TLG 0086 040 :: ARISTOTELES et CORPUS ARISTOTELICUM :: Sophistici elenchi

ARISTOTELES et CORPUS ARISTOTELICUM Phil.
(Stagirites Pellaeus Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN ARISTOTELEM (5015)

Sophistici elenchi

Source: Ross, W.D. (ed.), Aristotelis topica et sophistici elenchi. Oxford: Clarendon Press, 1958 (repr. 1970 (1st edn. corr.)): 190–251 (164a20–184b8).

Citation: Bekker page — (line)

SE
.

164a

(t)

ΠΕΡΙ ΤΩΝ ΣΟΦΙΣΤΙΚΩΝ ΕΛΕΓΧΩΝ
20 Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαινομένων μὲν ἐλέγχων, ὄντων δὲ παραλογισμῶν ἀλλ’ οὐκ ἐλέγχων, λέγω‐ μεν ἀρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων. Ὅτι μὲν οὖν οἱ μὲν εἰσὶ συλλογισμοί, οἱ δ’ οὐκ ὄντες δοκοῦσι, φανερόν. ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γί‐
25νεται διά τινος ὁμοιότητος, καὶ ἐπὶ τῶν λόγων ὡσαύτως ἔχει. καὶ γὰρ τὴν ἕξιν οἱ μὲν ἔχουσιν εὖ, οἱ δὲ φαίνονται, φυλετικῶς φυσήσαντες καὶ ἐπισκευάσαντες αὑτούς, καὶ
SE
.

164b

(20)

καλοὶ οἱ μὲν διὰ κάλλος, οἱ δὲ φαίνονται, κομμώσαντες αὑτούς. ἐπί τε τῶν ἀψύχων ὡσαύτως· καὶ γὰρ τούτων τὰ μὲν ἄργυρος τὰ δὲ χρυσός ἐστιν ἀληθῶς, τὰ δ’ ἔστι μὲν οὔ, φαίνεται δὲ κατὰ τὴν αἴσθησιν, οἷον τὰ μὲν λιθαργύρινα καὶ τὰ καττιτέρινα ἀργυρᾶ, τὰ δὲ χολοβάφινα χρυσᾶ.
25τὸν αὐτὸν δὲ τρόπον καὶ συλλογισμὸς καὶ ἔλεγχος ὁ μὲν ἔστιν, ὁ δ’ οὐκ ἔστι μέν, φαίνεται δὲ διὰ τὴν ἀπειρίαν· οἱ γὰρ ἄπειροι ὥσπερ ἂν ἀπέχοντες πόρρωθεν θεωροῦσιν. ὁ μὲν
SE
.

165a

γὰρ συλλογισμὸς ἐκ τινῶν ἐστι τεθέντων ὥστε λέγειν ἕτερον ἐξ ἀνάγκης τι τῶν κειμένων διὰ τῶν κειμένων, ἔλεγχος δὲ συλλογισμὸς μετ’ ἀντιφάσεως τοῦ συμπεράσματος. οἱ δὲ τοῦτο ποιοῦσι μὲν οὔ, δοκοῦσι δὲ διὰ πολλὰς αἰτίας· ὧν εἷς
5τόπος εὐφυέστατός ἐστι καὶ δημοσιώτατος, ὁ διὰ τῶν ὀνομά‐ των. ἐπεὶ γὰρ οὐκ ἔστιν αὐτὰ τὰ πράγματα διαλέγεσθαι
φέροντας, ἀλλὰ τοῖς ὀνόμασιν ἀντὶ τῶν πραγμάτων χρώ‐ μεθα ὡς συμβόλοις, τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων ἡγούμεθα συμβαίνειν, καθάπερ ἐπὶ τῶν
10ψήφων τοῖς λογιζομένοις. τὸ δ’ οὐκ ἔστιν ὅμοιον· τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος, τὰ δὲ πράγματα τὸν ἀριθμὸν ἄπειρά ἐστιν. ἀναγκαῖον οὖν πλείω τὸν αὐτὸν λόγον καὶ τοὔνομα τὸ ἓν σημαίνειν. ὥσπερ οὖν κἀκεῖ οἱ μὴ δεινοὶ τὰς ψήφους φέρειν ὑπὸ τῶν ἐπιστημόνων
15παρακρούονται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν λόγων οἱ τῶν ὀνομάτων τῆς δυνάμεως ἄπειροι παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν καὶ τὰς λεχθησομένας ἔστι καὶ συλλογισμὸς καὶ ἔλεγχος φαινόμενος οὐκ ὢν δέ. ἐπεὶ δ’ ἐστί τισι μᾶλ‐
20λον πρὸ ἔργου τὸ δοκεῖν εἶναι σοφοῖς ἢ τὸ εἶναι καὶ μὴ δο‐ κεῖν (ἔστι γὰρ ἡ σοφιστικὴ φαινομένη σοφία οὖσα δ’ οὔ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας ἀλλ’ οὐκ οὔσης), δῆλον ὅτι ἀναγκαῖον τούτοις καὶ τοῦ σοφοῦ ἔργον δοκεῖν ποιεῖν, μᾶλλον ἢ ποιεῖν καὶ μὴ δοκεῖν. ἔστι δ’ ὡς ἓν
25πρὸς ἓν εἰπεῖν ἔργον περὶ ἕκαστον τοῦ εἰδότος ἀψευδεῖν μὲν αὐτὸν περὶ ὧν οἶδε, τὸν δὲ ψευδόμενον ἐμφανίζειν δύνα‐ σθαι. ταῦτα δ’ ἐστὶ τὸ μὲν ἐν τῷ δύνασθαι δοῦναι λόγον, τὸ δ’ ἐν τῷ λαβεῖν. ἀνάγκη οὖν τοὺς βουλομένους σοφιστεύειν τὸ τῶν εἰρημένων λόγων γένος ζητεῖν· πρὸ ἔργου γάρ ἐστιν·
30ἡ γὰρ τοιαύτη δύναμις ποιήσει φαίνεσθαι σοφόν, οὗ τυγ‐ χάνουσι τὴν προαίρεσιν ἔχοντες.
Ὅτι μὲν οὖν ἔστι τι τοιοῦτον λόγων γένος, καὶ ὅτι τοι‐ αύτης ἐφίενται δυνάμεως οὓς καλοῦμεν σοφιστάς, δῆλον. πόσα δ’ ἔστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν, καὶ ἐκ πό‐
35σων τὸν ἀριθμὸν ἡ δύναμις αὕτη συνέστηκε, καὶ πόσα μέρη τυγχάνει τῆς πραγματείας ὄντα, καὶ περὶ τῶν ἄλλων τῶν συντελούντων εἰς τὴν τέχνην ταύτην ἤδη λέγωμεν. Ἔστι δὴ τῶν ἐν τῷ διαλέγεσθαι λόγων τέτταρα γένη, διδασκαλικοὶ καὶ διαλεκτικοὶ καὶ πειραστικοὶ καὶ ἐριστικοί·
SE
.

165b

διδασκαλικοὶ μὲν οἱ ἐκ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήμα‐ τος καὶ οὐκ ἐκ τῶν τοῦ ἀποκρινομένου δοξῶν συλλογιζόμενοι (δεῖ γὰρ πιστεύειν τὸν μανθάνοντα), διαλεκτικοὶ δ’ οἱ ἐκ τῶν ἐνδόξων συλλογιστικοὶ ἀντιφάσεως, πειραστικοὶ δ’ οἱ ἐκ
5τῶν δοκούντων τῷ ἀποκρινομένῳ καὶ ἀναγκαίων εἰδέναι τῷ προσποιουμένῳ ἔχειν τὴν ἐπιστήμην (ὃν τρόπον δέ, διώρισται ἐν ἑτέροις), ἐριστικοὶ δ’ οἱ ἐκ τῶν φαινομένων ἐνδόξων, μὴ ὄντων δέ, συλλογιστικοὶ ἢ φαινόμενοι συλλογιστικοί. περὶ μὲν οὖν τῶν ἀποδεικτικῶν ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται, περὶ
10δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν ἄλλοις· περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν λέγωμεν. Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς λό‐ γοις ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντες. ἔστι δὲ πέντε ταῦτα τὸν ἀριθμόν, ἔλεγχος καὶ ψεῦδος καὶ παράδοξον καὶ σολοι‐
15κισμὸς καὶ πέμπτον τὸ ποιῆσαι ἀδολεσχῆσαι τὸν προσ‐ διαλεγόμενον (τοῦτο δ’ ἐστὶ τὸ πολλάκις ἀναγκάζεσθαι ταὐτὸ λέγειν), ἢ τὸ μὴ ὂν ἀλλὰ [τὸ] φαινόμενον ἕκαστον εἶναι τού‐
των. μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγχοντες, δεύτερον δὲ ψευδόμενόν τι δεικνύναι, τρίτον εἰς παράδοξον
20ἄγειν, τέταρτον δὲ σολοικίζειν ποιεῖν (τοῦτο δ’ ἐστὶ τὸ ποιῆ‐ σαι τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου τὸν ἀποκρινόμενον)· τελευταῖον δὲ τὸ πλεονάκις ταὐτὸ λέγειν. Τρόποι δ’ εἰσὶ τοῦ μὲν ἐλέγχειν δύο· οἱ μὲν γάρ εἰσι παρὰ τὴν λέξιν, οἱ δ’ ἔξω τῆς λέξεως. ἔστι δὲ τὰ μὲν
25παρὰ τὴν λέξιν ἐμποιοῦντα τὴν φαντασίαν ἓξ τὸν ἀριθμόν· ταῦτα δ’ ἐστὶν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. τούτου δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς καὶ συλλογισμός, ἄν τε ληφθῇ τις ἄλλος καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις μὴ
30ταὐτὸ δηλώσαιμεν. εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοίδε τῶν λόγων, οἷον ὅτι μανθάνουσιν οἱ ἐπιστάμενοι, τὰ γὰρ ἀποστοματιζόμενα μανθάνουσιν οἱ γραμματικοί· τὸ γὰρ μανθάνειν ὁμώνυμον, τό τε ξυνιέναι χρώμενον τῇ ἐπιστήμῃ καὶ τὸ λαμβάνειν ἐπιστήμην. καὶ πάλιν ὅτι τὰ κακὰ ἀγα‐
35θά· τὰ γὰρ δέοντα ἀγαθά, τὰ δὲ κακὰ δέοντα· διττὸν γὰρ τὸ δέον, τό τ’ ἀναγκαῖον, ὃ συμβαίνει πολλάκις καὶ ἐπὶ τῶν κακῶν (ἔστι γὰρ κακόν τι ἀναγκαῖον)—καὶ τἀγαθὰ δὲ δέοντά φαμεν εἶναι. ἔτι 〈τὸ〉 τὸν αὐτὸν καθῆσθαι καὶ ἑστάναι, καὶ κάμνειν καὶ ὑγιαίνειν. ὅσπερ γὰρ ἀνίστατο, ἕστηκεν, καὶ ὅσπερ
SE
.

166a

ὑγιάζετο, ὑγιαίνει· ἀνίστατο δ’ ὁ καθήμενος καὶ ὑγιάζετο ὁ κάμνων. τὸ γὰρ τὸν κάμνοντα ὁτιοῦν ποιεῖν ἢ πάσχειν οὐχ ἓν σημαίνει, ἀλλ’ ὁτὲ μὲν ὅτι ὁ νῦν κάμνων [ἢ καθήμενος], ὁτὲ δ’ ὃς ἔκαμνε πρότερον. πλὴν ὑγιάζετο μὲν καὶ κάμνων καὶ ὁ
5κάμνων· ὑγιαίνει δ’ οὐ κάμνων ἀλλ’ ὁ κάμνων, οὐ νῦν, ἀλλ’ ὁ πρότερον. παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε· τὸ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους. καὶ “ἆρ’ ὅ τις γινώσκει, τοῦτο γι‐ νώσκει;” καὶ γὰρ τὸν γινώσκοντα καὶ τὸ γινωσκόμενον ἐνδέχε‐ ται ὡς γινώσκοντα σημῆναι τούτῳ τῷ λόγῳ. καὶ “ἆρα ὃ ὁρᾷ
10τις, τοῦτο ὁρᾷ; ὁρᾷ δὲ τὸν κίονα, ὥστε ὁρᾷ ὁ κίων”. καὶ “ἆρα ὃ σὺ φῂς εἶναι, τοῦτο σὺ φῂς εἶναι; φῂς δὲ λίθον εἶναι· σὺ ἄρα φῂς λίθος εἶναι”. καὶ “ἆρ’ ἔστι σιγῶντα λέγειν;” διτ‐ τὸν γὰρ καὶ τὸ σιγῶντα λέγειν, τό τε τὸν λέγοντα σιγᾶν καὶ τὸ τὰ λεγόμενα. εἰσὶ δὲ τρεῖς τρόποι τῶν παρὰ τὴν
15ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν· εἷς μὲν ὅταν ἢ ὁ λόγος ἢ τοὔνομα κυρίως σημαίνῃ πλείω, οἷον ἀετὸς καὶ κύων· εἷς δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν· τρίτος δὲ ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλῶς. οἷον τὸ “ἐπίσταται γράμματα”· ἑκάτερον μὲν γάρ, εἰ ἔτυχεν, ἕν τι σημαίνει, τὸ
20“ἐπίσταται” καὶ τὸ “γράμματα”· ἄμφω δὲ πλείω, ἢ τὸ τὰ γράμματα αὐτὰ ἐπιστήμην ἔχειν ἢ τῶν γραμμάτων ἄλλον. Ἡ μὲν οὖν ἀμφιβολία καὶ ὁμωνυμία παρὰ τούτους τοὺς τρόπους ἐστίν. παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύ‐ νασθαι καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν (οὐ
25γὰρ ταὐτὸ σημαίνει ἂν διελών τις εἴπῃ καὶ συνθεὶς ὡς δυνατὸν τὸ “καθήμενον βαδίζειν” [καὶ “μὴ γράφοντα γρά‐ φειν”]· καὶ τοῦθ’ ὡσαύτως, ἄν τις συνθῇ τὸ “μὴ γράφοντα
γράφειν”· σημαίνει γὰρ ὡς ἔχει δύναμιν τοῦ μὴ γράφων γράφειν· ἐὰν δὲ μὴ συνθῇ, ὅτι ἔχει δύναμιν, ὅτε οὐ γρά‐
30φει, τοῦ γράφειν), καὶ “μανθάνει νῦν γράμματα, εἴπερ μαν‐ θάνει ἃ ἐπίσταται”. ἔτι τὸ ἓν μόνον δυνάμενον φέρειν πολλὰ δύνασθαι φέρειν. Παρὰ δὲ τὴν διαίρεσιν ὅτι τὰ πέντ’ ἐστὶ δύο καὶ τρία, καὶ περιττὰ καὶ ἄρτια, καὶ τὸ μεῖζον ἴσον· τοσοῦτον γὰρ
35καὶ ἔτι πρός. ὁ γὰρ αὐτὸς λόγος διῃρημένος καὶ συγκεί‐ μενος οὐκ ἀεὶ ταὐτὸ σημαίνειν ἂν δόξειεν, οἷον “ἐγώ ς’ ἔθη‐ κα δοῦλον ὄντ’ ἐλεύθερον” καὶ τὸ “πεντήκοντ’ ἀνδρῶν ἑκα‐ τὸν λίπε δῖος Ἀχιλλεύς”.
SE
.

166b

Παρὰ δὲ τὴν προσῳδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον, ἐν δὲ τοῖς γεγραμ‐ μένοις καὶ ποιήμασι μᾶλλον. οἷον καὶ τὸν Ὅμηρον ἔνιοι διορθοῦνται πρὸς τοὺς ἐλέγχοντας ὡς ἄτοπον εἰρηκότα “τὸ
5μὲν οὐ καταπύθεται ὄμβρῳ”· λύουσι γὰρ αὐτὸ τῇ προσ‐ ῳδίᾳ, λέγοντες τὸ “ου” ὀξύτερον. καὶ τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅτι οὐκ αὐτὸς ὁ Ζεὺς εἶπεν “δίδομεν δέ οἱ εὖχος ἀρέσθαι”, ἀλλὰ τῷ ἐνυπνίῳ ἐνετέλλετο διδόναι. τὰ μὲν οὖν τοιαῦτα παρὰ τὴν προσῳδίαν ἐστίν.
10 Οἱ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνουσιν ὅταν τὸ μὴ ταὐτὸ ὡσαύτως ἑρμηνεύηται, οἷον τὸ ἄρρεν θῆλυ ἢ τὸ θῆλυ ἄρρεν ἢ τὸ μεταξὺ θάτερον τούτων, ἢ πάλιν τὸ ποιὸν ποσὸν ἢ τὸ ποσὸν ποιόν, ἢ τὸ ποιοῦν πάσχον ἢ τὸ διακείμενον ποιοῦν, καὶ τἆλλα δ’ ὡς διῄρηται πρότερον·
15ἔστι γὰρ τὸ μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει ση‐ μαίνειν. οἷον τὸ ὑγιαίνειν ὁμοίως τῷ σχήματι τῆς λέξεως
λέγεται τῷ τέμνειν ἢ οἰκοδομεῖν· καίτοι τὸ μὲν ποιόν τι καὶ διακείμενόν πως δηλοῖ, τὸ δὲ ποιεῖν τι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
20 Οἱ μὲν οὖν παρὰ τὴν λέξιν ἔλεγχοι ἐκ τούτων τῶν τό‐ πων εἰσίν. τῶν δ’ ἔξω τῆς λέξεως παραλογισμῶν εἴδη ἔστιν ἑπτά, ἓν μὲν παρὰ τὸ συμβεβηκός, δεύτερον δὲ τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς ἀλλὰ πῂ ἢ ποὺ ἢ ποτὲ ἢ πρός τι λέγεσθαι, τρίτον δὲ τὸ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτον δὲ τὸ
25παρὰ τὸ ἑπόμενον, πέμπτον δὲ τὸ παρὰ τὸ 〈τὸ〉 ἐν ἀρχῇ λαμ‐ βάνειν, ἕκτον δὲ τὸ 〈τὸ〉 μὴ αἴτιον ὡς αἴτιον τιθέναι, ἕβδομον δὲ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν ὅταν ὁμοίως ὁτιοῦν ἀξιωθῇ τῷ πράγματι καὶ τῷ συμ‐
30βεβηκότι ὑπάρχειν. ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν, οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθ’ οὗ κατ‐ ηγορεῖται ταὐτὰ πάντα ὑπάρχειν. οἷον “εἰ ὁ Κορίσκος ἕτερον ἀνθρώπου, αὐτὸς αὑτοῦ ἕτερος· ἔστι γὰρ ἄνθρωπος”. ἢ εἰ Σω‐ κράτους ἕτερος, ὁ δὲ Σωκράτης ἄνθρωπος, ἕτερον ἀνθρώπου
35φασὶν ὡμολογηκέναι διὰ τὸ συμβεβηκέναι οὗ ἔφησεν ἕτε‐ ρον εἶναι, τοῦτον εἶναι ἄνθρωπον. Οἱ δὲ παρὰ τὸ ἁπλῶς τόδε ἢ πῇ λέγεσθαι καὶ μὴ κυρίως, ὅταν τὸ ἐν μέρει λεγόμενον ὡς ἁπλῶς εἰρημένον
SE
.

167a

ληφθῇ, οἷον, εἰ τὸ μὴ ὄν ἐστι δοξαστόν, ὅτι τὸ μὴ ὂν ἔστιν· οὐ γὰρ ταὐτὸ τὸ εἶναί τέ τι καὶ εἶναι ἁπλῶς. ἢ πάλιν ὅτι τὸ ὂν οὐκ ἔστιν ὄν, εἰ τῶν ὄντων τι μὴ ἔστιν, οἷον εἰ μὴ ἄνθρω‐ πος· οὐ γὰρ ταὐτὸ τὸ μὴ εἶναί τι καὶ ἁπλῶς μὴ εἶναι. φαί‐
5νεται δὲ διὰ τὸ πάρεγγυς τῆς λέξεως καὶ μικρὸν διαφέρειν τὸ εἶναί τι τοῦ εἶναι, καὶ τὸ μὴ εἶναί τι τοῦ μὴ εἶναι. ὁμοίως δὲ καὶ τὸ παρὰ τὸ πῂ καὶ τὸ ἁπλῶς· οἷον ὁ Ἰνδός, ὅλος μέλας ὤν, λευκός ἐστι τοὺς ὀδόντας· λευκὸς ἄρα καὶ οὐ λευκός ἐστιν. ἢ εἰ ἄμφω πῄ, ὅτι ἅμα τὰ ἐναντία
10ὑπάρχει. τὸ δὲ τοιοῦτον ἐπ’ ἐνίων μὲν παντὶ θεωρῆσαι ῥᾴ‐ διον, οἷον εἰ, λαβὼν τὸν Αἰθίοπα εἶναι μέλανα, τοὺς ὀδόντας ἔροιτ’ εἰ λευκός· εἰ οὖν ταύτῃ λευκός, ὅτι μέλας καὶ οὐ μέ‐ λας οἴοιτ’ 〈ἂν〉 διειλέχθαι, συλλογιστικῶς τελειώσας τὴν ἐρώ‐ τησιν. ἐπ’ ἐνίων δὲ λανθάνει πολλάκις, ἐφ’ ὅσων, ὅταν πῂ
15λέγηται, κἂν τὸ ἁπλῶς δόξειεν ἀκολουθεῖν, καὶ ἐν ὅσοις μὴ ῥᾴδιον θεωρῆσαι πότερον αὐτῶν κυρίως ἀποδοτέον. γίνε‐ ται δὲ τὸ τοιοῦτον ἐν οἷς ὁμοίως ὑπάρχει τὰ ἀντικείμενα· δοκεῖ γὰρ ἢ ἄμφω ἢ μηδέτερον δοτέον ἁπλῶς εἶναι [κατ‐ ηγορεῖν]· οἷον, εἰ τὸ μὲν ἥμισυ λευκὸν τὸ δ’ ἥμισυ μέλαν,
20πότερον λευκὸν ἢ μέλαν; Οἱ δὲ παρὰ τὸ μὴ διωρίσθαι τί ἐστι συλλογισμὸς ἢ τί ἔλεγχος ἄλλως παρὰ τὴν ἔλλειψιν γίνονται τοῦ λόγου· ἔλεγχος μὲν γάρ ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόμα‐ τος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ
25αὐτοῦ, ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης (μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ), κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ ψεύσασθαι περί τινος. ἔνιοι δὲ ἀπολιπόντες τι τῶν λεχθέντων φαίνονται ἐλέγχειν, οἷον ὅτι ταὐτὸ διπλάσιον καὶ οὐ διπλάσιον· τὰ
30γὰρ δύο τοῦ μὲν ἑνὸς διπλάσια, τῶν δὲ τριῶν οὐ διπλάσια. ἢ εἰ τὸ αὐτὸ τοῦ αὐτοῦ διπλάσιον καὶ οὐ διπλάσιον, ἀλλ’ οὐ κατὰ ταὐτό· κατὰ μὲν γὰρ τὸ μῆκος διπλάσιον, κατὰ δὲ τὸ πλάτος οὐ διπλάσιον. ἢ εἰ τοῦ αὐτοῦ καὶ κατὰ ταὐτὸ καὶ ὡσαύτως, ἀλλ’ οὐχ ἅμα· διόπερ ἐστὶ φαινόμενος ἔλεγχος.
35ἕλκοι δ’ ἄν τις τοῦτον καὶ εἰς τοὺς παρὰ τὴν λέξιν. Οἱ δὲ παρὰ τὸ τὸ ἐν ἀρχῇ λαμβάνειν γίνονται μὲν οὕτως καὶ τοσαυταχῶς ὁσαχῶς ἐνδέχεται τὸ ἐξ ἀρχῆς αἰτεῖσθαι, φαίνονται δ’ ἐλέγχειν διὰ τὸ μὴ δύνασθαι συνορᾶν τὸ ταὐ‐ τὸν καὶ τὸ ἕτερον.
SE
.

