· ἀλλ’ ἐπεὶ ἔδει τὸ πόποι σχετλιαστικὸν ὑπάρχον καὶ ἄνευ τοῦ ὦ λέγεσθαι καὶ ἐπεὶ παράκειται αὐτῷ τὸ παπαῖ, ὥστε εἰ μὴ ὀνοματικόν ἐστιν, ὀφείλει περισπᾶσθαι ὡς | |
5 | εἶναι δύο περισπωμένας ὦ ποποῖ, λέγομεν βαρύνεσθαι αὐτὸ ὡς τὸ ὦ φίλοι, ἐκ τοῦ ὑπολαβεῖν ὄνομα εἶναι τὸ πόποι. καὶ τὸ ἰατταταῖ δὲ περισπᾶται καὶ τὸ ἀππαπαῖ· ἡ δὲ συνήθεια ὀξύνει τὸ παπαί καὶ ἀταταί. καὶ καθόλου δὲ οὐ δεῖ τὰ σχετλιαστικὰ τῶν ἐπιρρημάτων οἱονεὶ βακχικὰ ὄντα ὑπὸ τὴν ἔντεχνον ἀκολουθίαν ἄγειν, εἴγε οὐδὲ | |
10 | μέρη λόγου τινὲς ταῦτα ἐνόμισαν· πασχούσης γὰρ ψυχῆς ἢ διακόρου ὑπὸ οἴνου οὔσης ἄλογοι δηλονότι καὶ αἱ ἐκφωνήσεις αὐτῆς. διὸ ἐπ’ αὐτῶν ἔσθ’ ὅτε τὸ δασὺ πνεῦμα ἀλόγως ἐν τῇ ληγούσῃ συλλαβῇ ὁρᾶται, ὡς ἔχει τὸ εὐοἵ εὔἁν, εὐαἵ. τὸ γὰρ λέγειν ὅτι εὖ σοι ἦν καὶ κατὰ ἔλλειψιν τοῦ ς γέγονε εὐ οἵ καὶ κατὰ συναφὴν εὐοἵ ἀμφίβολον, εἰ μὴ | |
15 | ἄρα παρὰ τὸ εὐοἵ Εὔϊος παρῆκται. τὸ δὲ χαμαί ὀξύνεται, οὐκ ὂν σχετλιαστικόν. τὸ δὲ πάλαι χρονικὸν βαρύνεται καὶ συντιθέμενον προ‐ | |
παροξύνεται, πρόπαλαι, τρίπαλαι. | 503 | |
3,1504 | Τὰ εἰς ου περισπῶνται, πανταχοῦ, ἀγχοῦ «ἀγχοῦ δ’ ἱσταμένη» (Β 172), ὁμοῦ, αὐτοῦ ἀντὶ τοῦ εἰς τὸν τόπον αὐτόν «αὐτοῦ πρόσθε ποδῶν» (χ 4), ὑψοῦ «ὑψοῦ δ’ ἐπὶ ψαμάθοισι» (Α 486) τηλοῦ, ἀλ‐ λαχοῦ, οὐδαμοῦ, ἑκασταχοῦ ὡς παρὰ Δημοσθένει (p. 308, 28) | |
5 | «καὶ ἔτι τὰς ἑκασταχοῦ βραδυτῆτας» καὶ τὰ λοιπὰ πλὴν τοῦ ἰδού τὸ δεικτικόν, ἰού τὸ σχετλιαστικὸν καὶ οὔ τὸ ἀρνητικόν. τοῦτο δὲ καὶ ἐν τῇ συνεπείᾳ ὀξύνεται. οὐ μάχεται τὸ ὅπου βαρυνόμενον, ἀλλ’ ἀνέδωκε τὸν τόνον ὁμοίως τῷ πῇ ὅπῃ, ποῦ ὅπου. Ὀλίγα ἐστὶν εἰς ευ. τὸ μὲν εὖ περισπᾶται καὶ τὸ φεῦ. καὶ τὸ | |
10 | ἄνευ βαρύνεται καὶ τὸ ὑπέρφευ συντεθέν. τὸ ἐλελεῦ περισπᾶται. Τὰ εἰς ει δίφθογγον λήγοντα ἐπιρρήματα ὀξυνόμενα δύο ἐστί, τὸ ἀεί καὶ τὸ ἐπεί χρονικὸν «ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς» (θ 452). ἔστι γὰρ ὁ ἐπεί καὶ σύνδεσμος. βαρύτονα δὲ τὸ ἄγρει, ὃ κατὰ συν‐ εκδρομὴν τοῦ ῥήματος πληθυντικῶς εἴρηται «ἀγρεῖθ’ αἱ μὲν δῶμα κορή‐ | |
15 | σατε» (υ 149), ὁ δέ γε Ἀντίμαχος ἀργεῖτε ἔφη ὑπερβιβάσας τὸ ρ. καὶ ἔτι τὸ οἴκει παρὰ Μενάνδρῳ ἀντὶ τοῦ οἴκοι. περισπώμενα δὲ τοπικὰ | |
Δώρια, τηνεῖ, τουτεῖ, πεῖ αὐτεῖ. τὸ δὲ ἐκεῖ ἀποκέκοπται. | 504 | |
3,1505 | Τὰ διὰ τοῦ ι ἐπεκτεταμένα δεικτικῶς ὀξύνεται, δευρί, νυνί, οὑ‐ τωσί, ὡδί, ἐνθαδί, ἐντευθενί. τὸ κοΐ μίμημά ἐστι φωνῆς ἀλόγου ζῴου. ἐχρήσατο δὲ καὶ Ἀριστοφάνης τῇ λέξει. καὶ τὰ παρωνύμως παρηγμένα ὀξύνεται, ἅπερ τινὲς διὰ τῆς ει διφθόγγου, τινὲς δὲ διὰ | |
5 | τοῦ ι γράφουσι μακροῦ, πάνδημος πανδημεί, ἄπνευστος ἀπνευστί, ἀναιμωτί, ἀκλαυτί, ἀνιδρωτί, ἀπηρωτί, ἀπαυστί, ἀγελαστί, αὐτονυχί, ἀκονιτί, πανθοινί, ἀκριτί, ἐρρεντί παρὰ Ἀλκαίῳ. ἀπὸ τοῦ ἔρρω ἢ ἐρρῶ περισπωμένου ἡ μετοχὴ ἐρρείς ἐρρέντος ἐρρεντί ὡς παρὰ τὸ ἐθέλοντος ἐθελοντί, ἀμισθί, ἀμογητί. τὸ δὲ ι ἐσθ’ ὅτε | |
10 | καὶ συνεσταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ «Νέστωρ δ’ ὁ γέρων ἀμο‐ γητί» (Λ 636) «ἀμισθὶ γάρ σε πάμπαν» (Archil.). Τὰ δὲ εἰς βραχὺ ι καταλήγοντα δισύλλαβα ὄντα βαρύνεσθαι θέλει, ἔτι, αὖθι, νόσφι, ἶφι, ἄγχι, μέχρι, ἄχρι, κεῖθι, πόθι, ἄρτι, ἦρι, ὕψι—τινὲς δὲ τοῦτο ὀξύνουσι—ᾗχι τὸ γενόμενον ἐπεκτάσει τῆς χι συλλαβῆς, οἱ | |
15 | Δωριεῖς ᾇχι λέγουσι διὰ τοῦ α «ᾇχι Λίχα μέγα σᾶμα» ᾇχι ὁ κλεινὸς Ἀμφιτρυωνίδας | |
Ἀρίσταρχος τὸ ᾗχι ἄνευ τοῦ ι φησί καθάπερ καὶ τὸ ἧφι βίηφι, ἡ μέντοι | 505 | |
3,1506 | παράδοσις ἔχει τὸ ι. ναίχι, ὅπερ παροξύνεται διὰ τῆς χι ἐπεκτεταμέ‐ νον. ἐχρῆν δὲ καὶ τὸ οὐχί βαρύνεσθαι· ἔστι γὰρ ἐπέκτασις τῆς οὔ. ἀλλ’ ἐπειδὴ παραλόγως ὀξύνεται πρὸ τῆς ἐπεκτάσεως—ὤφειλε γὰρ περισπᾶσθαι, ἐπεὶ πᾶσα συλλαβὴ τελικὴ εἰς ου λήγουσα καὶ ἐφ’ ἑαυτῆς | |
5 | τὸν τόνον ἔχουσα περισπᾶται—τούτου χάριν παραλόγως ὀξύνεται καὶ μετὰ τὴν ἐπέκτασιν· οὐδέποτε δὲ ἀποβολὴν τοῦ ι πάσχει. ὀξύνεται δὲ καὶ τὸ οὐκί καὶ τὸ πρωΐ. καὶ τὸ γίγγρι ἐπιφώνημά τι ὂν ἐν κατα‐ μωκήσει λεγόμενον, εἰ ὠξύνετο, οὐκ ἄτοπον. ἀχαρακτήριστον γάρ ἐστιν. τὸ δὲ «χῶρι διατμήγουσι» (Callim. fr. 48 Bentl.) βαρύνεται. τὰ ὑπὲρ | |
10 | δύο συλλαβὰς εἰς τι ὀξύνεται, Ἰαστί, Ἰαονιστί, Δωριστί, Συριστί, Ἀττικιστί, Μεγαριστί, Θρᾳκιστί, Περσιστί, Σκυθιστί, Λυδι‐ στί, Φρυγιστί, μεγαλωστί, ἱερωστί, νεωστί, δημιωστί. εἰ δὲ μὴ ἔχοι τὸ ς πρὸ τοῦ τ, βαρύνεσθαι θέλει, ἕκητι. τὸ δὲ ἀπαρτί παρ’ Ἀθηναίοις ὀξύνεται καὶ τὸ ἐγκυτί «σὺ δ’ ἐγκυτὶ τέκνον ἐκέρσω» | |
15 | (Callim. fr. 311 Bentl.). τὸ ἱνατί καὶ διατί καὶ ἐν τῇ συνεπείᾳ ὀξύ‐ νεται. Καὶ τὰ ἀπὸ τῶν εἰς ις κατ’ ἀποβολὴν τοῦ ς βαρύνεται, πολ‐ λάκι, τουτάκι, θαμάκι, δυάκι, τριάκι, ἑξάκι. Τὰ εἰς υ λήγοντα δισύλλαβα, μὴ καθαρεύοντα μηδὲ μελετήσαντα τὸ ς ἔχειν, βαρύνεται, κόκκυ τὸ ἐλάχιστον, πάγχυ, πρόχνυ, δεῦρυ, | |
20 | πῆλυ, ἄρρυ ἐπίφθεγμα τῶν ἐρετῶν. τὸ ἰύ, ὃ λέγεται καὶ ἰηΰ, ὀξυ‐ νόμενον καθαρεύει ἐπὶ θαύματος κείμενον. τὸ δὲ ἔϋ βαρύνεται· ἔστιν | |
ἐΰς ἐΰ εὖ καὶ ἀπὸ τοῦ εὖ κατὰ διάλυσιν τῆς ευ διφθόγγου εἰς ε καὶ | 506 | |
3,1507 | υ ἔϋ. εἶπον δὲ μὴ μελετήσαντα τὸ ς ἔχειν, διὰ τὸ ἰθύς ἰθύ, εὐθύς εὐθύ ὀξυνόμενα· δισύλλαβα διὰ τὸ μεταξύ, μεσσηγύ καὶ τὸ ἀντι‐ κρύ, ὅτε χωρὶς τοῦ ς· ὅτε γάρ ἐστι μετὰ τοῦ ς, προπαροξύνεται· ὡς καὶ τὸ ἐμβραχύ σημαῖνον τὸ ἁπαξαπλῶς ἢ καθάπαξ. | |
5 | * Τὰ Αἰολικῶς διὰ τοῦ υϊ ἐκφερόμενα βαρύνεται καὶ τοπικὴν σχέ‐ σιν δηλοῖ οἷον πήλυϊ, ἄλλυϊ, ἀτέρυϊ, τούτυϊ· τὸ ὀτοτύϊ παρὰ τὸ ὀτοτοῖ παροξυνόμενον ἀπολογίαν ἔχει ὡς οὐκ ἔστιν τοπικὸν οὔτε Αἰολικόν, σχετλιαστικὸν δέ· τὰ σχετλιαστικὰ οὐ πεφρόντικε τῆς ἀκριβοῦς ἐξετάσεως, ὡς πολλάκις διείληπται. | |
10 | * Τὰ εἰς ο λήγοντα ἐπιρρήματα ὑπὲρ μίαν συλλαβὴν οὐκ ἔστιν ὅτι μὴ τὸ δεῦρο βαρυνόμενον. τὸ γὰρ εἰς ὃ δύο μέρη λόγου εἰσίν καὶ τὸ ἀπό πρόθεσίς ἐστιν ἰσοδυναμοῦσα τῷ ἄποθεν ἐπιρρήματι. τὸ γοῦν δεῦρο παρακελευσματικὸν ὂν ἔχει τὸ δεῦτε πληθυντικόν· γίνεται δὲ καὶ δευρί παρὰ Ἀττικοῖς· ποιητικῶς δὲ κατ’ ἐπέκτασιν τοῦ ο εἰς ω δεύρω. | |
15 | ὅπερ εἴρηται παρὰ τῷ ποιητῇ ἅπαξ ἐν τῷ «ἦ δεύρω μὲν ἕποντο» (Γ 240), ἐνίοτε καὶ δεῦρυ. Πᾶν ἐπίρρημα εἰς ω λῆγον παραγωγόν, μὴ Δώριον πρὸ μιᾶς ἔχει τὸν τόνον, ἄνω, κάτω, ἔξω, εἴσω, πρόσω καὶ πόρσω καὶ τροπῇ Ἀττικῇ τοῦ ς εἰς ρ ὡς ἄρσην ἄρρην πόρρω, ἄφνω· παρὰ τὸ ἀφανής | |
20 | ἀφανῶς ὡς εὐσεβής εὐσεβῶς καὶ συγκοπῇ καὶ ἀποβολῇ τοῦ ς καὶ ἀναδρομῇ τοῦ τόνου διὰ τὸν χαρακτῆρα ἄφνω. ἑκαστέρω τὸ πορρωτέρω ἀπὸ τοῦ ἑκάς, ὃ σημαίνει τὸ ἄποθεν, καὶ οὐ παρὰ τὸ ἑκάτερος, ἑκατέρω γὰρ ἦν. πορρωτέρω, ἐγγυτέρω, ἀνωτάτω, ἐγγυτάτω, ἀπωτέρω, περαιτέρω. τὸ δὲ ἄνεῳ προπαροξύνεται· τὸ ἰώ ὀξύνεται, ἀνακλη‐ | |
25 | τικὸν ὂν καὶ οὐκ ὂν παραγωγόν· καὶ τὸ ἐπισχερώ ὀξύτονον. τὸ δὲ | 507 |
3,1508 | τουτῶ αὐτῶ κατὰ ἀποκοπὴν τῆς θεν συλλαβῆς καὶ ἐκτάσει τοῦ ο εἰς ω Δώριά ἐστιν. Τὰ εἰς αν λήγοντα καὶ μακρὸν ἔχει τὸ α καὶ βαρύνεται, λίαν, ἄγαν, εὔἁν, πέραν, ὅπερ Ἰωνικῶς πέρην λέγεται «πέρην κλυτοῦ | |
5 | ὠκεανοῖο» Διονύσιος. τὸ πάμπαν καὶ τάλαν συστέλλει τὸ α. τὸ δὲ ὅταν δύο μέρη λόγου, ὅτε καὶ ἄν. τὸ δοάν ὀξυνόμενον πλεονασμὸν ἔχει τοῦ ο, δήν δάν δοάν. τὸ ὦ τᾶν δύο περισπωμένας ἔχει. * Σπάνια τὰ εἰς εν λήγοντα ἐπιρρήματα τὰ μὴ ἔχοντα πρὸ τοῦ ε τὸ θ καὶ εὐαρίθμητα· ἔστι γὰρ τὸ ἔπειτεν ἀπὸ τοῦ ἔπειτα γεγονὸς | |
10 | καὶ εἶεν, ὅ τινες ὀξύνουσιν. καὶ τὸ αἰέν ὁμότονον καὶ ὁμόσημον τῷ ἀεί. Τὰ εἰς δην πάντα βαρύνεται, κλίδην, μίγδην, ἐμπλήγδην, ἅδην, ἐπαΐγδην, βάδην, χύδην, κρύβδην, φύρδην, σπορά‐ δην, ἀλλάγδην, παμπήδην, διαρρήδην καὶ ἄλλα μυρία. καὶ τὰ | |
15 | εἰς ην ἐπιρρήματα μὴ προηγουμένου τοῦ δ πρῴην, μάτην, βύζην, ἔμπλην καὶ ἄντην βαρύνεται· τὸ γὰρ ἀκμήν, ἐθελοντήν, ἑκον‐ τήν ὀνοματικά· διὸ καὶ συνοξύνονται τοῖς ὀνόμασιν. τὸ δὲ ἠμήν ὁρ‐ κικὸν ἐπίρρημα ὀξύνεται. ὁ δὲ ποιητὴς ἀεὶ διὰ τοῦ ε προφέρεται «ἠμέν μοι πρόφρων» (Α 77) «ἠμὲν ἐμοὶ δώσειν» (Ξ 275). τὸ δὲ ἐχρῆν | |
20 | περισπώμενον οὐκ ἐπίρρημα, ἀλλὰ ῥῆμα. * Τὰ εἰς ιν ἐπιρρήματα ἐκ πλεονασμοῦ ἔχει τὸ ν οἷον αὖθι αὖθιν, | |
οὕτω γὰρ λέγεται παρὰ Ῥηγίνοις. πάλι πάλιν, πέρυσι πέρυσιν, ὃ | 508 | |
3,1509 | καὶ πέρυτις λέγεται Δωρικῶς. αἶιν, ὅπερ ἀπὸ τοῦ ἀεί παρὰ Αἰολεῦσι γέγονεν. νυνίν, οὑτωσίν. Τὰ εἰς δον ὀξύνεται, χανδόν, σχεδόν, βοτρυδόν «βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσι». ἔστι δὲ μονῆρες τὸ βοτρυδόν. τὰ | |
5 | γὰρ εἰς δον ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰς υς ὀνομάτων παράγεσθαι καὶ πρὸ τέλους ἔχειν τὸ υ· ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰς υς παραγωγὸν ποιήσας ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλους τὸ υ, ἀλλὰ τὸ η «πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόσωπα». ἀγεληδόν, σωρηδόν, ποταμηδόν, κιονηδόν, ταυρηδόν, κρουνηδόν, βομ‐ | |
10 | βηδόν, ἰλαδόν, ἐνωπαδόν, στοχανδόν, φανδόν, ἑλκηδόν, πα‐ ρασταδόν, παρακλιδόν, ῥυδόν «ῥυδὸν ἀφνειοῖο» (o 426), ἀμφα‐ δόν· καὶ ἐν συνθέσει φυλάσσουσι τὸν τόνον οἷον αὐτοσχεδόν. μόνον τὸ ἔνδον βαρύνεται, διότι μόνον παρὰ προθέσεως καὶ ὅτι μόνον τοπικὸν τῶν εἰς δον. λήγει δὲ καὶ δος, ἔνδος γὰρ λέγεται πολλάκις καὶ εἰς | |
15 | δοι ἔνδοι. τέσσαρσιν οὖν διαφοραῖς διαλλάξαν οὐδὲν θαυμαστὸν εἰ καὶ κατὰ τόνον διήλλαξεν. εἰδέναι δὲ δεῖ ὡς τὰ εἰς δον σπανίως κατ’ ἀρχὴν λέξεως συντίθενται, ὡς ἔχει τὸ ἐνδόμυχος, ἐνδόπυρος, ἔνδορχις. Τὰ εἰς ον ἐπιρρήματα μὴ ἔχοντα πρὸ τοῦ ο δ ἀλλ’ ἢ ἕτερον σύμφωνον ἢ τὸ ι βαρύ‐ νεται, σήμερον, αὔριον, πόρσιον, ἔγγιον, μᾶλλον, ἧττον, ἄσ‐ | |
