TLG 0086 048 :: ARISTOTELES et CORPUS ARISTOTELICUM :: Divisiones Aristoteleae

ARISTOTELES et CORPUS ARISTOTELICUM Phil.
(Stagirites Pellaeus Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN ARISTOTELEM (5015)

Divisiones Aristoteleae

Source: Mutschmann, H. (ed.), Divisiones quae vulgo dicuntur Aristoteleae. Leipzig: Teubner, 1906: 1–66.

Citation: Page+column — (line)

Divis
.

1col1

(8)

1. τῶν ἀγαθῶν ἔστι τὰ μὲν
10ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός· οἷον ἡ μὲν δι‐ καιοσύνη καὶ ἡ φρόνησις καὶ
ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη
Divis
.

2col1

καὶ τὰ τοιαῦτα ἐν ψυχῇ τὸ δὲ κάλλος καὶ ἡ εὐεξία καὶ ἡ ὑγίεια καὶ ἡ ἰσχὺς ἐν σώ‐ ματι· οἱ δὲ φίλοι καὶ ἡ τῆς
5πατρίδος εὐδαιμονία καὶ ὁ πλοῦτος ἐν τοῖς ἐκτός. τῶν ἀγαθῶν ἄρα τρία εἴδη ἐστί· τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
102. τῆς φιλίας τρία εἴδη ἐστίν· ἡ μὲν γὰρ αὐτῆς ἐστι φυσική,
ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική.
Divis
.

3col1

φυσικὴν μὲν οὖν ταύτην λέ‐ γομεν, ἣν οἱ γονεῖς πρὸς τὰ ἔκγονα ἔχουσι καὶ οἱ συγγε‐ νεῖς πρὸς ἀλλήλους· ταύτην
5δὲ κεκλήρωται καὶ τἆλλα ζῷα. ἑταιρικὴν δὲ καλοῦμεν τὴν ἀπὸ συνηθείας γινομένην καὶ μηδὲν προσήκουσαν γένει, ἀλλ’ οἷον ἡ Πυλάδου πρὸς
10Ὀρέστην. ἡ δὲ ξενικὴ φιλία ἡ ἀπὸ συστάσεως καὶ διὰ γραμ‐ μάτων γινομένη πρὸς τοὺς ξένους. τῆς ἄρα φιλίας ἡ μέν ἐστι φυσική, ἡ δὲ ἑταιρική,
15ἡ δὲ ξενική· προστιθέασι δέ
τινες τετάρτην ἐρωτικήν.
Divis
.

4col1

3. τῆς πολιτείας ἐστὶν εἴδη πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι δημοκρατικόν, ἄλλο δὲ ἀρι‐
5στοκρατικόν, τρίτον δὲ ὀλι‐ γαρχικόν, τέταρτον βασιλικόν, πέμπτον τυραννικόν. δημο‐ κρατικὸν μὲν οὖν ἐστιν, ἐν αἷς πόλεσι κρατεῖ τὸ πλῆθος
10καὶ τὰς ἀρχὰς καὶ τοὺς νό‐ μους δι’ ἑαυτοῦ αἱρεῖται· ἀρι‐ στοκρατία δέ ἐστιν, ἐν ᾗ μήθ’ οἱ πλούσιοι μήθ’ οἱ πένητες μήθ’ οἱ ἔνδοξοι ἄρχουσιν,
15ἀλλ’ οἱ ἄριστοι τῆς πόλεως
Divis
.

5col1

προστατοῦσιν. ὀλιγαρχία δέ ἐστιν, ὅταν ἀπὸ τιμημάτων αἱ ἀρχαὶ αἱρῶνται· ἐλάττους γάρ εἰσιν οἱ πλούσιοι τῶν πενή‐
5των. τῆς δὲ βασιλείας ἡ μὲν κατὰ νόμον, ἡ δὲ κατὰ γένος ἐστίν. ἡ μὲν οὖν ἐν Καρ‐ χηδόνι κατὰ νόμον· πωλητὴ γάρ ἐστιν. ἡ δὲ ἐν Λακε‐
10δαίμονι καὶ Μακεδονίᾳ κατὰ γένος· ἀπὸ γάρ τινος γένους ποιοῦνται τὴν βασιλείαν. τυ‐ ραννὶς δέ ἐστιν, ἐν ᾗ παρα‐ κρουσθέντες ἢ βιασθέντες ὑπό
15τινος ἄρχονται. τῆς ἄρα πο‐ λιτείας ἡ μέν ἐστι δημοκρα‐ τία, ἡ δὲ ἀριστοκρατία, ἡ δὲ ὀλιγαρχία, ἡ δὲ βασιλεία, ἡ δὲ τυραννίς.
204. τῆς δὲ δικαιοσύνης ἐστὶν εἴδη τρία· ἡ μὲν γὰρ αὐτῆς
ἐστι περὶ θεούς, ἡ δὲ περὶ
Divis
.

6col1

ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους. οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν ἐπιμελούμενοι δῆλον
5ὅτι περὶ θεοὺς εὐσεβοῦσιν·
οἱ δὲ δάνεια ἀποδιδόντες καὶ
Divis
.

7col1

παρακαταθήκας δικαιοπρα‐ γοῦσι περὶ ἀνθρώπους· οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δῆλον ὅτι περὶ τοὺς ἀποιχο‐
5μένους. τῆς ἄρα δικαιοσύνης ἡ μὲν πρὸς τοὺς θεούς ἐστιν, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους.
115. τῆς ἐπιστήμης ἐστὶν εἴδη τρία· τὸ μὲν γάρ ἐστι πρακτι‐
κόν, τὸ δὲ ποιητικόν, τὸ δὲ
Divis
.

8col1

θεωρητικόν. ἡ μὲν οἰκοδο‐ μικὴ καὶ ναυπηγικὴ ποιητι‐ καί εἰσιν· ἔστι γὰρ αὐτῶν ἰδεῖν ἔργον πεποιημένον. πο‐
5λιτικὴ δὲ καὶ αὐλητικὴ καὶ κιθαριστικὴ καὶ αἱ τοιαῦται πρακτικαί· οὐ γὰρ ἔστιν ἰδεῖν ἔργον αὐτῶν πεποιημένον, ἀλλὰ πράττουσί τι· ὁ μὲν γὰρ
10αὐλεῖ καὶ κιθαρίζει, ὁ δὲ πο‐ λιτεύεται. ἡ δὲ γεωμετρικὴ καὶ ἁρμονικὴ καὶ ἀστρολογικὴ θεωρητικαί· οὔτε γὰρ πράτ‐ τουσιν οὔτε ποιοῦσιν οὐδέν·
15ἀλλ’ ὁ μὲν γεωμέτρης θεω‐ ρεῖ, πῶς πρὸς ἀλλήλας ἔχου‐
σιν αἱ γραμμαί, ὁ δὲ ἁρμο‐
Divis
.

9col1

νικὸς τοὺς φθόγγους, ὁ δὲ ἀστρολογικὸς τὰ ἄστρα καὶ τὸν κόσμον. τῶν ἄρα ἐπι‐ στημῶν αἱ μέν εἰσι θεωρη‐
5τικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ ποιητικαί. 6. τῆς ἰατρικῆς ἐστιν εἴδη πέντε· ἡ μὲν φαρμακευτική,
10ἡ δὲ χειρουργική, ἡ δὲ διαι‐ τητική, ἡ δὲ νοσογνωμονική, ἡ δὲ βοηθητική. ἡ μὲν φαρ‐ μακευτικὴ διὰ φαρμάκων ἰᾶ‐ ται τὰς ἀρρωστίας. ἡ δὲ χει‐
15ρουργικὴ διὰ τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτη‐ τικὴ διὰ τοῦ διαιτᾶν ἀπαλ‐ λάττει τῆς ἀρρωστίας, ἡ δὲ νοσογνωμονικὴ διὰ τοῦ γνῶ‐
20ναι τὸ ἀρρώστημα, ἡ δὲ βοη‐ θητικὴ διὰ τοῦ βοηθῆσαι εἰς τὸ παραχρῆμα ἀπαλλάττει τῆς ἀλγηδόνος. τῆς ἄρα ἰατρικῆς
ἡ μέν ἐστι φαρμακευτική, ἡ
Divis
.

10col1

δὲ χειρουργική, ἡ δὲ διαιτη‐ τική, ἡ δὲ νοσογνωμονική, ἡ δὲ βοηθητική. 7.
5 νόμου διαιρέσεις δύο· ὁ μὲν γὰρ αὐτοῦ γεγραμμένος, ὁ δὲ ἄγραφος. ᾧ μὲν ἐν ταῖς πόλεσι πολιτευόμεθα, γε‐ γραμμένος ἐστίν· ὁ δὲ κατὰ
10ἔθη γινόμενος οὗτος ἄγραφος καλεῖται· οἷον τὸ μὴ γυμνὸν πορεύεσθαι εἰς τὴν ἀγορὰν μηδὲ γυναικεῖον ἱμάτιον περι‐ βάλλεσθαι. ταῦτα γὰρ οὐθεὶς
15νόμος κωλύει, ἀλλ’ ὅμως οὐ πράττομεν διὰ τὸ ἀγράφῳ νόμῳ κωλύεσθαι. τοῦ ἄρα νόμου ἐστὶν ὁ μὲν γεγραμ‐
μένος, ὁ δὲ ἄγραφος.
Divis
.

11col1

8. ὁ λόγος διαιρεῖται εἰς πέντε, ὧν εἷς μέν ἐστιν, ὃν οἱ πολιτευόμενοι λέγουσιν ἐν
5ταῖς ἐκκλησίαις, ὃς καλεῖται πολιτικός· ἑτέρα δὲ διαίρε‐ σις λόγου ὃν οἱ ῥήτορες γρά‐ φουσι καὶ εἰς ἐπίδειξίν τε προφέρουσι καὶ εἰς 〈δικαστή‐
10ριον, οἷον〉 ἐγκώμια καὶ ψό‐ γους καὶ κατηγορίας 〈καὶ ἀπολογίασ〉 .... τὸ δὴ τοι‐ οῦτον εἶδός ἐστι ῥητορικόν. τρίτη δὲ διαίρεσις λόγου, ὃν
15οἱ ἰδιῶται διαλέγονται πρὸς ἀλλήλους· οὗτος δὴ ὁ τρό‐ πος προσαγορεύεται ἰδιωτικός. ἑτέρα δὲ διαίρεσις λόγου, ὃν οἱ κατὰ βραχὺ ἐρωτῶντες καὶ
20ἀποκρινόμενοι τοῖς ἐρωτῶσι διαλέγονται· οὗτος δὲ καλεῖ‐ ται ὁ λόγος διαλεκτικός. πέμ‐ πτη δὲ διαίρεσις λόγου, ὃν
οἱ τεχνῖται περὶ τῆς ἑαυτῶν
Divis
.

12col1

διαλέγονται τέχνης· ὃς δὴ καλεῖται τεχνικός. τοῦ λόγου ἄρα τὸ μέν ἐστι πολιτικόν, τὸ δὲ ῥητορικόν, τὸ δὲ ἰδιω‐
5τικόν, τὸ δὲ διαλεκτικόν, τὸ δὲ τεχνικόν. 9. ἡ μουσικὴ εἰς τρία διαι‐ ρεῖται· ἔστι γὰρ ἡ μὲν διὰ
10τοῦ στόματος μόνον, οἷον ἡ ᾠδή· δεύτερον δὲ διὰ τοῦ στόματος καὶ τῶν χειρῶν, οἷον ἡ κιθαρῳδία· τρίτον ἀπὸ τῶν χειρῶν μόνον, οἷον ἡ κιθα‐
15ριστική. τῆς ἄρα μουσικῆς ἔστι τὸ μὲν ἀπὸ τοῦ στόμα‐ τος μόνον, τὸ δὲ ἀπὸ τοῦ στόματος καὶ τῶν χειρῶν, τὸ δὲ ἀπὸ τῶν χειρῶν.
2110. διαιρεῖται δὲ ἡ εὐγένεια εἰς εἴδη τέτταρα. ἓν μέν, ἐὰν ὦσιν οἱ πρόγονοι καλοὶ κἀγα‐
25θοὶ καὶ δίκαιοι, τοὺς ἐκ τού‐
Divis
.

13col1

των γεγεννημένους εὐγενεῖς φασιν εἶναι· ἄλλο δέ, ἐὰν ὦσιν οἱ πρόγονοι δεδυναστευ‐ κότες καὶ ἄρχοντες γεγενη‐
5μένοι, τοὺς ἐκ τούτων εὐγε‐ νεῖς φασιν εἶναι. ἄλλο δέ, ἐὰν ὦσιν οἱ πρόγονοι ὀνο‐ μαστοί, οἷον ἀπὸ στρατηγίας, ἀπὸ στεφανιτῶν ἀγώνων· καὶ
10γὰρ τοὺς ἐκ τούτων γεγεννη‐ μένους εὐγενεῖς προσαγορεύο‐ μεν. ἄλλο εἶδος, ἐὰν αὐτός τις ᾖ γεννάδας τὴν ψυχὴν καὶ μεγαλόψυχος, καὶ τοῦτον
15εὐγενῆ φασὶν εἶναι· καὶ τῆς γε εὐγενείας αὕτη κρατίστη. τῆς ἄρα εὐγενείας τὸ μὲν ἀπὸ προγόνων ἐπιεικῶν, τὸ δὲ δυ‐ ναστῶν, τὸ δὲ ἐνδόξων, τὸ δὲ
20ἀπὸ τῆς αὐτοῦ καλοκἀγαθίας.
Divis
.

14col1

11. τὸ κάλλος διαιρεῖται εἰς τρία· ἓν μὲν γὰρ αὐτοῦ ἐστιν ἐπαινετόν, οἷον ἡ διὰ τῆς
5ὄψεως εὐμορφία· ἄλλο δὲ χρηστικόν, οἷον ὄργανον καὶ οἰκία καὶ τὰ τοιαῦτα πρὸς χρῆσίν ἐστι καλά· τὰ δὲ πρὸς νόμους καὶ ἐπιτηδεύματα καὶ
10τὰ τοιαῦτα πρὸς ὠφέλειάν ἐστι καλά. τοῦ ἄρα κάλλους τὸ μέν ἐστι πρὸς ἔπαινον, τὸ δὲ πρὸς χρῆσιν, τὸ δὲ
πρὸς ὠφέλειαν.
Divis
.

15col1

12. ἡ ψυχὴ διαιρεῖται εἰς τρία· τὸ μὲν γὰρ αὐτῆς ἐστι λογιστικόν, τὸ δὲ ἐπιθυμητι‐
5κόν, τὸ δὲ θυμικόν. τούτων δὲ τὸ μὲν λογιστικόν ἐστιν αἴτιον τοῦ βουλεύεσθαί τε καὶ λογίζεσθαι καὶ διανοεῖ‐ σθαι καὶ τῶν τοιούτων πάν‐
10των· τὸ δὲ ἐπιθυμητικὸν μέ‐ ρος τῆς ψυχῆς ἐστιν αἴτιον
τοῦ ἐπιθυμεῖν φαγεῖν καὶ
Divis
.

16col1

τοῦ πλησιάσαι καὶ τῶν τοι‐ ούτων πάντων. τὸ δὲ θυ‐ μικὸν μέρος αἴτιόν ἐστι τοῦ θαρρεῖν καὶ ἥδεσθαι καὶ λυ‐
5πεῖσθαι καὶ ὀργίζεσθαι. τῆς ἄρα ψυχῆς ἐστι τὸ μὲν λο‐ γιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν. 13.
10 τῆς τελείας ἀρετῆς εἴδη ἐστὶ τέτταρα· ἓν μὲν φρόνη‐
σις, ἓν δὲ δικαιοσύνη, ἄλλο
Divis
.

