TLG 0086 036 :: ARISTOTELES et CORPUS ARISTOTELICUM :: Problemata

ARISTOTELES et CORPUS ARISTOTELICUM Phil.
(Stagirites Pellaeus Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN ARISTOTELEM (5015)

Problemata

Source: Bekker, I. (ed.), Aristotelis opera, vol. 2. Berlin: Reimer, 1831 (repr. Berlin: De Gruyter, 1960): 859a1–967b27.

Citation: Bekker page — (line)

Prob
.

859a

(t)

ΠΡΟΒΛΗΜΑΤΑ.
1
Α. ΟΣΑ ΙΑΤΡΙΚΑ. Διὰ τί αἱ μεγάλαι ὑπερβολαὶ νοσώδεις; ἢ ὅτι ὑπερβο‐ λὴν ἢ ἔλλειψιν ποιοῦσιν; τοῦτο δὲ ἦν ἡ νόσος. Διὰ τί [δὲ] τὰς νόσους ὑγιάζουσιν πολλάκις, ὅταν
5πολὺ ἐκστῇ τις; καὶ ἐνίων ἰατρῶν τοιαύτη ἡ τέχνη· ὑπερ‐ βολαῖς γὰρ ἰῶνται οἴνου ἢ ὕδατος ἢ ἅλμης ἢ σίτου ἢ λιμοῦ. ἢ ὅτι ἐναντία ἀλλήλοις τὰ τὴν νόσον ποιοῦντα· εἰς τὸ μέσον οὖν ἄγει θάτερον ἑκάτερα. Διὰ τί αἱ τῶν ὡρῶν μεταβολαὶ καὶ πνεύματα ἐπι‐
10τείνουσιν ἢ παύουσι καὶ κρίνουσι τὰς νόσους καὶ ποιοῦσιν; ἢ ὅτι θερμαὶ καὶ ψυχραί εἰσι καὶ ὑγραὶ καὶ ξηραί, αἱ δὲ νόσοι τούτων εἰσὶν ὑπερβολαί, ἡ δὲ ὑγεία ἰσότης. ἐὰν οὖν δι’ ὑγρό‐ τητα καὶ ψύξιν, ἡ ἐναντία ὥρα παύει· ἐὰν δὲ ἐναντία ὥρα ἔχηται, ἡ ὁμοία κρᾶσις ἐπιγενομένη ἐπέτεινε καὶ ἀνεῖλεν.
15διὰ ταῦτα δὲ καὶ νοσίζουσι τοὺς ὑγιαίνοντας, ὅτι μεταβάλ‐ λουσαι λύουσι τὴν κρᾶσιν· ἅμα γὰρ ταῖς οἰκείαις ὥραις καὶ ἡλικίαις καὶ τόποις αὐξάνεται. διὸ δεῖ ἐν ταῖς μεταβολαῖς μάλιστα διακυβερνᾶν. ὃ δὲ καθόλου περὶ τῶν ὡρῶν εἴρηται, καὶ κατὰ μέρος τὸ αὐτὸ αἴτιον. αἱ γὰρ τῶν πνευμάτων
20μεταβολαὶ καὶ τῶν ἡλικιῶν καὶ τόπων ὥρας τινός εἰσι με‐ ταβολαί. διὸ καὶ ταῦτα ἐπιτείνει καὶ παύει καὶ κρίνει καὶ ποιεῖ, ὥσπερ αἱ ὧραι, καὶ ἐπιτολαὶ τῶν ἄστρων, ὥσπερ Ὠρίων καὶ Ἀρκτοῦρος καὶ Πλειὰς καὶ Κύων, ὥσπερ πνευ‐ μάτων καὶ ὑδάτων καὶ εὐδιῶν καὶ χειμώνων καὶ ἀλέας.
25 Διὰ τί ἐν ταῖς μεταβολαῖς τῶν ὡρῶν ἐμέτοις οὐ δεῖ χρῆσθαι; ἢ ἵνα μὴ γένηται συντάραξις διαφόρων γινομέ‐
νων τῶν περιττωμάτων διὰ τὰς μεταβολάς.Column end
Prob
.

859b

Διὰ τί καὶ οἱ κιβδηλιῶντες καὶ ὑπὸ λιμοῦ τοὺς πόδας οἰδοῦσιν; ἢ διὰ τὴν σύντηξιν ἀμφότεροι; συντήκονται δὲ οἱ μὲν διὰ λιμὸν διὰ τὸ ὅλως μὴ λαμβάνειν τροφήν, οἱ δὲ κιβδη‐ λιῶντες διὰ τὸ μηδὲν ἀπολαύειν ἧς λαμβάνουσι τροφῆς.
5 Διὰ τί τῶν ἀπὸ χολῆς νοσημάτων ἐν τῷ θέρει (πυρέτ‐ τουσι γὰρ μάλιστα ἐν τῷ θέρει) τὰ ὀξέα ἀπὸ χολῆς ὄντα ἐν τῷ χειμῶνι γίνεται μᾶλλον; ἢ ὅτι μετὰ πυρετοῦ ὄντα ὀξέα ἐστὶ διὰ τὸ βίαια εἶναι, ἡ δὲ βία παρὰ φύσιν. ὑγραινομέ‐ νων γάρ τινων τόπων θερμὴ φλεγμασία γίνεται· ἡ δὲ
10φλεγμασία ὑπερβολὴ θερμότητος οὖσα ποιεῖ τοὺς πυρετούς. ἐν μὲν οὖν τῷ θέρει ξηραὶ καὶ θερμαί εἰσιν αἱ νόσοι, ἐν δὲ τῷ χειμῶνι ὑγραὶ καὶ θερμαί, διὸ ὀξεῖαι· ταχέως γὰρ ἀναιροῦσιν· οὐ γὰρ θέλει πέττεσθαι διὰ τὸ πλῆθος τοῦ περιτ‐ τώματος.
15 Διὰ τί ποτε ὁ λοιμὸς μόνη τῶν νόσων μάλιστα τοὺς πλησιάζοντας τοῖς θεραπευομένοις προσαναπίμπλησιν; ἢ ὅτι μόνη τῶν νόσων κοινή ἐστιν ἅπασιν, ὥστε διὰ τοῦτο πᾶσιν ἐπι‐ φέρει τὸν λοιμόν, ὅσοι φαύλως ἔχοντες προϋπάρχουσιν. καὶ γὰρ διὰ τὸ ὑπέκκαυμα τῆς νόσου τῆς παρὰ τῶν θεραπευο‐
20μένων γινομένης ταχέως ὑπὸ τοῦ πράγματος ἁλίσκονται. Διὰ τί τοῦ χειμῶνος βορείου γενομένου, ἐὰν τὸ ἔαρ ἔπομ‐ βρον γένηται καὶ νότιον, τὸ θέρος νοσῶδες γίνεται πυρετοῖς καὶ ὀφθαλμίαις; ἢ ὅτι τά τε σώματα ἐκδέχεται τὸ θέρος πολλὴν ἔχοντα ἀλλοτρίαν ὑγρότητα, καὶ ἡ γῆ καὶ ὁ τόπος
25ἐν ᾧ ἂν οἰκῶσι, γίνεται ἔφυδρος καὶ τοιοῦτος οἷοι λέγονται οἱ ἀεὶ νοσώδεις τόποι; πρῶτον μὲν οὖν ὀφθαλμίαι γίνονται
τηκομένης τῆς περὶ τὴν κεφαλὴν περιττώσεως, ἔπειτα πυ‐
Prob
.

860a

ρετοί. δεῖ γὰρ νοῆσαι ὅτι τὸ αὐτὸ καὶ θερμότατον γίνεται καὶ ψυχρότατον, οἷον ὕδωρ καὶ λίθος ὁ μὲν ζεῖ, τὸ δὲ κάει μᾶλλον. ἔν τε οὖν ἀέρι πνίγη γίνεται θερμαινομένου τοῦ ἀέρος διὰ πάχος, καὶ ἐν τοῖς σώμασιν ὡσαύτως πνίγη καὶ καύ‐
5ματα, τὸ δὲ ἐν σώματι καῦμα πυρετός ἐστιν, ἐν δὲ ὀφθαλ‐ μοῖς ὀφθαλμίαι. ὅλως δὲ καὶ ἡ μεταβολὴ ἰσχυρὰ οὖσα τὰ σώματα φθείρει, ὅταν τοῦ ἔαρος ὑγροῦ ὄντος εὐθὺς ἐπιλαμ‐ βάνῃ τὸ θέρος θερμὸν ὂν καὶ ξηρόν. ἔτι δὲ χαλεπώτερον, ἐὰν καὶ τὸ θέρος ἔπομβρον γένηται. ἔχει γὰρ ὁ ἥλιος ὕλην
10ἣν ποιήσει ζεῖν καὶ ἐν τοῖς σώμασι καὶ ἐν τῇ γῇ καὶ ἀέρι· διὸ γίνονται πυρετοὶ καὶ ὀφθαλμίαι. Διὰ τί, ἐὰν ὁ χειμὼν νότιος γένηται καὶ ἔπομβρος, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, νοσῶδες γίνεται καὶ τὸ ἔαρ καὶ τὸ θέρος; ἢ ὅτι ἐν μὲν τῷ χειμῶνι διὰ τὴν ἁλέαν καὶ
15ὑγρότητα ὁμοίως τὰ σώματα διάκειται τῇ ὥρᾳ; ὑγρὰ γὰρ ἀνάγκη εἶναι καὶ οὐ συνεστηκότα. οὕτω δὲ ἐχόντων, τὸ ἔαρ ψυχρὸν ὂν ἔπηξε καὶ ἐσκλήρυνεν αὐτὰ διὰ τὸν αὐχμόν, ὥστε ταῖς μὲν κυούσαις ὁ τόκος ὁ ἐαρινὸς εἰς ἐκτρώσεις γίνε‐ ται διὰ τὴν θερμασίαν καὶ τὸν σφακελισμὸν τὸν γινόμενον
20ὑπὸ τῆς ξηρᾶς ψυχρότητος, ἅτε οὐκ ἐκκρινομένης τῆς ὑγρό‐ τητος, τὰ δὲ κυόμενα παιδία ἀσθενῆ γίνεται καὶ πηρὰ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους· συμβέβηκε γὰρ τότε γεννώμενα [ἐν εὐδίᾳ] καὶ συστῆναι καὶ τραφῆναι ἐν τῇ τεκούσῃ. τοῖς δὲ ἄλλοις, ἅτε ἐν τῷ ἔαρι οὐκ ἀποκαθαρθέντος τοῦ φλέγματος
25τὴν ὑπερβολήν, ὃ συμβαίνει ὅταν ἀλεεινὸν γένηται, ἀλλὰ διὰ ψῦχος συστάντος, ὅταν ἐπιλάβῃ τὸ θέρος καὶ ἡ ἀλέα τήκουσα βίᾳ, τοῖς μὲν χολώδεσι καὶ ξηροῖς, διὰ τὸ μὴ διερὰ εἶναι τὰ σώματα αὐτοῖς ἀλλὰ τὴν φύσιν αὖον ἔχειν, γί‐ νονται μὲν ὑγρότητες, αὗται δὲ λεπταί, ὥστε ὀφθαλμίαις
30ξηραῖς ἁλίσκονται, οἱ δὲ φλεγματώδεις βράγχοις καὶ εἰς τὸν πνεύμονα κατάρροις. ταῖς γυναιξὶ δὲ δυσεντερίαι γίνον‐ ται διὰ τὴν ὑγρότητα καὶ ψυχρότητα τῆς φύσεως, τοῖς δὲ γεραιτέροις ἀποπληξίαι, ὅταν ἀθρόον λυθὲν ὑγρὸν ἐπιπέσῃ καὶ δι’ ἀσθένειαν τοῦ συμφύτου θερμοῦ παγῇ.
35 Διὰ τί, ἐὰν μὲν τὸ θέρος αὐχμηρὸν γένηται καὶ βό‐ ρειον, τὸ δὲ μετόπωρον ἐναντίον, ὑγρὸν καὶ νότιον, ἐν τῷ
χειμῶνι κεφαλαλγίαι τε γίνονται καὶ βράγχοι καὶ βῆ‐Column end
Prob
.

860b

χες, καὶ τελευτῶσιν εἰς φθίσεις; ἢ ὅτι λαμβάνει ὕλην πολλὴν ὁ χειμών, ὥστ’ αὐτῷ ἔργον ἐστὶ πῆξαι τὴν ὑγρό‐ τητα καὶ φλέγμα ποιῆσαι; ἐν μὲν οὖν ταῖς κεφαλαῖς ὅταν ὑγρασία γένηται, βάρη ποιεῖ, ἐὰν δὲ ᾖ πολλὴ καὶ
5ψυχρά, σφακελισμούς· ἐὰν δὲ διὰ πλῆθος μὴ πήξῃ, ῥεῖ εἰς τὸν ἐχόμενον τόπον, ὅθεν αἱ βῆχες καὶ οἱ βράγχοι καὶ αἱ φθόαι γίνονται. Διὰ τί, ἐὰν βόρειον γένηται τὸ θέρος καὶ αὐχμῶδες, καὶ τὸ μετόπωρον, συμφέρει τοῖς φλεγματώδεσι καὶ ταῖς
10γυναιξίν; ἢ ὅτι ἡ φύσις ἐπὶ θάτερα ἀμφοῖν ὑπερβάλλει, ὥστε εἰς τοὐναντίον ἡ ὥρα ἑλκύσασα καθίστησιν εἰς τὴν εὐκρασίαν· καὶ παραχρῆμά τε ὑγιαίνουσιν, ἐὰν μή τι δι’ ἑαυτοὺς ἁμαρτάνωσι, καὶ εἰς τὸν χειμῶνα οὐχ ὑγροὶ ἀφι‐ κνοῦνται, ἔχοντες ὑπεκκαύματα τῷ ψύχει.
15 Διὰ τί τοῖς χολώδεσι νοσῶδές ἐστι τὸ βόρειον καὶ αὐχμῶδες θέρος καὶ μετόπωρον; ἢ ὅτι ἐπὶ ταὐτὸ ῥέπει αὐτοῖς τὸ σῶμα καὶ αἱ ὧραι, ὥστε ὥσπερ πῦρ ἐπὶ πυρὶ γίνεται. ξηραινομένων γὰρ τῶν σωμάτων, καὶ τοῦ γλυκυ‐ τάτου μὲν ἐξικμαζομένου ἐξ αὐτῶν, ὑπερθερμαινομένων δὲ
20λίαν, ἀνάγκη διὰ μὲν τὰς συντήξεις ὀφθαλμίας ξηρὰς γί‐ νεσθαι, διὰ δὲ τὸ χολῶδες τοὺς ὑπολειπομένους εἶναι χυμούς, ὑπερθερμαινομένων δὲ καὶ τούτων πυρετοὺς ὀξεῖς γίνεσθαι ἅτε ὑπ’ ἀκράτου τῆς χολῆς, ἐνίοις δὲ μανίας, οἷς ἂν μέ‐ λαινα χολὴ φύσει ἐνῇ· αὕτη γὰρ ἐπιπολάζει ἀναξηραι‐
25νομένων τῶν ἐναντίων χυμῶν. Διὰ τί τὸ τὰ ὕδατα μεταβάλλειν νοσῶδές φασιν εἶναι, τὸ δὲ τὸν ἀέρα οὔ; ἢ ὅτι τοῦτο γίνεται τροφή, καὶ ἔχοντες καὶ ἀπολελαυκότες τοῦ ὕδατος ἀπέρχονται, τοῦ δὲ ἀέρος οὐδέν; ἔτι ὕδατος μὲν πολλὰ εἴδη ἐστὶ καὶ διάφορα
30καθ’ αὑτά, ἀέρος δὲ οὔ, ὥστε καὶ τοῦτο αἴτιον. ἐν μὲν γὰρ τῷ ἀέρι σχεδὸν τῷ αὐτῷ συμβαίνει διατελεῖν καὶ ἀπο‐ δημοῦντας, ἐν δὲ ὕδασιν ἄλλοις· διὸ καλῶς δοκεῖ νοσώδης ἡ τοῦ ὕδατος μεταβολὴ εἶναι. Διὰ τί μᾶλλον ἡ τοῦ ὕδατος ἢ ἡ τῶν σιτίων μετα‐
35βολὴ νοσώδης; ἢ ὅτι πλεῖστον ἀναλίσκομεν τὸ ὕδωρ; ἔν τε γὰρ τοῖς σιτίοις ὑπάρχει καὶ ὄψοις, καὶ ἐν τῷ πόματι τὸ
πλεῖστον ὕδωρ.
Prob
.

