TLG 0086 054 :: ARISTOTELES et CORPUS ARISTOTELICUM :: Physicorum libri octavi textus alter (post 267b26)

ARISTOTELES et CORPUS ARISTOTELICUM Phil.
(Stagirites Pellaeus Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN ARISTOTELEM (5015)

Physicorum libri octavi textus alter (post 267b26)

Source: Ross, W.D. (ed.), Aristotelis physica. Oxford: Clarendon Press, 1950 (repr. 1966 (1st edn. corr.)): 241b24–248b28.

Citation: Bekker page — (line)

t

Η (textus alter)

241b

(24)

Ἅπαν τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι. εἰ μὲν οὖν
25ἐν αὑτῷ μὴ ἔχει τὴν ἀρχὴν τῆς κινήσεως, φανερὸν ὅτι ὑφ’ ἑτέρου κινεῖται (ἄλλο γὰρ ἔσται τὸ κινοῦν)· εἰ δ’ ἐν αὑτῷ, εἰλή‐ φθω ἐφ’ οὗ τὸ ΑΒ, ὃ κινεῖται μὴ τῷ τῶν τούτου τι κινεῖσθαι. πρῶτον μὲν οὖν τὸ ὑπολαμβάνειν τὸ ΑΒ ὑφ’ αὑτοῦ κινεῖσθαι διὰ τὸ ὅλον τε κινεῖσθαι καὶ ὑπὸ μηθενὸς τῶν ἔξωθεν ὅμοιόν ἐστιν
30ὥσπερ ἂν εἴ τις τοῦ ΔΕ κινοῦντος τὸ ΕΖ καὶ αὐτοῦ κινου‐ μένου ὑπολαμβάνοι τὸ ΔΕΖ ὑφ’ αὑτοῦ κινεῖσθαι, διὰ τὸ μὴ συνορᾶν πότερον ὑπὸ ποτέρου κινεῖται, πότερον τὸ ΔΕ ὑπὸ τοῦ ΕΖ ἢ τὸ ΕΖ ὑπὸ τοῦ ΔΕ. ἔτι τὸ ὑφ’ αὑτοῦ κι‐

