TLG 0086 052 :: ARISTOTELES et CORPUS ARISTOTELICUM :: De anima (codicis E fragmenta recensionis a vulgata diversae)

ARISTOTELES et CORPUS ARISTOTELICUM Phil.
(Stagirites Pellaeus Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN ARISTOTELEM (5015)

De anima (codicis E fragmenta recensionis a vulgata diversae)

Source: Ross, W.D. (ed.), Aristotle. De anima. Oxford: Clarendon Press, 1961 (repr. 1967): appendix 1 (412a3–424b18).

  • fr. 1: 412a3–412a12
  • fr. 2: 414b13–416a9
  • fr. 3: 421a5–422a24
  • fr. 4: 423b8–424b18

Citation: Fragment — Bekker page — (line)

t

1

Codicis E fragmenta recensionis a vulgata diversae

1

412a

(3)

Ἐπεὶ δὲ τὰ παραδεδομένα περὶ ψυχῆς παρὰ τῶν ἄλλων, ἐφ’ ὅσον ἕκαστος ἀπεφήνατο τῶν πρότερον, εἴρηται σχεδόν,
5νῦν ὥσπερ ἐξ ἀρχῆς πάλιν ἐπανίωμεν, πειρώμενοι διορίσαι τί ἐστιν ἡ ψυχὴ καὶ τίς ἂν εἴη λόγος αὐτῆς κοινότατος· χωρίζομεν δὴ τὰς μὲν οὐσίας ἀπὸ τῶν ὄντων τῶν ἄλλων· τῆς δὲ οὐσίας τὸ μὲν ὡς ὕλην λέγεσθαι τίθεμεν, ὃ καθ’ αὑτὸ δὲ ἡ μορφή, τὸ δ’ ἐκ τούτων. ἔστι δ’ ἡ μὲν ὕλη δυνάμει, τὸ
10δ’ εἶδος ἐντελέχεια, αὕτη δ’ ὑπάρχει διχῶς, ἢ γὰρ ὡς ἡ ἐπιστήμη, ἢ ὡς τὸ θεωρεῖν. οὐσίαι δὲ μάλιστα δοκοῦσιν εἶναι τὰ σώματα, καὶ τούτων τὰ φυσικά· ....

2

414b

(13)

... δὲ χυμὸς ὥσπερ ἥδυσμα τούτοις ἐστίν· διόπερ ὅσα
15ἔχει τῶν ζῴων ἁφήν, πᾶσιν ὑπάρχει καὶ ὄρεξις. περὶ δὲ φαντασίας ἄδηλον, καὶ ὕστερον ἐπισκεπτέον. ἐνίοις δὲ ταῦτά τε ὑπάρχει καὶ τὸ κατὰ τόπον κινητικόν, τοῖς δ’ ἔτι πρὸς τούτοις διάνοια καὶ νοῦς, οἷον ἀνθρώπῳ κἂν εἴ τι ἄλλο ζῷον ἕτερόν ἐστι τοιοῦτον ἢ καὶ τιμιώτερον. δῆλον οὖν
20ὡς ὁμοίως σχήματος καὶ ψυχῆς εἷς ἂν εἴη λόγος. οὔτε γὰρ ἐκεῖ σχῆμα παρὰ τρίγωνον ἔστι καὶ τὰ ἐφεξῆς, οὔτ’ ἐνταῦθα ψυχὴ παρὰ τὰς εἰρημένας. γένοιτο δ’ ἂν καὶ ἐπὶ τῶν σχημάτων λόγος ὃς ἐφαρμόσει πᾶσιν, οὐκ ἔσται μεν‐ τοῖδος οὐθενὸς σχήματος. ὁμοίως δὲ καὶ ἐπὶ ταῖς εἰρημέναις
25ψυχαῖς. διὸ γελοῖον ζητεῖν τὸν κοινὸν λόγον καὶ ἐπ’ ἄλ‐ λων καὶ ἐπὶ τούτων, ὃς οὐκ ἔσται οὐθενὸς τῶν ὄντων ἴδιος, οὐδὲ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος, τὸν τοιοῦτον ἀφέντας. παραπλησίως δὲ ὥσπερ καὶ ἐπὶ τῶν σχημάτων ἔχει καὶ τὰ περὶ τὴν ψυχήν· ἀεὶ γὰρ ἐν τῷ ἐφεξῆς ὑπάρχει δυνάμει τὸ πρότερον
30ἐπί τε τῶν σχημάτων καὶ ἐπί τε τῶν ἐμψύχων, λέγω δ’ ὥσπερ ἐν τετραγώνῳ μὲν τρίγωνον, ἐν αἰσθητικῷ δὲ τὸ θερπτικόν. ὥστε
καὶ καθ’ ἕκαστον δεῖ ζητεῖν τίς ἡ ἑκάστου ψυχή, οἷον τίς φυτοῦ καὶ τίς ἀνθρώπου καὶ τῆς θηρίου. διὰ τίνα δ’ αἰτίαν τὸ