167b

Ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος διὰ τὸ οἴεσθαι ἀντι‐ στρέφειν τὴν ἀκολούθησιν· ὅταν γὰρ τοῦδε ὄντος ἐξ ἀνάγκης τόδε ᾖ, καὶ τοῦδε ὄντος οἴονται καὶ θάτερον εἶναι ἐξ ἀνάγκης. ὅθεν καὶ αἱ περὶ τὴν δόξαν ἐκ τῆς αἰσθήσεως ἀπάται γίνον‐
5ται· πολλάκις γὰρ τὴν χολὴν μέλι ὑπέλαβον διὰ τὸ ἕπε‐ σθαι τὸ ξανθὸν χρῶμα τῷ μέλιτι· καὶ ἐπεὶ συμβαίνει τὴν γῆν ὕσαντος γίνεσθαι διάβροχον, κἂν ᾖ διάβροχος, ὑπο‐ λαμβάνομεν ὗσαι. τὸ δ’ οὐκ ἀναγκαῖον. ἔν τε τοῖς ῥητορικοῖς αἱ κατὰ τὸ σημεῖον ἀποδείξεις ἐκ τῶν ἑπομένων εἰσίν· βουλόμε‐
10νοι γὰρ δεῖξαι ὅτι μοιχός, τὸ ἑπόμενον ἔλαβον, ὅτι καλλω‐ πιστὴς ἢ ὅτι νύκτωρ ὁρᾶται πλανώμενος. πολλοῖς δὲ ταῦτα μὲν ὑπάρχει, τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει. ὁμοίως δὲ καὶ ἐν τοῖς συλλογιστικοῖς, οἷον ὁ Μελίσσου λόγος ὅτι ἄπει‐ ρον τὸ ἅπαν, λαβὼν τὸ μὲν ἅπαν ἀγένητον (ἐκ γὰρ μὴ
15ὄντος οὐδὲν ἂν γενέσθαι), τὸ δὲ γενόμενον ἐξ ἀρχῆς γενέ‐ σθαι· εἰ μὴ οὖν γέγονεν, ἀρχὴν οὐκ ἔχειν τὸ πᾶν, ὥστ’ ἄπει‐ ρον. οὐκ ἀνάγκη δὲ τοῦτο συμβαίνειν· οὐ γὰρ εἰ τὸ γενόμενον
ἅπαν ἀρχὴν ἔχει, καὶ εἴ τι ἀρχὴν ἔχει, γέγονεν, ὥσ‐ περ οὐδ’ εἰ ὁ πυρέττων θερμός, καὶ τὸν θερμὸν ἀνάγκη πυ‐
20ρέττειν. Ὁ δὲ παρὰ τὸ 〈τὸ〉 μὴ αἴτιον ὡς αἴτιον, ὅταν προσληφθῇ τὸ ἀναίτιον ὡς παρ’ ἐκεῖνο γινομένου τοῦ ἐλέγχου. συμβαίνει δὲ τὸ τοιοῦτον ἐν τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς· ἐν τού‐ τοις γὰρ ἀναγκαῖον ἀναιρεῖν τι τῶν κειμένων. ἐὰν οὖν ἐγκατ‐
25αριθμηθῇ 〈τι〉 ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρὸς τὸ συμβαῖνον ἀδύνατον, δόξει παρὰ τοῦτο γίνεσθαι πολλάκις ὁ ἔλεγχος, οἷον ὅτι οὐκ ἔστι ψυχὴ καὶ ζωὴ ταὐτόν. εἰ γὰρ φθορᾷ γένεσις ἐναντίον, καὶ τῇ τινὶ φθορᾷ ἔσται τὶς γένεσις· ὁ δὲ θάνατος φθορά τις καὶ ἐναντίον ζωῇ, ὥστε γένεσις ἡ
30ζωὴ καὶ τὸ ζῆν γίνεσθαι· τοῦτο δ’ ἀδύνατον· οὐκ ἄρα ταὐτὸν ἡ ψυχὴ καὶ ἡ ζωή. οὐ δὴ συλλελόγισται· συμβαίνει γάρ, κἂν μή τις ταὐτὸ φῇ τὴν ζωὴν τῇ ψυχῇ, τὸ ἀδύνατον, ἀλλὰ μόνον ἐναντίον ζωὴν μὲν θανάτῳ, ὄντι φθορᾷ, φθορᾷ δὲ γένεσιν. ἀσυλλόγιστοι μὲν οὖν ἁπλῶς οὐκ εἰσὶν οἱ τοιοῦτοι
35λόγοι, πρὸς δὲ τὸ προκείμενον ἀσυλλόγιστοι. καὶ λανθάνει πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τὸ τοιοῦτον. Οἱ μὲν οὖν παρὰ τὸ ἑπόμενον καὶ παρὰ τὸ μὴ αἴτιον λόγοι τοιοῦτοί εἰσιν· οἱ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, ὅταν λανθάνῃ πλείω ὄντα καὶ ὡς ἑνὸς ὄντος ἀποδοθῇ
SE
.

168a

ἀπόκρισις μία. ἐπ’ ἐνίων μὲν οὖν ῥᾴδιον ἰδεῖν ὅτι πλείω καὶ ὅτι οὐ δοτέον μίαν ἀπόκρισιν, οἷον “πότερον ἡ γῆ θάλαττά ἐστιν ἢ ὁ οὐρανός;” ἐπ’ ἐνίων δ’ ἧττον, καὶ ὡς ἑνὸς ὄντος ἢ ὁμολο‐
γοῦσι τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον ἢ ἐλέγχεσθαι
5φαίνονται. οἷον ἆρ’ οὗτος καὶ οὗτός ἐστιν ἄνθρωπος; ὥστ’ ἄν τις τύπτῃ τοῦτον καὶ τοῦτον, ἄνθρωπον ἀλλ’ οὐκ ἀνθρώπους τυ‐ πτήσει. ἢ πάλιν, ὧν τὰ μέν ἐστιν ἀγαθὰ τὰ δ’ οὐκ ἀγαθά, πάντα ἀγαθὰ ἢ οὐκ ἀγαθά; ὁπότερον γὰρ ἂν φῇ, ἔστι μὲν ὡς ἔλεγχον ἢ ψεῦδος φαινόμενον δόξειεν ἂν ποιεῖν· τὸ
10γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθὸν ἢ τῶν ἀγαθῶν μὴ ἀγαθὸν ψεῦδος. ὁτὲ δὲ προσληφθέντων τινῶν κἂν ἔλεγ‐ χος γίνοιτο ἀληθινός, οἷον εἴ τις δοίη ὁμοίως ἓν καὶ πολλὰ λέγεσθαι λευκὰ καὶ γυμνὰ καὶ τυφλά. εἰ γὰρ τυφλὸν τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δ’ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ
15ἔχοντα ὄψιν πεφυκότα δ’ ἔχειν. ὅταν οὖν τὸ μὲν ἔχῃ τὸ δὲ μὴ ἔχῃ, τὰ ἄμφω ἔσται ἢ ὁρῶντα ἢ τυφλά· ὅπερ ἀδύνατον. Ἢ δὴ οὕτως διαιρετέον τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους, ἢ πάντας ἀνακτέον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοι‐ αν, ἀρχὴν ταύτην ποιησαμένους· ἔστι γὰρ ἅπαντας ἀνα‐
20λῦσαι τοὺς λεχθέντας τρόπους εἰς τὸν τοῦ ἐλέγχου διορισμόν. πρῶτον μὲν εἰ ἀσυλλόγιστοι· δεῖ γὰρ ἐκ τῶν κειμένων συμ‐ βαίνειν τὸ συμπέρασμα ὥστε λέγειν ἐξ ἀνάγκης ἀλλὰ μὴ φαίνεσθαι. ἔπειτα καὶ κατὰ τὰ μέρη τοῦ διορισμοῦ. τῶν μὲν γὰρ ἐν τῇ λέξει οἱ μέν εἰσι παρὰ τὸ διττόν, οἷον ἥ
25τε ὁμωνυμία καὶ ὁ λόγος καὶ ἡ ὁμοιοσχημοσύνη (σύνηθες γὰρ τὸ πάντα ὡς τόδε τι σημαίνειν), ἡ δὲ σύνθεσις καὶ διαίρεσις καὶ προσῳδία τῷ μὴ τὸν αὐτὸν εἶναι τὸν λόγον ἢ τὸ ὄνομα τὸ διαφέρον. ἔδει δὲ καὶ τοῦτο, καθάπερ καὶ τὸ
πρᾶγμα ταὐτόν, εἰ μέλλει ἔλεγχος ἢ συλλογισμὸς ἔσε‐
30σθαι, οἷον εἰ λώπιον, μὴ ἱμάτιον συλλογίσασθαι ἀλλὰ λώ‐ πιον. ἀληθὲς μὲν γὰρ κἀκεῖνο, ἀλλ’ οὐ συλλελόγισται, ἀλλ’ ἔτι ἐρωτήματος δεῖ εἰ ταὐτὸν σημαίνει, πρὸς τὸν ζητοῦντα τὸ διὰ τί. Οἱ δὲ παρὰ τὸ συμβεβηκὸς ὁρισθέντος τοῦ συλλογι‐
35σμοῦ φανεροὶ γίνονται. τὸν αὐτὸν γὰρ ὁρισμὸν δεῖ καὶ τοῦ ἐλέγχου γίνεσθαι, πλὴν προσκεῖσθαι τὴν ἀντίφασιν· ὁ γὰρ ἔλεγχος συλλογισμὸς ἀντιφάσεως. εἰ οὖν μὴ ἔστι συλ‐ λογισμὸς τοῦ συμβεβηκότος, οὐ γίνεται ἔλεγχος. οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδ’ εἶναι (τοῦτο δ’ ἐστὶ λευκόν), ἀνάγ‐
40κη λευκὸν εἶναι διὰ τὸν συλλογισμόν. οὐδ’ εἰ τὸ τρίγωνον
SE
.

168b

δυοῖν ὀρθαῖν ἴσας ἔχει, συμβέβηκε δ’ αὐτῷ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, ὅτι σχῆμα ἢ ἀρχὴ ἢ πρῶτον τοῦτό ἐστιν· οὐ γὰρ ᾗ σχῆμα οὐδ’ ᾗ πρῶτον ἀλλ’ ᾗ τρίγωνον ἡ ἀπό‐ δειξις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥστ’ εἰ ὁ ἔλεγχος συλ‐
5λογισμός τις, οὐκ ἂν εἴη ὁ κατὰ συμβεβηκὸς ἔλεγχος. ἀλλὰ παρὰ τοῦτο καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες ὑπὸ τῶν ἀνεπιστημόνων ἐλέγχονται· κατὰ συμβεβηκὸς γὰρ ποιοῦνται τοὺς συλλογισμοὺς πρὸς τοὺς εἰδότας· οἱ δ’ οὐ δυνά‐ μενοι διαιρεῖν ἢ ἐρωτώμενοι διδόασιν ἢ οὐ δόντες οἴονται δε‐
10δωκέναι. Οἱ δὲ παρὰ τὸ πῂ καὶ ἁπλῶς, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατά‐ φασις καὶ ἡ ἀπόφασις. τοῦ γὰρ πῂ λευκοῦ τὸ πῂ οὐ λευκόν, τοῦ δ’ ἁπλῶς λευκοῦ τὸ ἁπλῶς οὐ λευκὸν ἀπό‐ φασις· εἰ οὖν δόντος πῂ εἶναι λευκὸν ὡς ἁπλῶς εἰρημένου λαμ‐
15βάνει, οὐ ποιεῖ ἔλεγχον, φαίνεται δὲ διὰ τὴν ἄγνοιαν τοῦ
τί ἐστιν ἔλεγχος. Φανερώτατοι δὲ πάντων οἱ πρότερον λεχθέντες παρὰ τὸν τοῦ ἐλέγχου διορισμόν· διὸ καὶ προσηγορεύθησαν οὕτως· παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν ἡ φαντασία γίνεται, καὶ
20διαιρουμένοις οὕτως κοινὸν ἐπὶ πᾶσι τούτοις θετέον τὴν τοῦ λόγου ἔλλειψιν. Οἱ δὲ παρὰ τὸ λαμβάνειν τὸ ἐν ἀρχῇ καὶ τὸ ἀναί‐ τιον ὡς αἴτιον τιθέναι δῆλοι διὰ τοῦ ὁρισμοῦ. δεῖ γὰρ τὸ συμ‐ πέρασμα “τῷ ταῦτ’ εἶναι” συμβαίνειν, ὅπερ οὐκ ἦν ἐν
25τοῖς ἀναιτίοις· καὶ πάλιν “μὴ ἐναριθμουμένου τοῦ ἐξ ἀρχῆς”, ὅπερ οὐκ ἔχουσιν οἱ παρὰ τὴν αἴτησιν τοῦ ἐν ἀρχῇ. Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος· τὸ γὰρ ἑπόμενον συμβέβηκε. διαφέρει δὲ τοῦ συμβεβηκό‐ τος, ὅτι τὸ μὲν συμβεβηκὸς ἔστιν ἐφ’ ἑνὸς μόνου λαβεῖν,
30οἷον ταὐτὸ εἶναι τὸ ξανθὸν καὶ μέλι, καὶ τὸ λευκὸν καὶ κύ‐ κνον, τὸ δὲ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν πλείοσιν· τὰ γὰρ ἑνὶ καὶ ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν εἶναι ταὐτά· διὸ γίνεται παρὰ τὸ ἑπόμενον ἔλεγχος. ἔστι δ’ οὐ πάντως ἀληθές, οἷον ἂν ᾖ κατὰ συμβεβηκός· καὶ γὰρ ἡ χιὼν καὶ ὁ κύκνος
35τῷ λευκῷ ταὐτόν. ἢ πάλιν, ὡς ἐν τῷ Μελίσσου λόγῳ, τὸ αὐτὸ εἶναι λαμβάνει τὸ γεγονέναι καὶ ἀρχὴν ἔχειν, ἢ τὸ ἴσοις γίνεσθαι καὶ ταὐτὸ μέγεθος λαμβάνειν. ὅτι γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, καὶ τὸ ἔχον ἀρχὴν γεγονέναι ἀξιοῖ, ὡς ἄμφω ταὐτὰ ὄντα τῷ ἀρχὴν ἔχειν, τό τε γεγονὸς καὶ
40τὸ πεπερασμένον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἴσων γινομένων,
SE
.

169a

εἰ τὰ τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμβάνοντα ἴσα γίνεται, καὶ τὰ ἴσα γινόμενα ἓν μέγεθος λαμβάνειν. ὥστε τὸ ἑπό‐ μενον λαμβάνει. ἐπεὶ οὖν ὁ παρὰ τὸ συμβεβηκὸς ἔλεγχος ἐν τῇ ἀγνοίᾳ τοῦ ἐλέγχου, φανερὸν ὅτι καὶ ὁ παρὰ τὸ
5ἑπόμενον. ἐπισκεπτέον δὲ τοῦτο καὶ ἄλλως. Οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ἐν τῷ μὴ διαρθροῦν ἡμᾶς τὸν τῆς προτάσεως λόγον. ἡ γὰρ πρότασίς ἐστιν ἓν καθ’ ἑνός· ὁ γὰρ αὐτὸς ὅρος ἑνὸς μό‐ νου καὶ ἁπλῶς τοῦ πράγματος, οἷον ἀνθρώπου καὶ ἑνὸς
10μόνου ἀνθρώπου· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ οὖν μία πρότασις ἡ ἓν καθ’ ἑνὸς ἀξιοῦσα, καὶ ἁπλῶς ἔσται πρό‐ τασις ἡ τοιαύτη ἐρώτησις. ἐπεὶ δ’ ὁ συλλογισμὸς ἐκ προ‐ τάσεων, ὁ δ’ ἔλεγχος συλλογισμός, καὶ ὁ ἔλεγχος ἔσται ἐκ προτάσεων. εἰ οὖν ἡ πρότασις ἓν καθ’ ἑνός, φανερὸν ὅτι
15καὶ οὗτος ἐν τῇ τοῦ ἐλέγχου ἀγνοίᾳ· φαίνεται γὰρ εἶναι πρό‐ τασις ἡ οὐκ οὖσα πρότασις. εἰ μὲν οὖν δέδωκεν ἀπόκρισιν ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος· εἰ δὲ μὴ δέδωκεν ἀλλὰ φαίνεται, φαινόμενος ἔλεγχος. ὥστε πάντες οἱ τόποι πί‐ πτουσιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, οἱ μὲν οὖν παρὰ τὴν λέξιν,
20ὅτι φαινομένη 〈ἡ〉 ἀντίφασις, ὅπερ ἦν ἴδιον τοῦ ἐλέγχου, οἱ δ’ ἄλλοι παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον. Ἡ δ’ ἀπάτη γίνεται τῶν μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν λόγον τῷ μὴ δύνασθαι διαιρεῖν τὸ πολλαχῶς λεγόμε‐ νον (ἔνια γὰρ οὐκ εὔπορον διελεῖν, οἷον τὸ ἓν καὶ τὸ ὂν καὶ
25τὸ ταὐτόν), τῶν δὲ παρὰ σύνθεσιν καὶ διαίρεσιν τῷ μηδὲν οἴεσθαι διαφέρειν συντιθέμενον ἢ διαιρούμενον τὸν λόγον, καθ‐
άπερ ἐπὶ τῶν πλείστων. ὁμοίως δὲ καὶ τῶν παρὰ τὴν προσ‐ ῳδίαν· οὐ γὰρ ἄλλο δοκεῖ σημαίνειν ἀνιέμενος καὶ ἐπι‐ τεινόμενος ὁ λόγος, ἐπ’ οὐδενὸς ἢ οὐκ ἐπὶ πολλῶν. τῶν δὲ παρὰ
30τὸ σχῆμα διὰ τὴν ὁμοιότητα τῆς λέξεως. χαλεπὸν γὰρ διελεῖν ποῖα ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται (σχε‐ δὸν γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀ‐ ληθές, μάλιστα δ’ ἐπίσταται συνεπινεύειν), ὅτι πᾶν τὸ κατ‐ ηγορούμενόν τινος ὑπολαμβάνομεν τόδε τι, καὶ ὡς ἓν ὑπακού‐
35ομεν· τῷ γὰρ ἑνὶ καὶ τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι τὸ τόδε τι καὶ τὸ ὄν. διὸ καὶ τῶν παρὰ τὴν λέξιν οὗτος ὁ τρόπος θετέος, πρῶτον μὲν ὅτι μᾶλλον ἡ ἀπάτη γίνεται μετ’ ἄλλων σκοπουμένοις ἢ καθ’ αὑτούς (ἡ μὲν γὰρ μετ’ ἄλλου σκέψις διὰ λόγων, ἡ δὲ καθ’ αὑτὸν οὐχ ἧττον δι’
40αὐτοῦ τοῦ πράγματος)· εἶτα καὶ καθ’ αὑτὸν ἀπατᾶσθαι συμ‐
SE
.

169b

βαίνει, ὅταν ἐπὶ τοῦ λόγου ποιῆται τὴν σκέψιν· ἔτι ἡ μὲν ἀπάτη ἐκ τῆς ὁμοιότητος, ἡ δ’ ὁμοιότης ἐκ τῆς λέξεως. τῶν δὲ παρὰ τὸ συμβεβηκὸς διὰ τὸ μὴ δύνασθαι δια‐ κρίνειν τὸ ταὐτὸν καὶ τὸ ἕτερον, καὶ ἓν καὶ πολλά, μηδὲ τοῖς
5ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι συμβέβηκεν. ὁμοίως δὲ καὶ τῶν παρὰ τὸ ἑπόμενον· μέρος γάρ τι τοῦ συμβεβηκότος τὸ ἑπόμενον. ἔτι καὶ ἐπὶ πολλῶν φαίνεται καὶ ἀξιοῦται οὕτως, εἰ τόδε ἀπὸ τοῦδε μὴ χωρίζε‐ ται, μηδ’ ἀπὸ θατέρου χωρίζεσθαι θάτερον. τῶν δὲ παρὰ
10τὴν ἔλλειψιν τοῦ λόγου καὶ τῶν παρὰ τὸ πῂ καὶ ἁπλῶς ἐν τῷ παρὰ μικρὸν ἡ ἀπάτη· ὡς γὰρ οὐδὲν προσσημαῖνον τὸ τὶ ἢ πῂ ἢ τὸ πὼς ἢ τὸ νῦν καθόλου συγχωροῦμεν. ὁμοίως δὲ
καὶ ἐπὶ τῶν τὸ ἐν ἀρχῇ λαμβανόντων καὶ τῶν ἀναιτίων καὶ ὅσοι τὰ πλείω ἐρωτήματα ὡς ἓν ποιοῦσιν· ἐν ἅπασι γὰρ
15ἡ ἀπάτη διὰ τὸ παρὰ μικρόν· οὐ γὰρ διακριβοῦμεν οὔτε τῆς προτάσεως οὔτε τοῦ συλλογισμοῦ τὸν ὅρον διὰ τὴν εἰρημένην αἰτίαν. Ἐπεὶ δ’ ἔχομεν παρ’ ὁπόσα γίνονται οἱ φαινόμενοι συλ‐ λογισμοί, ἔχομεν καὶ παρ’ ὁπόσα οἱ σοφιστικοὶ γένοιντ’ ἂν
20συλλογισμοὶ καὶ ἔλεγχοι. λέγω δὲ σοφιστικὸν ἔλεγχον καὶ συλλογισμὸν οὐ μόνον τὸν φαινόμενον συλλογισμὸν ἢ ἔλεγ‐ χον μὴ ὄντα δέ, ἀλλὰ καὶ τὸν ὄντα μὲν φαινόμενον δὲ οἰκεῖον τοῦ πράγματος. εἰσὶ δ’ οὗτοι οἱ μὴ κατὰ τὸ πρᾶγμα ἐλέγχοντες καὶ δεικνύντες ἀγνοοῦντας, ὅπερ ἦν τῆς πειραστι‐
25κῆς. ἔστι δ’ ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς· αὕτη δὲ δύναται συλλογίζεσθαι ψεῦδος δι’ ἄγνοιαν τοῦ διδόντος τὸν λόγον. οἱ δὲ σοφιστικοὶ ἔλεγχοι, ἂν καὶ συλλογίζωνται τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ· καὶ γὰρ τὸν εἰδότα ἐμποδίζουσι τούτοις τοῖς λόγοις.
30 Ὅτι δ’ ἔχομεν αὐτοὺς τῇ αὐτῇ μεθόδῳ, δῆλον· παρ’ ὅσα γὰρ φαίνεται τοῖς ἀκούουσιν ὡς ἠρωτημένα συλλελογί‐ σθαι, παρὰ τοσαῦτα κἂν τῷ ἀποκρινομένῳ δόξειεν, ὥστ’ ἔσον‐ ται συλλογισμοὶ ψευδεῖς διὰ τούτων ἢ πάντων ἢ ἐνίων· ὃ γὰρ μὴ ἐρωτηθεὶς οἴεται δεδωκέναι, κἂν ἐρωτηθεὶς θείη. πλὴν
35ἐπί γέ τινων ἅμα συμβαίνει προσερωτᾶν τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζειν, οἷον ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τὸν σολοι‐ κισμόν. εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν φαινόμενον ἔλεγχόν εἰσι, δῆλον ὅτι παρὰ τοσαῦτα ἂν καὶ τῶν ψευδῶν εἴησαν συλλογισμοὶ παρ’ ὅσα καὶ ὁ φαι‐
40νόμενος ἔλεγχος. ὁ δὲ φαινόμενος παρὰ τὰ μόρια τοῦ ἀλη‐
SE
.