242a

νούμενον οὐδέποτε παύσεται κινούμενον τῷ ἕτερόν τι στῆναι κινούμενον. ἀνάγκη τοίνυν, εἴ τι παύεται κινούμενον τῷ ἕτε‐ ρόν τι στῆναι, αὐτὸ ὑφ’ ἑτέρου κινεῖσθαι. τούτου δὲ φα‐ νεροῦ γενομένου ἀνάγκη πᾶν τὸ κινούμενον κινεῖσθαι ὑπό τι‐
5νος. ἐπεὶ γὰρ εἴληπται τὸ ΑΒ κινούμενον, διαιρετὸν ἔσται· πᾶν γὰρ τὸ κινούμενον διαιρετὸν ἦν. διῃρήσθω τοίνυν ᾗ τὸ Γ. ἀνάγκη δὴ τοῦ ΓΒ ἠρεμοῦντος ἠρεμεῖν καὶ τὸ ΑΒ. εἰ γὰρ μή, εἰλήφθω κινούμενον. τοῦ τοίνυν ΓΒ ἠρεμοῦντος κινοῖτο ἂν τὸ ΓΑ. οὐκ ἄρα καθ’ αὑτὸ κινεῖται τὸ ΑΒ. ἀλλ’ ὑπέκειτο
10καθ’ αὑτὸ κινεῖσθαι πρῶτον. δῆλον τοίνυν ὅτι τοῦ ΓΒ ἠρε‐ μοῦντος ἠρεμήσει καὶ τὸ ΒΑ, καὶ τότε παύσεται κινούμε‐ νον. ἀλλ’ εἴ τι τῷ ἄλλο ἠρεμεῖν ἵσταται καὶ παύεται κινού‐ μενον, τοῦθ’ ὑφ’ ἑτέρου κινεῖται. φανερὸν δὴ ὅτι πᾶν τὸ κινού‐ μενον ὑπό τινος κινεῖται· διαιρετόν τε γάρ ἐστιν πᾶν τὸ κινού‐
15μενον, καὶ τοῦ μέρους ἠρεμοῦντος ἠρεμήσει καὶ τὸ ὅλον.
15
ἐπεὶ δὲ τὸ κινούμενον ὑπό τινος κινεῖται, ἀνάγκη καὶ τὸ κι‐ νούμενον πᾶν ἐν τόπῳ κινεῖσθαι ὑπ’ ἄλλου· καὶ τὸ κινοῦν τοίνυν ὑφ’ ἑτέρου, ἐπειδὴ καὶ αὐτὸ κινεῖται, καὶ πάλιν τοῦτο ὑφ’ ἑτέρου. οὐ δὴ εἰς ἄπειρον πρόεισιν, ἀλλὰ στήσε‐
20ταί που καὶ ἔσται τι ὃ πρώτως αἴτιον ἔσται τοῦ κινεῖσθαι. εἰ γὰρ μή, ἀλλ’ εἰς ἄπειρον πρόεισιν, ἔστω τὸ μὲν Α ὑπὸ τοῦ Β κινούμενον, τὸ δὲ Β ὑπὸ τοῦ Γ, τὸ δὲ Γ ὑπὸ τοῦ Δ· καὶ τοῦτον δὴ τὸν τρόπον εἰς ἄπειρον προβαινέτω. ἐπεὶ οὖν ἅμα τὸ κινοῦν καὶ αὐτὸ κινεῖται, δῆλον ὡς ἅμα κινήσεται
25τό τε Α καὶ τὸ Β· κινουμένου γὰρ τοῦ Β κινηθήσεται καὶ τὸ Α· καὶ τὸ Β δὴ κινουμένου τοῦ Γ καὶ τὸ Γ τοῦ Δ. ἔσται τοίνυν ἅμα ἥ τε τοῦ Α κίνησις 〈καὶ τοῦ Β〉 καὶ τοῦ Γ καὶ τῶν λοιπῶν ἑκάστου. καὶ λαβεῖν τοίνυν αὐτῶν ἑκάστην δυνη‐ σόμεθα. καὶ γὰρ εἰ ἕκαστον ὑφ’ ἑκάστου κινεῖται, οὐθὲν ἧτ‐
30τον μία τῷ ἀριθμῷ ἡ ἑκάστου κίνησις, καὶ οὐκ ἄπειρος τοῖς ἐσχάτοις, ἐπειδήπερ τὸ κινούμενον πᾶν ἔκ τινος εἴς τι κινεῖ‐ ται. ἢ γὰρ ἀριθμῷ συμβαίνει τὴν αὐτὴν κίνησιν εἶναι ἢ γέ‐ νει ἢ εἴδει. ἀριθμῷ μὲν οὖν λέγω τὴν αὐτὴν κίνησιν τὴν ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῷ ἀριθμῷ ἐν τῷ αὐτῷ χρόνῳ