20 | σον. τὸ δὲ αὐθημερόν ὀξύνεται ἀπὸ τοῦ αὐθήμερος προπαροξυνομένου. * Εἰς υν λῆγον οὐδέν ἐστιν, εἰ μὴ τὸ βίσχυν βαρύτονον μόνον ὄν. Τὰ εἰς ων πάντα ὀξύνονται, ἐμποδών, ἐκποδών, ἐκδεξιών, ἐξαριστερών, τελευτών. καὶ τὸ χρεών μετοχικὸν ὀξύνεται, τὸ δὲ | |
ἀκέων καὶ αὐτὸ μετοχικὸν παροξύνεται. | 509 | |
3,1510 | * Οὐδὲν εἰς ουν ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἀθροῦν· ὅπερ καὶ ἐπεκτάσεσι ποιητικαῖς κέχρηται καὶ παραθέσει ἄρθρου ἑνικοῦ καὶ πλη‐ θυντικοῦ. παραιτοῦμαι δὲ αἰσχοῦν, ὃ εἴρηται παρὰ τῷ τοὺς εἴλω τασαίμην· ἀλλὰ μισχοῦν καθήμενοι· ἐπεὶ ὀνοματικά ἐστι. | |
5 | Τὰ εἰς ξ λήγοντα ἐπιρρήματα ὀξύνεσθαι θέλει πλὴν τῶν ἀπὸ προ‐ θέσεως· ταῦτα γὰρ βαρύνεται, εὐράξ, μουνάξ, ὀκλάξ, ὀδάξ, ἐναλ‐ λάξ, αὐτοδάξ, ἐπιτάξ, κοάξ, ὑποδράξ, ἰατταταιάξ, διαμπάξ, βεβρεκέξ, κουρίξ, ἀπρίξ, ἀναμίξ, ἐπιμίξ. τὸ δὲ πέριξ βαρύνεται ἀπὸ προθέσεως ὂν καὶ πάρεξ· τὸ δὲ πάρεξ βαρυνόμενον καὶ γενικῇ | |
10 | συντασσόμενον ἔχει τι παράσημον, ὡς καὶ παρὰ δύο προθέσεις ἐγένετο. ὁπότε γὰρ ὀξύνεται, οὐ φαμὲν εἶναι ἐπίρρημα, ἀλλὰ δύο προθέσεις. σημειούμεθα δὲ καὶ τὸ ἅπαξ βαρυνόμενον. διὸ ἐν τῇ συντάξει μετα‐ λαμβάνει τὸν ἴδιον τόνον ἁπαξἅπαντες, ἁπαξἁπλῶς κεκοιμισμένου | |
τοῦ τόνου. | 510 | |
3,1511 | Εἰς ρ λήγοντα ἐπιρρήματα ὀξύτονα οὐκ ἔστιν καὶ τὰ ἁπλᾶ βαρύ‐ τονα σπάνια καὶ μονήρη ὡς ἔχει τὸ νύκτωρ μόνον εἰς ωρ καὶ τὸ ἄτερ μόνον εἰς ερ. τὸ γὰρ Δάματερ κλητικὴ ὡς τὸ Ἥρακλες, καὶ ἄφαρ. τὸ γὰρ αὐτῆμαρ, ποσσῆμαρ, ἐννῆμαρ σύνθετα παρώ‐ | |
5 | νυμά εἰσιν. Τὰ εἰς ας μὴ παραληγόμενα τῷ ε σὺν ἀμεταβόλῳ ὀξύνεται, ἑκάς, ἀνεκάς, ἀγκάς, ἐντυπάς, ἀνδρακάς. τὸ μέντοι πέλας βαρύνεται καὶ τὸ ἀτρέμας «ἀτρέμας ἧσο» (Β 200), ὅπερ καὶ χωρὶς τοῦ ς λέγεται ἀτρέμα. τὸ δὲ ἅλιας παρ’ Ἱππώνακτι προπαροξύνεται ἀπὸ τοῦ ἅλις | |
10 | πλεονάσαν τὸ α. * Τὰ εἰς ες λήγοντα ἐπιρρήματα ἁπλᾶ φυσικῶς οὐκ ἔστιν, εἰ μὴ τὸ ἐχθές δισύλλαβον καὶ χθές μονοσύλλαβον καὶ ἐνδελιστές ὀξύ‐ τονον παρὰ Συρακοσσίοις, ὃ καὶ ἐλλιστές λέγεται· τὸ γὰρ ἀές ἀπὸ τοῦ ἀεί· τὸ δὲ ἄληθες, ἐπίτηδες ὀνοματικὰ καὶ βαρύτονα. | |
15 | Τὰ εἰς ης βαρύνεται, ἔμπης, ἐξαίφνης, ἐξαπίνης, ἑξείης· τὸ δὲ ἑξῆς τὸ ἀπ’ αὐτοῦ περισπᾶται. καὶ τὸ ἀκαρής ὀξυνόμενον ὀνοματικόν ἐστιν ὅμοιον τῷ εὐρυπυλής. Τὰ εἰς ις λήγοντα δισύλλαβα βαρύνεται, μόλις, μόγις, ἅλις, ἄνις ἀντὶ τοῦ χωρίς, μέχρις καὶ τὸ παρ’ αὐτὸ ἄχρις. λέγεται δὲ | |
20 | καὶ μέχρι καὶ ἄχρι ἄνευ τοῦ ς, αὖθις, ὃ λέγεται καὶ αὖθι καὶ αὖθιν. μόνα τὸ χωρίς καὶ ἀμφίς ὀξύνονται. τὰ δὲ ὑπὲρ δύο συλλαβὰς εἰς ις λήγοντα, ὑπεσταλμένων τῶν διὰ τοῦ αδις καὶ ακις ὀξύνονται, ἐγκυ‐ | |
τίς, ὃ χωρὶς τοῦ ς Καλλίμαχος εἶπεν «σὺ δ’ ἐγκυτὶ τέκνον ἐκέρσω», | 511 | |
3,1512 | λικριφίς, κραταιΐς, αὐτονυχίς. λέγεται δὲ καὶ αὐτονυχιδίς καὶ αὐτονυχί, παμπηδονίς, λέγεται δὲ καὶ πάμπαν καὶ παμπήδην καὶ παμπηδόν, σολικρίς (?), ἀμφικελεμνίς. τὸ μέντοι πέρυτις προπαρ‐ οξυνόμενον Δώριόν ἐστιν ἐκ τοῦ πέρυσι μεταποιηθὲν καὶ οὐ μάχεται. | |
5 | τὰ διὰ τοῦ ακις παροξύνεται, πολλάκις, ὀλιγάκις, τοσαυτάκις. καὶ τὰ εἰς δις τρισύλλαβα τῷ α παραληγόμενα παροξύνεται, χαμάδις, φυγάδις, ὀκλάδις, κρυφάδις, ἐσχάδις (?), πτακάδις, μιγάδις, ἁμάδις. τὸ ὠμαδίς ὀξύνεται καὶ ἴσως ἐκ τοῦ κατωμαδίς ἀφῃρέθη. τὸ οἴκαδις σεσημείωται προπαροξυνόμενον. τὰ δὲ ὑπερτρισύλλαβα ἢ | |
10 | ὅσα μακρᾷ φύσει ἢ θέσει παραλήγεται, πάντα ὀξύνεται, λαθρηδίς, κωπηδίς, αἰφνηδίς, στοιχηδίς, ἀντηδίς, ἀμοιβηδίς· λέγεται καὶ ἀμοιβηδόν, ἐπαμοιβαδίς «ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς» (Od. ε 481), ἐμβολαδίς, κατωμαδίς, ἀμφουδίς, ἐπουδίς, ἀκροπου‐ δίς. Τὰ δὲ τῷ υ παραληγόμενα προπαροξύνεται, ἄλλυδις, ἄμυδις | |
15 | Αἰολικὸν ἔχον τὸ πνεῦμα. * Τὰ εἰς δις ἐπιρρήματα ἔχοντα πρὸ τοῦ δ τὴν αν συλλαβὴν Δώ‐ ριά ἐστι καὶ παροξύνεται, χαμάνδις, ἀγράνδις, Ὀλυμπιάνδις. Τὰ εἰς ος ἀπὸ προθέσεως παραχθέντα, εἰ ἔχοι τὸ τ, ὀξύνεται, ἐν‐ τός, ἐκτός. τὰ δὲ ἄλλα βαρύνεται, πάρος, ἦμος, τῆμος, ὁπῆ‐ | |
20 | μος, τημοῦτος, κῆχος. «ποῖ κῆχος; εἰς οὐρανόν» καὶ Ἀριστοφάνης | 512 |
3,1513 | «ποῖ κῆχος, εὐθὺ Σικελίας» καὶ παρὰ Φερεκράτει «ποῖ κῆχος;» τὸ πῇ κῇ· πῇ ἐγγύς πῇ ἄγχος, ὅπερ ἐστὶν ἐν τῷ ἔναγχος· ἐλλείψει τοῦ γ κῆχος. τὸ δὲ ἔναγχος προπαροξύνεται· τὸ εἰκός ὀξυνόμενον οὐδέ‐ τερον ἦν μετοχὴ οὐδετέρου γένους εἰς σύνταξιν ἐπιρρηματικὴν ἐλθοῦσα. | |
5 | τὸ γοῦν ἔνδος, ἔξος βαρύτονα Δώρια. Τὰ εἰς υς συστελλόμενον ἔχοντα τὸ υ ὀξύνεσθαι θέλει, πλὴν εἰ μὴ τρισύλλαβα ὄντα ἀπὸ προθέσεως ἄρχοιτο, ἐγγύς, εὐθύς, ἰθύς, μεσσηγύς, ἃ εἰ λέγοιτο ἄνευ τοῦ ς ἰσόχρονα λέγεται ἰθύ εὐθύ μεσ‐ σηγύ. τὸ δὲ ἄντικρυς καὶ σύνεγγυς πρόθεσιν ἔχει. τὸ ἀντικρύ ὀξυνό‐ | |
10 | μενον ἐκτείνει τὸ υ. τὸ ἀλλῦς μακρὸν ἔχον τὸ υ περισπᾶται. Τὰ εἰς χως ἐπὶ ποσότητος περισπᾶσθαι θέλει, διχῶς, τριχῶς, τετραχῶς, ἑξαχῶς, ἑπταχῶς, ποσαχῶς. τὸ ἐξόχως, ἡσύχως βαρύνεται· ἀπὸ ὀνομάτων γάρ. Τὰ καλούμενα τῆς μεσότητος ἀπὸ γενικῶν πληθυντικῶν γενόμενα | |
15 | καὶ τὸν αὐτὸν τόνον αὐταῖς ἔχει, εἴτε παρ’ ὀνόματα γένοιτο εἴτε παρὰ μετοχάς, εἴτε παρ’ ἀντωνυμίας, κούφων κούφως, βαρέων βαρέως, καλῶν δὲ καλῶς περισπωμένως καὶ σεμνῶν σεμνῶς ἀσέμνων ἀσέ‐ μνως, καὶ τὰ παρὰ τὸ πᾶς δὲ καὶ μέγας πάντων μεγάλων ὁμοίως | |
πάντως, μεγάλως ὡς καὶ ἐξόχων ἐξόχως καὶ ἡσύχων ἡσύχως. τὸ | 513 | |
3,1514 | δὲ αὐτάρκως, εὐώδως τῷ μὲν λόγῳ περισπασθήσεται, ἐπεὶ καὶ αἱ γενικαὶ αὐτῶν, ὁ δὲ Ἀρίσταρχος βαρύνει. καὶ τὴν κακοήθων γενικὴν καὶ αὐθάδων βαρύνειν μεμελετήκασι παραλόγως, αἷς συμβαρύνουσι καὶ τὰ ἐπιρρήματα, κακοήθως, αὐθάδως. ὁ δὲ Ἀρίσταρχος καὶ τὸ νο‐ | |
5 | σώδων ἐβάρυνεν ἀλόγως. καὶ ἀπὸ μετοχῶν, ἀγαπώντων ἀγαπώντως, ἐπαρκούντων ἐπαρκούντως, προσηκόντων προσηκόντως. παρὰ τὸ ζάφελος προπαροξυνόμενον ὀφείλει καὶ τὸ ζαφελῶς ἐπίρρημα βαρύ‐ νεσθαι, ὡς ἀπὸ τοῦ ζάθεος ζαθέως· οὐ γάρ ἐστι παρὰ τῷ ποιητῇ ζα‐ φελής. περιεσπάσθη δὲ τὸ ζαφελῶς, ἐπεὶ τὰ διὰ τοῦ λως ἐπιρρήματα | |
10 | παραληγόμενα τῷ ε ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, ἐντελῶς, ἐπιμελῶς, ἀμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ εὐτραπέλως, ἰκέλως. τὸ νουνεχόντως ἀπὸ δύο κατὰ διάστασιν λέξεων παρήχθη, τῆς νοῦν καὶ τῆς ἐχόντων. τὸ ἕως καὶ ἀνταποδοτικὸν τὸ τέως πρωτότυπά ἐστι καὶ οὐχ ὡς τὰ | |
15 | λοιπὰ παρῆκται. τὸ ὥς παρ’ εὐθεῖαν γέγονε τὸ ὅς, ὅθεν καὶ ὀξύνεται καὶ συνετέθη καθώς. καὶ τὸ οὕτως καὶ τὸ αὕτως βαρύνεται. οὐκ ἔστι δὲ τὸ οὕτως ἀπὸ τῆς γενικῆς, ἀλλ’ ἀπὸ εὐθείας γίνεται. εἰ γὰρ ἀπὸ γενικῆς, ὤφειλεν εἶναι τούτως. καὶ ὅτε μὲν ἐπιφέρεται σύμφωνον, ἐξέρχεται τὸ ς. ὅτε δὲ φωνῆεν, φυλάττεται τὸ ς. ἔστι δὲ οὕτως ἀνα‐ | |
20 | λογώτερον τοῦ οὕτω· ἐπειδὴ τὰ ἀπὸ τριγενῶν ὀνομάτων γινόμενα μεσότητος ἐπιρρήματα εἰς ως λήγειν ὀφείλει· ὅταν δὲ μὴ τριγενῆ ᾖ, εἰς ω λήγει, κύκλος κύκλῳ. ἴδωμεν οὖν, εἰ τοῦτο τριγενές. οὗτος αὕτη τοῦτο. οὕτως ἄρα τὸ ἀνάλογον. τὸ δὲ οὕτω ἀπὸ τοῦ οὕτως | |
γέγονε κατ’ ἀποβολὴν τοῦ ς. | 514 | |
3,1515 | Τὰ εἰς ως μέγα ἐπιρρήματα ἐπὶ τέλους ἔχοντα τὸν τόνον περι‐ σπῶνται ἀληθῶς, ἀψευδῶς πλὴν τοῦ ὥς. Δωριεῖς δὲ τὰ ἀπὸ τῶν εἰς ος ὀξυτόνων ἐπιρρήματα ὀξύνουσι σοφός σοφώς, καλός καλώς. Περὶ συνδέσμων. | |
5 | Πᾶς σύνδεσμος μονοσύλλαβος μὴ ἔχων φύσει μακρὰν ὀξύνεται, γάρ, τάρ, ἄρ, ῥά, δέ, τέ, μέν, κέν, ἄν, πέρ. Οἱ δὲ εἰς α λήγοντες καὶ ὑπὲρ μίαν συλλαβὴν ὄντες πάντες βαρύ‐ νονται, ὡς ἔχει τὸ ἆρα, ὅτε διαπορητικός ἐστι, ἐκτείνων τὸ πρῶτον α, καὶ ὁ συλλογιστὸς καὶ παραπληρωματικὸς ἑκάτερον συστέλλων. τοι‐ | |
10 | οῦτος καὶ ὁ κᾶτα μακρὸν ἔχων τὸ α τὸ πρῶτον, ὄφρα, ἵνα, ἔμπα, ἕνεκα, οὕνεκα, δῆτα. ὅθεν σημειούμεθα τὸν ἀλλά ὀξυνόμενον. καθόλου γὰρ οἱ συμπλεκτικοὶ ὀξύνονται, μέν, δέ, τέ, καί, ἠμέν, ἠδέ, ἀτάρ, αὐτάρ· οὕτως οὖν καὶ ὁ ἀλλά. σημειούμεθα ἐν τοῖς συμπλεκτικοῖς τὸν ἤτοι βαρυνόμενον, ὃς οὐ μόνον συμπλεκτικός ἐστιν, | |
15 | ἀλλὰ καὶ διαζευκτικὸς οἷον «ἤτοι ἄξιον ἢ οὐκ ἄξιον». | |
Πᾶς σύνδεσμος εἰς ς λήγων μακροκατάληκτος βαρύνεται, εἰσὶ δὲ | 515 | |
3,1516 | σπάνιοι, ὅπως, ἔμπης, ὅμως ὅτε σύνδεσμος, ὅτε δὲ ἐπίρρημα, περι‐ σπᾶται ὁμῶς ὡς σαφῶς. Καὶ οἱ παραπληρωματικοὶ πάντες ὀξύνονται, δή, θήν, νύ, τάρ, ἄρ, ῥά, τοί, γέ, πέρ, ἄν, κέν, μήν. Ὁ δὲ αὖ καὶ ὁ οὖν περιεσπάσθη‐ | |
5 | σαν διὰ τὸ τὴν εἰς υ λήγουσαν δίφθογγον ἀποστρέφεσθαι τὴν ὀξεῖαν, ὡς πολλάκις εἴπομεν. Πᾶς αἰτιολογικὸς σύνδεσμος ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, οὕνεκα, ἕνεκα, ὄφρα, ἵνα, ὅτι, χάριν, δηλοῖ γὰρ οὐκ ὄνομα μόνον, ἀλλὰ καὶ σύνδεσμον αἰτιολογικὸν «χάριν Δίωνος» ἀντὶ τοῦ ἕνεκα Δίωνος. | |
10 | Ὁ εἰ συναπτικὸς καὶ ὁ ἐπεί παρασυναπτικὸς συνεστηκὸς παρὰ τὴν ἐπί πρόθεσιν καὶ τὸν εἰ σύνδεσμον συναπτικὸν ὀξύνονται· τούτῳ ἠκο‐ λούθησε καὶ ὁ ἐάν, ὅτι καὶ αὐτὸς σύνδεσμός ἐστιν ἀπὸ τοῦ εἰ συν‐ απτικοῦ συνδέσμου καὶ τοῦ ἄν παραπληρωματικοῦ. ὁμοίως καὶ ὁ ἤν καὶ ὁ ἐπήν καὶ ὁ ἐπεάν καὶ ὁ μήν· ἔτι δὲ καὶ ὁ ἀλλαμήν εἴτε δύο | |
15 | λέξεις εἶεν εἴτε μία, ὀξύνεται. ὁ εἰδή καὶ ἐπειδή δύο μέρη λόγου ἐστὶν ὀξυνόμενα. ὁμοίως καὶ ὁ εἴπερ καὶ ὁ ἐπείπερ καὶ ἐπειδή‐ περ. ἀλλ’ ἐπειδὴ ἐγκλιτικός ἐστιν ὁ πέρ, ἐγείρει τὴν πρὸ αὐτοῦ βαρεῖαν εἰς ὀξεῖαν ὡς ὁ κέ ἐν εἴκε, αἴκε. Πᾶς σύνδεσμος δίφθογγον ἔχων τὴν διὰ τοῦ ι ὀξύνεται, τοί, | |
20 | δαί, εἰ. Ὁ μῶν παρ’ Ἀθηναίοις διαπορητικὸς ὢν περισπᾶται· ἀπὸ γὰρ τοῦ μὴ καὶ τοῦ οὖν σύγκειται, Δωρικώτερον τραπείσης τῆς ου διφθόγγου εἰς τὸ ω, τὴν δὲ οὖν εἴπομεν περισπᾶσθαι. Οὕτως δὲ καὶ ὁ οὖν συν‐ τασσόμενος τῇ οὐ ἀποφάσει ἐν τῷ οὔκουν, ὅτε μὲν παραπληροῖ, ὀξύνει | |
25 | τὴν οὐ ἀπόφασιν οὔκουν ὡς εὔρουν· ὅτε δὲ τὴν ἰδίαν ἔχει δύναμιν, τουτέστιν συλλογιστικός ἐστι, φυλάττει τὴν ἰδίαν περισπωμένην, ὡς χρυ‐ σοῦν, οὕτως καὶ οὐκοῦν. | |