170a

θινοῦ· ἑκάστου γὰρ ἐκλείποντος φανείη ἂν ἔλεγχος, οἷον ὁ παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον (ὁ εἰς τὸ ἀδύνατον), καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὴν πρότασιν, καὶ ἀντὶ τοῦ καθ’ αὑτὸ ὁ παρὰ τὸ συμβεβηκός, καὶ τὸ τούτου
5μόριον, ὁ παρὰ τὸ ἑπόμενον· ἔτι τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου συμβαίνειν· εἶτ’, ἀντὶ τοῦ καθόλου τὴν ἀντί‐ φασιν καὶ κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως, παρὰ τὸ ἐπί τι, ἢ παρ’ ἕκαστον τούτων· ἔτι παρὰ τὸ “μὴ ἐναριθμου‐ μένου τοῦ ἐν ἀρχῇ” 〈τὸ〉 τὸ ἐν ἀρχῇ λαμβάνειν. ὥστ’ ἔχοι‐
10μεν ἂν παρ’ ὅσα γίνονται οἱ παραλογισμοί· παρὰ πλείω μὲν γὰρ οὐκ ἂν εἶεν, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες. Ἔστι δ’ ὁ σοφιστικὸς ἔλεγχος οὐχ ἁπλῶς ἔλεγχος ἀλλὰ πρός τινα· καὶ ὁ συλλογισμὸς ὡσαύτως. ἂν μὲν γὰρ μὴ λάβῃ ὅ τε παρὰ τὸ ὁμώνυμον ἓν σημαίνειν καὶ ὁ
15παρὰ τὴν ὁμοιοσχημοσύνην τὸ μόνον τόδε, καὶ οἱ ἄλλοι ὡσαύτως, οὔτ’ ἔλεγχοι οὔτε συλλογισμοὶ ἔσονται, οὔθ’ ἁπλῶς οὔτε πρὸς τὸν ἐρωτώμενον. ἐὰν δὲ λάβωσι, πρὸς μὲν τὸν ἐρωτώμενον ἔσονται, ἁπλῶς δ’ οὐκ ἔσονται· οὐ γὰρ ἓν σημαῖ‐ νον εἰλήφασιν ἀλλὰ φαινόμενον, καὶ παρὰ τοῦδε.
20 Παρὰ πόσα δ’ ἐλέγχονται οἱ ἐλεγχόμενοι, οὐ δεῖ πει‐ ρᾶσθαι λαμβάνειν ἄνευ τῆς τῶν ὄντων ἐπιστήμης ἁπάντων. τοῦτο δ’ οὐ μιᾶς ἔστι τέχνης· ἄπειροι γὰρ ἴσως αἱ ἐπιστῆμαι, ὥστε δῆλον ὅτι καὶ αἱ ἀποδείξεις. ἔλεγχοι δ’ εἰσὶ καὶ ἀλη‐
θεῖς· ὅσα γὰρ ἔστιν ἀποδεῖξαι, ἔστι καὶ ἐλέγξαι τὸν θέμε‐
25νον τὴν ἀντίφασιν τοῦ ἀληθοῦς· οἷον εἰ σύμμετρον τὴν διά‐ μετρον ἔθηκεν, ἐλέγξειεν ἄν τις τῇ ἀποδείξει ὅτι ἀσύμμετρος. ὥστε πάντων δεήσει ἐπιστήμονας εἶναι· οἱ μὲν γὰρ ἔσονται παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχὰς καὶ τὰ τούτων συμπερά‐ σματα, οἱ δὲ παρὰ τὰς ἐν ἰατρικῇ, οἱ δὲ παρὰ τὰς τῶν
30ἄλλων ἐπιστημῶν. ἀλλὰ μὴν καὶ οἱ ψευδεῖς ἔλεγχοι ὁμοίως ἂν εἶεν ἐν ἀπείροις· καθ’ ἑκάστην γὰρ τέχνην ἔστι ψευδὴς συλλογι‐ σμός, οἷον κατὰ γεωμετρίαν ὁ γεωμετρικὸς καὶ κατὰ ἰα‐ τρικὴν ὁ ἰατρικός· λέγω δὲ τὸ κατὰ τὴν τέχνην τὸ κατὰ τὰς ἐκείνης ἀρχάς. δῆλον οὖν ὅτι οὐ πάντων τῶν ἐλέγχων
35ἀλλὰ τῶν παρὰ τὴν διαλεκτικὴν ληπτέον τοὺς τόπους· οὗτοι γὰρ κοινοὶ πρὸς ἅπασαν τέχνην καὶ δύναμιν. καὶ τὸν μὲν καθ’ ἑκάστην ἐπιστήμην ἔλεγχον τοῦ ἐπιστήμονός ἐστι θεωρεῖν, εἴ τε μὴ ὢν φαίνεται, εἴ τ’ ἔστι, διὰ τί ἔστι· τὸν δ’ ἐκ τῶν κοινῶν καὶ ὑπὸ μηδεμίαν τέχνην τῶν διαλεκτικῶν. εἰ γὰρ
40ἔχομεν ἐξ ὧν οἱ ἔνδοξοι συλλογισμοὶ περὶ ὁτιοῦν, ἔχομεν
SE
.

170b

ἐξ ὧν οἱ ἔλεγχοι· ὁ γὰρ ἔλεγχός ἐστιν ἀντιφάσεως συλ‐ λογισμός, ὥστ’ ἢ εἷς ἢ δύο συλλογισμοὶ ἀντιφάσεως ἔλεγ‐ χός ἐστιν. ἔχομεν ἄρα παρ’ ὁπόσα πάντες εἰσὶν οἱ τοιοῦτοι. εἰ δὲ τοῦτ’ ἔχομεν, καὶ τὰς λύσεις ἔχομεν· αἱ γὰρ τούτων
5ἐνστάσεις λύσεις εἰσίν. ἔχομεν δέ, παρ’ ὁπόσα γίνονται, καὶ τοὺς φαινομένους, φαινομένους δὲ οὐχ ὁτῳοῦν ἀλλὰ τοῖς τοιοῖσδε· ἀόριστα γάρ ἐστιν ἐάν τις σκοπῇ παρ’ ὁπόσα φαί‐ νονται τοῖς τυχοῦσιν. ὥστε φανερὸν ὅτι τοῦ διαλεκτικοῦ ἐστι τὸ δύνασθαι λαβεῖν παρ’ ὅσα γίνεται διὰ τῶν κοινῶν ἢ ὢν ἔλεγ‐
10χος ἢ φαινόμενος ἔλεγχος, καὶ ἢ διαλεκτικὸς ἢ φαινόμε‐
νος διαλεκτικὸς ἢ πειραστικός. Οὐκ ἔστι δὲ διαφορὰ τῶν λόγων ἣν λέγουσί τινες, τὸ εἶναι τοὺς μὲν πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ πρὸς τὴν διάνοιαν· ἄτοπον γὰρ τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι
15πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ πρὸς τὴν διάνοιαν, ἀλλ’ οὐ τοὺς αὐτούς. τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν ἀλλ’ ἢ ὅταν μὴ χρῆται τῷ ὀνόματι ἐφ’ ᾧ οἰόμενος ἐρωτᾶσθαι ὁ ἐρωτώμενος ἔδωκεν; τὸ δ’ αὐτὸ τοῦτό ἐστι καὶ πρὸς τοὔνομα· τὸ δὲ πρὸς τὴν διάνοιαν, ὅταν ἐφ’ ᾧ ἔδωκεν διανοηθείς. εἰ
20δή τινες πλείω σημαίνοντος τοῦ ὀνόματος οἴοιντο ἓν σημαίνειν— καὶ ὁ ἐρωτῶν καὶ ὁ ἐρωτώμενος (οἷον ἴσως τὸ ὂν ἢ τὸ ἓν πολλὰ σημαίνει, ἀλλὰ καὶ ὁ ἀποκρινόμενος καὶ ὁ ἐρωτῶν [Ζήνων] ἓν οἰόμενοι εἶναι εἰρήκασι, καὶ ἔστιν ὁ λόγος ὅτι ἓν πάντα), 〈ἆρ’〉 οὗτος πρὸς τοὔνομα ἔσται ἢ πρὸς τὴν διάνοιαν τοῦ
25ἐρωτωμένου διειλεγμένος; εἰ δέ γέ τις πολλὰ οἴεται σημαίνειν, δῆλον ὅτι οὐ πρὸς τὴν διάνοιαν. πρῶτον μὲν γὰρ περὶ τοὺς τοιούτους ἐστὶ λόγους τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν ὅσοι πλείω σημαίνουσιν, εἶτα περὶ ὁντινοῦν ἐστιν· οὐ γὰρ ἐν τῷ λόγῳ ἐστὶ τὸ πρὸς τὴν διάνοιαν εἶναι, ἀλλ’ ἐν τῷ τὸν ἀπο‐
30κρινόμενον ἔχειν πως πρὸς τὰ δεδομένα. εἶτα πρὸς τοὔνομα πάντας ἐνδέχεται αὐτοὺς εἶναι· τὸ γὰρ πρὸς τοὔνομα τὸ μὴ πρὸς τὴν διάνοιαν εἶναί ἐστιν ἐνταῦθα. εἰ γὰρ μὴ πάντες, ἔσονταί τινες ἕτεροι οὔτε πρὸς τοὔνομα οὔτε πρὸς τὴν διάνοιαν· οἱ δέ φασι πάντας, καὶ διαιροῦνται ἢ πρὸς τοὔνομα ἢ πρὸς τὴν διάνοιαν
35εἶναι πάντας, ἄλλους δ’ οὔ. ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι
παρὰ τὸ πλεοναχῶς, τούτων εἰσί τινες οἱ παρὰ τοὔνομα. ἀτό‐ πως μὲν γὰρ καὶ εἴρηται τὸ παρὰ τοὔνομα φάναι πάντας τοὺς παρὰ τὴν λέξιν· ἀλλ’ οὖν εἰσί τινες παραλογισμοὶ οὐ τῷ τὸν ἀποκρινόμενον πρὸς τούτους ἔχειν πως, ἀλλὰ τῷ τοιονδὶ
40ἐρώτημα τὸν λόγον αὐτὸν ἔχειν ὃ πλείω σημαίνει.
SE
.

171a

Ὅλως τε ἄτοπον τὸ περὶ ἐλέγχου διαλέγεσθαι ἀλλὰ μὴ πρότερον περὶ συλλογισμοῦ· ὁ γὰρ ἔλεγχος συλλογι‐ σμός ἐστιν, ὥστε χρὴ καὶ περὶ συλλογισμοῦ πρότερον ἢ περὶ ψευδοῦς ἐλέγχου· ἔστι γὰρ ὁ τοιοῦτος ἔλεγχος φαινόμενος
5συλλογισμὸς ἀντιφάσεως. διὸ ἢ ἐν τῷ συλλογισμῷ ἔσται τὸ αἴτιον ἢ ἐν τῇ ἀντιφάσει (προσκεῖσθαι γὰρ δεῖ τὴν ἀντί‐ φασιν), ὁτὲ δ’ ἐν ἀμφοῖν, ἂν ᾖ φαινόμενος ἔλεγχος. ἔστι δὲ ὁ μὲν τοῦ “σιγῶντα λέγειν” ἐν τῇ ἀντιφάσει, οὐκ ἐν τῷ συλ‐ λογισμῷ, ὁ δὲ “ἃ μὴ ἔχοι τις, δοίη ἄν” ἐν ἀμφοῖν, ὁ δὲ
10ὅτι ἡ Ὁμήρου ποίησις σχῆμα διὰ τοῦ “κύκλος” ἐν τῷ συλ‐ λογισμῷ. ὁ δ’ ἐν μηδετέρῳ ἀληθὴς συλλογισμός. Ἀλλὰ δή, ὅθεν ὁ λόγος ἦλθε, πότερον οἱ ἐν τοῖς μα‐ θήμασι λόγοι πρὸς τὴν διάνοιάν εἰσιν ἢ οὔ; καὶ εἴ τινι δοκεῖ πολλὰ σημαίνειν τὸ τρίγωνον, καὶ ἔδωκε μὴ ὡς τοῦτο τὸ
15σχῆμα ἐφ’ οὗ συνεπεράνατο ὅτι δύο ὀρθαί, πότερον πρὸς τὴν διάνοιαν οὗτος διείλεκται τὴν ἐκείνου ἢ οὔ; Ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ’ οἴεται, πῶς οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται; ἢ πῶς δεῖ ἐρωτᾶν πλὴν διδόντα διαίρεσιν, εἴ τ’ ἐρωτήσειέ τις εἰ ἔστι σι‐
20γῶντα λέγειν ἢ οὔ, ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δ’ ὡς ναί, εἰ δή
τις δοίη μηδαμῶς, ὁ δὲ διαλεχθείη, ἆρ’ οὐ πρὸς τὴν διά‐ νοιαν διείλεκται; καίτοι ὁ λόγος δοκεῖ τῶν παρὰ τὸ ὄνομα εἶναι. οὐκ ἄρα ἐστὶ γένος τι λόγων τὸ πρὸς τὴν διάνοιαν. ἀλλ’ οἱ μὲν πρὸς τοὔνομά εἰσι· καίτοι οὗτοι οὐ πάντες, οὐχ ὅτι οἱ
25ἔλεγχοι ἀλλ’ οὐδ’ οἱ φαινόμενοι ἔλεγχοι. εἰσὶ γὰρ καὶ μὴ παρὰ τὴν λέξιν φαινόμενοι ἔλεγχοι, οἷον οἱ παρὰ τὸ συμ‐ βεβηκὸς καὶ ἕτεροι. Εἰ δέ τις ἀξιοῖ διαιρεῖν, ὅτι “λέγω δὲ σιγῶντα λέγειν τὰ μὲν ὡδὶ τὰ δ’ ὡδί”, ἀλλὰ τοῦτό γ’ ἐστὶ πρῶτον μὲν ἄτο‐
30πον, τὸ ἀξιοῦν· ἐνίοτε γὰρ οὐ δοκεῖ τὸ ἐρωτώμενον πολλα‐ χῶς ἔχειν, ἀδύνατον δὲ διαιρεῖν ὃ μὴ οἴεται. ἔπειτα τὸ διδάσκειν τί ἄλλο ἔσται; φανερὸν γὰρ ποιήσει ὡς ἔχει τῷ μήτ’ ἐσκεμμένῳ μήτ’ εἰδότι μήθ’ ὑπολαμβάνοντι ὅτι ἄλ‐ λως λέγεται· ἐπεὶ καὶ ἐν τοῖς διπλοῖς τί κωλύει τοῦτο
35παθεῖν; “ἆρα ἴσαι αἱ μονάδες ταῖς δυάσιν ἐν τοῖς τέτταρσιν; εἰσὶ δὲ [δυάδες] αἱ μὲν ὡδὶ ἐνοῦσαι αἱ δὲ ὡδί.” καὶ “ἆρα τῶν ἐναντίων μία ἐπιστήμη ἢ οὔ; ἔστι δ’ ἐναντία τὰ μὲν γνωστὰ τὰ δ’ ἄγνωστα”. ὥστ’ ἔοικεν ἀγνοεῖν ὁ τοῦτο ἀξιῶν ὅτι ἕτερον
SE
.

171b

τὸ διδάσκειν τοῦ διαλέγεσθαι, καὶ ὅτι δεῖ τὸν μὲν διδάσκοντα μὴ ἐρωτᾶν ἀλλ’ αὐτὸν δῆλα ποιεῖν, τὸν δ’ ἐρωτᾶν. Ἔτι τὸ φάναι ἢ ἀποφάναι ἀξιοῦν οὐ δεικνύντος ἐστὶν ἀλλὰ πεῖραν λαμβάνοντος· ἡ γὰρ πειραστική ἐστι διαλεκτι‐
5κή τις καὶ θεωρεῖ οὐ τὸν εἰδότα ἀλλὰ τὸν ἀγνοοῦντα καὶ προσποιούμενον. ὁ μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ
διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικός, καὶ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικός ἐστιν εἷς μὲν ὁ φαι‐ νόμενος συλλογιστικὸς περὶ ὧν ἡ διαλεκτικὴ πειραστική ἐστι,
10κἂν ἀληθὲς τὸ συμπέρασμα ᾖ (τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστι), καὶ ὅσοι μὴ ὄντες κατὰ τὴν ἑκάστου μέθοδον παρα‐ λογισμοὶ δοκοῦσιν εἶναι κατὰ τὴν τέχνην. τὰ γὰρ ψευδο‐ γραφήματα οὐκ ἐριστικά (κατὰ γὰρ τὰ ὑπὸ τὴν τέχνην οἱ παραλογισμοί), οὐδέ γ’ εἴ τί ἐστι ψευδογράφημα περὶ ἀλη‐
15θές, οἷον τὸ Ἱπποκράτους ἢ ὁ τετραγωνισμὸς ὁ διὰ τῶν μη‐ νίσκων. ἀλλ’ ὡς Βρύσων ἐτετραγώνιζε τὸν κύκλον, εἰ καὶ τε‐ τραγωνίζεται ὁ κύκλος, ἀλλ’ ὅτι οὐ κατὰ τὸ πρᾶγμα, διὰ τοῦτο σοφιστικός. ὥστε ὅ τε περὶ τῶνδε φαινόμενος συλ‐ λογισμὸς ἐριστικὸς λόγος, καὶ ὁ κατὰ τὸ πρᾶγμα φαινόμε‐
20νος συλλογισμός, κἂν ᾖ συλλογισμός, ἐριστικὸς λόγος· φαι‐ νόμενος γάρ ἐστι κατὰ τὸ πρᾶγμα, ὥστ’ ἀπατητικὸς καὶ ἄδικος. ὥσπερ γὰρ ἡ ἐν ἀγῶνι ἀδικία εἶδός τι ἔχει καὶ ἔστιν ἀδικομαχία τις, οὕτως ἐν ἀντιλογίᾳ ἀδικομαχία ἡ ἐριστική ἐστιν· ἐκεῖ τε γὰρ οἱ πάντως νικᾶν προαιρούμενοι πάντων ἅπτον‐
25ται, καὶ ἐνταῦθα οἱ ἐριστικοί. οἱ μὲν οὖν τῆς νίκης αὐτῆς χάριν τοιοῦτοι ἐριστικοὶ ἄνθρωποι καὶ φιλέριδες δοκοῦσιν εἶναι, οἱ δὲ δόξης χάριν τῆς εἰς χρηματισμὸν σοφιστικοί· ἡ γὰρ σοφιστική ἐστιν, ὥσπερ εἴπομεν, χρηματιστική τις ἀπὸ σο‐ φίας φαινομένης· διὸ φαινομένης ἀποδείξεως ἐφίενται, καὶ
30τῶν λόγων τῶν αὐτῶν μὲν [εἴσιν] οἱ φιλέριδες καὶ οἱ σοφισταί, ἀλλ’ οὐ τῶν αὐτῶν ἕνεκεν, καὶ λόγος ὁ αὐτὸς μὲν ἔσται σο‐
φιστικὸς καὶ ἐριστικός, ἀλλ’ οὐ κατὰ ταὐτόν, ἀλλ’ ᾗ μὲν νίκης φαινομένης 〈ἕνεκα〉, ἐριστικός, ᾗ δὲ σοφίας, σοφιστικός· καὶ γὰρ ἡ σοφιστική ἐστι φαινομένη σοφία τις ἀλλ’ οὐκ οὖσα. ὁ δ’
35ἐριστικός ἐστί πως οὕτως ἔχων πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδο‐ γράφος πρὸς τὸν γεωμετρικόν· ἐκ γὰρ τῶν αὐτῶν τῷ δια‐ λεκτικῷ παραλογίζεται, καὶ ὁ ψευδογράφος τῷ γεωμέτρῃ. ἀλλ’ ὁ μὲν οὐκ ἐριστικός, ὅτι ἐκ τῶν ἀρχῶν καὶ συμπερα‐
SE
.