242b

τῷ ἀριθμῷ, οἷον ἐκ τοῦδε τοῦ λευκοῦ, ὅ ἐστιν ἓν τῷ ἀριθμῷ, εἰς τόδε τὸ μέλαν κατὰ τόνδε τὸν χρόνον, ἕνα ὄντα τῷ ἀριθμῷ· εἰ γὰρ κατ’ ἄλλον, οὐκέτι μία ἔσται τῷ ἀρι‐ θμῷ ἀλλὰ τῷ εἴδει. γένει δ’ ἡ αὐτὴ κίνησις ἡ ἐν τῇ αὐτῇ
5κατηγορίᾳ τῆς οὐσίας ἢ τοῦ γένους, εἴδει δὲ ἡ ἐκ τοῦ αὐτοῦ τῷ εἴδει εἰς τὸ αὐτὸ τῷ εἴδει, οἷον ἡ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν ἢ ἐκ τοῦ ἀγαθοῦ εἰς τὸ κακόν. ταῦτα δ’ εἴρηται καὶ ἐν τοῖς πρότερον.
8
εἰλήφθω τοίνυν ἡ τοῦ Α κίνησις καὶ ἔστω ἐφ’ οὗ τὸ Ε, καὶ ἡ τοῦ Β ἐφ’ οὗ τὸ Ζ, καὶ ἡ τοῦ ΓΔ
10ἐφ’ οὗ τὸ ΗΘ, καὶ ὁ χρόνος ἐν ᾧ κινεῖται τὸ Α ὁ Κ. ὡρισ‐ μένης δὴ τῆς κινήσεως τοῦ Α, ὡρισμένος ἔσται καὶ ὁ χρόνος καὶ οὐκ ἄπειρος ὁ Κ. ἀλλ’ ἐν τῷ αὐτῷ χρόνῳ ἐκινεῖτο τὸ Α καὶ τὸ Β καὶ τῶν λοιπῶν ἕκαστον. συμβαίνει τοίνυν τὴν κίνησιν τὴν ΕΖΗΘ ἄπειρον οὖσαν ἐν ὡρισμένῳ χρόνῳ κι‐
15νεῖσθαι τῷ Κ· ἐν ᾧ γὰρ τὸ Α ἐκινεῖτο, καὶ τὰ τῷ Α ἐφε‐ ξῆς ἅπαντα ἐκινεῖτο ἄπειρα ὄντα. ὥστ’ ἐν τῷ αὐτῷ κινεῖται. καὶ γὰρ ἤτοι ἴση ἡ κίνησις ἔσται τῇ τοῦ Α [τῇ τοῦ Β], ἢ μεί‐ ζων. διαφέρει δὲ οὐθέν· πάντως γὰρ τὴν ἄπειρον κίνησιν ἐν πεπερασμένῳ χρόνῳ συμβαίνει κινεῖσθαι, τοῦτο δ’ ἀδύνατον.
20 οὕτω μὲν οὖν δόξειεν ἂν δείκνυσθαι τὸ ἐξ ἀρχῆς, οὐ μὴν δεί‐ κνυταί γε διὰ τὸ μηθὲν ἄτοπον συμβαίνειν· ἐνδέχεται γὰρ ἐν πεπερασμένῳ χρόνῳ κίνησιν ἄπειρον εἶναι, μὴ τὴν αὐτὴν δὲ ἀλλ’ ἑτέραν καὶ ἑτέραν πολλῶν κινουμένων καὶ ἀπείρων, ὅπερ συμβαίνει καὶ τοῖς νῦν. ἀλλ’ εἰ τὸ κινούμενον πρώτως
25[κατὰ τόπον καὶ] σωματικὴν κίνησιν ἀνάγκη ἅπτεσθαι ἢ συνεχὲς εἶναι τῷ κινοῦντι, καθάπερ ὁρῶμεν ἐπὶ πάντων τοῦτο συμβαῖνον (ἔσται γὰρ ἐξ ἁπάντων ἓν τὸ πᾶν ἢ συνεχές), τὸ δὴ ἐνδεχόμενον εἰλήφθω, καὶ ἔστω τὸ μὲν μέγεθος ἢ τὸ συνεχὲς ἐφ’ οὗ τὸ ΑΒΓΔ, ἡ δὲ τούτου κίνησις ἡ ΕΖΗΘ.
30διαφέρει δ’ οὐθὲν ἢ πεπερασμένον ἢ ἄπειρον· ὁμοίως γὰρ ἐν πεπερασμένῳ τῷ Κ κινηθήσεται 〈ἄπειρον〉 ἢ ἄπειρον ἢ πεπερασ‐ μένον. τούτων δ’ ἑκάτερον τῶν ἀδυνάτων. φανερὸν οὖν ὅτι στήσεταί ποτε καὶ οὐκ εἰς ἄπειρον πρόεισιν τὸ ἀεὶ ὑφ’ ἑτέρου, ἀλλ’ ἔσται τι ὃ πρῶτον κινηθήσεται. μηδὲν δὲ διαφερέτω τὸ ὑπο‐