Ὁ ἠ ὀξύνεται ἢ περισπᾶται. διαζευκτικὸς μὲν οὖν ὑπάρχων ἢ | 516 | |
3,1517 | παραδιαζευκτικὸς ἢ διασαφητικὸς ὀξύνεται πάντως· εἰ δὲ καὶ πλεονάζει τὸ ε, ἐπὶ τέλους ἔχει τὴν ὀξεῖαν. διαζευκτικὸς μὲν «ἢ νύξ ἐστιν ἢ ἡμέρα»· τὸ γὰρ ἕτερον ἀληθές, τὸ δὲ ἕτερον ψευδές. καὶ τὸ Αἰδώς, Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι | |
5 | ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν» (Ο 502 et 503). παραδιαζευκτικὸς δὲ «Φαίδων ἢ περὶ ψυχῆς» «ἢ νέος ἠὲ παλαιός» (Ξ 108)· ἢ γὰρ τὸ ἓν ἢ καὶ τὸ ἕτερον ἢ καὶ ἀμφότερα· ἡ γὰρ τῶν διαζευκτι‐ κῶν δύναμις τοιαύτη ἐστί. διασαφητικὸς δὲ «πλουτεῖν ἢ πένεσθαι» ὃς καὶ τὸ περ λαμβάνει, ἤπερ πένεσθαι. | |
10 | βούλομ’ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι (Α 117). διασαφεῖ γὰρ τὸ ἕτερον, ὅπερ αἱρεῖται. Ἡνίκα εὑρέθη διαπόρησις μετὰ διαζεύξεως, τότε τὸν μὲν πρῶτον η ὀξυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον οἷον ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα (Od. λ 172). | |
15 | ἐναντία γὰρ ταῦτα μαχόμενα καὶ ἅμα εἶναι οὐ δυνάμενα. καὶ διὰ τοῦτο | |
ἐρώτησις καὶ ἀπορία μετὰ διαζεύξεως. τοιοῦτό ἐστι καὶ τὸ | 517 | |
3,1518 | ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώϊός ἐσσι (α 175). διαζευκτικῆς οὖν οὔσης τῆς τάξεως τῶν διαπορητικῶν, ὁ μὲν πρότερος ὀξύνεται, ὁ δὲ δεύτερος περισπᾶται. οὗτος δὲ ὁ περισπώμενος, ἐὰν προσλάβῃ τὸ ε, φυλάττει τὴν περισπωμένην. οἷόν ἐστιν· | |
5 | ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὁ δ’ Ἀτρείδην ἐναρίζοι, ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν (Α 190—192). τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητέον, τὸν δὲ δεύτερον περισπα‐ στέον. διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις. | |
10 | Ὅτε δὲ μόνως ἐρωτηματικός ἐστιν ὁ ἦ χωρὶς διαζεύξεως, κἂν ἅπαξ κἂν πολλάκις παραληφθῇ, περισπᾶται, μὴ οὔσης τῆς ἐρωτήσεως ἐν δια‐ ζεύξει. ἐν μὲν γὰρ τῷ «ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα» δια‐ ζευκτικὸν τὸ αἰφνιδίως τελευτῆσαι τοῦ μακροχρονεῖν. ὅθεν ὁ πρῶτος ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται. ἐν μέντοι τοῖς ὑποκειμένοις | |
15 | ἔπεσι πάντες περισπῶνται ἐρωτηματικοὶ ὄντες, οὐκ ἐν διαζεύξει· ἦέ τι Μυρμιδόνεσσι πιφαύσκεαι ἦ ἐμοὶ αὐτῷ; | |
ἦ τῷ Ἀχιλλεῖ ἦ τοῖς Μυρμιδόσιν, ἀντὶ τοῦ τούτῳ κἀκείνοις. | 518 | |
3,1519 | ἦέ τιν’ ἀγγελίην Φθίης ἐξ ἔκλυες οἶος (Π 12 et 13); ἦε σύγ’ Ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται (Π 17). Περισπῶσι καὶ τὸν βεβαιωτικόν· τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’ ἀγείρας | |
5 | Ἀτρείδης; ἦ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀνθρώπων | |
Ἀτρεῖδαι; (Ι 338—341.) | 519 | |
3,1520 | ἐνταῦθα μὲν βεβαιωτικός ἐστιν ὁ ἦ μεθ’ ὑπερωτήσεως· ἔστι δὲ καὶ μό‐ νως διαβεβαιωτικὸς χωρὶς ἐρωτήσεως· ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός (Σ 12), ἦ μάλ’ ἐλαφρὸς ἀνήρ· ὡς ῥεῖα κυβιστᾷ (Π 745) | |
5 | ἦ δὴ λοίγια ἔργα τάδ’ ἔσσεται (Α 573). ἀλλὰ κἂν ὑποτάσσηται τῷ ἐπεί διαβεβαιωτικὸς ὤν, ὁμοίως περισπᾶται ἐπεὶ ἦ φάτ’ ἄρ’ ἀσφαλές. ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα (Α 156 et 157) | |
10 | Ὅτε παραπληροῖ μετὰ τί τὸ πυσματικόν, ὀξύνεται τί ἢ δὲ σὺ κήδεαι αὕτως Ἀργείων; (Ζ 55 et 56) ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; (Λ 407). ΠΕΡΙ ΧΡΟΝΩΝ ΤΩΝ ΕΝ ΦΩΝΗΕΣΙ ΚΑΙ ΠΝΕΥΜΑΤΩΝ. | |
15 | ΒΙΒΛΙΟΝ κʹ. Περὶ χρόνων. Τῶν χρόνων οἱ μὲν μακροί, οἱ δὲ βραχεῖς. καὶ μακρὸς χρόνος ἐστὶ φωνήεντος ἔκτασις· βραχὺς δὲ τοὐναντίον, οὗ παραδείγματα πάντα τὰ | |
βραχυκατάληκτα. | 520 | |
3,1521 | Πᾶν δίχρονον ἐκ κράσεως ὂν ἐκτείνεται, ἀέκων ἄκων, κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξεται τῆς τα συλλαβῆς, τοῦ κέρατα κέρα καὶ κρέατα κρέα συνεσταλμένον ἐστὶ τὸ δίχρονον. Θέτιι Θέτι «πάντα Θέτι καλλιπλοκάμῳ (Σ 407), μήτιι μήτι «μήτι δ’ ἡνίοχος | |
5 | περιγίγνεται» (Ψ 318), μάστι (Ψ 500), Χίος Χίιος καὶ Χῖος, ἱερεύς ἱρεύς, ἴρηξ, οἱ νέκυες οἱ νέκυς τοὺς νέκυας τοὺς νέκυς «ἐκ δὲ νέκυς οἴκων φόρεον» (Od. ω 417), οἱ βότρυς, ἐρύεσθαι ῥῦσθαι «πάν‐ των ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε» (Il. Ο 147), δαινύατο δαι‐ νῦτο «τῇ δεκάτῃ δέ κε θάπτομεν δαινῦτό τε λαός» (Ω 665), λελῦτο | |
10 | δὲ γυῖα ἑκάστου» (Od. ς 237), χοᾶ, Ἐρετριᾶ Πειραιᾶ Στειριᾶ, εὐφυᾶ διφυᾶ, εὐκλεᾶ. τὸ μέντοι «ὑπερδέα δῆμον ἔχοντας» (Ρ 330), καὶ «δυσκλέα Ἄργος ἱκέσθαι» (Β 115), καὶ «νηλέα θυμόν» (Γ 229), οὐκ ἔστι κατὰ κρᾶσιν, ἀλλὰ κατὰ ἔνδειαν τοῦ ἑνὸς ε. * Πᾶν δίχρονον ἔχον διπλασιασμὸν ἀμεταβόλου ἐπιφερομένου συ‐ | |
15 | στέλλεσθαι θέλει, Πράξιλλα, Τελέσιλλα, ἄμμος, Κόριννα, ἄλ‐ λος, γάλλος, θαλλός, θάλλω, πάλλω, ἅλλομαι, ἀγάλλομαι, πυρρός. παραλόγως οὖν ἐκτέτατο τὸ μᾶλλον. τὸ δὲ ἄλλα, μὴ μεγαλύνεο δακτυλίω πέρι καὶ | |
20 | ἄλλαν, μήτι κατ’ ἀμμετέραν φρένα καὶ ἄβρα δηὖτε πάχῃ σπόλᾳ ἀλλόμαν κατὰ διάλεκτόν ἐστιν. * Τὸ α ἡ στέρησις συστέλλεσθαι θέλει, ἄκακος, ἄσεμνος, ἄφι‐ | |
25 | λος. τὸ γὰρ ἀθάνατος καὶ ἀκάματος ἐξέτειναν τὸ α διὰ τὰς ἐπαλ‐ λήλας τέσσαρας βραχείας, αἵ τινες ἄθετοί εἰσιν εἰς ἡρωϊκὸν μέτρον. Τὸ α πρὸ τοῦ β συστέλλεται, ῥάβδος, Λάβδακος, βλάβη, βλά‐ βος, Ἄβυδος, στραβός, Ἄβος, ἁβρός, Ἄβδηρος, Ἀβαρβαρέη, ἐπιγράβδην. οὐ μάχεται τὸ ἆ βάλε. δύο γὰρ μέρη λόγου εἰσί. τὸ | |
30 | δὲ ἁβάσομεν, ἄναβος κατὰ διάλεκτον ἐγένετο ἐκ τοῦ ἡβήσομεν καὶ ἄνηβος. Τὸ α πρὸ τοῦ μ συστέλλεται, ἅμιλλα, ἀμύμων, ἅμα, ἀμύσσω, | |
ἅμαξα, ἀμνός, ἀμάρα, ἄμυστις, ἄμεινον, ἀμίς, ἀμύνω, ἄμα‐ | 521 | |
3,1522 | θος. σημειούμεθα τὸ ἀμῶ ῥῆμα ἐκτεινόμενον «εἰς ὥρας ἀμῷεν» (ι 135), ᾧ ἀκόλουθα ῥηματικά «οἱ δ’ ὥστ’ ἀμητῆρες» (Λ 67), καὶ «ὀλίγος δ’ ἀμητὸς ἔην». «ἀμητὸς δ’ ὀλίγιστος» (Ι 223). τὸ δὲ ἁμέρα, ἆμος, ἆμαρ διαλέκτῳ κατὰ τροπὴν ἐγένετο. | |
5 | * Ἡ αρ συλλαβὴ ἄρχουσα ἀσυνάλειπτος οὖσα, ἐπιφερομένου συμ‐ φώνου μὴ τοῦ δ, συστέλλεσθαι θέλει, ἄρβηλος, ἄρκευθος, ἀρκῶ, ἄρκιον, ἄρτος, ἄρχων, ἀργής, Ἄργυννος. τὸ ἀργός ἐκτεινόμε‐ νον ἐκ τοῦ ἀεργός συναληλιμμένον· τὸ δὲ δ ἐφυλαξάμην, ἐπεὶ τὸ μὲν ἄρδις συστέλλεται, τὸ δὲ ἄρδω ἐκτείνεται «τὸν νοῦν ἵν’ ἄρδω καὶ | |
10 | λέγω τι δεξιόν» (Aristoph. Eqq. 96, 114). καὶ τὸ ἄρδην δὲ ἐκτείνουσιν. * Τὸ α ἐπιφερομένου τοῦ ς, ᾧ ὑποτέτακται ἄφωνον, συστέλλεσθαι θέλει, ἄσθμα, ἀσπίς, ἄστυ, Ἀσκληπιός, ἀσχάλλω, ἄσβολος, ἀσκός. οὕτως ἄρα ὀφείλει καὶ τὸ ἀσκήσας καὶ ἀσκηθείς. * Τὸ α ἔχον ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ξ ἢ ψ μὴ ἐν ῥηματικῇ | |
15 | κλίσει φιλεῖ συστέλλεσθαι, ἄξων, ἀξίνη, ἁψίς, ἅψεα, Ἄψυρτος, ἀψευδής. τὸ δὲ «ἆξον δὴ ἔγχος Διομήδεος» (Ζ 306), καὶ τὸ κρᾶ‐ ξον ἐκτεταμένον ἔχουσι τὸ α, διὸ ἔφην μὴ ἐν ῥηματικῇ κλίσει. * Τὸ α πρὸ τοῦ ζ ἐν ὀνόμασι συστέλλεται, γάζα, χάλαζα, ἀζη‐ χές, μαζός· σεσημειωμένου τοῦ μᾶζα καὶ Ἀμαζών καὶ ἀλαζών. | |
20 | Τὸ ι κατ’ ἀρχὴν πρὸ τοῦ τ συστέλλεται, ἴτυς, ἰταμός, Ἰτα‐ λός, Ἰταμών, ἰτέα. τὸ γὰρ «Ἴτωνά τε» (Β 696) καὶ «ἰτέαι» (κ 510), ποιητικά. τὸ δὲ Ἰτυμονεύς (Λ 671) ἐκτέταται, ὀφείλει δὲ συστέλ‐ λεσθαι, διὰ τὸ υ. καὶ τὸ ἴτριον· ἐκτέταται. * Τὸ ι ἐπιφερομένου ἑνὸς συμφώνου ἁπλοῦ, ὅπερ ἔχει ὑποτασσό‐ | |
25 | μενον ι ἢ υ, φιλεῖ ἐκτείνεσθαι ὑπεσταλμένων τῶν κατὰ κλίσιν, ἶβις, Ἴβυκος, ἰδίω, ἰθύς, Ἶρις, Ἴλιον, ἰνίον, ἶφι, Ἰτυμονεύς. τὸ δὲ ἴτυς συστέλλει τὸ ι. τὸ δὲ ἴθι κλίσις ῥηματική. * Τὸ ι κατ’ ἀρχὴν ἐπιφερομένων δύο συμφώνων μὴ κατὰ κλίσιν συστέλλεσθαι θέλει, ἴσχω, ἱστός, ἴκτινος, Ἴσμαρος, ἴφθιμος. | |
30 | ἐφυλαξάμην δὲ κατὰ κλίσιν διὰ τὸ ἵστανον καὶ ἵστην. σεσημείωται τὸ ἴκριον | |
* Τὸ ι κατ’ ἀρχὴν ἔχον τὴν δευτέραν συλλαβὴν ἀρχομένην ἀπὸ | 522 | |
3,1523 | τοῦ ν, μὴ κατὰ κλίσιν ῥηματικήν, ἐκτείνεσθαι θέλει, Ἰνώ, Ἴναχος, ἰνίον. ἀντιπίπτει τὸ ἵνα εἴτε ἐπίρρημα εἴη εἴτε σύνδεσμος. προσέ‐ θηκα δὲ μὴ ἐν κλίσει ῥηματικῇ διὰ τὸ ἴναι καὶ ἐξίναι ἀπαρέμφατα. * Αἱ διὰ τοῦ ι μόνου ἐπεκτάσεις ἐν οἱῳδήποτε μέρει λόγου ἐκτε‐ | |
5 | ταμένον ἔχουσι τὸ ι, ὡδί, ἐνθαδί, νυνί, δευρί. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἀντωνυμιῶν, ἐκεινοσί, οὑτοσί. Πᾶν ὄνομα μονοσύλλαβον μακροκατάληκτόν ἐστι φύσει ἢ θέσει οἷον, στύξ, νύξ, πᾶς, Γρᾶς, Πράς, κράς, λίς, κίς, ῥίς, ἴς, μῦς, σῦς, δρῦς, πῦρ, ψάρ, Κάρ. διὸ τὸ τίς σημειούμεθα συστελλόμενον τὸ ι. | |
10 | εἰ δέ τινες συστέλλουσι τοῦ Ἴς ἐπὶ ποταμοῦ τὸ ι εἰς ἀποφυγὴν τούτου «οὐ γὰρ ἐμὴ ἲς Ἔσθ’ οἵη πάρος ἔσκεν» (Λ 668), πταίουσι καὶ περὶ τὸν λόγον καὶ περὶ τὴν ἱστορίαν. τὸ δὲ «στάδα λίμνην» ἢ «κλάδα χρυσεόκαρ‐ πον» οὐχ ἕξει τινὰ εὐθεῖαν στάς ἢ κλάς. μεταπλασμοὶ γάρ εἰσι. τὸ δὲ «ἐξ ὀρέων ἐπὶ κὰρ» (Π 392) κατὰ πάθος. ἀπὸ γὰρ τοῦ κάρη κατὰ | |
15 | ἀποκοπὴν τοῦ η γέγονεν. Πᾶν ἀρσενικὸν ἢ θηλυκὸν εἰς ἀμετάβολον λῆγον μακροκαταληκτεῖ, Ἀλκμάν, παιάν, Τιτάν, δελφίν, ἀκτίν, ῥίν, Σαλαμίν, κάρ, ψάρ, μάρτυρ. καὶ τοῦ Φόρκυν, Πόλτυν τινὲς μὲν ἀξιοῦσι καὶ ἐν τῇ εὐθείᾳ ἐκτείνεσθαι τὸ υ, ἐμοὶ δὲ δοκεῖ, ὅτι ἐν μὲν τῇ εὐθείᾳ συ‐ | |
20 | στέλλεται τὸ υ, ἐν δὲ ταῖς πλαγίαις ἐκτείνεται. σεσημείωται τὸ μάκαρ, δάμαρ. * Τὰ εἰς αρ λήγοντα ὑπὲρ μίαν συλλαβὴν ἐπὶ παντὸς γένους συ‐ στέλλει τὸ α, μάκαρ, ὄαρ, θέναρ, φρέαρ, στέαρ. Ἀττικοὺς δέ φασιν ἐκτείνειν τὸ στέαρ καὶ φρέαρ. | |
25 | * Τὰ εἰς ων λήγοντα καθαρὰ συγκριτικά, ὁπότε παραλήγοιτο τῷ ι, ἐκτεταμένῳ αὐτῷ παραλήγονται, καλλίων, ἡδίων, βελτίων, γλυ‐ κίων, κακίων. Ἀριστοφάνης δὲ ἐν Ἀττικαῖς λέξεσιν Ἀττικοὺς ἱστορεῖ προφέρεσθαι ἐκτεταμένως. Τὰ εἰς σσων συγκριτικὰ οὐδέποτε ἐκτεταμένῳ διχρόνῳ παραλήγε‐ | |