172a

σμάτων τῶν ὑπὸ τὴν τέχνην ψευδογραφεῖ· ὁ δ’ ὑπὸ τὴν δια‐ λεκτικὴν περὶ τἆλλα ὅτι ἐριστικὸς ἔσται δῆλον. οἷον ὁ τετραγωνισμὸς ὁ μὲν διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, ὁ δὲ Βρύσωνος ἐριστικός· καὶ τὸν μὲν οὐκ ἔστι μετενεγκεῖν ἀλλ’ ἢ
5πρὸς γεωμετρίαν μόνον, διὰ τὸ ἐκ τῶν ἰδίων εἶναι ἀρχῶν, τὸν δὲ πρὸς πολλούς, ὅσοι μὴ ἴσασι τὸ δυνατὸν ἐν ἑκάστῳ καὶ τὸ ἀδύνατον· ἁρμόσει γάρ. ἢ ὡς Ἀντιφῶν ἐτετραγώνιζεν. ἢ εἴ τις μὴ φαίη βέλτιον εἶναι ἀπὸ δείπνου περιπατεῖν διὰ τὸν Ζήνωνος λόγον, οὐκ ἰατρικός· κοινὸς γάρ. εἰ μὲν οὖν πάντῃ
10ὁμοίως εἶχεν ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν τῷ ψευδογράφῳ πρὸς τὸν γεωμέτρην, οὐκ ἂν ἦν περὶ ἐκείνων ἐριστικός· νῦν δ’ οὐκ ἔστιν ὁ διαλεκτικὸς περὶ γένος τι ὡρισμένον, οὐδὲ δει‐ κτικὸς οὐδενός, οὐδὲ τοιοῦτος οἷος ὁ καθόλου. οὔτε γάρ ἐστιν ἅπαντα ἐν ἑνί τινι γένει, οὔτε, εἰ εἴη, οἷόν τε ὑπὸ τὰς αὐτὰς
15ἀρχὰς εἶναι τὰ ὄντα. ὥστ’ οὐδεμία τέχνη τῶν δεικνυουσῶν τινα φύσιν ἐρωτητική ἐστιν· οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μο‐ ρίων δοῦναι· συλλογισμὸς γὰρ οὐ γίνεται ἐξ ἀμφοῖν. ἡ δὲ
διαλεκτικὴ ἐρωτητική ἐστιν, εἰ δ’ ἐδείκνυεν, εἰ καὶ μὴ πάν‐ τα, ἀλλὰ τά γε πρῶτα καὶ τὰς οἰκείας ἀρχὰς οὐκ ἂν
20ἠρώτα· μὴ διδόντος γὰρ οὐκ ἂν ἔτι εἶχεν ἐξ ὧν ἔτι δια‐ λέξεται πρὸς τὴν ἔνστασιν. ἡ δ’ αὐτὴ καὶ πειραστική· οὐδὲ γὰρ ἡ πειραστικὴ τοιαύτη ἐστὶν οἵα ἡ γεωμετρία, ἀλλ’ ἣν ἂν ἔχοι καὶ μὴ εἰδώς τις. ἔξεστι γὰρ πεῖραν λαβεῖν καὶ τὸν μὴ εἰδότα τὸ πρᾶγμα τοῦ μὴ εἰδότος, εἴπερ καὶ δίδωσιν,
25οὐκ ἐξ ὧν οἶδεν οὐδ’ ἐκ τῶν ἰδίων ἀλλ’ ἐκ τῶν ἑπομένων, ὅσα τοιαῦτά ἐστιν ἃ εἰδότα μὲν οὐδὲν κωλύει μὴ εἰδέναι τὴν τέχνην, μὴ εἰδότα δ’ ἀνάγκη ἀγνοεῖν. (ὥστε φανερὸν ὅτι οὐδενὸς ὡρισμένου ἡ πειραστικὴ ἐπιστήμη ἐστίν. διὸ καὶ περὶ πάντων ἐστί· πᾶσαι γὰρ αἱ τέχναι χρῶνται καὶ κοινοῖς τι‐
30σιν. διὸ πάντες καὶ οἱ ἰδιῶται τρόπον τινὰ χρῶνται τῇ δια‐ λεκτικῇ καὶ πειραστικῇ· πάντες γὰρ μέχρι τινὸς ἐπιχειροῦσιν ἀνακρίνειν τοὺς ἐπαγγελλομένους.) ταῦτα δ’ ἐστὶ τὰ κοινά· ταῦτα γὰρ οὐδὲν ἧττον ἴσασιν αὐτοί, κἂν δοκῶσι λίαν ἔξω λέγειν. ἐλέγχουσιν οὖν ἅπαντες· ἀτέχνως γὰρ μετέχουσι τούτου
35οὗ ἐντέχνως ἡ διαλεκτική ἐστι, καὶ ὁ τέχνῃ συλλογιστικῇ πειραστικὸς διαλεκτικός. ἐπεὶ δ’ ἐστὶ πολλὰ μὲν ταὐτὰ κατὰ πάντων, οὐ τοιαῦτα δ’ ὥστε φύσιν τινὰ εἶναι καὶ γέ‐ νος ἀλλ’ οἷα αἱ ἀποφάσεις, τὰ δ’ οὐ τοιαῦτα ἀλλὰ ἴδια, ἔστιν ἐκ τούτων περὶ ἁπάντων πεῖραν λαμβάνειν καὶ εἶναι
SE
.

172b

τέχνην τινά, καὶ μὴ τοιαύτην εἶναι οἷαι αἱ δεικνύουσαι. δι‐
όπερ ὁ ἐριστικὸς οὐκ ἔστιν οὕτως ἔχων πάντῃ ὡς ὁ ψευδο‐ γράφος· οὐ γὰρ ἔσται παραλογιστικὸς ἐξ ὡρισμένου τινὸς γένους ἀρχῶν, ἀλλὰ περὶ πᾶν γένος ἔσται ὁ ἐριστικός.
5 Τρόποι μὲν οὖν εἰσιν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων. ὅτι δ’ ἐστὶ τοῦ διαλεκτικοῦ τὸ θεωρῆσαι περὶ τούτων καὶ δύνασθαι ταῦτα ποιεῖν, οὐ χαλεπὸν ἰδεῖν· ἡ γὰρ περὶ τὰς προτάσεις μέθοδος ἅπασαν ἔχει ταύτην τὴν θεωρίαν. Καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φαινομένων.
10περὶ δὲ τοῦ ψευδόμενόν τι δεῖξαι καὶ τὸν λόγον εἰς ἄδοξόν τι ἀγαγεῖν (τοῦτο γὰρ ἦν δεύτερον τῆς σοφιστικῆς προαιρέσεωσ)— πρῶτον μὲν οὖν ἐκ τοῦ πυνθάνεσθαί πως καὶ διὰ τῆς ἐρωτή‐ σεως συμβαίνει μάλιστα. τὸ γὰρ [πρὸς] μηδὲν ὁρίσαντα κεί‐ μενον ἐρωτᾶν θηρευτικόν ἐστι τούτων· εἰκῇ γὰρ λέγοντες ἁμαρ‐
15τάνουσι μᾶλλον· εἰκῇ δὲ λέγουσιν ὅταν μηδὲν ἔχωσι προ‐ κείμενον. τό τε ἐρωτᾶν πολλά, κἂν ὡρισμένον ᾖ πρὸς ὃ δια‐ λέγεται, καὶ τὸ τὰ δοκοῦντα λέγειν ἀξιοῦν, ποιεῖ τιν’ εὐπορίαν τοῦ εἰς ἄδοξον ἀγαγεῖν ἢ ψεῦδος, ἐάν τε ἐρωτώμενος φῇ ἢ ἀποφῇ τούτων τι, ἄγει πρὸς ἃ ἐπιχειρήματος εὐπορεῖ. δύ‐
20νανται δὲ νῦν ἧττον κακουργεῖν διὰ τούτων ἢ πρότερον· ἀπ‐ αιτοῦνται γὰρ τί τοῦτο πρὸς τὸ ἐν ἀρχῇ. στοιχεῖον δὲ τοῦ τυχεῖν ἢ ψεύδους τινὸς ἢ ἀδόξου τὸ μηδεμίαν εὐθὺς ἐρωτᾶν θέσιν, ἀλλὰ φάσκειν ἐρωτᾶν μαθεῖν βουλόμενον· χώραν γὰρ ἐπι‐ χειρήματος ἡ σκῆψις ποιεῖ.
25 Πρὸς δὲ τὸ ψευδόμενον δεῖξαι ἴδιος τόπος ὁ σοφιστι‐ κός, τὸ ἄγειν πρὸς τοιαῦτα πρὸς ἃ εὐπορεῖ λόγων. ἔστι δὲ καὶ καλῶς καὶ μὴ καλῶς τοῦτο ποιεῖν, καθάπερ ἐλέχθη πρότερον. Πάλιν πρὸς τὸ παράδοξα λέγειν σκοπεῖν ἐκ τίνος γέ‐
30νους ὁ διαλεγόμενος, εἶτ’ ἐπερωτᾶν ὃ τοῖς πολλοῖς οὗτοι λέ‐ γουσι παράδοξον· ἔστι γὰρ ἑκάστοις τι τοιοῦτον. στοιχεῖον δὲ τούτων τὸ τὰς ἑκάστων εἰληφέναι θέσεις ἐν ταῖς προτάσεσιν. λύσις δὲ καὶ τούτων ἡ προσήκουσα φέρεται τῷ ἐμφανίζειν ὅτι οὐ διὰ τὸν λόγον συμβαίνει τὸ ἄδοξον· ἀεὶ δὲ τοῦτο καὶ βού‐
35λεται ὁ ἀγωνιζόμενος. Ἔτι δ’ ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν. οὐ γὰρ ταὐτὰ βούλονταί τε καὶ φασίν, ἀλλὰ λέγουσι μὲν τοὺς εὐσχημονεστάτους τῶν λόγων, βούλονται δὲ τὰ φαινόμενα λυσιτελεῖν· οἷον τεθνάναι καλῶς μᾶλλον ἢ ζῆν ἡδέως φασὶ
SE
.

173a

δεῖν, καὶ πένεσθαι δικαίως μᾶλλον ἢ πλουτεῖν αἰσχρῶς, βού‐ λονται δὲ τἀναντία. τὸν μὲν οὖν λέγοντα κατὰ τὰς βουλήσεις εἰς τὰς φανερὰς δόξας ἀκτέον, τὸν δὲ κατὰ ταύτας εἰς τὰς ἀποκεκρυμμένας· ἀμφοτέρως γὰρ ἀναγκαῖον παράδοξα λέ‐
5γειν· ἢ γὰρ πρὸς τὰς φανερὰς ἢ πρὸς τὰς ἀφανεῖς δόξας ἐροῦσιν ἐναντία. Πλεῖστος δὲ τόπος ἐστὶ τοῦ ποιεῖν παράδοξα λέγειν, ὥσ‐ περ καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ γέγραπται λέγων, καὶ οἱ ἀρχαῖοι δὲ πάντες ᾤοντο συμβαίνειν, παρὰ τὸ κατὰ φύ‐
10σιν καὶ κατὰ τὸν νόμον· ἐναντία γὰρ εἶναι φύσιν καὶ νόμον, καὶ τὴν δικαιοσύνην κατὰ νόμον μὲν εἶναι καλόν, κατὰ φύ‐ σιν δ’ οὐ καλόν. δεῖ οὖν πρὸς μὲν τὸν εἰπόντα κατὰ φύσιν
κατὰ νόμον ἀπαντᾶν, πρὸς δὲ τὸν κατὰ νόμον ἐπὶ τὴν φύ‐ σιν ἄγειν· ἀμφοτέρως γὰρ συμβαίνει λέγειν παράδοξα. ἦν δὲ
15τὸ μὲν κατὰ φύσιν αὐτοῖς τὸ ἀληθές, τὸ δὲ κατὰ νόμον τὸ τοῖς πολλοῖς δοκοῦν. ὥστε δῆλον ὅτι κἀκεῖνοι, καθάπερ καὶ οἱ νῦν, ἢ ἐλέγξαι ἢ παράδοξα λέγειν τὸν ἀποκρινόμενον ἐπεχείρουν ποιεῖν. Ἔνια δὲ τῶν ἐρωτημάτων ἔχει τὸ ἀμφοτέρως ἄδοξον εἶ‐
20ναι τὴν ἀπόκρισιν, οἷον πότερον τοῖς σοφοῖς ἢ τῷ πατρὶ δεῖ πείθεσθαι, καὶ τὰ συμφέροντα πράττειν ἢ τὰ δίκαια, καὶ ἀδικεῖσθαι αἱρετώτερον ἢ βλάπτειν. δεῖ δ’ ἄγειν εἰς τὰ τοῖς πολλοῖς καὶ 〈τὰ〉 τοῖς σοφοῖς ἐναντία—ἐὰν μὲν λέγῃ τις ὡς οἱ περὶ τοὺς λόγους, εἰς τὰ τοῖς πολλοῖς, ἐὰν δ’ ὡς οἱ πολλοί,
25ἐπὶ τὰ τοῖς σοφοῖς. φασὶ γὰρ οἱ μὲν ἐξ ἀνάγκης τὸν εὐ‐ δαίμονα δίκαιον εἶναι· τοῖς δὲ πολλοῖς ἄδοξον τὸ βασιλέα μὴ εὐδαιμονεῖν. ἔστι δὲ τὸ εἰς τὰ οὕτως ἄδοξα ἄγειν τὸ αὐτὸ τῷ εἰς τὴν κατὰ φύσιν καὶ κατὰ νόμον ὑπεναντίωσιν ἄγειν· ὁ μὲν γὰρ νόμος δόξα τῶν πολλῶν, οἱ δὲ σοφοὶ
30κατὰ φύσιν καὶ κατ’ ἀλήθειαν λέγουσιν. Καὶ τὰ μὲν παράδοξα ἐκ τούτων δεῖ ζητεῖν τῶν τόπων· περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν, ὃ μὲν λέγομεν τὸ ἀδολε‐ σχεῖν εἰρήκαμεν ἤδη· πάντες δὲ οἱ τοιοίδε λόγοι τοῦτο βού‐ λονται ποιεῖν· εἰ μηδὲν διαφέρει τὸ ὄνομα ἢ τὸν λόγον εἰ‐
35πεῖν, διπλάσιον δὴ καὶ διπλάσιον ἡμίσεος ταὐτό· εἰ ἄρα ἐστὶ διπλάσιον ἡμίσεος διπλάσιον, ἔσται ἡμίσεος ἡμίσεος διπλάσιον.
καὶ πάλιν ἂν ἀντὶ τοῦ “διπλάσιον” “διπλάσιον ἡμίσεος” τεθῇ, τρὶς ἔσται εἰρημένον, ἡμίσεος ἡμίσεος ἡμίσεος διπλάσιον. καὶ ἆρά ἐστιν ἡ ἐπιθυμία ἡδέος; τοῦτο δ’ ἐστὶν ὄρεξις ἡδέος· ἔστιν
40ἄρα ἡ ἐπιθυμία ὄρεξις ἡδέος ἡδέος.
SE
.

173b

Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔν τε τοῖς πρός τι, ὅσα μὴ μόνον τὰ γένη ἀλλὰ καὶ αὐτὰ πρός τι λέγε‐ ται καὶ πρὸς τὸ αὐτὸ καὶ ἓν ἀποδίδοται (οἷον ἥ τε ὄρεξις τινὸς ὄρεξις καὶ ἡ ἐπιθυμία τινὸς ἐπιθυμία, καὶ τὸ διπλάσι‐
5ον τινὸς διπλάσιον, καὶ διπλάσιον ἡμίσεος), καὶ †ὅσων ἡ οὐ‐ σία, οὐκ ὄντων πρός τι ὅλως ὧν εἰσιν ἕξεις ἢ πάθη ἤ τι τοι‐ οῦτον ἐν τῷ λόγῳ αὐτῶν προσδηλοῦται, κατηγορουμένων† ἐπὶ τούτοις. οἷον τὸ περιττὸν ἀριθμὸς μέσον ἔχων· ἔστι δ’ ἀρι‐ θμὸς περιττός· ἔστιν ἄρα ἀριθμὸς ἀριθμὸς μέσον ἔχων. καὶ
10εἰ τὸ σιμὸν κοιλότης ῥινός ἐστιν, ἔστι δὲ ῥὶς σιμή, ἔστιν ἄρα ῥὶς ῥὶς κοίλη. Φαίνονται δὲ ποιεῖν οὐ ποιοῦντες ἐνίοτε διὰ τὸ μὴ προσ‐ πυνθάνεσθαι εἰ σημαίνει τι καθ’ αὑτὸ λεχθὲν τὸ διπλάσιον ἢ οὐδέν, καὶ εἴ τι σημαίνει, πότερον τὸ αὐτὸ ἢ ἕτερον, ἀλλὰ
15τὸ συμπέρασμα λέγειν εὐθύς. ἀλλὰ φαίνεται, διὰ τὸ τὸ ὄνομα ταὐτὸ εἶναι, ταὐτὸ καὶ σημαίνειν. Σολοικισμὸς δ’ οἷον μέν ἐστιν εἴρηται πρότερον· ἔστι δὲ τοῦτο καὶ ποιεῖν καὶ μὴ ποιοῦντα φαίνεσθαι καὶ ποιοῦντα μὴ
δοκεῖν, καθάπερ, ὃ Πρωταγόρας ἔλεγεν, εἰ “ὁ μῆνις” καὶ “ὁ
20πήληξ” ἄρρενά ἐστιν· ὁ μὲν γὰρ λέγων “οὐλομένην” σολοικίζει μὲν κατ’ ἐκεῖνον, οὐ φαίνεται δὲ τοῖς ἄλλοις, ὁ δὲ “οὐλόμενον” φαίνεται μέν, ἀλλ’ οὐ σολοικίζει. δῆλον οὖν ὅτι κἂν τέχνῃ τις τοῦτο δύναιτο ποιεῖν· διὸ πολλοὶ τῶν λόγων οὐ συλλογιζόμε‐ νοι σολοικισμὸν φαίνονται συλλογίζεσθαι, καθάπερ ἐν τοῖς
25ἐλέγχοις. Εἰσὶ δὲ πάντες σχεδὸν οἱ φαινόμενοι σολοικισμοὶ παρὰ τόδε, [καὶ] ὅταν ἡ πτῶσις μήτε ἄρρεν μήτε θῆλυ δηλοῖ ἀλλὰ τὸ μεταξύ. τὸ μὲν γὰρ “οὗτος” ἄρρεν σημαίνει, τὸ δ’ “αὕτη” θῆλυ· τὸ δὲ “τοῦτο” θέλει μὲν τὸ μεταξὺ σημαίνειν, πολλά‐
30κις δὲ σημαίνει κἀκείνων ἑκάτερον, οἷον “τί τοῦτο;” “Καλλιόπη, ξύλον, Κορίσκος”. τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος διαφέρου‐ σιν αἱ πτώσεις ἅπασαι, τοῦ δὲ μεταξὺ αἱ μὲν αἱ δ’ οὔ. δο‐ θέντος δὴ πολλάκις “τοῦτο”, συλλογίζονται ὡς εἰρημένου “τοῦ‐ τον”· ὁμοίως δὲ καὶ ἄλλην πτῶσιν ἀντ’ ἄλλης. ὁ δὲ παραλογι‐
35σμὸς γίνεται διὰ τὸ κοινὸν εἶναι τὸ “τοῦτο” πλειόνων πτώ‐ σεων· τὸ γὰρ “τοῦτο” σημαίνει ὁτὲ μὲν “οὗτος” ὁτὲ δὲ “τοῦτον”. δεῖ δ’ ἐναλλὰξ σημαίνειν μετὰ μὲν τοῦ “ἔστι” τὸ “οὗτος”, μετὰ δὲ τοῦ “εἶναι” τὸ “τοῦτον”, οἷον “ἔστι Κορίσκος”, “εἶναι Κορί‐ σκον”. καὶ ἐπὶ τῶν θήλεων ὀνομάτων ὡσαύτως, καὶ ἐπὶ τῶν λεγο‐
40μένων μὲν σκευῶν, ἐχόντων δὲ θηλείας ἢ ἄρρενος κλῆσιν. ὅσα γὰρ
SE
.

174a

εἰς τὸ ο καὶ τὸ ν τελευτᾷ, ταῦτα μόνα σκεύους ἔχει κλῆ‐ σιν, οἷον ξύλον, σχοινίον· τὰ δὲ μὴ οὕτως ἄρρενος ἢ θήλεος, ὧν ἔνια φέρομεν ἐπὶ τὰ σκεύη, οἷον ἀσκὸς μὲν ἄρρεν τοὔνο‐ μα, κλίνη δὲ θῆλυ. διόπερ καὶ ἐπὶ τῶν τοιούτων ὡσαύτως
5τὸ “ἔστι” καὶ τὸ “εἶναι” διοίσει. καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ σολοικισμὸς τοῖς “παρὰ τὸ τὰ μὴ ὅμοια ὁμοίως” λεγομένοις ἐλέγχοις. ὥσπερ γὰρ ἐκείνοις ἐπὶ τῶν πραγμάτων, τούτοις ἐπὶ τῶν ὀνομάτων συμπίπτει σολοικίζειν· ἄνθρωπος γὰρ καὶ λευκὸν καὶ πρᾶγμα καὶ ὄνομά ἐστιν.
10 Φανερὸν οὖν ὅτι τὸν σολοικισμὸν πειρατέον ἐκ τῶν εἰρη‐ μένων πτώσεων συλλογίζεσθαι. Εἴδη μὲν οὖν ταῦτα τῶν ἀγωνιστικῶν λόγων καὶ μέρη τῶν εἰδῶν καὶ τρόποι οἱ εἰρημένοι· διαφέρει δ’ οὐ μικρὸν ἐὰν ταχθῇ πως τὰ περὶ τὴν ἐρώτησιν πρὸς τὸ λανθάνειν, ὥσπερ
15ἐν τοῖς διαλεκτικοῖς. ἐφεξῆς οὖν τοῖς εἰρημένοις ταῦτα πρῶ‐ τον λεκτέον. Ἔστι δὴ πρὸς τὸ ἐλέγχειν ἓν μὲν μῆκος· χαλεπὸν γὰρ ἅμα πολλὰ συνορᾶν· εἰς δὲ τὸ μῆκος τοῖς προειρημένοις στοι‐ χείοις χρηστέον. ἓν δὲ τάχος· ὑστερίζοντες γὰρ ἧττον προ‐
20ορῶσιν. ἔτι δ’ ὀργὴ καὶ φιλονεικία· ταραττόμενοι γὰρ ἧττον δύνανται φυλάττεσθαι πάντες· στοιχεῖα δὲ τῆς ὀργῆς τό τε φανερὸν ἑαυτὸν ποιεῖν βουλόμενον ἀδικεῖν καὶ τὸ παράπαν ἀναισχυντεῖν. ἔτι τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι, ἐάν τε πρὸς ταὐτὸ πλείους τις ἔχῃ λόγους, ἐάν τε καὶ ὅτι οὕτως
25καὶ ὅτι οὐχ οὕτως· ἅμα γὰρ συμβαίνει ἢ πρὸς πλείω ἢ πρὸς τὰ ἐναντία ποιεῖσθαι τὴν φυλακήν. ὅλως δὲ πάντα τὰ πρὸς τὴν κρύψιν λεχθέντα πρότερον χρήσιμα καὶ πρὸς τοὺς ἀγωνιστικοὺς λόγους· ἡ γὰρ κρύψις ἐστὶ τοῦ λαθεῖν χάριν, τὸ δὲ λαθεῖν τῆς ἀπάτης.
30 Πρὸς δὲ τοὺς ἀνανεύοντας ἅττ’ ἂν οἰηθῶσιν εἶναι πρὸς τὸν λόγον, ἐξ ἀποφάσεως ἐρωτητέον ὡς τοὐναντίον βουλόμε‐
νον, ἢ καὶ ἐξ ἴσου ποιοῦντα τὴν ἐρώτησιν· ἀδήλου γὰρ ὄντος τοῦ τί βούλεται λαβεῖν ἧττον δυσκολαίνουσιν. ὅταν τ’ ἐπὶ τῶν μερῶν διδῷ τις τὸ καθ’ ἕκαστον, ἐπάγοντα τὸ καθόλου πολ‐
35λάκις οὐκ ἐρωτητέον ἀλλ’ ὡς δεδομένῳ χρηστέον· ἐνίοτε γὰρ καὶ αὐτοὶ οἴονται δεδωκέναι καὶ τοῖς ἀκούουσι φαίνονται διὰ τὴν τῆς ἐπαγωγῆς μνείαν, ὡς οὐκ ἂν ἠρωτημένα μάτην. ἐν οἷς τε μὴ ὀνόματι σημαίνεται τὸ καθόλου ἀλλὰ τῇ ὁμοιό‐ τητι, χρηστέον πρὸς τὸ συμφέρον· λανθάνει γὰρ ἡ ὁμοιότης
40πολλάκις. πρός τε τὸ λαβεῖν τὴν πρότασιν τοὐναντίον παρα‐
SE
.