243a

τεθέντος τινὸς τοῦτο δείκνυσθαι· τοῦ γὰρ ἐνδεχομένου τεθέντος οὐδὲν ἄτοπον ἔδει συμβαίνειν. Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἄλλ’ ὅθεν ἡ
ἀρχὴ τῆς κινήσεως, ἐστὶν ἅμα τῷ κινουμένῳ. ἅμα δὲ λέγω,
5διότι οὐθὲν αὐτῶν μεταξύ ἐστιν· τοῦτο γὰρ κοινὸν ἐπὶ παντὸς κινουμένου καὶ κινοῦντός ἐστιν. ἐπεὶ δὲ τρεῖς εἰσὶν κινήσεις, ἥ τε κατὰ τόπον καὶ κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν, ἀνάγκη καὶ τὰ κινούμενα τρία· ἡ μὲν οὖν κατὰ τόπον φορά, ἡ δὲ κατὰ τὸ ποιὸν ἀλλοίωσις, ἡ δὲ κατὰ τὸ ποσὸν αὔξη‐
10σις καὶ φθίσις. πρῶτον μὲν οὖν ὑπὲρ τῆς φορᾶς εἴπωμεν· αὕτη γὰρ πρώτη τῶν κινήσεών ἐστιν.
21Ἅπαν δὴ τὸ φερόμενον ἤτοι αὐτὸ ὑφ’ αὑτοῦ κινεῖται ἢ ὑφ’
21ἑτέρου. εἰ μὲν
οὖν ὑφ’ αὑτοῦ, φανερὸν ὡς ἐν αὐτῷ τοῦ
22κινοῦντος ὑπάρχοντος ἅμα τὸ κινοῦν
καὶ τὸ κινούμενον ἔσται,
23καὶ οὐθὲν αὐτῶν μεταξύ· τὸ δ’ ὑπ’ ἄλλου κινούμε‐
νον τετρα‐
24χῶς κινεῖται· αἱ γὰρ ὑφ’ ἑτέρου κινήσεις τέτταρές εἰσιν, ὦσις
25ἕλξις ὄχησις δίνησις. καὶ γὰρ τὰς ἄλλας πάσας εἰς ταύτας
25ἀνάγεσθαι
συμβαίνει. τῆς μὲν οὖν ὤσεως τὸ μὲν ἔπωσις τὸ
26δὲ ἄπωσίς ἐστιν. ἔπωσις
μὲν οὖν ἐστιν ὅταν τὸ κινοῦν τοῦ
27κινουμένου μὴ ἀπολείπηται, ἄπωσις δὲ ὅταν
τὸ ἀπωθοῦν ἀπο‐
28λείπηται. ἡ δὲ ὄχησις ἐν ταῖς τρισὶν ἔσται κινήσεσιν. τὸ
28μὲν
γὰρ ὀχούμενον οὐ καθ’ αὑτὸ κινεῖται ἀλλὰ κατὰ συμ‐
29βεβηκός (τῷ γὰρ

243b

(21)

ἐν κινουμένῳ εἶναι ἢ ἐπὶ κινουμένου κινεῖται),
21τὸ δὲ ὀχοῦν κινεῖται ἢ ὠθού‐
μενον ἢ ἑλκόμενον ἢ δινούμενον.
22φανερὸν οὖν ὅτι ἡ ὄχησις ἐν ταῖς τρισὶν
ἔσται κινήσεσιν. ἡ
23δ’ ἕλξις ὅταν ἤτοι πρὸς αὑτὸ ἢ πρὸς ἕτερον θάττων ᾖ
ἡ κίνησις
24ἡ τοῦ ἕλκοντος μὴ χωριζομένη τῆς τοῦ ἑλκομένου. καὶ γὰρ
25πρὸς αὑτό ἐστιν ἡ ἕλξις καὶ πρὸς ἕτερον. καὶ αἱ λοιπαὶ δὲ
25[ἕλξεις] αὐ‐
ταὶ τῷ εἴδει εἰς ταῦτα ἀναχθήσονται, οἷον ἡ εἴσ‐
26πνευσις καὶ ἡ ἔκπνευσις
καὶ ἡ πτύσις καὶ ὅσαι τῶν σωμάτων
27ἢ ἐκκριτικαὶ ἢ ληπτικαί εἰσι, καὶ
ἡ σπάθησις δὴ καὶ ἡ κέρκισις·
28τὸ μὲν γὰρ αὐτῶν σύγκρισις τὸ δὲ διάκρι‐
σις. καὶ πᾶσα δὴ
29κίνησις ἡ κατὰ τόπον σύγκρισις καὶ διάκρισίς ἐστιν. ἡ

244a

(16)