30 | ται, βράσσων (Κ 226), πάσσων (ζ 229), μάσσων, γλύσσων, βάσ‐ | 523 |
3,1524 | σων, ἔνθεν παρ’ Ἐπιχάρμῳ βάσσον. τὸ ἐλάσσων, θάσσων «θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους» (Ν 819) σεσημείωται, ὅτι φύσει μακρᾷ παραλήγεται. * Τὰ εἰς ων δισύλλαβα τῷ ι παραληγόμενα μὴ ὄντα κύρια ἐκτείνει | |
5 | αὐτό, κίων, πρίων, πίων. τὸ δὲ Δίων, Ἴων κύριά εἰσιν. * Τὰ εἰς αξ λήγοντα καὶ ἐκτείνει τὸ α καὶ συστέλλει· ὅσα μὲν οὖν δισύλλαβα ὄντα ἔχει πρὸ τέλους μὴ φύσει μακράν, ἀλλ’ ἢ βραχεῖαν ἢ θέσει μακράν, ἀδιάφορον ἔχει τὸν χρόνον τοῦ α, κόραξ, κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, ὄμφαξ, φόρταξ. εἰ μέντοι ἡ πρὸ | |
10 | τέλους φύσει μακρὰ εἴη, ἡ δὲ τελευταία συστέλλοιτο, γένος θηλυκὸν ὁρᾶται, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ. διὸ καὶ τὸ μεῖραξ ἐπὶ θηλυκῷ τιθέμενον εὖ ἂν ἔχοι. οὐκ ἀγνοῶ δὲ ὡς ἔσθ’ ὅτε οἱ κωμικοὶ καὶ ἀρσενικῷ γένει τὴν σύνταξιν ποιοῦνται ἀλλ’ εἰκὸς αὐτοὺς θηλυκῇ προση‐ γορίᾳ σκώπτειν τοὺς πασχητιῶντας. ὅσα μέντοι ἔχει τὴν πρὸ τέλους | |
15 | φύσει μακρὰν ἀρσενικὰ ὄντα καὶ τὸ α θέλει ἔχειν ἐκτεταμένον, ὡς ἔχει τὸ Φαίαξ, θώραξ, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ· σημειούμεθα τὸ Γῦναξ καὶ Γῦλαξ, ἔχοντα φύσει μακρὰν τὴν παραλήγουσαν καὶ συστέλλοντα τὸ α. εἰσὶ δὲ ταῦτα κύρια ὀνόματα, καὶ τὸ σαῦσαξ, φασὶ δὲ εἶναι τοῦτο ὄσπρεον, καὶ τὸ καύαξ διφορούμενον. τοῦτο γάρ ποτε | |
20 | μὲν συστέλλει τὸ α, ποτὲ δὲ ἐκτείνει αὐτό. ἔστι δὲ ὄρνεον. Τὰ μέντοι ὑπὲρ δύο συλλαβὰς ἐκτείνει τὸ α μὴ ὄντα σύνθετα, ἱέραξ, Ἐπιδαύ‐ ραξ, ὀρθίαξ, θυμέλαξ. τὰ δὲ σύνθετα βαρύτονα καὶ τὸν τῶν ἁπλῶν χρόνον φυλάττει, Ἀχαρνοφαίαξ, Ἱππῶναξ, Ἀρχεάναξ, ἐριβῶ‐ λαξ, πολυπῖδαξ. τὰ δὲ ὀξύτονα σύνθετα συστέλλει τὸ α, διασφάξ, | |
25 | βλεφαροσπάξ. τὰ μέντοι μονοσύλλαβα θηλυκὰ μὲν ὄντα, θέλει συ‐ στέλλειν τὸ α, σπάξ, οὕτως ὁ κύων παρὰ Πέρσαις, [κλάξ], πλάξ, γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτέταται. τὰ δὲ ἐκτείνοντα τὸ α ἀρσενικά ἐστι, βλάξ, κράξ, πτάξ· τὸ δὲ Πράξ ἱστορεῖται μὲν ἐκτείνεσθαι· ἐγένετο δὲ Ἀχιλλέως ἀπόγονος, ἔνθεν οἱ Πρᾶκες· συστέλλεται δέ ἐσθ’ | |
30 | ὅτε τὸ α. * Τὰ μέντοι εἰς ιξ μονοσύλλαβα συστέλλει τὸ ι ἔχοντα δύο σύμ‐ φωνα πρὸ τοῦ ι, στίξ, φρίξ, θρίξ. τὸ μέντοι ἴξ καὶ Φίξ ἐκτείνεται. τὰ μέντοι εἰς ιξ λήγοντα ὑπὲρ μίαν συλλαβὴν πάντα συστέλλει τὸ ι. ἐπὶ μέντοι γενικῇ πῇ μὲν φυλάττει τὸ ι συνεσταλμένον, πῇ δὲ ἐκτείνει. | |
35 | καί φασι τήρησίν τινα εἶναι τοιαύτην, ὡς τὰ ἔχοντα πρὸ τέλους μα‐ κρὸν ἔχει ἐν τῇ γενικῇ ἐκτεινόμενον τὸ ι, φοῖνιξ, βέμβιξ, Τέμμιξ, πέμφιξ, τέττιξ, σκάνδιξ, πέρδιξ, χοῖνιξ. Πτολεμαῖος δὲ ὁ Ἀσκα‐ λωνίτης φησὶν ὡς τῆς πέρδικος καὶ χοίνικος γενικῆς ἡ μέση συστέλλε‐ | |
ται, πεισθεὶς Ἀριστοφάνει τῷ γραμματικῷ καὶ τοῖς οὕτω χρησαμένοις | 524 | |
3,1525 | ποιηταῖς διὰ μέτρον· ἀλλὰ ταῦτα διὰ μέτρον ἐγένετο. ἔστι γὰρ αὐτὰ εὑρεῖν ἐκτεταμένα πολλάκις· τὸ μέντοι Θρήϊκος συστέλλει τὸ ι, ἔχον διαλλαγήν. λέγεται γὰρ καὶ κατὰ συναλοιφὴν Θρῃκός. τὸ δὲ ἧλιξ συν‐ εξῆλθε τοῖς ἔχουσι τὸ λ πρὸ τοῦ ι, χόλικος, ἕλικος, χάλικος, κύ‐ | |
5 | λικος. τὸ σύμμιγος σύνθετόν ἐστι. * Τὰ εἰς υξ μονοσύλλαβα συστέλλει τὸ υ, τρύξ, Φρύξ, πτύξ, Στύξ. χρόνος ὁ αὐτὸς καὶ ἐπὶ γενικῆς. τὰ εἰς υξ δισύλλαβα καὶ αὐτὰ συστέλλει τὸ υ, φυλάττει μέντοι τὸ υ συνεσταλμένον, ὁπότε τὸ χ ἢ τὸ γ ἐπὶ γενικῆς ἔχει, στόνυχος, ὄνυχος, ὄρτυγος, ἤλυγος, δίζυ‐ | |
10 | γος, φάρυγος, τὸ δὲ κόκκυγος συστέλλουσι καὶ ἐκτείνουσιν. εἰ μέντοι διὰ τοῦ κ ἡ κλίσις ὑπάρχοι, πῇ μὲν φυλάττει τὸ υ συνεσταλμένον, πῇ δὲ ἐκτείνει. Ἔρυκος γὰρ συνεσταλμένως καὶ ἄμβυκος, Βέβρυκος, κάλυκος, Γάνυκος, ἴβυκος, ἐκτεταμένως δὲ βόμβυκος, αἴθυκος, κήρυκος. τὸ «κήρυκι Ἠπυτίδῃ» (Ρ 324) διὰ μέτρον φασὶν ἔχειν συ‐ | |
15 | στολήν. τὰ μέντοι εἰς υξ ὑπὲρ δύο συλλαβὰς ἤτοι σύνθετα ἢ καὶ ἁπλᾶ πρόδηλον ἔχει τὸν χρόνον. * Τὰ εἰς αψ ὑπὲρ μίαν συλλαβήν φαμεν συστέλλειν τὸ α, λαῖλαψ. ἐν δὲ μονοσυλλάβοις τὸ δράψ ἐκτείνεται κείμενον παρὰ Ἀριστοφάνει· καὶ τὸ λάψ παρὰ Ταραντίνοις. ἡ δὲ γράψ καὶ φάψ θηλυκῷ γένει | |
20 | κατακλειόμενα συστέλλεται. * Τὰ εἰς ιψ μονοσύλλαβα ἐκτείνεται, ὁμοίως καὶ ἐπὶ γενικῆς. διὸ ἡ λιβός γενικὴ σημειώδης. τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν συστέλλεται. θέλουσι δὲ πεδότριψ ἐκτείνειν, πλανώμενοι ἐκ τοῦ παρ’ Ἀρχιλόχῳ «ἄνδρας ἀμφιτρίβας». | |
25 | * Τὰ εἰς ας περισπώμενα ἀναγκαίως ἔχει τὸ α μακρόν, ἀλλᾶς, Ἡρᾶς, Βορρᾶς, πελεκᾶς. Τὰ εἰς ας ἀρσενικὰ βαρύτονα εἴτε ὀνόματα εἴτε μετοχαὶ ἐκτείνον‐ ται, Αἴας, Θόας, Δρύας, Αἰνείας, λέξας, γράψας, ποιήσας. σεσημείωται τὸ μέγας ἐπίθετον καὶ τὸ «λᾶας ἀναιδής» (λ 598). τὸ | |
30 | «δουρὶ δὲ ξυστῷ μέμηνεν Αἶας» (Alcmanis) καὶ ὅσα τοιαῦτα κατὰ διά‐ λεκτον, «δῆσας ἀλυκτοπέδῃσι» (Theogn. 521). Τὰ εἰς ας ὀξύτονα, εἰ μὲν εἴη ὀνόματα, συστέλλονται, εἰ δὲ μετ‐ οχαί, ἐκτείνονται, Ἀρκάς, φυγάς, ἐθάς, πολυδειράς, κιχράς, ἱστάς, πιμπράς, βιβάς. σεσημείωται τὸ ἱμάς καὶ ἀνδριάς καὶ ὅσα | |
35 | παρὰ τὸ κέκραμαι, ἰσοκράς, ἁλικράς. Τὰ εἰς ις εἴτε καθαρὸν εἴτε μὴ βαρύτονα εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ | |
συστέλλει τὸ ι, ὄϊς, πάϊς, ἔρις, Θέτις, μῆνις, Πάρις, ἔχις, | 525 | |
3,1526 | ὄφις, κόνις, δῆρις, μάντις, ὄρχις, λάτρις, ὄρνις, Ἀριστοκλῆς δὲ ἐν τῷ περὶ διαλέκτων φησὶν Ἀττικοὺς ἐκτείνειν. εἰ δὲ σύνθετα ὑπάρχοι ἐξ ἁπλῶν ἐκτεινόντων τὸ ι, ἐκτείνονται, κνημίς εὐκνήμις, ψηφίς μελαμψήφις καὶ ὅσα τοιαῦτα. οὕτως καὶ ἐν τῷ «ἐϋκλήις | |
5 | ἀραρυῖα» (Ω 318) Ἀρίσταρχος ἀναγινώσκει ἐϋκλήϊς ὡς ἐϋκνήμις σύνθετον ποιῶν τὴν λέξιν, οὕτως καὶ Ἀσκαλωνίτης. εἰσὶ δὲ οἳ διεῖλον «ἐῢ κληῖς’ ἀραρυῖα», οἷς συγκατατίθεται καὶ Τρύφων, οὐκ εὖ. ἄμεινον γὰρ ἐπιθετικῶς ἀκούειν καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δέ φημι, τοιοῦτόν ἐστι, ὡς ὅτι ἐκθλίβεται μὲν τὸ ι | |
10 | τῆς δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς «κέρκιδ’ ὕφαινε» (Od. ε 62), «χέρς’ ἐρετάων» (Od. ν 115), «καὶ νήεσς’ ἡγήσατ’ Ἀχαιῶν» (Il. Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ις ἐκτεταμένον θηλυκῶν εἰ δ’ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατὰ τὴν ἀνάγνωσιν, δῆλον ὅτι συνθέτως ἀναγνωσόμεθα, ὅπως μὴ πληθυντικοῦ δῶμεν τὴν | |
15 | χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν σημειώδη. εἰ δὴ σύνθετόν ἐστι τὸ εὐκλήις, καὶ παροξύνειν δεῖ αὐτό, μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ συνθέσει· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν. Τὰ ὀξύτονα θηλυκὰ εἰς ις λήγοντα μὴ καθαρεύοντα μεμελέτηκε καὶ ἐκτείνεσθαι καὶ συστέλλεσθαι. τοῖς μὲν οὖν συστέλλουσι τὸ ι ἀδιάφορος | |
20 | ἡ πρὸ τέλους εἴτε μακρὰ εἴη εἴτε βραχεῖα, βολίς, ῥανίς, αἰγίς, μηλίς, Δωρίς· τοῖς δὲ ἐκτείνουσι τὸ ι, καὶ μάλιστα ἐπὶ δισυλλάβων, ἡ πρὸ τέλους μακρὰ ὑπῆρχεν ἤτοι φύσει ἢ θέσει, κρηνίς, ψηφίς, κηκίς, κηλίς, νησίς, σφραγίς, βαλβίς, φαρκίς, ἁρπίς, ἁψίς. δικαίως οὖν οἱ Ἀττικοὶ τὸ ῥιπίς καὶ καρίς, ἃ ἡ κοινὴ συνήθεια ἐκ‐ | |
25 | τείνει, συστέλλουσι. δισύλλαβα δὲ παρεθέμην, ἐπεὶ ὁρᾶται τρισύλλαβα βραχείᾳ παραληγόμενα καὶ κατὰ τὴν συνήθη χρῆσιν καὶ κατὰ τὴν τῶν Ἰώνων ἐκτείνοντα τὸ ι· κατὰ δὲ τοὺς Ἀττικοὺς συστέλλονται. πλο‐ καμίς, κεραμίς, καλαμίς, βλεφαρίς, ῥαφανίς. τὸ δὲ ἀγαθίς ἀεὶ συστελλομένως· οὕτω δὲ καὶ ἡ τρυφαλίς συστέλλεται. καὶ ἐπίστα‐ | |
30 | σιν ἔχει τὸ κληΐς ἐκτεινόμενον καὶ καθαρεῦον. τὰ δὲ λοιπὰ πάντα συ‐ | |
στέλλονται, Λαΐς, Ναΐς, Θησηΐς, δμωΐς, ἡρωΐς, Μινωΐς. | 526 | |
3,1527 | * Τὰ εἰς υς θηλυκὰ ὀξύτονα διὰ τοῦ δ κλινόμενα συστέλλονται, κροκύς κροκύδος, χλαμύς χλαμύδος, πηλαμύς πηλαμύδος. τὰ δὲ εἰς υς θηλυκὰ ὀξύτονα διὰ καθαροῦ τοῦ ος κλινόμενα ἐκτεταμένον ἔχουσι τὸ υ, πληθύς, ἐδητύς, ὀϊζύς, ἐρινύς, ἰξύς ἡ ῥάχις, ἰσχύς, ἰλύς, | |
5 | τὸ δὲ νηδύς ποιητικῇ ἀδείᾳ συστέλλεται. φιλεῖ δὲ τὸ υ ἐπ’ εὐθείας ἐκτεινόμενον συστέλλειν τὰς ἄλλας πτώσεις οὐ μόνον ἐν τῷ πῦρ πυ‐ ρός, ἀλλὰ καὶ ἐν τῷ ἰχθύος, δρυός, ἰσχύος, ἰλύος. ἐν δὲ τῷ «ἰλύος» (Φ 318) τὸ υ ἐκτέταται διὰ τὸ μέτρον. * Τὰ εἰς υς βαρύτονα εἴτε θηλυκὰ εἴτε ἀρσενικὰ συστέλλονται, | |
10 | γένυς, πίτυς, χέλυς, γῆρυς, ἀτράφαξυς, Πόλτυς, βότρυς, Ἕρπυς, Ἅλυς, ἥμισυς, πέλεκυς, Ῥαδάμανθυς. * Τὰ εἰς υς ὀξύτονα ἐπιθετικὰ συστέλλεται, πολύς, ἠΰς, ἡδύς, βραδύς. * Τὰ εἰς υς σύνθετα πάντα συνεσταλμένον ἔχει τὸ υ καὶ προπαρ‐ | |
15 | οξύνεται, σύνοφρυς, λεύκοφρυς, κάλλιχθυς, δίβραχυς. * Τὰ εἰς ος ὀξύτονα ἀρσενικὰ δισύλλαβα καθαρὰ διχρόνῳ παραλη‐ γόμενα ἐκτείνει αὐτὸ οἷον ναός, λαός, κριός, ἰός πλὴν τοῦ βιός. * Τὰ εἰς ος καθαρὸν ἀρσενικὰ δισύλλαβα εἰ παραλήγοι τῷ α, ἐκ‐ τείνει αὐτὸ ναός, λαός. δάος οὐδέτερον. σεσημείωται τὸ σάος. | |
20 | * Τὰ εἰς λος λήγοντα δισύλλαβα ὀξύτονα, ὁπότε ἔχει πρὸ τέλους δίχρονον, τοῦτο ἔχει συνεσταλμένον ἢ ἐκτεινόμενον δι’ ἑαυτοῦ ἢ διὰ συμφώνου μεγεθυνόμενον. καὶ τὰ μὲν διὰ συμφώνων μεγεθυνόμενα τὰ τοιαῦτά ἐστι, κυλλός, μαλλός, θαλλός, τὰ δὲ δι’ ἑαυτῶν τὰ τοι‐ αῦτα, ψιλός, χυλός, δαλός, βαλός, οὕτως ὁ βαθμός καὶ ἐν τῇ τρα‐ | |
25 | γῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ. ἐχρῆν οὖν καὶ τὸ καλός ἢ βοηθεῖσθαι συμφώνῳ ἢ αὐτόθεν ἐκτείνεσθαι. ὑγιὴς οὖν ἡ ἔκτασις παρὰ τῷ ποιητῇ. * Τὰ διὰ τοῦ ιμος παραγωγὰ ὑπὲρ δύο συλλαβὰς συνεσταλμένον ἔχει τὸ ι, κύδιμος, ὠφέλιμος, ὤκιμος. τὸ μέντοι ἄτιμος ἐκ‐ τεῖνον τὸ ι σύνθετόν ἐστιν. οὕτως δὲ ἀξιοῦται καὶ τὸ βούλιμος ἐκ‐ | |