17col1

δ’ ἀνδρεία, τέταρτον σωφρο‐ σύνη. τούτων ἡ μὲν φρό‐ νησις αἰτία τοῦ πράττειν ὀρ‐ θῶς τὰ πράγματα· ἡ δὲ δι‐
5καιοσύνη τοῦ ἐν ταῖς κοινω‐ νίαις καὶ τοῖς συναλλάγμασι δικαιοπραγεῖν· ἡ δὲ ἀνδρεία τοῦ ἐν τοῖς κινδύνοις καὶ φο‐ βεροῖς μὴ [ἐξίστασθαι] τρεῖν,
10ἀλλὰ μένειν· ἡ δὲ σωφρο‐ σύνη τοῦ κρατεῖν τῶν ἐπι‐ θυμιῶν καὶ ὑπὸ μηδεμιᾶς ἡδονῆς δουλοῦσθαι, ἀλλὰ κοσμίως ζῆν. τῆς ἀρετῆς ἄρα
15τὸ μέν ἐστι φρόνησις, ἄλλο δικαιοσύνη, τρίτον ἀνδρεία, τέταρτον σωφροσύνη. 14. ἡ ἀρχὴ διαιρεῖται εἰς μέρη
20πέντε· ἓν μὲν εἰς τὸ κατὰ
νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύ‐
Divis
.

18col1

σιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, τέταρτον δὲ εἰς τὸ κατὰ γέ‐ νος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν. οἱ μὲν οὖν ἐν ταῖς
5πόλεσιν ἄρχοντες ὑπὸ τῶν πολιτῶν ἐπὰν αἱρεθῶσι, κατὰ νόμον ἄρχουσιν· οἱ δὲ κατὰ φύσιν, οἷ〈ον οἱ〉 ἄρσενες, οὐ μόνον ἐν τοῖς ἀνθρώποις,
10ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις· ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρσενα τῶν θηλειῶν ἄρχει· ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἵαν οἱ παιδα‐
15γωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοι‐ τώντων. κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, οἵαν οἱ Λακεδαιμόνιοι βασιλεῖς ἄρ‐
20χουσιν· ἀπὸ γὰρ γένους τινὸς ἡ βασιλεία. καὶ ἐν Μακε‐ δονίᾳ δὲ τὸν αὐτὸν τρόπον ἄρχουσι· καὶ γὰρ ἐκεῖ ἀπὸ γένους ἡ βασιλεία καθίστα‐
25ται. οἱ δὲ βιασάμενοι ἢ παρα‐ κρουσάμενοι ἄρχουσιν ἀκόν‐ των τῶν πολιτῶν, ἡ τοιαύτη
ἀρχὴ κατὰ βίαν λέγεται εἶναι.
Divis
.

19col1

τῆς ἀρχῆς ἄρα ἐστὶ τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύ‐ σιν, τὸ δὲ κατὰ ἔθος, τὸ δὲ κατὰ γένος, τὸ δὲ κατὰ βίαν.
1815. τῆς ῥητορείας εἴδη ἐστὶν
20ἕξ. ὅταν μὲν γὰρ κελεύωσι
πολεμεῖν ἢ συμμαχεῖν πρός
Divis
.

20col1

τινα, καλεῖται τὸ τοιοῦτον εἶδος προτροπή· ὅταν δὲ ἀξιῶσι μὴ πολεμεῖν μηδὲ συμ‐ μαχεῖν, ἀλλὰ ἡσυχίαν ἄγειν,
5τὸ τοιοῦτον εἶδος ἀποτροπή ἐστι. τρίτον εἶδος τῆς ῥη‐ τορείας, ὅταν τις φάσκῃ ἀδι‐ κεῖσθαι ὑπό τινος καὶ πολ‐ λῶν κακῶν αἴτιον ἀποφαίνῃ·
10τὸ δὴ τοιοῦτον εἶδος κατ‐ ηγορία ὀνομάζεται. τέταρτον εἶδος τῆς ῥητορείας [ἀπολο‐ γία καλεῖται], ὅταν ἀποφαίνῃ τις αὑτὸν μηθὲν ἀδικοῦντα
15μήτε ἄλλο ἄτοπον μηθὲν πράττοντα· τὸ δὴ τοιοῦτον ἀπολογίαν καλοῦσι. πέμπτον εἶδος ῥητορείας, ὅταν τις εὖ λέγῃ καὶ ἀποφαίνῃ καλὸν
20κἀγαθόν· τὸ δὴ τοιοῦτον εἶδος καλεῖται ἐγκώμιον. ἕκ‐
τον εἶδος, ὅταν τις ἀποφαίνῃ
Divis
.

21col1

φαῦλον· τὸ δὴ τοιοῦτον εἶδος καλεῖται ψόγος. τῆς ἄρα ῥη‐ τορείας ἐστὶ τὸ μὲν ἐγκώμιον, τὸ δὲ ψόγος, τὸ δὲ προτροπή,
5τὸ δὲ ἀποτροπή, τὸ δὲ κατ‐ ηγορία, τὸ δὲ ἀπολογία. 16. τὸ ὀρθῶς λέγειν διαιρεῖ‐ ται εἰς τέτταρα· ἓν μὲν ἃ
10δεῖ λέγειν, ἓν δὲ ὅσα δεῖ λέ‐ γειν, τρίτον πρὸς οὓς δεῖ λέγειν, τέταρτον δὲ πηνίκα λέγειν δεῖ. ἃ μὲν οὖν δεῖ λέγειν, ἃ μέλλει συμφέρειν
15τῷ λέγοντι καὶ τῷ ἀκούοντι· τὸ δὲ ὅσα δεῖ λέγειν, μὴ πλείω μηδὲ ἐλάττω τῶν ἱκα‐ νῶν. τὸ δὲ πρὸς οὓς δεῖ λέγειν, ἐάν τε πρὸς πρεσβυ‐
20τέρους ἁμαρτάνοντας διαλέγῃ,
Divis
.

22col1

ἁρμόττοντας δεῖ τοὺς λόγους διαλέγεσθαι ὡς πρεσβυτέροις· ἐάν τε πρὸς νεωτέρους, ἁρ‐ μόττοντας δεῖ λέγεσθαι ὡς
5νεωτέροις. πηνίκα δὲ λέγειν ἐστὶ μήτε πρότερον μήτε ὕστερον· εἰ δὲ μή, διαμαρ‐ τήσεσθαι καὶ κακῶς ἐρεῖν.
1417.
15 ἡ εὐεργεσία διαιρεῖται εἰς τέτταρα· ἢ γὰρ χρήμασιν ἢ σώμασιν ἢ ταῖς ἐπιστήμαις ἢ τοῖς λόγοις. τοῖς μὲν οὖν χρήμασιν, ὅταν δεομένῳ παρα‐
20βοηθήσῃ τις εἰς χρημάτων
Divis
.

23col1

λόγον εὐπορῆσαι· τοῖς δὲ σώμασιν εὖ ποιοῦσιν ἄλλους, ὅταν παραγενόμενοι τυπτο‐ μένοις παραβοηθῶσιν· οἱ
5δὲ παιδεύοντες καὶ ἰατρεύ‐ οντες καὶ διδάσκοντες ἀγα‐ θόν τι, οὗτοι ταῖς ἐπιστή‐ μαις εὐεργετοῦσιν· ὅταν δὲ εἰσέλθωσιν εἰς δικαστήριον
10ἄλλος ὑπὲρ ἄλλου βοηθὸς καὶ λόγον τινὰ ἐπιεικῆ εἴπῃ ὑπὲρ αὐτοῦ, οὗτος δὴ λόγῳ εὐεργετεῖ. τῆς ἄρα εὐεργε‐ σίας ἡ μέν ἐστι διὰ χρημά‐
15των, ἡ δὲ διὰ σωμάτων, ἡ δὲ διὰ ἐπιστημῶν, τετάρτη δὲ διὰ λόγων. 18. διαιρεῖται τὸ τέλος τῶν
20πραγμάτων εἰς τέτταρα εἴδη· ἓν μὲν κατὰ νόμον τέλος τὰ πράγματα λαμβάνει, ὅταν ψή‐ φισμα γένηται καὶ τοῦθ’ ὁ νόμος τελέσῃ· κατὰ φύσιν
25δὲ τέλος τὰ πράγματα λαμ‐
Divis
.

24col1

βάνει, 〈οἷον〉 ἥ τε ἡμέρα καὶ ὁ ἐνιαυτὸς καὶ αἱ ὧραι. κατὰ τέχνην δὲ τέλος τὰ πράγματα λαμβάνει, οἷον ἡ οἰκοδομική.
5οἰκίαν γὰρ [τις] ἐπιτελεῖ· καὶ ἡ ναυπηγική· πλοῖα γάρ. κατὰ τύχην δὲ γίνεται τοῖς πράγμασι τέλος, ὅταν ἄλλως καὶ μὴ ὡς ὑπολαμβάνει τις
10ἀποβαίνῃ. τοῦ τέλους ἄρα τῶν πραγμάτων τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ τέχνην, τὸ δὲ κατὰ
τύχην ἐστίν.
Divis
.

25col1

19. ἡ δύναμις διαιρεῖται εἰς τέτταρα εἴδη· ἓν μὲν ὃ δυ‐ νάμεθα τῇ διανοίᾳ, 〈οἷον〉
5λογίζεσθαι καὶ ὑπονοεῖν· ἕτε‐ ρον δὲ τῷ σώματι, οἷον πο‐ ρεύεσθαι καὶ διδόναι καὶ λαμ‐ βάνειν καὶ τὰ τοιαῦτα· τρί‐ τον ὃ δυνάμεθα πλήθει στρα‐
10τιωτῶν καὶ χρημάτων, ὅθεν καλεῖται πολλὴν δύναμιν ἔχων βασιλεύς· τετάρτη δὲ διαίρε‐ σις δυνάμεως πάσχειν καὶ ποιεῖν εὖ καὶ κακῶς· οἷον
15ἀρρωστεῖν καὶ παιδεύεσθαι
Divis
.

26col1

δυνάμεθα καὶ ὑγιεῖς γίνεσθαι καὶ πάντα τὰ τοιαῦτα. τῆς ἄρα δυνάμεως ἡ μέν ἐστιν ἐν διανοίᾳ, ἡ δὲ ἐν τῷ σώ‐
5ματι, ἡ δὲ ἐν στρατοπέδῳ καὶ χρήμασιν, ἡ δὲ ἐν τῷ ποιεῖν καὶ πάσχειν.
920.
10 τῆς φιλανθρωπίας ἐστὶν εἴδη τρία· ἓν μὲν διὰ τῆς προσηγορίας γινόμενον, οἷον ἐν ᾧ τινες τὸν ἐντυχόντα πάντα προσαγορεύουσι καὶ
15τὴν δεξιὰν ἐμβάλλοντες χαι‐ ρετίζουσιν· ἄλλο εἶδος, ὅταν τις βοηθητικὸς ᾖ παντὶ τῷ ἀτυχοῦντι· ἕτερον εἶδός ἐστι τῆς φιλανθρωπίας, ἐν ᾧ τινες
20φιλοδειπνισταί εἰσι. τῆς ἄρα φιλανθρωπίας τὸ μέν ἐστι διὰ τοῦ προσαγορεύειν, τὸ δὲ διὰ τοῦ εὐεργετεῖν, τὸ δὲ διὰ τοῦ ἑστιᾶν καὶ φιλοσυνου‐
25σιάζειν.
Divis
.

27col1

21. ἡ εὐδαιμονία διαιρεῖται εἰς πέντε μέρη· ἡ μὲν γὰρ αὐτῆς ἐστιν εὐβουλία, ἕτερον
5δὲ εὐαισθησία καὶ ὑγεία τοῦ σώματος, τρίτον εὐτυχία ἐν ταῖς πράξεσι, τέταρτον εὐδοξία παρὰ τοῖς ἀνθρώποις, πέμ‐ πτον εὐπορία χρημάτων καὶ
10τῶν εἰς τὸν βίον χρησίμων. ἡ μὲν οὖν εὐβουλία γίνεται ἐκ παιδείας καὶ ἐκ τοῦ πολ‐ λῶν ἔμπειρον γενέσθαι. ἡ δὲ εὐαισθησία ἐκ τῶν τοῦ σώ‐
15ματος μερῶν· οἷον ἐάν τις ὀφθαλμοῖς ὁρᾷ καὶ τοῖς ὠσὶν ἀκούῃ καὶ τῇ ῥινὶ καὶ τῷ στόματι αἰσθάνηται ὧν δεῖ αἰσθάνεσθαι· τὸ δὲ τοιοῦτον
20εὐαισθησία. ἡ δὲ εὐτυχία, ὅταν
Divis
.

28col1

ἐφ’ ἃ σκοπεῖ πράξῃ κατορ‐ θῶν ἃ δεῖ πράττειν τὸν σπου‐ δαῖον· εὐδοξία δέ ἐστιν ὅταν τις εὖ ἀκούῃ. εὐπορία δέ
5ἐστιν, ὅταν τις πρὸς τὰς ἐν τῷ βίῳ χρήσεις οὕτως ἔχῃ, ὥστε καὶ φίλους εὖ ποιῆσαι καὶ φιλοτίμως καὶ εὐπόρως ἀπολειτουργῆσαι. ᾧ δὲ ὑπάρ‐
10χει πάντα ταῦτα, οὗτός ἐστιν εὐδαίμων τελέως. τῆς ἄρα εὐδαιμονίας ἐστὶ τὸ μὲν εὐ‐ βουλία, τὸ δὲ εὐαισθησία καὶ ὑγεία τοῦ σώματος, τὸ δὲ
15εὐτυχία, τὸ δὲ εὐδοξία, τὸ δὲ εὐπορία. 22. αἱ τέχναι εἰς τρία διαι‐ ροῦνται· ἡ μὲν πρώτη, ἡ δὲ
20δευτέρα, ἡ δὲ τρίτη. πρώτη μὲν οὖν ἡ μεταλλευτικὴ καὶ ὑλοτομική· παρασκευαστικαὶ
γάρ εἰσιν. ἡ δὲ χαλκευτικὴ
Divis
.

29col1

καὶ ἡ τεκτονικὴ μετασχημα‐ τιστικαί εἰσιν· ἐκ μὲν γὰρ τοῦ σιδήρου ἡ χαλκευτικὴ ὅπλα ποιεῖ, ἡ δὲ τεκτονικὴ
5ἐκ τῶν ξύλων αὐλοὺς καὶ λύρας. ἡ δὲ χρηστική, οἷον ἱππικὴ τοῖς χαλινοῖς χρῆται· ἡ πολεμικὴ τοῖς ὅπλοις· ἡ μουσικὴ τοῖς αὐλοῖς καὶ τῇ
10λύρᾳ. τῆς τέχνης ἄρα τρία εἴδη ἐστί· τὸ μέν τι πρῶτον, τὸ δέ τι δεύτερον, τὸ δέ τι
τρίτον.
Divis
.

30col1

(12)

23. τὸ ἀγαθὸν εἰς τέτταρα γένη διαιρεῖται· ὧν ἓν μὲν
15λέγομεν εἶναι τὸν τὴν ἀρε‐ τὴν ἔχοντα ἰδίᾳ ἀγαθόν· ἄλλο δὲ αὐτὴν τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην λέγομεν ἀγαθὸν εἶναι· τρίτον δέ, οἷον σιτία
20καὶ γυμνάσια τὰ πρόσφορα καὶ φάρμακα· τέταρτον δέ
φαμεν εἶναι ἀγαθόν, οἷον
Divis
.

31col1

αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ τὰ τοιαῦτα. ἀγαθοῦ ἄρα τέτταρα εἴδη ἐστί· τὸ μὲν τὸ τὴν ἀρετὴν ἔχειν, ἕτερον δὲ
5αὐτὴ ἡ ἀρετή, τρίτον δὲ σι‐ τία καὶ γυμνάσια τὰ ὠφέλιμα· τέταρτον δὲ αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ ποιητικὴν ἀγαθὸν λέγομεν εἶναι.
1524. τῶν ὄντων τὰ μέν ἐστι κακά, τὰ δὲ ἀγαθά, τὰ δὲ οὐδέτερα. τούτων κακὰ μὲν
ταῦτα λέγομεν, τὰ δυνάμενα
Divis
.

32col1

βλάπτειν ἀεί, οἷον ἀκρασίαν καὶ ἀφροσύνην καὶ ἀδικίαν καὶ τὰ τοιαῦτα· τὰ δὲ τού‐ τοις ἐναντία ἀγαθά ἐστιν· τὰ
5δὲ ἐνίοτε μὲν ὠφελεῖν, ἐνίοτε δὲ βλάπτειν, οἷον τὸ περι‐ πατεῖν καὶ τὸ καθῆσθαι καὶ τὸ ἐσθίειν, 〈ἢ〉 ὅλως μήτε ὠφελῆσαι μήτε βλάψαι δυ‐
10νάμενα, ταῦτα οὖν οὔτε ἀγαθὰ οὔτε κακά ἐστιν. τῶν ἄρα ὄν‐ των τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ οὐδέτερα τούτων. 25.
15εὐνομία διαιρεῖται εἰς
τρία· ἓν μέν, ἐὰν ὦσιν οἱ
Divis
.

