TLG 0086 053 :: ARISTOTELES et CORPUS ARISTOTELICUM :: De anima (codicis P lectiones quae valde a lectionibus ceterorum codicum distant)

ARISTOTELES et CORPUS ARISTOTELICUM Phil.
(Stagirites Pellaeus Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN ARISTOTELEM (5015)

De anima (codicis P lectiones quae valde a lectionibus ceterorum codicum distant)

Source: Ross, W.D. (ed.), Aristotle. De anima. Oxford: Clarendon Press, 1961 (repr. 1967): appendix 2 (412b10–423b8).

  • fr. 1: 412b10–412b23a
  • fr. 2: 413a3–414a15
  • fr. 3: 420b5–420b10
  • fr. 4: 421a1–421a6
  • fr. 5: 422b32–423b8

Citation: Fragment — Bekker page — (line)

t

1

Codicis P lectiones quae valde a lectionibus
ceterorum codicum distant

1

412b

(10)

καθόλου μὲν οὖν εἴρη‐ ται τί ἐστιν ἡ ψυχή, ὅτι οὐσία ἡ κατὰ τὸν λόγον. τοῦτο δὲ τὸ τί ἦν εἶναι τῷ τοιῳδὶ σώματι, ὥσπερ εἰ ἦν ὁτιοῦν τῶν ὀργάνων φυσικὸν σῶμα, οἷον πρίων· ἦν γὰρ ἂν τὸ πρίονι εἶναι ἡ οὐσία αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦτο· διὸ ἀπ‐
15ελθούσης οὐκέτ’ ἂν ἦν πρίων, ἀλλ’ ἢ ὁμωνύμως. νῦν δ’ ἐστὶ πρίων· οὐ γὰρ τοιούτου σώματος ἡ ψυχὴ τὸ τί ἦν εἶναι καὶ ὁ λόγος, ἀλλὰ φυσικοῦ τοιουδὶ ἔχοντος κινήσεως καὶ στά‐ σεως ἀρχὴν ἐν ἑαυτῷ. δεῖ δὲ σκοπεῖν ὥσπερ εἴπομεν ἐπὶ τῶν μερῶν ὁτῳοῦν. εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῷον, ἦν ἂν
20τούτου ψυχὴ ἡ ὄψις· αὕτη γὰρ οὐσία ὀφθαλμοῦ ἡ κατὰ τὸν λόγον. ὁ δ’ ὀφθαλμὸς ὕλη ὄψεως· ἀπελθούσης δ’ οὐκ ἔτι ὁ ὀφθαλμὸς ἀλλ’ ἢ ὁμωνύμως, ὥσπερ εἰ τὸν λίθινον ὀφθαλ‐ μὸν φαίνημεν εἶναι. ὃ δὲ ἐπὶ ἑνὸς μέρους, τοῦτο δεῖ λαβεῖν
23aἐπὶ ὅλου τοῦ ζῶντος σώματος·

2

413a

(3)