861a

Διὰ τί ἡ μεταβολὴ νοσώδης; ἢ ὅτι πᾶσα μὲν ἡ με‐ ταβολὴ καὶ ὥρας καὶ ἡλικίας εὐκίνητον. εὐκίνητα γὰρ τὰ ἄκρα, οἷον καὶ αἱ ἀρχαὶ καὶ αἱ τελευταί. ὥστε καὶ αἱ τροφαὶ ἕτεραι οὖσαι ἀλλήλας φθείρουσιν· αἱ μὲν γὰρ ἄρτι,
5αἱ δὲ οὔπω προσπεφύκασιν. ἔτι δὲ ὥσπερ ἡ ποικίλη τροφὴ νοσώδης (ταραχώδης γὰρ καὶ οὐ μία πέψις), οὕτω συμβαίνει μεταβάλλουσι τὸ ὕδωρ ποικίλῃ πόματος χρῆσθαι τῇ τροφῇ· καὶ ἡ τοιαύτη τροφὴ κυριωτέρα τῆς ξηρᾶς ἐστὶ τῷ πλεῖστον εἶναι καὶ ἐξ αὐτῶν τῶν σιτίων τὸ ὑγρὸν γίνεσθαι τροφήν.
10 Διὰ τί ἡ τῶν ὑδάτων μεταβολὴ τοῖς ἔχουσι φθεῖρας ποιεῖ πολλοὺς ἔχειν; ἢ ὅτι ἀπεψία γινομένη τοῦ ὑγροῦ διὰ τὴν ταραχήν, ἣ γίνεται διὰ τὴν ποικιλίαν τοῦ ὕδατος πυκνὰ μεταβάλλουσιν, ὑγρότητα ἐμποιεῖ, καὶ μάλιστα ἐν τῷ ἐπι‐ τηδείως ὑπάρχοντι τόπῳ; ὁ δὲ ἐγκέφαλος ὑγρός· διὸ καὶ
15ἡ κεφαλὴ ἀεὶ μάλιστα. δηλοῖ δέ, ὅτι αἱ τρίχες ἔνεισι μά‐ λιστα ἐν αὐτῇ. ἡ δὲ τοῦ τόπου τούτου ὑγρότης φθειρῶν ποιη‐ τική. δηλοῖ δὲ ἐπὶ τῶν παίδων· ὑγροκέφαλοί τε γάρ εἰσι, καὶ πολλάκις ἢ κορυζῶσιν ἢ αἷμα ποιεῖ ῥεῖν, καὶ φθεῖρας πλείους οἱ ἐν ταύτῃ τῇ ἡλικίᾳ ἔχουσιν.
20 Διὰ τί ἀπὸ Πλειάδος μέχρι ζεφύρου οἱ τὰς μακρὰς νόσους κάμνοντες μάλιστα ἀναιροῦνται, καὶ οἱ γέροντες μᾶλ‐ λον τῶν νέων; πότερον ὅτι δύο ἐστὶ τὰ φθαρτικώτατα, ὑπερβολή τε καὶ ψῦχος; τὸ γὰρ ζῆν θερμόν, ἡ δὲ ὥρα αὕτη ἄμφω ταῦτ’ ἔχει· ψυχρά τε γάρ ἐστι, καὶ ἀκμαιό‐
25τατος ὁ χειμών· τὸ λοιπὸν γὰρ ἔαρ ἐστίν. ἢ ὅτι ὁμοίως μὲν διάκεινται τοῖς γέρουσι τῶν καμνόντων οἱ τὰς μακρὰς κάμνοντες ἀσθενείας; οἷον γὰρ ἤδη γῆρας ἡ μακρὰ ἀσθέ‐ νεια συμβαίνει· τὸ γὰρ σῶμα ἀμφοῖν ξηρὸν καὶ ψυχρόν ἐστι, τῶν μὲν δι’ ἡλικίαν, τῶν δὲ διὰ νόσον. ὁ δὲ χειμὼν
30καὶ οἱ πάγοι ὑπερβολή ἐστι ψυχρότητος καὶ ξηρότητος. μικρᾶς οὖν δεομένοις αὐτοῖς ῥοπῆς γίνεται οἷον πῦρ ἐπὶ πυρὶ ὁ χειμών, καὶ φθείρει διὰ ταῦτα. Διὰ τί ἐν τοῖς ἑλώδεσι τὰ μὲν ἐν τῇ κεφαλῇ ἕλκη ταχὺ ὑγιάζεται, τὰ δὲ ἐν ταῖς κνήμαις μόλις; ἢ ὅτι
35βαρεῖα ἡ ὑγρότης διὰ τὸ γεώδης εἶναι, τὰ δὲ βαρέα εἰς τὸ κάτω ἀποχωρεῖ; τὰ μὲν οὖν ἄνω ἔκκριτα διὰ τὸ ἀπο‐ κεχωρηκέναι εἰς τὰ κάτω, τὰ δὲ κάτω πολλῆς γέμει
περιττώσεως καὶ εὐσήπτου.Column end
Prob
.

861b

Διὰ τί, ἐὰν τοῦ χειμῶνος γενομένου βορείου καὶ τοῦ ἔαρος νοτίου καὶ ἐπόμβρου τὸ θέρος λίαν αὐχμηρὸν γένηται, θανατῶδες γίνεται τὸ μετόπωρον πᾶσι, μάλιστα δὲ τοῖς παιδίοις, καὶ τοῖς ἄλλοις δὲ δυσεντερίαι καὶ τεταρταῖοι
5χρόνιοι γίνονται ἐν αὐτῷ; ἢ ὅτι μετρίου μὲν ἐπιγενομένου ὕδατος θερινοῦ καταψυχθὲν τὸ ζέον ὑγρὸν ἐν ἡμῖν λωφᾷ, ὅσον ἠθροίσθη ἐν τῷ ἦρι γενομένῳ [τῷ] ὑγρῷ; εἰ δὲ μή, τὰ μὲν παιδία διὰ τὸ ὑγρὰ εἶναι φύσει καὶ θερμὰ ὑπερζεῖ τῷ πάθει, διὰ τὸ μὴ καταψυχθῆναι. ὅσα δὲ μὴ τοῦ θέ‐
10ρους, τοῦ μετοπώρου ὅσον ἐκζεῖ. αἱ δὲ περιττώσεις ἐὰν μὴ εὐθὺς ἀνέλωσι, περὶ πνεύμονα καὶ ἀρτηρίαν γινόμεναι—ἄνω γὰρ πρῶται συνίστανται διὰ τὸ ὑπὸ τοῦ ἀέρος ἡμᾶς θερ‐ μαίνεσθαι· διὰ γὰρ ταῦτα καὶ ὀφθαλμίαι πυρετῶν πρό‐ τερον γίνονται ἐν τῷ νοσερῷ θέρει. ἐὰν οὖν μὴ ἐν τοῖς ἄνω,
15καθάπερ εἴρηται, τὰ περιττώματα εὐθὺς ἀνέλῃ, καταβαί‐ νουσιν εἰς τὰς κοιλίας ἄπεπτα ὄντα, τοῦτο δέ ἐστι δυσεντε‐ ρία, διὰ τὸ μὴ ἐκκρίνεσθαι ὑπὸ πλήθους τὸ ὑγρόν. καὶ ἐὰν παύσωνται, τεταρταῖοι γίνονται τοῖς σωζομένοις· ἡ γὰρ τοῦ ἀπέπτου ὑπόστασις μονιμωτάτη ἐστὶ καὶ σύντονος γίνεται
20τῷ σώματι, καθάπερ ἡ μέλαινα χολή. Διὰ τί, ἐὰν τὸ θέρος ἔπομβρον γένηται καὶ νότιον, καὶ τὸ μετόπωρον, ὁ χειμὼν νοσερὸς γίνεται; ἢ ὅτι σφόδρα ὑγρὰ τὰ σώματα ὁ χειμὼν λαμβάνει, καὶ ἡ μεταβολὴ ἔτι μεγάλη γίνεται ἐξ ἀλέας πολλῆς καὶ οὐκ ἐκ προσ‐
25αγωγῆς, διὰ τὸ καὶ τὸ μετόπωρον γίνεσθαι ἀλεεινόν, ὥστε τοῖς μὲν γίνεσθαι ἀνάγκη τὰ ὀξέα νοσήματα, μὴ ἀραιοῖς οὖσι· τοῖς γὰρ τοιούτοις ἄνω μᾶλλον τὰ ὑγρὰ περιττώματα ἀθροίζεται, διὰ τὸ τούτους μὲν τοὺς τόπους ἔχειν χώραν, τοὺς δὲ κάτω ἑτέρους εἶναι. οἱ οὖν ὄντες πυκνόσαρκοι οὐ πολλὰ
30περιττώματα δέχονται. ψυχομένης οὖν τῆς περιττώσεως τῆς ἐν τοῖς ἄνω μέρεσι τοῦ σώματος, ὥσπερ τοῖς οἰνω‐ μένοις ὅταν ῥιγῶσι, τὰ εἰρημένα νοσήματα συμβαίνει γί‐ νεσθαι. τοῖς δὲ ἀραιοτέροις πυρετῶν γινομένων, τοὺς ἀπὸ πλείστης ἀπεψίας γινομένους πυρετοὺς καύσους συμβαίνει γί‐
35νεσθαι, διὰ τὸ τοῖς τοιούτοις ἐσκεδάσθαι μὲν μᾶλλον κατὰ πᾶν τὸ σῶμα τὰ ὑγρὰ ἢ τοῖς πυκνοσάρκοις, συνισταμένης δὲ τῆς σαρκὸς αὐτῶν ὑπὸ τοῦ χειμῶνος θερμαινόμενα τὰ
ὑγρὰ πυρετοὺς ποιεῖν. ἡ γὰρ παντὸς τοῦ σώματος ὑπερ‐
Prob
.

862a

βάλλουσα θερμότης ἐστὶ πυρετός· ἐπιτεινομένη δὲ διὰ τὸ πλῆθος τῆς ἐνυπαρχούσης αὐτοῖς ὑγρότητος καῦσος γί‐ νεται. Διὰ τί, ὅταν ἐκ γῆς ἀτμὸς ἀνίῃ πολὺς ὑπὸ τοῦ ἡλίου,
5τὸ ἔτος λοιμῶδες γίνεται; ἢ ὅτι ὑγρὸν ἀνάγκη καὶ ἔπομ‐ βρον τὸ ἔτος σημαίνειν, καὶ τὴν γῆν ὑγρὰν ἀνάγκη εἶναι; οἷον οὖν ἐν ἑλώδει τόπῳ ἡ οἴκησις γίνεται. νοσώδης δὲ ἡ τοιαύτη ἐστίν. καὶ τὰ σώματα δὴ τότε ἀνάγκη περίττωμα πολὺ ἔχειν, ὥστε ἐν τῷ θέρει ἔχειν ὕλην νοσώδη.
10 Διὰ τί γίνεται τὰ ἔτη νοσώδη, ὅταν γένηται φορὰ τῶν μικρῶν βατράχων τῶν φρυνοειδῶν; ἢ ὅτι ἕκαστον εὐ‐ σθενεῖ ἐν τῇ οἰκείᾳ χώρᾳ τῆς φύσεως; καὶ ταῦτα δὴ φύ‐ σει ἐστὶν ὑγρά, ὥστε ἔπομβρον καὶ ὑγρὸν σημαίνει τὸν ἐνιαυτὸν γίνεσθαι. τὰ δὲ τοιαῦτα ἔτη νοσώδη ἐστίν· ὑγρὰ
15γὰρ τὰ σώματα ὄντα πολὺ ἔχει τὸ περίττωμα, ὅ ἐστι τῶν νόσων αἴτιον. Διὰ τί οἱ νότοι οἱ ξηροὶ καὶ μὴ ὑδατώδεις πυρετώδεις εἰσίν; ἢ ὅτι ὑγρότητα καὶ θέρμην ἀλλοτρίαν ποιοῦσιν; εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει. τοῦτο δ’ ἐστὶ πυρετῶδες· ὁ
20γὰρ πυρετὸς ἐξ ἀμφοτέρας τῆς τούτων ἐστὶν ὑπερβολῆς. ὅταν μὲν οὖν ἄνευ ὕδατος πνέωσι, ταύτην ἐν ἡμῖν ποιοῦσι τὴν διάθεσιν, ὅταν δὲ ἅμα ὕδατι, τὸ ὕδωρ καταψύχει ἡμᾶς. οἱ δὲ ἐκ θαλάττης νότοι καὶ συμφέρουσι τοῖς φυ‐ τοῖς· ἐψυγμένοι γὰρ ἀπὸ τῆς θαλάττης ἀφικνοῦνται πρὸς
25αὐτά. αἱ δ’ ἐρυσίβαι γίνονται ὑπὸ ὑγρότητος καὶ θέρμης ἀλλοτρίας. Διὰ τί ἐν τοῖς νότοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώ‐ τερον οἱ ἄνθρωποι; ἢ ὅτι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται, διατηκόμενον διὰ τὴν ἀλέαν, καὶ ἐκ πνεύματος κούφου
30ὑγρὸν βαρύ; ἔτι δὲ ἡ δύναμις ἡμῶν ἐν τοῖς ἄρθροις ἐστί, ταῦτα δὲ ἀνίεται ὑπὸ τῶν νοτίων. δηλοῦσι δὲ οἱ ψόφοι τῶν κεκολλημένων. τὸ γὰρ γλίσχρον ἐν τοῖς ἄρθροις πεπηγὸς μὲν κινεῖσθαι κωλύει ἡμᾶς, ὑγρὸν δὲ λίαν ὂν συντείνεσθαι. Διὰ τί ἀρρωστοῦσι μὲν μᾶλλον τοῦ θέρους, ἀποθνήσκουσι
35δὲ μᾶλλον οἱ ἀρρωστοῦντες τοῦ χειμῶνος; ἢ ὅτι τοῦ χειμῶνος διὰ τὴν πυκνότητα ἐντὸς τῶν σωμάτων συνεσταλμένου τοῦ θερμοῦ, καὶ πονοῦντες μᾶλλον, εἰ μὴ πέττοιμεν, τῶν ἐν ἡμῖν
συνισταμένων περιττωμάτων, ἰσχυρὰν ἀνάγκη τὴν ἀρχὴνColumn end
Prob
.

862b

εἶναι τῆς νόσου; τοιαύτην δὲ οὖσαν φθαρτικὴν εἰκός ἐστιν αὐτὴν εἶναι. ἐν δὲ τῷ θέρει, μανοῦ καὶ κατεψυγμένου παν‐ τὸς τοῦ σώματος καὶ ἐκλελυμένου πρὸς τοὺς πόνους ὄντος, ἀρχὰς νόσων ἀνάγκη πλείους μὲν γίνεσθαι διά τε κόπους
5καὶ ἀπεψίαν τῶν εἰσφερομένων (καὶ γὰρ οἱ νέοι καρποὶ τότε εἰσίν), ἀλλ’ οὐχ οὕτως ἰσχυράς, διὸ εὐβοήθητοι. Διὰ τί μετὰ τὰς τροπὰς ἀμφοτέρας μέχρι ἑκατὸν ἡμερῶν ἀποθνήσκουσι μάλιστα; ἢ ὅτι ἄχρι τοσούτου ἑκατέρα ἡ ὑπερβολὴ διέχει, ἥ τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ; ἡ δὲ ὑπερ‐
10βολὴ τοῖς ἀσθενέσι ποιεῖ τὰς νόσους καὶ τὰς φθοράς. Διὰ τί τὸ ἔαρ καὶ τὸ φθινόπωρον νοσώδη; ἢ ὅτι αἱ μεταβολαὶ νοσώδεις; τὸ δὲ μετόπωρον τοῦ ἔαρος νοσωδέστε‐ ρον, ὅτι μᾶλλον τοῦ θερμοῦ ψυχομένου ἢ τοῦ ψυχροῦ θερμαι‐ νομένου νοσοῦμεν. ἐν μὲν οὖν τῷ ἔαρι τὸ ψυχρὸν θερμαίνεται,
15ἐν δὲ τῷ μετοπώρῳ τὸ θερμὸν ψύχεται. Διὰ τί ἐν τῷ χειμῶνι ἐλάττω μὲν τὰ ἀρρωστήματα ἢ ἐν τῷ θέρει, θανάσιμα δὲ μᾶλλον; ἢ ὅτι ἐν μὲν τῷ θέ‐ ρει ἀπὸ μικρᾶς προφάσεως τὰ ἀρρωστήματα, ἐν δὲ τῷ χειμῶνι οὔ; πεπτικώτεροι γὰρ καὶ ὑγιεινότεροι ἡμῶν αὐτῶν,
20ὥστε εἰκότως τὰ ἀπὸ μείζονος προφάσεως γινόμενα μείζω καὶ ἀναιρετικώτερα. ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν ἀθλητῶν καὶ ὅλως ἐπὶ τῶν ὑγιεινῶς διακειμένων ὁρῶμεν· ἢ γὰρ οὐ λαμβάνονται νόσῳ, ἢ ταχὺ συναπίασι· μεγάλης γὰρ αἰτίας δέονται.
25 Διὰ τί τοῦ μὲν φθινοπώρου καὶ τοῦ χειμῶνος οἱ καῦσοι μᾶλλον γίνονται ἐν ταῖς ψυχραῖς ὥραις, τοῦ δὲ θέρους τὰ ῥίγη ἐνοχλεῖ καυμάτων ὄντων; ἢ ὅτι τῶν κατὰ τὸν ἄνθρω‐ πον ἡ χολὴ μέν ἐστι θερμόν, τὸ δὲ φλέγμα ψυχρόν; ἐν μὲν οὖν τῷ θέρει τὸ ψυχρὸν ἀναλύεται, καὶ διαχυθὲν ῥίγη
30καὶ τρόμους παρασκευάζει· ἐν δὲ τῷ χειμῶνι τὸ θερμὸν ὑπὸ τῆς ὥρας κρατεῖται κατεψυγμένον. οἱ δὲ καῦσοι μᾶλλον ἐνοχλοῦσι τοῦ χειμῶνος καὶ τοῦ φθινοπώρου, ὅτι διὰ τὸ ψῦχος τὸ θερμὸν εἴσω συστέλλεται, ὁ δὲ καῦσος ἔσωθέν ἐστι καὶ οὐκ ἐπιπολῆς· εἰκότως οὖν οἱ καῦσοι ταύτην τὴν ὥραν
35γίνονται. καταμάθοι δ’ ἄν τις τοῦτο ἀκριβέστερον ἐπὶ τῶν ψυχρολουτρούντων τοῦ χειμῶνος καὶ τῶν τοῦ χειμῶνος λουο‐ μένων τῷ θερμῷ, ὅτι οἱ μὲν τῷ ψυχρῷ λουόμενοι, ἀπορ‐
ριγώσαντες ὀλίγον χρόνον ἕως λούονται, τὴν λοιπὴν ἡμέραν
Prob
.