30 | τείνεσθαι κατὰ τὴν δευτέραν συλλαβὴν συνθέτου ὑπάρχοντος τοῦ ὀνό‐ ματος· ἀντὶ γὰρ τοῦ ὁ μέγας λιμός. καὶ τὸ ἴφθιμος δὲ ἐκτείνει τὸ πρὸ τέλους ι. Τὰ εἰς μος καθαρὸν δισύλλαβα ἔχοντα τὸ υ ἐκτείνουσιν αὐτὸ καὶ ὀξύνονται, χυμός, θυμός, δρυμός, ῥυμός. εἰ δὲ ὑπὲρ δύο συλλα‐ | |
35 | βὰς ὑπάρχει, καὶ προπαροξύνεσθαι θέλουσι καὶ συστέλλουσι τὸ υ, εἰ μὴ | 527 |
3,1528 | ἐκ συνθέσεως ὑπάρχει, οἷον ἔρυμος, ἔλυμος, δίδυμος, ἔτυμος ὁ ἀληθής. τὸ δὲ πρόθυμος καὶ τὸ μεγάθυμος καὶ τὰ τοιαῦτα ἐκ συν‐ θέσεως ἔσχον τὸ υ. * Τὰ εἰς νος λήγοντα δισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώνου εἰ ἔχοι | |
5 | πρὸ τέλους ἕν τι τῶν διχρόνων συνεσταλμένον αὐτὸ ἔχει, καπνός, θαλπνός, ἁγνός, ἀμνός, γυμνός, πρυμνός, συχνός, πυκνός, στυγνός. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπὲρ δύο συλλαβάς, ἀλαπαδνός, ἀκιδνός, ὀλοφυδνός. τὸ μέντοι στρυφνός οἱ Ἀττικοὶ ἐκτείνουσι τὸ υ. οὕτω γὰρ ἀνέγνωμεν παρ’ Ἀριστοφάνει ἐν Σφηξί (877) | |
10 | παῦσόν τ’ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνόν. * Τὰ εἰς νος λήγοντα δισύλλαβα ὀξύτονα καθαρεύοντος τοῦ ν, εἰ ἔχοιεν ἐν τῇ πρὸ τέλους τὸ α, ἐκτεταμένον αὐτὸ ἔχουσι, δανός ὁ ξηρός, τρανός, μανός. τοῦτο δὲ παρὰ τοῖς Ἀττικοῖς συστέλλεται. * Τὰ εἰς νος λήγοντα ὀνόματα τρισύλλαβα ὀξυνόμενα καὶ ἔχοντα | |
15 | τὸ α συνεσταλμένον πρὸ τέλους μὴ καθαρεῦον οὐδέποτε τὴν ἄρχουσαν ἔχει φύσει μακράν, οἷον ἱκανός, καίτοιγε τὸ ῥῆμα ἐξέτεινε τὸ ι, πείθω πιθανός, εἴδω ἰδανός «σὰς ἰδανὰς χάριτας» ὁ Καλλίμαχος, τρώγω τραγανός, ἥδω ἑδανός, ἄγω ἀγανός, στέγω στεγανός, σφεδα‐ νός, ὀρφανός, πεδανός, ῥοδανός. σημειῶδες ἄρα τὸ οὐρανός, | |
20 | ὅτι ἤρξατο ἀπὸ φύσει μακρᾶς. Ἀλκαῖος δὲ καὶ εἰς ω ἀποφαίνεται τὸ ὄνομα, ὠρανός λέγων κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς τὸ ω καὶ ἄνευ τοῦ υ ὀρανός, ὥστε τὸ ἐπιζητούμενον παρ’ αὐτῷ λελύσθαι. καὶ Σαπφώ· «ψαύην δ’ οὐ δοκίμωμ’ ὀράνω δυσαπάχεα». προσέθηκα μὴ καθαρεῦον, ἵνα μὴ ἐπιζητῶμεν περὶ τοῦ «εἱανοῦ ἁπτομένη» (Π 9) καὶ | |
25 | «ἑανοῦ κασσιτέροιο» (Σ 613). Τὰ διὰ τοῦ ινος ὑπὲρ δύο συλλαβὰς ὀξύτονα κατὰ καιροῦ ἢ χρόνου παραλαμβανόμενα συστέλλει τὸ ι, ἐαρινός, θερινός, νυκτερινός, χειμερινός, ἑωθινός, πρωϊνός, ἡμερινός, ὀπωρινός. παρὰ μέντοι τῷ ποιητῇ κατ’ ἔκτασιν ἀναγινώσκομεν τοῦτο ἐπιζητοῦντος τοῦ | |
30 | μέτρου «ὡς δ’ ὅτ’ ὀπωρινὸς βορέης» (Φ 346) καὶ πάλιν «ἀστέρ’ ὀπω‐ ρινῷ ἐναλίγκιος» (Ε 5). * Τὰ διὰ τοῦ ινος ἀπὸ ἐπιρρήματος ὀξύτονα τὸ ι βραχὺ ἔχουσι, ταχινός, ἀληθινός, πυκινός, ἀδινός. * Τὰ διὰ τοῦ ινος σημαίνοντα μετουσίαν προπαροξύτονα τὸ ι βραχὺ | |
35 | ἔχουσι, κρίθινος, δάφνινος, πύρινος, ξύλινος, λίθινος. τὰ δὲ | |
μὴ οὕτως ἔχοντα ἐκτείνουσι τὸ ι, κάμινος, κύμινος, κυκλάμινος. | 528 | |
3,1529 | * Τὰ διὰ τοῦ ινος πρὸ μιᾶς τὸν τόνον ἔχοντα ἐκτείνουσι τὸ ι, ἐχῖνος, κορακῖνος, φοξῖνος πλὴν τοῦ καρκίνος. * Τὰ διὰ τοῦ ινος ὀνόματα ὀξύτονα μὴ ὄντα παρώνυμα διὰ βρα‐ χέος τοῦ ι ἐκφέρεται οἷον ἀδινός, πεδινός, ταχινός, πυκινός, | |
5 | ἀληθινός. σεσημείωται τὸ χαλινός καὶ λαρινός. τὸ μὲν χαλινός, ὅτι ἐστὶ καὶ οὐδέτερον. λέγεται γὰρ τὰ χαλινά καὶ ὡς διαλλάξαν κατὰ τὰ ἄλλα, διήλλαξε καὶ κατὰ τὸν χρόνον. τὸ δὲ λαρινός ἐκτοῦ ῥινός βύρ‐ σης καὶ μετὰ τοῦ λα ἐπιτατικοῦ σύνθετον. Τὰ διὰ τοῦ υνος δισύλλαβα ἐκτείνει τὸ υ, φρυνός, γρυνός, | |
10 | θυνός, Κῦνος. σεσημείωται τὸ πλυνός κατὰ χρόνον, καίτοιγε τὸ πλύνω ἐκτεινόμενον τὸ υ. Τὰ διὰ τοῦ υνος ὑπὲρ δύο συλλαβάς, εἰ μὲν παραλήγει τὸ ς, συστέλλει τὸ υ, δεσπόσυνος, πίσυνος, θάρσυνος. τὸ δὲ μόσυ‐ νος ἐκτεταμένον ἀπὸ γενικῆς ἐστι γενόμενον, αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ | |
15 | υνος ὑπὲρ δύο συλλαβὰς ὑπάρχουσαι Φόρκυνος, Πόλτυνος τῶν εὐθειῶν συστελλομένων ἐξέτειναν τὸ υ. εἰ δὲ μὴ παραλήγει τὸ ς, ἐκ‐ τείνει τὸ υ, κίνδυνος, εὔθυνος, Πάχυνος, Λάμυνος, διὸ καὶ τὸ βόθυνος ἀναλόγως ἐκτείνουσιν Ἀττικοί. κἂν ὀξύνηται δὲ τοιαῦτά ἐστι, Μαρυανδυνός, Βιθυνός. τὸ ἀνδρόγυνος, ἄγυνος καὶ τὰ | |
20 | ὅμοια τοῦ γυνή ἐτήρησαν τὸ υ. Τὰ εἰς ρος καθαρὸν δισύλλαβα τῷ α παραληγόμενα ὀξυνόμενα μὲν ἔχει ἐκτεινόμενον τὸ α ψαρός, ναρός, ἔνθεν θηλυκὸν παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ σατυρικῷ «ναράς τε πατρὸς κυμάτων ἐπιρροὰς—ἐπώμοσα». Λαρός «λαρὸς ἄμης», ἔνθεν τὸ οὐδέτερον «λαρὸν τετυκοίμεθα δόρ‐ | |
25 | πον» (μ 283). βαρυνόμενα δέ, εἰ καὶ ἀρσενικὰ ὑπάρχοι ἢ θηλυκά, συστέλλειν θέλει τὸ α, λάρος «λάρῳ ὄρνιθι ἐοικώς» (ε 51), γάρος. Αἰσχύλος Πρωτεῖ σατυρικῷ «καὶ τὸν ἰχθύων γάρον», σκάρος, φάρος. λέγω δὲ τὸ ἀρσενικὸν ἢ καὶ τὸ θηλυκόν, Κλάρος, Νίκανδρος (Ther. 958) «μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρος νιφόεσσα πολίχνη», Πάρος | |
30 | νῆσος, σπάρος, Σάρος ὁ ποταμός. τὸ τοίνυν βᾶρος καὶ ᾿Ρᾶρος παρ’ Ἀττικοῖς σημειώδη. τὸ δὲ κλᾶρος κατὰ Δωρίδα διάλεκτον ἐκ τοῦ κλῆρος. τά τε ὑπὲρ δύο συλλαβὰς βαρυνόμενα πάμπολλα ὄντα συνεσταλμένον ἔχουσι τὸ α, μὴ ὄντα Δώρια μήτε σύνθετα, μάρμαρος, | |
βάρβαρος, τάλαρος, κύλλαρος· ἐπίστασιν οὖν ἔχει τὸ ἄγγαρος | 529 | |
3,1530 | καὶ Αἴσαρος. τὸ δὲ φλύαρος ὀφείλει συστέλλεσθαι. τούτου δέ τινες ἐκτείνουσι τὸ α, καὶ μάλιστα παρ’ Ἀττικοῖς. * Τὰ διὰ τοῦ αρος ὀξύτονα συστέλλει τὸ α, μαδαρός, χαλαρός, ῥυπαρός, καὶ ὅσα ἄλλα ἐστὶ τοιαῦτα. χρὴ οὖν καὶ τὸ ἀνιαρός συστέλ‐ | |
5 | λειν τὸ α. δηλονότι τὸ νομιζόμενον Ἴωσιν ἀνιηρός πρότερόν ἐστι καὶ λοιπὸν τὸ ἀνιαρός ὡς ἐδέξατο τροπὴν Ἰωνικὴν (?) ἔμεινεν ἐκτεινόμενον. * Τὰ εἰς ρος λήγοντα ὀξύτονα, ὅτε ἔχει τὴν τρίτην ἀπὸ τέλους ἤτοι θέσει μακρὰν ἢ φύσει, πάντως ἔχει τὴν πρὸ τέλους μηκυνομένην. εἰ δὲ ἡ πρὸ τέλους εἴη βραχεῖα, καὶ ἡ τρίτη ἀπὸ τέλους, βλαβερός, | |
10 | φανερός, ῥυπαρός, ὀχυρός, καπυρός, ἱερός. τὸ γὰρ ἐκτεῖνον τὸ ι ποιητικόν ἐστι· κρατερός, τὸ γὰρ καρτερός ὑπέρθεσιν ἔχει. τὰ μέντοι ἔχοντα τὴν πρὸ τέλους τρίτην μακράν, ὡς ἔφην, ἔχει καὶ τὴν πρὸ τέλους μακράν, ποιηρός, ἀτηρός, ἀλγηρός, πνιγηρός, ἀν‐ θηρός, τολμηρός, ἰσχυρός. ὅθεν ἐπεὶ τὸ ἁλμυρός ἔχει τὴν τρί‐ | |
15 | την ἀπὸ τέλους μακρὰν ὑγιῶς ἕξει καὶ τὴν πρὸ τέλους μακράν. ἀνα‐ λογώτεροι οὖν οἱ Ἀττικοὶ ἐκτείνοντες αὐτό. παρὰ μέντοι τῷ ποιητῇ ἀνέγνωμεν «ἁλμυρὸν ὕδωρ» (δ 511). ἀντιπίπτει τὸ πενθερός μακρὰν ἔχον τὴν τρίτην ἀπὸ τέλους, βραχεῖαν τὴν πρὸ τέλους. ἀλλ’ οὖν γε εἴρηται πενθηρός τὸ ἐπίθετον διὰ τοῦ η ὥσπερ ἐπὶ ἱματίου μέλανος | |
20 | «Α. φέρ’ αὔτ’ ἀνύσας. Β. ἀλλ’ ἐστὶ πενθηρὸν πάνυ». οὕτως γὰρ ἔφη Ἀνα‐ ξίλας. οὐκ ἀναστρέφει ὁ κανών. οὐ γὰρ πάντως τὰ ἔχοντα πρὸ τέλους μακρὰν ἔχουσι καὶ τὴν τρίτην μακράν. ἰδοὺ γὰρ πονηρός, τυχηρός. * Τὰ εἰς σος λήγοντα ὑπὲρ δύο συλλαβὰς προπαροξυνόμενα καὶ ἔχοντα πρὸ τέλους α συνεσταλμένον αὐτὸ ἔχουσι· ταύτῃ μοι δοκεῖ καὶ | |
25 | τὸ Ἴασος τὸ α συστέλλειν τῷ χαρακτῆρι πεισθέν. ἐπὶ δὲ τῶν ὀξυτό‐ νων τῶν ἐχόντων τὸ α ὁρᾶται καὶ ἡ συστολὴ καὶ ἡ ἔκτασις, (?) ὡς ἐν τῷ Τάμασος καὶ Ἐγγύασος, ἀλλὰ καὶ κέρασος καὶ Ἔρασος (?). Πᾶν θηλυκὸν εἰς α λῆγον ὀξυνόμενον ἢ περισπώμενον ἐκτείνει αὐτό, φοβερά, Ἀθηνᾶ, πυρκαϊά, μνᾶ. διὸ καὶ τὸ ἀγυιά καὶ | |
30 | ὀργυιά ὁτὲ μὲν ἐκτείνεται ὀξυνόμενον παρ’ Ἴωσι, ὁτὲ δὲ βαρύνεται καὶ συστέλλεται. Τὰ εἰς α λήγοντα θηλυκὰ παρεσχηματισμένα ἀρσενικῷ ὁμόχρονον | |
ἔχει τῷ τέλει τῆς γενικῆς τοῦ ἀρσενικοῦ τὸ α, ὀξέος ὀξεῖα, τάλανος | 530 | |
3,1531 | τάλαινα, χαρίεντος χαρίεσσα. Ῥόδιος δὲ Ῥοδίου Ῥοδία καὶ Σά‐ μιος Σαμίου Σαμία. διὸ Ἀττικοὶ ἱερέως λέγοντες ἱερεία ἐκτεταμένως λέγουσιν, ἀλλ’ οὐκέτι πανδόκεια, βασίλεια. σεσημείωται τὸ ἴα ἀπὸ τοῦ ἴος ἴου «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς» (Δ 437), | |
5 | ὅπερ λέγεται καὶ μία, καὶ «δῖα γυναικῶν» (Β 714) καὶ τὸ πέπειρα. * Πᾶν εἰς α λῆγον θηλυκὸν προπαροξυνόμενον ἢ προπερισπώμε‐ νον συνεσταλμένον ἔχει τὸ α Ἀντιόχεια, ταχεῖα, ὀξεῖα. Τὰ διὰ τοῦ αια παρώνυμα παραγόμενα ἐκ θηλυκῶν εἰς α ἢ εἰς η ἐκτεταμένον ἔχει τὸ α, σελήνη σεληναία, ἅμαξα ἁμαξαία, οὐρά οὐ‐ | |
10 | ραία, ἀρχαία, ἀναγκαία. ὅθεν ἐχρῆν καὶ τὸ γαῖα ἐκτείνεσθαι, χωρὶς εἰ μὴ ἡ ποσότης τῶν συλλαβῶν ποιεῖ συνεσταλμένον τὸ α. τοιαῦτα γὰρ τὰ δισύλλαβα, γραῖα, μαῖα. * Τὰ εἰς α λήγοντα καθαρὸν συνεσταλμένον, ὁπότε ἐστὶ ὑπὲρ δύο συλλαβάς, τὴν πρὸ τέλους ἔχει φύσει μακράν, Μήδεια, Θάλεια, | |
15 | Πηνελόπεια, εὔνοια, εὔχροια, ὑπεσταλμένων τῶν πρὸ τέλους ἐχόντων τὴν τρι συλλαβήν, οἷον ποιήτρια, μεσήτρια, ὁδηγήτρια, ὀρχήστρια, αὐλήτρια, μαθήτρια. παράλογος οὖν ὁ πρὸ τέλους χρό‐ νος τοῦ πότνια, ὄμπνια, Πολύμνια, Ἰάμνια, Λάμια. ὅσα γὰρ ἔχει πρὸ τοῦ τέλους τὸ ι ὑπὲρ δύο συλλαβὰς ὄντα μὴ διὰ τοῦ τρια οὐκ ἐν | |
20 | συστολῇ ἔχει τὸ α, ἀλλ’ ἐκτάσει, κακία, φιλία, κοπία, ἐσχατιά. τοῦ οὖν πότνια καὶ ὄμπνια καὶ τῶν τοιούτων ἢ ἡ πρὸ τέλους ἠλάτ‐ τωται ἢ ἡ ἐπὶ τέλους. Τὰ ἀπὸ τῶν εἰς ης ὀξυτόνων διὰ τοῦ εια προπαροξύτονα συστέλ‐ λει τὸ α, παροξύτονα δὲ ἐκτείνει, εὐσέβεια καὶ εὐσεβία, ἀμέλεια | |
25 | καὶ ἀμελία, συνήθεια καὶ συνηθία. τὸ μέντοι ἀμαθία μόνον παρ‐ οξύνεται καὶ διὰ βραχέος ι γράφεται. * Τὰ διὰ τοῦ νια θηλυκὰ τῷ ι παραληγόμενα συστέλλουσιν αὐτὸ | |
ἔχοντα μακρὸν τὸ α οἷον γωνία, πενία, ξενία. σεσημείωται τὸ | 531 | |
3,1532 | ἀνία, ἐπειδὴ ἀπὸ τοῦ ἰῶ γίνεται, ὅπερ ἔχει μακρὸν τὸ ι. τὸ δὲ κο‐ νία διφορεῖται. * Πᾶν εἰς α λῆγον θηλυκὸν ὄνομα ἔχον πρὸ τοῦ α ἕν τι τῶν δι‐ πλῶν ἢ τὸ ς ἢ τὸ ν, μὴ κατὰ πάθος ἢ διάλεκτον, ἔχει τὸ α συνε‐ | |
5 | σταλμένον, χάλαζα, ἅμαξα, ἀμφίσβαινα, Λάκαινα, χαρίεσσα, μοῦσα. τὸ δὲ Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ καὶ ὅσα τοιαῦτα, ἐστὶ κατὰ πάθος, τὸ δὲ Ἑλένα καὶ ὅσα τοιαῦτα, ἐστὶ κατὰ διάλεκτον. * Τὰ εἰς α λήγοντα, ὁπότε ἔχει πρὸ τοῦ α διπλοῦν, δίχρονον δὲ πρὸ τοῦ διπλοῦ, πάντως συνεσταλμένον αὐτὸ ἔχει, ὡς τὸ ῥίζα, | |