2

415a

ἐφεξῆς οὕτως ἔχουσι, σκεπτέον. ἄνευ μὲν γὰρ τοῦ θρεπτικοῦ οὐ‐ θέν ἐστιν αἰσθητικόν· τοῦ δ’ αἰσθητικοῦ χωρίζεται τὸ θρεπτι‐ κόν, οἷον ἐν τοῖς φυτοῖς. πάλιν δ’ ἄνευ τοῦ ἁπτικοῦ οὐδεμία τῶν ἄλλων αἰσθήσεων, ἁφὴ δ’ ἄνευ τῶν ἄλλων ὑπάρχει·
5πολλὰ γὰρ ἔστι τῶν ζῴων ἃ οὔτ’ ὄψιν ἔχει οὔτ’ ἀκοήν. καὶ τῶν αἰσθητικῶν δὲ κίνησις τοῖς μὲν ὑπάρχει τοῖς δ’ οὐκ ὑπάρχει· τελευταῖον δὲ διὰ καὶ λογισμός· οἷς μὲν γὰρ ὑπάρχει λογισμός, καὶ τῶν ἄλλων ἕκαστον τῶν εἰρημένων,
10οἷς δ’ ἐκείνων ἕκαστον, οὐ πᾶσιν ὑπάρχει λογισμός. ἀλλὰ τὰ μὲν οὐδὲ φαντασίαν ἔχει μόνον. ὅτι μὲν οὖν ὁ περὶ τούτων ἑκάστου λόγος οἰκειότατος περὶ ψυχῆς ἐστι, δῆλον. Ἀνάγκη δὲ τὸν περὶ τούτων μέλλοντα πραγματεύεσθαι
15λαβεῖν τί ἕκαστον αὐτῶν ἐστιν, εἶθ’ οὕτω περὶ τῶν ἐχο‐ μένων καὶ τῶν ἄλλων ποιεῖσθαι τὴν ἐπίσκεψιν. εἰ δὲ δεῖ λέγειν τί ἕκαστον, οἷον τί τὸ νοητικὸν ἢ τί τὸ αἰσθητικὸν ἢ θρεπτικόν, πρότερον λεκτέον τί τὸ νοεῖν καὶ τί τὸ αἰσθάνεσθαι· αἱ γὰρ πράξεις καὶ αἱ ἐνέργειαι πρότεραι κατὰ τὸν λόγον
20εἰσὶ τῶν δυνάμεων. ἀλλὰ μὴν εἴ γε ταῦτα, πρότερον ἔτι τούτων διοριστέον τὰ ἀντικείμενα, οἷον περὶ τροφῆς καὶ αἰσθη‐ τοῦ καὶ νοητοῦ, διὰ τὴν αὐτὴν αἰτίαν. ὥστε πρῶτον περὶ τροφῆς καὶ γεννήσεως λεκτέον· αὕτη γὰρ ἡ ψυχὴ καὶ τοῖς ἄλλοις ὑπάρχει πρώτη καὶ κοινοτάτη, ψυχῆς δ’ ἐστὶν
25δύναμις καθ’ ἣν ὑπάρχει τὸ ζῆν πᾶσις. ἧς ἔργον ἐστὶ γέννη‐ σις καὶ τὸ χρῆσθαι τροφῇ· τοῦτο γὰρ ἔργον μάλιστα φύσι πᾶσι τοῖς ζῶσιν, ὅσα μὴ ἀτελῆ ἢ πηρώματά ἐστιν ἢ αὐτό‐ ματον ἔχει τὴν γένεσιν, τὸ ποιῆσαι αὐτὸ οἷον ἕτερον, ζῷον μὲν ζῷα, φυτὸν δὲ φυτά, ἵνα τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχῃ ἕκα‐