δὲ
16δίνησις σύγκειται ἐξ ἕλξεως καὶ ὤσεως. τὸ μὲν γὰρ ὠθεῖ τὸ
16κινοῦν, τὸ
δ’ ἕλκει. φανερὸν οὖν ὡς ἐπεὶ ἅμα τὸ ὠθοῦν καὶ
17τὸ ἕλκον τῷ ἑλκομένῳ
καὶ ὠθουμένῳ ἐστίν, οὐθὲν μεταξὺ τοῦ
18κινουμένου καὶ τοῦ κινοῦντός ἐστιν. τοῦτο δὲ δῆλον καὶ ἐκ τῶν ὡρισμένων· ἡ μὲν γὰρ ὦσις ἢ
19ἀφ’ ἑαυτοῦ ἢ
20ἀπ’ ἄλλου πρὸς ἄλλο κίνησις, ἡ δ’ ἕλξις ἀπ’
20ἄλλου πρὸς αὑτὸ ἢ πρὸς
ἄλλο. ἔτι ἡ σύνωσις καὶ ἡ δίωσις.
21ἡ δὲ ῥῖψις ὅταν θάττων ἡ κίνησις γέ‐
νηται τῆς κατὰ φύσιν τοῦ
22φερομένου σφοδροτέρας γενομένης τῆς ὤσεως,
καὶ μέχρι
23τούτου συμβαίνει φέρεσθαι μέχρι ἂν οὗ σφοδροτέρα ᾖ ἡ
23κίνησις
τοῦ φερομένου· φανερὸν δὴ ὅτι τὸ κινούμενον καὶ τὸ
24κινοῦν ἅμα, καὶ οὐθὲν
25αὐτῶν ἐστιν μεταξύ.
25 ἀλλὰ μὴν οὐδὲ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος οὐδέν ἐστιν μεταξύ. τοῦτο δὲ δῆλον ἐκ τῆς ἐπαγωγῆς. ἐν
26ἅπασι γὰρ συμ‐
βαίνει ἅμα εἶναι τὸ ἀλλοιοῦν ἔσχατον καὶ τὸ
27πρῶτον ἀλλοιούμενον. τὸ
γὰρ ποιὸν ἀλλοιοῦται τῷ αἰσθητὸν
28εἶναι, αἰσθητὰ δέ ἐστιν οἷς διαφέρουσιν

244b

(16)

τὰ σώματα ἀλλήλων,
16οἷον βαρύτης κουφότης, σκληρότης μαλακότης,
ψόφος ἀψοφία,
17λευκότης μελανία, γλυκύτης πικρότης, ὑγρότης ξηρό‐
της,
18πυκνότης μανότης, καὶ τὰ μεταξὺ τούτων, ὁμοίως δὲ καὶ τὰ
18ἄλλα
τὰ ὑπὸ τὰς αἰσθήσεις, ὧν ἐστι καὶ ἡ θερμότης καὶ ἡ
19ψυχρότης, καὶ ἡ
20λειότης καὶ ἡ τραχύτης. ταῦτα γάρ ἐστι
20πάθη τῆς ὑποκειμένης ποιότητος.
τούτοις γὰρ διαφέρουσι
21τὰ αἰσθητὰ τῶν σωμάτων ἢ κατὰ τὸ τούτων τι
μᾶλλον καὶ
22ἧττον [καὶ τῷ τούτων τι] πάσχειν. θερμαινόμενα γὰρ ἢ ψυ‐
χόμενα ἢ γλυκαινόμενα ἢ πικραινόμενα ἢ κατά τι ἄλλο τῶν
23προειρημέ‐
νων ὁμοίως τά τε ἔμψυχα τῶν σωμάτων καὶ τὰ
24ἄψυχα καὶ τῶν ἐμψύ‐
25χων ὅσα τῶν μερῶν ἄψυχα. καὶ αὐταὶ
25δὲ αἱ αἰσθήσεις ἀλλοιοῦνται. πά‐
σχουσι γάρ· ἡ γὰρ ἐνέργεια
26αὐτῶν κίνησίς ἐστιν διὰ σώματος πασχούσης τι
τῆς αἰσθή‐
27σεως. καθ’ ὅσα μὲν οὖν ἀλλοιοῦνται τὰ ἄψυχα, καὶ τὰ ἔμ‐ ψυχα κατὰ πάντα ταῦτα ἀλλοιοῦνται· καθ’ ὅσα δὲ τὰ ἔμψυχα
28ἀλλοι‐

245a

(17)