33col1

νόμοι σπουδαῖοι, εὐνομίαν φαμὲν εἶναι· ἕτερον δέ, ἐὰν τοῖς κειμένοις νόμοις ἐμμένωσιν οἱ πολῖται, καὶ τοῦτό φαμεν εὐ‐
5νομίαν εἶναι· τρίτον δέ, ἐὰν μὴ ὄντων [τῶν] νόμων κατὰ ἔθη καὶ ἐπιτηδεύματα χρη‐ στῶς πολιτεύωνται, καὶ τοῦτο εὐνομίαν προσαγορεύομεν. τῆς
10εὐνομίας ἄρα ἓν μέν ἐστι νόμους σπουδαίους εἶναι· ἄλλο δέ, ἐὰν τοῖς οὖσι νόμοις ἐμμένωσιν· τρίτον δέ, ἐὰν ἔθε‐ σι καὶ ἐπιτηδεύμασι χρηστοῖς
15πολιτεύωνται. 26. διαιρεῖται ἡ ἀνομία εἰς τρία· ὧν ἓν μέν ἐστιν, ἐὰν ὦσιν οἱ νόμοι μοχθηροὶ καὶ
20πρὸς ξένους καὶ πρὸς πολί‐
τας· ἕτερον δέ, ἐὰν τοῖς
Divis
.

34col1

ὑπάρχουσι μὴ πείθωνται· ἄλλο δέ, ἐὰν ὅλως μηδεὶς ᾖ νόμος. τῆς ἄρα ἀνομίας ἓν μέν ἐστι τὸ μοχθηροὺς εἶναι
5τοὺς νόμους· ἄλλο δέ, ἐὰν τοῖς οὖσι μὴ πείθωνται· τρί‐ τον δέ, ἐὰν μηδεὶς ᾖ νόμος. 27. τὰ ἐναντία διαιρεῖται εἰς
10τρία. οἷον ἀγαθὰ κακοῖς ἐναν‐ τία φαμὲν εἶναι, ὡς τὴν δι‐ καιοσύνην τῇ ἀδικίᾳ καὶ τὴν φρόνησιν τῇ ἀφροσύνῃ καὶ τὰ τοιαῦτα. κακὰ δὲ κακοῖς
15ἐναντία ἐστίν, οἷον ἡ ἀσωτία τῇ ἀνελευθερίᾳ καὶ τὸ ἀδί‐ κως στρεβλοῦσθαι τῷ δικαίως
στρεβλοῦσθαι· καὶ τὰ τοιαῦτα
Divis
.

35col1

κακὰ κακοῖς ἐναντία ἐστίν. τὸ δὲ βαρὺ τῷ κούφῳ καὶ τὸ ταχὺ τῷ βραδεῖ καὶ τὸ μέ‐ λαν τῷ λευκῷ ὡς οὐδέτερα
5οὐδετέροις ἐναντία ἐστί. τῶν ἐναντίων ἄρα τὰ μὲν ὡς ἀγαθὰ κακοῖς ἐναντία ἐστί· τὰ δὲ ὡς κακὰ κακοῖς· τὰ δὲ ὡς οὐδετέροις οὐδέτερα.
1028. τῶν ἀγαθῶν γένη ἐστὶ τρία. τὰ μὲν γάρ ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά. τὰ μὲν οὖν ἑκτά ἐστιν, ὅσα
15ἐνδέχεται ἔχειν, οἷον ἡ δι‐ καιοσύνη καὶ ἡ ὑγίεια. μεθ‐ εκτὰ δέ, ὅσα ἔχειν μὲν μὴ ἐνδέχεται, μετασχεῖν δὲ αὐ‐ τῶν ἐνδέχεται· οἷον αὐτὸ τὸ
20ἀγαθὸν ἔχειν μὲν οὐκ ἐν‐
δέχεται, μετασχεῖν δὲ αὐτοῦ
Divis
.

36col1

ἐνδέχεται. ὑπαρκτὰ δέ, ὅσα μήτε μετασχεῖν μήτε ἔχειν ἐνδέχεται, ὑπάρχειν δὲ δεῖ· οἷον τὸ σπουδαῖον εἶναι 〈καὶ〉
5τὸ δίκαιον εἶναι ἀγαθόν ἐστι. καὶ ταῦτα οὔτε ἔχειν οὔτε μετασχεῖν ἔστιν, ἀλλ’ ὑπάρ‐ χειν δεῖ σπουδαῖον εἶναι καὶ δίκαιον εἶναι. τῶν ἀγαθῶν
10ἄρα τὰ μέν ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά. 29. ἡ συμβουλία διαιρεῖται εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν
15μὲν ἐκ τῶν παροιχομένων χρόνων λαμβανόμενον, ἓν δὲ ἐκ τῶν μελλόντων, ἓν δὲ ἐκ τῶν ἐνεστώτων. τὰ μὲν οὖν
ἐκ τῶν παροιχομένων παρα‐
Divis
.

37col1

δείγματα, οἷον τί ἔπαθον Λακεδαιμόνιοι πιστεύσαντες. τὰ δὲ ἐκ τῶν παρόντων, οἷον ἀποφαίνειν τείχη ἀσθενῆ, δει‐
5λοὺς ἀνθρώπους, σῖτον ὀλί‐ γον. τὰ δὲ ἐκ τῶν μελλόν‐ των, οἷον ταῖς ὑπονοίαις μὴ ἀδικεῖν τὰς πρεσβείας, ὅπως μὴ ἄδοξος ἡ Ἑλλὰς γένηται.
10τῆς ἄρα συμβουλίας τὰ μέν ἐστιν ἐκ τῶν παροιχομένων, τὰ δὲ ἐκ τῶν παρόντων, τὰ δὲ ἐκ τῶν μελλόντων.
2230. ἡ φωνὴ διαιρεῖται εἰς δύο· ἓν μὲν αὐτῆς ἐστιν
25ἔμψυχον, ἓν δὲ ἄψυχον. ἔμ‐
Divis
.

38col1

ψυχον μὲν ἡ τῶν ζῴων φωνή, ἄψυχον δὲ φθόγγοι καὶ ἦχοι. τῆς τοῦ ἐμψύχου φωνῆς ἡ μέν ἐστιν ἐγγράμματος, ἡ δὲ
5ἀγράμματος. ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων, ἀγράμμα‐ τος δὲ ἡ τῶν ζῴων. τῆς ἄρα φωνῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος.
1431.
15 τῶν ὄντων τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμέριστα. τού‐ των δὲ τῶν μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιο‐ μερῆ. ἀμερῆ μὲν οὖν ἐστιν,
20ὅσα μὴ ἔχει διαίρεσιν μηδὲ
Divis
.

39col1

ἔκ τινος σύγκειται, οἷον ἥ τε μονὰς καὶ ἡ στιγμὴ καὶ ὁ φθόγγος. μεριστὰ δέ, ὅσα ἔκ τινος σύγκειται, οἷον αἵ
5τε συλλαβαὶ καὶ συμφωνίαι καὶ ζῷα καὶ ὕδωρ καὶ χρυ‐ σός. ὁμοιομερῆ 〈μέν〉, ὅσα ἐξ ὁμοίων σύγκειται καὶ μη‐ δὲν διαφέρει τὸ ὅλον τοῦ
10μέρους εἰ μὴ τῷ πλήθει, οἷον τὸ ὕδωρ καὶ τὸ χρυσίον καὶ πᾶν τὸ χυτὸν καὶ τὸ τοιοῦτον. ἀνομοιομερῆ δέ, ὅσα ἐξ ἀν‐ ομοίων μερῶν σύγκειται, οἷον
15οἰκία καὶ τὰ τοιαῦτα. τῶν ὄντων ἄρα τὰ μέν ἐστι με‐ ριστά, τὰ δὲ ἀμερῆ· τῶν δὲ μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ.
2032. τῶν ὄντων τὰ μέν ἐστι καθ’ ἑαυτά, τὰ δὲ πρός τι λέγεται. τὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενά ἐστιν, ὅσα ἐν
25τῇ ἑρμηνείᾳ μηδενὸς προσ‐
δεῖται· ταῦτα δὲ ἂν εἴη οἷον
Divis
.

40col1

ἄνθρωπος ἵππος καὶ τὰ ἄλλα ζῷα. τούτων γὰρ οὐδὲν δι’ ἑρμηνείας χωρεῖ. τῶν δὲ πρός τι λεγομένων ὅσα προσ‐
5δεῖταί τινος ἑρμηνείας, οἷον τὸ μεῖζόν τινος καὶ τὸ θᾶτ‐ τόν τινος καὶ τὸ κάλλιον καὶ τὰ τοιαῦτα· τό τε γὰρ μεῖζον ἐλάττονός ἐστι μεῖζον καὶ τὸ
10θᾶττον θᾶττόν τινός ἐστι. τῶν
Divis
.

41col1

ὄντων ἄρα τὰ μέν ἐστιν αὐτὰ καθ’ αὑτά, τὰ δὲ πρός τι λέ‐ γεται. ὧδε καὶ τὰ πρῶτα διῄρει
5κατὰ τὸν Ἀριστοτέλην.
Divis
.

1col2

(8)

[5] διαιρεῖται τὰ ἀγαθὰ εἰς
10τρία. ἔστι γὰρ αὐτῶν τὰ μὲν ἐν τῇ ψυχῇ, τὰ δὲ ἐν σώ‐ ματι, τὰ δὲ ἐκτός. ἔστι δὲ
τὰ μὲν ἐν ψυχῇ φρόνησις δι‐
Divis
.

2col2

καιοσύνη ἀνδρεία σωφροσύνη καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐν σώματι ἰσχὺς κάλλος ὑγεία εὐεξία καὶ τὰ ἄλλα τὰ
5τοιαῦτα, τὰ δὲ ἐκτὸς φίλοι πλοῦτος εὐδοξία πατρίδος εὐ‐ δαιμονία. τῶν ἀγαθῶν ἄρα τὰ μέν ἐστιν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
10
[58] διαιρεῖται ἡ φιλία εἰς τέσ‐ σαρα· ἔστι γὰρ αὐτῆς ἡ μὲν
συγγενική, ἡ δὲ ἑταιρική, ἡ
Divis
.

3col2

δὲ ξενική, ἡ δὲ ἐρωτική. ἔστι δὲ ἡ μὲν συγγενικὴ οἷον πα‐ τὴρ πρὸς υἱοὺς καὶ ἀδελφοὶ πρὸς ἀδελφοὺς καὶ οἱ ἄλλοι
5οἱ οἰκεῖοι, ἡ δὲ ἑταιρικὴ ᾗ κοινωνοῦσιν οἱ διὰ συνήθειαν φίλοι γινόμενοι, ἡ δὲ ξενικὴ ἡ διὰ γραμμάτων καὶ συστά‐ σεως ποιοῦσα φίλους, ἡ δὲ
10ἐρωτικὴ ἡ δι’ ἐπιθυμίαν τῆς τῶν καλῶν φιλίας κοινωνίαν
παρασκευάζουσα.
Divis
.

4col2

[7] διαιρεῖται ἡ πολιτεία εἰς πέντε. ἔστι γὰρ αὐτῆς ἓν μὲν δημοκρατία, ἓν δὲ ἀριστοκρα‐
5τία, ἓν δὲ ὀλιγαρχία, ἓν δὲ τυραννίς, ἓν δὲ βασιλεία. ἔστι δὲ ἡ μὲν δημοκρατία, ἐν ᾗ τὸ πλῆθος τῆς πόλεως κυ‐ ριεύει, ἀριστοκρατεία δέ, ἐν
10ᾗ οἱ κράτιστοι ἡγοῦνται μήτε διὰ γένος μήτε διὰ πλοῦτον ἀλλὰ δι’ ἀρετήν· ἡ δὲ ὀλι‐ γαρχία, ἐν ᾗ τὰ τιμήματα με‐ γάλα ποιήσαντες ἀπὸ τούτων
15πολιτεύονταί τινες ἢ δι’ ἑται‐
Divis
.

5col2

ρίαν βιασάμενοι τὸ πλῆθος τὴν πόλιν διοικοῦσι· τυραν‐ νὶς δέ, ἐν ᾗ παρακρουσάμενός τις τὸ πλῆθος ἢ βιασάμενος
5τὴν πόλιν διοικεῖ· βασιλεία δέ, ὅταν ἢ κατὰ νόμον ἢ κατὰ γένος βασιλεὺς τὰ πράγματα διοικῇ τῆς πόλεως· τῆς πο‐ λιτείας ἄρα τὸ μέν ἐστι δη‐
10μοκρατία, τὸ δὲ ἀριστοκρα‐ τία, τὸ δὲ ὀλιγαρχία, τὸ δὲ τυραννίς, τὸ δὲ βασιλεία.
20
[4] διαιρεῖται ἡ δικαιοσύνη εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν
μὲν πρὸς τὸν θεόν, ἓν δὲ
Divis
.

6col2

πρὸς τοὺς ἀνθρώπους, ἓν δὲ πρὸς τοὺς ἀποιχομένους. ἔστι δὲ ἡ μὲν πρὸς τὸν θεὸν δι‐ καιοσύνη μετ’ εὐσεβείας εὐ‐
5χαριστία καὶ τὰς αὐτοῦ ἐκ‐
πληροῦν ἐντολάς, ἡ δὲ πρὸς
Divis
.

7col2

τοὺς ἀνθρώπους περὶ τὰ συμ‐ βόλαια εὐνομία καὶ περὶ τὰ ἄλλα νομιζόμενα δίκαια, ἡ δὲ πρὸς τοὺς ἀποιχομένους δι‐
5καιοσύνη ἐστὶ θάπτειν καὶ τὰ ἄλλα ἐπιφέρειν. τῆς δι‐ καιοσύνης ἄρα ἐστὶν ἓν μὲν πρὸς τὸν θεόν, ἓν δὲ πρὸς τοὺς ἀνθρώπους, ἓν δὲ πρὸς
10τοὺς ἀποιχομένους.
[8] διαιρεῖται ἡ ἐπιστήμη εἰς τρία· ἔστι γὰρ αὐτῆς τὸ μὲν
θεωρητικόν, τὸ δὲ ποιητικόν,
Divis
.

8col2

τὸ δὲ πρακτικόν. ἔστι δὲ ἡ μὲν θεωρητικὴ, 〈ἧσ〉 τὸ κε‐ φάλαιον θεωρία [δὲ] ἐστίν, οἷον ἡ γεωμετρικὴ καὶ ἀριθμη‐
5τικὴ καὶ ἁρμονικὴ καὶ αἱ τοι‐ αῦται· ἡ δὲ ποιητική, ἧς τὸ κεφάλαιόν ἐστιν ἔργου συν‐ τελεστικὸν, οἷον οἰκοδομικὴ καὶ ἀνδριαντοποιητικὴ καὶ
10ἄλλαι τοιαῦται· ἡ δὲ πρα‐ κτική, ἧς τὸ κεφάλαιόν ἐστι πρᾶξις, οἷον ἰατρικὴ καὶ στρα‐ τηγικὴ καὶ πολιτικὴ καὶ ἄλ‐ λαι τοιαῦται. τῆς ἐπιστήμης
15ἄρα ἡ μέν ἐστι θεωρητική, ἡ
δὲ ποιητική, ἡ δὲ πρακτική.
Divis
.

9col2

(7)

[61] διαιρεῖται ἡ ἰατρικὴ εἰς πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι
10φαρμακευτικόν, τὸ δὲ χειρουρ‐ γικόν, τὸ δὲ διαιτητικόν, τὸ δὲ νοσογνωμικόν, τὸ δὲ βοη‐ θητικόν. καὶ ἡ μὲν φαρμα‐ κευτικὴ διὰ φαρμακείας ἰᾶται
15τὰς ἀρρωστίας, ἡ δὲ χειρουρ‐ γικὴ διὰ 〈τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτη‐ τικὴ διὰ〉 τοῦ διαιτᾶν ἀπαλ‐ λάττει τῆς ἀρρωστίας, ἡ δὲ
20νοσογνωμικὴ διὰ τοῦ γνῶναι τὴν νόσον οὕτως ἰᾶται τὸν νοσοῦντα, ἡ δὲ βοηθητικὴ διὰ τῶν βοηθημάτων ὑγιάζει
τοὺς ἀσθενοῦντας.
Divis
.