2

415b

στον ὃν δύναται τρόπον· πάντα γὰρ ἐκείνου ὀρέγεται, κἀκείνου ἕνεκα πράττει ὅσα πράττει κατὰ φύσιν. τοῦ γὰρ οὗ ἕνεκα διττόν, τὸ μὲν οὗ, τὸ δὲ ᾧ· ἐπεὶ οὖν οὐ τῇ συνεχείᾳ τοῦ ἀεὶ καὶ τοῦ θείου δύναται κοινωνεῖν (οὐ γὰρ ἐνδέχεται τὸ αὐτὸ ἀεὶ ἀριθμῷ
5εἶναι οὐθὲν τῶν φθαρτῶν), ὃν τρόπον ἐπιβάλλειν, τοῦτον ἕκαστον θιγγάνει, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον· καὶ διαμένει οὐκ αὐτό, ἀλλ’ οἷον αὐτό, ἀριθμῷ μὲν οὐχ ἕν, εἴδει δ’ ἕν. ἔστι δ’ ἡ ψυχὴ ἀρχὴ τοῦ ζῶντος σώματος, ἀλλ’ ἡ ἀρχὴ καὶ τὸ αἴτιον λέγεται πολλαχῶς. ὅμως δ’ ἡ ψυχὴ τοὺς τρεῖς τρόπους αἰτία
10τοὺς διωρισμένους· καὶ γὰρ ὅθεν ἡ κίνησις καὶ οὗ ἕνεκα
καὶ ὡς οὐσία τῶν ἐμψύχων σωμάτων ἐστὶν ἡ ψυχή. ὅτι μὲν οὖν ὡς οὐσία δῆλον· τοῦ γὰρ εἶναι ἡ οὐσία αἴτιον πᾶσι, τὸ δὲ ζῆν τοῖς ζῶσι τὸ εἶναί ἐστιν, αἰτία δὲ καὶ ἀρχὴ ἡ
15ψυχὴ τούτου ἐστίν. φανερὸν δὲ καὶ ὡς τὸ οὗ ἕνεκα ἡ ψυχή· καὶ γὰρ ἡ φύσι ἕνεκά του ποιεῖ, ὥσπερ ὁ νοῦς, καὶ τοῦτ’ ἐστὶν αὐτῆς τὸ τέλος. καὶ ἡ ψυχὴ τοιοῦτον ἐν τοῖς κατὰ φύσιν, καὶ πᾶν τὸ σῶμα ὄργανον τῇ ψυχῇ· ὥσπερ δὲ τὸ
20τῶν ζῴων, καὶ τὸ τῶν φυτῶν. ἀλλὰ μὴν καὶ ὅθεν ἐκίνησις πρῶτον ἡ κατὰ τόπον, τοῦτό ἐστι ψυχή· ἀλλ’ οὐ πᾶσι τοῖς ζῴοις ἡ τοιαύτη ὑπάρχει δύναμις· ἔτι δ’ ἀλλοίωσις καὶ αὔξη‐ σις κατὰ ψυχήν. ἡ μὲν γὰρ αἴσθησις δοκεῖ τις ἀλλοίωσις
25εἶναι, μὴ ἔχον δὲ ψυχὴν οὐθὲν ἂν αἴθοιτο. ὁμοίως δὲ καὶ περὶ αὐξήσεως καὶ φθίσεως ἔχει· οὐθὲν γὰρ αὐξάνεται οὐδὲ φθίνει φυσικῶς μὴ τρέφομεν, οὐδὲ τρέφεται μὴ ζωῆς μετ‐ έχον. ἀλλὰ τοῦτο Ἐμπεδοκλῆς οὐκ εἴρηκεν ὀρθῶς, προστιθεὶς τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μὲν διὰ τὸ τὴν

2

416a

γῆν φύσει οὕτω φέρεσθαι, ἄνω δὲ διὰ τὸ πῦρ. οὔτε γὰρ τὸ κάτω καὶ ἄνω λαμβάνει ὀρθῶς· οὐ γὰρ τὸ αὐτὸ ἑκάστου τὸ ἄνω καὶ τὸ κάτω καὶ τοῦ παντός, ἀλλ’ ὡς ἡ κεφαλὴ τῶν ζῴων, οὕτως ἡ ῥίζα τῶν φυτῶν ἐστιν· τὸ δὲ αὐτὸ δεῖ λέγειν
5ὄργανον, ὧν ἂν ᾖ τὸ αὐτὸ ἔργον. ἔτι δὲ τί τὸ συνέχον εἰς τἀναντία φερομένων; τοῦτο γὰρ αἴτιον τὸ τῆς αὐξήσεως καὶ τροφῆς· εἰ δὲ μή, οὐθὲν κωλύσει δι— —.