10 | σχίζα, σπίζα, δίψα, Δούριζα λίμνη, Βόρυζα πόλις Περσική, Ἀρά‐ βυζα τῆς Καυκωνίδος πόλις, ὄρυζα, φύζα, ἄζα, γάζα, χάλαζα. σημειῶδες ἄρα ἡ μᾶζα ἐκτείνουσα τὸ πρὸ τέλους α. * Τὰ εἰς σα λήγοντα θηλυκὰ εἴτε ἐπ’ ὀνομάτων εἴτε καὶ ἐπὶ μετ‐ οχῶν, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς δίχρονον καταλήγουσαν, | |
15 | πάντως ἐκτεταμένον αὐτὸ ἔχει, πᾶσα, πτᾶσα, φῦσα, δῦσα, Τῖσα, Κρῖσα, κνῖσα· οὐκ ἀγνοῶ δὲ ὅτι Πίσαν εἶπεν κατὰ συστολὴν Πίνδαρος (Ol. I 28). εἰ μέντοι εἰς σύμφωνον λήγει ἡ πρὸ τέλους συλλαβή, τὸ δίχρονον συστέλλεται, θάλασσα, ἄνασσα, πίσσα, νύσσα, λύσσα. Τὰ διὰ τοῦ υρα θηλυκὰ ἀμοιβὴν ποιοῦνται τοῦ χρόνου· ἢ γὰρ | |
20 | ἐκτείνουσι τὸ υ καὶ συστέλλουσι τὸ α καὶ προπαροξύνονται, ἄγκυρα, Κέρκυρα, ὄλυρα, γόργυρα. ἢ ἐκτείνοντα τὸ α συστέλλει τὸ υ καὶ παροξύνεται, Ἐφύρα, πορφύρα, Ζεφύρα. σεσημείωται τὸ κολ‐ λύρα τὰς δύο ἐκτεῖνον. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν δισυλλάβων. πυρά ἐκτείνει τὸ α, συστέλλει δὲ τὸ υ, τό τε λύρα καὶ θύρα βαρυνόμενα, | |
25 | τὸ δὲ σφῦρα ἐκτεῖνον τὸ υ καὶ συστέλλον τὸ α. * Τὰ εἰς ρα λήγοντα δισύλλαβα μὴ ἐπὶ τέλους ἔχοντα τὸν τόνον, εἰ μὲν διφθόγγῳ παραλήγεται, συστέλλει τὸ α, πεῖρα, στεῖρα, σπεῖρα, σφαῖρα, πρῷρα, εἰ δὲ ἑνὶ φωνήεντι μακρῷ, ἐκτείνει αὐτὸ χώρα, ψώρα, χήρα, πήρα, ὤρα, ὥρα. | |
30 | Τὰ εἰς ρα μετ’ ἐπιπλοκῆς συμφώνου ἐκτείνει τὸ α, Ἠλέκτρα, ποτίστρα, καλύπτρα, ἐνέδρα, κολυμβήθρα. σεσημείωται τὸ Τάναγρα καὶ σκολόπενδρα. * Τὰ εἰς κη λήγοντα θηλυκὰ δισύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλους τὸ ι, ἤτοι συνεσταλμένον ἔχει αὐτὸ ἢ ἐκτεταμένον. | |
35 | καὶ τότε μὲν συνεσταλμένον ὁπότε σύμφωνον ὁρᾶται πρὸ τοῦ κ κατα‐ λῆγον, τότε δὲ ἐκτεταμένον ὁπότε οὐχ οὕτως ἔχει. οἷον Κίρκη, | |
Δίρκη, Τρίκκη. συνέσταλται δὲ τούτων τὸ ι, ἐπεὶ σύμφωνον ἦν | 532 | |
3,1533 | πρὸ τοῦ κ. τοῦ δὲ ἑτέρου νίκη, φρίκη. ἡ τοίνυν δίκη σημειῶδες· λείπει γὰρ ἢ χρόνῳ ἢ συμφώνῳ. Τὰ διὰ τοῦ ινη ὑπὲρ τρεῖς συλλαβὰς ἐκτείνει τὸ ι, Αἰητίνη, θρι‐ δακίνη, ἡρωΐνη, ἰατρίνη, Ὠκεανίνη. τὸ εἰλαπίνη, Μολυ‐ | |
5 | βδίνη ὄνομα πόλεως συνέσταλται. ὑπὲρ τρεῖς συλλαβὰς ἔφην διὰ τὸ σατίνη, ἔστι δὲ εἶδος ἅρματος, καὶ τὸ Ἀσίνη, ἔστι δὲ ὄνομα πό‐ λεως, καὶ μυρσίνη, οὐκ ἐκείνου ἀποφαινομένου ὡς τὸ τρισύλλαβον συστέλλει τὸ ι. πολλάκις γάρ ἐστι τὰ ἐκτείνοντα τὸ ι, ὡς ἔχει τὸ δωτίνη, ὑσμίνη, πυτίνη. | |
10 | Τὰ εἰς υνη θηλυκὰ δισύλλαβα ἐκτείνει τὸ υ, μύνη, Φρύνη, Βύνη πλὴν τοῦ τυνή. τὰ δὲ ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ υ διὰ τοῦ συνη ὄντα, κερδοσύνη, βριθοσύνη, ὑποθημοσύνη, καλλοσύνη. εἰ δὲ μὴ ἔχοι τὸ ς πρὸ τοῦ υ, ἀδιάφορον ἔχει τὸν χρόνον. Δελ‐ φύνη γὰρ καὶ χελύνη ἐκτεταμένως, κορύνη δὲ καὶ Ταμύνη συνε‐ | |
15 | σταλμένως ὡς τορύνη. ἐκτείνουσι δὲ Ἀττικοὶ τὸ τορύνη. * Τὰ εἰς τη λήγοντα δισύλλαβα μονογενῆ καθαρά, εἰ ἔχοι πρὸ τέλους τὸ α, συνεσταλμένον αὐτὸ ἔχει, πλάτη, μάτη, ἔνθεν καὶ γε‐ νικὴ παρὰ Σοφοκλεῖ «οὔτι τοι μέτρον μάτας», Βατή δῆμος Ἀττικοῖς. ἀδιάφορα γὰρ τὰ τοῦ τόνου. σημειῶδες ἄρα τὸ ἄτη ἐκτεῖνον τὸ α. | |
20 | λέγεται δὲ καὶ τρισυλλάβως ἐν συστολῇ τοῦ α, ὡς παρὰ τῷ Κυρηναίῳ «εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην». * Πᾶν εἰς α λῆγον οὐδέτερον ἑνικὸν συνεσταλμένον ἔχει τὸ α, βῆμα, αἷμα, ποίημα, νόημα. τὸ τοίνυν κάρα ἐκτεινόμενον ἐξ ἀποκοπῆς ἐστι τοῦ κάρανον. | |
25 | * Τὰ εἰς μα δισύλλαβα τῷ υ παραληγόμενα συστέλλειν αὐτὸ θέλει, πλύμα, χύμα, ῥύμα, φύμα, θύμα, λύμα. διὸ σημειούμεθα τὸ κῦμα μόνως ἐκτεινόμενον. ἱστοροῦσι μέντοι Ἀττικοὺς τὸ λῦμα ἐκτεί‐ νειν καὶ τὸ φῦμα. * Πᾶν εἰς αν λῆγον οὐδέτερον τὸν χρόνον ἔχει τοῦ α τοῦ κατὰ | |
30 | τὴν γενικὴν τοῦ ἀρσενικοῦ, τάλανος τάλαν, μέλανος μέλαν, στάντος στάν, βάντος βάν. ποιητικῶς γὰρ ἐκτέτατο «ἵνα μὴ τὸ γῆρας ἐπανα‐ βὰν αὐτὸν λάθῃ». ἐπεὶ οὖν παντός φαμεν κατὰ συστολὴν καὶ πάν ὀφείλομεν λέγειν κατὰ συστολήν, ὥσπερ Αἰολεῖς καὶ Δωριεῖς ἀποφαί‐ νονται. ἡ μέντοι παρ’ ἡμῖν ἔκτασις τοῦ α καὶ παρὰ τοῖς Ἀττικοῖς καὶ | |
35 | παρὰ τοῖς Ἴωσιν ἀφορμὴν ἔχει τὸν τόνον. διὰ γὰρ τὸ δέξασθαι τὴν | 533 |
3,1534 | περισπωμένην τοῦ πᾶς ἀρσενικοῦ ἐκτείνει τὸ α. ὅταν μέντοι τὸ πᾶν δισυλλάβως λέγηται, τότε ἕξει τὸ α συνεσταλμένον, σύμπαν, ἅπαν. εὕρηται παρ’ Ἀθηναίοις ἐκτεῖνον τὸ α. Τὰ διὰ τοῦ αριον ὑποκοριστικὰ παρὰ τοῖς παλαιοῖς Ἕλλησι συστέλ‐ | |
5 | λει τὸ α, ἱππάριον, πλοιάριον, φυτάριον. ἡ μέντοι νῦν συνή‐ θεια ἀπὸ τῆς τῶν Ῥωμαίων διαλέκτου πολλὰ ἐπίσταται διὰ τοῦ αριον ἐκτεταμένα, σουδάριον λέγουσα καὶ κελλάριον. * Τὰ διὰ τοῦ υλον οὐδέτερα δισύλλαβα καθαρὰ μονογενῆ ἐκτείνει τὸ υ οἷον σκῦλον, φῦλον, κῦλον. σεσημείωται τὸ ξύλον. | |
10 | * Τὰ εἰς ας λήγοντα οὐδέτερα καὶ βαρύνεται καὶ συστέλλονται, κρέας, τέρας, δέπας, κέρας. Τὰ εἰς ος οὐδέτερα δισύλλαβα ἔχοντα πρὸ τοῦ τέλους τὸ α, συνε‐ σταλμένον αὐτὸ ἔχει, δάος, φάος, χάος, ἄχος, σάκος, βάρος, πάθος, κράτος, θράσος. πλὴν τοῦ φᾶρος «φᾶρος μέν οἱ πρῶτον | |
15 | ἐϋπλυνὲς ἠδὲ χιτῶνα» (π 173)· οἱ μέντοι τραγικοὶ ἐπίσης ἐκτείνουσι τοῦ προκειμένου ὀνόματος τὸ α καὶ συστέλλουσι. καὶ τοῦ πρᾶγος· τοῦτο δὲ παρὰ τὸ πρήσσω καὶ πράσσω γενόμενον συνεκτεινόμενον ἔσχε τῷ ῥήματι τὸ α. τὸ δὲ μᾶκος ἐστὶ κατὰ διάλεκτον ἐκ τοῦ μῆκος. * Πᾶσα αἰτιατικὴ ἀπαθὴς εἰς α λήγουσα συστέλλεσθαι θέλει, Ἀλκμᾶ‐ | |
20 | να, ποιμένα, Ἕκτορα, θώρακα, Αἴαντα, Ἀχιλλέα, βασιλέα. Ἀττικοὶ μέντοι ἐκτείνουσι τὰς ἀπὸ τῶν εἰς ευς, Ἀτρέα λέγοντες καὶ ἱερέα. πρόσκειται ἀπαθὴς διὰ τὸ χοᾶ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ. * Τὰ εἰς ιν λήγοντα ἐν τῇ αἰτιατικῇ πάντα βραχέα ἐστίν, οἷον | |
25 | Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν. οὕτω γοῦν καὶ μῆνιν, διὸ τὴν κνημῖδα καὶ σφραγῖδα οἱ Αἰολεῖς κνᾶμιν καὶ σφρᾶγιν λέγοντες μετὰ ὀλιγότητος συλλαβῶν συστέλλουσιν. Αἱ εἰς αι λήγουσαι εὐθεῖαι πληθυντικαὶ ἐκτείνουσαι τυγχάνουσι τὸ α τῶν αἰτιατικῶν, Σκύθαι Σκύθας, καλαί καλάς, οἱ δὲ Δωριεῖς συ‐ | |
30 | στέλλουσι Σκύθας, ναῦτας. * Τὰ εἰς ω λήγοντα καθαρὰ βαρύτονα ῥήματα, ὑπὲρ δύο συλλα‐ βὰς ὑπάρχοντα, εἰ παραλήγοιτο τῷ ι, μόνῳ ἐκτεταμένῳ αὐτῷ παρα‐ λήγεται, χωρὶς εἰ μὴ σύνθετα εἴη ἢ κατ’ ἔλλειψιν τοῦ ζ, κυλίω, ἀλίω, μηνίω, δηρίω, κονίω, ἰδίω. τὸ δὲ ἐσθίω συστέλλει τὸ ι. | |
35 | ἐφυλαξάμην δὲ σύνθετα διὰ τὸ ἀτίω τήν τε ἔλλειψιν τοῦ ζ διὰ τὸ μαστίω. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ δὲ κηκίω ἐκ διπλασιασμοῦ | |
«πολλὴ δ’ ἀνεκήκιεν ἅλμη». | 534 | |
3,1535 | * Τὰ εἰς πτω λήγοντα ῥήματα, εἰ ἔχοι τὸ ι πρὸ τοῦ τέλους, συνεσταλμένον αὐτὸ ἔχει, λίπτω, ἴπτω, χρίπτω· διὸ σημειούμεθα τὸ πίπτω καὶ ῥίπτω. * Τὰ διὰ δύο σς παραγωγὰ ῥήματα ὑπὲρ δύο συλλαβὰς βαρύτονα | |
5 | ὅτε ἔχει δίχρονον πρὸ τέλους συστελλόμενον αὐτὸ ἔχει, ἀράσσω, πα‐ τάσσω, χαράσσω, ἀλλάσσω, ἀφύσσω. δῆλον οὖν ὅτι καὶ τὸ θα‐ άσσω ὀφείλει τὸ α συστελλόμενον ἔχειν. τὸ δὲ ἐλασσῶ περισπᾶται παρὰ τὸ ἔλασσον γενόμενον. διὸ βαρύτονα πρόσκειται. * Τὰ διὰ τοῦ αζω δισύλλαβα συστέλλει τὸ α, ὑπεσταλμένων τῶν | |
10 | Αἰολικῶν, διὰ τὸ πτάζω καὶ πλάζω, ὅθεν ἐπιπλάζω ἀντὶ τοῦ ἐπι‐ πλήσσω. ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· στάζω, φράζω, βάζω, σφάζω. παραλόγως ἄρα τὸ κράζω ἐκτέταται. καὶ τὰ ὑπὲρ δύο συλλαβὰς ἔχει συνεσταλμένον τὸ α, χωρὶς εἰ μὴ ἔχοι πρὸς τῷ α τὸ ι, διὰ τὸ ματᾴζω, σφαδᾴζω. ἔστωσαν δὲ παραδείγματα τοῦ κα‐ | |
15 | νόνος ταῦτα· σκιάζω, ἐνθουσιάζω, ἀγοράζω. τινὲς δὲ ἐκτείνουσι τὸ «ὅδ’ ἀγοράζει κλεῖδ’ ἔχων». τουτέστιν ἐν ἀγορᾷ διατρίβει, πρὸς διαστολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖσθαι. * Πᾶν ῥῆμα εἰς ζω λῆγον ἔχον πρὸ τέλους τὸ ι συνεσταλμένον αὐτὸ ἔχει, οἰκίζω, κιθαρίζω, πολεμίζω, ἐλπίζω, σκελίζω. τὸ | |
20 | μέντοι δανείζω διὰ τῆς ει διφθόγγου γράφεται, οὐ μέντοι διὰ ἐκτε‐ ταμένου τοῦ ι. Τὰ διὰ τοῦ ανω ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ α, λιμπάνω, ἁνδάνω, λαμβάνω, μανθάνω, λανθάνω, τὸ μέντοι ἱκάνω καὶ κιχάνω ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίστου ἐκτείνει τὸν | |
25 | δεύτερον. Τὰ διὰ τοῦ υνω ῥήματα ὑπερδισύλλαβα βαρύτονα ἐκτείνει τὸ υ, ὀτρύνω, μολύνω. Τὰ εἰς σι λήγοντα ῥήματα μακρᾷ παραλήγει, ἱστᾶσι, κιχρᾶσι, ἑστήκασι, βεβασιλεύκασι, τετύφασι, γεγράφασι, νενοήκασι. | |
30 | ποιηταὶ δὲ ἐνίοτε συστέλλουσι, ὡς παρὰ Ξενοφάνει «ἐξ ἀρχῆς καθ’ Ὅμηρον ἐπεὶ μεμαθήκασι πάντες» καὶ πάλιν «ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι», καὶ παρ’ Ἀντιμάχῳ «οἱ δὲ πάροιθε πόνοιο νενεύκασιν ἄλλος ἐπ’ ἄλλῳ» καὶ παρὰ Ὁμήρῳ (λ 304) «τιμὴν δὲ λελόγχασι». τοιοῦτον δὲ καὶ τὸ «ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύ‐ | |
35 | κασι» (η 114) καὶ ἕτερα πλεῖστα. * Τὰ διὰ τοῦ σκε παρηγμένα Ἰακῶς βραχεῖαν ἔχει τὴν παραλή‐ γουσαν «ὧδε δέ τις εἴπεσκε» (Β 271) καὶ «τὴν αὐτὸς φορέεσκε» | |
(Il. Ο 646). οὕτως καὶ ἔασκε. | 535 | |
3,1536 | * Πᾶς δεύτερος ἀόριστος ἐπὶ τῶν εἰς μι μακροκατάληκτός ἐστιν, ἔγνων, ἑάλων, ἐξέτρων, ἔτλην, ἔστην, ἔδην, ἔφην. ἔφυν ἄρα καὶ ἔδυν. * Τὰ εἰς θαι λήγοντα ἀπαρέμφατα μὴ κατὰ Αἰολίδα διάλεκτον τρί‐ | |
5 | την ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν φιλεῖ πρὸ τέλους βραχύνεσθαι, λέ‐ γεσθαι, τίθεσθαι, ἵστασθαι, πίμπρασθαι. τὰ γὰρ τοιαῦτα δίζη‐ σθαι, φίλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. οὕτως οὖν καὶ ταῦτα ἀναγνωστέον τῆς παραληγούσης βραχυνομένης, δεδάασθαι, μηχανά‐ ασθαι, αἰτιάασθαι, ἑδριάασθαι, μνάασθαι. τὸ δὲ δηριαάσθων | |