863a

οὐδὲν πάσχουσιν ὑπὸ τοῦ ψυχροῦ, οἱ δὲ τῷ θερμῷ ὕδατι χρησάμενοι δυσριγοτέρως διάγουσι. τῶν μὲν γὰρ τῷ ψυ‐ χρῷ λουομένων πυκνοῦται ἡ σὰρξ καὶ συστέλλεται εἴσω τὸ θερμόν, τῶν δὲ θερμολουτρούντων ἡ σὰρξ ἀραιοῦται καὶ τὸ
5θερμὸν ἕως τοῦ ἔξω τόπου περισπᾶται. Τίς καταπλάσματος ἀρετή; ἢ διὰ τὸ χυτικὸν εἶναι κἂν ἱδρῶτα ποιοῖ καὶ ἀποπνοήν; Τῷ δῆλον ὅταν ἔμπυον; ἢ ἐὰν καταχεομένου τοῦ θερ‐ μοῦ ἀλλαγῇ, ἔμπυον, εἰ δὲ μή, οὔ;
10 Ποῖα δεῖ καίειν ἢ ποῖα δεῖ τέμνειν; ἢ ὅσα μὲν ἔχει στόμα μέγα καὶ οὐ ταχὺ συμφύεται, ταῦτα καίειν δεῖ, ὅπως ἡ ἐσχάρα ἐκεῖ πέσῃ; οὕτω γὰρ οὐκ ἔσται ὕπουλα. Τίς ἐναίμου ἀρετή; ἢ τὸ ξηραντικὸν εἶναι καὶ τῆς ἐπιούσης περιττώσεως σταλτικὸν ἄνευ ἐσχαρώσεως καὶ σή‐
15ψεως τῆς σαρκός; οὕτω γὰρ ἂν ἀφλέγμαντον εἴη καὶ συμ‐ φυτικόν. μὴ ἐπιρρέοντος μὲν γὰρ ἀφλέγμαντον ἔσται, ξη‐ ρὸν δὲ ὂν συμφύσεται· ἕως δ’ ἂν ὑγρορροῇ, οὐ συμφύσεται. διὰ τοῦτο οὖν δριμέα τὰ πλεῖστα, ὥστε ἀποστύφειν. Ποῖα τέμνειν δεῖ καὶ ποῖα καίειν, καὶ ποῖα οὔ, ἀλλὰ
20φαρμάκοις; ἢ τὰ μὲν ἐπὶ ταῖς μασχάλαις καὶ βουβῶσι φαρμάκῳ; μετὰ γὰρ διαίρεσιν τὰ μὲν ἐπίπονα, τὰ δὲ ἐπικίνδυνα. καίειν δὲ τὰ πλατέα τῶν φυμάτων καὶ πολὺ πρόβλημα ἔχοντα, καὶ ἐν φλεβώδεσι καὶ μὴ εὐσάρκοις. τέμνειν δὲ τὰ εἰς ὀξὺ συνηγμένα καὶ τὰ μὴ ἐν στερεοῖς.
25 Διὰ τί, ἐὰν χαλκῷ τις τμηθῇ, ῥᾷον ὑγιάζεται ἢ σι‐ δήρῳ; πότερον ὅτι λειότερον, ὥσθ’ ἧττον σπαράττει καὶ ποιεῖ πληγήν; ἢ εἴπερ ἀκμὴν μᾶλλον ὁ σίδηρος λαμβάνει, ῥᾴων καὶ ἀπαθεστέρα ἡ διαίρεσις; ἀλλὰ μὴν φαρμακῶδες ὁ χαλκός, ἡ δὲ ἀρχὴ ἰσχυρά. τὸ οὖν εὐθὺς ἅμα τῇ τομῇ
30θᾶττον τὸ φάρμακον ποιεῖ τὴν σύμφυσιν. Διὰ τί δὲ καὶ τὰ διὰ χαλκοῦ καύματα θᾶττον ὑγιά‐ ζεται; ἢ ὅτι μανότερον καὶ ἧττον σωματικόν, ἐν δὲ τοῖς στερεωτέροις πλείων ἡ θερμότης. Πότερον ἡ πτισάνη κουφοτέρα ἡ κριθίνη καὶ βελτίων
35πρὸς τὰ ἀρρωστήματα ἢ ἡ πυρίνη; δοκεῖ γάρ τισιν αὕτηColumn end
Prob
.

863b

σημεῖον ποιουμένοις τοὺς μεταχειριζομένους, ὅτι πολὺ εὐ‐ χρούστεροι οἱ περὶ τὴν τῶν ἀλεύρων ἐργασίαν ἢ τὴν τῶν ἀλ‐ φίτων. εἶθ’ ὅτι ὑγροτέρα ἡ κριθή, τὸ δὲ ὑγρότερον πλέονος πέψεως. ἢ οὐθὲν κωλύει ἔνια ἔχειν δυσπεπτότερα καὶ ἔνια
5πρὸς κουφότητα χρησιμώτερα; οὐ γὰρ μόνον ὑγροτέρα ἐστὶν ἡ κριθὴ τοῦ πυροῦ, ἀλλὰ καὶ ψυχροτέρα. δεῖ δὲ τὸ ῥόφημα καὶ τὸ προσφερόμενον τοιοῦτον εἶναι τῷ πυρέττοντι, ὃ τρο‐ φήν τε βραχεῖαν ποιήσει καὶ καταψύξει. ἡ δὲ πτισάνη τοῦτο ἔχει ἡ κριθίνη· διὰ γὰρ τὸ ὑγρότερον ἢ σωματωδέστε‐
10ρον εἶναι ὀλίγον δίδωσι, καὶ τοῦτο ψυκτικόν. Διὰ τί τὴν αἱμωδίαν παύει ἡ ἀνδράχνη καὶ ἅλες; ἢ ὅτι ἡ μὲν ὑγρότητά τινα ἔχει; φανερὰ δὲ αὕτη μασω‐ μένοις τε, καὶ ἐὰν συνθλασθῇ χρόνον τινά· ἕλκεται γὰρ ἡ ὑγρότης. τὸ δὴ γλίσχρον εἰσδυόμενον ἐξάγει τὸ ὀξύ. καὶ
15γὰρ ὅτι συγγενής, ἡ ὀξύτης σημαίνει· ἔχει γάρ τινα ὀξύ‐ τητα ὁ χυμός. ὁ δὲ ἃλς συντήκων ἐξάγει καὶ τὴν ὀξύτη‐ τα. διὰ τί οὖν ἡ κονία καὶ τὸ νίτρον οὔ; ἢ ὅτι στύφει καὶ οὐ τήκει; Διὰ τί τοὺς μὲν θερινοὺς κόπους λουτρῷ ἰᾶσθαι δεῖ,
20τοὺς δὲ χειμερινοὺς ἀλείμματι; ἢ τοὺς μὲν ἀλείμματι διὰ τὰς φρίκας καὶ τὰς γινομένας μεταβολάς; θέρμῃ γὰρ λύειν δεῖ, ἣ ποιήσει ἀλεάζειν· τὸ δ’ ἔλαιον θερμόν. ἐν δὲ τῷ θέρει καθυγραίνειν· ἡ γὰρ ὥρα ξηρά, καὶ οὐ φοβεραὶ αἱ φρῖκαι διὰ τὴν εἰς ἀλέαν ἔκκλισιν. ὀλιγοσιτία δὲ καὶ
25κωθωνισμὸς θέρους, τὸ μὲν ὅλως, τὸ δὲ μᾶλλον, ὁ μὲν πότος θέρους ὅλως διὰ τὴν ξηρότητα, ἡ δὲ ὀλιγοσιτία κοι‐ νὸν μέν, μᾶλλον δὲ θέρους· ἐκθερμαίνεται γὰρ διὰ τὴν ὥραν ὑπὸ τῶν σιτίων. Διὰ τί τῶν φαρμάκων τὰ μὲν τὴν κοιλίαν λύει, τὴν
30δὲ κύστιν οὔ, τὰ δὲ τὴν μὲν κύστιν λύει, τὴν κοιλίαν δὲ οὔ; ἢ ὅσα μέν ἐστιν ὑγρὰ τὴν φύσιν καὶ ὕδατος μεστά, ταῦτα ἂν ᾖ φαρμακώδη, λύει τὴν κύστιν; ἐκεῖ γὰρ ὑφίσταται τὰ ἄπεπτα τῶν ὑγρῶν· ὑποδοχὴ γάρ ἐστιν ἡ κύστις τοῦ μὴ πεττομένου ὑγροῦ ἐν τῇ κοιλίᾳ, ὃ οὐ μένει, ἀλλὰ πρὶν ποιῆ‐
35σαί τι ἢ παθεῖν ὑποχωρεῖ. ὅσα δὲ ἐκ γῆς τὴν φύσιν ἐστίν,
Prob
.

864a

ἂν ᾖ φαρμακώδη, ταῦτα δὲ τὴν κοιλίαν λύει· εἰς ταύτην γὰρ ἡ φορὰ τῶν γεωδῶν. ὥστε ἂν ᾖ κινητικόν, ταράττει. Διὰ τί δὲ τὰ μὲν τὴν ἄνω κοιλίαν τὰ δὲ τὴν κάτω κινεῖ, οἷον ἑλλέβορος μὲν τὴν ἄνω, σκαμμωνία δὲ τὴν κά‐
5τω, τὰ δὲ ἄμφω, οἷον ἐλατήριον καὶ τῆς θαψίας ὁ ὀπός; ἢ ὅτι τὰ μέν ἐστι θερμὰ τὰ δὲ ψυχρὰ τῶν φαρμάκων τῶν τὴν κοιλίαν κινούντων, ὥστε τὰ μὲν διὰ τὴν θερμότητα εὐθὺς ἐν τῇ ἄνω κοιλίᾳ ὄντα φέρεται ἐξ αὐτῆς πρὸς τὸν ἄνω τόπον, κἀκεῖθεν συντήξαντα μάλιστα μὲν τὰ ἀλλοτριώτατα
10καὶ ἥκιστα συμπεφυκότα, ἂν δὲ ἰσχυρὸν ᾖ τὸ φάρμακον ἢ πλέον δοθῇ τῆς φύσεως, ἀνάγει εἰς τὴν ἄνω κοιλίαν ταῦτά τε καὶ ἐάν τι περίττωμα ᾖ, καὶ διὰ τὴν θερμό‐ τητα ταράττον τὸ πνεῦμα πολὺ γινόμενον ὑπ’ αὐτοῦ, προ‐ σιστὰν τοὺς ἐμέτους ποιεῖ. τὰ δὲ ψυχρὰ τὴν φύσιν αὐτῶν
15διὰ βάρος καὶ πρὶν παθεῖν τι ἢ ποιῆσαι κάτω φέρεται, κἀκεῖθεν ὁρμῶντα τὸ αὐτὸ δρᾷ τοῖς ἄνω· κατὰ γὰρ τοὺς πόρους ἀνιόντα ἐκεῖθεν, καὶ κινήσαντα ὧν ἂν κρατήσῃ πε‐ ριττωμάτων καὶ συντηγμάτων, λαβόντα τὴν αὐτὴν ἄγει ὁδόν. ὅσα δὲ ἀμφοῖν μετέχει καὶ ἐστὶ μικτὰ τῶν φαρμα‐
20κωδῶν ἐκ θερμοῦ καὶ ψυχροῦ, ταῦτα δὲ δι’ ἑκατέραν τὴν δύναμιν ἀπεργάζεται ἄμφω, ὥσπερ καὶ νῦν παρασκευά‐ ζουσιν οἱ ἰατροὶ μιγνύντες ἀλλήλοις. Διὰ τί τὰ φάρμακα καθαίρει, ἄλλα δὲ πικρότερα ὄντα καὶ στρυφνότερα καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις ὑπερ‐
25βάλλοντα οὐ καθαίρει; ἢ διότι οὐ διὰ τὰς τοιαύτας δυνά‐ μεις καθαίρει, ἀλλ’ ὅτι ἄπεπτά ἐστιν; ὅσα γὰρ δι’ ὑπερ‐ βολὴν θερμότητος ἢ ψυχρότητος, μικρὰ ὄντα τοὺς ὄγκους, ἄπεπτά ἐστι καὶ οἷα κρατεῖν ἀλλὰ μὴ κρατεῖσθαι ὑπὸ τῆς τῶν ζῴων θερμότητος, εὐδιάχυτα ὄντα ὑπὸ τῶν δύο κοι‐
30λιῶν, ταῦτα φάρμακά ἐστιν. ὅταν γὰρ εἰς τὴν κοιλίαν εἰσέλθωσι καὶ διαχυθῶσι, φέρονται καθ’ οὕσπερ ἡ τροφὴ πόρους εἰς τὰς φλέβας, οὐ πεφθέντα δὲ ἀλλὰ κρατήσαντα ἐκπίπτει φέροντα τὰ ἐμπόδια αὐτοῖς· καὶ καλεῖται τοῦτο κάθαρσις. χαλκὸς δὲ καὶ ἄργυρος καὶ τὰ τοιαῦτα ἄπεπτα
35μέν ἐστιν ὑπὸ τῆς τῶν ζῴων θερμότητος, ἀλλ’ οὐκ εὐδιάχυ‐
τα ταῖς κοιλίαις. ἔλαιον δὲ καὶ μέλι καὶ γάλα καὶ τὰColumn end
Prob
.

864b

τοιαῦτα τῆς τροφῆς καθαίρει, ἀλλ’ οὐ τῷ ποιῷ ἀλλὰ τῷ ποσῷ· ὅταν γὰρ διὰ πλῆθος ἄπεπτα γένηται, τότε καθαίρει, ἄνπερ καθαίρῃ. διὰ δύο γὰρ αἰτίας ἄπεπτά ἐστιν, διὰ τὸ ποιὰ αὐτὰ εἶναι ἢ διὰ τὸ ποσά. διόπερ οὐ φάρμακόν ἐστιν οὐδὲν
5τῶν εἰρημένων· οὐδὲ γὰρ διὰ δύναμιν καθαίρει. στρυφνότης δὲ καὶ πικρότης συμβέβηκε τοῖς φαρμάκοις καὶ δυσωδία τῷ ἐναντίον εἶναι τῇ τροφῇ τὸ φάρμακον. τὸ μὲν γὰρ πε‐ φθὲν ὑπὸ τῆς φύσεως, τοῦτο προσφύεται τοῖς σώμασι καὶ καλεῖται τροφή· τὸ δὲ μὴ πεφυκὸς κρατεῖσθαι, εἰσιὸν δὲ
10εἰς τὰς φλέβας καὶ δι’ ὑπερβολὴν θερμότητος ἢ ψυχρότη‐ τος ταράττον, αὕτη δὲ φαρμάκου φύσις ἐστίν. Διὰ τί τὸ μὲν πέπερι πολὺ μὲν ὂν τὴν κύστιν λύει, ὀλίγον δὲ τὴν κοιλίαν, ἡ δὲ σκαμμωνία πολλὴ οὖσα τὴν κοιλίαν λύει, ὀλίγη δὲ καὶ παλαιὰ τὴν κύστιν; ἢ διότι
15ἑκάτερον ἑκατέρας ἐστὶ κινητικώτερα; τὸ μὲν γὰρ πέπερι οὐρητικόν ἐστιν, ἡ δὲ σκαμμωνία καθαρτικόν. τὸ μὲν οὖν πέπερι πολὺ μὲν ὂν φέρεται εἰς τὴν κύστιν καὶ οὐ διαχεῖται εἰς τὴν κοιλίαν, ὀλίγον δὲ ὂν κρατηθὲν διαλύει καὶ γίνεται φάρμακον αὐτῆς. ἡ δὲ σκαμμωνία πολλὴ μὲν οὖσα εἰς
20τοῦτο κρατεῖται ὥστε διαχυθῆναι, διαχυθεῖσα δὲ γίνεται φάρμακον διὰ τὴν εἰρημένην ἐν τοῖς ἀνωτέρω αἰτίαν· ὀλίγη δὲ οὖσα μετὰ τοῦ ποτοῦ ἀναπίνεται εἰς τοὺς πόρους, καὶ ταχὺ πρὶν ταράξαι καταφέρεται εἰς τὴν κύστιν, καὶ ἐκεῖ τῇ αὑτῆς δυνάμει ἀπάγει τὰ περιττώματα καὶ τὰ συντή‐
25γματα ὅσα ἐξ ἐπιπολῆς ἐστίν. ἡ δὲ πολλή, ὥσπερ εἴρηται, διὰ τὴν ἰσχὺν πολὺν χρόνον ἐμμείνασα κατάγει πολλὴν κάθαρσιν καὶ γεώδη. Διὰ τί τὰς αὐτὰς φλεγμασίας οἱ μὲν ψύχοντες ὑγιάζουσιν, οἱ δὲ θερμαίνοντες πέττουσιν; ἀλλ’ οἱ μὲν ἀλ‐
30λοτρίᾳ θερμότητι, οἱ δὲ καταψύχοντες τὴν οἰκείαν συνά‐ γουσιν. Διὰ τί μεταβάλλειν δεῖ τὰ καταπλάσματα; ἢ ὅτι ὡς μᾶλλον αἰσθάνηται; τὰ γὰρ συνήθη ὥσπερ ἐπὶ τῶν ἐδεσμάτων οὐκέτι φάρμακα ἀλλὰ τροφὴ γίνεται, οὕτω
35καὶ ἐπὶ τῶν τοιούτων.
Διὰ τί ὑγιεινὸν τὸ τῆς τροφῆς μὲν ὑποστέλλεσθαι,
Prob
.