3

421a

(5)

ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδ’ ἀναπνέουσιν· δι’ ἣν δ’ αἰτίαν, ἕτερος ἔσται περὶ αὐτῶν λόγος. περὶ δὲ ὀσμῆς καὶ τοῦ ὀσφραντοῦ οὐκ ἔστι ῥᾴδιον διορίσαι ὁμοίως τοῖς εἰρημέ‐ νοις αἰσθητοῖς, τί ἐστιν ἡ ὀσμὴ οὕτως ὡς ὁ ψόφος καὶ τὸ φῶς· αἴτιον δ’ ὅτι οὐκ ἔχομεν ἀκριβῆ ταύτην τὴν αἴσθησιν, ἀλλὰ
10χείριστα ὀσμᾶται ἄνθρωπος τῶν ζῴων, καὶ οὐδεμίαν ἄνευ τοῦ λυπηροῦ καὶ ἡδέος δύναται αἰσθέσθαι ὀσμήν, ὡς τοῦ αἰ‐ σθητηρίου ὄντος οὐκ ἀκριβοῦς. ὥσπερ οὖν τοῖς σκληροφθάλ‐ μοις ἀδήλους εἰκὸς εἶναι τὰς διαφορὰς τῶν χρωμάτων καὶ
15συγκεχυμένας, ἀλλὰ τῷ φοβερῷ καὶ τῷ ἀφόβῳ διορίζειν μόνον, οὕτως καὶ τὰ περὶ τὰς ὀσμὰς τοῖς ἀνθρώποις ἐπεὶ ἔοικέ τε ἀνάλογον ἔχειν πρὸς γεῦσιν καὶ ὅμοια τὰ εἴδη τῶν
χυμῶν τοῖς τῆς ὀσμῆς· ἀλλὰ τὴν γεῦσιν ἔχομεν ἀκριβεστέραν διὰ τὸ εἶναι ἁφήν τινα αὐτήν· δ’ ἔχει τὴν αἴσθη‐
20σιν ἀκριβεστάτην ἄνθρωπος· ἐν μὲν γὰρ ταῖς ἄλλαις λείπεται πολλῶν ζῴων, τῶν δ’ ἁπτῶν αἰσθάνεται μάλιστα ἀκριβῶς. διὸ καὶ φρονιμώτατον τῶν ζῴων ἐστίν. σημεῖον δέ· καὶ γὰρ αὐτῶν τῶν ἀνθρώπων εὐφυεῖς οἱ δ’ ἀφυεῖς εἰσὶ παρ’ οὐδὲν αἰσθητήριον ἕτερον, ἀλλὰ παρὰ ταύτην. ὧν
25μὲν γὰρ ἡ σὰρξ μαλακή, εὐφυεῖς, οἱ δὲ σκληρόσαρκοι ἀφυεῖς τὴν διάνοιαν. ἔστι δ’ ὥσπερ χυμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρός, καὶ ὀσμαὶ τὸν αὐτὸν ἔχουσαι τρόπον. ἀλλὰ τὰ μὲν ἔχει τὴν ἀνάλογον ὀσμὴν καὶ χυμόν, τὰ δὲ τοὐναντίον. ὁμοίως δὲ καὶ
30δριμεῖα καὶ αὐστηρὰ καὶ ὀξεῖα καὶ λιπαρὰ ἔστιν ὀσμή. ἀλλ’, ὥσπερ εἴρηται, διὰ τὸ μὴ σφόδρα διαδήλους εἶναι τὰς ὀσμὰς ὥσπερ τοὺς χυμούς, ἀπό τε τούτων εἴληφε τὰ ὀνό‐