10 | (Φ 467) τὸ δεύτερον α ἐκτατέον. τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται. * Αἱ εἰς ς λήγουσαι μετοχαὶ ἀρσενικαὶ ἤτοι βραχυκατάληκτοί εἰσιν, ὡς αἱ εἰς ος λήγουσαι, τυπτόμενος, λεγόμενος ἢ μακροκατάληκτοι ὡς αἱ μὴ οὕτως ἔχουσαι, πεποιθώς, διδούς, βιούς· εἰ δὲ εἰς δίχρο‐ νον λήγουσιν, ἐκτεταμένον αὐτὸ ἔχουσιν, ἱστάς, βιβάς, ζευγνύς, | |
15 | δύς, φύς. * Τὰ εἰς ζε λήγοντα ἐπιρρήματα, ὁπότε ἔχει πρὸ τέλους τὸ α, συνεσταλμένον αὐτὸ ἔχει, Ἀθήναζε, θύραζε, Θήβαζε, ἔραζε. τὸ μέντοι χαμᾶζε ἐκτείνει τὸ α καὶ προπερισπᾶται. * Τὰ εἰς τι λήγοντα ἐπιρρήματα, εἰ γένοιτο ἀπὸ τῶν εἰς ζω ληγόν‐ | |
20 | των ῥημάτων ἢ ἀπὸ τῶν εἰς ως ἐπιρρημάτων, συστέλλειν θέλει τὸ ι, Ἰαστί, Λυδιστί, Φρυγιστί, Δωριστί, μεγαλωστί, δημιωστί, ἱε‐ ρωστί, νεωστί. τὸ μέντοι ἀπνευστί καὶ ἀνωιστί παρὰ τὸ ἄπνευστος καὶ ἀνώϊστος. τὰ δὲ ἀπὸ τῶν πτωτικῶν οὕτω μηκύνεται, ὡς ἔχει τὸ ἀκονιτί, ἀναιμωτί, ἀκλαυτί, πανθοινί, ἀκριτί, ἀμογητί. τὸ ι δὲ | |
25 | ἔσθ’ ὅτε καὶ συνεσταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ «Νέστωρ δ’ ὁ γέρων ἀμογητί» καὶ τὰ ἑξῆς (Λ 636). οὕτω δὲ καὶ ἀμισθί «ἀμισθὶ γάρ σε πάμπαν». * Τὰ εἰς αν λήγοντα ἐπιρρήματα ἐκτείνουσι τὸ α, ἄγαν, λίαν, πέραν, εὔἁν, ὑπεσταλμένου τοῦ πάμπαν. τὸ γὰρ ὅταν δύο μέρη | |
30 | λόγου ἐστί, ὅτε καὶ ἄν. τὸ δὲ τάλαν ὀνοματικόν ἐστι. * Τὰ εἰς υς ἐπιρρήματα εἰ λέγοιτο ἄνευ τοῦ ς ἰσόχρονα λέγεται, μεσσηγύς μεσσηγύ. τὸ μέντοι ἄντικρυς μεταβαλὸν τὸν τόνον μετέ‐ βαλε καὶ τὸν χρόνον. Περὶ πνευμάτων. | |
35 | Πᾶν ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον δασύνεται, ὅ, οὗ, ᾧ. τὸ | |
δὲ ὦ ψιλοῦται, οὐ γὰρ ἄρθρον, ἀλλ’ ἐπίρρημα κλητικόν. | 536 | |
3,1537 | Πᾶσα ἀντωνυμία ἀποβαλλομένη τὸ ς δασύνεται, σός ὅς, σοῦ οὗ, σέθεν ἕθεν. Πᾶσα πρόθεσις ἀπὸ φωνήεντος ἀρχομένη ψιλοῦται, πλὴν τῆς ὑπό καὶ ὑπέρ οἷον ἀντί, ἐπί, ἀμφί, ἀπό, ἐν, ἐξ. | |
5 | * Τὰ πλεονάζοντα φωνήεντα ἐν λέξεσι ταῖς ἀπὸ φωνήεντος δα‐ συνομένου ἀρχομέναις μεταληπτικὰ γίνονται τοῦ δασέος πνεύματος οἷον ἥνδανεν ἑήνδανεν, ἕερσα, ἕεδνα, ἑώρων. Τὸ υ πλεονάζον ψιλοῖ τὰ πρὸ αὐτοῦ φωνήεντα, ὅρος οὖρος, ἕκη‐ λος εὔκηλος, ὁδός οὐδός, ἕαδε εὔαδε, ὅλος οὖλος. | |
10 | * Τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα ἀρχόμενα ἀπὸ φύσει μακρᾶς ψιλοῦται, αἶσχος, ἦθος, εὖρος, εἶδος. οὕτως οὖν καὶ ἦδος ἀπὸ τοῦ ἡδονή μετασχηματιζόμενον. Πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦται, ἔχω, ἄχος, ἠχώ. τὸ γὰρ ᾗχι δασύνεται, ὅτι κατ’ ἐπέκτασίν ἐστι τῆς χι. τὸ δὲ υ καθαρὸν ἐν | |
15 | ἀρχῇ λέξεως παρὰ πᾶσιν Ἕλλησι πρὸ τοῦ χ εἶναι ἀπείρηται. καὶ τὸ αἴτιον ἐχυρόν. πᾶν γὰρ φωνῆεν πρὸ τοῦ χ ψιλοῦται καὶ τὸ υ ἐν ἀρχῇ λέξεως δασύνεται, δύο οὖν κανόνων ἀλλήλοις ἀνθισταμένων ἐξέφυγεν τὸ υ πρὸ τοῦ χ καθαρὸν εὑρίσκεσθαι. Τὸ ε καὶ ο πρὸ δασέος ψιλοῦται, ὄφις, ἔθνος, Ἔφεσος. | |
20 | Πᾶν φωνῆεν, πλὴν τοῦ υ, ἐπαγομένων δύο δασέων, ἢ δασέος σὺν | |
ἀμεταβόλῳ ψιλοῦται, ἴφθιμος, ἄφνω, ἰχθῦς. σεσημείωται τὸ ἑφθός. | 537 | |
3,1538 | Πᾶν φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, ὀφρῦς, ἀφρός, ὄφρα, ἀθρῶ «ἡ δ’ οὔτ’ ἀθρῆσαι δύνατο» (Od. τ 478). τὸ ἁθρόος, ὅτε ἐπιτατικὸν ἔχει τὸ α, δασύνεται παρ’ Ἀττικοῖς. Πᾶν φωνῆεν εἰς ρ λῆγον ἐπιφερομένου δασέος ψιλοῦται, ἄρχω, | |
5 | ἔρχομαι, ὄρχος, ὀρφανός, ὔρχα τὸ ταριχηρὸν ἀγγεῖον. Ἀττικοὶ δὲ δασύνουσι τὸ εἱρκτή εἱρχθῆναι. * Τὰ φωνήεντα καταλήγοντα εἰς τὸ ρ ἐπιφερομένου τοῦ ς ψιλοῦ‐ σθαι φιλεῖ, ἄρσαντες, Ἀρσινόη «ἐς δὲ σταθμοὺς ἄρσε» (Od. φ 45), ὄρσας «ὄρσεο κυλλοπόδιον» (Il. Φ 331). ταύτῃ ἀναλογώτερον τὸ | |
10 | ἕερσα τρισυλλάβως. * Τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰς ρ ἐπιφερομένου τοῦ μ δασύνεται, ὅρμος, ἅρμα, Ἑρμῆς, ὁρμαθός. ἔνθεν ἡ πλείων χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα ἀνεδέξατο. καὶ τὸ ἕρματα (Α 486) εἰ καὶ ἐκ τοῦ ἐρείσματα, | |
15 | οὐ ψιλοῦται, ὥς τινες. * Τὰ α καὶ τὸ ε καταλήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνε‐ σθαι ἤθελεν, ὡς ἔχει τὸ ἅρπη, ἁρπάζω, ἁρπαλέος, ἑρπετόν, ἑρπύζω, Ἅρπυια καὶ τὸ ὄρπηξ τούτοις ἐξομοιοῦντές τινες ἠθέλη‐ σαν δασύνειν, οἷς οὐκ ἐπείσθη ἡ παράδοσις, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ | |
20 | γὰρ τὸ ὄρω πλεονασμῷ τοῦ π γεγένηται τὸ ὄνομα. * Τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται, ἔρος, ἄρω. Πᾶν φωνῆεν πρὸ τοῦ γ ψιλοῦται, πλὴν τοῦ η καὶ υ, ἀγορά, ἄγαν, ὠγύγιος, ἐγγύς. τὸ μέντοι ἁγνός καὶ ἅγιος τοῦ ἅζω ῥή‐ | |
25 | ματος τὴν δασεῖαν ἐφύλαξαν. | |
* Πᾶν φωνῆεν καταλῆγον ἢ εἰς ν ἢ εἰς γ, τῆς ἑξῆς συλλαβῆς ἀρ‐ | 538 | |
3,1539 | χομένης ἀπὸ συμφώνου, ψιλοῦται, ἀντίος, ἐννέα, ἔγχος, τοῦ ἁν‐ δάνω ὑπεξαιρουμένου. * Τὰ φωνήεντα ψιλοῦσθαι θέλει ἐπιφερομένου τοῦ ς ἔχοντος ἓν τῶν δασέων, ὀσφῦς, ὀσφραίνεσθαι, ἀσφόδελος, ἀσφάραγος, | |
5 | ἀσχάλλω, ὀσχεός, ἴσχω, ἰσχύς, ἀσθενής, ἐσθλός, ἄσθμα, ἔσθω, ἔσθος, ἐσθής. Τὸ α ι ο ἐπαγομένου τοῦ ψ ψιλοῦται, ἄψορρον, ἴψας, ὀψέ. τὰ δὲ παρὰ τὸ ἅψω δασύνεται, ἅψεα, ἁψίς. Τὸ α ι η ο πρὸ φωνήεντος ὄντα κατὰ διάστασιν ψιλοῦται, ἀάπτους, | |
10 | ἀήσυλα, ἀΐσσω, ἰάπτω, ἰατρός, ἠΐθεος, Ἠετίων, ἠέλιος, ὀΐω, ὀϊστός. σεσημείωται τὸ ἵημι καὶ ὅσα γέγονε παρ’ αὐτό, ἱερεύς, ἱέ‐ ραξ, ἱόμωρος. καὶ τὸ ἱάλλω Ἀττικοὶ δασύνουσι. Τὸ στερητικὸν α ψιλοῦται, ἄφιλος, ἄοικος, ἀλίαστος πλὴν τοῦ ἅλυσις καὶ Ἅιδης. | |
15 | * Τὸ α πρὸ τοῦ γ ψιλοῦται, οἷον ἀγανός. * Τὸ α πρὸ τοῦ δ ὂν καὶ μὴ ἔχον στερητικὴν ἔννοιαν ἢ κρᾶσίν τινα δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως, ἀδαής, ἀδρανής, ἀδευκής, ἀδολέσχης, κατὰ κρᾶσιν Ἅιδης. μὴ οὕτως δὲ ἔχον «ἅδε Ἕκτορι μῦθος ἀπήμων» (Il. Μ 80), ἅδος δέ μιν ἵκετο θυμὸν (Il. Λ 88), ἅδην, ἁδι‐ | |
20 | νός, ἁδρός, ἁδήν ἡ νόσος. διὸ καὶ τὸ Ἅδωνις κρεῖττόν ἐστι δασύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ. μάχεται τὸ ἀδράφα‐ | |
ξυς δεκτικὸν ἔχον τὸ α καὶ δασυνόμενον καὶ τὸ Ἁδρίας ψιλούμενον. | 539 | |
3,1540 | Τὸ α πρὸ τοῦ ζ ψιλοῦται, τὸ ἄζω ἐπὶ τοῦ ξηραίνω ψιλοῦται, ἐπὶ δὲ τοῦ σέβομαι δασύνεται, ἅζω. Τὸ α πρὸ τοῦ κ ψιλοῦται, ἀκοή, ἄκμων, ἀκόνη. Τὸ α πρὸ τοῦ λ ἑνὸς ἢ δισσοῦ ψιλοῦται οἷον ἄλλος, ἀλλότριος, | |
5 | ἀλύω «δινεύεσκ’ ἀλύων» (Ω 12), «ἄλεται» (Λ 192), ἀλήμεναι. ἠλό‐ γητο τὸ ἅλλομαι δασυνόμενον καὶ τάχα μὲν τὸ ἆλτο ἀπέλαβε τὸ προ‐ οφειλόμενον πνεῦμα· τάχα δ’ ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α καταλῆγον εἰς λ ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυγίας ψιλοῦται «Ἄλ‐ τεω ὃς Λελέγεσσι» (Il. Φ 86), «ληΐου ἀλδήσκοντος» (Il. Ψ 599), | |
10 | »ἄλθετο χείρ» (Il. Ε 417)· ἔνθεν τινὲς καὶ τὸ «ὃς τοῦτον τὸν ἄναλ‐ τον» (Od. ς 114) ψιλῶς προφέρονται. δασύνεται τὸ ἅλς καὶ τὰ παρ’ αὐτό, ἅλιος παρὰ τὴν ἁλός γενικὴν ποιητικῶς μετενεχθέν. σημαντι‐ κὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ, τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμός λέγεται. Ἁλίζωνες. | |
15 | Ἁλαί, ὡς καὶ ἐν δράματι Μενάνδρου ἀπὸ τοῦ Ἀραφηνίσιν Ἁλαῖς δια‐ κεῖσθαι τὰ πράγματα, ὅ ἐστι τόπος Ἀττικῆς. τὸ Ἀλήϊον (Ζ 201) οἱ μὲν ἐψίλωσαν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ ἅλας ἐκεῖ πήγνυσθαι· βέλτιον δὲ τὸ πρότερον. τὸ ἀλωή, εἰ μὲν σημαίνει τὴν ἅλωνα, δασύνεται, εἰ δὲ τὴν ἀμπελόφυτον γῆν, ψιλοῦται. | |
20 | Ὁμοίως καὶ τὸ ι πρὸ τοῦ λ ἑνὸς ἢ δισσοῦ ψιλοῦται, ἴλλειν καὶ τὸ ω, ὦλλος καὶ τὸ ε. σεσημείωται τὸ Ἕλλην, Ἑλλάς. * Τὸ α πρὸ τοῦ μ ἢ ἑνὸς ἢ δισσοῦ ψιλοῦται, ἀμνός, ἄμαχος πλὴν τοῦ ἅμα καὶ τῶν ἐξ αὐτοῦ, ἁμαρτῇ, ἁματροχιά. τὸ δὲ ἄμαξα εἰς ἰδιότητα ἐψίλωσαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ συναλοιφὴ οὕτως εὑρέθη «τιλ‐ | |
25 | λέσθην ἐπ’ ἄμαξαν» (Ω 711) καὶ «οἱ δ’ ὑπ’ ἀμάξῃσιν» (Ω 782) ὥσπερ | |
καὶ τὸ ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα. Ἀττικοὶ μέντοι | 540 | |
3,1541 | οἱ νεώτεροι τὴν ἅμαξαν δασύνουσιν, ἴσως διὰ τὸν σχηματισμὸν καὶ διὰ τὸ φιληδεῖν τῇ δασείᾳ· ἔνθεν παρ’ αὐτοῖς καὶ ἡ συναλοιφὴ διὰ δασέος «καθημαξευμένα». τὸ ἄμυδις ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμε‐ νον, ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο. Νικίας μὲν καὶ Πάμφιλος | |
5 | δασύνουσιν, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο. ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦσιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ Ἀρίσταρχον, καθότι, φασί, φιλεῖ πως τὰ ἀπὸ δασέων πολλάκις μετασχηματιζόμενα ψιλοῦ‐ σθαι, ἡμέρα ἦμαρ, ἡδονή ἦδος. πρόδηλον δὲ κἀκ τῆς συναλοιφῆς «πάντ’ ἄμυδις κεφαλῆς» (Il. Μ 385). ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι | |
10 | ἐκεῖνο, ὡς ὅτι τὸ ἄλλυδις καὶ ἄμυδις καὶ ἐξαιρέτως τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο, ᾗ διὰ τοῦ υ ἐξηνέχθησαν. ἐχρῆν οὖν ἁμάδις τι εἶναι ὡς χαμάδις. τροπὴ δὲ ἐγένετο τοῦ α εἰς τὸ υ, ὡς τὸ σάρκες σύρκες. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνος Αἰολικὸς καὶ τὸ πνεῦμα. —τὸ ἁμαρτάνω δεί‐ | |
15 | κνυται καὶ ἐκ τῆς συναλοιφῆς δασυνόμενον, ἐφαμαρτάνω γάρ. τὸ δὲ ἀμόν (Ζ 414) Δημήτριός φησι ἀντὶ τοῦ ἐμόν. διὸ καὶ ἄντικρυς ψιλοῖ. πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι ἀντὶ τοῦ ἡμέτερον ἁμόν. οὕ‐ τως Ἀπολλώνιος. Τὸ α ἐπιφερομένου τοῦ ν ψιλοῦται, ἄνεμος, ἀντίος, ἄνυσις | |