οῦνται, κατὰ ταῦτα οὐκ ἀλλοιοῦνται τὰ ἄψυχα (κατὰ γὰρ
17τὰς αἰσθήσεις
οὐκ ἀλλοιοῦνται)· καὶ λανθάνει ἀλλοιούμενα
18τὰ ἄψυχα. οὐθὲν δὲ κωλύει
καὶ τὰ ἔμψυχα λανθάνειν
19ἀλλοιούμενα, ὅταν μὴ κατὰ τὰς αἰσθήσεις
20συμβαίνῃ τὸ τῆς
20ἀλλοιώσεως αὐτοῖς. εἴπερ οὖν αἰσθητὰ μὲν τὰ πάθη,
διὰ
21δὲ τούτων ἡ ἀλλοίωσις, τούτοις γε φανερὸν ὅτι τὸ πάσχον
21καὶ τὸ
πάθος ἅμα, καὶ τούτων οὐθέν ἐστιν μεταξύ. τῷ μὲν
22γὰρ ὁ ἀὴρ συνεχής, τῷ
δ’ ἀέρι συνάπτει τὸ σῶμα· καὶ ἡ μὲν
23ἐπιφάνεια πρὸς τὸ φῶς, τὸ δὲ
φῶς πρὸς τὴν ὄψιν. ὁμοίως
24δὲ καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις πρὸς τὸ κι‐
25νοῦν αὐτὰς πρῶτον.
25τὸν αὐτὸν δὲ τρόπον ἅμα καὶ ἡ γεῦσις καὶ ὁ χυμός
ἐστιν
26[ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἀψύχων καὶ τῶν ἀναισθήτων].
26καὶ τὸ αὐ‐
ξανόμενον δὲ καὶ τὸ αὖξον· πρόσθεσις γάρ τις ἡ
27αὔξησις, ὥσθ’ ἅμα τό
τ’ αὐξανόμενον καὶ τὸ αὖξον. καὶ ἡ
28φθίσις δέ· τὸ γὰρ τῆς φθίσεως αἴ‐
τιον ἀφαίρεσίς τις. φανερὸν
29δὴ ὡς τοῦ κινοῦντος ἐσχάτου καὶ τοῦ κινου‐

245b

(17)

μένου πρώτου οὐθέν
17ἐστιν μεταξύ [ἀνὰ μέσον τοῦ τε κινοῦντος καὶ τοῦ κι‐
νουμένου]. Ὅτι δὲ τὰ ἀλλοιούμενα ἀλλοιοῦνται πάντα ὑπὸ τῶν αἰσθη‐
19τῶν, καὶ
20μόνων τούτων ἔστιν ἀλλοίωσις ὅσα καθ’ αὑτὰ
20πάσχει ὑπὸ τούτων,
ἐκ τῶνδε θεωρήσωμεν. τῶν γὰρ ἄλλων
21μάλιστα [ἄν τις ὑπολάβοι ἔν τε] τοῖς
σχήμασι καὶ ταῖς
22μορφαῖς καὶ ταῖς ἕξεσι καὶ ταῖς τούτων ἀποβολαῖς
καὶ
23λήψεσιν [ἀλλοίωσιν ὑπάρχειν.] δοκεῖ [γὰρ] ὑπάρχειν τὸ τῆς
23ἀλλοιώσεως,
οὐκ ἔστιν δὲ οὐδ’ ἐν τούτοις, ἀλλὰ γίγνεται [τὸ
24σχῆμα] ἀλλοιουμένων τινῶν
25ταῦτα (πυκνουμένης γὰρ ἢ
25μανουμένης ἢ θερμαινομένης ἢ ψυχομένης τῆς
ὕλης), ἀλ‐
26λοίωσις δὲ οὐκ ἔστιν. ἐξ οὗ μὲν γὰρ ἡ μορφὴ τοῦ ἀνδριάντος,
26οὐ λέ‐
γομεν τὴν μορφήν, οὐδ’ ἐξ οὗ τὸ σχῆμα τῆς πυραμίδος
27ἢ τῆς κλίνης, ἀλλὰ
παρωνυμιάζοντες τὸ μὲν χαλκοῦν τὸ δὲ
28κήρινον τὸ δὲ ξύλινον· τὸ δ’ ἀλ‐
λοιούμενον λέγομεν· τὸν
29γὰρ χαλκὸν ὑγρὸν εἶναι λέγομεν ἢ θερμὸν ἢ σκλη‐

246a

(21)