3

421b

ματα καὶ ὁμοιότητα τῶν πραγμάτων, ἡ μὲν γλυκεῖα κρό‐ κου καὶ μέλιτος, ἡ δὲ δριμεῖα θύμου καὶ τῶν τοιούτων· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. ἔστι δ’ ὥσπερ καὶ ἡ ἀκοὴ καὶ ἑκάστη τῶν αἰσθήσεων τοῦ τε ἀκουστοῦ
5καὶ ἀνηκούστου, καὶ ὁρατοῦ καὶ ἀοράτου, καὶ ἡ ὄσφρη‐ σις τοῦ ὀσφρητοῦ καὶ ἀνοσφράντου. ἀνόσφραντον δὲ τὸ μὲν παρὰ τὸ ὅλως ἀδύνατον ἔχειν ὀσμήν, τὸ δὲ μικρὰν ἔχον καὶ τὸ φαύλην, ὥσπερ τὸ ἄγευστον ὡσαύτως λέγεται. ἔστι δὲ καὶ ἡ ὄσφρησις διὰ τοῦ μεταξύ, οἷον ὕδατος καὶ ἀέρος· καὶ
10γὰρ τὰ ἔνυδρα φαίνεται αἰσθανόμενα ὀσμῆς, καὶ τὰ ἔναιμα καὶ ἄναιμα ὁμοίως, ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι· καὶ γὰρ τούτων ἔνια πόρρωθεν ἀπαντᾷ πρὸς τὴν τροφὴν αἰσθανό‐ μενα τὴν ὀσμήν· διὸ καὶ ἔχει ἀπορείαν εἰ πάντα μὲν ὡσαύτως ὀσμᾶται, ὁ δ’ ἄνθρωπος ἀναπνέων, μὴ ἀναπνέων δὲ
15ἀλλ’ ἢ κατέχων τὸ πνεῦμα ἢ ἐκπνέων οὐκ ὀσμᾶται, οὔτε πόρρω οὔτ’ ἐγγύς, οὐδ’ ἂν ἐπιθῇ τις εἰς τὸν μυκτῆρα ἐντός. καὶ τὸ μὲν ἐπ’ αὐτῷ τῷ αἰσθητηρίῳ τιθέμενον ἀναίσθητον εἶναι κοινὸν πάντων, ἀλλὰ τὸ ἄνευ τοῦ ἀναπνεῖν μὴ αἰσθά‐ νεσθαι ἴδιον ἐπὶ τῶν ἀνθρώπων ἐστίν· τοῦτο δὲ πειρωμένῳ
20δῆλον. εἰ οὖν τὰ ἄναιμα μὴ ἀναπνεῖν, ἑτέρων ἄν τινα ἔχοι αἴσθησιν παρὰ τὰς λεγομένας. ἀλλ’ εἴπερ τῆς ὀσμῆς αἰσθά‐ νεται, ἀδύνατον· ἡ γὰρ τοῦ ὀσφραντοῦ καὶ εὐώδους καὶ δυσ‐ ώδους αἴσθησις ὄσφρησίς ἐστιν. φαίνεται δὲ καὶ φθειρόμενα ὑπὸ τῶν ἰσχυρῶν ὀσμῶν ὑφ’ ὧνπερ καὶ ἄνθρωπος, οἷον ἀσφάλ‐
25του καὶ θείου καὶ τῶν τοιούτων. ὀσφραίνεσθαι μέντοι νῦν
ἀναγκαῖον, ἀλλ’ οὐκ ἀναπνεῖν. ἀλλ’ ἔοικε διαφέρειν τὸ αἰσθη‐ τήριον τοῦτο τοῖς ἀνθρώποις πρὸς τὸ τῶν ἄλλων ζῴων, ὥσπερ καὶ τὰ ὄμματα πρὸς τὰ τῶν σκληροφθάλμων (τὰ μὲν γὰρ ἔχει πῶμα καὶ ὥσπερ ἔλυτρον τὰς βλεφαρίδας, ἃς ἂν μὴ
30ἀνασπάσῃ καὶ κινήσῃ, οὐχ ὁρᾷ· τὰ δὲ σκληρόφθαλμα οὐκ ἔχει, ἀλλ’ εὐθὺς ὁρᾷ ὅ τι ἂν τεθῇ ἐν τῷ διαφανεῖ), οὕτω καὶ τὸ ὀσφραντικὸν αἰσθητήριον τοῖς μὲν ἀκάλυφον εἶναι,