10col2

(4)

[20]
5 διαιρεῖται ὁ νόμος εἰς δύο· ἔστι γὰρ αὐτοῦ ἓν μὲν γεγραμμένον, ἓν δὲ ἄγραφον. ἔστι δὲ ὁ μὲν γεγραμμένος, καθ’ ὃν τὰ συμβόλαια συναλ‐
10λάσσομεν καὶ τὰς ἄλλας πρὸς ἀλλήλους πράξεις διακρίνομεν καὶ πάντα τὰ τοιαῦτα οἰκο‐ νομοῦμεν, ὁ δὲ ἄγραφος, καθ’ ὃν τὰ ἔθη ἐν ταῖς πόλεσιν
15αὔξεται καὶ διαμένει.
Divis
.

11col2

[16] διαιρεῖται ὁ λόγος εἰς πέντε· ἔστι γὰρ αὐτοῦ ὁ μὲν ῥητορικός, ὁ δὲ πολιτικός, ὁ
5δὲ διαλεκτικός, ὁ δὲ τεχνικός, ὁ δὲ ἰδιωτικός. ἔστι δὲ ὁ μὲν ῥητορικὸς καὶ ἐπιδεικτι‐ κὸς καὶ κατηγορικὸς καὶ ἀπο‐ λογητικός, ὁ δὲ πολιτικὸς
10συμβουλευτικὸς καὶ παρακλη‐ τικός, διαλεκτικὸς δὲ ὁ κατὰ βραχὺ τῷ ἐρωτᾶν ἐμφανίζων ἃ προαιρεῖται, τεχνικὸς δὲ, ὃν λέγουσιν οἱ τεχνῖται ὑπὲρ τῶν
15κατὰ τὴν τέχνην ἑκάστου [τῶν] αὐτῶν, ἰδιωτικὸς δὲ, ὃν οἱ ἰδιῶται λέγουσι πρὸς ἀλλήλους καθ’ ἑκάστην ἡμέ‐
ραν διαλεγόμενοι.
Divis
.

12col2

(7)

[60] διαιρεῖται ἡ μουσικὴ εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν
10αὐτοῦ τοῦ στόματος ἔργον, ἓν δὲ χειρῶν καὶ στόματος, ἓν δὲ μόνον 〈τῶν χειρῶν. τὸ μὲν οὖν〉 αὐτοῦ τοῦ στό‐ ματος ἔργον οἷον αἵ τε ᾠδαὶ
15καὶ οἱ τερετισμοὶ καὶ τὰ τοι‐ αῦτα, τῶν δὲ χειρῶν καὶ τοῦ στόματος ἥ τε χοραυλητικὴ καὶ [αὐλητικὴ] τὰ ὅμοια, τῶν δὲ χειρῶν ἡ κιθαριστικὴ καὶ
20τὰ τοιαῦτα.
[10] διαιρεῖται ἡ εὐγένεια εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀπὸ ἐνδόξων καὶ ὀνομαστῶν
25γονέων γεγονέναι, οἷον ἀπὸ
Divis
.

13col2

βασιλέων καὶ ἀρχόντων [γε‐ γονέναι] ἢ ἄλλην τινὰ δόξαν ἐχόντων· τὸ δὲ ἀπὸ σπου‐ δαίων καὶ δικαίων, οἷον ἀπὸ
5Ξενοφῶντος καὶ Νείλου καὶ τῶν τοιούτων· τὸ δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος ἀρε‐ τῆς, οἷον ἐὰν ᾖ γενναῖος καὶ μεγαλοπρεπὴς καὶ δίκαιος καὶ
10τὰ ἄλλα τὰ τοιαῦτα. τῆς εὐ‐ γενείας 〈ἄρα〉 ἓν μέν ἐστι τὸ ἀπὸ ἐνδόξων καὶ ὀνομα‐ στῶν προγόνων γεγονέναι, ἓν δὲ τὸ ἀπὸ σπουδαίων καὶ
15δικαίων, ἓν δὲ τὸ ἀπ’ αὐτῆς
τῆς τοῦ ἔχοντος ἀρετῆς.
Divis
.

14col2

[62] διαιρεῖται τὸ κάλλος εἰς τρία· ἓν μὲν γὰρ αὐτοῦ ἐστιν ἐπαινετόν, οἷον ἡ διὰ τῆς
5ὄψεως εὐμορφία· ἄλλο δὲ χρηστικόν, οἷον ὄργανον καὶ οἰκία καὶ τὰ τοιαῦτα πρὸς χρῆσίν εἰσι καλά· τὰ δὲ πρὸς ὠφέλειαν, οἷον νόμος καλὸς
10καὶ ἐπιτηδεύματα καὶ τὰ τοι‐
αῦτα πρὸς ὠφέλειάν εἰσι καλά.
Divis
.

15col2

[1] διαιρεῖται ἡ ψυχὴ εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν λογιστικόν, ἓν δὲ θυμικόν,
5ἓν δὲ ἐπιθυμητικόν. ἔστι δὲ τὸ μὲν λογιστικόν, ᾧ λογι‐ ζόμεθα· τὸ δὲ ἐπιθυμητικόν, ᾧ τὰς ἐπιθυμίας ἀναλαμβά‐ νομεν· τὸ δὲ θυμικόν, ᾧ θυ‐
10μούμεθα καὶ ὀργιζόμεθα καὶ θαρσοῦμεν καὶ ἀμυνόμεθα καὶ
τὰ ἄλλα τὰ τοιαῦτα. τῆς
Divis
.

16col2

ψυχῆς ἄρα τὸ μέν ἐστι λο‐ γιστικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν.
9[2]
10 διαιρεῖται ἡ ἀρετὴ εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἓν
μὲν φρόνησις, ἓν δὲ δικαιο‐
Divis
.

17col2

σύνη, ἓν δὲ ἀνδρεία, ἓν δὲ σωφροσύνη. ἔστι δὲ ἡ μὲν φρόνησις ἐν τῷ λογιστικῷ, ἡ δὲ δικαιοσύνη ἐν πᾶσι
5τούτοις τοῖς μέρεσι γίνεται, ἡ δὲ ἀνδρεία ἐν τῷ θυμικῷ, ἡ δὲ σωφροσύνη ἐν τῷ ἐπι‐ θυμητικῷ. τῆς ἀρετῆς ἄρα ἓν μέν ἐστι φρόνησις, ἓν δὲ
10δικαιοσύνη, ἓν δὲ ἀνδρεία, ἓν δὲ σωφροσύνη.
18
[63] et [51] διαιρεῖται ἡ ἀρχὴ εἰς μέρη
20πέντε· ἓν μὲν εἰς τὸ κατὰ
νόμον, ἓν δὲ εἰς τὸ κατὰ
Divis
.

18col2

φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, ἓν δὲ εἰς τὸ κατὰ γέ‐ νος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν. οἱ μὲν οὖν ἐν ταῖς
5πόλεσιν ἄρχοντες ὅταν ὑπὸ τῶν πολιτῶν αἱρεθῶσιν, οὗτοι κατὰ νόμον ἄρχουσιν. ἡ δὲ τοῦ κατὰ φύσιν ἀρχὴ οὐ μό‐ νον ἐν τοῖς ἀνθρώποις ἀλλὰ
10καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐστίν· ἐπὶ πολὺ γὰρ παν‐ ταχοῦ τὰ ἄρρενα τῶν ζῴων τῶν θηλειῶν ἄρχει. ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη
15ἐστίν, οἷον οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτητῶν. κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, ὅταν πατέρα βα‐
20σιλέα τελευτήσαντα υἱὸς δια‐ δέξηται καὶ πάλιν τοῦτον ὁ τούτου υἱὸς καὶ ἐφεξῆς δὲ ὡσαύτως. ὅσοι δὲ βιασάμε‐ νοι ἄρχουσιν ἀκόντων τῶν
25πολιτῶν, ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι. διαιρεῖται ἡ ἀρχὴ εἰς τρία·
ἔστι γὰρ αὐτῆς ἓν μὲν κατὰ
Divis
.

19col2

φύσιν, ἓν δὲ κατὰ βίαν, ἓν δὲ κατὰ τάξιν καὶ θέσιν. κατὰ φύσιν μὲν οὖν ἄρχει τὸ ἄρ‐ ρεν τοῦ θήλεος καὶ τὸ ἰσχυ‐
5ρότερον τοῦ ἀσθενεστέρου, οἷον ἐν μὲν βουσὶ ταῦρος, ἐν δὲ προβάτοις κριὸς καὶ πάντα τὰ τοιαῦτα· 〈κατὰ βίαν δέ〉, οἷον οἱ δεσπόται τῶν
10δούλων καὶ οἱ τύραννοι τῶν πόλεων καὶ πάντα τὰ τοιαῦτα· κατὰ τάξιν δὲ καὶ θέσιν, οἷον τὸ πρῶτον ταχθέν· ἐντεῦθεν ἀρχή ἐστι τῆς μὲν τραγῳδίας
15‘ὦ παλαιὸν Ἄργοσ‘, τῶν δὲ στοιχείων τὸ ἄλφα καὶ ἀριθ‐ μοῦ τὸ ἕν.
[17] διαιρεῖται ἡ ῥητορεία εἰς
20πέντε· ἔστι γὰρ αὐτῆς ἓν μὲν
κατηγορία, ἓν δὲ ἀπολογία,
Divis
.

20col2

ἓν δὲ συμβουλία, ἓν δὲ ἐγκώ‐
μιον, ἓν δὲ ψόγος.
Divis
.

21col2

(7)

[52] διαιρεῖται τὸ ὀρθῶς λέ‐ γειν εἰς πέντε· ἔστι γὰρ αὐτοῦ
10ἓν μὲν ὅσα δεῖ λέγειν, ἓν δὲ ὅπου δεῖ λέγειν, ἓν δὲ πρὸς οὓς δεῖ λέγειν, ἓν δὲ ἡνίκα δεῖ λέγειν, ἓν δὲ ἃ δεῖ λέ‐ γειν. τὸ μὲν οὖν ὅσα δεῖ
15λέγειν ἐστὶ τὸ μήτε πλείω μήτε ἐλάσσω τῶν ἱκανῶν, τὸ δὲ ὅπου δεῖ λέγειν ἐστὶν ἐν τόπῳ, οἷον ἐν ἀγορᾷ καὶ ἐν γυμνασίῳ καὶ ἐν διατριβῇ
20καὶ ἐν τοῖς δέουσιν ἄλλοις
Divis
.

22col2

τόποις, τὸ δὲ πρὸς οὓς δεῖ λέγειν ἑκάστῳ τὸ ἁρμόττον [καὶ πρὸς ὃν ὃ ἁρμόττει], οἷον πρὸς πρεσβυτέρους 〈ἢ
5νεωτέρους καὶ〉 πρὸς μοχθη‐ ροὺς ἢ ἡδεῖς καὶ πρὸς ἐχ‐ θροὺς ἢ φίλους, τὸ δὲ ἡνίκα δεῖ, οἷον τὸ μήτε πρότερον μήτε ὕστερον μήτε διὰ μέσου
10ἄτερ τοῦ καιροῦ λέγειν, ἀλλ’ ἐγκαίρως, τὸ δὲ ἃ δεῖ λέγειν οἷον τὰ συμφέροντα καὶ ὠφέ‐ λιμα καὶ αὐτῷ καὶ τῷ φίλῳ.
[44]
15 διαιρεῖται ἡ εὐεργεσία εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἓν μὲν λόγῳ εὐεργετεῖν, ἓν δὲ δι’ ἐπιστήμης καὶ τεχνῶν, ἓν δὲ εἰς ἀργυρίου λόγον καὶ
20ἓν διὰ σωμάτων. διὰ λόγων
Divis
.

23col2

οὖν εὐεργετοῦσιν οἱ συνηγο‐ ροῦντες καὶ συνδικάζοντες καὶ ἐγκωμιάζοντες καὶ οἱ τοιοῦτοι, δι’ ἐπιστήμης δὲ καὶ τέχνης
5οἱ παιδεύοντες καὶ ἰατρεύον‐ τες καὶ οἱ 〈τὰ〉 πρὸς τὸν βίον χρήσιμα δημιουργοῦντες, εἰς ἀργυρίου δὲ λόγον οἱ προ‐ ιστάμενοι τῆς [εἰς] ἀργυρίου
10χρείας, διὰ τῶν σωμάτων δὲ εὐεργετοῦσιν οἱ ἀμύνοντες καὶ βοηθοῦντες 〈τυπτομένοις καὶ〉 ἐν τοῖς τοιούτοις συμπτώ‐ μασι.
18
[48] ἕκαστον τῶν ὄντων ἀπο‐
20τελεῖται διὰ τέσσαρας αἰτίας· ἢ γὰρ διὰ [τὸ περὶ χρηστὴν ὑπάρχειν ἀπρόσδεκτον] τύχην ἢ δι’ ἐπιστήμην ἢ διὰ φύσιν ἢ διὰ βίαν καὶ ἀνάγκην. τὰ
25μὲν διὰ τύχην ἐστὶ τὸ ἀπὸ
Divis
.

24col2

ταὐτομάτου καὶ ἄνευ προ‐ νοίας ἀποτελούμενον, τὰ δὲ δι’ ἐπιστήμην αἵ τε οἰκίαι καὶ αἱ νῆες καὶ πάντα τὰ
5τοιαῦτα, τὰ δὲ διὰ φύσιν, οἷον οἱ ἄνθρωποι καὶ τὰ δέν‐ δρα καὶ τὰ ζῷα πάντα, διὰ δὲ βίαν καὶ ἀνάγκην, οἷον αἱ τῶν ἀλόγων ζῴων δαμάσεις
10καὶ αἱ κρατήσεις καὶ δεσπο‐ τεῖαι καὶ τυραννίδες καὶ τὰ
τοιαῦτα.
Divis
.

25col2

[33] διαιρεῖται ἡ δύναμις εἰς πέντε· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐν ψυχῇ, ἓν δὲ ἐν σώ‐
5ματι, ἓν δὲ ἐν ταῖς πράξεσιν, ἓν δὲ ἐν ἐνίοις τῶν μὴ ὄν‐ των, ἓν δὲ ἐν τῷ παθεῖν ἢ ποιῆσαι. ἐν ψυχῇ μὲν ἃ μανθάνομεν καὶ διανοούμεθα,
10ἐν σώματι δὲ οἷον αἵ τε κι‐ νήσεις καὶ αἱ ἄλλαι δυνάμεις, καθ’ ἃς πράττειν τι [ἐν] τῷ σώματι δυνάμεθα, ἐν δὲ ταῖς πράξεσιν οἷον αἱ στρατιωτι‐
15καὶ δυνάμεις· λέγεται γὰρ
Divis
.

26col2

μεγάλην ἔχειν δύναμιν, ὅταν χρήματα καὶ στρατιῶται πολ‐ λοὶ συνηθροισμένοι ὦσι. τῶν δὲ μὴ ὄντων ἐν ἐνίοις ὅσα
5δυνατά ἐστι γενέσθαι ἢ ποι‐ ηθῆναι· ἐν δὲ τῷ παθεῖν ἢ ποιῆσαι, ὅσα δυνατά ἐστιν
ἀναιρεῖν ἢ ἀναιρεθῆναι.
Divis
.

28col2

(17)

[53] διαιροῦνται αἱ ἐπιστῆμαι [τῶν πρώτων καὶ τῶν δευ‐
20τέρων] εἰς τρία· εἰσὶ γὰρ αὐτῶν αἱ μὲν πρῶται, αἱ δὲ δεύτεραι, αἱ δὲ τρίται. πρῶ‐
τον μὲν οὖν εἰσὶν αἱ παρα‐
Divis
.