865a

πονεῖν δὲ πλείω; ἢ ὅτι τοῦ νοσεῖν αἴτιον περιττώματος πλῆθος, τοῦτο δὲ γίνεται, ἡνίκα τροφῆς ὑπερβολὴ ἢ πόνων ἔνδεια. Διὰ τί τὰ φάρμακα καὶ τὰ πικρὰ ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ δυσώδη καθαίρει; ἢ ὅτι ἅπαντα τὰ δυσώδη καὶ
5πικρὰ ἄπεπτά ἐστι; διὸ καὶ τὰ φάρμακα πικρὰ καὶ δυ‐ σώδη· τῷ γὰρ ἄπεπτα εἶναι καὶ κινητικὰ μετὰ πικρότητος φάρμακά ἐστιν. καὶ ἐὰν δοθῇ πλείω, διαφθείρει. ὅσα δέ, κἂν μικρὰ δοθῇ, διαφθαρτικά, ταῦτα οὐ φάρμακα λέγε‐ ται εἶναι ἀλλὰ θανατηφόρα. οὐδ’ ὅσα μὴ τῷ ποιῷ κα‐
10θαίρει, οὐκ ἔστι φάρμακα. καὶ γὰρ τῆς τροφῆς πολλὰ μὲν ταὐτὸ ποιεῖ, ἐὰν ποσὰ δοθῇ, οἷον γάλα, ἔλαιον, γλεῦ‐ κος· ἅπαντα δὲ ταῦτα διὰ τὸ μὴ εἶναι εὔπεπτα καθαίρει, καὶ τούτοις οἷς μὴ εὔπεπτα καθαίρει, καὶ τούτους. ἔστι γὰρ ἄλλα ἄλλοις εὔπεπτα καὶ δύσπεπτα. διὸ οὐ πᾶσι
15ταὐτὰ φαρμακώδη, ἀλλ’ ἐνίοις ἴδια. ὅλως γὰρ τὸ φάρ‐ μακον δεῖ οὐ μόνον μὴ πέττεσθαι ἀλλὰ καὶ κινητικὸν εἶναι, ὥσπερ καὶ τὸ γυμνάσιον ἔξωθεν ἧκον ἢ ἔσωθεν τῇ κινήσει ἐκκρίνει τὰ ἀλλότρια. Διὰ τί τὰ μὲν εὐώδη οὐρητικὰ καὶ σπέρματα καὶ
20φυτά; ἢ ὅτι θερμὰ καὶ εὔπεπτα, τὰ δὲ τοιαῦτα οὐρητικά· ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σω‐ ματώδης, ἐπεὶ καὶ τὰ ὀσμώδη, οἷον σκόροδα, διὰ τὴν θερ‐ μότητα οὐρητικά, μᾶλλον μέντοι συντηκτικά· θερμὰ δὲ τὰ εὐώδη σπέρματα.
25 Διὰ τί δεῖ πρὸς μὲν τὰ μὴ καθαρὰ καὶ φαῦλα τῶν ἑλκῶν ξηροῖς καὶ δριμέσι καὶ στρυφνοῖς χρῆσθαι φαρμά‐ κοις, πρὸς δὲ τὰ καθαρὰ καὶ ὑγιαζόμενα ὑγροῖς καὶ μό‐ νοις; ἢ διότι ἀπὸ μὲν τῶν μὴ καθαρῶν δεῖ ἀφαιρεῖν τι; τοῦτο δ’ ἐστὶν ὑγρότης ἀλλοτρία, ἣν ἀφαιρεῖν δεῖ. τὰ δηκτι‐
30κὰ δὲ καὶ δριμέα καὶ στρυφνὰ τοιαῦτα, καὶ τὸ ξηρὸν μᾶλ‐ λον τοῦ ὑγροῦ. τὰ δὲ καθαρὰ συνεπουλώσεως δεῖται μόνον. Διὰ τί συμφέρει πρὸς τὰ ἀπὸ φλέγματος νοσήματα λαγνεία; ἢ ὅτι τὸ σπέρμα περιττώσεως ἀπόκρισις καὶ φύ‐ σει ὅμοιον φλέγματι, ὥστε ἀφαιροῦσα πολὺ φλεγματῶδες
35ὠφελεῖ ἡ συνουσία. πότερον δὲ τροφὴν προσφέρειν ἀρχο‐ μένῳ βέλτιον ἢ ὕστερον; ἢ ἀρχομένῳ, ὅπως μὴ προεξησθε‐ νηκότι ἡ φλεγμασία ἐπιπίπτῃ; ἢ οὖν ἀπισχναντέον εὐθύς,
ἢ οὕτω προσοιστέον· ἀναλαμβάνειν χρὴ πρῶτον τοῖς ῥοφή‐Column end
Prob
.

865b

μασι· πραότερα γὰρ καὶ λειότερα καὶ εὐτηκτότερα, καὶ ἐκδέξασθαι τὴν τροφὴν ἐκ τούτου ῥᾴδιόν ἐστιν ἀσθενεῖ σώ‐ ματι. οὐ γὰρ ἐν τῇ κοιλίᾳ δεῖ παθεῖν τὰ σῖτα πρῶτον, διαχυθῆναί τε καὶ θερμανθῆναι μετὰ πόνου τῷ σώματι
5ταῦτα πέπονθεν. Διὰ τί δεῖ σκοπεῖν τὰ περὶ τὸ οὖρον σημεῖα, ἀπο‐ λαμβάνοντα τὴν οὔρησιν, εἰ ἤδη πέπεπται, ἢ μὴ μᾶλλον καὶ συνεχῶς οὐροῦντα; ἢ διότι σημεῖον μὲν τοῦ πεπέφθαι, ἐὰν ᾖ πυρρόν; τοῦτο δὲ γίνεται μᾶλλον διαλαμβάνουσιν.
10ἢ διότι ἔνοπτρον γίνεται ἅπαν μᾶλλον ὑγρὸν χρόας ὀλίγον ἢ πολὺ ὄν; ἐν μὲν γὰρ τῷ πολλῷ ὑγρῷ τὰ σχήματα ἐνορᾶται, ἐν δὲ τῷ ὀλίγῳ τὰ χρώματα, οἷον καὶ ἐπὶ τῆς δρόσου καὶ τῶν ῥανίδων καὶ ἐπὶ τῶν δακρύων τῶν ἐπὶ ταῖς βλεφαρίσι. συνεχῶς μὲν οὖν ἀφιέμενον γίνεται πλεῖον,
15διασπώμενον δὲ δέχεται μᾶλλον· ὥστε κἂν ᾖ αὐτὸ τοιοῦτον ἤδη διὰ τὴν πέψιν, καὶ φαίνεται μᾶλλον τῆς ἀνακλάσεως γινομένης καὶ ἐνόπτρου ἔνοπτον διὰ τὴν διαίρεσιν. ὅτι οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγείαν, ἀλλ’ ἀραιοῦν· ὥσπερ γὰρ πόλις ὑγιεινὴ καὶ τόπος εὔπνους (διὸ
20καὶ ἡ θάλασσα ὑγιεινή), οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλ‐ λον ὑγιεινόν. δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηθὲν περίττωμα, ἢ τούτου ὡς τάχιστα ἀπαλλάττεσθαι, καὶ ἀεὶ οὕτως ἔχειν τὸ σῶμα ὥστε λαμβάνον εὐθὺς ἐκκρίνειν τὴν περίττωσιν, καὶ εἶναι ἐν κινήσει καὶ μὴ ἠρεμεῖν. τὸ μὲν γὰρ μένον σή‐
25πει, ὥσπερ ὕδωρ τὸ μὴ κινούμενον, σηπόμενον δὲ νοσοποιεῖ· τὸ δὲ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χωρίζεται. τοῦτο οὖν πυκνουμένης μὲν τῆς σαρκὸς οὐ γίνεται (ὡσπερεὶ γὰρ ἐμφράττονται οἱ πόροι), ἀραιουμένης δὲ συμβαίνει. διὸ καὶ οὐ δεῖ ἐν τῷ ἡλίῳ γυμνὸν βαδίζειν· συνίσταται γὰρ ἡ σὰρξ
30καὶ κομιδῇ ἀποσαρκοῦται, καὶ ὑγρότερον τὸ σῶμα γίνεται· τὸ μὲν γὰρ ἐντὸς διαμένει, τὸ δ’ ἐπιπολῆς ἀπαλλάττεται, ὥσπερ καὶ τὰ κρέα τὰ ὀπτὰ τῶν ἑφθῶν μᾶλλον. οὐδὲ τὰ στήθη γυμνὰ ἔχοντα βαδίζειν· ἀπὸ γὰρ τῶν ἄριστα ᾠκο‐ δομημένων τοῦ σώματος ὁ ἥλιος ἀφαιρεῖ, ἃ ἥκιστα δεῖται
35ἀφαιρέσεως, ἀλλὰ μᾶλλον τὰ ἐντός. ἐκεῖθεν μὲν οὖν διὰ τὸ πόρρω εἶναι, ἐὰν μὴ μετὰ πόνου, οὐκ ἔστιν ἱδρῶτα ἀγα‐ γεῖν, ἀπὸ τούτου δὲ διὰ τὸ πρόχειρον ῥᾴδιον.
Διὰ τί ποτε τοῖς χιμέτλοις καὶ τὸ ψυχρὸν ὕδωρ
Prob
.

866a

συμφέρει καὶ τὸ θερμόν; ἢ ὅτι τὰ χίμετλα δι’ ὑπερβολὴν γίνεται ὑγροῦ; τὸ μὲν οὖν ψυχρὸν συνίστησι καὶ τραχύνει τὸ ὑγρόν, τὸ δὲ θερμὸν ἐκπνευματοῖ καὶ ἔξοδον ποιεῖ τῷ πνεύματι, ἀραιοῦν τὴν σάρκα.
5 Διὰ τί τὸ ψυχρὸν καὶ ποιεῖ καὶ παύει τὰ χίμετλα, καὶ τὸ θερμὸν τὰ πυρίκαυστα; ἢ διὰ τὸ αὐτό; ποιεῖ μὲν συντήκοντα, παύει δὲ μᾶλλον ξηραίνοντα. Ἐν τοῖς πυρετοῖς διδόναι δεῖ τὸ ποτὸν πολλάκις καὶ κατ’ ὀλίγον. τὸ μὲν γὰρ πολὺ παραρρεῖ, τὸ δὲ ὀλίγον
10μὲν πολλάκις δὲ διαβρέχει καὶ εἰς τὰς σάρκας χωρεῖ. οἷα γὰρ τὰ ἐν τῇ γῇ, ἐὰν μὲν κατὰ πολὺ ἔλθῃ τὸ ὕδωρ, πα‐ ραρρεῖ, ἐὰν δὲ κατ’ ὀλίγον, βρέχει μόνον, τὸ αὐτὸ καὶ ἐν τοῖς πυρετοῖς. τὰ γὰρ ῥέοντα ὕδατα ἐάν τις κατ’ ὀλίγον ἄγῃ, ὁ ὀχετὸς ἐκπίνει· ἐὰν δὲ τὸ ἴσον ἀθρόον ἄγῃ, ὅπου
15ἂν ἄγῃ, χωρεῖ. ἔπειτα κατακείσθω ἀκίνητος ὡς μάλιστα, ἀκίνητος μέν, ὅτι καὶ τὸ πῦρ φανερῶς, ἐάν τις μὴ κινῇ, καταμαραίνεται. πρὸς πνεῦμα δὲ μὴ κατακείσθω, διότι ὁ ἄνεμος τὸ πῦρ ἐξεγείρει καὶ ῥιπτιζόμενον τὸ πῦρ ἐξ ὀλίγου πολὺ γίνεται. περιστέλλεσθαι δὲ τούτου ἕνεκεν, ὅτι πυρὶ
20ἐὰν ἀναπνοὴν μὴ διδῷς, σβέννυται. καὶ τὰ ἱμάτια μὴ ἀπογυμνούσθω, ἕως ἂν νοτὶς ἐγγένηται· τὸ φανερὸν γὰρ πῦρ τὸ ὑγρὸν σβέννυσιν. κατὰ ταῦτα δὲ καὶ ἐν τῇ φύσει. ἐπὶ δὲ τῶν διαλειπόντων πυρετῶν προπαρασκευάζειν δεῖ καὶ ἐκλύοντα, καὶ πυριάματα πρὸς τοὺς πόδας παρατι‐
25θέντα, καὶ περιεσταλμένον ἀναπαύεσθαι, ὅπως ὅτι θερμό‐ τατος ᾖ πρὸ τοῦ τὴν λῆψιν εἶναι. καὶ γὰρ ὅπου πολὺ πῦρ, λύχνος οὐ δυνήσεται καίεσθαι· τὸ γὰρ πῦρ τὸ πολὺ τὸ ὀλίγον ἄγει πρὸς ἑαυτό. τούτου ἕνεκα πολὺ πῦρ ἐν τῷ σώ‐ ματι παρασκευάζειν δεῖ, ὅτι ὀλίγον ὁ πυρετὸς πῦρ ἔχει,
30ὥστε τὸ πολὺ πῦρ τὸ ὀλίγον πρὸς ἑαυτὸ ἄγει. Τεταρταίοις πυρετοῖς δεῖ μὴ λεπτύνειν, ἀλλὰ πῦρ ἐν τοῖς σώμασιν ἐμποιεῖν εἰσάγοντα. δεῖ δὲ καὶ τοῖς γυμνα‐ σίοις χρῆσθαι. ᾗ δὲ ἡμέρᾳ ἡ λῆψις, λουσάμενον ὕπνον μὴ ζητεῖν. διὰ δὲ τοῦτο καὶ συμφέρει θερμαίνουσα δίαιτα,
35ὅτι ἀσθενὴς ὁ τεταρταῖος πυρετός· εἰ γὰρ μὴ ἦν ἀσθενής, οὐκ ἂν τεταρταῖος ἐγένετο. ὁρᾷς; ὅπου πῦρ πολύ, λύχνος
οὐ δύναται καίεσθαι· τὸ γὰρ πολὺ τὸ ὀλίγον πρὸς ἑαυτὸColumn end
Prob
.

866b

ἁρπάζει. τούτου δ’ ἕνεκεν πολὺ πῦρ ἐν τῷ σώματι ἐμποιεῖν, ὅτι ὀλίγον ὁ πυρετὸς πῦρ ἔχει. ἔστι δὲ τὸ καθ’ ἡμέραν διαίτημα τὸ μὲν πῦρ τὸ δὲ νοτίδα εἰς τὸ σῶμα εἰσάγοντα. εἰσὶ δὲ νόσοι αἱ μὲν ἀπὸ πυρός, αἱ δὲ ἀπὸ νοτίδος. ἰατρεύον‐
5ται δὲ αἱ μὲν ἀπὸ πυρὸς νόσοι νοτίδι, αἱ δὲ ἀπὸ νοτίδος πυρί· νοτίδα γὰρ ξηραίνει.
8
Β. ΟΣΑ ΠΕΡΙ ΙΔΡΩΤΑ. Διὰ τί οὔτε συντείνουσιν οὔτε κατέχουσι τὸ πνεῦμα
10γίνεται ἱδρώς, ἀλλὰ μᾶλλον ἀνιεῖσιν; ἢ ὅτι τὸ πνεῦμα κατεχόμενον πληροῖ τὰς φλέβας, ὥστε κωλύει ἐξιέναι, ὥσ‐ περ τὸ ὕδωρ τὸ ἐκ τῶν κλεψυδρῶν, ὅταν πλήρεις οὔσας ἐπιλάβῃ τις. ὅταν δὲ ἐξέλθῃ, πολὺς γίνεται διὰ τὸ ἐν αὐτῇ ἐπιληψίᾳ ἀθροισθῆναι κατὰ μικρόν.
15 Διὰ τί οὐχ ἱδροῦσι τὰ ἐν θερμῷ ὕδατι μέρη, οὐδ’ ἂν θερμὰ ᾖ; ἢ διότι κωλύει τὸ ὕδωρ τήκεσθαι, ὁ δὲ ἱδρὼς τὸ κακῶς προσῳκοδομημένον ἐστὶν ἐν τῇ σαρκί, ὃ κωλύει τήκεσθαι, ὅταν ἐκκρίνηται διὰ θερμότητα. Διὰ τί ὁ ἱδρὼς ἁλμυρόν; ἢ διότι γίνεται ὑπὸ κινή‐
20σεως καὶ θερμότητος, ἀποκρινούσης ὅσον ἀλλότριον ἔνεστιν ἐν τῇ προσφύσει τῆς τροφῆς πρὸς αἷμα καὶ τὰς σάρκας; τοῦτο γὰρ τάχιστα ἀφίσταται διὰ τὸ μὴ οἰκεῖον εἶναι καὶ ἔξω ἐξικμάζει. ἁλμυρὸς δ’ ἐστὶ διὰ τὸ τὸ γλυκύτατον καὶ κουφότατον εἰς τὸ σῶμα ἀνηλῶσθαι, τὸ δὲ ἀλλοτριώ‐
25τατον καὶ ἀπεπτότατον ἀπολύεσθαι. τὸ τοιοῦτον δὲ ἐν μὲν τῇ κάτω ὑποστάσει οὖρον καλεῖται, ἐν δὲ σαρκὶ ἱδρώς· ἄμφω δὲ ἁλμυρὰ διὰ τὴν αὐτὴν αἰτίαν. Διὰ τί τὰ ἄνω ἱδροῦσι μᾶλλον τῶν κάτω; πότερον τὸ θερμὸν ἄνω καὶ ἀνέρχεται καὶ ἔστιν ἄνω, τοῦτο δὲ ἄνω
30φέρει τὸ ὑγρόν; ἢ ὅτι πνεῦμα ποιεῖ τὸν ἱδρῶτα, τοῦτο δὲ ἐν τοῖς ἄνω; ἢ διότι ἄπεπτον ὑγρὸν ὁ ἱδρώς ἐστι, τοιοῦτο δὲ ἐν τοῖς ἄνω; ἡ γὰρ κρᾶσις ἄνω. Διὰ τί τὰς χεῖρας γυμναζομένοις μάλιστα ἱδρὼς γίνεται, ἐὰν τὰ ἄλλα ὁμοιοσχημονῶμεν; ἢ διότι ἰσχύο‐
35μεν μάλιστα τούτῳ τῷ τόπῳ; τούτῳ γὰρ τὸ πνεῦμα κατέ‐ χομεν τῷ ἔγγιστα τοῦ ἰσχύοντος· πονοῦντες δὲ μᾶλλον
ἰσχύομεν· οὕτω δὲ ἔχοντες τὸ πνεῦμα μᾶλλον κατέχομεν.
Prob
.