20 | πλὴν τοῦ ἁνδάνω. τὸ ἁνύω Ἀττικοὶ δασύνουσι. Τὸ α ἐπαγομένου τοῦ ρ μετὰ φωνήεντος ψιλοῦται, ἄραβος, ἀρετή, ἀριθμός. τὸ δὲ «χεῖρα ἁραιήν» (Ε 425) δασύνεται. ἀπὸ γὰρ τοῦ ῥαίω ῥήματος, ὃ δηλοῖ φθείρω, γέγονε ῥαιός καὶ ἐν πλεο‐ νασμῷ τοῦ α ἁραιός μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α, καθὼς | |
25 | καὶ ἐπὶ τοῦ ῥέζω ἕρδω. Τὸ α ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσιν, ἐπαγομένου τοῦ ς ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται, Ἀσία, ἄστυ, ἀστράγαλος, ἀσάμινθος. τὸ ἅσσα, ὃ δηλοῖ τὸ ἅτινα, παραλόγως δασύνεται «ἅσς’ ἐθέλησθα» (Α 554) Ἀρίσταρχος μέν φησι τρία σημαίνειν τὴν λέξιν, τινά, ἅτινα, ὅσσα καὶ | |
30 | ἀεὶ ψιλοῦσθαι. δασύνεται δὲ ὅτε δηλοῖ τὸ ἅτινα καὶ ἔστι δύο μέρη λό‐ | |
γου, τὸ α ἄρθρον καὶ τὸ σα, ὅ ἐστι Μεγαρικόν, δηλοῦν τὸ τινά. | 541 | |
3,1542 | Τὸ α πρὸ τοῦ τ ἑνὸς ἢ διττοῦ ψιλοῦται πλὴν τοῦ ἅτε καὶ ἅτερος. Τὸ α πρὸ δασέος ψιλοῦται. σεσημείωται τὸ ἁφή καὶ τὰ παρ’ αὐτοῦ. Τὸ ε κατὰ τοὺς παρῳχημένους προερχόμενον καὶ ἀποπῖπτον ψι‐ λοῦται, ἔλεγον λέγον, ἔστην στῆν «ἔσταν ἅπαντες» (Α 535), ἐπεὶ | |
5 | γίνεται «στὰν δὲ μεταστοιχεί» (Il. Ψ 328), ἔστησα, ἐπεὶ «στῆσε δ’ ἐν Ἀμνισῷ ποταμῷ» (Od. τ 188), τὸ δὲ «ἕστασαν» (Β 777), δασύνεται, ἐπειδήπερ τὸ αὐτὸ ἐστὶ τῷ ἑστήκεσαν, τὸ δὲ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ τούτου τοῦ ῥήματος δασύνεται. τὸ δὲ ἑήνδανε καὶ ἑώρων, ἑέσσατο (Il. Κ 177) οὐκ ἐκ κλίσεως, ἀλλ’ ἐκ πλεονασμοῦ. | |
10 | Τὸ ἐν ἀντωνυμίαις ε πρὸ συμφώνου ψιλοῦται, ἐμοί, ἐκεῖνος, πλὴν τοῦ ἕθεν. Τὸ ε τῶν ἀριθμῶν δασύνεται, ἕν, ἕξ, ἑπτά καὶ τὰ λοιπὰ πλὴν τοῦ ἐννέα καὶ ἐννενήκοντα. καὶ καθόλου εἰπεῖν, πᾶς ἀριθμὸς ἀπὸ φωνήεντος ἀρχόμενος δασύνεται. | |
15 | * Τὸ ε πρὸ τοῦ θ οὐ δασύνεται, ἔθων (Ι 540), καθότι ἐδιδασκό‐ μεθα καὶ ἐκ τῆς συναλοιφῆς «ἥ ἑ μάλιστ’ εἴωθε» (Ε 766), εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ ς, σέθεν ἕθεν. * Τὸ ε πρὸ τοῦ κ δασύνεται μὴ ὂν ἐκ κλίσεως ὡς ἐκάλουν, ἔκρι‐ νον, ἢ προθέσεως ὡς ἔκπωμα, ἐκτός ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, | |
20 | ὡς ἐκεῖνος, οἷον, ἑκάς, Ἑκάβη, ἕκηλος, ἑκυρός, ἕκαστος. μά‐ χεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γε‐ νόμενον. Τὸ ε ἐπιφερομένου τοῦ μ ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν ψιλοῦ‐ σθαι θέλει, ἔμπλην, Ἔμπουσσα. | |
25 | * Τὸ ε πρὸ τοῦ ἑνὸς ν ψιλοῦσθαι θέλει οἷον Ἐνυώ, ἔνδιοι, | 542 |
3,1543 | ἔνατος ὁμοίως δὲ καὶ τὸ η, χωρὶς τῶν συνδέσμων καὶ εἰ μὴ ἐκ κλί‐ σεως εἴη οἷον «ἤνις ἠκέστας» (Il. Ζ 94). τὸ ἡνία, ἐπειδὴ παρὰ τὸν ἥσω μέλλοντα γίνεται, ὁμοίως τῷ ποιήσαντι ἐδασύνθη. πρόσκειται χωρὶς τῶν συνδέσμων διὰ τὸ ἕνεκα καὶ εἵνεκα, ταῦτα γὰρ δασύνον‐ | |
5 | ται, καὶ χωρὶς εἰ μὴ ἐκ κλίσεως εἴη διὰ τὴν ἕντος μετοχήν. αὕτη γὰρ δασύνεται. * Τὸ ε πρὸ τοῦ ξ, ὑποστελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεσιν, θέλει δασύνεσθαι, ἕξις, ἑξῆς, ἕξω. οὕτως καὶ τὸ Ἐξάδιος (Α 264) πρὸς τὸν χαρακτῆρα ἐχρῆν δασύνεσθαι, χωρὶς εἰ μὴ λέγοι τις διὰ τὴν | |
10 | ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι. Τὸ η ἐν τροχαϊκῇ λέξει, ἀμεταβόλου ἐπαγομένου, ψιλοῦται, πλὴν τῶν παρὰ τοῦ ἥσω μέλλοντος, ἦμαρ Σοφοκλῆς (Ai. 475) Τί γὰρ παρ’ ἦμαρ ἡμέρα τέρπειν ἔχει, προσθεῖσα κἀναθεῖσα τοῦγε κατθανεῖν; | |
15 | ἦμος, ἦνις, ἦρα. τὸ ἧλος παρὰ τὸ ἵημι καὶ ἥσω. * Ἀεὶ τὸ η πρὸ φωνήεντος ψιλοῦται, ἠώς, ἤϊα. ταύτῃ καὶ τὸ «ἥ τε ξείνων Θέμις ἐστί» (Od. ι 268) δασύνεται, τὸ δὲ ἠΰτε ψιλοῦται, καὶ τὸ ἕως δασύνεται, τὸ δὲ ἠώς ψιλοῦται, καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ ἠέλιος ἐψιλώθη· ὥστε τὸ «ἤϊε Φοῖβε» (Ο 365) εἴτε ἐκ τοῦ | |
20 | ἥϊος δασυνομένου ἐστίν—ἀπὸ τῆς ἕσεως τῶν βελῶν, ὡς Ἀρίσταρχος— εἴτε ἐκ τοῦ ψιλουμένου—ἀπὸ τῆς ἰάσεως, ὡς οἱ περὶ τὸν Κράτητα —πρὸς τὸν χαρακτῆρα μόνως ψιλωτέον. * Τὸ η πρὸ δασέος ψιλοῦται, ἦθος. τὸ δὲ ἡθμός δασύνεται τῇ ἐννοίᾳ τοῦ ἥσω μέλλοντος δασυνομένου. καὶ τὸ Ἥφαιστος δασύνεται | |
25 | διὰ τὴν ἐτυμολογίαν. παρὰ γὰρ τὸ ἅπτω ἐγένετο. | 543 |
3,1544 | * Τὸ η πρὸ τοῦ κ δασύνεται. τὸ δὲ ἤκιστα (Ψ 531) ψιλοῦται παραλόγως, δασύνεται δὲ Ἀττικῶς, ἐπειδὴ ἐκ τοῦ ἡσσῶ τοῦ δασυνο‐ μένου γίνεται. δείκνυται δὲ ἐκ τῆς συναλοιφῆς δασυνόμενον. «οὐχ ἥκιστα» γάρ. | |
5 | Τὸ η πρὸ τοῦ λ ψιλοῦται, ἠλίβατος ἀπὸ τοῦ ἀλιτεῖν ἐσχημα‐ τισμένον· οἱ μέντοι δασύνοντες ἐτυμολογοῦσι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖσαν μόνῳ· οὐκ ἐπείσθη δὲ ἡ παράδοσις, ὡς πρόδηλον ἐκ τῆς συναλοιφῆς «τὸν μέν τ’ ἠλίβατος πέτρη» (Ο 273), ἠλιτόμηνος, πλὴν τοῦ ἥλιος· τὸ δὲ Ἦλις, ἀφ’ ἧς οἱ Ἠλεῖοι, διφορεῖται κατὰ τὸ | |
10 | πνεῦμα. καὶ δασύνεται γάρ. ἀπὸ τοῦ ἁλίζω τὸ ἀθροίζω διὰ τὸ πολ‐ λοὺς ἐκεῖ ἐν τῷ ἀγῶνι τῶν Ὀλυμπίων ἀθροίζεσθαι. καὶ ψιλοῦται μά‐ λιστα διὰ τὸν χαρακτῆρα. ὡσαύτως καὶ Ἠλιαία δικαστήριον Ἀθηναίων παρὰ τὸ «ἁλέες δεῦτε» παραγωγὸν ἁλία καὶ ἡλιαία. * Τὸ η πρὸ τοῦ μ δασύνεται καὶ ψιλοῦται, ἡμέρα δασύνεται, τὸ | |
15 | δὲ μετασχηματιζόμενον ἦμαρ ψιλοῦται, ἥμην ἐπὶ τοῦ καθῆσθαι δασύ‐ νεται, τὸ δὲ σημαντικὸν τοῦ ὑπάρχειν, ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν Ἑλλήνων, ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο, ψιλοῦται. τὸ ἥμονες ἀκοντισταὶ καὶ ῥήτορες καὶ ὀρχησταὶ δασυντέον. τὸ θέμα ἵημι. παρὰ τὸν ἥσω μέλλοντα «ἥσω γὰρ καὶ ἐγώ» (Il. Ρ 515), παρὰ δὲ τοῦτο | |
20 | καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δασυνόμενον «καὶ ἥμασιν ἔπλευ ἄριστος» (Ψ 891) καὶ ἡμοσύνη καὶ μεθημοσύνη. Τὸ ι πρὸ δασέος ψιλοῦται, ἶφις, ἰχθῦς, ἰχανόων. * Τὸ ι πρὸ τοῦ στ μόνου δασύνεται, ἱστῶ, ἱστίον, ἵστημι, ἵστωρ. πρόσκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴστρος ψιλοῦται. | |
25 | Τὸ ο πρὸ τῶν διπλῶν ψιλοῦται, ὄξος, ὀψέ, ὄζαινα. | 544 |
3,1545 | Τὸ ο πρὸ τοῦ ν ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, ὄνυξ, ὄναρ, ὄνομα. Τὸ ο πρὸ τοῦ π ψιλοῦται, εἰ μὴ τὸ λ ἐπάγοιτο, ὀπίσω, ὀπι‐ πεύω, ὀπή, ὀπώρα· παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο | |
5 | ὀπάων. οὕτως ἔχει καὶ τὸ ὄπατρος· οὐκ ἔστι δὲ ψιλωτέον ὡς οἴονται διὰ τὴν συγκοπήν. πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι. ἀλλὰ καὶ δασύνεται, ἑστήκαμεν ἕσταμεν, Ἡράκλεες Ἥρακλες. πρόσκειται «εἰ μὴ τὸ λ ἐπάγοιτο» διὰ τὸ ὁπλή καὶ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγμένα. τὸ δὲ ὁπόσος, ὁποῖος, ὅπως καὶ τὰ ὅμοια ὡς ἀναφορικὰ δασύνεται. | |
10 | Τὸ ο ἐπιφερομένου τοῦ ρ ψιλοῦται, ὄρος τὸ οὐδέτερον, ὄρυζα, ὀρεύς, ὀρέγω, Ὀρέστης, πλὴν τοῦ ὁρῶ ὁρᾷς καὶ ὅρος ἀρσενικὸν ὅπερ ἀπὸ τοῦ ὁρῶ τὸ βλέπω γέγονεν. καὶ γὰρ ὁ ὅρος εὐόρατα καὶ εὔοπτα ποιεῖ ἡμῖν τὰ ὁριζόμενα. καὶ ὁρίζω καὶ ὅρκος ἐκ τοῦ ὅρος. καὶ γὰρ οἱ ὀμνύοντες ὁρίζονται καὶ ὀμνύουσιν. | |
15 | Τὸ ο πρὸ τοῦ τ ψιλοῦται, ὀτρηρός, ὀτοτύζειν, ὄτλος. οὐ μάχεται τὸ ὅτε καὶ ὅτι δασυνόμενα. Τὸ υ πάσης λέξεως ἄρχον δασύνεται πλὴν τῶν Αἰολικῶν. τὸ ὐβ‐ βάλλειν ψιλωτέον. ἔστι γὰρ Αἰολικόν. καὶ ὔμμες ψιλωτέον· ἡ γὰρ λέξις Αἰολική. τὸ υ καθαρὸν ἐν ἀρχῇ λέξεως παρὰ τοῖς Ἕλλησιν πρὸ | |
20 | τοῦ χ ἀπείρηται. καθαρὸν δὲ εἶπον, ἐπεὶ τὸ ὔρχα οὐ καθαρὸν ἔχον τὸ υ εὕρηται. πρὸ τοῦ ζ ἢ ξ ἢ ψ τὸ υ οὐχ εὕρηται, εἰ μὴ ἐν τῷ ὕψος. γεγονέναι δὲ καὶ αὐτό φασι παρὰ τὸ ὄπτω τὸ βλέπω, ὄψω ὄψος καὶ τροπῇ Αἰολικῇ ὕψος. Ἡ αυ δίφθογγος ψιλοῦται, αὔξω, αὐδῶ, αὐτός, αὔριον, πλὴν | |
25 | τοῦ αὕτη βαρύτονον ἀπὸ τοῦ οὗτος καὶ αὑτόν ἀντὶ τοῦ ἑαυτόν. τὸ | 545 |
3,1546 | αὔω ἐπὶ τοῦ φωνεῖν ψιλοῦται, ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν τάσσηται, τότε δασυντέον ἐστί. Ἡ ει δίφθογγος ψιλοῦται οἷον εἶδος, εἰκάζω, εἴρων καὶ τὰ λοιπὰ πλὴν τοῦ εἱρκτή, Εἵλως ὁ δοῦλος καὶ εἱκώς ὁ πέμψας, καὶ | |
5 | εἱλίζω τὸ συστρέφω, καὶ εἱλόμην καὶ εἷμα τὸ ἱμάτιον, καὶ εἱμένος ὁ ἐνδεδυμένος καὶ εἷνα τὸ ἕνα καὶ εἵποντο ἀντὶ τοῦ ἠκολούθουν καὶ εἷσεν ἀντὶ τοῦ ἐκάθισεν, εἱστήκει καὶ εἵως ἀντὶ τοῦ ἕως καὶ εἵατο καὶ εἵλη ἡ θερμασία καὶ εἱαμενή ἀπὸ τῆς ἕσεως τῶν ὑδάτων. σεσημείωται καὶ τὸ εἷς ἀριθμητικόν. | |
10 | Ἡ ευ δίφθογγος ψιλοῦται, οἷον εὐλή εὐλαί οἱ σκώληκες, εὐδία, εὐθεῖα, εὐνή, εὐχή, εὖρος, εὔκηλος καὶ τὰ λοιπὰ πλὴν τοῦ εὕδω τὸ καθεύδω καὶ εὕω τὸ φλογίζω καὶ εὕρω, ἀφ’ οὗ καὶ εὑρίσκω. καὶ εὗ ἀντὶ τοῦ ἑαυτοῦ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον Δωρικῶς. | |
15 | Ἡ οι ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, εἰ μὴ τὸ μ ἐπάγοιτο, οἷον οἶστρος, οἶκος· τὸ οἷος ἀναφορικὸν δασύνεται. τὸ οἷμος οἱμῶ δασύνεται. τὸ δὲ οἴμοι ἐπηύξηται ἀπὸ τοῦ οἴ ψιλουμένου. Ἡ ου ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, οὐρανός, οὐλή, οὐρῶ, οὖλος, οὐρός. οὕτω δὲ ἢ οὕτως δασύνεται. | |
20 | Τὸ ρ ἀρχόμενον λέξεως δασύνεσθαι θέλει, ῥά, ῥανίς, ῥάξ χωρὶς | |
τοῦ ᾿Ρᾶρος (ἔστι δὲ ὄνομα κύριον) καὶ χωρὶς τῶν ἐξ αὐτοῦ οἷον | 546 | |
3,1547 | »᾿Ραρίδος Δηοῦς» καὶ ᾿Ραρία γῆ καὶ ᾿Ραριάς, σημαίνει δὲ τὴν Δή‐ μητρα, καὶ ᾿Ράριον πεδίον ἐν Ἐλευσῖνι, ἐπὶ τούτων γάρ φασι τὸ μὲν πρῶτον ρ ψιλοῦσθαι, τὸ δὲ δεύτερον δασύνεσθαι. ἀλλὰ τὰ δύο ρρ ψι‐ λωτέον ἐπὶ τούτων καὶ κατὰ τὴν πρώτην συλλαβὴν καὶ κατὰ τὴν δευτέραν. | |
5 | Τὸ ρ, ἐὰν δισσὸν γένηται ἐν μέσῃ λέξει, τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται οἷον συῤῥάπτω. * Τὸ πνεῦμα κατὰ τὴν ἀρχὴν ἀεὶ φαίνεται, καὶ μέσον ὀλιγάκις. * Ἐπὶ τῶν σχετλιαστικῶν ἔσθ’ ὅτε τὸ δασὺ πνεῦμα ἀλόγως ἐν τῇ ληγούσῃ συλλαβῇ ὁρᾶται, ὡς ἔχει τὸ εὐοἵ, εὔἁν, εὐαἵ. | |
10 | * Δασυνομένου φωνήεντος ἐπιφερομένου τὸ προηγούμενον ψιλὸν τρέπεται εἰς τὸ ἀντίστοιχον δασύ, κατὰ ἡμῶν καθ’ ἡμῶν. τὸ δὲ ἀνάπαλιν | |
οὔ, εἰ μὴ κατὰ διάλεκτον τραπῇ. τὸ γὰρ ἀμπέχεσθαι Αἰολικόν ἐστιν. | 547 |