174b

βάλλοντα χρὴ πυνθάνεσθαι· οἷον, εἰ δέοι λαβεῖν ὅτι δεῖ πάντα τῷ πατρὶ πείθεσθαι, “πότερον ἅπαντα δεῖ πείθεσθαι τοῖς γονεῦσιν ἢ πάντ’ ἀπειθεῖν;” καὶ “τὸ πολλάκις πολλά, πότερον πολλὰ συγχωρητέον ἢ ὀλίγα;” μᾶλλον γάρ, εἴπερ
5ἀνάγκη, δόξειεν ἂν εἶναι πολλά· παρατιθεμένων γὰρ ἐγγὺς τῶν ἐναντίων καὶ μείω καὶ μείζω φαίνεται καὶ χείρω καὶ βελτίω τοῖς ἀνθρώποις. Σφόδρα δὲ καὶ πολλάκις ποιεῖ δοκεῖν ἐληλέγχθαι τὸ μάλιστα σοφιστικὸν συκοφάντημα τῶν ἐρωτώντων, τὸ μηδὲν
10συλλογισαμένους μὴ ἐρώτημα ποιεῖν τὸ τελευταῖον ἀλλὰ συμπεραντικῶς εἰπεῖν, ὡς συλλελογισμένους, “οὐκ ἄρα τὸ καὶ τό”. Σοφιστικὸν δὲ καὶ τὸ κειμένου παραδόξου τὸ φαινόμενον ἀξιοῦν ἀποκρίνεσθαι, προκειμένου τοῦ δοκοῦντος ἐξ ἀρχῆς, καὶ τὴν ἐρώτησιν τῶν τοιούτων οὕτω ποιεῖσθαι, “πότερόν σοι δοκεῖ;”
15ἀνάγκη γάρ, ἂν ᾖ τὸ ἐρώτημα ἐξ ὧν ὁ συλλογισμός, ἢ ἔλεγχον ἢ παράδοξον γίνεσθαι, δόντος μὲν ἔλεγχον, μὴ δόντος δὲ μηδὲ δοκεῖν φάσκοντος ἄδοξον, μὴ δόντος δέ, δο‐ κεῖν δ’ ὁμολογοῦντος, ἐλεγχοειδές. Ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς, καὶ ἐν τοῖς ἐλεγ‐
20κτικοῖς ὁμοίως τὰ ἐναντιώματα θεωρητέον ἢ πρὸς τὰ ὑφ’ ἑαυτοῦ λεγόμενα ἢ πρὸς οὓς ὁμολογεῖ καλῶς λέγειν ἢ πράτ‐ τειν, ἔτι πρὸς τοὺς δοκοῦντας τοιούτους ἢ πρὸς τοὺς ὁμοίους, ἢ πρὸς τοὺς πλείστους ἢ πρὸς πάντας. ὥσπερ τε καὶ ἀποκρινό‐ μενοι πολλάκις, ὅταν ἐλέγχωνται, ποιοῦσι διττόν, ἂν μέλ‐
25λῃ συμβαίνειν ἐλεγχθήσεσθαι, καὶ ἐρωτῶντας χρηστέον ποτὲ τούτῳ πρὸς τοὺς ἐνισταμένους—ἂν ὡδὶ μὲν συμβαίνῃ ὡδὶ δὲ μή, ὅτι οὕτως εἴληφεν, οἷον ὁ Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ. δεῖ δὲ καὶ ἀφισταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρη‐ μάτων ἐπιτέμνειν, καὶ ἀποκρινόμενον, ἂν προαισθάνη‐
30ται, προενίστασθαι καὶ προαγορεύειν. ἐπιχειρητέον δ’ ἐνίοτε καὶ πρὸς ἄλλα τοῦ εἰρημένου, ἐκεῖνο ἐκλαβόντας, ἐὰν μὴ πρὸς τὸ κείμενον ἔχῃ τις ἐπιχειρεῖν· ὅπερ ὁ Λυκόφρων ἐποί‐ ησε προβληθέντος λύραν ἐγκωμιάζειν. πρὸς δὲ τοὺς ἀπαιτοῦν‐ τας πρὸς τί ἐπιχειρεῖ, ἐπειδὴ δοκεῖ δεῖν ἀποδιδόναι τὴν αἰ‐
35τίαν, λεχθέντων δ’ ἐνίων εὐφυλακτότερον (τὸ καθόλου συμ‐ βαῖνον ἐν τοῖς ἐλέγχοις), λέγειν τὴν ἀντίφασιν, ὅτι ὃ ἔφησεν ἀπόφησι, ἢ ὃ ἀπέφησε φησί, ἀλλὰ μὴ ὅτι τῶν ἐναντί‐ ων ἡ αὐτὴ ἐπιστήμη ἢ οὐχ ἡ αὐτή. οὐ δεῖ δὲ τὸ συμπέρα‐ σμα προτατικῶς ἐρωτᾶν. ἔνια δ’ οὐδ’ ἐρωτητέον ἀλλ’ ὡς
40ὁμολογουμένοις χρηστέον.
SE
.

175a

Ἐξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστικαῖς διατριβαῖς, εἴρηται. περὶ δὲ ἀποκρίσεως καὶ πῶς χρὴ λύειν καὶ τί, καὶ πρὸς τίνα χρῆσιν οἱ τοιοῦτοι τῶν λόγων ὠφέλιμοι, μετὰ ταῦτα λεκτέον.
5 Χρήσιμοι μὲν οὖν εἰσι πρὸς μὲν φιλοσοφίαν διὰ δύο. πρῶτον μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γινόμενοι παρὰ τὴν λέξιν ἄμεινον ἔχειν ποιοῦσι πρὸς τὸ ποσαχῶς ἕκαστον λέγεται καὶ ποῖα ὁμοίως καὶ ποῖα ἑτέρως ἐπί τε τῶν πραγμάτων συμβαίνει καὶ ἐπὶ τῶν ὀνομάτων. δεύτερον δὲ πρὸς τὰς
10καθ’ αὑτὸν ζητήσεις· ὁ γὰρ ὑφ’ ἑτέρου ῥᾳδίως παραλογιζό‐ μενος καὶ τοῦτο μὴ διαισθανόμενος κἂν αὐτὸς ὑφ’ αὑτοῦ τοῦτο πάθοι πολλάκις. τρίτον δὲ καὶ τὸ λοιπὸν ἔτι πρὸς δόξαν, τὸ περὶ πάντα γεγυμνάσθαι δοκεῖν καὶ μηδενὸς ἀπείρως ἔχειν· τὸ γὰρ κοινωνοῦντα λόγων ψέγειν λόγους, μηδὲν ἔχον‐
15τα διορίζειν περὶ τῆς φαυλότητος αὐτῶν, ὑποψίαν δίδωσι τοῦ δοκεῖν δυσχεραίνειν οὐ διὰ τἀληθὲς ἀλλὰ δι’ ἀπειρίαν. Ἀποκρινομένοις δὲ πῶς ἀπαντητέον πρὸς τοὺς τοιούτους λόγους, φανερόν, εἴπερ ὀρθῶς εἰρήκαμεν πρότερον ἐξ ὧν εἰ‐ σιν οἱ παραλογισμοί, καὶ τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξί‐
20ας ἱκανῶς διείλομεν. οὐ ταὐτὸ δ’ ἐστὶ λαβόντα τε τὸν λόγον ἰδεῖν καὶ λῦσαι τὴν μοχθηρίαν, καὶ ἐρωτώμενον ἀπαν‐ τᾶν δύνασθαι ταχέως· ὃ γὰρ ἴσμεν, πολλάκις μετατιθέ‐ μενον ἀγνοοῦμεν. ἔτι δ’, ὥσπερ ἐν τοῖς ἄλλοις τὸ θᾶττον καὶ τὸ βραδύτερον ἐκ τοῦ γεγυμνάσθαι γίνεται μᾶλλον,
25οὕτω καὶ ἐπὶ τῶν λόγων ἔχει, ὥστε, ἂν δῆλον μὲν ἡμῖν ᾖ, ἀμελέτητοι δ’ ὦμεν, ὑστεροῦμεν τῶν καιρῶν πολλάκις. συμ‐ βαίνει δέ ποτε καθάπερ ἐν τοῖς διαγράμμασιν· καὶ γὰρ
ἐκεῖ ἀναλύσαντες ἐνίοτε συνθεῖναι πάλιν ἀδυνατοῦμεν· οὕτω καὶ ἐν τοῖς ἐλέγχοις, εἰδότες παρ’ ὃ ὁ λόγος συμβαίνει
30συνεῖραι, διαλῦσαι τὸν λόγον ἀποροῦμεν. Πρῶτον μὲν οὖν, ὥσπερ συλλογίζεσθαί φαμεν ἐνδόξως ποτὲ μᾶλλον ἢ ἀληθῶς προαιρεῖσθαι δεῖν, οὕτω καὶ λυτέον ποτὲ μᾶλλον ἐνδόξως ἢ κατὰ τἀληθές. ὅλως γὰρ πρὸς τοὺς ἐριστικοὺς μαχετέον οὐχ ὡς ἐλέγχοντας ἀλλ’ ὡς φαινομέ‐
35νους· οὐ γάρ φαμεν συλλογίζεσθαί γε αὐτούς, ὥστε πρὸς τὸ μὴ δοκεῖν διορθωτέον. εἰ γάρ ἐστιν ὁ ἔλεγχος ἀντίφασις μὴ ὁμώνυμος ἔκ τινων, οὐδὲν ἂν δέοι διαιρεῖσθαι πρὸς ἀμφί‐ βολα καὶ τὴν ὁμωνυμίαν (οὐ γὰρ ποιεῖ συλλογισμόν), ἀλλ’ οὐδενὸς ἄλλου χάριν προσδιαιρετέον ἀλλ’ ἢ ὅτι τὸ συμ‐
40πέρασμα φαίνεται ἐλεγχοειδές. οὔκουν τὸ ἐλεγχθῆναι ἀλλὰ τὸ δοκεῖν εὐλαβητέον, ἐπεὶ τό γ’ ἐρωτᾶν ἀμφίβολα καὶ τὰ
SE
.

175b

παρὰ τὴν ὁμωνυμίαν ὅσαι τ’ ἄλλαι τοιαῦται παρακρούσεις καὶ τὸν ἀληθινὸν ἔλεγχον ἀφανίζει καὶ τὸν ἐλεγχόμενον καὶ μὴ ἐλεγχόμενον ἄδηλον ποιεῖ. ἐπεὶ γὰρ ἔξεστιν ἐπὶ τέ‐ λει συμπεραναμένου μὴ ὅπερ ἔφησεν ἀποφῆσαι λέγειν, ἀλλ’ 〈ἢ〉
5ὁμωνύμως, εἰ καὶ ὅτι μάλιστ’ ἔτυχεν ἐπὶ ταὐτὸ φέρων, ἄδηλον εἰ ἐλήλεγκται· ἄδηλον γὰρ εἰ ἀληθῆ λέγει νῦν. εἰ δὲ διελὼν ἤρετο τὸ ὁμώνυμον ἢ τὸ ἀμφίβολον, οὐκ ἂν ἄδηλος ἦν ὁ ἔλεγχος, ὅ τ’ ἐπιζητοῦσι νῦν μὲν ἧττον πρό‐ τερον δὲ μᾶλλον οἱ ἐριστικοί, τὸ ἢ “ναί” ἢ “οὔ” ἀποκρίνεσθαι
10τὸν ἐρωτώμενον, ἐγίνετ’ ἄν. νῦν δὲ διὰ τὸ μὴ καλῶς ἐρω‐ τᾶν τοὺς πυνθανομένους ἀνάγκη προσαποκρίνεσθαί τι τὸν ἐρω‐
τώμενον, διορθοῦντα τὴν μοχθηρίαν τῆς προτάσεως· ἐπεὶ δι‐ ελομένου γε ἱκανῶς ἢ “ναί” ἢ “οὔ” ἀνάγκη λέγειν τὸν ἀπο‐ κρινόμενον.
15 Εἰ δέ τις ὑπολήψεται τὸν κατὰ ὁμωνυμίαν ἔλεγχον 〈ἔλεγχον〉 εἶναι, τρόπον τινὰ οὐκ ἔσται διαφυγεῖν τὸ ἐλέγχεσθαι τὸν ἀποκρινόμενον· ἐπὶ γὰρ τῶν ὁρατῶν ἀναγκαῖον ὃ ἔφησεν ἀποφῆσαι ὄνομα καὶ ὃ ἀπέφησε φῆσαι. ὡς γὰρ διορθοῦν‐ ταί τινες, οὐδὲν ὄφελος. οὐ γὰρ Κορίσκον φασὶν εἶναι μουσι‐
20κὸν καὶ ἄμουσον, ἀλλὰ τοῦτον τὸν Κορίσκον μουσικὸν καὶ τοῦ‐ τον τὸν Κορίσκον ἄμουσον. ὁ γὰρ αὐτὸς ἔσται λόγος τὸ τοῦτον τὸν Κορίσκον τῷ τοῦτον τὸν Κορίσκον ἄμουσον εἶναι (ἢ μουσικόν), ὅπερ ἅμα φησί τε καὶ ἀπόφησιν. ἀλλ’ ἴσως οὐ ταὐτὸ ση‐ μαίνει (οὐδὲ γὰρ ἐκεῖ τοὔνομα), ὥστε τί διαφέρει; εἰ δὲ τῷ
25μὲν τὸ ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει, τῷ δὲ προσ‐ θήσει τὸ τινὰ ἢ τόνδε, ἄτοπον· οὐδὲν γὰρ μᾶλλον θατέρῳ· ὁποτέρῳ γὰρ ἂν οὐδὲν διαφέρει. Οὐ μὴν ἀλλ’ ἐπειδὴ ἄδηλος μέν ἐστιν ὁ μὴ διορισά‐ μενος τὴν ἀμφιβολίαν πότερον ἐλήλεγκται ἢ οὐκ ἐλήλεγ‐
30κται, δέδοται δ’ ἐν τοῖς λόγοις τὸ διελεῖν, φανερὸν ὅτι τὸ μὴ διορίσαντα δοῦναι τὴν ἐρώτησιν, ἀλλ’ ἁπλῶς, ἁμάρτημά ἐστιν, ὥστε κἂν εἰ μὴ αὐτός, ἀλλ’ ὅ γε λόγος ἐληλεγμένῳ ὅμοιός ἐστιν. συμβαίνει μέντοι πολλάκις ὁρῶντας τὴν ἀμφι‐ βολίαν ὀκνεῖν διαιρεῖσθαι διὰ τὴν πυκνότητα τῶν τὰ τοι‐
35αῦτα προτεινόντων, ὅπως μὴ πρὸς ἅπαν δοκῶσι δυσκολαί‐
νειν· εἶτ’ οὐκ ἂν οἰηθέντων παρὰ τοῦτο γενέσθαι τὸν λόγον, πολλάκις ἀπήντησε παράδοξον. ὥστ’ ἐπειδὴ δέδοται διαιρεῖν, οὐκ ὀκνητέον, καθάπερ ἐλέχθη πρότερον. Εἰ δὲ τὰ δύο ἐρωτήματα μὴ ἓν ἐποίει τις ἐρώτημα,
40οὐδ’ ἂν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐγίνετο παραλογισμός, ἀλλ’ ἢ ἔλεγχος ἢ οὔ. τί γὰρ διαφέρει ἐρω‐
SE
.

176a

τῆσαι εἰ Καλλίας καὶ Θεμιστοκλῆς μουσικοί εἰσιν ἢ εἰ ἀμφο‐ τέροις ἓν ὄνομα ἦν ἑτέροις οὖσιν; εἰ γὰρ πλείω δηλοῖ ἑνός, πλείω ἠρώτησεν. εἰ οὖν μὴ ὀρθὸν πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν ἀξιοῦν λαμβάνειν ἁπλῶς, φανερὸν ὅτι οὐδενὶ προσ‐
5ήκει τῶν ὁμωνύμων ἀποκρίνεσθαι ἁπλῶς, οὐδ’ εἰ κατὰ πάν‐ των ἀληθές, ὥσπερ ἀξιοῦσί τινες. οὐδὲν γὰρ τοῦτο διαφέρει ἢ εἰ ἤρετο, Κορίσκος καὶ Καλλίας πότερον οἴκοι εἰσὶν ἢ οὐκ οἴκοι, εἴτε παρόντων ἀμφοῖν εἴτε μὴ παρόντων· ἀμφοτέ‐ ρως γὰρ πλείους αἱ προτάσεις· οὐ γὰρ εἰ ἀληθὲς εἰπεῖν, διὰ
10τοῦτο μία ἡ ἐρώτησις. ἐγχωρεῖ γὰρ καὶ μυρία ἕτερα ἐρωτη‐ θέντα ἐρωτήματα ἁπλῶς ἢ “ναί” ἢ “οὔ” ἀληθὲς εἶναι λέγειν· ἀλλ’ ὅμως οὐκ ἀποκριτέον μιᾷ ἀποκρίσει· ἀναιρεῖται γὰρ τὸ διαλέγεσθαι. τοῦτο δ’ ὅμοιον ὡς εἰ καὶ τὸ αὐτὸ ὄνομα τεθείη τοῖς ἑτέροις. εἰ οὖν μὴ δεῖ πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρι‐
15σιν διδόναι, φανερὸν ὅτι οὐδ’ ἐπὶ τῶν ὁμωνύμων τὸ “ναί” ἢ “οὔ” λεκτέον· οὐδὲ γὰρ ὁ εἰπὼν ἀποκέκριται, ἀλλ’ εἴρηκεν. ἀλλ’ ἀξιοῦταί πως ἐν τοῖς διαλεγομένοις διὰ τὸ λανθάνειν τὸ συμβαῖνον. Ὥσπερ οὖν εἴπομεν, ἐπειδήπερ οὐδ’ ἔλεγχοί τινες ὄντες
20δοκοῦσιν εἶναι, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύσεις δόξουσιν εἶναί τινες οὐκ οὖσαι λύσεις· ἃς δή φαμεν ἐνίοτε μᾶλλον δεῖν φέρειν ἢ τὰς ἀληθεῖς ἐν τοῖς ἀγωνιστικοῖς λόγοις καὶ τῇ πρὸς τὸ διττὸν ἀπαντήσει. ἀποκριτέον δ’ ἐπὶ μὲν τῶν δοκούν‐ των τὸ “ἔστω” λέγοντα· καὶ γὰρ οὕτως ἥκιστα γίνοιτ’ ἂν παρ‐
25εξέλεγχος. ἂν δέ τι παράδοξον ἀναγκάζηται λέγειν, ἐν‐ ταῦθα μάλιστα προσθετέον τὸ δοκεῖν· οὕτω γὰρ ἂν οὔτ’ ἔλεγ‐ χος οὔτε παράδοξον γίνεσθαι δόξειεν. ἐπεὶ δὲ πῶς αἰτεῖται τὸ ἐν ἀρχῇ δῆλον, οἴονται δὲ πάντως ἃν ᾖ σύνεγγυς ἀν‐ αιρετέον, καὶ μὴ συγχωρητέον εἶναι ἔνια, ὡς τὸ ἐν ἀρχῇ αἰ‐
30τοῦντος, ὅταν τι τοιοῦτον ἀξιοῖ τις ὃ ἀναγκαῖον μὲν συμβαί‐ νειν ἐκ τῆς θέσεως, ᾖ δὲ ψεῦδος ἢ ἄδοξον, ταὐτὸ λεκτέον· τὰ γὰρ ἐξ ἀνάγκης συμβαίνοντα τῆς αὐτῆς εἶναι δοκεῖ θέ‐ σεως. ἔτι ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ ἀλλὰ παρα‐ βολῇ, λεκτέον ὅτι οὐχ ὡς ἐδόθη οὐδ’ ὡς προὔτεινε λαμβά‐
35νει· καὶ γὰρ παρὰ τοῦτο γίνεται πολλάκις ἔλεγχος. Ἐξειργόμενον δὲ τούτων ἐπὶ τὸ μὴ καλῶς δεδεῖχθαι πορευτέον, ἀπαντῶντα κατὰ τὸν εἰρημένον διορισμόν. Ἐν μὲν οὖν τοῖς κυρίως λεγομένοις ὀνόμασιν ἀνάγκη ἀποκρίνεσθαι ἢ ἁπλῶς ἢ διαιρούμενον. ἃ δὲ συνυπονοοῦντες
40τίθεμεν, οἷον ὅσα μὴ σαφῶς ἀλλὰ κολοβῶς ἐρωτᾶται,
SE
.

176b

παρὰ τοῦτο συμβαίνει ὁ ἔλεγχος. οἷον “ἆρ’ ὃ ἂν ᾖ Ἀθηναίων κτῆμά ἐστιν Ἀθηναίων;” “ναί.” “ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἀλλὰ μὴν ὁ ἄνθρωπός ἐστι τῶν ζῴων;” “ναί.” “κτῆμα ἄρα ὁ ἄνθρωπος τῶν ζῴων.” τὸν γὰρ ἄνθρωπον τῶν ζῴων λέγομεν
5ὅτι ζῷόν ἐστι, καὶ Λύσανδρον τῶν Λακώνων ὅτι Λάκων. δῆλον οὖν ὡς ἐν οἷς ἀσαφὲς τὸ προτεινόμενον οὐ συγχωρη‐ τέον ἁπλῶς. Ὅταν δὲ δυοῖν ὄντοιν θατέρου μὲν ὄντος ἐξ ἀνάγκης θάτερον εἶναι δοκῇ, θατέρου δὲ τοῦτο μὴ ἐξ ἀνάγκης, ἐρω‐
10τώμενον πότερον, δεῖ τὸ ἔλαττον διδόναι (χαλεπώτερον γὰρ συλλογίσασθαι ἐκ πλειόνων)· ἐὰν δ’ ἐπιχειρῇ ὅτι τῷ μὲν ἔστιν ἐναντίον τῷ δ’ οὐκ ἔστιν, ἂν ὁ λόγος ἀληθὴς ᾖ, ἐναντίον 〈εἶναι〉 φάναι, ὄνομα δὲ μὴ κεῖσθαι τοῦ ἑτέρου. Ἐπεὶ δ’ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοὶ τὸν μὴ συγ‐
15χωροῦντα ψεύδεσθαι ἂν φαῖεν ἔνια δ’ οὔ, οἷον ὅσα ἀμφι‐ δοξοῦσιν (πότερον γὰρ φθαρτὴ ἢ ἀθάνατος ἡ ψυχὴ τῶν ζῴων, οὐ διώρισται τοῖς πολλοῖσ)—ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι τὸ προτεινόμενον, πότερον ὡς αἱ γνῶμαι (καλοῦσι γὰρ γνώμας καὶ τὰς ἀληθεῖς δόξας καὶ τὰς ὅλας ἀποφάν‐
20σεις) ἢ ὡς “ἡ διάμετρος ἀσύμμετρός ἐστι”, οὗ τὸ ἀληθὲς ἀμφι‐ δοξεῖται, μάλιστα μεταφέρων ἄν τις λανθάνοι τὰ ὀνόματα περὶ τούτων. διὰ μὲν γὰρ τὸ ἄδηλον εἶναι ποτέρως ἔχει τἀ‐ ληθές, οὐ δόξει σοφίζεσθαι, διὰ δὲ τὸ ἀμφιδοξεῖν οὐ δό‐ ξει ψεύδεσθαι· ἡ γὰρ μεταφορὰ ποιήσει τὸν λόγον ἀνεξ‐
25έλεγκτον. Ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων, προ‐ ενστατέον καὶ προαγορευτέον· οὕτω γὰρ ἂν μάλιστα τὸν πυν‐ θανόμενον κωλύσειεν. Ἐπεὶ δ’ ἐστὶν ἡ μὲν ὀρθὴ λύσις ἐμφάνισις ψευδοῦς
30συλλογισμοῦ, παρ’ ὁποίαν ἐρώτησιν συμβαίνει τὸ ψεῦδος,
ὁ δὲ ψευδὴς συλλογισμὸς λέγεται διχῶς (ἢ γὰρ εἰ συλ‐ λελόγισται ψεῦδος, ἢ εἰ μὴ ὢν συλλογισμὸς δοκεῖ εἶναι συλ‐ λογισμός), εἴη ἂν ἥ τε εἰρημένη νῦν λύσις καὶ ἡ τοῦ φαινο‐ μένου συλλογισμοῦ παρ’ ὅ τι φαίνεται τῶν ἐρωτημάτων δι‐
35όρθωσις, ὥστε συμβαίνει τῶν λόγων τοὺς μὲν συλλελογισμένους ἀνελόντα, τοὺς δὲ φαινομένους διελόντα λύειν. πάλιν δ’ ἐπεὶ τῶν συλλελογισμένων λόγων οἱ μὲν ἀληθὲς οἱ δὲ ψεῦδος ἔχουσι τὸ συμπέρασμα, τοὺς μὲν κατὰ τὸ συμπέρασμα ψευδεῖς διχῶς ἐνδέχεται λύειν· καὶ γὰρ τῷ ἀνελεῖν τι τῶν
40ἠρωτημένων καὶ τῷ δεῖξαι τὸ συμπέρασμα ἔχον οὐχ οὕτως·
SE
.

