TLG 0086 050 :: ARISTOTELES et CORPUS ARISTOTELICUM :: Fragmentum ARISTOTELES et CORPUS ARISTOTELICUM Phil. Scholia: Cf. SCHOLIA IN ARISTOTELEM (5015) Fragmentum fr. 1 Citation: (Line) | ||
1 | Ἀρετὰ πολύμοχθε γένει βροτείωι, θήραμα κάλλιστον βίωι, σᾶς πέρι, παρθένε, μορφᾶς καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος | |
---|---|---|
5 | καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας· τοῖον ἐπὶ φρένα βάλλεις καρπὸν ἰσαθάνατον χρυσοῦ τε κρείσσω καὶ γονέων μαλακαυγήτοιό θ’ ὕπνου. σεῦ δ’ ἕνεκεν 〈καὶ〉 ὁ δῖος | |
10 | Ἡρακλῆς Λήδας τε κοῦροι πόλλ’ ἀνέτλασαν ἐν ἔργοις σὰν †[..]έποντες δύναμιν†· σοῖς τε πόθοις Ἀχιλεὺς Αἴ‐ ας τ’ Ἀίδαο δόμους ἦλθον· | |
15 | σᾶς δ’ ἕνεκεν φιλίου μορφᾶς Ἀταρνέος ἔντροφος ἀελίου χήρωσεν αὐγάς. τοιγὰρ ἀοίδιμος ἔργοις, ἀθάνατόν τέ μιν αὐξήσουσι Μοῦσαι, Μναμοσύνας θύγατρες, Δι‐ | |
20 | ὸς ξενίου σέβας αὔξου‐ | |
σαι φιλίας τε γέρας βεβαίου. | 444 |