ὅτι μὲν οὖν ἤτοι μέρη ἔνια τῆς ψυχῆς ἢ ἡ ὅλη, εἰ μεριστή, οὐκ
5ἔστι χωριστὴ τοῦ σώματος, οὗ ἐστι ψυχή, οὐκ ἄδηλον· ἐνίων γὰρ ἡ ἐντελέχεια αὐτῶν τῶν μερῶν ἐστιν. οὐ μὴν ἀλλ’ ἔννια οὐθὲν κωλύει. οὐ γάρ ἐστι σώματος ἐντελέχεια οὐδενός. ἔτι ἄδηλον εἰ οὕτως ἡ ψυχὴ τοῦ σώματος ἐντελέχεια ὥσπερ πλωτὴρ πλοίου. ὡς μὲν οὖν εἰπεῖν τόπῳ περὶ ψυχῆς
10εἰρήσθω τὸν τρόπον τοῦτον. Ἐπεὶ δ’ ἐκ τῶν ἀσαφῶν μὲν φανερωτέρων δὲ τὸ σαφὲς γίνεται καὶ κατὰ τὸν λόγον γνωριμώτερον, πειρατέον
πάλιν οὕτω γ’ ἐπελθεῖν περὶ αὐτῆς· οὐ γὰρ μόνον τὸ ὅτι δεῖ ἔχειν τὸν λόγον τὸν ὁριστικόν, ὥσπερ οἱ πλεῖστοι τὸν
15ὅρον λέγουσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ἐνυπάρχειν. νῦν δ’ ὥσπερ συμπέρασμα οἱ λόγοι τῶν ὅρων εἰσίν, οἷον τί ἐστι τετρα‐ γωνισμός; τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον· οὗτος μὲν γὰρ ὁ τοῦ συμπεράσματος· ὁ δὲ λέγων τί ἐστι τετραγωνισμός; ὅτι μέσης εὕρεσις, τοῦ πράγματος λέγει τὸ
20αἴτιον. λέγωμεν οὖν ποιησάμενοι τῆς σκέψεως ἀρχὴν τήνδε. τὸ ψυχὴν ἔχον πρὸς τὸ μὴ ἔχον διορίζομεν τῷ ζῆν· τὸ δὲ ζῆν εἰς πλείω τὸν ἀριθμὸν βλέψαντες εἴποιμεν κἂν εἰ μόνον ἓν ὑπάρχῃ τι τούτων, εἰς αἴσθησαν, εἰς νοῦν, εἰς κίνησιν τὴν κατὰ τόπον καὶ στάσιν, ἔτι εἰς κίνησιν τὴν κατὰ τὸ
25τρέφειν καὶ αὐξάνεσθαι καὶ φθίνειν, διὸ καὶ τὰ φυόμενα πάντα ζωῆς τινὸς δοκεῖ μετέχειν· αὐτὰ γὰρ ἐν αὑτοῖς φαίνεται τοιαύτην δύναμιν ἔχοντα καὶ ἀρχήν, δι’ ἧς αὔξησίν τε λαμβάνει καὶ φθίσιν κατὰ τοὺς ἐναντίους τόπους· οὐ γὰρ ἄνω μὲν αὔξεται, κάτω δ’ οὔ, ἀλλὰ καὶ κάτω καὶ ἄνω καὶ πάντη·
30καὶ τρέφεται διὰ τέλους καὶ ζῇ ἕως ἂν δύνηται λαμβάνειν τροφήν. δύναται δὲ τοῦτο μὲν χωρίζεσθαι τῶν ἄλλων, τούτου δὲ τἆλλ’ ἀδύνατον ἐν τοῖς θνητοῖς. φανερὸν δ’ ἐπὶ τῶν φυομένων· οὐδεμία γὰρ αὐτοῖς ὑπάρχει δύναμις ἄλλη ψυχῆς.