3

422a

ὥσπερ τὸ ὄμμα, τοῖς δὲ δεχομένοις τὸν ἀέρα ἔχειν ἐπικάλυμμα, ὃ ἀναπνεόντων ἀποκαλύπτεσθαι, διευρυνομένων τῶν φλεβῶν καὶ τῶν πόρων. καὶ διὰ τοῦτο τὰ ἀναπνέοντα ἐν τῷ ὑγρῷ οὐκ ὀσμᾶται, ὅτι ἀνάγκη ἀναπνεύσαντος ὀσφρανθῆναι, ἐν δὲ
5τῷ ὑγρῷ ἀδύνατον ποιεῖν. ἔστι δ’ ἡ ὀσμὴ τοῦ ξηροῦ ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ· τὸ δ’ ὀσφραντικὸν τὸ αἰσθητήριον τὸ δυνάμει τοιοῦτον. Τὸ δὲ γευστόν ἐστιν ἁπτόν τι, καὶ τοῦτο αἴτιον τοῦ μὴ εἶναι αἰσθητὸν διὰ τοῦ μεταξὺ ἀλλοτρίου ὄντος σώμα‐
10τος· οὐδὲ γὰρ ἡ ἁφή. καὶ τὸ σῶμα ἐν ᾧ ὁ χυμός, τὸ γευ‐ στόν, ἐν ὑγρῷ ὡς ὕλῃ· τοῦτο δ’ ἁπτόν τι. διὸ κἂν εἰ ἐν ὕδατι εἴημεν, αἰσθανόμεθα ἐμβληθέντος γλυκέος, οὐ διὰ τοῦ μεταξὺ δὲ ἡμῖν ἡ αἴσθησις, ἀλλὰ τῷ μιχθῆναι τῷ ὑγρῷ,
15ὥσπερ ποτῷ· τὸ δὲ χρῶμα οὐχ οὕτως ὁρᾶται τῷ μίγνυσθαι, οὐδὲ ταῖς ἀπορροίαις. ὡς μὲν οὖν τὸ μεταξὺ οὐθὲν ἔστιν· ὡς δὲ χρῶμα τὸ ὁρατόν, οὕτω γευστὸν χυμός. οὐθὲν δὲ ποιεῖ αἴσθησιν χυμοῦ ἄνευ ὑγρότητος, ἀλλ’ ἔχει ἐνεργείᾳ ἢ δυνάμει ὑγρότητα, οἷον τὸ ἁλμυρόν· τηκτόν τε γὰρ αὐτὸ καὶ συντηκτικὸν
20τῆς γλώττης. ὥσπερ δὲ καὶ ἡ ὄψις ἐστὶ τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου (ὁ γὰρ σκότος ἀόρατος, κρίνει δὲ καὶ τοῦτον ἡ ὄψις), ἐπὶ τοῦ λίαν λαμπροῦ (καὶ γὰρ τοῦτό πως ἀόρατον, ἄλλον τρόπον καὶ ὁ σκότοσ)—ὁμοίως δὲ καὶ ἡ ἀκοὴ ψόφου τε καὶ σιγῆς, ὧν τὸ ....

4

423b

(8)