177a

τοὺς δὲ κατὰ τὰς προτάσεις τῷ ἀνελεῖν τι μόνον· τὸ γὰρ συμπέρασμα ἀληθές. ὥστε τοῖς βουλομένοις λύειν λόγον πρῶτον μὲν σκεπτέον εἰ συλλελόγισται ἢ ἀσυλλόγιστος, εἶτα πότερον ἀληθὲς τὸ συμπέρασμα ἢ ψεῦδος, ὅπως ἢ διαιροῦν‐
5τες ἢ ἀναιροῦντες λύωμεν, καὶ ἀναιροῦντες ἢ ὧδε ἢ ὧδε, καθ‐ άπερ ἐλέχθη πρότερον. διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν τε καὶ μὴ λύειν λόγον· τὸ μὲν γὰρ προϊδεῖν χαλεπόν, τὸ δὲ κατὰ σχολὴν ἰδεῖν ῥᾷον. Τῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφι‐
10βολίαν ἐλέγχων οἱ μὲν ἔχουσι τῶν ἐρωτημάτων τι πλείω ση‐ μαῖνον, οἱ δὲ τὸ συμπέρασμα πολλαχῶς λεγόμενον· οἷον ἐν μὲν τῷ “σιγῶντα λέγειν” τὸ συμπέρασμα διττόν, ἐν δὲ τῷ “μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον” ἓν τῶν ἐρωτημάτων ἀμφίβολον. καὶ τὸ διττὸν ὁτὲ μὲν ἔστιν ὁτὲ δ’ οὐκ ἔστιν, ἀλλὰ
15σημαίνει τὸ διττὸν τὸ μὲν ὂν τὸ δ’ οὐκ ὄν. Ὅσοις μὲν οὖν ἐν τῷ τέλει τὸ πολλαχῶς, ἂν μὴ προσ‐
λάβῃ τὴν ἀντίφασιν οὐ γίνεται ἔλεγχος, οἷον ἐν τῷ τὸν τυ‐ φλὸν ὁρᾶν· ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος. ὅσοις δ’ ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη προαποφῆσαι τὸ διττόν· οὐ
20γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος. ἐν ἀρχῇ μὲν οὖν πρὸς τὸ διπλοῦν καὶ ὄνομα καὶ λόγον οὕτως ἀποκριτέον, ὅτι ἔστιν ὡς, ἔστι δ’ ὡς οὔ, ὥσπερ τῷ “σιγῶντα λέγειν” ὅτι ἔστιν ὡς, ἔστι δ’ ὡς οὔ, καὶ τὰ δέοντα πρακτέον ἔστιν ἅ, ἔστι δ’ ἃ οὔ· τὰ γὰρ δέοντα λέγεται πολλαχῶς· ἐὰν δὲ λάθῃ, ἐπὶ τέ‐
25λει προστιθέντα τῇ ἐρωτήσει διορθωτέον· “ἆρ’ ἔστι σιγῶντα λέ‐ γειν;”, “οὔ, ἀλλὰ τόνδε σιγῶντα”. καὶ ἐν τοῖς ἔχουσι δὲ τὸ πλεοναχῶς ἐν ταῖς προτάσεσιν ὁμοίως· “οὐκ ἄρα συνεπίσταν‐ ται ὅ τι ἐπίστανται;”, “ναί, ἀλλ’ οὐχ οἱ οὕτως ἐπιστάμενοι”. οὐ γὰρ ταὐτόν ἐστιν ὅτι οὐκ ἔστι συνεπίστασθαι καὶ ὅτι τοὺς ὡδὶ
30ἐπισταμένους οὐκ ἔστιν. ὅλως τε μαχετέον, ἂν καὶ ἁπλῶς συλλογίζηται, ὅτι οὐχ ὃ ἔφησεν ἀπέφησε πρᾶγμα ἀλλ’ ὄνομα, ὥστ’ οὐκ ἔλεγχος. Φανερὸν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν πῶς λυτέον· ἂν γὰρ διαιρούμενος καὶ συντιθέμενος ὁ λόγος
35ἕτερον σημαίνῃ, συμπεραινομένου τοὐναντίον λεκτέον. εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν· “ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος; καὶ ᾧ ἐτύπτετο, τούτῳ σὺ εἶδες;”. ἔχει μὲν οὖν τι κἀκ τῶν ἀμφι‐
SE
.

177b

βόλων ἐρωτημάτων, ἀλλ’ ἔστι παρὰ σύνθεσιν. οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν· οὐ γὰρ ὁ αὐτὸς λόγος γίνεται, διαιρούμενος, εἴπερ μὴ 〈ὡσ〉 καὶ τὸ “ὄρος”, [καὶ] “ὅρος” τῇ
προσῳδίᾳ λεχθέν, σημαίνει ἕτερον. ἀλλ’ ἐν μὲν τοῖς γεγραμμένοις
5τὸ αὐτὸ 〈τὸ〉 ὄνομα, ὅταν ἐκ τῶν αὐτῶν στοιχείων γεγραμμένον ᾖ καὶ ὡσαύτως (κἀκεῖ δ’ ἤδη παράσημα ποιοῦνται), τὰ δὲ φθεγ‐ γόμενα οὐ ταὐτά. ὥστ’ οὐ διττὸν τὸ παρὰ διαίρεσιν. φανερὸν δὲ καὶ ὅτι οὐ πάντες οἱ ἔλεγχοι παρὰ τὸ διττόν, καθάπερ τινές φασιν.
10 Διαιρετέον οὖν τῷ ἀποκρινομένῳ· οὐ γὰρ ταὐτὸ 〈τὸ〉 ἰδεῖν “τοῖς ὀφθαλμοῖς τυπτόμενον” καὶ τὸ φάναι “ἰδεῖν τοῖς ὀφθαλ‐ μοῖς” τυπτόμενον. καὶ ὁ Εὐθυδήμου δὲ λόγος “ἆρ’ οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν;” καὶ πάλιν “ἆρ’ ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι; εἴη δ’ ἄν τις ἀγαθὸς
15ὢν σκυτεὺς μοχθηρός· ὥστ’ ἔσται ἀγαθὸς σκυτεὺς μοχθηρός”. “ἆρ’ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα; τοῦ δὲ κακοῦ σπουδαία ἡ ἐπιστήμη· σπουδαῖον ἄρα μάθημα τὸ κακόν. ἀλλὰ μὴν καὶ κακὸν καὶ μάθημα τὸ κακόν, ὥστε κακὸν μάθημα τὸ κακόν. ἀλλ’ ἔστι κακῶν σπουδαία ἡ ἐπι‐
20στήμη.” “ἆρ’ ἀληθὲς εἰπεῖν νῦν ὅτι σὺ γέγονας; γέγονας ἄρα νῦν.” ἢ ἄλλο σημαίνει διαιρεθέν; ἀληθὲς γὰρ εἰπεῖν νῦν ὅτι σὺ γέγονας, ἀλλ’ οὐ “νῦν γέγονας”. “ἆρ’ ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτως καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δ’ ἔχεις δύναμιν τοῦ κιθαρίζειν· κιθαρίσαις ἂν ἄρα οὐ κιθαρί‐
25ζων.” ἢ οὐ τούτου ἔχει τὴν δύναμιν, τοῦ οὐ κιθαρίζων κιθαρί‐ ζειν, ἀλλ’, ὅτε οὐ ποιεῖ, τοῦ ποιεῖν.
Λύουσι δέ τινες τοῦτον καὶ ἄλλως. εἰ γὰρ ἔδωκεν ὡς δύναται ποιεῖν, οὔ φασι συμβαίνειν μὴ κιθαρίζοντα κιθα‐ ρίζειν· οὐ γὰρ πάντως ὡς δύναται ποιεῖν δεδόσθαι ποιή‐
30σειν· οὐ ταὐτὸ δ’ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύνα‐ ται ποιεῖν. ἀλλὰ φανερὸν ὅτι οὐ καλῶς λύουσιν· τῶν γὰρ παρὰ ταὐτὸν λόγων ἡ αὐτὴ λύσις, αὕτη δ’ οὐχ ἁρμόσει ἐπὶ πάντας οὐδὲ πάντως ἐρωτωμένοις, ἀλλ’ ἔστι πρὸς τὸν ἐρωτῶντα, οὐ πρὸς τὸν λόγον.
35 Παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν, οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γέ‐ νοιντ’ ἄν, οἷον οὗτος ὁ λόγος· “ἆρά γ’ ἐστὶ τὸ οὗ καταλύεις οἰκία;” “ναί.” “οὐκοῦν τὸ ‘οὐ καταλύεισ‘ τοῦ ‘καταλύεισ‘ ἀπό‐
SE
.

178a

φασις;” “ναί.” “ἔφησας δ’ εἶναι τὸ οὗ καταλύεις οἰκίαν· ἡ οἰκία ἄρα ἀπόφασις.” ὡς δὴ λυτέον, δῆλον· οὐ γὰρ τὸ αὐτὸ ση‐ μαίνει ὀξύτερον τὸ δὲ βαρύτερον ῥηθέν. Δῆλον δὲ καὶ τοῖς παρὰ τὸ ὡσαύτως λέγεσθαι τὰ μὴ
5ταὐτὰ πῶς ἀπαντητέον, ἐπείπερ ἔχομεν τὰ γένη τῶν κατ‐ ηγοριῶν. ὁ μὲν γὰρ ἔδωκεν ἐρωτηθεὶς μὴ ὑπάρχειν τι τού‐ των ὅσα τί ἐστι σημαίνει· ὁ δ’ ἔδειξεν ὑπάρχον τι τῶν πρός τι ἢ ποσῶν, δοκούντων δὲ τί ἐστι σημαίνειν διὰ τὴν λέξιν· οἷον ἐν τῷδε τῷ λόγῳ· “ἆρ’ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν
10τε καὶ πεποιηκέναι;” “οὔ.” “ἀλλὰ μὴν ὁρᾶν γέ τι ἅμα καὶ ἑωρακέναι τὸ αὐτὸ καὶ κατὰ ταὐτὸ ἐνδέχεται.” “ἆρ’ ἔστι τι τῶν πάσχειν ποιεῖν τι;” “οὔ.” “οὐκοῦν τὸ τέμνεται καίεται αἰ‐
σθάνεται ὁμοίως λέγεται καὶ πάντα πάσχειν τι σημαίνει; πάλιν δὲ τὸ λέγειν τρέχειν ὁρᾶν ὁμοίως ἀλλήλοις λέγεται·
15ἀλλὰ μὴν τό γ’ ὁρᾶν αἰσθάνεσθαί τί ἐστιν, ὥστε καὶ πά‐ σχειν τι ἅμα καὶ ποιεῖν.” εἰ δή τις ἐκεῖ, δοὺς μὴ ἐνδέχεσθαι ἅμα ταὐτὸ ποιεῖν καὶ πεποιηκέναι, τὸ ὁρᾶν καὶ ἑωρακέναι φαίη ἐγχωρεῖν, οὔπω ἐλήλεγκται, εἰ μὴ λέγοι τὸ ὁρᾶν ποιεῖν τι ἀλλὰ πάσχειν· προσδεῖται γὰρ τούτου τοῦ ἐρωτήματος.
20ἀλλ’ ὑπὸ τοῦ ἀκούοντος ὑπολαμβάνεται δεδωκέναι, ὅτε τὸ τέμνειν ποιεῖν τι καὶ τὸ τετμηκέναι πεποιηκέναι ἔδωκε καὶ ὅσα ἄλλα ὁμοίως λέγεται· τὸ γὰρ λοιπὸν αὐτὸς προσ‐ τίθησιν ὁ ἀκούων ὡς ὁμοίως λεγόμενον. τὸ δὲ λέγεται μὲν οὐχ ὁμοίως, φαίνεται δὲ διὰ τὴν λέξιν. τὸ αὐτὸ δὲ συμ‐
25βαίνει ὅπερ ἐν ταῖς ὁμωνυμίαις· οἴεται γὰρ ἐν τοῖς ὁμωνύ‐ μοις ὁ ἀγνὼς τῶν λόγων ὃ ἔφησεν ἀποφῆσαι πρᾶγμα, οὐκ ὄνομα. τῷ δὲ ἔτι προσδεῖ ἐρωτήματος εἰ ἐφ’ ἓν βλέπων λέ‐ γει τὸ ὁμώνυμον· οὕτως γὰρ δόντος ἔσται ἔλεγχος. Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι τούτοις, “εἰ ὅ τις ἔχων
30ὕστερον μὴ ἔχει, ἀπέβαλεν· ὁ γὰρ ἕνα μόνον ἀποβαλὼν ἀστράγαλον οὐχ ἕξει δέκα ἀστραγάλους”. ἢ ὃ μὲν μὴ ἔχει πρότερον ἔχων, ἀποβέβληκεν, ὅσα δὲ μὴ ἔχει ᾗ ὅσα, οὐκ ἀνάγκη τοσαῦτα ἀποβαλεῖν; ἐρωτήσας οὖν ὃ ἔχει, συνάγει ἐπὶ τοῦ ὅσα· τὰ γὰρ δέκα ποσά. εἰ οὖν ἤρετο ἐξ ἀρχῆς, [εἰ]
35“ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρά γε ἀποβέβληκε το‐ σαῦτα;”, οὐδεὶς ἂν ἔδωκεν, ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι. καὶ ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει· οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγα‐ λον. ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλ’ ὡς οὐκ εἶχε, τὸν ἕνα· τὸ γὰρ μόνον οὐ τόδε σημαίνει οὐδὲ τοιόνδε οὐδὲ τοσόνδε, ἀλλ’
SE
.

178b

ὡς ἔχει πρός τι, οἷον ὅτι οὐ μετ’ ἄλλου, ὥσπερ ἂν εἰ ἤρετο “ἆρ’ ὃ μή τις ἔχει δοίη ἄν;”, μὴ φάντος δὲ ἔροιτο εἰ δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως, φήσαντος δὲ συλλογίζοιτο ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει. καὶ φανερὸν ὅτι οὐ συλλελόγι‐
5σται· τὸ γὰρ ταχέως οὐ τόδε διδόναι ἀλλ’ ὧδε διδόναι ἐστίν· ὡς δὲ μὴ ἔχει τις, δοίη ἄν, οἷον ἡδέως ἔχων δοίη ἂν λυ‐ πηρῶς. Ὅμοιοι δὲ καὶ οἱ τοιοίδε πάντες· “ἆρ’ ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν”, ἢ “ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν;” οὐ γὰρ ἔχει
10ἕνα μόνον. λύουσι μὲν οὖν τινες λέγοντες ὡς καὶ ἔχει ἕνα μόνον καὶ ὀφθαλμὸν καὶ ἄλλ’ ὁτιοῦν ὁ πλείω ἔχων· οἱ δὲ ὡς καὶ ὃ ἔχει ἔλαβεν· ἐδίδου γὰρ μίαν μόνον οὗτος ψῆφον· “καὶ οὗτός γ’ ἔχει”, φασί, “μίαν μόνον παρὰ τούτου ψῆφον”· οἱ δέ, εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες, ὅτι ἐνδέχεται ὃ μὴ
15ἔλαβεν ἔχειν, οἷον οἶνον λαβόντα ἡδύν, διαφθαρέντος ἐν τῇ λήψει ἔχειν ὀξύν. ἀλλ’ ὅπερ ἐλέχθη καὶ πρότερον, οὗτοι πάντες οὐ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὸν ἄνθρωπον λύουσιν. εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε λύειν, καθάπερ ἐπὶ τῶν ἄλλων. οἷον εἰ “ἔστι μὲν ὅ, ἔστι δ’
20ὃ οὔ” ἡ λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνεται· ἐὰν δὲ μὴ συμπεραίνηται, οὐκ ἂν εἴη 〈ἡ〉 λύσις. ἐν δὲ τοῖς προειρημένοις οὐδὲ πάντων διδομένων φαμὲν γίνεσθαι συλ‐ λογισμόν.
Ἔτι δὲ καὶ οἵδ’ εἰσὶ τούτων τῶν λόγων· “ἆρ’ ὃ γέ‐
25γραπται, γέγραφέ τις; γέγραπται δὲ νῦν ὅτι σὺ κάθησαι, ψευδὴς λόγος· ἦν δ’ ἀληθής, ὅτ’ ἐγράφετο· ἅμα ἄρα ἐγράφετο ψευδὴς καὶ ἀληθής.” τὸ γὰρ ψευδῆ ἢ ἀληθῆ λό‐ γον ἢ δόξαν εἶναι οὐ τόδε ἀλλὰ τοιόνδε σημαίνει· ὁ γὰρ αὐ‐ τὸς λόγος καὶ ἐπὶ τῆς δόξης. καὶ “ἆρ’ ὃ μανθάνει ὁ μανθά‐
30νων, τοῦτ’ ἔστιν ὃ μανθάνει; μανθάνει δέ τις τὸ βραδὺ ταχύ.” οὐ τοίνυν ὃ μανθάνει ἀλλ’ ὡς μανθάνει εἴρηκεν. καὶ “ἆρ’ ὃ βα‐ δίζει τις πατεῖ; βαδίζει δὲ τὴν ἡμέραν ὅλην.” ἢ οὐχ ὃ βαδί‐ ζει ἀλλ’ ὅτε βαδίζει εἴρηκεν, οὐδὲ τὸ τὴν κύλικα πίνειν ὃ πίνει ἀλλ’ ἐξ οὗ. καὶ “ἆρ’ ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶ‐
35δεν; ὧν δὲ τὸ μὲν εὗρε τὸ δ’ ἔμαθε, τὰ ἄμφω οὐδέτερον.” ἢ ὃ μὲν ἅπαν, ἃ δ’ οὐχ ἅπαντα; καὶ ὅτι ἔστι τις τρίτος ἄν‐ θρωπος παρ’ αὐτὸν καὶ τοὺς καθ’ ἕκαστον· τὸ γὰρ ἄνθρωπος καὶ ἅπαν τὸ κοινὸν οὐ τόδε τι ἀλλὰ τοιόνδε τι ἢ ποσὸν ἢ πρός τι ἢ τῶν τοιούτων τι σημαίνει. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Κο‐
SE
.

179a

ρίσκος καὶ Κορίσκος μουσικός, πότερον ταὐτὸν ἢ ἕτερον; τὸ μὲν γὰρ τόδε τι, τὸ δὲ τοιόνδε σημαίνει, ὥστ’ οὐκ ἔστιν αὐτὸ ἐκθέσθαι. οὐ τὸ ἐκτίθεσθαι δὲ ποιεῖ τὸν τρίτον ἄνθρωπον, ἀλλὰ τὸ ὅπερ τόδε τι εἶναι συγχωρεῖν· οὐ γὰρ ἔστι τόδε τι εἶναι,
5ὥσπερ Καλλίας, καὶ ὅπερ ἄνθρωπός ἐστιν. οὐδ’ εἴ τις τὸ ἐκτιθέ‐ μενον μὴ ὅπερ τόδε τι εἶναι λέγοι ἀλλ’ ὅπερ ποιόν, οὐδὲν δι‐ οίσει· ἔσται γὰρ τὸ παρὰ τοὺς πολλοὺς ἕν τι, οἷον τὸ ἄνθρω‐
πος. φανερὸν οὖν ὅτι οὐ δοτέον τόδε τι εἶναι τὸ κοινῇ κατ‐ ηγορούμενον ἐπὶ πᾶσιν, ἀλλ’ ἤτοι ποιὸν ἢ πρός τι ἢ ποσὸν ἢ
10τῶν τοιούτων τι σημαίνειν. Ὅλως δ’ ἐν τοῖς παρὰ τὴν λέξιν λόγοις ἀεὶ κατὰ τὸ ἀντικείμενον ἔσται ἡ λύσις ἢ παρ’ ὅ ἐστιν ὁ λόγος. οἷον εἰ παρὰ σύνθεσιν ὁ λόγος, ἡ λύσις διελόντι, εἰ δὲ παρὰ δι‐ αίρεσιν, συνθέντι. πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν, ἡ βα‐
15ρεῖα προσῳδία λύσις, εἰ δὲ παρὰ βαρεῖαν, ἡ ὀξεῖα. εἰ δὲ παρ’ ὁμωνυμίαν, ἔστι τὸ ἀντικείμενον ὄνομα εἰπόντα λύειν· οἷον, εἰ ἄψυχον συμβαίνει λέγειν, ἀποφήσαντα μὴ εἶναι δηλοῦν ὡς ἔστιν ἔμψυχον· εἰ δ’ ἄψυχον ἔφησεν, ὁ δ’ ἔμ‐ ψυχον συνελογίσατο, [λέγειν] ὡς ἔστιν ἄψυχον. ὁμοίως δὲ
20καὶ ἐπὶ τῆς ἀμφιβολίας. εἰ δὲ παρ’ ὁμοιότητα λέξεως, τὸ ἀντικείμενον ἔσται λύσις. “ἆρ’ ὃ μὴ ἔχει, δοίη ἄν τις;” ἢ οὐχ ὃ μὴ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει, οἷον ἕνα μόνον ἀστράγαλον. “ἆρ’ ὃ ἐπίσταται, μαθὼν ἢ εὑρὼν ἐπίσταται;” ἀλλ’ οὐχ ἃ ἐπ‐ ίσταται. καὶ εἰ ὃ βαδίζει πατεῖ, ἀλλ’ οὐχ ὅτε. ὁμοίως δὲ
25καὶ ἐπὶ τῶν ἄλλων. Πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς μία μὲν ἡ αὐτὴ λύσις πρὸς ἅπαντας. ἐπεὶ γὰρ ἀδιόριστόν ἐστι τὸ πότε λε‐ κτέον ἐπὶ τοῦ πράγματος ὅταν ἐπὶ τοῦ συμβεβηκότος ὑπάρ‐ χῃ, καὶ ἐπ’ ἐνίων μὲν δοκεῖ καὶ φασίν, ἐπ’ ἐνίων δ’ οὔ φα‐
30σιν ἀναγκαῖον εἶναι, ῥητέον οὖν συμβιβασθέντος ὁμοίως πρὸς ἅπαντας ὅτι οὐκ ἀναγκαῖον, ἔχειν δὲ δεῖ προφέρειν τὸ “οἷον”. εἰσὶ δὲ πάντες οἱ τοιοίδε τῶν λόγων παρὰ τὸ συμβεβηκός· “ἆρ’ οἶδας ὃ μέλλω σε ἐρωτᾶν;” “ἆρ’ οἶδας τὸν προσιόντα, ἢ
τὸν ἐγκεκαλυμμένον;” “ἆρ’ ὁ ἀνδριὰς σόν ἐστιν ἔργον, ἢ σὸς
35ὁ κύων πατήρ;” “ἆρα τὰ ὀλιγάκις ὀλίγα ὀλίγα;” φανερὸν γὰρ ἐν ἅπασι τούτοις ὅτι οὐκ ἀνάγκη τὸ κατὰ τοῦ συμ‐ βεβηκότος καὶ κατὰ τοῦ πράγματος ἀληθεύεσθαι· μόνοις γὰρ τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις καὶ ἓν οὖσιν ἅπαντα δο‐ κεῖ ταὐτὰ ὑπάρχειν. τῷ δ’ ἀγαθῷ οὐ ταὐτόν ἐστιν ἀγαθῷ
SE
.