29col2

σκευαστικαί τε καὶ μεταλλευ‐ τικαὶ καὶ ὑλοτομικαὶ καὶ λι‐ θοτομικαί, δεύτεραι δὲ αἵ τε ποιητικαὶ καὶ μετασχηματιστι‐
5καί, οἷον ἡ μὲν χαλκευτικὴ τὸν σίδηρον παραλαβοῦσα με‐ τεσχημάτισε καὶ ἐποίησε χα‐ λινοὺς καὶ ὅπλα καὶ τὰ τοι‐ αῦτα, ἡ δὲ τεκτονικὴ τὴν
10ὕλην παραλαβοῦσα μετεσχη‐ μάτισε καὶ ἐποίησεν αὐλοὺς καὶ πλοῖς καὶ οἴκους καὶ τὰ τοιαῦτα, ἡ δὲ λιθουργικὴ τοὺς λίθους παραλαβοῦσα μετε‐
15σχημάτισε καὶ ἐποίησε τείχη
Divis
.

30col2

καὶ οἰκίας καὶ τὰ τοιαῦτα. πάλιν αἱ τρίται· ἡ μὲν γὰρ ἱππικὴ παραλαβοῦσα τὸν χα‐ λινὸν ἐχρήσατο καλῶς καὶ ἡ
5πολεμικὴ τὰ ὅπλα καὶ ἐπὶ τῶν τοιούτων, καὶ πάλιν ἡ αὐλητικὴ παραλαβοῦσα τοὺς αὐλοὺς ἐχρήσατο καλῶς καὶ ἡ κυβερνητικὴ τοὺς οἴακας
10παραλαβοῦσα καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.
[36] διαιρεῖται τὸ ἀγαθὸν εἰς τέσσαρα· ἔστι γὰρ αὐτοῦ ἓν
15μὲν ἀρετὴ καὶ δικαιοσύνη, ἓν δὲ τὸ ἔχον ἀρετήν, ἓν δὲ τὸ συμφέρον, ἓν δὲ τὸ τερπνὸν καὶ τὸ ἥδεσθαι ποιοῦν· οἷον ἀρετὴ μὲν καὶ δικαιοσύνη, ὅτι
20τούτων ἑκάτερον ἀγαθὸν λέ‐ γεται εἶναι, ἓν δὲ τὸ ἔχον
ἀρετὴν, οἷον ἵππος καὶ ἄν‐
Divis
.

31col2

θρωπος καὶ τὰ τοιαῦτα· καὶ γὰρ τούτων ἕκαστον λέγεται ἀγαθὸν εἶναι, ἐὰν ἔχῃ τὴν ἀρετήν. τὸ δὲ συμφέρον, οἷον
5γυμνασία καὶ φαρμακεία καὶ τἆλλα ὅσα πρὸς ὑγείαν καὶ εὐεξίαν· καὶ γὰρ τούτων ἕκα‐ στον λέγεται ἀγαθὸν εἶναι ᾧ ἂν συμφέρῃ. τὸ δὲ τερπνὸν
10καὶ τὸ ἥδεσθαι ποιοῦν, οἷον ὑποκριτὴς καὶ αὐλητὴς, οὐ τῷ ὠφελεῖν ἀγαθὸν εἶναι λέ‐ γεται ἀλλὰ τῷ τέρπειν [τοῦ ἀγαθοῦ εἶναι.]
15
[55] διαιρεῖται ἕκαστον τῶν ὄν‐ των εἰς τρία. ἔστι γὰρ ἢ ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερον.
τὸ μὲν οὖν ἀγαθόν ἐστιν,
Divis
.

32col2

ὅταν ὠφελήσῃ τινὰ καὶ οὐ βλάψῃ, τὸ δὲ κακόν, ὅταν βλάπτῃ ἀεί, τὸ δὲ οὐδέτερον, ὅπερ ποτὲ μὲν βλάψει ποτὲ
5δὲ ὠφελήσει, οἷον οἱ περί‐ πατοι καὶ οἱ ὕπνοι καὶ οἱ ἑλλέβοροι καὶ τὰ τοιαῦτα, ἢ οὔτε βλάψει ὅλως οὔτε ὠφε‐ λήσει.
14[14]
15διαιρεῖται ἡ εὐνομία εἰς
τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν
Divis
.

33col2

νόμοις σπουδαίοις χρῆσθαι, ἓν δὲ τοῖς ὑπάρχουσιν, ἂν ὦσι μὴ φαῦλοι, [μὴ] πείθεσθαι, ἓν δὲ τοῖς ἔθεσι τοῖς σπου‐
5δαίοις πολιτεύεσθαι, ἐὰν μὴ ὦσι νόμοι γεγραμμένοι.
16
[15] διαιρεῖται ἡ ἀνομία εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν νόμοις φαύλοις καὶ μετρίοις
20κεχρῆσθαι, ἓν δὲ τὸ μὴ πεί‐
θεσθαι τοῖς κειμένοις, ἂν ὦσι
Divis
.

34col2

σπουδαῖοι, ἓν δὲ τὸ φαύλοις ἔθεσι πολιτεύεσθαι, ἐὰν μὴ ὦσι νόμοι τὸ σύνολον.
8
[23] διαιρεῖται τὰ ἐναντία εἰς
10τρία. ἔστι γὰρ αὐτῶν τὸ μὲν ὡς ἀγαθὸν κακῷ, οἷον ὑγεία νόσῳ καὶ κάλλος αἴσχει καὶ τὰ τοιαῦτα, τὸ δὲ ὡς οὐδ‐ έτερον οὐδετέρῳ, οἷον λευκό‐
15της μελανότητι καὶ κουφότης βαρύτητι καὶ τὰ τοιαῦτα, τὸ δὲ ὡς φευκτὸν φευκτῷ, οἷον
ἀσωτία ἀνελευθερίᾳ καὶ θερ‐
Divis
.

35col2

μότης ψυχρότητι καὶ ἰσχνό‐
της παχύτητι καὶ τὰ τοιαῦτα.
Divis
.

36col2

(12)

[18] διαιρεῖται ἡ συμβουλία εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν
15μὲν ἐκ τῶν παρῳχημένων, ἓν δὲ ἐκ τῶν παρόντων, ἓν δὲ ἐκ τῶν μελλόντων. τὸ μὲν οὖν ἐκ τῶν παρῳχημέ‐
νων ἐστίν, οἷον τὰ παρα‐
Divis
.

37col2

δείγματα 〈ἐμφανίζουσιν〉, ὅτι ‘καὶ πρότερον ἡμῶν ἀπειθή‐ σαντες ἀνηκέστοις κακοῖς πε‐ ριέπεσαν‘. τὸ δὲ ἐκ τῶν παρ‐
5όντων, οἷον τὰ παρόντα πράγ‐ ματα ἐμφανίζουσιν, ὅτι ‘ἐὰν τὰ τείχη ἡμῶν ἀκατασκεύαστα ὦσι καὶ ἡμεῖς ἄοπλοι ὦμεν, οἱ δὲ πολέμιοι ἅπασι τού‐
10τοις κατεσκευασμένοι, σκο‐ πῶμεν δὴ ὅπως πολεμεῖν δυνησόμεθα‘. τὸ δὲ ἐκ τῶν μελλόντων, οἷον τὰ ἀποβησό‐ μενα ἐμφανίζοντας, ὅτι ‘ὁρᾶτε
15μή, ἐὰν ἐπιπλευσάντων πο‐ λεμίων ἥ τε χώρα ἀπόληται ὑμῶν καὶ τὰ σώματα τὰ πολλὰ μάτην διαφθαρῇ, καὶ ὑμεῖς μὴ οὐδὲν ἧττον ἀναγκασθῆτε
20ταῦτα πράττειν, ἃ νῦν ἐστιν ὑμῖν καὶ ἀκινδύνως πράττειν‘.
[24] διαιρεῖται ἡ φωνὴ εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἡ
25μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος,
Divis
.

38col2

καὶ ἡ μὲν καὶ ἐγγράμματος, ἡ δὲ ἀγράμματος. ἔστι δὲ ἡ μὲν ἔμψυχος, ἡ τῶν ζῴων, ἡ δὲ ἄψυχος, οἷον ἦχοι καὶ
5ψόφοι καὶ ἡ τῆς λύρας καὶ τῶν αὐλῶν φωνή· καὶ ἐγ‐ γράμματος μὲν ἡ τῶν ἀνθρώ‐ πων φωνὴ καὶ ζῴων τινῶν, οἷον ἀηδόνων χελιδόνων στρου‐
10θίων καὶ τῶν τοιούτων, ἀγράμ‐ ματος δὲ ἡ ἀδιάθετος ὡς οἱ ποππυσμοὶ καὶ ἦχοι καὶ ψό‐ φοι καὶ τὰ τοιαῦτα.
[26]
15 ἔτι τῶν ὄντων τὰ μέν 〈ἐστι μεριστά, τὰ δὲ ἀμερῆ, καὶ τῶν μεριστῶν τὰ μέν〉 ἐστιν ὁμοιομερῆ, τὰ δὲ ἀν‐ ομοιομερῆ. ἔστι δὲ τὰ μὲν
20μεριστὰ ἅπερ ἂν ἔχῃ διαίρε‐
Divis
.

39col2

σιν, οἷον οἰκία καὶ ἱμάτιον καὶ ἀργύριον καὶ κτῆμα καὶ τὰ τοιαῦτα, ἀμερῆ δὲ ἅπερ ἂν ἀμέριστα ᾖ, οἷον μονὰς
5καὶ στιγμὴ καὶ σημεῖον καὶ φθόγγος καὶ τὰ τοιαῦτα. καὶ τῶν μεριστῶν δὲ ἄρα τὰ μέν ἐστιν ὁμοιομερῆ ὧν καὶ τὰ μέρη ὅμοια, οἷον ὕδωρ πῦρ
10χαλκὸς καὶ τὰ τοιαῦτα, 〈τὰ δὲ ἀνομοιομερῆ ὧν τὰ μέρη ἀνόμοια, οἷον οἰκία καὶ τὰ τοιαῦτα〉.
20
[67] τῶν ὄντων τὰ μὲν αὐτὰ καθ’ ἑαυτά ἐστι, τὰ δὲ πρός τι. αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ ταῦτά ἐστιν, οἷον ἄνθρωπος
25οἰκία ἱμάτιον χρυσίον καὶ
πάντα ὅσα ἁπλῶς, μὴ τῷ
Divis
.

40col2

ἕτερόν τι εἶναι ἐξ ἀνάγκης ἐστί, τὰ δὲ πρός τι τοιαῦτα ἐστὶν οἷον τὸ διπλάσιον καὶ ἡ ἐπιστήμη· τό τε γὰρ δι‐
5πλάσιον πρὸς τὸ ἥμισυ λέ‐ γεται καὶ ἡ ἐπιστήμη πρὸς
ἄλλο τι.
Divis
.

42

(4)

[3]
5 διαιρεῖται ἡ κακία εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀφροσύνη, ἓν δὲ ἀδικία, ἓν δὲ δειλία, ἓν δὲ ἀκολασία. ἔστι δὲ ἡ μὲν ἀφροσύνη ἐν τῷ λογιστικῷ, ἡ δὲ ἀδικία ἐν πᾶσι τούτοις τοῖς μέρεσι γίνεται, ἡ δὲ δειλία ἐν τῷ θυμικῷ, ἡ δὲ ἀκολασία ἐν τῷ ἐπιθυμητικῷ. τῆς κακίας ἄρα ἓν μέν
10ἐστιν ἀφροσύνη, ἓν δὲ ἀδικία, ἓν δὲ δειλία, ἓν δὲ ἀκολασία.
13[6] διαιρεῖται τὰ κακὰ εἰς τρία. ἔστι γὰρ αὐτῶν τὰ μὲν ἐν
15ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. ἔστι δὲ τὰ μὲν ἐν
Divis
.

43

ψυχῇ, οἷον ἀφροσύνη ἀδικία δειλία ἀκολασία καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐν σώματι, οἷον νόσος ἀσθένεια αἶσχος ἔχθρα καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐκτός, οἷον πενία ἐχθροὶ ἀδοξία πόλεως καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τῶν κακῶν ἄρα τὰ
5μέν ἐστιν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
8[9] διαιρεῖται ἡ ἄγνοια εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν
10περὶ τὸ θεωρητικόν, ἓν δὲ περὶ τὸ πρακτικόν, ἓν δὲ περὶ τὸ ποιητικόν. ἔστι δὲ ἡ περὶ τὸ θεωρητικὸν ἡ ἐν ταῖς θεωρίαις ἄγνοια, ἡ δὲ περὶ τὸ ποιητικὸν ἡ ἐν ταῖς ποιήσε‐ σιν, ἡ δὲ περὶ τὸ πρακτικὸν ἡ ἐν ταῖς πράξεσιν. τῆς ἀγνοίας ἄρα ἓν μέν ἐστι περὶ τὸ θεωρητικόν, ἓν δὲ περὶ
15τὸ ποιητικόν, ἓν δὲ περὶ τὸ πρακτικόν.
17[11] διαιρεῖται ἡ δυσγένεια εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀπὸ ἀδόξων καὶ φαύλων γεγονέναι γονέων, ἓν δὲ ἀπὸ ἀδί‐
20κων καὶ πονηρῶν, ἓν δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας. ἔστι δὲ τὸ μὲν ἀπὸ ἀδόξων καὶ φαύλων γεγονέναι προγό‐ νων, οἷον ἐὰν ὦσιν οἱ πρόγονοι ἀγεννεῖς κατὰ φύσιν ἢ ἄλ‐ λως ἀνώνυμοι. τὸ δὲ ἀπὸ ἀδίκων καὶ μοχθηρῶν, οἷον ἐὰν
ὦσι προδόται ἢ ἄλλην τινὰ ἀδικίαν καὶ μοχθηρίαν ἔχωσιν.
Divis
.

44

τὸ δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας, οἷον ἐὰν ᾖ αὐτὸς ἄδικος ἢ κακοπράγμων ἢ ἄλλην τινὰ κακὴν δόξαν κατ’ αὐτοῦ ἔχωσιν. τῆς δυσγενείας ἄρα ἐστὶν ἓν μὲν τὸ ἀπὸ ἀδόξων καὶ φαύλων προγόνων γεγονέναι, ἓν δὲ τὸ ἀπὸ ἀδί‐
5κων καὶ μοχθηρῶν, ἓν δὲ τὸ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας καὶ μοχθηρίας. [12] διαιρεῖται ἡ κίνησις εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν κατὰ τόπον, ἓν δὲ κατὰ ἀλλοίωσιν, ἓν δὲ αὐτὴ καθ’ ἑαυτὴν
10ἡ κίνησις. ἔστι δὲ ἡ μὲν κατὰ τόπον τὸ ἐξαλλάσσειν τό‐ πον ἐκ τόπου, οἷον οἱ τρέχοντες καὶ πηδῶντες καὶ πλέοντες καὶ αἱ ἄλλαι αἱ τοιαῦται κινήσεις. ἡ δὲ κατὰ ἀλλοίωσιν, οἷον 〈οἱ〉 αὐξανόμενοι καὶ γηράσκοντες καὶ φθίνοντες καὶ ἄλλα τοιαῦτα. ἡ δὲ αὐτὴ καθ’ ἑαυτήν, οἷον οἱ τροχοὶ καὶ
15οἱ ἔμβικες καὶ ὁ κόσμος καὶ ἄλλα τοιαῦτα. τῆς κινήσεως ἄρα τὸ μέν ἐστι κατὰ τόπον, τὸ δὲ κατὰ ἀλλοίωσιν, τὸ δὲ αὐτὴ καθ’ ἑαυτήν. [13] διαιρεῖται ἡ στάσις εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν
20μονή, ἓν δὲ διχόνοια, ἓν δὲ βαρέων καὶ κούφων θεωρία. ἔστι
Divis
.