εἴρηται πρότερον ὅτι καὶ δι’ ὑμένος ἂν πάντων αἰσθανοί‐
10μεθα τῶν ἁπτῶν, κἂν εἰ λανθάνοι διείργων, ὁμοίως ἂν ἔχοι‐ μεν ὥσπερ νῦν ἐν τῷ ὕδατι καὶ ἐν τῷ ἀέρι· δοκοῦμεν γὰρ αὐτῶν θιγγάνειν καὶ οὐθὲν εἶναι διὰ μέσου. ἀλλὰ διαφέρει τούτῳ τὰ ἁπτὰ τῶν ὁρατῶν καὶ ψοφητικῶν, ὅτι ἐκείνων αἰσθανόμεθα τῷ τὸ μεταξὺ ποιεῖν τι ἡμᾶς, τῶν δ’ ἁπτῶν οὐχ ὑπὸ τοῦ
15μεταξὺ ἀλλ’ ἅμα τῷ μεταξύ, ὥσπερ οἱ διὰ τῆς ἀσπίδος πλη‐ γέντες· οὔτε γὰρ ἡ ἀσπὶς πληγεῖσα ἐπάταξεν, ἀλλ’ ἅμα ἀμ‐ φοῖν συνέβη πληγῆναι. ὅλως δ’ ἔοικε καὶ ἡ σὰρξ καὶ ἡ γλῶττα, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ ὄσφρησιν ἔχουσιν, οὕτως ἔχειν πρὸς τὸ αἰσθητήριον ὥσ‐
20περ ἐκείνων ἕκαστον. αὐτοῦ δὲ τοῦ αἰσθητηρίου ἁπτομένου οὔτ’ ἐκεῖ οὔτ’ ἐνταῦθα γενοστοαναίσθησιν, οἷον εἴ τις τὸ σῶμα τὸ λευκὸν ἐπὶ τοῦ ὄμματος θείη τὸ ἔσχατον. ᾗ καὶ δῆλον ὅτι ἐντὸς τὸ τοῦ ἁπτοῦ αἰσθητικόν. οὕτω γὰρ ἂν συμβαίνοι ὅπερ ἐπὶ τῶν ἄλλων· ἐπιτιθεμένου γὰρ ἐπὶ τὸ αἰσθητή‐
25ριον οὐκ ἐσθάνεται, ἐπὶ δὲ τὴν σάρκα ἐπιτιθεμένου αἰσθά‐ νεται· ὥστε μεταξὺ ἄρα τοῦ ἁπτικοῦ ἡ σάρξ. ἁπταὶ μὲν οὖν εἰσὶν αἱ διαφοραὶ τοῦ σώματος ᾗ σῶμα· λέγω δὲ διαφοράς, αἷς τὰ στοιχεῖα διορίζουσι, θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, περὶ ὧν εἴρηται πρότερον ἐν τοῖς περὶ τῶν στοιχείων. τὸ
30δὲ αἰσθητήριον αὐτῶν τὸ ἁπτικόν, καὶ ἐν ᾧ ἡ καλουμένη ἁφὴ ὑπάρχει πρώτῳ, τὸ δυνάμει τοιοῦτόν ἐστι μόριον· τὸ γὰρ αἰσθά‐

4

424a

νεσθαι πάσχειν τί ἐστιν· ὥστε τὸ ποιοῦν αὐτὸ ἐνεργείᾳ τοιοῦτον ποιεῖ ἐκεῖνο τὸ δυνάμει ὄν. διὸ τοῦ ὁμοίως θερμοῦ ἢ ψυχροῦ, ἢ σκληροῦ ἢ μαλακοῦ, οὐκ αἰσθανόμεθα, ἀλλὰ τῶν ὑπερβολῶν, ὡς ἂν τοῦ αἰσθητηρίου τῆς αἰσθήσεως οἷον μεσότη‐
5τός τινος οὔσης τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως. καὶ διὰ τοῦτο κρίνει τὰ αἰσθητά. τὸ γὰρ μέσον ὁποτερονοῦν αὐτῶν θάτερον τῶν ἄκρων· καὶ δεῖ ὥσπερ τὸ μέλλον λευκοῦ αἰσθήσεσθαι ἢ μέλανος μηδέτερον εἶναι ἐνεργείᾳ, ἀλλὰ δυνάμει, οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ τῆς ἁφῆς μήτε θερμὸν μήτε ψυχρόν.
10ἔτι δ’ ὥσπερ τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου ἦν πως ἡ ὄψις, ὁμοίως δὲ καὶ αἱ ἄλλαι τῶν ἀντικειμένων, οὕτω καὶ ἡ ἁφὴ τοῦ ἁπτοῦ καὶ ἀνάπτου· ἄναπτον δὲ τό τε μικρὰν πάμπαν ἔχον διαφορὰν τῶν ἁπτῶν, οἷον πέπονθεν ὁ ἀήρ, καὶ αἱ ὑπερ‐ βολαὶ τῶν ἁπτῶν ἄναπτοι, ὥσπερ τὰ φθαρτικά. καθ’ ἑκάστην
15μὲν οὖν αἴσθησιν εἴρηται ὡς ἐν τύπῳ εἰπεῖν. Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ λαβεῖν ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης, οἷον ὁ κηρὸς τοῦ δακτύλου ἄνευ τοῦ σιδήρου καὶ τοῦ
20χρυσοῦ δέχεται τὸ σημεῖον, λαμβάνει δὲ τὸ χαλκοῦν ἢ χρυ‐ σοῦν σημεῖον, ἀλλ’ οὐχ ᾗ χαλκὸς ἢ χρυσός. ὁμοίως δὲ καὶ ἤσθησις ἑκάστη ὑπὸ τοῦ ἔχοντος χρῶμα ἢ ψόφον ἢ χυμὸν πάσχει, ἀλλ’ οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται, ἀλλ’
ᾗ τοιόνδε καὶ κατὰ τὸν λόγον. αἰσθητήριον δὲ πρῶτον, ἐν
25ᾧ ἡ τοιαύτη δύναμις. ἔστι μὲν οὖν τὸ αὐτό, τὸ δ’ εἶναι ἕτε‐ ρον· μέγεθος μὲν γὰρ ἄν τι εἴη τὸ αἰσθανόμενον, οὐ μέντοι τό γε αἰσθητικῷ εἶναι ἢ αἰσθήσει μεγέθει ἐστὶν εἶναι, ἀλλὰ λόγος τις καὶ δύναμις ἐκείνου. φανερὸν δ’ ἐκ τούτων καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθίρουσι τὰς αἰσθή‐
30σεις (ἂν γὰρ ᾗ ἡ κίνησις ἰσχυροτέρα τοῦ αἰσθητηρίου, λύεται ὁ λόγος, τοῦτο δ’ ἦν αἴσθησις, ὡσπερανεὶ ἡ συμ‐ φωνία καὶ ὁ τόνος σφόδρα κρουομένων τῶν χορδῶν), καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά τι μόριον ψυχι‐ κὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν· καὶ γὰρ ψύχεται καὶ