179b

τ’ εἶναι καὶ μέλλοντι ἐρωτᾶσθαι, οὐδὲ τῷ προσιόντι ἢ ἐγ‐ κεκαλυμμένῳ προσιόντι τε εἶναι καὶ Κορίσκῳ· ὥστ’ οὐκ εἰ οἶδα τὸν Κορίσκον, ἀγνοῶ δὲ τὸν προσιόντα, τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ· οὐδ’ εἰ τοῦτ’ ἔστιν ἐμόν, ἔστι δ’ ἔργον, ἐμόν ἐστιν
5ἔργον, ἀλλ’ ἢ κτῆμα ἢ πρᾶγμα ἢ ἄλλο τι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. Λύουσι δέ τινες διαιροῦντες τὴν ἐρώτησιν. φασὶ γὰρ ἐνδέχεσθαι ταὐτὸ πρᾶγμα εἰδέναι καὶ ἀγνοεῖν, ἀλλὰ μὴ κατὰ ταὐτό· τὸν οὖν προσιόντα οὐκ εἰδότες, τὸν δὲ Κορίσκον
10εἰδότες, ταὐτὸ μὲν εἰδέναι καὶ ἀγνοεῖν φασιν, ἀλλ’ οὐ κατὰ ταὐτό. καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν, δεῖ τῶν παρὰ ταὐτὸ λόγων τὴν αὐτὴν εἶναι διόρθωσιν. αὕτη δ’ οὐκ ἔσται, ἄν τις μὴ ἐπὶ τοῦ εἰδέναι ἀλλ’ ἐπὶ τοῦ εἶναι ἤ πως ἔχειν τὸ αὐτὸ ἀξίωμα λαμβάνῃ, οἷον “εἰ ὅδε ἐστὶ πατήρ, ἔστι δὲ
15σός”· εἰ γὰρ ἐπ’ ἐνίων τοῦτ’ ἔστιν ἀληθὲς καὶ ἐνδέχεται τὸ αὐτὸ εἰδέναι καὶ ἀγνοεῖν, ἀλλ’ ἐνταῦθα οὐδὲν κοινωνεῖ τὸ λεχθέν. οὐδὲν δὲ κωλύει τὸν αὐτὸν λόγον πλείους μοχθηρίας ἔχειν, ἀλλ’ οὐχ ἡ πάσης μοχθηρίας ἐμφάνισις λύσις ἐστίν· ἐγ‐ χωρεῖ γὰρ ὅτι μὲν ψεῦδος συλλελόγισται δεῖξαί τινα, παρ’
20ὃ δὲ μὴ δεῖξαι, οἷον τὸν Ζήνωνος λόγον, ὅτι οὐκ ἔστι κινη‐
θῆναι. ὥστε καὶ εἴ τις ἐπιχειρεῖ συνάγειν ὡς δυνατόν, ἁμαρτάνει, κἂν [εἰ] μυριάκις ᾖ συλλελογισμένος· οὐ γάρ ἐστιν αὕτη λύσις· ἦν γὰρ ἡ λύσις ἐμφάνισις ψευδοῦς συλλογι‐ σμοῦ παρ’ ὃ ψευδής. εἰ οὖν μὴ συλλελόγισται, †εἰ καὶ ἀλη‐
25θὲς ἢ ψεῦδος† ἐπιχειρεῖ συνάγειν, ἡ ἐκείνου δήλωσις λύσις ἐστίν. ἴσως δὲ καὶ τοῦτ’ ἐπ’ ἐνίων οὐδὲν κωλύει συμβαίνειν· πλὴν ἐπί γε τούτων οὐδὲ τοῦτο δόξειεν ἄν· καὶ γὰρ τὸν Κορίσκον ὅτι Κορίσκος οἶδε καὶ τὸ προσιὸν ὅτι προσιόν. ἐνδέχεσθαι δὲ δοκεῖ τὸ αὐτὸ εἰδέναι καὶ μή, οἷον ὅτι μὲν
30λευκὸν εἰδέναι, ὅτι δὲ μουσικὸν μὴ γνωρίζειν· οὕτω γὰρ τὸ αὐτὸ οἶδε καὶ οὐκ οἶδεν, ἀλλ’ οὐ κατὰ ταὐτόν. τὸ δὲ προσιὸν καὶ Κορίσκον 〈ὄν〉, καὶ ὅτι προσιὸν καὶ ὅτι Κορίσκος, οἶδεν. Ὁμοίως δ’ ἁμαρτάνουσι καὶ οἱ λύοντες ὅτι ἅπας
35ἀριθμὸς ὀλίγος, ὥσπερ οὓς εἴπομεν· εἰ γάρ, μὴ συμπεραι‐ νομένου, τοῦτο παραλιπόντες ἀληθὲς συμπεπεράνθαι φασί (πάντα γὰρ εἶναι καὶ πολὺν καὶ ὀλίγον), ἁμαρτάνουσιν. Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς, οἷον ὅτι σός ἐστι πατὴρ ἢ υἱὸς ἢ δοῦλος. καίτοι φανερὸν ὡς εἰ
SE
.

180a

παρὰ τὸ πολλαχῶς λέγεσθαι φαίνεται ὁ ἔλεγχος, δεῖ τοὔνομα ἢ τὸν λόγον κυρίως εἶναι πλειόνων. τὸ δὲ τόνδ’ εἶναι τοῦδε τέκνον οὐδεὶς λέγει κυρίως, εἰ δεσπότης ἐστὶ τέ‐ κνου, ἀλλὰ παρὰ τὸ συμβεβηκὸς ἡ σύνθεσίς ἐστιν· “ἆρ’ ἐστὶ
5τοῦτο σόν;” “ναί.” “ἔστι δὲ τοῦτο τέκνον· σὸν ἄρα τοῦτο τέ‐ κνον.” ἀλλ’ οὐ σὸν τέκνον ὅτι συμβέβηκεν εἶναι καὶ σὸν καὶ
τέκνον. Καὶ τὸ εἶναι τῶν κακῶν τι ἀγαθόν· “ἡ γὰρ φρόνησίς ἐστιν ἐπιστήμη τῶν κακῶν”. τὸ δὲ τοῦτο τούτων εἶναι οὐ λέ‐
10γεται πολλαχῶς, ἀλλὰ κτῆμα. εἰ δ’ ἄρα πολλαχῶς (καὶ γὰρ τὸν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι, ἀλλ’ οὔ τι κτῆμα· καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται ὡς τινός, διὰ τοῦτο τῶν κακῶν ἐστιν, ἀλλ’ οὐ τοῦτο τῶν κακῶν), παρὰ τὸ πῂ οὖν καὶ ἁπλῶς φαίνεται. καίτοι ἐνδέχεται ἴσως ἀγαθὸν
15εἶναί τι τῶν κακῶν διττῶς, ἀλλ’ οὐκ ἐπὶ τοῦ λόγου τούτου, ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν μοχθηροῦ, μᾶλλον. ἴσως δ’ οὐδ’ οὕτως· οὐ γὰρ εἰ ἀγαθὸν καὶ τούτου, ἀγαθὸν τούτου ἅμα. οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι [οὐ] λέ‐ γεται πολλαχῶς· οὐ γὰρ εἴ ποτέ τι σημαίνομεν ἀφελόν‐
20τες, τοῦτο λέγεται πολλαχῶς· καὶ γὰρ τὸ ἥμισυ εἰπόντες τοῦ ἔπους “δός μοι Ἰλιάδα” σημαίνομεν, οἷον τὸ “μῆνιν ἄει‐ δε, θεά”. Τοὺς δὲ παρὰ τὸ κυρίως τόδε ἢ πῂ ἢ ποὺ ἢ πὼς ἢ πρός τι λέγεσθαι, καὶ μὴ ἁπλῶς, λυτέον σκοποῦντι τὸ συμ‐
25πέρασμα πρὸς τὴν ἀντίφασιν, εἰ ἐνδέχεται τούτων τι πε‐ πονθέναι. τὰ γὰρ ἐναντία καὶ τὰ ἀντικείμενα καὶ φάσιν καὶ ἀπόφασιν ἁπλῶς μὲν ἀδύνατον ὑπάρχειν τῷ αὐτῷ, πῂ μέντοι ἑκάτερον ἢ πρός τι ἢ πώς, ἢ τὸ μὲν πῂ τὸ δ’ ἁπλῶς, οὐδὲν κωλύει. ὥστ’ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῄ,
30οὔπω ἔλεγχος, τοῦτο δ’ ἐν τῷ συμπεράσματι θεωρητέον πρὸς τὴν ἀντίφασιν. Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτ’ ἔχοντες· “ἆρ’ ἐνδέχεται τὸ μὴ ὂν εἶναι; ἀλλὰ μὴν ἔστι γέ τι μὴ ὄν.” ὁμοίως
δὲ καὶ τὸ ὂν οὐκ ἔσται· οὐ γὰρ ἔσται τι τῶν ὄντων. “ἆρ’ ἐν‐
35δέχεται τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν;” “ἆρ’ ἐγχω‐ ρεῖ τὸν αὐτὸν ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν;” ἢ οὔτε τὸ εἶναί τι καὶ εἶναι ταὐτόν (τὸ γὰρ μὴ ὂν οὐκ εἰ ἔστι τι, καὶ ἔστιν ἁπλῶς), οὔτ’ εἰ εὐορκεῖ τόδε ἢ τῇδε, ἀνάγκη καὶ εὐορκεῖν (ὁ γὰρ ὀμόσας ἐπιορκήσειν εὐορκεῖ ἐπιορκῶν τοῦτο
SE
.

180b

μόνον, εὐορκεῖ δὲ οὔ)· οὐδ’ ὁ ἀπειθῶν πείθεται, ἀλλὰ τὶ πείθεται. ὅμοιος δ’ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν, ἀλλὰ διὰ τὸ μὴ εἶναι εὐθεώρη‐ τον πότερον ἄν τις ἀποδοίη, τὸ ἁπλῶς ἀληθεύειν ἢ ψεύδε‐
5σθαι, δύσκολον φαίνεται. κωλύει δ’ αὐτὸν οὐδὲν ἁπλῶς μὲν εἶναι ψευδῆ πῂ δ’ ἀληθῆ ἤ τινος, καὶ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ αὐτὸν μή. ὁμοίως δὲ καὶ ἐπὶ τῶν πρός τι καὶ ποὺ καὶ ποτέ· πάντες γὰρ οἱ τοιοῦτοι λόγοι παρὰ τοῦτο συμβαίνουσιν. “ἆρ’ ἡ ὑγίεια ἢ ὁ πλοῦτος ἀγαθόν; ἀλλὰ τῷ ἄφρονι καὶ μὴ
10ὀρθῶς χρωμένῳ οὐκ ἀγαθόν· ἀγαθὸν ἄρα καὶ οὐκ ἀγαθόν.” “ἆρα τὸ ὑγιαίνειν ἢ δύνασθαι ἐν πόλει βέλτιον; ἀλλ’ ἔστιν ὅτε οὐ βέλτιον· ταὐτὸν ἄρα τῷ αὐτῷ ἀγαθὸν καὶ οὐκ ἀγαθόν.” ἢ οὐδὲν κωλύει ἁπλῶς ὂν ἀγαθὸν τῷδε μὴ εἶναι ἀγαθόν, ἢ τῷδε μὲν ἀγαθόν, ἀλλ’ οὐ νῦν ἢ οὐκ ἐνταῦθ’ ἀγαθόν; “ἆρ’
15ὃ μὴ βούλοιτ’ ἂν ὁ φρόνιμος, κακόν; ἀποβαλεῖν δ’ οὐ βού‐ λεται τἀγαθόν· κακὸν ἄρα τἀγαθόν.” οὐ γὰρ ταὐτὸν εἰπεῖν τἀγαθὸν εἶναι κακὸν καὶ τὸ ἀποβαλεῖν τἀγαθόν. ὁμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος· οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέ‐
πτης, καὶ τὸ λαβεῖν ἐστι κακόν. οὔκουν τὸ κακὸν βούλεται,
20ἀλλὰ τἀγαθόν· τὸ γὰρ λαβεῖν ἀγαθόν. καὶ ἡ νό‐ σος κακόν ἐστιν, ἀλλ’ οὐ τὸ ἀποβαλεῖν νόσον. “ἆρα τὸ δί‐ καιον τοῦ ἀδίκου καὶ τὸ δικαίως τοῦ ἀδίκως αἱρετώτερον; ἀλλ’ ἀποθανεῖν ἀδίκως αἱρετώτερον.” “ἆρα δίκαιόν ἐστι τὰ αὑτοῦ ἔχειν ἕκαστον; ἃ δ’ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἂν
25ᾖ ψευδής, κύριά ἐστιν ἐκ τοῦ νόμου· τὸ αὐτὸ ἄρα δίκαιον καὶ οὐ δίκαιον”· καὶ “πότερον δεῖ κρίνειν, τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα; ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν· ταῦτα δ’ ἦν ἄδικα.” οὐ γάρ, εἰ πα‐ θεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως,
30ἀλλ’ ἁπλῶς μὲν τὸ δικαίως, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδί‐ κως ἢ δικαίως. καὶ τὸ ἔχειν τὰ αὐτοῦ δίκαιον, τὸ δὲ τἀλ‐ λότρια οὐ δίκαιον· κρίσιν μέντοι ταύτην δικαίαν εἶναι οὐδὲν κωλύει, οἷον ἂν ᾖ κατὰ δόξαν τοῦ κρίναντος· οὐ γάρ, εἰ δί‐ καιον τῳδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον. ὁμοίως δὲ καὶ ἄδικα
35ὄντα οὐδὲν κωλύει λέγειν γε αὐτὰ δίκαιον εἶναι· οὐ γάρ, εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι, ὥσπερ οὐδ’ εἰ ὠφέλι‐ μον λέγειν, ὠφέλιμα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων. ὥστ’ οὐκ εἰ τὰ λεγόμενα ἄδικα, ὁ λέγων ἄδικα νικᾶται· λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα.
SE
.

181a

Τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γινομένοις τοῦ ἐλέγχου, καθ‐ άπερ ὑπεγράφη πρότερον, ἀπαντητέον σκοποῦσι τὸ συμ‐
πέρασμα πρὸς τὴν ἀντίφασιν, ὅπως ἔσται τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ
5χρόνῳ. ἐὰν δ’ ἐν ἀρχῇ προσέρηται, οὐχ ὁμολογητέον ὡς ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον, ἀλλὰ φατέον, μὴ μέντοι ὡδὶ ὥς ποτ’ ἦν τὸ ἐλέγχεσθαι διωμο‐ λογημένον. εἰσὶ δὲ πάντες οἵδ’ οἱ λόγοι παρὰ τὸ τοιοῦτο. “ἆρ’ ὁ εἰδὼς ἕκαστον ὅτι ἕκαστον οἶδε τὸ πρᾶγμα; καὶ ὁ ἀγνοῶν
10ὡσαύτως; εἰδὼς δέ τις τὸν Κορίσκον ὅτι Κορίσκος ἀγνοοίη ἂν ὅτι μουσικός, ὥστε ταὐτὸ ἐπίσταται καὶ ἀγνοεῖ.” “ἆρα τὸ τετράπηχυ τοῦ τριπήχεος μεῖζον; γένοιτο δ’ ἂν ἐκ τριπήχεος τετράπηχυ κατὰ τὸ μῆκος· τὸ δὲ μεῖζον ἐλάττονος μεῖζον· αὐτὸ ἄρα αὑτοῦ κατὰ ταὐτὸ μεῖζον καὶ ἔλαττον.”
15 Τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ πυνθανομένῳ, ἂν ᾖ δῆλον, οὐ δοτέον, οὐδ’ ἂν ἔνδοξον ᾖ λέγοντι τἀληθές. ἂν δὲ λάθῃ, τὴν ἄγνοιαν διὰ τὴν μοχθη‐ ρίαν τῶν τοιούτων λόγων εἰς τὸν ἐρωτῶντα μεταστρεπτέον ὡς οὐ διειλεγμένον· ὁ γὰρ ἔλεγχος ἄνευ τοῦ ἐξ ἀρχῆς. εἶθ’ ὅτι ἐδόθη
20οὐχ ὡς τούτῳ χρησομένου, ἀλλ’ ὡς πρὸς τοῦτο συλλογιου‐ μένου, τοὐναντίον ἢ ἐπὶ τῶν παρεξελέγχων. Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ’ αὐτοῦ τοῦ λόγου δεικτέον. ἔστι δὲ διττὴ ἡ τῶν ἑπομένων ἀκολούθη‐ σις· ἢ γὰρ ὡς τῷ ἐν μέρει τὸ καθόλου, οἷον ἀνθρώπῳ ζῷον
25(ἀξιοῦται γάρ, εἰ τόδε μετὰ τοῦδε, καὶ τόδ’ εἶναι μετὰ τοῦδε), ἢ κατὰ τὰς ἀντιθέσεις (εἰ γὰρ τόδε τῷδε ἀκολουθεῖ, τῷ ἀν‐
τικειμένῳ τὸ ἀντικείμενον)· παρ’ ὃ καὶ ὁ τοῦ Μελίσσου λό‐ γος· εἰ γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, τὸ ἀγένητον ἀξιοῖ μὴ ἔχειν, ὥστ’ εἰ ἀγένητος ὁ οὐρανός, καὶ ἄπειρος. τὸ δ’ οὐκ ἔστιν·
30ἀνάπαλιν γὰρ ἡ ἀκολούθησις. Ὅσοι τε παρὰ τὸ προστιθέναι τι συλλογίζονται, σκο‐ πεῖν εἰ ἀφαιρουμένου συμβαίνει μηδὲν ἧττον τὸ ἀδύνατον. κἄπειτα τοῦτο ἐμφανιστέον, καὶ λεκτέον ὡς ἔδωκεν οὐχ ὡς δοκοῦν ἀλλ’ ὡς πρὸς τὸν λόγον, ὁ δὲ κέχρηται οὐδὲν πρὸς
35τὸν λόγον. Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθὺς ἐν ἀρχῇ διοριστέον· ἐρώτησις γὰρ μία πρὸς ἣν μία ἀπόκρι‐ σις ἔστιν, ὥστ’ οὔτε πλείω καθ’ ἑνὸς οὔτε ἓν κατὰ πολλῶν, ἀλλ’ ἓν καθ’ ἑνὸς φατέον ἢ ἀποφατέον. ὥσπερ δὲ ἐπὶ τῶν
SE
.

181b

ὁμωνύμων ὁτὲ μὲν ἀμφοῖν ὁτὲ δ’ οὐδετέρῳ ὑπάρχει, ὥστε μὴ ἁπλοῦ ὄντος τοῦ ἐρωτήματος ἁπλῶς ἀποκρινομένοις οὐδὲν συμβαίνει πάσχειν, ὁμοίως καὶ ἐπὶ τούτων. ὅταν μὲν οὖν τὰ πλείω τῷ ἑνὶ ἢ τὸ ἓν τοῖς πολλοῖς ὑπάρχῃ, τῷ
5ἁπλῶς δόντι καὶ ἁμαρτόντι ταύτην τὴν ἁμαρτίαν οὐδὲν ὑπ‐ εναντίωμα συμβαίνει, ὅταν δὲ τῷ μὲν τῷ δὲ μή, ἢ πλείω κατὰ πλειόνων. καὶ ἔστιν ὡς ὑπάρχει ἀμφότερα ἀμφοτέ‐ ροις, ἔστι δ’ ὡς οὐχ ὑπάρχει πάλιν, ὥστε τοῦτ’ εὐλαβητέον· οἷον ἐν τοῖσδε τοῖς λόγοις· “εἰ τὸ μέν ἐστιν ἀγαθὸν τὸ δὲ κα‐
10κόν, ὅτι ταῦτα ἀληθὲς εἰπεῖν ἀγαθὸν καὶ κακόν, καὶ πά‐ λιν μήτ’ ἀγαθὸν μήτε κακόν (οὐκ ἔστι γὰρ ἑκάτερον ἑκά‐ τερον), ὥστε ταὐτὸ ἀγαθὸν καὶ κακὸν καὶ οὔτ’ ἀγαθὸν οὔτε
κακόν”, καὶ “εἰ ἕκαστον αὐτὸ αὑτῷ ταὐτὸ καὶ ἄλλου ἕτερον, ἐπειδὴ οὐκ ἄλλοις ταὐτὰ ἀλλ’ αὑτοῖς καὶ ἕτερα αὑτῶν,
15τὰ αὐτὰ ἑαυτοῖς ἕτερα καὶ τὰ αὐτά”. ἔτι “εἰ τὸ μὲν ἀγαθὸν κα‐ κὸν γίνεται, τὸ δὲ κακὸν ἀγαθόν, δύο γένοιντ’ ἄν· δυοῖν δὲ καὶ ἀνίσων ἑκάτερον αὐτὸ αὑτῷ ἴσον· ὥστε ἴσα καὶ ἄνισα αὐτὰ αὑτοῖς”. Ἐμπίπτουσι μὲν οὖν οὗτοι καὶ εἰς ἄλλας λύσεις· καὶ
20γὰρ τὸ ἄμφω καὶ τὸ ἅπαντα πλείω σημαίνει· οὔκουν ταὐ‐ τόν, πλὴν ὄνομα, συμβαίνει φῆσαι καὶ ἀποφῆσαι. τοῦτο δ’ οὐκ ἦν ἔλεγχος, ἀλλὰ φανερὸν ὅτι μὴ μιᾶς ἐρωτήσεως τῶν πλειόνων γινομένης, ἀλλ’ ἓν καθ’ ἑνὸς φάντος ἢ ἀπο‐ φάντος, οὐκ ἔσται τὸ ἀδύνατον.
25 Περὶ δὲ τῶν ἀπαγόντων εἰς 〈τὸ〉 τὸ αὐτὸ πολλάκις εἰπεῖν φανερὸν ὡς οὐ δοτέον τῶν πρός τι λεγομένων σημαίνειν τι χωριζομένας καθ’ αὑτὰς τὰς κατηγορίας, οἷον “διπλάσιον” ἀντὶ τοῦ “διπλάσιον ἡμίσεος”, ὅτι ἐμφαίνεται. καὶ γὰρ τὸ δέκα ἐν τοῖς ἑνὸς δέουσι δέκα καὶ τὸ ποιῆσαι ἐν τῷ μὴ ποι‐
30ῆσαι καὶ ὅλως ἐν τῇ ἀποφάσει ἡ φάσις· ἀλλ’ ὅμως οὐκ εἴ τις λέγει τοδὶ μὴ εἶναι λευκόν, λέγει αὐτὸ λευκὸν εἶναι. τὸ δὲ “διπλάσιον” οὐδὲ σημαίνει οὐδὲν ἴσως, ὥσπερ οὐδὲ τὸ “ἥμισυ”· εἰ δ’ ἄρα καὶ σημαίνει, ἀλλ’ οὐ ταὐτὸ καὶ συν‐ ῃρημένον. οὐδ’ ἡ ἐπιστήμη ἐν τῷ εἴδει (οἷον εἰ ἔστιν ἡ ἰατρικὴ
35ἐπιστήμη), ὅπερ τὸ κοινόν· ἐκεῖνο δ’ ἦν ἐπιστήμη ἐπιστητοῦ. ἐν
δὲ τοῖς 〈τούτων〉 δι’ ὧν δηλοῦται κατηγορουμένοις τοῦτο λεκτέον, ὡς οὐ τὸ αὐτὸ χωρὶς καὶ ἐν τῷ λόγῳ τὸ δηλούμενον. τὸ γὰρ κοῖλον κοινῇ μὲν τὸ αὐτὸ δηλοῖ ἐπὶ τοῦ σιμοῦ καὶ τοῦ ῥοι‐ κοῦ, προστιθέμενον δὲ οὐδὲν κωλύει ἄλλα, τὸ μὲν τῇ ῥινὶ τὸ
SE
.