45

δὲ ἡ μὲν μονὴ αὐτὴ ἐν ἑαυτῇ στάσις, οἷον οἱ νεκροὶ καὶ οἱ λίθοι πεπόνθασι, καὶ ἄλλα τοιαῦτα. ἡ δὲ διχόνοια τῶν πολιτῶν ἢ ἐχθρῶν ἢ ἄλλων τινῶν ζῴων κατ’ ἔχθραν ἢ μάχην. ἡ δὲ βαρέων καὶ κούφων θεωρία, οἷον διὰ στάσεως
5τοῦ βαρέος καὶ 〈τοῦ〉 κούφου δοκιμασία.
11[19] διαιρεῖται ὁ χρόνος εἰς τρία. ἔστι γὰρ ἢ παρεληλυθὼς ἢ παρὼν ἢ μέλλων, ὃν καὶ παρεσόμενον καλοῦσιν. εἰσὶ δὲ ἐν μὲν τῷ παρεληλυθότι μνῆμαι καὶ τὸ μνημονεύειν· ἅπαντες
15γὰρ τὰ παρῳχημένα μνημονεύουσιν. ἐν δὲ τῷ παρόντι αἱ ἐπιστῆμαι καὶ αἱ γνώσεις καὶ οἱ λογισμοὶ καὶ αἱ πράξεις αἱ πρασσόμεναι. ἐν δὲ τῷ μέλλοντι αἱ προσδοκίαι καὶ ἐλπί‐
δες καὶ πᾶν τὸ τοιοῦτον.
Divis
.

46

(2)

[21] διαιρεῖται ἡ ὄρεξις τοῦ πράττειν εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν τοῦ ἡδέος, ἓν δὲ τοῦ καλοῦ, ἓν δὲ τοῦ συμφέροντος.
5ἔστι δὲ ἡ μὲν τοῦ ἡδέος ὄρεξις 〈τὸ〉 ταῖς ἐπιθυμίαις ὑπ‐ ηρετεῖν, ἡ δὲ τοῦ καλοῦ τιμῆς ἕνεκεν καὶ εὐδοξίας, ἡ δὲ τοῦ συμφέροντος κέρδους καὶ ὠφελείας ἕνεκεν γινομένη. [22] διαίρεσις τῆς τῶν ὄντων ὀνομασίας εἰς πέντε γίνεται.
10ἔστι γὰρ αὐτῶν λεγόμενα τὰ μὲν ὥσπερ ἓν πρὸς πολλά, τὰ δὲ ὡς πολλὰ πρὸς πολλὰ καὶ πρὸς ἕν, τὰ δὲ ὡς ἀνόμοια [ὡς] πρὸς ὅμοια, τὰ δὲ ὡς ὅμοια πρὸς ὅμοια, τὰ δὲ ὡς ἓν
πρὸς ἕν. τὰ μὲν οὖν ὡς ἓν πρὸς πολλά, οἷον τάχιστος καὶ
Divis
.

47

μέγιστος καὶ κάλλιστος καὶ τὰ τοιαῦτα. τὰ δὲ ὡς πολλὰ πρὸς πολλὰ καὶ πρὸς ἕν, οἷον πλείω τάδε τῶνδε καὶ μείζω τάδε τῶνδε καὶ καλλίους οἵδε τῶνδε καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τὰ δὲ ὡς ἀνόμοια [ὡς] πρὸς ὅμοια 〈......., τὰ δὲ ὡς ὅμοια
5πρὸς ὅμοια,〉 οἷον ἀδελφοὶ πρὸς ἀδελφοὺς καὶ φίλοι πρὸς φίλους καὶ τὰ τοιαῦτα. τὰ δὲ ὡς ἓν πρὸς ἕν, οἷον καλλίων ὅδε τοῦδε καὶ θάσσων ὅδε τοῦδε καὶ τὰ τοιαῦτα.
10[25] διαιρεῖται τὰ ὄντα εἰς τρία. ἔστι γὰρ αὐτῶν τὰ μὲν κατ’ οὐσίαν, τὰ δὲ κατὰ συμβεβηκός, τὰ δὲ κατὰ πάθος. ἔστι δὲ τὰ μὲν κατ’ οὐσίαν, οἷον τὸ εἶναι ἄνθρωπον καὶ τὸ ἕκαστον τῶν ὄντων εἶναι, τὰ δὲ κατὰ συμβεβηκὸς, 〈οἷον〉 τὸ τρέχειν
15καὶ καθεύδειν καὶ ἄλλα τοιαῦτα, τὸ δὲ κατὰ πάθος, οἷον τὸ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ θαρρεῖν καὶ φοβεῖσθαι καὶ τὰ
τοιαῦτα.
Divis
.

48

[27] διαίρεσις τῶν βελτιόνων καὶ τῶν χειρόνων καὶ τῶν καλ‐ λι〈όν〉ων καὶ αἰσχι〈όν〉ων καὶ λευκοτέρων καὶ μελανοτέρων· τούτων ἕκαστον λέγεται τριχῶς· ἢ γὰρ τοῦ ἐναντίου ἢ ἑαυ‐
5τοῦ ἢ μέσου, οἷον ἐναντίου βέλτιον εἶναι λέγεται τὸ ἀγαθὸν τοῦ κακοῦ, ὡς τῆς πανουργίας καὶ τῆς ἀφροσύνης ἡ φρό‐ νησις, τοῦ δὲ μέσου λέγεται βέλτιον εἶναι τὸ ἀγαθὸν οἷον τοῦ μήτε ἀγαθοῦ μήτε κακοῦ, αὐτὸ δὲ ἑαυτοῦ λέγεται βέλ‐ τιον καθὸ ἀγαθὸν ἀγαθοῦ, ἐὰν ἧττον τὸ ἕτερον. ὁμοίως
10δὲ καὶ τὸ καλόν· λέγεται γὰρ καὶ τοῦ αἰσχροῦ κάλλιον καὶ τοῦ μήτε αἰσχροῦ μήτε καλοῦ κάλλιον εἶναι, λέγεται δὲ καὶ τοῦ καλοῦ ἧττον δὲ καλοῦ κάλλιον εἶναι. ὁμοίως δὲ καὶ τὸ λευκότερον λέγεται· τὸ γὰρ λευκὸν καὶ τοῦ μέλανος λέγεται εἶναι λευκότερον καὶ τοῦ μήτε μέλανος ὄντος μήτε λευκοῦ,
15ὅπερ ἐστὶ μέσον. καὶ ἐπὶ τῶν ἄλλων δὲ τῶν οὕτως λεγο‐ μένων τὸν αὐτὸν τρόπον ἔχειν φατέ. κατὰ τρεῖς ἄρα τρό‐ πους λέγεται βελτίω καὶ χείρω καὶ καλλίω καὶ αἰσχίω καὶ λευκότερον καὶ μελανότερον. [28]
20διαιρεῖται τὰ ἐξ ὧν πόλις οἰκεῖται εἰς τρία. ἔστι γὰρ
αὐτῶν ἓν μὲν ἐκ τοῦ μαχίμου μέρους τῶν ἀνθρώπων, ἓν
Divis
.

49

δὲ ἐκ τοῦ βουλεύεσθαι δυναμένου, ἓν δὲ ἐκ τοῦ ἐργάζεσθαι. τὸ μὲν οὖν μάχιμον μέρος τὸ ἄλκιμόν ἐστι, τὸ δὲ βουλεύ‐ εσθαι δυνάμενον τὸ τῶν πρεσβυτέρων, τὸ δὲ ἐργάζεσθαι τὸ τῶν τεχνιτῶν καὶ γεωργῶν καὶ τῶν ἄλλων τῶν τοιούτων.
5τούτων δὲ ὅτι ἂν ἀπῇ, οὐ ῥᾳδίως ἡ πόλις οἰκεῖται. [29] διαιρεῖται ἡ γένεσις εἰς τέσσαρα. ἔστι δὲ αὐτῆς ἓν μὲν ἐξ οὐκ ὄντος εἰς οὐσίαν μεταβάλλειν, οἷον τὸν οὐκ ὄντα υἱὸν γενέσθαι καὶ ἀνδριάντα τὸν οὐκ ὄντα γενέσθαι καὶ
10πάντα τὰ τοιαῦτα, ἓν δὲ ἐκ τόπου εἰς τόπον μεταβάλλειν καὶ τεθῆναι ἐν ἄλλῳ, οἷον οἱ πλέοντες καὶ πορευόμενοι καὶ πᾶν τὸ τοιοῦτον, ἓν δὲ ἕξεως καὶ διαθέσεως μεταβολή, οἷον τὸ ἐξ ἀπαιδεύτου πεπαιδευμένον γενέσθαι καὶ ἐκ νέου πρεσ‐ βύτην καὶ ἐξ ἐχθροῦ φίλον, ἓν δὲ πραγμάτων μεταβολή,
15οἷον ἐκ πλουσίου πένητα καὶ ἐξ ἰδιώτου ἄρχοντα καὶ ἐξ ἄρχοντος ἰδιώτην γενέσθαι καὶ ἄλλα τοιαῦτα. [30] διαιρεῖται τὸ ἀληθὲς εἰς τρία. ἔστι γὰρ αὐτοῦ ἓν μὲν τὸ πρᾶγμα ἀληθὲς εἶναι, ἓν δὲ τὸν λόγον, ἓν δὲ καὶ τὸ συν‐
20αμφότερον. ἔστι δὲ τὸ πρᾶγμα ἀληθές, ὅταν ᾖ οὕτως ἔχον καὶ οὐκ ἄλλως, οἷον τὸ τὸν θεὸν ἀθάνατον εἶναι· οὕτως
γὰρ ἔχει τὸ πρᾶγμα καὶ οὐκ ἄλλως. τὸ δὲ λέγειν ‘οὗτος
Divis
.

50

ἐστὶν ἀληθὴς λόγοσ‘ τοῦ ἀληθοῦς ἐστιν· ἔστι γὰρ ὁ λόγος πρᾶγμα ὑπὸ τὸν λόγον τοῦτον ὄν. τὸ δὲ λέγειν ὅτι ‘οἱ ἄνθρωποι ἔμψυχοί εἰσι‘, καὶ ὁ λόγος ἀληθής ἐστι καὶ τὸ πρᾶγμα.
5[31] διαιρεῖται τὸ ψεῦδος εἰς τρία. ἔστι γὰρ αὐτοῦ ἓν μὲν τὸ τὸ πρᾶγμα εἶναι ψεῦδος, ἓν δὲ τὸν λόγον, ἓν δὲ τὸ συν‐ αμφότερον. τὸ μὲν οὖν πρᾶγμά ἐστι ψεῦδος, ὅταν μὴ οὕτως ἔχῃ ὡς λέγεται ἀλλ’ ἄλλως, οἷον 〈ὅτι〉 ὁ καθήμενός ἐστιν
10ἑστηκὼς ἢ ὁ λευκὸς 〈μέλασ〉. ὁ δὲ λόγος ἔσται ψευδής, ὅταν τις λέγῃ τὸν ἀληθῆ λόγον εἶναι ψευδῆ, οἷον ὁ λέγων τὸν περὶ τοῦ θεοῦ λόγον [οἷον ὁ λέγων] ὅτι ἔστι θεὸς 〈ἀθάνατοσ〉, καὶ τοῦτον ὁ φάσκων ψευδῆ εἶναι, ὁ λόγος οὗτός ἐστι ψευδής· οὐ γάρ ἐστιν ὑπὸ τὸν λόγον τοῦτον
15πρᾶγμα οὐδὲν ἀλλὰ ὁ λόγος. ὁ δὲ λέγων τὴν ἡμέραν νύκτα εἶναι καὶ τὸ πρᾶγμα ψεῦδος ἐρεῖ καὶ τὸν λόγον. [32] διαιρεῖται ἡ τιμὴ εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν εἰς ἀργυρίου λόγον, ἓν δὲ εἰς ἐπαίνου λόγον, ἓν δὲ εἰς θερα‐
20πείας τινὸς καὶ ἐπιμελείας λόγον. τὸ μὲν οὖν εἰς ἀργυρίου λόγον ἐστὶν ἀξία ἐν πράσει καὶ ὠνήσει, οἷον ἄξια τῆς τιμῆς
φαμεν εἶναι. τὸ δὲ εἰς ἐπαίνου λόγον [εἶναι], οἷον αἱ ἐν
Divis
.

51

ταῖς πόλεσι τιμαὶ δι’ ἐνίας πράξεις γινόμεναι καὶ δωρεαὶ διδόμεναι. τὸ δὲ εἰς θεραπείας λόγον καὶ ἐπιμελείας, οἷον τὸν θεὸν τιμῶμεν θεραπείᾳ τινὶ καὶ ἐπιμελείᾳ τινός, καὶ τοὺς γονεῖς δὲ τιμῶμεν, ὁμοίως δὲ καὶ τὰ ἄλλα τὰ διὰ
5θεραπείαν γινόμενα.
7[34] διαιρεῖται τῶν ἐπιστημῶν ἡ κρίσις εἰς τρία. ἔστι γὰρ αὐτῶν ἓν μέν, ἂν ᾖ βελτιόνων ἢ καλλιόνων, ἓν δέ, ἂν ᾖ
10συμφερόντων μᾶλλον καὶ κατεπειγόντων, ἓν δέ, ἂν ᾖ τῶν ἀκριβεστέρων μᾶλλον δὲ καὶ εἰς ἀπόδειξιν συντεινόντων. ἔστι δὲ τὸ μὲν βελτιόνων καὶ καλλιόνων οἷον ἡ ἀνδριαντο‐ ποιητικὴ τέχνη καὶ ἡ ἀγαλματοποιητικὴ καὶ ἡ πορφυροβα‐ φικὴ καὶ αἱ τοιαῦται. συμφερόντων δὲ καὶ μᾶλλον κατεπει‐
15γόντων οἷον ἡ σκευοποιητικὴ [σκευικὴ] καὶ οἰκοδομικὴ καὶ αἱ τοιαῦται. ἀκριβεστέρων δὲ καὶ μᾶλλον εἰς ἀπόδειξιν συν‐ τεινόντων αἵ τε μαθηματικαὶ καὶ ἡ φιλοσοφία. [35] διαιρεῖται ὁ στρατηγὸς εἰς τρία. ἔστι γὰρ ἢ τῷ νόμῳ
20στρατηγὸς ἢ κατὰ δύναμίν τινα καὶ πραγμάτων κυρείαν στρατηγὸς ἢ κατὰ ἐπιστήμην. ἔστι δὲ ὁ μὲν κατὰ νόμον στρατηγὸς οἷον οἱ ἐν ταῖς πόλεσιν αἱρούμενοι, ὁ δὲ κατὰ
ἐπιστήμην ὁ ἔχων τὴν στρατηγικὴν ἐπιστήμην, ὁ δὲ κατὰ
Divis
.

52

δύναμίν τινα καὶ πραγμάτων κυρείαν οἷον ὁ ἀπό τινος ἐπι‐ σταθεὶς ἢ αὐτὸς ὑφ’ ἑαυτοῦ κύριος χρημάτων καὶ στρατιω‐ τῶν γενόμενος.
5[37] διαιροῦνται αἱ μέθοδοι αἱ εἰς τὰ προβλήματα εἰς τρία. εἰσὶ γὰρ αὐτῶν αἱ μὲν κριτικαί, αἱ δὲ θεωρητικαί, αἱ δὲ ἐριστικαί. καὶ κριτικαὶ μέν εἰσιν αἷς τὸ βέλτιον καὶ τὸ χεῖρον διακρίνομεν, οἷον πότερον βέλτιον δικαιοσύνη ἢ ἀν‐
10δρεία. θεωρητικαὶ δὲ αἷς θεωροῦμεν τὸ τοιοῦτον, οἷον πό‐ τερον ταὐτὸν νόσος ἐστὶν ὑγείᾳ καὶ εὐεξίᾳ ἢ οὔ. ἐριστικαὶ δὲ αἷς τοὺς ὅρους ἀναιροῦμεν, οἷον οὐκ ἔστιν εὐεξία σωμά‐ των ἡ κρατίστη. [38]
15 διαιρεῖται ἡ λύπη εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐφ’ οἷς προσήκει τὸν φρόνιμον λυπεῖσθαι, ἓν δὲ ἐπὶ [τοῖς ἀλ‐ λοτρίοις ἀγαθοῖς καὶ κακοῖς καὶ] τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι λυπεῖσθαι. ἔστι δὲ τὸ μὲν ἐφ’ οἷς προσήκει τὸν φρόνιμον λυπεῖσθαι, οἷον ἐπὶ τοῖς ἑαυτοῦ ἀτυχήμασιν ἢ τῶν
20αὐτοῦ τινὸς οἰκείων ἢ φίλων ἢ τῆς συμπάσης πόλεως καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων. τὸ δὲ ἐπὶ [τοῖς ἀλλοτρίοις
ἀγαθοῖς λυπεῖσθαι ἐστὶ φθόνος τις καὶ βασκανία καὶ πᾶν
Divis
.