867a

εἶτα καὶ τῇ τριβομένῃ συμπονοῦμεν μᾶλλον ἢ ὅταν ἄλλο μέρος τριβώμεθα· τῇ γὰρ καθέξει τοῦ πνεύματος καὶ τριβόμενοι γυμναζόμεθα καὶ τρίβοντες. Διὰ τί ὁ ἱδρὼς ἐκ τῆς κεφαλῆς ἢ οὐκ ὄζει ἢ ἧττον
5τοῦ ἐκ τοῦ σώματος; ἢ ὅτι εὔπνους ὁ τῆς κεφαλῆς τόπος; δηλοῖ δὲ μανὸς ὢν τῇ τῶν τριχῶν ἐκφύσει. δυσώδεις δὲ οἱ τόποι καὶ τὰ ἐν αὐτοῖς γίνεται, ὅσα μὴ εὔπνοα. Διὰ τί οἱ γυμναζόμενοι ἐὰν διαναπαυσάμενοι πα‐ λαίωσιν, μᾶλλον ἱδροῦσιν ἢ ἐὰν συνεχῶς; ἢ διὰ τὸ ἀθροί‐
10ζεσθαι διαναπαυομένων· ἔπειτα τοῦτον τὸν ἱδρῶτα ἐξάγει ὕστερον ἡ πάλη. ἡ δὲ συνεχὴς ἀναξηραίνει ὥσπερ ὁ ἥλιος. Διὰ τί μᾶλλον ἱδροῦσιν, ὅταν μὴ διὰ πολλοῦ χρόνου χρῶνται ταῖς ἀφιδρώσεσιν; ἢ διότι οἱ ἱδρῶτες γίνονται οὐ μόνον δι’ ὑγρότητα, ἀλλὰ καὶ διὰ τὸ τοὺς πόρους ἀνεῷ‐
15χθαι μᾶλλον καὶ ἀραιὰ τὰ σώματα εἶναι; τοῖς μὲν οὖν μὴ χρωμένοις συμμεμύκασιν οἱ πόροι, τοῖς χρωμένοις δ’ ἀναστομοῦνται. Διὰ τί τοῦ ἡλίου μᾶλλον θερμαίνοντος τοὺς γυμνοὺς ἢ τοὺς ἀμπεχομένους, ἱδροῦσι μᾶλλον οἱ ἀμπεχόμενοι;
20πότερον ὅτι τοὺς πόρους συμμύειν ποιεῖ ἐκκαίων ὁ ἥλιος; ἢ διότι τὰς ἀτμίδας ξηραίνει; ἀμπεχομένοις δὲ ταῦτα ἧττον συμβαίνει. Διὰ τί ἱδροῦσι μάλιστα τὰ πρόσωπα; ἢ ὅσα ἀραιὰ καὶ ὑγρὰ μάλιστα, διὰ δὲ τούτων ὁ ἱδρὼς διαπορεύεται.
25δοκεῖ δὲ πηγὴ εἶναι ἡ κεφαλὴ τοῦ ὑγροῦ· διὸ καὶ αἱ τρί‐ χες, διὰ τὸ πολὺ ὑγρόν. ὁ δὲ τόπος ἀραιὸς καὶ ἰσχνός· δίεισιν ἄρα κατὰ φύσιν. Διὰ τί οὔτ’ ἀθρόου ὄντος τοῦ πυρὸς μᾶλλον ἱδροῦσιν, οὔτ’ ἐλάττονος ἀεί, ἀλλὰ πλείονος ἐπεισφερομένου; οἱ γὰρ
30ἐν τοῖς πυριατηρίοις ἱδροῦσι μᾶλλον ἢ εὐθὺς εἰ εἴη τοσοῦτον. ἢ ὅτι τὸ σύμμετρον ἕκαστον ἐργάζεται; οὐκοῦν εἰ τοσοῦτον ποιεῖ, τὸ πλεῖον οὐ ποιήσει πλεῖον ἢ μᾶλλον τοὐναντίον, ὅτι τῷ σύμμετρον εἶναι ἐργάζεται τὸ ἔργον. διὰ μὲν οὖν τοῦτο οὐχὶ πρὸς πλεῖον μᾶλλον ἱδροῦσι, διὰ δὲ τὸ πρὸς
35ἕκαστον ἄλλην εἶναι συμμετρίαν, καὶ τὸ πεποιηκὸς μηκέτι ποιεῖν προστιθεμένου μᾶλλον. οὐ γὰρ ταὐτὸ προοδοποιεῖ‐ ται εἰς ἕκαστον καὶ ἐπιτηδείως ἔχειν παρασκευάζει, καὶ ἤδη τοῦτο ἐργάζεται, ἀλλ’ ἕτερον. τὸ μὲν οὖν ὀλίγον μᾶλ‐
λον ἢ πολὺ προωδοποίησε καὶ παρεσκεύασε τὸ σῶμα πρὸςColumn end
Prob
.

867b

τὸ ἱδροῦν· ἄλλης δὲ δεῖ συμμετρίας καὶ πλείονος πρὸς τὸ ποιῆσαι. τοῦτο δὲ οὐκέτι ποιεῖ ὃ πεποίηκεν, ἀλλὰ μετ’ αὐτὸ ὕστερον, ἄλλο τῆς συμμετρίας γινόμενον. Διὰ τί ἀποστλεγγισαμένοις μᾶλλον ῥεῖ ὁ ἱδρὼς ἢ
5ἐῶσιν ἐπιμεῖναι; πότερον διὰ τὸ καταψύχεσθαι ὑπὸ τοῦ ἔξω; ἢ ὅτι ὥσπερ πῶμα γίνεται ὁ ἔξω ἱδρὼς ἐπὶ τοῖς πόροις, ὥστε κωλύει τοῦ ἔσωθεν τὴν ὁρμήν. Διὰ τί τὸ πήγανον δυσώδεις τοὺς ἱδρῶτας ποιεῖ, καὶ ἔνια τῶν μύρων; ἢ ὅτι ὧν ἐν τῇ ὀσμῇ βαρύτης ἔνι, ταῦτα
10κεραννύμενα ταῖς περιττωματικαῖς ὑγρότησι κακωδεστέραν ποιεῖ τὴν ὀσμήν; Διὰ τί ἱδροῦμεν τὸν νῶτον μᾶλλον ἢ τὰ πρόσθεν; ἢ ὅτι ἐν μὲν τῷ πρόσθεν ἐστὶ τόπος ἐντός, εἰς ὃν ἀποχετεύε‐ ται τὸ ὑγρόν, ἐν δὲ τῷ ὄπισθεν οὐκ ἔστιν, ἀλλ’ ἔξω τὴν
15ἔκκρισιν ἀναγκαῖον γίνεσθαι. τὸ δ’ αὐτό ἐστιν αἴτιον καὶ ὅτι τὴν κοιλίαν ἧττον ἱδροῦμεν ἢ τὸ στῆθος. ἔτι δὲ ὅτι μᾶλλον διαφυλακτικόν ἐστι τοῦ ἱδρῶτος τὰ νῶτα καὶ τὰ ὄπισθεν ἢ τὰ πρόσθεν διὰ τὸ μᾶλλον τὰ ἔμπροσθεν τῶν ὄπισθεν ἀποψύχεσθαι. ὅπερ ἐστὶν αἴτιον καὶ τοῦ τὰς μα‐
20σχάλας ἱδροῦν τάχιστα καὶ μάλιστα· ἥκιστα γὰρ ψύχον‐ ται. ἔτι δὲ σαρκωδέστερά ἐστι τὰ περὶ τὸν νῶτον τῶν πρό‐ σθεν, ὥστε ὑγρότερα. πλείων δὲ ὑγρότης ἐστὶν ἐν τοῖς ὄπισθεν· ὁ γὰρ μυελὸς κατὰ τὴν ῥάχιν ὢν ὑγρασίαν πολλὴν παρέχει.
25 Διὰ τί ἐφ’ ἃ κατακείμεθα, οὐχ ἱδροῦμεν; ἢ ὅτι θερ‐ μὸς ὢν ὁ τόπος ᾧ ἁπτόμεθα, κωλύει διεξιέναι τὸν ἱδρῶτα· ἀναξηραίνει γὰρ αὐτόν. ἔτι δὲ θλίβεται, θλιβόμενον δὲ διαχεῖται τὸ αἷμα, οὗ συμβαίνοντος καταψύχεται μᾶλ‐ λον. σημεῖον δὲ ἡ νάρκη· κατάψυξίς τε γάρ ἐστι τὸ πά‐
30θος, καὶ γίνεται ἐκ θλίψεως ἢ πληγῆς. Διὰ τί οἱ καθεύδοντες μᾶλλον ἱδροῦσιν; ἢ διὰ τὴν ἀντιπερίστασιν; ἀθροισθὲν γὰρ τὸ θερμὸν ἐντὸς ἐξελαύνει τὸ ὑγρόν. Διὰ τί τὸ πρόσωπον μάλιστα ἱδροῦσιν ἀσαρκότατον
35ὄν; ἢ ὅτι εὐίδρωτα μὲν ὅσα ὕφυγρα καὶ ἀραιά, ἡ δὲ κεφαλὴ τοιαύτη; ὑγρότητα γὰρ οἰκείαν ἔχει πλείστην. δηλοῦσι δὲ αἱ φλέβες τείνουσαι ἐντεῦθεν, καὶ οἱ κατάρροι ἐξ αὐτῆς, καὶ ὁ ἐγκέφαλος ὑγρός, καὶ οἱ πόροι πολλοί.
σημεῖον δὲ αἱ τρίχες ὅτι πολλοὶ οἱ πόροι εἰσί, περαίνοντες
Prob
.

868a

ἔξω. οὔκουν ἐκ τῶν κάτω ὁ ἱδρὼς ἀλλ’ ἐκ τῆς κεφαλῆς γίνεται. διὸ ἱδροῦσι καὶ πρῶτον καὶ μάλιστα τὸ μέτωπον· ὑπόκειται γὰρ πρῶτον· τὸ δὲ ὑγρὸν κάτω ῥεῖ ἀλλ’ οὐκ ἄνω.
5 Διὰ τί οἱ ἱδροῦντες ἐὰν ψυχθῶσιν ἢ ὕδατι ἢ πνεύματι, ναυτιῶσιν; πότερον τὸ ὑγρὸν ψυχθὲν ἔστη ἀθρόον, ἔμπροσθεν οὐκ ἠρεμοῦν διὰ τὸ ῥεῖν; ἢ καὶ τὸ πνεῦμα διιὸν ἔξω γινό‐ μενον ἱδρὼς διὰ τὴν ψύξιν, τοῦτο ἔσω ψυχθὲν πρὶν ἐξελ‐ θεῖν ὑγρὸν ἐγένετο, καὶ προσπεσὸν ποιεῖ τὴν ναυτίαν;
10 Διὰ τί ποτε ἐκ τῆς κεφαλῆς καὶ τῶν ποδῶν μάλι‐ στα οἱ ἱδρῶτες γίνονται θερμαινομένων; ἢ ὅτι τὸ θερμαι‐ νόμενον ἐφέλκει ἐφ’ ἑαυτὸ τὸ ὑγρόν, τὸ δὲ ὑγρὸν οὐκ ἔχει ὅπῃ καταναλίσκηται διὰ τὸ εἶναι τοὺς τόπους τούτους ὀστώδεις. ἐκπίπτει οὖν ἔξω.
15 Διὰ τί οἱ πονοῦντες, ὅταν παύσωνται, ἱδροῦσιν; ἔδει γάρ, εἴπερ ὁ πόνος αἴτιος, ὅταν πονῶσιν. πότερον ὅτι πονούντων μὲν ὑπὸ τοῦ πνεύματος αἱ φλέβες ἐμφυσώμεναι τοὺς πό‐ ρους συμμεμυκέναι ποιοῦσι, παυσαμένων δὲ συνίζουσιν, ὥστε δι’ εὐρυτέρων γινομένων τῶν πόρων ῥᾷον διέρχεται
20τὸ ὑγρόν. ἢ ὅτι πονούντων μὲν ἀποκρίνει ἡ κίνησις ἐκ τοῦ συμπεφυκότος ὑγροῦ πνεῦμα, καὶ διὰ θερμότητα τὴν ἀπὸ τῆς κινήσεως γίνεται τὸ ὑγρὸν πνεῦμα ἐπιπολῆς· ὅταν δὲ παύσηται πονῶν, ἅμα καὶ ἡ θερμότης λήγει, καὶ ἐκ τοῦ πνεύματος πυκνουμένου ὑγρότης γίνεται, ὁ καλούμε‐
25νος ἱδρώς. Πότερον δεῖ μᾶλλον τοῦ θέρους παρασκευάζειν τὸ ἱδροῦν ἢ τοῦ χειμῶνος; ἢ ὅτε μᾶλλον ὑγροὶ καὶ χαλεπώ‐ τεροι ἄνευ ἐπιμελείας γένοιντ’ ἄν, ὥστε τοῦ χειμῶνος ἂν δέοι μᾶλλον, ᾗ μεγάλη ἡ μεταβολὴ καὶ τὰ περιττώματα
30οὐ συνεκπέττεται. πάλιν ψυχθέντος ἔτι παρὰ φύσιν τὸ τοῦ χειμῶνος. δῆλον ἄρα ὅτι τοῦ θέρους μᾶλλον. καὶ γὰρ τὰ ὑγρὰ σήπεται μᾶλλον ἅπαντα τοῦ θέρους· διὸ τότε δεῖ ἀπαντλεῖν. διὰ τοῦτο δὲ καὶ οἱ ἀρχαῖοι πάντες οὕτως ἔλεγον.
35 Διὰ τί ἀεὶ τοῦ σώματος ῥέοντος καὶ τῆς ἀπορροῆς γινομένης ἐκ τῶν περιττωμάτων οὐ κουφίζεται τὸ σῶμα, ἐὰν μὴ ἀφιδρώσῃ; ἢ ὅτι ἐλάττων ἡ ἔκκρισις. ὅταν γὰρ
ἐξ ὑγροῦ μεταβάλλῃ εἰς ἀέρα, πλεῖον γίνεται ἐξ ἐλάττο‐Column end
Prob
.

868b

νος· τὸ γὰρ ὑγρὸν διακρινόμενον πλεῖον. ὥστε πλείονι χρόνῳ ἡ ἔκκρισις. διά τε τοῦτο καὶ ὅτι δι’ ἐλαττόνων πό‐ ρων ἢ ἔκκρισίς ἐστιν. ἔτι τὸ γλίσχρον καὶ τὸ κολλῶδες μετὰ μὲν τοῦ ὑγροῦ ἐκκρίνεται διὰ τὴν κατάμιξιν, μετὰ
5δὲ τοῦ πνεύματος ἀδυνατεῖ. μάλιστα δὲ τοῦτ’ ἐστὶ τὸ λυ‐ ποῦν. διὸ καὶ οἱ ἔμετοι τῶν ἱδρώτων κουφίζουσι μᾶλλον, ὅτι συνεξάγουσι τοῦτο ἅτε παχύτεροι καὶ σωματωδέστεροι ὄντες. καὶ ὅτι τῇ μὲν σαρκὶ πόρρω ὁ τόπος οὗτος, ἐν ᾧ τὸ γλίσχρον καὶ τὸ κολλῶδες, ὥστε ἔργον μεταστῆσαι, τῇ δὲ
10κοιλίᾳ ἐγγύς· ἢ γὰρ ἐν αὐτῇ ἐγγίνεται ἢ πλησίον· διὸ καὶ δυσεξάγωγον ἄλλως. Διὰ τί ἧττον ἱδροῦσιν ἐν αὐτῷ τῷ πονεῖν ἢ ἀνέντες; ἢ ὅτι πονοῦντες μὲν ποιοῦσι, πεπονηκότες δὲ πεποιήκασιν; εἰκότως οὖν ἐκκρίνεται πλέον· ὁτὲ μὲν γὰρ γίνεται, ὁτὲ
15δὲ ἐστίν. ἢ ὅτι πονούντων μὲν συγκλείονται τῆς σαρκὸς οἱ πόροι διὰ τὴν κάθεξιν τοῦ πνεύματος, ὅταν δ’ ἀνῶσιν, ἀνοί‐ γονται; διὸ καὶ τὸ πνεῦμα κατέχοντες ἧττον ἱδροῦσιν. Διὰ τί οὐχὶ ὅταν τροχάζωμεν, ὁ ἱδρὼς πλείων, καὶ ὅταν ἐν κινήσει ᾖ τὸ σῶμα, ἀλλ’ ὅταν παύσωνται; ἢ ὅτι
20τότε μὲν ὥσπερ ὑπὸ τῆς χειρὸς ἢ ἄλλου τινὸς ἔστιν ὕδωρ ῥέον ἀποφρᾶξαι πανταχόθεν συναθροιζόμενον, ὅταν δὲ ἀφεθῇ, πλέον ἢ ὅσον ἐξ ἀρχῆς. ὡς δὲ ὑπὸ τῆς χειρός, οὕτω καὶ ὑπὸ τοῦ πνεύματος ἔστιν ἀποληφθῆναι, ὥσπερ ἐν τῇ κλε‐ ψύδρᾳ, καὶ πάλιν πρὸς τὴν κύστιν· ἀπολαμβάνει γὰρ ἐν‐
25τός. ὁμοίως οὖν πολλῆς κινήσεως οὔσης τὸ πνεῦμα ἐναπο‐ λαμβάνεται· διὸ καὶ αἱ φλέβες διατείνονται τοῦ ὑγροῦ οὐ δυναμένου ἐξιέναι. ἀπολαμβανόμενον δὲ ἀθρόον τὸ ὑγρόν, ὅταν ἀνεθῇ τὸ πνεῦμα, ἀθρόον ἐξέρχεται. Διὰ τί, ὅταν πίωσιν, ἧττον ἱδροῦσιν ἐπιφαγόντες; ἢ
30διότι τὰ σιτία ἐπισπᾶται μὲν τὴν ὑγρότητα καθαπερεὶ σπόγγος ἐμπεσών, ἔστι δὲ κωλῦσαι τὴν ὁρμὴν οὐ μικρὸν μέρος, ὥσπερ ἐν τοῖς ῥεύμασι, τὸ ἐπιλαβεῖν τοὺς πόρους προσενεγκάμενον τὴν τροφήν. Διὰ τί οἱ ἀγωνιῶντες ἱδροῦσι τοὺς πόδας, τὸ δὲ πρόσω‐
35πον οὔ; μᾶλλον γὰρ εὔλογον, ὅταν πᾶν ἱδρῶσι τὸ σῶμα, τότε μᾶλλον καὶ τοὺς πόδας· ψυχρότατος γὰρ ὁ τόπος, διὸ ἥκιστα ἱδροῦσιν. καὶ οἱ ἰατροὶ ἐν ταῖς ἀρρωστίαις μάλιστα
περιστέλλειν τοὺς πόδας παραγγέλλουσιν, ὅτι εὔψυκτοί εἰσιν,
Prob
.