ρόν (καὶ οὐ
21μόνον οὕτως, ἀλλὰ καὶ τὸ ὑγρὸν καὶ τὸ θερμὸν χαλκόν), ὁμωνύμως λέγοντες τῷ πάθει τὴν ὕλην. ἐπεὶ οὖν ἐξ οὗ μὲν
22ἡ μορφὴ καὶ
τὸ σχῆμα καὶ τὸ γεγονὸς ὁμωνύμως οὐ λέγεται
23τοῖς ἐξ ἐκείνου σχήμασιν,
τὸ δ’ ἀλλοιούμενον τοῖς πάθεσιν
24ὁμωνύμως λέγεται, φανερὸν ὡς ἐν μόνοις
25τοῖς αἰσθητοῖς ἡ
25ἀλλοίωσις. ἔτι καὶ ἄλλως ἄτοπον. τὸ γὰρ λέγειν τὸν ἄνθρωπον ἠλλοιῶσθαι ἢ τὴν οἰκίαν λαβοῦσαν τέλος γελοῖον,
26εἰ τὴν τελείω‐
σιν τῆς οἰκίας, τὸν θριγκὸν ἢ τὴν κεραμίδα,
27φήσομεν ἀλλοίωσιν εἶναι, 〈ἢ〉 θριγ‐
κουμένης τῆς οἰκίας ἢ
28κεραμιδουμένης ἀλλοιοῦσθαι τὴν οἰκίαν. δῆλον δὴ
ὅτι τὸ
29τῆς ἀλλοιώσεως οὐκ ἔστιν ἐν τοῖς γιγνομένοις.
29οὐδὲ γὰρ ἐν ταῖς ἕξε‐
30σιν. αἱ γὰρ ἕξεις ἀρεταὶ καὶ κακίαι,
30ἀρετὴ δὲ πᾶσα καὶ κακία τῶν

246b

(21)

πρός τι, καθάπερ ἡ μὲν ὑγίεια
21θερμῶν καὶ ψυχρῶν συμμετρία τις, ἢ τῶν
ἐντὸς ἢ πρὸς τὸ
22περιέχον. ὁμοίως δὲ καὶ τὸ κάλλος καὶ ἡ ἰσχὺς τῶν
πρός
23τι. διαθέσεις γάρ τινες τοῦ βελτίστου πρὸς τὸ ἄριστον,
23λέγω δὲ τὸ
βέλτιστον τὸ σῶζον καὶ διατιθὲν περὶ τὴν φύσιν.
24ἐπεὶ οὖν αἱ μὲν ἀρεταὶ
25καὶ αἱ κακίαι τῶν πρός τι, ταῦτα δὲ
25οὔτε γενέσεις εἰσὶν οὔτε γένεσις αὐ‐
τῶν οὐδ’ ὅλως ἀλλοίωσις,
26φανερὸν ὡς οὐκ ἔστιν ὅλως τὸ τῆς ἀλλοιώσεως
περὶ τὰς ἕξεις.
27οὐδὲ δὴ περὶ τὰς τῆς ψυχῆς ἀρετὰς καὶ κακίας. ἡ μὲν
γὰρ
28ἀρετὴ τελείωσίς τις (ἕκαστον γὰρ τότε μάλιστα τέλειόν ἐστιν,
28ὅταν
τύχῃ τῆς οἰκείας ἀρετῆς, καὶ μάλιστα κατὰ φύσιν, καθάπερ
29ὁ κύκλος
30τότε μάλιστα κατὰ φύσιν ἐστίν, ὅταν μάλιστα
30κύκλος ᾖ), ἡ δὲ κακία

247a

(20)