53

τὸ τοιοῦτον· τὸ δὲ ἐπὶ πᾶσι κακοῖς καὶ ἀγαθοῖς καὶ πᾶσι] τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι λυπεῖσθαι, τὸ μὲν ἐπὶ τοῖς κακοῖς τοῖς ἀλλοτρίοις ἔλεος, τὸ δὲ ἐπὶ τοῖς ἀγαθοῖς φθόνος [, τὸ δὲ ἐπὶ τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι
5φθόνος καὶ βασκανία]. [39] διαιρεῖται ἡ ἡδονὴ εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν
περὶ τὸ λογ〈ιστ〉ικόν, 〈ἓν δὲ περὶ τὸ θυμικόν,〉 ἓν δὲ περὶ
Divis
.

54

τὸ ἐπιθυμητικόν, ἓν δὲ περὶ τὰς αἰσθήσεις. ἔστι δὲ ἡ 〈μὲν〉 [τὸ μανθάνειν] περὶ τὸ λογιστικὸν ἡ ἀπὸ τοῦ μαν‐ θάνειν καὶ ἀνευρίσκειν ἡδονὴ καὶ τὰ τοιαῦτα. περὶ δὲ τὸ θυμικὸν οἷον ἥ τε τοῦ κρατεῖν καὶ νικᾶν καὶ ἀντιτιμωρεῖ‐
5σθαι καὶ αἱ τοιαῦται. αἱ δὲ περὶ τὸ ἐπιθυμητικὸν αἵ τε ἀπὸ τῆς τροφῆς καὶ συνουσίας καὶ αἱ τοιαῦται ἡδοναὶ γι‐ νόμεναι. ἡ δὲ [περὶ τὸ αἰσθητικὸν] περὶ τὰς αἰσθήσεις, οἷον ἥ τε διὰ τοῦ ὁρᾶν καὶ γεύεσθαι καὶ ὀσφραίνεσθαι καὶ αἱ τοιαῦται.
10[40] διαιρεῖται ἡ εὐταξία εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν περὶ ψυχήν, ἓν δὲ περὶ σῶμα, ἓν δὲ περὶ πλῆθος, ἓν δὲ περὶ κινήσεις. ἡ μὲν οὖν ἐν τῇ ψυχῇ εὐταξία ἐγγινομένη κοσμιότης καλεῖται, ἡ δὲ ἐν τῷ σώματι εὐταξία κάλλος κα‐
15λεῖται, ἡ δὲ ἐν κινήσει εὐταξία εὐρυθμία ὀνομάζεται, ἡ δὲ ἐν τῷ πλήθει, οἷον ἡ πρὸς ἄρχοντας πειθαρχία εὐταξία προσαγορεύεται. [41] διαιρεῖται ἡ ἀταξία εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν
20ἐν ψυχῇ, ἓν δὲ ἐν σώματι, ἓν δὲ ἐν πλήθει, ἓν δὲ ἐν κι‐
Divis
.

55

νήσει. ἡ μὲν οὖν ἐν τῇ ψυχῇ ἀταξία ἐγγινομένη ἀσωτία ἢ ἀκολασία καλεῖται, ἡ δὲ ἐν τῷ σώματι ἀταξία αἰσχρότης κα‐ λεῖται, ἡ δὲ ἐν τῷ πλήθει ἀταξία ἀπειθαρχία καλεῖται, ἡ δὲ ἐν κινήσει ἀρρυθμία προσαγορεύεται.
5[42] διαιρεῖται τὰ ἐν φιλοσοφίᾳ προβλήματα εἰς πέντε. ἔστι γὰρ αὐτῶν ἓν μὲν πολιτικόν, ἓν δὲ διαλεκτικόν, ἓν δὲ φυ‐ σικόν, ἓν δὲ ἠθικόν, ἓν δὲ ῥητορικόν. πολιτικὸν μὲν οὖν ἐστι τὸ ὑπὲρ νόμων καί τινων τιμωριῶν προβαλλόμενον,
10οἷον πότερον δεῖ κολάζειν τὰ ξενικὰ ἁμαρτήματα ἢ τὰ πο‐ λιτικὰ ἢ ἀνόμοια ἢ τἆλλα τὰ τοιαῦτα. διαλεκτικὸν δέ, οἷον
πότερον τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη ἢ ἑτέρα, καὶ τἆλλα
Divis
.

56

τὰ τοιαῦτα. φυσικὸν δέ, οἷον πότερον εἷς κόσμος ἐστὶν ἢ πλείους, καὶ τἆλλα τὰ τοιαῦτα. ἠθικὸν δέ, οἷον πότερον δεῖ πάντα χαρίζεσθαι τοῖς φίλοις ἢ τὰ μὲν τὰ δὲ οὔ, καὶ τἆλλα τὰ τοιαῦτα. ῥητορικὸν δέ, οἷον ἐάν τις ὑπὲρ ποιητῶν κατ‐
5ηγορῇ ἢ ἀπολογῆται, οἷον διατί τὸν Ὀδυσσέα οἱ ἑταῖροι φρονιμώτατον ὄντα ἐξέθηκαν εἰς τὴν νῆσον καθεύδοντα, καὶ τὰ τοιαῦτα. [43] διαιρεῖται ἡ κόλασις εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν
10ἀναίρεσις, ἓν δὲ εἰς ἀργυρίου λόγον, ἓν δὲ εἰς προπηλα‐ κισμόν, ἓν δὲ εἰς κάκωσιν σώματος. ἡ μὲν οὖν ἀναίρεσίς ἐστιν, οἷον ἐπὶ τοῖς ἀνηκέστοις ἁμαρτήμασι, ὅπερ τιμωρία ὀνομάζεται. αἱ δὲ εἰς ἀργυρίου λόγον, οἷον αἱ ὑπὸ τῶν νόμων ζημίαι κολάζουσιν. αἱ δὲ εἰς προπηλακισμοῦ λόγον, οἷον αἱ
15ἀτιμίαι αἱ ἐν ταῖς πόλεσι γινόμεναι, οἷον ἄτιμον εἶναι ὃς ἂν ἀσπίδα ῥίψῃ ἢ παρακαταθήκην ἀποστερήσῃ, καὶ 〈αἱ〉 ἄλλαι αἱ τῶν νόμων ἀτιμίαι. αἱ δὲ εἰς κάκωσιν σώματος,
οἷον οἱ μαστιγοῦντες καὶ οἱ λοιδοροῦντες καὶ οἱ τοιοῦτοι.
Divis
.

57

[45] διαιρεῖται ἡ ἁμαρτία εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν μετὰ ἀδικίας, ἓν δὲ μετὰ ἀγνοίας, ἓν δὲ μετὰ ἀτυχίας. τὸ μὲν οὖν μετὰ ἀδικίας ἁμαρτάνειν ἐστίν, οἷον τὸ εἰς θεὸν
5ἀσεβεῖν καὶ τοὺς φίλους κακῶς ποιεῖν καὶ τὰ ἐν ταῖς πό‐ λεσιν ἀδικήματα, τὸ δὲ μετὰ ἀγνοίας ἁμαρτάνειν, οἷον γραμ‐ ματικῇ καὶ ἀριθμητικῇ καὶ ταῖς τοιαύταις ἐπιστήμαις· ταῦτα γὰρ οὐ μετὰ ἀδικίας γίνεται, ἀλλὰ μετὰ ἀγνοίας. μετὰ ἀτυ‐ χίας δὲ ἁμαρτάνειν ἐστίν, οἷον οἱ τοῦ σκοποῦ ἀποτυγχάνοντες
10καὶ οἱ τῶν ὁδῶν καὶ οἱ ἀκούσια ἁμαρτάνοντες. [46] διαιρεῖται ἡ ἀτυχία εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐν ταῖς πράξεσιν, ἓν δὲ ἐν τοῖς καιροῖς, ἓν δὲ ἐν τοῖς συμπτώ‐ μασι τοῖς ἀπὸ ταὐτομάτου γινομένοις. τὸ μὲν οὖν ἐν ταῖς
15πράξεσιν ἀτυχεῖν βλάπτεσθαι καὶ ζημιοῦσθαί ἐστι, τὸ δὲ ἐν τοῖς καιροῖς ἀτυχεῖν ὑστερεῖσθαί ἐστι καὶ προτερεῖν καὶ [τοῦ] διαμαρτάνειν [καὶ] τοῦ καιροῦ [γινόμενον], τὸ δὲ ἐν τοῖς συμπτώμασι τοῖς ἀπὸ ταὐτομάτου γινομένοις, οἷον αἱ πληγαὶ αἱ ἐξαίφνης καὶ αἱ βλάβαι αἱ ἐξ ἀπροσδοκήτου προσ‐
20πίπτουσαι. [47] διαιρεῖται τὰ ἴδια καὶ τὰ κοινῶς ἀγαθὰ εἰς πέντε. ἔστι
γὰρ αὐτῶν τὰ μὲν ἴδια θεοῦ, τὰ δὲ ἴδια ἀνθρώπων, τὰ δὲ
Divis
.

58

κοινὰ θεοῦ καὶ ἀνθρώπων, τὰ δὲ κοινὰ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων πλὴν θεοῦ, τὰ δὲ πάντων κοινά. ἴδια μὲν οὖν ἐστι θεοῦ τὸ ἀίδιον εἶναι καὶ τὰ τοιαῦτα, ἴδια δὲ ἀν‐ θρώπου τὸ σώφρονα καὶ δίκαιον εἶναι καὶ τὰ τοιαῦτα, κοινὰ
5〈δὲ〉 θεοῦ καὶ ἀνθρώπων τὸ σπουδαῖον εἶναι· καὶ γὰρ τῷ θεῷ ὑπάρχει καὶ τῷ ἀνθρώπῳ σπουδαίῳ εἶναι. ἴδιον δὲ ἀν‐ θρώπου ἡ ἐγκράτεια κακοῦ τινος οὖσα ἀποτρεπτική, τῷ θεῷ δὲ οὔτε γενέσθαι οὔτε ὑπάρχειν κακὸν καλῶς ἔχει λέγειν· καὶ τἆλλα τὰ τοιαῦτα. κοινὸν δὲ ἀνθρώπων καὶ τῶν ἄλλων
10ζῴων πλὴν θεοῦ ἀνδρεία· αὕτη γὰρ κινδύνου τινὸς καὶ φόβου ἀντιστατική ἐστι· καὶ πάντα τὰ τοιαῦτα. πάντων δὲ κοινὸν τὸ καλόν.
14[49]
15 διαιρεῖται τὸ ψευδολογεῖν εἰς τέσσαρα. ἔστι γὰρ αὐτοῦ ἓν μὲν ἐν ἀλαζονείᾳ, ἓν δὲ εἰρωνεία, ἓν δὲ κερτόμησις, ἓν δὲ ψευδολογία τις μετὰ βλάβης. ὁ μὲν οὖν ἀλαζονευόμενος ἐπὶ πλεῖον καὶ μεῖζον ψεύδεται· προσποιητικὸς γάρ ἐστιν ὃ οὐκ οἶδεν εἰδέναι θέλων καὶ ἅπερ οὐκ ἔχει ἔχειν. ὁ δὲ
20εἰρωνευόμενος ἐπὶ τὸ ἔλαττον ψεύδεται· ὅ τε γὰρ πλούσιος
Divis
.

59

πένης φησὶν εἶναι, ἐὰν εἰρωνεύηται, καὶ ὁ σοφὸς οὐκ εἶναι σοφός. ὁ δὲ ἐν τῷ κερτομεῖν ψευδολογῶν μετὰ τοῦ σκώ‐ πτειν, οἷον 〈ὁ〉 τὸ ἡττᾶσθαι κρατεῖν ἢ καλὸν τὸ κακὸν λέ‐ γων καὶ σοφὸν τὸ ἀπαίδευτον, ὁ δὲ μετὰ βλάβης, οἷον ὁ τὰ
5ψευδῆ μαρτυρῶν καὶ ἀπαρνούμενος καὶ τἆλλα τὰ τοιαῦτα. [50] διαιρεῖται ὁ ψευδόμενος εἰς δύο. ὁ μὲν γὰρ ἑκὼν ψεύ‐ δεται, ὁ δὲ ἄκων. ὁ μὲν οὖν ἑκὼν ψευδόμενος ἐξαπατᾷ τινας καὶ ἄλλοις ἀπάτην ἐμποιεῖ, ὁ δὲ ἄκων ψευδόμενος
10αὐτὸς ἐξηπατημένος ψεύδεται ἀπὸ τῆς ἐν αὐτῷ ἀπάτης οὔσης.
15[54] διαιρεῖται ὁ καθαρισμὸς καὶ ἡ κάθαρσις εἰς τρία. ἔστι
γὰρ αὐτῶν ἓν μὲν νόμῳ, ἓν δὲ φύσει, ἓν δὲ τέχνῃ καὶ
Divis
.

60

πράγματι. νόμῳ μὲν οὖν ἐστι καθαρμός 〈........, φύσει δὲ,〉 οἷον ὅ τε τοῦ ἀέρος, ὅταν ἀποκαθαίρηται καὶ ὅταν 〈τὰ〉 ὕδατα ὦσι καθαρὰ καὶ τὰ βρώματα καὶ πάντα 〈τὰ τοιαῦτα〉. τέχνῃ δὲ καὶ πράγματι, οἷον ἥ τε τῶν χαλκωμάτων καὶ τῶν
5ἱματίων πλύσις καὶ τὰ τοιαῦτα.
7[56] τῶν [ὄντων] ἀγαθῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ τῶν περὶ τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη· τὰ μὲν οὖν
10πρῶτα τοῖς πρώτοις ἐστὶν ὅμοια, τὰ δὲ δεύτερα τοῖς δευτέ‐ ροις, τὰ δὲ τρίτα τοῖς τρίτοις, τὰ δὲ τέταρτα τοῖς τετάρτοις. ἔστι δὲ τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. ἡ μὲν γὰρ φρόνησις ἐν ψυχῇ οὖσα αἰτία ἐστὶ τοῦ κράτιστα τὴν ψυχὴν διακεῖσθαι, ἡ δὲ εὐεξία αἰτία ἐστὶ τοῦ
15τὸ σῶμα ἄριστα διακεῖσθαι, 〈ἡ δὲ εὐδοξία αἰτία ἐστὶ τοῦ τὰ ἐκτὸς ἄριστα διακεῖσθαι〉· ὅπερ γὰρ βούλεται πράττει ὁ εὐδοξῶν. ἕκαστον ἄρα τούτων τῶν ἀγαθῶν πρωταγωνιστεῖ καὶ πρώτη λαμβάνεται 〈ταύτῃ〉 ἡ ὁμοιότης. καὶ πάλιν ἡ μὲν δικαιοσύνη ἐν ψυχῇ ἐστιν ἡ καὶ
20αἰτία οὖσα τῶν τῆς ψυχῆς μερῶν, ἡ δὲ εὐπρέπεια ἐν σώ‐ ματι οὖσα εὐταξία ἐστὶ τῶν τοῦ σώματος μερῶν, ψυχροῦ
καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἡ δὲ εὐτυχία ἐκτὸς οὖσα
Divis
.