182a

δὲ τῷ σκέλει, σημαίνειν· ἔνθα μὲν γὰρ τὸ σιμόν, ἔνθα δὲ τὸ ῥοικὸν σημαίνει, καὶ οὐδὲν διαφέρει εἰπεῖν ῥὶς σιμὴ ἢ ῥὶς κοίλη. ἔτι οὐ δοτέον τὴν λέξιν κατ’ εὐθύ· ψεῦδος γάρ ἐστιν. οὐ γάρ ἐστι τὸ σιμὸν ῥὶς κοίλη ἀλλὰ ῥινὸς τοδί, οἷον πάθος,
5ὥστ’ οὐδὲν ἄτοπον εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλό‐ τητα ῥινός. Περὶ δὲ τῶν σολοικισμῶν, παρ’ ὅ τι μὲν φαίνονται συμβαίνειν εἴπομεν πρότερον. ὡς δὲ λυτέον, ἐπ’ αὐτῶν τῶν λόγων ἔσται φανερόν· ἅπαντες γὰρ οἱ τοιοίδε τοῦτο βούλονται
10κατασκευάζειν. “ἆρ’ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀλη‐ θῶς; φῂς δ’ εἶναί τι λίθον· ἔστιν ἄρα τι λίθον.” ἢ τὸ λέ‐ γειν λίθον οὐκ ἔστι λέγειν ὃ ἀλλ’ ὅν, οὐδὲ τοῦτο ἀλλὰ τοῦτον. εἰ οὖν ἔροιτό τις, “ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον;”, οὐκ ἂν δοκοίη ἑλληνίζειν, ὥσπερ οὐδ’ εἰ ἔροιτο, “ἆρ’ ἣν λέγεις εἶναι,
15ἔστιν οὗτος;”. ξύλον δ’ εἰπεῖν οὗτος, ἢ ὅσα μήτε θῆλυ μήτ’ ἄρ‐ ρεν σημαίνει, οὐδὲν διαφέρει· διὸ καὶ οὐ γίνεται σολοικισμός· “εἰ ὃ λέγεις εἶναι, ἔστι τοῦτο, ξύλον δὲ λέγεις εἶναι, ἔστιν ἄρα ξύλον”. τὸ δὲ “λίθος” καὶ τὸ “οὗτος” ἄρρενος ἔχει κλίσιν. εἰ δή τις ἔροιτο “ἆρ’ οὗτός ἐστιν αὕτη;”, εἶτα πάλιν “τί δ’; οὐχ οὗτός
20ἐστι Κορίσκος;”, εἶτ’ εἴπειεν “ἔστιν ἄρα οὗτος αὕτη”, οὐ συλλελό‐ γισται τὸν σολοικισμόν, οὐδ’ εἰ τὸ “Κορίσκος” σημαίνει ὅπερ
αὕτη, μὴ δίδωσι δὲ ὁ ἀποκρινόμενος, ἀλλὰ δεῖ τοῦτο προσ‐ ερωτηθῆναι. εἰ δὲ μήτ’ ἔστιν μήτε δίδωσιν, οὐ συλλελό‐ γισται οὔτε τῷ ὄντι οὔτε πρὸς τὸν ἠρωτημένον. ὁμοίως οὖν
25δεῖ κἀκεῖ τὸν λίθον σημαίνειν “οὗτος”. εἰ δὲ μήτε ἔστι μήτε δέδοται, οὐ λεκτέον τὸ συμπέρασμα· φαίνεται δὲ παρὰ τὸ τὴν ἀνόμοιον πτῶσιν τοῦ ὀνόματος ὁμοίαν φαίνεσθαι. “ἆρ’ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν αὕτη ὅπερ εἶναι φῂς αὐτήν; εἶναι δὲ φῂς ἀσπίδα· ἔστιν ἄρα αὕτη ἀσπίδα.” ἢ οὐκ ἀνάγκη,
30εἰ μὴ τὸ “αὕτη” ἀσπίδα σημαίνει ἀλλ’ ἀσπίς, τὸ δὲ “ταύτην” ἀσπίδα. οὐδ’ εἰ ὃ φῂς εἶναι τοῦτον, ἔστιν οὗτος, φῂς δ’ εἶναι Κλέωνα, ἔστιν ἄρα οὗτος Κλέωνα· οὐ γὰρ ἔστιν οὗτος Κλέωνα· εἴρηται γὰρ ὅτι ὅ φημι εἶναι τοῦτον, ἔστιν οὗτος, οὐ τοῦτον· οὐδὲ γὰρ ἂν ἑλληνίζοι οὕτως τὸ ἐρώτημα λεχθέν, “ἆρ’ ἐπίστασαι
35τοῦτο; τοῦτο δ’ ἐστὶ λίθος· ἐπίστασαι ἄρα λίθος”. ἢ οὐ ταὐτὸ σημαίνει τὸ “τοῦτο” ἐν τῷ “ἆρ’ ἐπίστασαι τοῦτο;” καὶ ἐν τῷ “τοῦτο δὲ λίθος”, ἀλλ’ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὗτος. “ἆρ’ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο; ἐπιστήμην δ’ ἔχεις λίθου· ἐπίστασαι ἄρα λίθου.” ἢ τὸ μὲν “οὗ” λίθου λέγει,
SE
.

182b

τὸ δὲ “τοῦτο” λίθον· ἐδόθη δ’, οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι οὐ τούτου ἀλλὰ τοῦτο, ὥστ’ οὐ τοῦ λίθου ἀλλὰ τὸν λίθον. Ὅτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σο‐ λοικισμὸν ἀλλὰ φαίνονται, καὶ διὰ τί τε φαίνονται καὶ
5πῶς ἀπαντητέον πρὸς αὐτούς, φανερὸν ἐκ τῶν εἰρημένων. Δεῖ δὲ καὶ κατανοεῖν ὅτι πάντων τῶν λόγων οἱ μέν εἰσι ῥᾴους κατιδεῖν, οἱ δὲ χαλεπώτεροι, παρὰ τί καὶ ἐν τίνι
παραλογίζονται τὸν ἀκούοντα, πολλάκις οἱ αὐτοὶ ἐκείνοις ὄντες· τὸν αὐτὸν γὰρ λόγον δεῖ καλεῖν τὸν παρὰ ταὐτὸ γι‐
10νόμενον. ὁ αὐτὸς δὲ λόγος τοῖς μὲν παρὰ τὴν λέξιν τοῖς δὲ παρὰ τὸ συμβεβηκὸς τοῖς δὲ παρ’ ἕτερον δόξειεν ἂν εἶ‐ ναι διὰ τὸ μεταφερόμενον ἕκαστον μὴ ὁμοίως εἶναι δῆλον. ὥσπερ οὖν ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν, ὅσπερ δοκεῖ τρόπος εὐηθέστατος εἶναι τῶν παραλογισμῶν, τὰ μὲν καὶ τοῖς τυ‐
15χοῦσίν ἐστι δῆλα (καὶ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοι πάν‐ τες εἰσὶ παρὰ τὴν λέξιν, οἷον “ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον”, καὶ “ποῖ στέλλεσθε;” “πρὸς τὴν κεραίαν”, καὶ “ποτέρα τῶν βοῶν ἔμπροσθεν τέξεται;” “οὐδετέρα, ἀλλ’ ὄπισθεν ἄμφω”, καὶ “καθαρὸς ὁ βορέας;” “οὐ δῆτα· ἀπεκτόνηκε γὰρ τὸν πτωχὸν
20κατῳνωμένον”. “ἆρ’ Εὔαρχος;” “οὐ δῆτα, ἀλλ’ Ἀπολλω‐ νίδης”· τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων σχεδὸν οἱ πλεῖ‐ στοι)· τὰ δὲ καὶ τοὺς ἐμπειροτάτους φαίνεται λανθάνειν (ση‐ μεῖον δὲ τούτου ὅτι μάχονται πολλάκις περὶ τῶν ὀνομά‐ των, οἷον πότερον ταὐτὸ σημαίνει κατὰ πάντων τὸ ὂν καὶ
25τὸ ἕν, ἢ ἕτερον· τοῖς μὲν γὰρ δοκεῖ ταὐτὸ σημαίνειν τὸ ὂν καὶ τὸ ἕν, οἱ δὲ τὸν Ζήνωνος λόγον καὶ Παρμενίδου λύουσι διὰ τὸ πολλαχῶς φάναι τὸ ἓν λέγεσθαι καὶ τὸ ὄν). ὁμοί‐ ως δὲ καὶ 〈τῶν〉 παρὰ τὸ συμβεβηκὸς καὶ παρὰ τῶν ἄλλων ἕκαστον οἱ μὲν ἔσονται ῥᾴους ἰδεῖν οἱ δὲ χαλεπώτεροι τῶν
30λόγων, καὶ λαβεῖν ἐν τίνι γένει, καὶ πότερον ἔλεγχος ἢ οὐκ ἔλεγχος, οὐ ῥᾴδιον ὁμοίως περὶ πάντων.
Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα· δάκνει γὰρ οὗτος μάλιστα. ἀπορία δ’ ἐστὶ διττή, ἡ μὲν ἐν τοῖς συλλελογισμένοις, ὅ τι ἀνέλῃ τις τῶν ἐρωτημάτων, ἡ
35δ’ ἐν τοῖς ἐριστικοῖς, πῶς εἴπῃ τις τὸ προταθέν. διόπερ ἐν τοῖς συλλογιστικοῖς οἱ δριμύτεροι λόγοι ζητεῖν μᾶλλον ποι‐ οῦσιν. ἔστι δὲ συλλογιστικὸς μὲν λόγος δριμύτατος ἂν ἐξ ὅτι μάλιστα δοκούντων ὅτι μάλιστα ἔνδοξον ἀναιρῇ. εἷς γὰρ ὢν ὁ λόγος μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους
SE
.

183a

ἕξει τοὺς συλλογισμούς· ἀεὶ γὰρ ἐξ ἐνδόξων ὁμοίως ἔνδο‐ ξον ἀναιρήσει [ἢ κατασκευάσει], διόπερ ἀπορεῖν ἀναγκαῖον. μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύς, ὁ ἐξ ἴσου τὸ συμπέρα‐ σμα ποιῶν τοῖς ἐρωτήμασι, δεύτερος δ’ ὁ ἐξ ἁπάντων ὁμοί‐
5ων· οὗτος γὰρ ὁμοίως ποιήσει ἀπορεῖν ὁποῖον τῶν ἐρωτημά‐ των ἀναιρετέον. τοῦτο δὲ χαλεπόν· ἀναιρετέον μὲν γάρ, ὅ τι δ’ ἀναιρετέον ἄδηλον. τῶν δ’ ἐριστικῶν δριμύτατος μὲν ὁ πρῶτον εὐθὺς ἄδηλος πότερον συλλελόγισται ἢ οὔ, καὶ πότερον παρὰ ψεῦδος ἢ διαίρεσίν ἐστιν ἡ λύσις· δεύτερος δὲ τῶν
10ἄλλων ὁ δῆλος μὲν ὅτι παρὰ διαίρεσιν ἢ ἀναίρεσίν ἐστι, μὴ φανερὸς δ’ ὢν διὰ τίνος τῶν ἠρωτημένων ἀναίρεσιν ἢ διαίρεσιν λυτέος ἐστίν, ἢ πότερον αὕτη παρὰ τὸ συμ‐ πέρασμα ἢ παρά τι τῶν ἐρωτημάτων ἐστίν. Ἐνίοτε μὲν οὖν ὁ μὴ συλλογισθεὶς λόγος εὐήθης ἐστίν,
15ἐὰν ᾖ λίαν ἄδοξα ἢ ψευδῆ τὰ λήμματα· ἐνίοτε δ’ οὐκ ἄξιος καταφρονεῖσθαι. ὅταν μὲν γὰρ ἐλλείπῃ τι τῶν τοιού‐ των ἐρωτημάτων περὶ ἃ ὁ λόγος καὶ δι’ ἅ, [καὶ] μὴ προσ‐
λαβὼν τοῦτο καὶ μὴ συλλογισάμενος εὐήθης ὁ συλλογι‐ σμός· ὅταν δὲ τῶν ἔξωθεν, οὐκ εὐκαταφρόνητος οὐδαμῶς, ἀλλ’
20ὁ μὲν λόγος ἐπιεικής, ὁ δ’ ἐρωτῶν ἠρώτηκεν οὐ καλῶς. Ἔστι δέ, ὥσπερ λύειν ὁτὲ μὲν πρὸς τὸν λόγον ὁτὲ δὲ πρὸς τὸν ἐρωτῶντα καὶ τὴν ἐρώτησιν ὁτὲ δὲ πρὸς οὐδέτερον τούτων—ὁμοίως καὶ ἐρωτᾶν ἔστι καὶ συλλογίζεσθαι καὶ πρὸς τὴν θέσιν καὶ πρὸς τὸν ἀποκρινόμενον καὶ πρὸς τὸν χρόνον,
25ὅταν ᾖ πλείονος χρόνου δεομένη ἡ λύσις [ἢ] τοῦ παρόντος και‐ ροῦ τοῦ διαλεχθῆναι πρὸς τὴν λύσιν. Ἐκ πόσων μὲν οὖν καὶ ποίων γίνονται τοῖς διαλεγομέ‐ νοις οἱ παραλογισμοί, καὶ πῶς δείξομέν τε ψευδόμενον καὶ παράδοξα λέγειν ποιήσομεν, ἔτι δ’ ἐκ τίνων συμβαίνει ὁ
30συλλογισμός, καὶ πῶς ἐρωτητέον καὶ τίς ἡ τάξις τῶν ἐρω‐ τημάτων, ἔτι δὲ πρὸς τί χρήσιμοι πάντες εἰσὶν οἱ τοιοῦτοι λό‐ γοι, καὶ περὶ ἀποκρίσεως ἁπλῶς τε πάσης καὶ πῶς λυ‐ τέον τοὺς λόγους καὶ τοὺς συλλογισμούς, εἰρήσθω περὶ ἁπάν‐ των ἡμῖν ταῦτα. λοιπὸν δὲ περὶ τῆς ἐξ ἀρχῆς προθέσεως
35ἀναμνήσασιν εἰπεῖν τι βραχὺ περὶ αὐτῆς καὶ τέλος ἐπιθεῖ‐ ναι τοῖς εἰρημένοις. Προειλόμεθα μὲν οὖν εὑρεῖν δύναμίν τινα συλλογιστικὴν περὶ τοῦ προβληθέντος ἐκ τῶν ὑπαρχόντων ὡς ἐνδοξοτάτων· τοῦτο γὰρ ἔργον ἐστὶ τῆς διαλεκτικῆς καθ’ αὑτὴν καὶ τῆς
SE
.

183b

πειραστικῆς. ἐπεὶ δὲ προκατασκευαστέον πρὸς αὐτὴν διὰ
τὴν τῆς σοφιστικῆς γειτνίασιν, ὥστ’ οὐ μόνον πεῖραν δύνασθαι λαβεῖν διαλεκτικῶς ἀλλὰ καὶ ὡς εἰδώς, διὰ τοῦτο οὐ μόνον τὸ λεχθὲν ἔργον ὑπεθέμεθα τῆς πραγματείας, τὸ λόγον
5δύνασθαι λαβεῖν, ἀλλὰ καὶ ὅπως λόγον ὑπέχοντες φυλά‐ ξομεν τὴν θέσιν ὡς δι’ ἐνδοξοτάτων ὁμοτρόπως. τὴν δ’ αἰ‐ τίαν εἰρήκαμεν τούτου, ἐπεὶ καὶ διὰ τοῦτο Σωκράτης ἠρώτα ἀλλ’ οὐκ ἀπεκρίνετο· ὡμολόγει γὰρ οὐκ εἰδέναι. δεδήλωται δ’ ἐν τοῖς πρότερον καὶ πρὸς πόσα καὶ ἐκ πόσων τοῦτο ἔσται,
10καὶ πόθεν εὐπορήσομεν τούτων, ἔτι δὲ πῶς ἐρωτητέον καὶ τα‐ κτέον τὴν ἐρώτησιν πᾶσαν, καὶ περί τε ἀποκρίσεων καὶ λύ‐ σεων τῶν πρὸς τοὺς συλλογισμούς. δεδήλωται δὲ καὶ περὶ τῶν ἄλλων ὅσα τῆς αὐτῆς μεθόδου τῶν λόγων ἐστίν. πρὸς δὲ τούτοις περὶ τῶν παραλογισμῶν διεληλύθαμεν, ὥσπερ εἰ‐
15ρήκαμεν ἤδη πρότερον. ὅτι μὲν οὖν ἔχει τέλος ἱκανῶς ἃ προειλόμεθα, φανερόν· δεῖ δ’ ἡμᾶς μὴ λεληθέναι τὸ συμ‐ βεβηκὸς περὶ ταύτην τὴν πραγματείαν. τῶν γὰρ εὑρι‐ σκομένων ἁπάντων τὰ μὲν παρ’ ἑτέρων ληφθέντα πρότερον πεπονημένα κατὰ μέρος ἐπιδέδωκεν ὑπὸ τῶν παραλαβόντων
20ὕστερον, τὰ δ’ ἐξ ὑπαρχῆς εὑρισκόμενα μικρὰν τὸ πρῶτον ἐπίδοσιν λαμβάνειν εἴωθε, χρησιμωτέραν μέντοι πολλῷ τῆς ὕστερον ἐκ τούτων αὐξήσεως· μέγιστον γὰρ ἴσως ἀρχὴ παν‐ τός, ὥσπερ λέγεται. διὸ καὶ χαλεπώτατον· ὅσῳ γὰρ κρά‐ τιστον τῇ δυνάμει, τοσούτῳ μικρότατον ὂν τῷ μεγέθει χα‐
25λεπώτατόν ἐστιν ὀφθῆναι. ταύτης δ’ εὑρημένης ῥᾷον τὸ προσ‐ τιθέναι καὶ συναύξειν τὸ λοιπόν ἐστιν· ὅπερ καὶ περὶ τοὺς ῥη‐
τορικοὺς λόγους συμβέβηκε, σχεδὸν δὲ καὶ περὶ τὰς ἄλλας ἁπάσας τέχνας. οἱ μὲν γὰρ τὰς ἀρχὰς εὑρόντες παντελῶς ἐπὶ μικρόν τι προήγαγον· οἱ δὲ νῦν εὐδοκιμοῦντες, παρα‐
30λαβόντες παρὰ πολλῶν οἷον ἐκ διαδοχῆς κατὰ μέρος προ‐ αγαγόντων, οὕτως ηὐξήκασι, Τεισίας μὲν μετὰ τοὺς πρώτους, Θρασύμαχος δὲ μετὰ Τεισίαν, Θεόδωρος δὲ μετὰ τοῦτον, καὶ πολλοὶ πολλὰ συνενηνόχασι μέρη· διόπερ οὐδὲν θαυ‐ μαστὸν ἔχειν τι πλῆθος τὴν τέχνην. ταύτης δὲ τῆς πρα‐
35γματείας οὐ τὸ μὲν ἦν τὸ δ’ οὐκ ἦν προεξειργασμένον, ἀλλ’ οὐδὲν παντελῶς ὑπῆρχεν. καὶ γὰρ τῶν περὶ τοὺς ἐριστικοὺς λόγους μισθαρνούντων ὁμοία τις ἦν ἡ παίδευσις τῇ Γοργίου πραγματείᾳ· λόγους γὰρ οἱ μὲν ῥητορικοὺς οἱ δὲ ἐρωτητικοὺς ἐδίδοσαν ἐκμανθάνειν, εἰς οὓς πλειστάκις ἐμπίπτειν ᾠήθησαν
SE
.

184a

ἑκάτεροι τοὺς ἀλλήλων λόγους. διόπερ ταχεῖα μὲν ἄτεχνος δ’ ἦν ἡ διδασκαλία τοῖς μανθάνουσι παρ’ αὐτῶν· οὐ γὰρ τέχνην ἀλλὰ τὰ ἀπὸ τῆς τέχνης διδόντες παιδεύειν ὑπ‐ ελάμβανον, ὥσπερ ἂν εἴ τις, ἐπιστήμην φάσκων παραδώσειν
5ἐπὶ τὸ μηδὲν πονεῖν τοὺς πόδας, εἶτα σκυτοτομικὴν μὲν μὴ διδάσκοι μηδ’ ὅθεν δυνήσεται πορίζεσθαι τὰ τοιαῦτα, δοίη δὲ πολλὰ γένη παντοδαπῶν ὑποδημάτων· οὗτος γὰρ βε‐ βοήθηκε μὲν πρὸς τὴν χρείαν, τέχνην δ’ οὐ παρέδωκεν. καὶ περὶ μὲν τῶν ῥητορικῶν ὑπῆρχε πολλὰ καὶ παλαιὰ τὰ
SE
.

184b

λεγόμενα, περὶ δὲ τοῦ συλλογίζεσθαι παντελῶς οὐδὲν εἴχο‐
μεν πρότερον λέγειν ἢ τριβῇ ζητοῦντες πολὺν χρόνον ἐπονοῦμεν. εἰ δὲ φαίνεται θεασαμένοις ὑμῖν, ὡς ἐκ τοιούτων ἐξ ἀρχῆς ὑπαρχόντων, ἔχειν ἡ μέθοδος ἱκανῶς παρὰ
5τὰς ἄλλας πραγματείας τὰς ἐκ παραδόσεως ηὐξημένας, λοιπὸν ἂν εἴη πάντων ὑμῶν [ἢ] τῶν ἠκροαμένων ἔργον τοῖς μὲν παραλελειμμένοις τῆς μεθόδου συγγνώμην τοῖς δ’ εὑ‐
ρημένοις πολλὴν ἔχειν χάριν.