869a

ὥστε ἀρχὴν ῥᾳδίως ῥίγους ποιοῦσι καὶ τῷ ἄλλῳ σώματι. ἢ ὅτι καὶ ἡ ἀγωνία ἐστὶ θερμότητος οὐ μετάστασις ὥσπερ ἐν τῷ φόβῳ ἐκ τῶν ἄνω τόπων εἰς τοὺς κάτω (διὸ καὶ αἱ κοι‐ λίαι λύονται τῶν φοβουμένων) ἀλλ’ αὔξησις θερμοῦ, ὥσπερ
5ἐν τῷ θυμῷ; καὶ γὰρ ὁ θυμὸς ζέσις τοῦ θερμοῦ ἐστὶ τοῦ περὶ τὴν καρδίαν· καὶ ὁ ἀγωνιῶν οὐ διὰ φόβον καὶ διὰ ψύξιν πάσχει, ἀλλὰ διὰ τὸ μέλλον. Διὰ τί τὸ πρόσωπον ἐξέρυθροι γίνονται, οὐχ ἱδροῦσι δέ; ἢ διὰ τὸ μᾶλλον θερμαίνεσθαι, ὥστε τὸ μὲν ἐν τῷ προσώπῳ
10ὑγρὸν ξηραίνει ἡ θερμότης ἐπιπολάζουσα, τὸ δὲ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἐλάττων μὲν εἶναι, πλείων δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης. Διὰ τί καθεύδοντες ἱδροῦσι μᾶλλον ἢ ἐγρηγορότες; ἢ ὅτι ἔσωθεν ἡ ἀρχὴ τοῦ ἱδρῶτος, θερμότερα δὲ τὰ ἐντός, ὥστε
15καὶ ἐκκρίνει διαχέουσα ἡ ἐντὸς θερμότης τὸ ἐντὸς ὑγρόν. ὅτι ἀεὶ ἔοικεν ἀπορρεῖν τι τοῦ σώματος, ἀλλὰ διὰ τὸ μηθὲν εἶναι πρὸς ὃ προσπῖπτον ἁλισθήσεται λανθάνει. σημεῖον δέ· τὰ γὰρ κοῖλα τοῦ σώματος ἀεὶ ἱδροῖ. Διὰ τί ἐν τοῖς πυριατηρίοις μᾶλλον ἱδροῦσιν, ὅταν ᾖ
20ψῦχος; ἢ ὅτι τὸ θερμὸν οὐ βαδίζει ἔξω διὰ τὴν τοῦ ψυχροῦ περίστασιν (κωλύεται γὰρ ὑπὸ τούτου), ἀλλ’ ἐντὸς κατειλού‐ μενον καὶ μένον διαλύει τὰ ἐν ἡμῖν ὑγρά, καὶ ἱδρῶτα ποιεῖ ἐξ αὐτῶν. Διὰ τί ὠφελιμώτερός ἐστιν ὁ ἱδρώς, κἂν ἐλάττων
25ἐπέλθῃ, ὁ γυμνοῦ τροχάζοντος γενόμενος ἢ ὁ ἐν ἱματίῳ; ἢ τὸ μὲν πονεῖν τοῦ μὴ πονεῖν βέλτιόν ἐστι καθόλου, καὶ ὁ ἱδρὼς δὲ ὁ μετὰ πόνου τοῦ ἄνευ πόνου βελτίων ἐστί, καὶ ὁ μᾶλλον δὲ μετὰ πόνου τοῦ ἧττον βελτίων; μᾶλλον δ’ ἐστὶ μετὰ πόνου ὁ γυμνοῦ τροχάζοντος γινόμενος. ἐὰν γὰρ
30μὴ πολλῇ συντονίᾳ τροχάσῃ, οὐ δύναται ἱδρῶσαι γυμνὸς ὤν· ἐν ἱματίῳ γὰρ κἂν πάνυ μετρίως τροχάσῃ, ταχὺ ἱδροῖ διὰ τὴν ἀπὸ τοῦ ἱματίου ἀλέαν. καὶ εὐχρούστεροι δὲ γίνονται οἱ γυμνοὶ τρέχοντες τοῦ θέρους τῶν ἐν ἱματίοις, ὅτι ὥσπερ ἅπαντες οἱ ἐν τοῖς εὐπνουστέροις τόποις οἰκοῦντες
35εὐχρούστεροί εἰσι τῶν ἐν τοῖς καταπεπνιγμένοις οἰκούντων, οὕτω καὶ αὐτὸς αὑτοῦ ὁ ἄνθρωπος, ὅταν ὥσπερ ἐν εὐπνοίᾳ ᾖ, τότε εὐχρούστερός ἐστιν ἢ ὅταν καταπεπνιγμένος ᾖ καὶ
περιεχόμενος ὑπό τινος ἀλέας πολλῆς, ὃ συμβαίνει μᾶλ‐Column end
Prob
.

869b

λον τῷ ἐν ἱματίῳ τρέχοντι. διὰ ταῦτα δὲ καὶ οἱ πολὺν χρόνον καθεύδοντες ἀχρούστεροί εἰσι τῶν μέτριον χρόνον κα‐ θευδόντων· καταπέπνικται γὰρ καὶ ὁ καθεύδων. Διὰ τί οἱ ἀγωνιῶντες ἱδροῦσι τοὺς πόδας, τὸ δὲ πρό‐
5σωπον οὔ, ἐν τῷ ἄλλῳ βίῳ ἱδρούντων ἡμῶν μάλιστα μὲν τὸ πρόσωπον, ἥκιστα δὲ τοὺς πόδας; ἢ ὅτι ἡ ἀγωνία φό‐ βος τίς ἐστι πρὸς ἀρχὴν ἔργου, ὁ δὲ φόβος κατάψυξις τῶν ἄνω· διὸ καὶ ὠχριῶσι τὰ πρόσωπα οἱ ἀγωνιῶντες. κινοῦνται δὲ καὶ σκαίρουσι τοῖς ποσίν· ποιοῦσι γὰρ τοῦτο οἱ
10ἀγωνιῶντες καὶ καθάπερ γυμνάζονται· διόπερ εἰκότως ἱδροῦσι ταῦτα οἷς πονοῦσιν. καὶ τρίβουσι δὲ τὰς χεῖρας καὶ συγ‐ καθιᾶσι καὶ ἐκτείνονται καὶ ἐξάλλονται καὶ οὐδέποτε ἠρε‐ μοῦσιν· ὁρμητικοὶ γάρ εἰσι πρὸς τὸ ἔργον διὰ τὸ τὸ θερμὸν αὐτῶν ἠθροῖσθαι εἰς τὸν περὶ τὸ στῆθος τόπον ὄντα εὐσω‐
15ματωδέστερον· ὅθεν πάντῃ διάττοντος αὐτοῦ τε καὶ τοῦ αἵ‐ ματος συμβαίνει πυκνὴν καὶ ποικίλην γίνεσθαι κίνησιν. μάλιστα δὲ ἱδροῦσι τοὺς πόδας, ὅτι οὗτοι μὲν συνεχῶς πο‐ νοῦσι, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος ἀναπαύσεως τυγ‐ χάνει ταῖς τῶν σχημάτων καὶ κινήσεων μεταβολαῖς.
20 Διὰ τί ἐν τοῖς πυριατηρίοις οὔτε ἀθρόου τοῦ πυρὸς ὄντος μᾶλλον ἱδροῦσιν, οὔτ’ ἐλάττονος ἀεὶ γινομένου, ἀλλὰ πλείονος; ἐπεισφερομένου γὰρ τὰ πυριατήρια μᾶλλον ἱδροῦ‐ σιν ἢ εἴπερ εὐθὺς ἐξ ἀρχῆς τοσοῦτον ἦν τὸ πῦρ. ἢ τὸ μὲν πολὺ ἐκ πρώτης ξηρὰν λαμβάνον τὴν ἐπιπολῆς σάρκα
25καὶ δέρμα καίει καὶ ὀστρακοῖ, γενομένη δὲ τοιαύτη τέγγει τοὺς ἱδρῶτας. τὸ δὲ ὀλίγον μᾶλλον τὴν σάρκα ἀνιὲν αὐτήν τε ἀραιοῖ, καὶ τὰ ἐντὸς καθάπερ ὀργάζει πρὸς τὴν διά‐ κρισιν καὶ ἐξαγωγήν. οὕτω δ’ ἐχούσης αὐτῆς, ἐπεισενεχθὲν πλέον πῦρ καὶ εἰσδυόμενον εἰς βάθος τῆς σαρκὸς δι’
30ἀραιότητα ἐξατμίζει τε τὰ προμαλαχθέντα ὑγρά, καὶ τὰ λεπτὰ αὐτῶν ἀποκρῖνον ἐξάγει μετὰ τοῦ πνεύματος. Πότερον δεῖ μᾶλλον τοῦ θέρους παρασκευάζειν τὸ ἱδροῦν ἢ τοῦ χειμῶνος; ἢ τοῦ μὲν χειμῶνος συστελλόμενον ἐντὸς τὸ θερμὸν ἐκπέττει καὶ πνευματοῖ τὰ ἐν ἡμῖν ὑγρά,
35διὸ πάντων αὐτῶν ἢ τῶν πλείστων ἀναλισκομένων οὐδὲν δεῖται συγγενοῦς ἀποκρίσεως. τοῦ δὲ θέρους δι’ ἀραιᾶς τῆς σαρκὸς ἐκπίπτοντος τοῦ θερμοῦ ἧττον πέττεται τὰ ἐν ἡμῖν
ὑγρά· διὸ δεῖται ἀπαντλήσεως. ἐμμείναντα γὰρ διὰ τὴν
Prob
.

870a

ὥραν σήπεται καὶ νοσοποιεῖ. σήπεται γὰρ πᾶν τὸ σηπό‐ μενον ὑπ’ ἀλλοτρίου θερμοῦ, ὑπὸ δὲ τοῦ οἰκείου πέττεται. ἐν μὲν οὖν τῷ θέρει τὸ ἀλλότριον ἰσχύει, διὸ σήπεται πάντα μᾶλλον ἐν αὐτῷ, ἐν δὲ τῷ χειμῶνι τὸ οἰκεῖον,
5διὸ οὐ σήπει ὁ χειμών. Διὰ τί τῶν ἱδρώτων γινομένων ὑπὸ τῆς ἐντὸς θερμα‐ σίας ἢ ὑπὸ τῆς ἐκτὸς προσπιπτούσης, πρὸς ἐνίων ἱδρώτων φρίττομεν; ἢ διότι ὑπὸ μὲν τῆς ἐντὸς θερμασίας ὅταν ἐκ‐ πίπτωσιν ἐκ πολλοῦ τόπου εἰς ὀλίγον, συστελλομένοις πρὸς
10τὴν περιοχὴν παντελῶς τὰς τοῦ θερμοῦ περιόδους ἀποφράτ‐ τουσιν, εἶτα ἡ φρίκη ἐγγίνεται; ἔτι τῆς σαρκὸς παντελῶς δια‐ βρόχου γινομένης καὶ τοῦ θερμοῦ διεξιόντος. ἡ δὲ ἐκτὸς θερ‐ μασία προσπίπτουσα ἀραιοῖ τὸν χρῶτα πρῶτον· εἶτα τὸ ἐν‐ τὸς τῆς φύσεως θερμὸν ἀποκρινάμενον τὴν φρίκην ἐποίησεν.
15 Διὰ τί τῶν ἱδρώτων οἱ θερμοὶ κρίνονται βελτίους εἶναι τῶν ψυχρῶν; ἢ ὅτι πᾶς μὲν ἱδρὼς περιττώματός τινος ἔκκρισίς ἐστιν, εἰκὸς δὲ τὸ μὲν ὀλίγον περίττωμα ἐκθερ‐ μαίνεσθαι, τὸ δὲ πλεῖον μὴ ὁμοίως, ὥστε ὁ ψυχρὸς ἱδρὼς πολλοῦ περιττώματος ἂν εἴη σημεῖον· διὸ καὶ μακροτέρας
20τὰς νόσους δηλοῖ. Διὰ τί τῶν ἱδρώτων διὰ θερμασίαν γινομένων πρὸς τὸ πολὺ πῦρ ἧττον ἱδροῦμεν; ἢ διότι ἤτοι σφόδρα θερμαι‐ νομένου τοῦ σώματος εἰς πνεύματα ὑγρὰ διαλύεται, ἢ ἐκπίπτοντος τοῦ ὑγροῦ καὶ ταχὺ περιξηραινομένου τὴν αἴσθη‐
25σιν οὐ λαμβάνομεν; Διὰ τί τοῦ ἡλίου μᾶλλον θερμαίνοντος, ἐὰν μηδὲν περίβλημα ἔχωμεν, ἱδρῶτες γίνονται τοῖς ἱματίοις περι‐ στελλομένοις; καὶ περὶ τούτου ταὐτὰ ἐροῦμεν τῷ προτέρῳ. Διὰ τί τῶν ὀξειῶν κινήσεων μᾶλλον θερμαίνειν δο‐
30κουσῶν, τῶν δὲ νωθρῶν ἧττον, αἱ πρὸς τὸ σιμὸν πορεῖαι νωθρότεραι οὖσαι ἱδρῶτάς τε μᾶλλον ἐκκρίνουσι καὶ τὸ πνεῦμα προσιστᾶσιν, ὡς θερμαίνουσαι μᾶλλον τῶν κατάν‐ των; ἢ ὅτι τοῖς βάρεσιν εἰς τὸ κάτω φέρεσθαι κατὰ φύ‐ σιν ἐστίν, εἰς δὲ τὸ ἄνω παρὰ φύσιν. ἡ οὖν τοῦ θερμοῦ φύ‐
35σις ἡ φέρουσα ἡμᾶς πρὸς μὲν τὰ κατάντη οὐθὲν συμπονεῖ, πρὸς δὲ τὰ σιμὰ φορτηγοῦσα διατελεῖ. ὥστε διὰ μὲν τὴν τοιαύτην κίνησιν ἐκθερμαίνεται, καὶ μᾶλλον τοὺς ἱδρῶτας
ἐκκρίνει, καὶ τὸ πνεῦμα προσίστησιν. συμβάλλεται δέ τιColumn end
Prob
.