2

413b

τὸ μὲν οὖν ζῆν διὰ ταύτην ὑπάρχει τὴν ἀρχὴν παρὰ τοῖς ζῴοις, τὸ δὲ ζῷον διὰ τὴν αἴσθησιν πρῶτον· καὶ γὰρ εἰ μὴ κινοῖτο μηδ’ ἀλλάττοι τόπον, ἔχει δὲ αἴσθησιν, ζῷον ἂν εἶναι φαῖμεν καὶ οὐ μόνον ζῆν. φαίνεται δὲ καὶ τοιαῦτ’ εἶναι
5πολλὰ τῶν ζῴων· μόνιμα γὰρ ὄντα τῇ φύσει ἔχει μόνον
5αἴσθησιν. αἰσθήσεως δὲ ἁφὴ πρῶτον ὑπάρχει πᾶσι· καὶ καθάπερ τὸ θρεπτικὸν δύναται χωρίζεσθαι τῆς ἁφῆς, πάλιν οὕτως αὕτη τῶν ἄλλων αἰσθήσεων· πάντα γὰρ τὰ ζῷα ἔχοντα
9φαίνεται τὴν ἁπτικὴν αἴσθησιν· δι’ ἣν δ’ αἰτίαν ἑκάτερον
10τούτων οὕτω συμβέβηκεν, ὕστερον ἐροῦμεν. νῦν δ’ ἐπὶ το‐ σοῦτον εἰρήσθω μόνον, ὅτι ἡ ψυχὴ τούτων ἐστὶν ἀρχὴ τῶν εἰρημένων καὶ ὥρισται τούτοις θρεπτικῷ, αἰσθητικῷ, διανοη‐ τικῷ, κινήσει. πότερον δὲ τούτων ἕκαστόν ἐστι ψυχὴ ἢ μόρια ψυχῆς, καὶ πότερον μόρια ψυχῆς οὕτως ὥστε εἶναι χωριστὰ
15μόνῳ λόγῳ ἢ καὶ τόπῳ, περὶ μὲν οὖν τινῶν οὐ χαλεπὸν ἰδεῖν, ἔνια δὲ ἀπορίαν ἔχει. ὥσπερ γὰρ ἐπὶ τῶν φυτῶν φαί‐ νεται διαιρούμενα ἔνια ζῶντα καὶ χωριζόμενα δ’ ἀπ’ ἀλλήλων, ὡς οὔσης τῆς ἐν αὐτοῖς ψυχῆς ἐντελεχείᾳ μὲν μιᾶς ἐν τῷ ἑνὶ
ἑκάστῳ φυτῷ, δυνάμει δὲ πολλῶν, οὕτω καὶ περὶ τὰς ἄλλας
20διαφορὰς ὁρῶμεν τῆς ψυχῆς συμβαῖνον ἐν τοῖς διατεμνο‐ μένοις ζῴοις· καὶ γὰρ αἴσθησιν ἑκάτερον τῶν μερῶν ἔχει καὶ κίνησιν τὴν κατὰ τόπον, εἰ δ’ αἴσθησιν, καὶ φαντασίαν καὶ ὄρεξιν· ὅπου μὲν γὰρ αἴσθησις, λύπη τε καὶ ἡδονὴ παρ‐ ακολουθεῖ, ὅπου δὲ ταῦτα, ἐξ ἀνάγκης καὶ ἐπιθυμία. περὶ δὲ
25τοῦ νοῦ τῆς θεωρητικῆς δυνάμεως οὐδέ πω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεται χωρί‐ ζεσθαι, ὥσπερ τὸ ἀΐδιον τοῦ φθαρτοῦ. ὅτι μὲν οὖν οὐκ ἔστιν οὕτω ταῦτα μέρος ψυχῆς ὥστ’ εἶναι χωριστά, καθάπερ φασί τινες, δῆλον ἐκ τούτων· τῷ δὲ λόγῳ ὅτι ἕτερον, φανερόν·
30αἰσθητικὸν γὰρ εἶναι καὶ δοξαστικὸν ἕτερον, εἴπερ καὶ τὸ αἰσθάνεσθαι τοῦ δοξάζειν. ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν εἰρημένων ἕκαστον, ἔτι δ’ ἐνίοις μὲν τῶν ζῴων ὑπάρχει ἅπαντα, ἐνίοις δὲ ἐλάττω, τοῖς δὲ ἓν μόνον· τοῦτο δὲ ποιεῖ

2

414a

διαφορὰς τῶν ζώντων· δι’ ἣν δ’ αἰτίαν, σκεπτέον ὕστερον. τὸ δ’ αὐτὸ τοῦτο συμβαίνει καὶ περὶ τὰς αἰσθήσεις· τὰ μὲν γὰρ ἔχει πάσας, τὰ δ’ ἐλάττους, τὰ δὲ μίαν τὴν ἀναγ‐ καιοτάτην, ἁφήν. ἐπεὶ δὲ ᾧ ζῶμεν καὶ αἰσθανόμεθα λέγεται
5διχῶς, ὥσπερ ᾧ ἐπιστάμεθα· τὸ μὲν γὰρ ἐπιστήμην εἶναί φαμεν, τὸ δὲ ψυχήν· καὶ γὰρ τῇ ψυχῇ καὶ τῇ ἐπιστήμῃ ἐπίστασθαι λέγομεν· ὁμοίως δὲ καὶ ᾧ ὑγιαίνομεν, τὸ μὲν ὑγιείᾳ, τὸ δὲ τοῦ σώματός τινι μορίῳ ἢ ὅλῳ· τούτων δ’ ἡ μὲν ἐπιστήμη καὶ ἡ ὑγίεια εἶδός τι καὶ μορφὴ καὶ λόγος καὶ οἷον
10ἐνέργεια τῶν δεκτικῶν, ἡ μὲν τοῦ ἐπιστημονικοῦ, ἡ δὲ τοῦ ὑγιαστοῦ· ἐν τῷ πάσχοντι γὰρ καὶ διατιθεμένῳ δοκεῖ ἡ ἐνέρ‐ γεια ἐνεῖναι ἡ τῶν ποιητικῶν· ἡ ψυχὴ δὲ τοῦτο ᾧ ζῶμεν καὶ αἰσθανόμεθα καὶ κινούμεθα πρώτως· ὥστ’ εἶδός τι καὶ λόγος ἐστίν, ἀλλ’ οὐχ ὡς ὕλη καὶ ὑποκείμενον ὥσπερ εἴρη‐
15ται.