4

424b

θερμαίνεται· αἴτιον δὲ τὸ μὴ ἔχειν μεσότητα, μηδὲ τοιαύτην ἀρχὴν οἷον τὰ εἴδη τῶν αἰσθητῶν δέχεσθαι, ἀλλὰ μετὰ τῆς ὕλης πάσχειν. ἀπορήσειε δ’ ἄν τις, ἆρα πάθοι ἂν ὑπ’ ὀσμῆς τὸ μὴ δυνάμενον ὀσφρανθῆναι, ὑπὸ χρώματος τὸ
5μὴ δυνάμενον ἰδεῖν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ δ’ ἡ ὀσμὴ τὸ ὀσφραντόν, εἴ τι ποιεῖ, τὴν ὄσφρησιν ποιεῖ ὀσμή, ὥστε οὐθὲν πάσχειν τῶν δυνατὸν ὀσφρανθῆναι (ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων), οὐδὲ τῶν δυνατῶν, ἀλλ’ ᾗ αἰσθητικὸν ἕκαστον. ἅμα δὲ δῆλον καὶ οὕτως. οὔτε γὰρ
10ψόφος οὔτε τὸ φῶς καὶ σκότος οὔτε ἡ ὀσμὴ οὐθὲν ποιεῖ τὰ σώματα, ἀλλ’ ἐν οἷς ἐστίν, οἷον ἀὴρ ὁ μετὰ τῆς βροντῆς διέστησε τὸ ξύλον. ἀλλὰ δὴ τὰ ἁπτὰ καὶ οἱ χυμοὶ ποιοῦσιν· εἰ γὰρ μή, ὑπὸ τίνος ἂν πάσχοι τὰ ἄψυχα ἢ ἀλλοιοῖτο; ἆρ’ οὖν κἀκεῖνα ποιεῖ; οὐ πᾶν σῶμα παθητικὸν ὑπ’ ὀσμῆς
15καὶ ψόφου, καὶ τὰ πάσχοντα ἀόριστα, καὶ οὐ μένει, οἷον ἀήρ· ὄζει γὰρ ὡς παθούτι. τί οὖν ἐστὶ τὸ ὀσμᾶσθαι παρὰ τὸ πάσχειν τι; ἢ τὸ μὲν ὀσμασθαιαιαισθάνεσθαι, ὁ δ’
ἀὴρ πανθῶν τοῦτο ταχὺ αἰσθητὸς γίγνεται.