870b

ἐν ταῖς πορείαις καὶ ἡ τοῦ σώματος σύγκαμψις πρὸς τὸ μὴ εὐθυπορεῖν τὸ πνεῦμα προσιστᾶσα. Διὰ τί τῶν ἱδρώτων γινομένων, ὅσῳ ἂν ἐπιβάλληταί τις μᾶλλον, οὐχ οἱ τὰ πλεῖστα τῶν ἱματίων ἐπιβαλλόμε‐
5νοι ἱδροῦσιν; καὶ περὶ τούτου ταὐτὰ ἐροῦμεν τῷ ἐπάνω. Διὰ τί τῶν σωμάτων ξηροτέρων ὄντων τοῦ θέρους ἢ τοῦ χειμῶνος ἱδρωτικωτέρως διακείμεθα τοῦ θέρους; ἢ ὅτι τοῦ μὲν θέρους ἀραιῶν τῶν σωμάτων ὄντων τὸ τῆς φύσεως θερμὸν οὐ πολὺ κατέχεται; διαλύει οὖν τὰ ὑγρὰ εἰς πνεῦ‐
10μα. τοῦ δὲ χειμῶνος πεπυκνωμένων ἐκτὸς τῶν σωμάτων, πολὺ κατειλημμένον τὸ τῆς φύσεως θερμὸν εἰς πνεῦμα οὐ διαλύει τὰ ὑγρά. ἔτι δὲ καὶ τοῦ μὲν θέρους πολὺ προσ‐ φερόμεθα τὸ ὑγρόν, τοῦ δὲ χειμῶνος τοὐναντίον. Διὰ τί οἱ ἀπὸ τοῦ αὐτομάτου γινόμενοι τοῖς ὑγιαί‐
15νουσιν ἱδρῶτες φαυλότεροι δοκοῦσιν εἶναι τῶν ὑπὸ τῶν πό‐ νων; ἢ ὅτι οἱ μὲν πόνοι ἀπαντλοῦντες ἀεὶ τὸ περιττεῦον ὑγρὸν ξηροτέραν τὴν σάρκα παρασκευάζουσιν, ὥστε τὰς κοιλίας τῶν πόρων ὑγιεινὰς εἶναι καὶ τῇ τοῦ θερμοῦ ἠθίσει μηδεμίαν ἔμφραξιν γίνεσθαι, οἱ δ’ αὐτόματοι μὲν προ‐
20σαγορευόμενοι ἱδρῶτες, γινόμενοι δ’ ἐξ ἀνάγκης, ὅταν ὑπὸ πλείονος ὑγρασίας συγχεομένων τῶν τῆς φύσεως πό‐ ρων τὰ θερμὰ μὴ παντελῶς καταλαμβάνηται, ἀλλ’ ἔτι ἀπομάχεσθαι καὶ ἐκκρίνειν αὐτὸ δύνηται, εὐλόγως νόσου σημεῖα φαίνεται. τότε γὰρ ὑπὸ πλείονος ὑγρασίας ἢ τοῦ
25συμμέτρου κατὰ φύσιν ψύχεται, ἥ τε σὰρξ δίομβρος γενομένη τὴν κακίστην πρὸς ὑγείαν διάθεσιν λαμβάνει. Διὰ τί τοῦ χειμῶνος ἱδρῶτες ἧσσον γίνονται, καὶ ἡμεῖς οὐχ ὁμοίως παρασκευάζειν βουλόμεθα, ὑγροτέρων ὄντων τῶν σωμάτων τοῦ χειμῶνος; ἢ ἧσσον μὲν ἱδροῦμεν,
30ὅτι τὰ ὑγρὰ τοῦ χειμῶνος πέπηγε καὶ συνέστηκε σφόδρα· δυσδιαλυτώτερα οὖν. οὐχ ὑπολαμβάνομεν δὲ δεῖν ἱδρωτο‐ ποιεῖσθαι τοῦ χειμῶνος, διότι ἡ τοιαύτη διάθεσις ὑγιεινή, ὁ δὲ τοὺς ἱδρῶτας ἐμποιῶν τήκει καὶ συγχεῖ τὴν ἕξιν· ἔτι τε καὶ ἀραιοτέραν τοῦ προσήκοντος ἐμποιῶν τό τε ἐντὸς
35θερμὸν ἀποκρίνων ἔλαττον ποιεῖ, ὥστε μὴ ὁμοίως δύνασθαι τῷ περιέχοντι ψυχρῷ ἀντιτετάχθαι· τό τε ἐκτὸς ὑγρὸν ῥᾳδιέστερον παρεμπεσεῖται τοῖς σώμασιν, ἀραιῶν τῶν πό‐
ρων διὰ τὰς ἱδρωτοποιίας ὄντων.
Prob
.

871a

Γ. ΟΣΑ ΠΕΡΙ ΟΙΝΟΠΟΣΙΑΝ ΚΑΙ ΜΕΘΗΝ. Διὰ τί οἱ μεθύοντες θερμοῦ ὄντος τοῦ οἴνου δύσριγοί εἰσι, καὶ τάχιστα ἁλίσκονται ὑπὸ πλευρίτιδος καὶ τῶν τοιούτων; ἢ διότι πολὺ ὑγρὸν ἐὰν ψυχθῇ, πολὺ ψυχρὸν
5γίνεται, ὥστε κρατεῖν τῆς φυσικῆς θερμότητος; γίνεται γὰρ ὅμοιον ὥσπερ ἂν εἰ ἐσθὴς βεβρεγμένη εἴη ὑγρῷ ψυχρῷ, οὕτως ἡ σὰρξ ἔνδοθεν. Διὰ τί οὐχ οἱ σφόδρα μεθύοντες παροινοῦσιν, ἀλλ’ οἱ ἀκροθώρακες μάλιστα; ἢ ὅτι οὔθ’ οὕτως ὀλίγον πεπώκασιν
10ὥστε ὁμοίως ἔχειν τοῖς νήφουσιν, οὔθ’ οὕτως ὥστε διαλύεσθαι, ὅπερ πάσχουσιν οἱ πολὺ πεπωκότες; ἔτι οἱ μὲν νήφοντες μᾶλλον ὀρθῶς κρίνουσιν, οἱ δὲ σφόδρα μεθύοντες οὐδ’ ἐγ‐ χειροῦσι κρίνειν· οἱ δὲ ἀκροθώρακες κρίνουσι μὲν διὰ τὸ μὴ σφόδρα μεθύειν, κακῶς δὲ διὰ τὸ μὴ νήφειν, καὶ ταχὺ
15τῶν μὲν καταφρονοῦσιν, ὑπὸ τῶν δὲ ὀλιγωρεῖσθαι δοκοῦσιν. Διὰ τί μᾶλλον κραιπαλῶσιν οἱ ἀκρατέστερον πίνοντες ἢ οἱ ὅλως ἄκρατον; πότερον διὰ τὴν λεπτότητα ὁ κεκρα‐ μένος μᾶλλον εἰσδύεται εἰς πλείους τόπους καὶ στενωτέ‐ ρους, ὁ δὲ ἄκρατος ἧττον, ὥστε δυσεξαγωγότερος ὁ κεκρα‐
20μένος; ἢ διότι ἐλάττω πίνουσιν ἄκρατον διὰ τὸ μὴ δύ‐ νασθαι, καὶ ἀπεμοῦσι μᾶλλον; ἔτι δὲ συμπέττει τὰ λοιπὰ θερμότερος ὤν, καὶ αὐτὸς αὑτόν· ὁ δὲ ὑδαρὴς τοὐναντίον. Διὰ τί τῶν οἰνοφλύγων τὸ σπέρμα οὐ γόνιμον ὡς ἐπὶ τὸ πολύ; ἢ ὅτι ἡ κρᾶσις τοῦ σώματος ἐξύγρανται;
25τὰ δὲ ὑγρὰ σπέρματα οὐ γόνιμα, ἀλλὰ τὰ συνεστῶτα καὶ πάχος ἔχοντα. Διὰ τί οἱ οἰνόφλυγες τρέμουσι, καὶ μᾶλλον ὅσῳ ἂν ἀκρατοποτῶσιν; ἔστι δὲ ὁ μὲν οἶνος θερμαντικόν, ὁ δὲ τρό‐ μος γίνεται μάλιστα ἀπὸ ψυχροῦ, διὸ οἱ ῥιγῶντες μάλιστα
30τρέμουσιν. πολλοῖς δ’ ἤδη χρωμένοις μόνον ἀκράτῳ τρο‐ φῆς χάριν τρόμοι ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς θλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον. ἢ ὅτι γίνεται μὲν ὁ τρόμος διὰ κατάψυξιν, γίνε‐ ται δὲ ἢ περιισταμένου ἐντὸς τοῦ θερμοῦ διὰ τὸ ἐκτὸς ψῦχος,
35οἷον τοῦ χειμῶνος, ἢ σβεννυμένου τοῦ κατὰ φύσιν θερμοῦ, σβεννυμένου μὲν τῷ ἐναντίῳ, ἢ διὰ χρόνον, οἷον γῆρας, ἢ τῇ τοῦ ἀλλοτρίου θερμοῦ ὑπερβολῇ, ὃ συμβαίνει τῷ ἐν τῷ ἡλίῳ ἢ πυρὶ καιομένῳ. συμβαίνει δὲ τοῦτο καὶ τοῖς
τῷ ἀκράτῳ οἴνῳ χρωμένοις. ὢν γὰρ θερμός, ὅταν ὑπερ‐Column end
Prob
.

871b

τείνηται δυνάμει τῇ τοῦ σώματος οἰκείᾳ θερμότητι μιγνύ‐ μενος, ἀποσβέννυσιν αὐτό· σβεσθέντος δὲ καὶ ψυχθέντος τοῦ σώματος συμβαίνει τοὺς τρόμους γίνεσθαι. ἔστι δὲ καὶ παρὰ πάντα τὰ εἰρημένα ἄλλος τρόπος καταψύξεως.
5ἀναιρεθείσης δὲ τῆς ὕλης, ᾗ τὸ θερμὸν ἑκάστῳ τρέφεται, συμβαίνει καὶ τὸ θερμὸν φθείρεσθαι. τοῦτο δὲ ἐπὶ μὲν τῶν ἀψύχων ἐπὶ τοῦ λύχνου ἐστὶ φανερόν (τοῦ γὰρ ἐλαίου ἀναλωθέντος συμβαίνει σβέννυσθαι τὸ φῶς), ἐπὶ δὲ τῶν ἐμψύχων τό τε γῆρας ταὐτὸ ποιεῖ τοῦτο καὶ τῶν νόσων
10αἱ μακραὶ καὶ συντηκτικαί. ἀναιρουμένης γὰρ ἢ λεπτυ‐ νομένης τῆς τοῦ θερμοῦ τροφῆς ἐκλύειν αὐτὸ συμβαίνει. ὑγρῷ μὲν γὰρ τρέφεται τὸ θερμόν, τούτῳ δὲ οὐ τῷ τυ‐ χόντι, ἀλλὰ λείῳ καὶ πλείονι. διὸ τοῖς νοσοῦσι τὰς εἰρη‐ μένας νόσους καὶ πρεσβυτέροις φθειρομένου τοῦ τοιούτου καὶ
15ἀλλοιουμένου (δριμὺ γὰρ καὶ αὐχμηρὸν ἀντὶ λείου καὶ λιπαροῦ γίνεται) συμβαίνει ἐκλείπειν αὐτό. σημεῖον δὲ τῶν εἰρημένων ἐστὶν αἱ γινόμεναι βοήθειαι τοῖς μαράνσει τὸν βίον ἐκλείπουσιν· ὅ τι γὰρ ἂν ἐπιστάξῃ τις αὐτοῖς τῶν τροφωδῶν ὑγρῶν, προσαναφέρεσθαι συμβαίνει τὸ δὲ
20ὀπτικὸν αὐτῶν, ὡς τῇ τοῦ τοιούτου ἐκλείψει γινομένης τῆς διαλύσεως. ἔοικε δὲ τοῖς ἀκρατοποτοῦσι τοῦτ’ εἶναι αἴτιον. ὢν γὰρ θερμὸς ὁ οἶνος μετὰ τῆς φύσει ὑπαρχούσης θερ‐ μότητος μᾶλλον ἀναλίσκει τὰ ἐν τῷ σώματι ὑπάρχοντα ἐφόδια τῷ οἰκείῳ θερμῷ. διὸ συμβαίνει τοὺς μὲν ὑδρωπι‐
25κοὺς αὐτῶν γίνεσθαι, τοὺς δὲ ῥευματικούς, τοὺς δὲ εἰς τὴν κοιλίαν. τά τε γὰρ λοιπὰ αὐτοῖς ὑγρὰ δριμέα ἐστί, καὶ τὰ εἰσιόντα δι’ ἀσθένειαν τοῦ οἰκείου θερμοῦ ἁπαλὰ ὄντα οὐ παχύνεται. ἀσθενὲς δέ ἐστι τὸ θερμὸν τῷ τὴν ὕλην εἶναι τοιαύτην ἐν ᾧ ἔτι σώζεται, καθάπερ τὸ καλάμινον
30πῦρ· καὶ γὰρ τοῦτο διὰ τὴν τῆς ὕλης ἀσθένειαν ἀσθενέ‐ στερόν ἐστι τοῦ ξυλίνου. Διὰ τί οἱ μεθύοντες θερμοῦ ὄντος τοῦ οἴνου δύσριγοί εἰσι, καὶ τάχιστα ἁλίσκονται ὑπὸ πλευρίτιδος καὶ τῶν τοιούτων νόσων; ἢ ὅτι τὸ πολὺ ὑγρὸν ἐὰν ψυχθῇ, πολὺ
35ψυχρὸν γίνεται, ὥστε κρατεῖν τῆς φυσικῆς θερμότητος, πάντα δὲ τὰ ὑγρότερα θερμότερά ἐστι τὴν φύσιν. σημεῖον δέ· θερμαίνεται μὲν γὰρ τοῖς ἐκτός, ὑγραίνεται δὲ οὔ. εἰ δ’ ἧττόν ἐστι θερμά, καὶ ἀπολείπει δῆλον ὅτι θᾶττον αὐτὰ
ἡ θερμότης ἢ ὑγρότης, ὥστε λειφθέντων ψυχρῶν ὑγρῶν
Prob
.

872a

εἰκότως ῥιγοῦσί τε μᾶλλον οἱ μεθύοντες καὶ τὰ τοῦ ῥίγους οἰκεῖα πάσχουσι πάθη. Διὰ τί οἱ μὲν παῖδες θερμοὶ ὄντες οὐ φίλοινοί εἰσι, Σκύθαι δὲ καὶ οἱ ἄνδρες οἱ ἀνδρεῖοι θερμοὶ ὄντες φίλοινοι;
5ἢ ὅτι οἱ μὲν θερμοὶ ὄντες καὶ ξηροί (ἡ γὰρ τοῦ ἀνδρὸς ἕξις τοιαύτη), οἱ δὲ παῖδες ὑγροὶ καὶ θερμοί. ἡ δὲ φιλο‐ ποσία ἐστὶν ἐπιθυμία ὑγροῦ τινός. ἡ οὖν ὑγρότης κωλύει διψη‐ τικοὺς εἶναι τοὺς παῖδας· ἔνδεια γάρ τις ἐστὶν ἡ ἐπιθυμία. Διὰ τί μεθύοντες μᾶλλον διαισθανόμεθα τὰ ἁλυκὰ
10καὶ τὰ μοχθηρὰ ὕδατα, νήφοντες δὲ ἧττον; ἢ ὅτι τὸ οἰκεῖον ὑπὸ τοῦ οἰκείου ἐστὶν ἀπαθές, καὶ τὸ ὁμοίως διακεί‐ μενον, τὰ δὲ ἐναντία τῶν ἐναντίων ἐστὶν αἰσθητικώτατα. ὁ μὲν οὖν μεθύων γλυκεῖς ἐν αὑτῷ χυμοὺς ἔχει (τοιοῦτο γὰρ ὁ οἶνος δοκεῖ), καὶ τῶν φαύλων χυμῶν αἰσθητικώτερός
15ἐστιν, ὁ δὲ νήφων δριμεῖς καὶ ἁλυκούς. τῆς τροφῆς οὖν πεπεμμένης οἱ περιττωματικοὶ ἐπιπολάζουσιν. οὗτοί τε οὖν εἰσὶν ἀπαθεῖς ὑπὸ τῶν ὁμοίων, καὶ τὸν ἔχοντα ποιοῦσιν. Διὰ τί τοῖς μεθύουσι σφόδρα κύκλῳ πάντα φαίνεται φέρεσθαι, καὶ ἤδη ἁπτομένης τῆς μέθης ἀθρεῖν τὰ πόρρω
20οὐ δύνανται; διὸ καὶ σημεῖον τῆς μέθης αὐτὸ ποιοῦνταί τινες. ἢ ὅτι κινεῖται ὑπὸ τῆς θερμότητος τοῦ οἴνου ἡ ὄψις πυκνάκις; διαφέρει οὖν οὐθὲν τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸ γὰρ ποιεῖ πρὸς τὸ φαίνεσθαι τὰ εἰρημένα. ἐπεὶ δὲ καὶ περὶ τὰ πλησίον ὄντα διαψεύδεσθαι τὴν ὄψιν συμ‐
25βαίνει τῶν μεθυόντων, καὶ περὶ τὰ πόρρω μᾶλλον εἰκὸς ταῦτα πάσχειν. διόπερ ἐκεῖνα μὲν ὅλως οὐχ ὁρᾶται, τὰ δ’ ἐγγὺς οὐκ ἐν ᾧ τόπῳ ἐστὶν ὁρᾷ. κύκλῳ δὲ φαίνεται φέρεσθαι, καὶ οὐκ ἐγγὺς καὶ πόρρω, ὅτι εἰς μὲν τὸ πόρρω διά τε τὴν κύκλῳ κίνησιν ἀδυνατωτέρα ἐστὶ φέρεσθαι ἡ
30ὄψις. ἅμα γὰρ τἀναντία ποιεῖν οὐ ῥᾴδιον. ἔστι δὲ ἡ μὲν πόρρω ἐπιθυμία σφοδρά, ἡ δὲ κύκλῳ ἐν ᾧ τοὔνομα ση‐ μαίνει σχήματι. διά τε οὖν τὰ εἰρημένα πόρρω οὐ φέρεται· καὶ εἰ φέροιτο τὸ ἐγγὺς καὶ πόρρω, οὐκ ἂν ταῦθ’ ὁρῴη. ἀπολείποι γὰρ ἂν ἐν θατέρῳ χρόνῳ αὐτῶν τὸ ὁρώμενον
35ἐν ταὐτῷ τόπῳ, ἀπολείπων δὲ οὐκ ἂν ὁρῴη. κύκλῳ δὲ φέρεται διὰ τὸ ὑπάρχον σχῆμα τῆς ὄψεως. ἔστι γὰρ
κῶνος, οὗ ἡ βάσις κύκλος, ἐν ᾧ κινουμένη ὁρᾷ μὲν τοῦτο διὰColumn end
Prob
.