3

420b

(5)

ἡ δὲ φωνὴ ψόφος τίς ἐστιν ἐμψύχου· οὐδὲν γὰρ φωνεῖ ἄψυχον, ἀλλὰ καθ’ ὁμοιότητα λέγεται φωνεῖν, οἷον αὐλοὶ καὶ λύρα καὶ ὅσα ἄλλα τῶν ἀψύχων ἀπότασιν καὶ μέλος καὶ διάλεκτον ἔχει· ἔοικε γὰρ ὅτι καὶ ἡ φωνὴ ταῦτ’ ἔχει. οὐ πάντα δὲ τὰ ζῷα φωνὴν ἔχει· τῶν γὰρ ἀναίμων
10οὐθὲν ἔχει· ἀλλ’ οὐδὲ τὰ ἔναιμα πάντα, οἷον ἰχθύες.

4

421a

σημεῖον δὲ τούτου· οὐθεὶς γὰρ δύναται ἅμα ἀναπνέων φωνεῖν ἢ ἐκ‐ πνέων, ἀλλὰ κατέχων. τούτῳ κινεῖ, φανερὸν δὲ καὶ διότι οἱ ἰχθύες ἄφωνοι· οὐ γὰρ ἔχουσι φάρυγγα. οὐκ ἔχουσι δὲ
5τοῦτο τὸ μόριον, ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδ’ ἀναπνέουσιν. δι’ ἣν δ’ αἰτίαν, ἕτερος ἔσται περὶ αὐτῶν λόγος.

5

422b

(32)

ἀλλὰ τί τὸ ἓν τὸ ὑποκείμενον, ὥσπερ ἀκοῇ ψόφος, οὕτως τῇ ἁφῇ, ἄδηλον δοκεῖ εἶναι. πότερον δ’ ἐστὶ τὸ αἰσθητήριον ἐντός, ἢ οὔ, ἀλλ’ εὐθέως· ἡ σάρξ,