φθορὰ τούτων καὶ ἔκστασις. γίγνεται
20μὲν οὖν ἀλχοιουμένου τινὸς καὶ ἡ λῆψις
τῆς ἀρετῆς καὶ ἡ
21τῆς κακίας ἀποβολή, ἀλλοίωσις μέντοι τούτων οὐδέτερον. ὅτι δ’ ἀλλοιοῦταί τι, δῆλον. ἡ μὲν γὰρ ἀρετὴ ἤτοι ἀπάθειά
22τις ἢ παθη‐
τικὸν ὡδί, ἡ δὲ κακία παθητικὸν ἢ ἐναντία πάθησις
23τῇ ἀρετῇ. καὶ τὸ
ὅλον τὴν ἠθικὴν ἀρετὴν ἐν ἡδοναῖς καὶ
24λύπαις εἶναι συμβέβηκεν· ἢ γὰρ
25κατ’ ἐνέργειαν τὸ τῆς
25ἡδονῆς ἢ διὰ μνήμην ἢ ἀπὸ τῆς ἐλπίδος. εἰ μὲν οὖν
κατ’
26ἐνέργειαν, αἴσθησις τὸ αἴτιον, εἰ δὲ διὰ μνήμην ἢ δι’ ἐλπίδα,
26ἀπὸ
ταύτης· ἢ γὰρ οἷα ἐπάθομεν μεμνημένοις τὸ τῆς ἡδονῆς
27ἢ οἷα πεισόμεθα
ἐλπίζουσιν.
28ἀλλὰ μὴν οὐδ’ 〈ἐν〉 τῷ διανοητικῷ μέρει τῆς ψυχῆς ἀλλοίω‐
28σις.
τὸ γὰρ ἐπιστῆμον μάλιστα τῶν πρός τι λέγεται. τοῦτο δὲ
29δῆλον· κατ’ οὐδε‐
30μίαν γὰρ δύναμιν κινηθεῖσιν ἐγγίγνεται τὸ
30τῆς ἐπιστήμης, ἀλλ’ ὑπάρξαντός

247b

(20)

τινος· ἐκ γὰρ τῆς κατὰ
20μέρος ἐμπειρίας τὴν καθόλου λαμβάνομεν ἐπιστή‐
μην. οὐδὲ
21δὴ ἡ ἐνέργεια γένεσις, εἰ μή τις καὶ τὴν ἀνάβλεψιν καὶ τὴν ἁφὴν γενέσεις φησίν· τοιοῦτον γὰρ ἡ ἐνέργεια. ἡ δὲ ἐξ
22ἀρχῆς λῆψις τῆς
ἐπιστήμης οὐκ ἔστι γένεσις οὐδ’ ἀλλοίωσις·
23τῷ γὰρ ἠρεμίζεσθαι καὶ καθ‐
ίστασθαι τὴν ψυχὴν ἐπιστήμων
24γίγνεται καὶ φρόνιμος. καθάπερ οὖν οὐδ’ ὅταν
25καθεύδων
25ἐγερθῇ τις ἢ μεθύων παύσηται ἢ νοσῶν καταστῇ, γέγονεν
25ἐπι‐
στήμων· καίτοι πρότερον οὐκ ἐδύνατο χρῆσθαι καὶ κατὰ
26τὴν ἐπιστήμην ἐνερ‐
γεῖν, εἶτα ἀπαλλαγείσης τῆς ταραχῆς καὶ
27εἰς ἠρεμίαν καὶ κατάστασιν ἐλθούσης τῆς
διανοίας ὑπῆρξεν
28ἡ δύναμις ἡ πρὸς τὴν τῆς ἐπιστήμης χρείαν. τοιοῦτο δή
τι
29γίγνεται καὶ τὸ ἐξ ἀρχῆς ἐν τῇ τῆς ἐπιστήμης ὑπαρχῇ· τῆς
29γὰρ ταρα‐
30χῆς ἠρεμία τις καὶ κατάστασις. οὐδὲ δὴ τὰ παιδία
30δύναται μαθεῖν οὐδὲ

248a

(26)

κρίνειν ταῖς αἰσθήσεσιν ὁμοίως τοῖς
26πρεσβυτέροις. πολλὴ γὰρ ἡ ταραχὴ
περὶ ταῦτα καὶ ἡ
27κίνησις. καθίσταται δὲ καὶ παύεται τῆς ταραχῆς τοτὲ
μὲν
28ὑπὸ τῆς φύσεως τοτὲ δ’ ὑπ’ ἄλλων. ἐν ἀμφοτέροις δὲ τούτοις
28ἀλ‐

248b

(26)

λοιοῦσθαί τι συμβαίνει, καθάπερ ὅταν ἐγερθῇ καὶ γένηται
26νήφων πρὸς τὴν
ἐνέργειαν. φανερὸν οὖν ὅτι τὸ τῆς ἀλλοιώ‐
27σεως ἐν τοῖς αἰσθητοῖς καὶ ἐν τῷ
αἰσθητικῷ μέρει τῆς ψυχῆς,
28ἐν ἄλλῳ δ’ οὐθενὶ πλὴν κατὰ συμβεβηκός.