TLG 0086 046 :: ARISTOTELES et CORPUS ARISTOTELICUM :: De ventorum situ et nominibus

ARISTOTELES et CORPUS ARISTOTELICUM Phil.
(Stagirites Pellaeus Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN ARISTOTELEM (5015)

De ventorum situ et nominibus

Source: Bekker, I. (ed.), Aristotelis opera, vol. 2. Berlin: Reimer, 1831 (repr. Berlin: De Gruyter, 1960): 973a1–973b25.

Citation: Bekker page — (line)

Vent
.

973a

(t1)

ΑΝΕΜΩΝ ΘΕΣΕΙΣ ΚΑΙ ΠΡΟΣΗΓΟΡΙΑΙ.
t2ΕΚ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΕΡΙ ΣΗΜΕΙΩΝ.
1Βορρᾶς. οὗτος ἐν μὲν Μαλλῷ Παγρεύς· πνεῖ γὰρ ἀπὸ κρημνῶν μεγάλων καὶ ὀρῶν διπλῶν παρ’ ἄλληλα κειμέ‐ νων, ἃ καλεῖται Παγρικά. ἐν δὲ Καύνῳ Μέσης. ἐν δὲ Ῥόδῳ Καυνίας· πνεῖ γὰρ ἀπὸ Καύνου, ἐνοχλῶν τὸν λι‐
5μένα αὐτῶν τὸν ἀκανίαν. ἐν δὲ Ὀλβίᾳ τῇ κατὰ Μύγα‐ λον τῆς Παμφυλίας Γαυρεύς· πνεῖ γὰρ ἀπὸ νήσου ἣ κα‐ λεῖται Γαυρίς. τινὲς δὲ αὐτὸν βορρᾶν οἴονται εἶναι, ἐν οἷς καὶ Λυρναντεῖς οἱ κατὰ Φασηλίδα. Καικίας. οὗτος ἐν μὲν Λέσβῳ καλεῖται Θηβάνας· πνεῖ γὰρ ἀπὸ Θήβης πε‐
10δίου τοῦ ὑπὲρ τὸν Ἐλαιατικὸν κόλπον τῆς Μυσίας, ἐνοχλεῖ δὲ τὸν Μιτυληναίων λιμένα, μάλιστα δὲ τὸν Μαλόεντα· παρὰ δὲ αἰκαυνίαις, ὃν ἄλλοι βορρᾶν οἴονται εἶναι. Ἀπηλιώτης. οὗτος ἐν μὲν Τριπόλει τῆς Φοινίκης Ποταμεὺς καλεῖται, πνεῖ δὲ ἐκ πεδίου ὁμοίου ἅλωνι μεγάλῃ, περιεχο‐
15μένου ὑπό τε τοῦ Λιβάνου καὶ τοῦ Βαπύρου ὄρους· παρὸ καὶ Ποταμεὺς καλεῖται. ἐνοχλεῖ δὲ τὸ Ποσειδώνειον. ἐν δὲ τῷ Ἰσσικῷ κόλπῳ καὶ περὶ Ῥωσσὸν Συριάνδος· πνεῖ δὲ ἀπὸ τῶν Συρίων πυλῶν, ἃς διέστηκεν ὅ τε Ταῦρος καὶ Ταυρόσια ὄρη. ἐν δὲ τῷ Τριπολιτικῷ κόλπῳ Μαρσεύς,
20ἀπὸ Μάρσου κώμης. ἐν δὲ Προκοννήσῳ καὶ ἐν Τέῳ καὶ ἐν Κρήτῃ καὶ Εὐβοίᾳ καὶ Κυρήνῃ Ἑλλησποντίας. μάλιστα δὲ ἐνοχλεῖ τόν τε τῆς Εὐβοίας Καφηρέα καὶ τὸν Κυρηναῖον λιμένα, καλούμενον δὲ Ἀπολλωνίαν· πνεῖ δὲ ἀφ’ Ἑλλη‐ σπόντου. ἐν δὲ Σινώπῃ Βερεκυντίας ἀπὸ τῶν κατὰ Φρυ‐
25γίαν τόπων πνέων. ἐν δὲ Σικελίᾳ Καταπορθμίας, πνέωνColumn end
Vent
.

973b

ἀπὸ τοῦ πορθμοῦ. τινὲς δὲ αὐτὸν Καικίαν οἴονται εἶναι, Θηβάναν προσαγορεύοντες. Εὖρος. οὗτος ἐν μὲν Αἰγαῖς ταῖς κατὰ Συρίαν Σκοπελεὺς καλεῖται ἀπὸ τοῦ Ῥωσίων σκοπέλου, ἐν δὲ Κυρήνῃ Κάρβας ἀπὸ τῶν Καρβανῶν τῶν
5κατὰ Φοινίκην· διὸ καὶ τὸν αὐτὸν Φοινικίαν καλοῦσί τινες. εἰσὶ δὲ οἳ καὶ Ἀπηλιώτην νομίζουσιν εἶναι. Ὀρθόνοτος. τοῦτον οἱ μὲν Εὖρον, οἱ δὲ Ἀμνέα προσαγορεύουσιν. Νότος δὲ ὁμοίως παρὰ πᾶσι καλεῖται· τὸ δὲ ὄνομα διὰ τὸ νο‐ σώδη εἶναι· ἔξω δὲ κάτομβρον, κατ’ ἀμφότερα δὲ νότον.
10Λευκόνοτος ὁμοίως· τὸ δὲ ὄνομα ἀπὸ τοῦ συμβαίνοντος· λευκαίνεται γὰρ ... Λίψ. καὶ οὗτος τὸ ὄνομα ἀπὸ Λι‐ βύης, ὅθεν πνεῖ. Ζέφυρος. καὶ οὗτος τόδε τὸ ὄνομα διὰ τὸ ἀφ’ ἑσπέρας πνεῖν. ἡ δὲ ἑσπέρα ... Ἰάπυξ. οὗτος ἐν Τάραντι Σκυλητῖνος ἀπὸ χωρίου Σκυλαντίμου. κατὰ δὲ
15οραλεοντο Φρυγίας. ὑπὸ δέ τινων Φαραγγίτης· πνεῖ γὰρ ἔκ τινος φάραγγος τῶν κατὰ τὸ Πηγαῖον. παρὰ πολλοῖς δὲ Ἀργέστης. Θρᾳκίας κατὰ μὲν Θρᾴκην Στρυμονίας (πνεῖ γὰρ ἀπὸ τοῦ Στρυμόνος ποταμοῦ), κατὰ δὲ τὴν Με‐ γαρικὴν Σκίρρων ἀπὸ τῶν Σκιρρωνίδων πετρῶν, ἐν δὲ Ἰτα‐
20λίᾳ καὶ Σικελίᾳ Κίρκας διὰ τὸ πνεῖν ἀπὸ τοῦ Κιρκαίου. ἐν δὲ Εὐβοίᾳ καὶ Λέσβῳ Ὀλυμπίας, τὸ δὲ ὄνομα ἀπὸ τοῦ Πιερικοῦ Ὀλύμπου· ὀχλεῖ δὲ Πυρραίους. ὑπογέγραφα δέ σοι καὶ τὰς θέσεις αὐτῶν, ὡς κεῖνται καὶ πνέουσιν, ὑπο‐ γράψας τὸν τῆς γῆς κύκλον, ἵνα καὶ πρὸ ὀφθαλμῶν σοι
25τεθῶσιν.