5

423a

οὐθὲν δοκεῖ σημεῖον εἶναι τὸ ἅμα θιγγάνοντος φαίνεσθαι τὴν αἴσθησιν γινομένην. καὶ γὰρ νῦν εἴ τις παρατείνειε περὶ τὴν σάρκα οἷον ὑμένα ποιήσας, ὁμοίως ποιήσει τὴν αἴσθησιν εὐθὺς ἁψάμενον· καίτοι οὐ δήπου καὶ ἐν τούτῳ ἐστὶ
5τὸ αἰσθητήριον· εἰ δὲ καὶ προσπεφυκὸς εἴη, θᾶττον ἔτι διικνοῖτ’ ἂν ἡ αἴσθησις. διὸ τὸ τοιοῦτον τοῦ σώματος μόριον ἔοικεν οὕτως ἔχειν ὥσπερ ἂν εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ ἀήρ· ἐνὶ γὰρ ἂν ἐδοκοῦμεν αἰσθάνεσθαι ὀσμῆς καὶ ψόφου καὶ χρώματος, καὶ μία τις αἴσθησις εἶναι ὄψις τε καὶ ἀκοὴ καὶ
10ὄσφρησις. ἀλλὰ διὰ τὸ κεχωρισμένον εἶναι δι’ οὗ γίνονται αἱ κινήσεις, φανερὰ τὰ εἰρημένα αἰσθητήρια ἕτερα ὄντα. ἐπὶ δὲ τῆς ἁφῆς τοῦτο νῦν ἄδηλον· ἐξ ἀέρος μὲν γὰρ ἢ ὕδατος ἀδύνατον συστῆναι τὸ ἔμψυχον σῶμα· δεῖ γὰρ στερεὸν εἶναι. ἐκ γῆς δὲ λείπεται καὶ τούτων εἶναι μικτόν, οἷον βούλεται
15εἶναι ἡ σὰρξ καὶ τὸ ἀνάλογον ὅσα μὴ ἔχει σάρκα τῶν ζῴων· ὥστ’ ἀνάγκη τὸ σῶμα μεταξὺ εἶναι τοῦ ἁπτοῦ καὶ προσ‐ πεφυκός, δι’ οὗ γίνονται αἱ αἰσθήσεις πλείους οὖσαι. δηλοῖ δ’ ὅτι πλείους εἰσὶν αἱ αἰσθήσεις ἡ ἐπὶ τῆς γλώττης ἁφή· ἁπάντων γὰρ τῶν ἁπτῶν αἰσθάνεται κατὰ τὸ αὐτὸ μόριον
20καὶ χυμοῦ. εἰ μὲν οὖν καὶ ἡ ἄλλη σὰρξ χυμοῦ ᾐσθάνετο,
20μία ἂν ἐδόκη εἶναι καὶ ἁφὴ καὶ ἡ γεῦσις, νῦν δὲ διὰ τὸ μὴ ἀντιστρέφειν. ἔχει δὲ ἀπορίαν εἰ ἅπαν σῶμα βάθος ἔχει· τοῦτο δ’ ἐστὶ τὸ τρίτον μέγεθος· ὧν δ’ ἐστὶ δύο σωμάτων μεταξὺ σῶμα, ταῦτα δ’ ἀδύνατον ἅπτεσθαι ἀλλήλων· τὸ δὲ
ὑγρὸν ἄνευ σώματος οὐκ ἔστιν οὐδὲ τὸ διερόν, ἀλλ’ ἀναγκαῖον
25ἢ ὕδωρ εἶναι ἢ ἔχειν ὕδωρ· τὰ δὲ ἁπτόμενα ἀλλήλων ἐν τῷ ὕδατι, μὴ ξηρῶν τῶν ἄκρων ὄντων, ἀναγκαῖον ὕδωρ ἔχειν μεταξύ, οὗ ἀνάπλεω τὰ ἔσχατα· εἰ δὲ τοῦτ’ ἀληθές, ἀδύνατον ἂν εἴη ἅψασθαι ἄλλο ἄλλου ἐν ὕδατι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν ἀέρι· ὁμοίως γὰρ ἔχει ὁ ἀὴρ πρὸς τὰ ἐν
30αὐτῷ ὥσπερ ὕδωρ πρὸς τὰ ἐν αὐτῷ τῷ ὕδατι. λανθάνει δὲ μᾶλλον ἡμᾶς, ὥσπερ καὶ τὰ ἐν τῷ ὕδατι ζῷα, εἰ διερὸν

5

423b

ἅπτεται διεροῦ. πότερον οὖν ἐστι πάντων ὁμοίως ἡ αἴσθη‐ σις; νῦν γὰρ οὐ δοκεῖ, ἀλλὰ τῷ ἅπτεσθαι ἡ γεῦσις καὶ ἡ ἁφή, αἱ δὲ ἄλλαι ἄποθεν. τὸ δ’ οὐκ ἔστιν, ἀλλὰ καὶ τὸ σκληρὸν καὶ τὸ μαλακὸν δι’ ἑτέρου αἰσθανόμεθα, ὥσπερ καὶ
5τὸ ὁρατὸν καὶ τὸ ἔχον ψόφον καὶ τὸ ὀσφραντόν· ἀλλὰ τὰ μὲν πόρρωθεν, τὰ δὲ διὰ τὸ λίαν ἐγγὺς λανθάνει. ἐπεὶ πάντα γε διὰ τοῦ μέσου αἰσθανόμεθα· ἀλλ’ ἐπὶ τούτων
λανθάνει.