61

εὐκαιρία τίς ἐστι πραγμάτων συμπτώσεως. ὥστε ταύτῃ πά‐ λιν παραλαμβάνεται ἡ ὁμοιότης τῶν ἀγαθῶν. καὶ πάλιν ἡ μὲν ἀνδρεία ἐν ψυχῇ οὖσα ἰσχύς τίς ἐστι καὶ ῥώμη πρὸς φόβους καὶ τὰ τοιαῦτα, ἡ δὲ ἰσχὺς ἐν
5σώματι οὖσα πρὸς τοὺς πόνους καὶ τὰς κακοπαθείας ἰσχύς ἐστιν, οἱ δὲ φίλοι ἐκτὸς ὄντες ἰσχὺν τήνδε ἔχουσι πρὸς τὴν ἐκτὸς βοήθειαν· ᾧ γὰρ πολλοὶ φίλοι εἰσὶν ἰσχυρότερος οὗτος ἐν πόλει. λαμβάνεται δὲ καὶ ταύτῃ τῶν ἀγαθῶν τού‐ των 〈ἡ〉 ὁμοιότης.
10 καὶ πάλιν ἡ μὲν σωφροσύνη ἐν ψυχῇ οὖσα κοσμεῖ τὴν ψυχὴν καὶ συμμέτρως ζῆν ποεῖ, τὸ δὲ κάλλος ἐν σώ‐ ματι ὂν κοσμεῖ τὸ σῶμα καὶ σύμμετρον παρασκευάζει, ὁ δὲ πλοῦτος ἐκτὸς ὢν χορηγὸς καὶ κοσμητὴς τῶν ἀνθρώπων ἐστίν. καὶ ταύτῃ λαμβάνεται τῶν ἀγαθῶν τούτων ἡ ὁμοιότης.
15[57] τῶν κακῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ 〈τῶν περὶ〉 τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη. ἐν τῇ ψυχῇ μέν ἐστιν ἀδικία κάκιστα τὴν ψυχὴν δια‐ τιθεῖσα, ἐν δὲ τῷ σώματι νόσος κάκιστα διατιθεῖσα τὸ
20σῶμα, ἐν δὲ τοῖς ἐκτὸς ἀτυχία κάκιστα διατιθεῖσα τὰς ἐκτὸς πράξεις· καὶ ταύτῃ λαμβάνεται ἡ ὁμοιότης τῶν κακῶν τούτων. καὶ πάλιν ἐν μὲν ψυχῇ ἀφροσύνη ἀρρωστία τίς ἐστι καὶ ἀλογιστία ψυχῆς, ἐν δὲ σώματι καχεξία ἀρρωστία ἐστίν, ἐν δὲ τοῖς ἐκτὸς ἀδοξία· προπηλακισμὸν γὰρ καὶ ἀρρωστίαν
25καὶ ὀλιγωρίαν περὶ τὰ ἄλλα τινὰ ἐμποιεῖ ταῖς ἐκτὸς πράξεσι. καὶ ταύτῃ πάλιν λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης. καὶ πάλιν ἐν μὲν ψυχῇ δειλία οὖσα ἐκπληκτικὰς καὶ
πάντων ἥττους τῶν φόβων παρασκευάζει τὰς ψυχάς, ἐν δὲ
Divis
.

62

σώματι ἀσθένεια πάντων τῶν πόνων ἡττᾶσθαι τὰ σώματα παρασκευάζει, ἐν δὲ τοῖς ἐκτὸς ἐχθροὶ ὄντες ἀσθενῆ περὶ τὰς ἐκτὸς πράξεις καὶ εὐκαταφρόνητον ποιοῦσιν· ᾧ γὰρ πολλοί εἰσιν ἐχθροὶ οὐδὲν τούτῳ ῥαδίως ὑπάρχει. καὶ ἔστιν
5ἡ μὲν δειλία ἐν φόβῳ εὐκαταφρονήτους ποιοῦσα, ἡ δὲ ἀσθένεια ἐν πόνοις εὐκαταφρόνητον τὸ σῶμα ποιεῖ, ἡ δὲ ἔχθρα ἐν πράξεσι ταῖς ἐν βίῳ. καὶ πάλιν ἡ μὲν ἀσωτία καὶ ἀκολασία αἰσχρὰν τὴν ψυχὴν καὶ ἄκοσμον παρασκευάζει, τὸ δὲ αἶσχος ἐν σώματι
10ὂν αἰσχρὸν τὸ σῶμα καὶ ἄκοσμον παρασκευάζει, ἡ δὲ πενία ἐκτὸς οὖσα αἰσχρὸν βίον παρασκευάζει. καὶ ταύτῃ λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης.
14[59]
15 διαιρεῖται ἡ ἀποβολὴ τῆς ἐπιστήμης εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐὰν φθαρῇ οὗπέρ ἐστιν ἡ ἐπιστήμη, ἓν δὲ ἐὰν λήθη γένηται, ἓν δὲ ἐὰν ὁ ἔχων τὴν ἐπιστήμην φθαρῇ. ἐὰν μὲν οὖν οὗ ἐστιν ἡ ἐπιστήμη φθαρῇ οἷον Σωκράτης, οὐκ ἔτι ἔστιν ἐπιστήμη· ἔφθαρται γάρ. ἐὰν δὲ λήθη γέ‐
20νηται, καὶ οὕτως ἀποβάλλομεν τὴν ἐπιστήμην. ἐὰν δὲ ὁ ἔχων τὴν ἐπιστήμην φθαρῇ ἄνθρωπος, ἀναγκαῖόν ἐστι συμ‐
φθείρεσθαι καὶ ἀποβάλλεσθαι αὐτήν.
Divis
.

63

(5)

[64] σκεπτέον ἥτις ἐστὶ τῶν ζῴων πρὸς ἄλληλα διαφορά. φαμὲν οὖν εἶναι τῶν ζῴων τὰ μὲν θνητά, τὰ δὲ ἀθάνατα. θνητὰ μὲν οὖν εἰσι ὅσα πέφυκε φθείρεσθαι καὶ αἵματος κοινωνεῖν, οἷον ἄνθρωπος καὶ βοῦς καὶ τὰ τοιαῦτα τῶν
10ζῴων· ἀθάνατα δὲ οἷον ἄγγελοι. τῶν δὲ θνητῶν ζῴων τὰ μέν ἐστι πτηνά, τὰ δὲ ἔνυδρα, τὰ δὲ πεζά. πεζὰ μὲν οὖν εἰσὶν οἷον ἄνθρωπος κύων ἵππος καὶ τὰ τοιαῦτα 〈, ἔνυδρα δὲ ........ καὶ τὰ τοιαῦτα〉 καὶ ἁπλῶς οἷς ἡ διαγωγὴ ἐν ὑγρῷ ἐστι, πτηνὰ δὲ οἷον ὄρνιθες καὶ σφῆκες καὶ μέλισσαι
15καὶ ἄλλα ὅσα [τοιαῦτα ἃ] διὰ τῆς οἰκείας φύσεως ὀχοῦνται κατὰ τὸν ἀέρα. πάντα δὲ τὰ τοιαῦτα καὶ κατὰ ψυχὴν καὶ κατὰ τὸ σῶμα δοκεῖ διαφέρειν ἀλλήλων. ὅτι μὲν οὖν κοι‐ νῶς κατὰ πάντων τούτων κατηγορεῖται ζῷον εἶναι δῆλον, διαφορὰν δέ τινα ἔχει τούτων ἕκαστον καθάπερ εἴπομεν· τὸ
20μὲν γὰρ αὐτῶν πεζόν, τὸ δὲ ἔνυδρον, τὸ δὲ πτηνόν, τὸ δὲ ἀθάνατον. τὸ δὲ κοινὸν κατηγορούμενον ἐφ’ ἁπάντων φαμὲν εἶναι τὸ γένος. ἕκαστον δὲ τούτων ἐστὶ ζῷον, τὰ δὲ διαι‐ ρεθέντα τῶν ζῴων λεκτέον εἴδη εἶναι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ σχήματος καὶ ἀριθμοῦ.
25τοῦ τε γὰρ τριγώνου καὶ τῶν λοιπῶν κοινόν φαμεν εἶναι τὸ σχῆμα· τούτων γὰρ ἕκαστόν ἐστιν ὅπερ ὑπάρχει σχῆμά
τι. δῆλον οὖν ὅτι τὸ μὲν σχῆμα γένος ἂν εἴη τούτων,
Divis
.

64

ταῦτα δὲ τοῦ σχήματος εἴδη· τὸ γὰρ σχῆμα διαιρήσομεν εἰς τρίγωνον καὶ τετράγωνον καὶ τὰ λοιπά. ὁμοίως δὲ καὶ τὸ περιττὸν καὶ τὸ ἄρτιον εἴδη τοῦ ἀριθμοῦ ἐστι. κοινῇ γὰρ αὐτῶν κατηγορεῖται ὁ ἀριθμός. ἐπεὶ δὲ τὸ μὲν γένος δοκεῖ
5πρότερον εἶναι τοῦ εἴδους, τὸ δὲ πρότερον οὐχ ἁπλῶς λέ‐ γεται, εἴπωμεν περὶ αὐτοῦ. [65] τὸ πρότερον λέγεται πενταχῶς. ἢ γὰρ φύσει ἢ χρόνῳ ἢ δυνάμει ἢ θέσει ἢ τάξει λεχθήσεται. θέσει μὲν οὖν, οἷον
10ὃ ἐπὶ τῶν κειμένων ψήφων εἰώθαμεν λέγειν, οἷον ὅτι προτέρα αὕτη ταύτης. τάξει δέ, οἷον ὁ ταξίαρχος τοῦ λοχαγοῦ καὶ ὁ λοχαγὸς τοῦ ἰδιώτου καὶ τὸ α τοῦ β. δυνάμει δέ φαμεν εἶναι πρότερον τὸν στρατηγὸν τοῦ στρατιώτου καὶ ἁπλῶς τὸν δυνάστην τοῦ ἰδιώτου. χρόνῳ δέ, οἷον πατὴρ
15υἱοῦ καὶ πᾶν τὸ πρεσβύτερον τοῦ νεωτέρου. φύσει δέ ἐστι πρότερον, οἷον ἥ τε μονὰς τῆς δυάδος καὶ τὸ μέρος τοῦ ὅλου καὶ τὸ γένος τοῦ εἴδους, καὶ ἁπλῶς ὅσα αὐτὰ ἀλλή‐ λοις μὴ συναναιρεῖται, τούτων τὸ μὲν συναναιροῦν πρότερόν ἐστι, τὸ φύσει δὲ συναναιρούμενον ὕστερον· οἷον τῆς μο‐
20νάδος ἀναιρεθείσης ἡ δυὰς ἀναιρεῖται καὶ πᾶς ἀριθμός, δυάδος δὲ ἀναιρεθείσης οὐδὲν κωλύει μονάδα εἶναι· πρό‐ τερον τοίνυν τῇ φύσει μονὰς δυάδος. ὁμοίως δὲ καὶ τοῦ μέρους ἀναιρεθέντος τὸ ὅλον ἀναιρεῖται, τοῦ δὲ ὅλου μὴ ὄντος οὐδὲν κωλύει τὸ μέρος εἶναι.
25 φανερὸν δὲ ὅτι ὁσαχῶς τὸ πρότερον λέγεται, τοσαυταχῶς καὶ τὸ ὕστερον λεχθήσεται· τὸ γὰρ ὕστερον ἐροῦμεν ἢ φύσει
ἢ χρόνῳ ἢ θέσει ἢ τάξει ἢ δυνάμει.
Divis
.

65

[66] ὁσαχῶς τὸ πρότερον καὶ τὸ ὕστερον λέγεται, τοσαυταχῶς καὶ περὶ τοῦ ἅμα λεχθήσεται, οἷον ἢ φύσει ἢ θέσει ἢ δυ‐ νάμει ἢ χρόνῳ ἢ τάξει. θέσει μὲν οὖν εἰσι τὰ τοιαῦτα
5ἅμα, ὅσα τῷ τόπῳ ἐξ ἴσου ἐστίν, οἷον τὰ τρέχοντα ἅμα φα‐ μὲν εἶναι καὶ τὰ ἑστηκότα. τάξει δέ ἐστιν τὰ τοιαῦτα ἅμα, οἷον οἱ τοῖς ζυγοῖς στοιχοῦντες, δυνάμει δὲ ἅμα λέγομεν τὰ μηδὲν ἀλλήλων πλέον δυνάμενα, χρόνῳ δὲ τὰ τοιαῦτα φα‐ μὲν εἶναι ἅμα τὰ κατὰ τὸν αὐτὸν χρόνον ὄντα, φύσει δὲ
10λεκτέον ἅμα εἶναι τά τε συναναιροῦντα ἄλληλα καὶ τὰ μὴ δυνάμενα χωρὶς ἀλλήλων εἶναι, οἷον τό τε διπλάσιον καὶ τὸ ἥμισυ· ταῦτα γὰρ συναναιροῦνται ἀλλήλοις καὶ τὸ ἕτερον χωρὶς τοῦ ἑτέρου ἀδύνατον εἶναι· διπλασίου γὰρ ἀναιρε‐ θέντος οὐκ ἔσται ἥμισυ καὶ ἡμίσους ἀναιρεθέντος οὐκ ἔσται
15διπλάσιον καὶ ἀδύνατόν ἐστι διπλασίου ὄντος μὴ εἶναι ἥμισυ. τούτων οὕτως ἀποδειχθέντων ἀκόλουθον εἰπεῖν περὶ τῶν ὄντων.
19[68]
20 διαιροῦνται τὰ ἐναντία οὕτως. τῶν ὄντων τῶν μὲν ἔστι τι ἐναντίον, τῶν δὲ οὔ. χρυσῷ μὲν γὰρ καὶ ἀνθρώπῳ καὶ ἱματίῳ καὶ τοῖς τοιούτοις οὐδέν ἐστιν ἐναντίον, ἀρετῇ δὲ καὶ ἀγαθῷ καὶ θερμῷ ἔστι 〈τι〉 ἐναντίον· ἀγαθῷ μὲν γὰρ ἐναντίον τὸ κακόν, ἀρετῇ δὲ κακία, θερμῷ δὲ ψυχρόν. τῶν
25ἐναντίων τοίνυν αὐτῶν τὰ μὲν ἔχουσί τι ἀνὰ μέσον, τὰ δὲ οὔ. ἀγαθοῦ μὲν γὰρ καὶ κακοῦ ἔστι τι ἀνὰ μέσον, κινή‐
σεως δὲ καὶ ἠρεμίας οὐδέν ἐστιν ἀνὰ μέσον· ἐξ ἀνάγκης
Divis
.

66

γὰρ πάντα ἢ κινεῖται ἢ ἠρεμεῖ. καὶ ζωῆς καὶ θανάτου οὐδέν ἐστιν ἀνὰ μέσον· ἐξ ἀνάγκης γὰρ ὅπερ τῆς ζωῆς δεκτικόν ἐστιν, ἢ ζῇ ἢ τέθνηκεν. αὐτὰ δὲ τὰ ἐναντία λέ‐ γεται τριττῶς· ἢ γὰρ ὡς ἀγαθῷ κακὸν ἐναντίον ἐστίν, οἷον
5τῇ δικαιοσύνῃ ἡ ἀδικία καὶ τῇ σωφροσύνῃ ἡ ἀκολασία καὶ τὰ τοιαῦτα, ἢ ὡς οὐδέτερον οὐδετέρῳ ἐναντίον ἐστίν 〈οἷον ........〉· τούτων γὰρ οὐδέν ἐστιν οὔτε κακὸν οὔτε ἀγαθόν. ὡς κακὸν κακῷ δὲ ἐναντίον ἐστὶν [κακὸν] ἡ ὑπερβολὴ τῇ ἐνδείᾳ καὶ τὰ καθ’ ὑπερβολὴν καὶ ἔλλειψιν λεγόμενα, οἷον
10τὸ ὑπερβαλλόντως ψύχεσθαι 〈τῷ ὑπερβαλλόντως θερμοῦσθαι〉· ταῦτα γὰρ καθ’ ὑπερβολὴν λέγεται. καὶ τὸ ἐλλεῖπον τοῦ θερμοῦ τῷ ἐλλείποντι τοῦ ψυχροῦ· καὶ γὰρ ταῦτα κατ’ ἔλ‐ λειψιν ἐναντία. [69]
15 μετὰ ταῦτα τοίνυν περὶ καταφάσεως σκεπτέον πῶς λέ‐ γομεν. φαμὲν οὖν πᾶσαν κατηγορίαν ᾗ δηλοῦμεν ὑπάρχειν τι κατάφασιν εἶναι, οἷον τὸ καθῆσθαι τὸν ἄνθρωπον ἢ λευκὸν εἶναι τὸ ἱμάτιον καὶ πάντα τὰ τοῦτον τὸν τρόπον λεγόμενα. ἀπόφασις δέ ἐστι τοιοῦτον οἷον τὸ μὴ καθῆσθαι
20τὸν ἄνθρωπον καὶ τὸ μὴ λευκὸν εἶναι τὸ ἱμάτιον καὶ ἁπλῶς
οὗ τὸ μὴ ἢ τὸ οὒ προστεθὲν σημαίνει μὴ ὑπάρχειν τι.