872b

τὸ μηδέποτε ἀπολείπειν αὐτό, διέψευσται δὲ τῷ τόπῳ διὰ τὸ μὴ τὴν αὐτὴν ὄψιν ἐπιβάλλειν ἐπ’ αὐτό. ταὐτὸν γὰρ ἂν ἦν ἢ τοῦτο πρὸς τὴν ὄψιν κινεῖν ἢ τὴν ὄψιν πρὸς τοῦτο. Διὰ τί τοῖς μεθύουσιν ἐνίοτε πολλὰ φαίνεται τὸ ἓν
5ὁρῶσιν; ἢ καθάπερ εἴρηται, κινουμένης τῆς ὄψεως συμβαίνει μηθένα χρόνον τὴν αὐτὴν ἐπὶ ταὐτοῦ ἠρεμεῖν ὄψιν; τὸ δ’ ἐν ταὐτῷ χρόνῳ ἑτέρως ὁρώμενον ὀψιαίτερον εἶναι δοκεῖ· ἁφῇ γὰρ ὄψεως ὁρᾶται τὸ ὁρώμενον, ἅπτεσθαι δὲ πλείο‐ σιν ἅμα τοῦ αὐτοῦ ἀδύνατον. ὄντος δὲ ἀναισθήτου τοῦ με‐
10ταξὺ χρόνου, ἐν ᾧ ἡ ὄψις ἥπτετο καὶ παρήλλαττε τὸ ὁρώ‐ μενον, εἷς εἶναι δοκεῖ χρόνος ἐν ᾧ τε ἧπται καὶ παρήλ‐ λαχεν· ὥστ’ ἐν τῷ αὐτῷ χρόνῳ ταὐτοῦ πλειόνων ἁπτομένων ὄψεων πλείω δοκεῖ εἶναι τὰ ὁρώμενα, διὰ τὸ ταῦτα κατὰ τὸν αὐτὸν τρόπον ἀδύνατον εἶναι ἅπτεσθαι.
15 Διὰ τί οἱ μεθύοντες ἀφροδισιάζειν ἀδύνατοί εἰσιν; ἢ ὅτι δεῖ τινὰ τόπον ἐκθερμανθῆναι μᾶλλον τοῦ ἄλλου σώμα‐ τος, τοῦτο δὲ ποιεῖν διὰ τὸ πλῆθος τῆς ἐν ὅλῳ τῷ σώματι θερμασίας ἀδυνατοῦσιν· ἀποσβέννυται γὰρ τὸ ὑπὸ τῆς κι‐ νήσεως γινόμενον θερμὸν ὑπὸ τοῦ περιέχοντος μᾶλλον, ὅτι
20πολύ ἐστιν ἐν αὐτοῖς τὸ ὑγρὸν καὶ ἄπεπτον. ἔτι δὲ τὸ σπέρμα ἐκ τροφῆς, τροφὴ δὲ πᾶσα πέττεται· ἧς πληρω‐ θέντες ὁρμητικοί εἰσι πρὸς τὰ ἀφροδίσια. διὸ καὶ κελεύουσί τινες πρὸς τὴν πρᾶξιν τὴν τοιαύτην ἀριστᾶν μὲν πολύ, δει‐ πνεῖν δὲ ὀλίγον, ἵνα ᾖ αὐτοῖς ἐλάττω τὰ ἄπεπτα τῶν πε‐
25πεμμένων. Διὰ τί ὁ γλυκὺς καὶ ἄκρατος καὶ ὁ κυκεὼν μεταξὺ διαπινόμενοι ἐν τοῖς πότοις νήφειν ποιοῦσιν; καὶ διὰ τί ἧτ‐ τον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζόμενοι; ἢ πάντων τὸ αὐτὸ αἴτιόν ἐστιν, ἡ παράκρουσις τοῦ ἐπιπολῆς θερμοῦ; τὸ
30γὰρ μεθύειν ἐστίν, ὅταν ᾖ τὸ θερμὸν ἐν τοῖς περὶ τὴν κε‐ φαλὴν τόποις. Διὰ τί τοῦ γλυκέος ἐπιπολαστικοῦ ὄντος, ἐάν τις με‐ θύων ἤδη ἐπιπίῃ γλυκύ, καταπέττεται ὁ ἐνυπάρχων οἶνος καὶ ἧττον ἐνοχλεῖ; ἢ ὅτι τὸ μὲν γλυκὺ λεαντικόν τέ ἐστι
35καὶ γλίσχρον (ἐμφράττει οὖν τοὺς πόρους), τὸ δὲ αὐστηρὸν τραχυντικόν· καὶ τὸ μὲν εὐπετῆ ποιεῖ τῷ θερμῷ τὴν ἀνα‐
φοράν, ὁ δὲ γλυκὺς στέγει αὐτό, τοὺς πόρους ἐμφράττων.
Prob
.

873a

ὅτι δὲ τῶν ἄνω θερμανθέντων ἐστὶν ἡ μέθη, εἴρηται. ἔτι δὲ ὁ μὲν γλυκὺς ἄνοδμος, ὁ δὲ αὐστηρὸς οὔ· ὀσμὴ δὲ πᾶσα βαρύνει κεφαλήν. Διὰ τί ἀπὸ τοῦ κεκραμένου μὲν ἀκρατεστέρου δὲ ἕωθεν
5μᾶλλον πονοῦσι τὴν κεφαλὴν ἢ ἀπὸ τοῦ ἀκράτου; ἢ ὅτι ὁ μὲν ἄκρατος παχυμερὴς ὢν εἰς τοὺς περὶ τὴν κεφαλὴν πόρους στενοὺς ὄντας αὐτὸς μὲν οὐκ εἰσπίπτει, ἡ δὲ δύναμις αὐτοῦ, ἡ ὀσμὴ καὶ θερμότης· ὁ δὲ κεκραμένος μιχθεὶς λεπτῷ τῷ ὕδατι αὐτὸς εἰσδύεται, ἔχων δὲ σῶμα, καὶ
10τῆς δυνάμεως πολὺ τῆς τοῦ ἀκράτου, δυσπεπτότερός ἐστιν. τά τε γὰρ ὑγρὰ πάντων δυσπεπτότατα, καὶ τὰ σώματα τῶν ἐν αὐτοῖς δυνάμεων. Διὰ τί μᾶλλον δύνανται πιεῖν εἰς μέθην οἱ ἀγύμνα‐ στοι τῶν γεγυμνασμένων, καὶ ῥᾷον ἀπαλλάττουσιν; ἢ ὅτι
15οἱ ἔχοντες περίττωμα καὶ ὑγρὸν ἐν αὑτοῖς οὐρητικοὶ γί‐ νονται· ὅπερ ποιεῖ δύνασθαι πίνειν καὶ ὕστερον κούφως ἔχειν διὰ τὸ μὴ ἐμμένειν πολὺ ὑγρὸν οἰνῶδες. οἱ μὲν οὖν ἀγύμναστοι ὑγροὶ καὶ περιττωματικοί εἰσιν, οἱ δὲ γεγυ‐ μνασμένοι ξηροί, ὥστ’ εἰς τὸ σῶμα τούτοις ἡ ὑγρότης ἡ
20οἰνηρὰ ἀφικνεῖται. εὐθύς τε οὖν ἀντισπᾷ τῇ οὐρήσει ἡ φορὰ αὕτη, καὶ ὕστερον ἐμμένον τὸ ὑγρὸν τοῦτο ἐν τῷ σώματι βάρος ποιεῖ. Διὰ τί ὁ οἶνος καὶ τετυφωμένους ποιεῖ καὶ μανικούς; ἐναντία γὰρ ἡ διάθεσις· ὁ μὲν γὰρ μᾶλλον ἤδη ἐν κινή‐
25σει, ὁ δὲ ἧττον. ἢ ὥσπερ Χαιρήμων εἶπε, “τῶν χρωμέ‐ νων γὰρ τοῖς τρόποις κεράννυται.” τἀναντία οὖν ποιεῖ οὐ ταὐτὰ ἀλλὰ τὰ μὴ ὁμοίως ἔχοντα, ὥσπερ καὶ τὸ πῦρ τὰ μὲν ξηραίνει τὰ δὲ ὑγραίνει, ἀλλ’ οὐ ταὐτά, καὶ τή‐ κει τὸν κρύσταλλον καὶ πήγνυσι τοὺς ἅλας. καὶ ὁ οἶνος
30(ὑγρὸς γάρ ἐστι τὴν φύσιν) τοὺς μὲν βραδυτέρους ἐπιτείνει καὶ θάττους ποιεῖ, τοὺς δὲ θάττους ἐκλύει. διὸ ἔνιοι τῶν μελαγχολικῶν τῇ φύσει ἐν ταῖς κραιπάλαις ἐκλελυμένοι γίνονται πάμπαν. ὥσπερ γὰρ τὸ λουτρὸν τοὺς μὲν συνδε‐ δεμένους τὸ σῶμα καὶ σκληροὺς εὐκινήτους ποιεῖ, τοὺς δὲ
35εὐκινήτους καὶ ὑγροὺς ἐκλύει, οὕτως ὁ οἶνος, ὥσπερ λούων τὰ ἐντός, ἀπεργάζεται τοῦτο.
Διὰ τί ἡ κράμβη παύει τὴν κραιπάλην; ἢ ὅτι τὸνColumn end
Prob
.

873b

μὲν χυλὸν γλυκὺν καὶ ῥυπτικὸν ἔχει (διὸ καὶ κλύζουσιν αὐτῷ τὴν κοιλίαν οἱ ἰατροί), αὐτὴ δ’ ἐστὶ ψυχρά. σημεῖον δέ· πρὸς γὰρ τὰς σφοδρὰς διαρροίας χρῶνται αὐτῇ οἱ ἰατροί, ἕψοντες σφόδρα καὶ ἀποξυλίζοντες καὶ ψύχοντες.
5συμβαίνει δὴ τῶν κραιπαλώντων τὸν μὲν χυλὸν αὐτῆς εἰς τὴν κοιλίαν κατασπᾶν τὰ ἐν αὐτοῖς ὑγρά, οἰνηρὰ καὶ ἄπε‐ πτα ὄντα, αὐτὴν δὲ ὑπολειπομένην ἐν τῇ ἄνω κοιλίᾳ ψύ‐ χειν τὸ σῶμα. ψυχομένου δὲ ὑγρὰ λεπτὰ συμβαίνει εἰς τὴν κύστιν φέρεσθαι. ὥστε κατ’ ἀμφότερα τῶν ὑγρῶν ἐκ‐
10κρινομένων διὰ τοῦ σώματος, καὶ καταψυχομένου, εἰκότως ἀκραίπαλοι γίνονται· ὁ γὰρ οἶνος ὑγρὸς καὶ θερμός ἐστιν. ἔτι δὲ συμβαίνει τῶν ὑγρῶν κατασπωμένων καὶ ἐκκρινομέ‐ νων κάτω καὶ πνεῦμα ἐπάγεσθαι αὐτοῖς, ὅπερ μόνον ἀπὸ τοῦ οἴνου εἰς τὴν κεφαλὴν φερόμενον τὸν κάρον καὶ τὴν
15κραιπάλην ποιεῖ. κάτω δὲ ὁρμήσαντος καὶ καταψυχομένου τοῦ σώματος διὰ τὰ εἰρημένα, λύεται ὁ τῆς κραιπάλης πό‐ νος. ἔστι γὰρ ἡ κραιπάλη ζέσις τις καὶ φλεγμασία λή‐ γουσα. λυπεῖ δὲ μᾶλλον τῆς μέθης, ὅτι ἐκείνη μὲν ἐξί‐ στησιν, ἡ δὲ κραιπάλη ἐν αὑτοῖς οὖσι τὸν πόνον παρέχει·
20καθάπερ οὖν καὶ ὑπὸ τῶν πυρετῶν οἱ λαμβανόμενοι παί‐ ζουσι μᾶλλον ἢ ἀλγοῦσι, παρ’ αὑτοῖς δὲ γενόμενοι οἱ αὐτοί, κουφισθέντες τοῦ πάθους, ἀλγοῦσιν. ταὐτὰ γὰρ καὶ ἐπὶ τῆς κραιπάλης καὶ ἐπὶ τῆς μέθης συμβαίνει. Διὰ τί μᾶλλον ἐμετιᾶν ποιεῖ ὁ ὑδαρὴς οἶνος ἢ τὸ
25ὕδωρ καὶ ὁ ἄκρατος; ἢ ὅτι ἐμεῖν μὲν μάλιστα ποιεῖ τὰ ἐπιπολαστικὰ καὶ ὅσα ἀηδῆ ἐστίν. ἔστι δὲ ὁ μὲν οἶνος κατα‐ κρουστικός, τὸ δὲ ὕδωρ λεπτὸν καὶ οὐκ ἀηδές. διὰ μὲν οὖν τὸ λεπτὸν [καὶ οὐκ ἀηδὲς] εἶναι κάτω διέρχεται ταχύ, διὰ δὲ τὸ μὴ ἀηδὲς οὐ ποιεῖ καρδιώττειν. ὁ δὲ κεκραμένος λίαν
30οὐκ ἔστι λεπτὸς ὥστε διαρρεῖν ταχύ, διὰ δὲ τὸ μικρὸν ἔχειν οἴνου ἀηδής ἐστιν· ταράττει γὰρ τὴν αἴσθησιν τῷ πλείους ἐν αὐτῇ τὰς κινήσεις ἐμποιεῖν, τήν τ’ ἀπὸ τοῦ οἴνου καὶ τοῦ ὕδατος· αἰσθηταὶ γὰρ ἄμφω γίνονται. ὁ δ’ εὔκρατος τὴν μὲν τοῦ ὕδατος αἴσθησιν ἀφανίζει, οἴνου δὲ μαλακοῦ ποιεῖ
35αἴσθησιν· διὸ ἡδέως πίνεται. ἀηδὴς δὲ ὢν ὁ ὑδαρὴς οἶνος ἐπιπολαστικός ἐστι· τὸ δὲ τοιοῦτον ἐμετικόν ἐστιν.
Διὰ τί μεθύοντες μᾶλλον διαισθανόμεθα τὰ ἁλυκὰ
Prob
.

874a

καὶ τὰ μοχθηρὰ ὕδατα, νήφοντες δ’ ἧττον; ἢ ὅτι τὰ λυ‐ πηρὰ μᾶλλον δῆλα τοῖς μὴ ἐπιθυμοῦσι, τοὺς δ’ ἐπιθυμοῦντας διαλανθάνει; ὁ μὲν οὖν ἡδέως ἔχων ὁμοίως τῷ ἐπιθυμοῦντι ἔχει, ὁ δὲ νήφων οὕτως ἔχει· ὁ δὲ μεθύων πλήρης.
5 Διὰ τί τοῖς μεθύουσι σφόδρα κύκλῳ πάντα φαίνεται φέρεσθαι, καὶ ἤδη ἁπτομένης μᾶλλον τῆς μέθης ἀριθμεῖν τὰ πόρρω οὐ δύνανται; διὸ καὶ σημεῖον τῆς μέθης ποιοῦνται αὐτό τινες. ἢ ὅτι κινεῖται ὑπὸ τῆς θερμότητος τοῦ οἴνου ἡ ὄψις πυκνάκις; ὥσπερ οὖν ὅταν ὑποθῇ τις ὑπὸ τὸν ὀφθαλ‐
10μόν, δύο φαίνεται, οὕτω καὶ τοῖς μεθύουσιν. οὐδὲν γὰρ δια‐ φέρει, ἐὰν μὲν ὑποθῇ, κινῇ δὲ τὴν ὄψιν, οὐδ’ ἐὰν ἔξωθεν ἢ ἔσωθεν· ἀμφοτέρως γὰρ τὸ αὐτὸ πάσχει ἡ ὄψις. ὥστε οὐ δόξει μένειν τὸ ὁρώμενον, καὶ τὸ πόρρωθεν ἔτι μᾶλλον· ἔτι γὰρ ἧττον κρατεῖ ἀποτεινομένης τῆς ὄψεως, καὶ πλέον τὸ
15διάστημα ἐπὶ τῷ ἄκρῳ ποιεῖ ἡ ἐγγὺς αὕτη κίνησις. ἂν δὲ σφόδρα κινῆται καὶ ὁμαλῶς ἄνω καὶ κάτω, ἧττον κρατή‐ σει τοῦ πόρρω. πάντα δὲ ἀποτεινόμενα κύκλῳ φέρεται, οἷον οἱ ὀϊστοὶ καὶ τὰ καταρτώμενα. καὶ ἡ ὄψις οὖν δι’ ἀσθέ‐ νειαν ταὐτὸ πάσχει ὥσπερ ἂν εἰ πόρρω ἐφέρετο. διαφέρει
20δ’ οὐδὲν τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸ γὰρ ποιεῖ πρὸς τὸ φαίνεσθαι. Διὰ τί, ὅταν ἀθρόως πίνωσι, ξηρότεραι αἱ κοιλίαι γί‐ νονται, ὅτε δεῖ ὑγραίνεσθαι μᾶλλον ὑπὸ τοῦ πλείονος; ἢ ὅτι τοῦ μὲν πολλοῦ καὶ ἀθρόου οὐ κρατεῖ ἡ κοιλία, ἀλλ’ εἰς
25τὸν αὑτοῦ ἔρχεται τόπον ἀπαθές; ἔστι δὲ ὑγροῦ τόπος ἀπέ‐ πτου ἡ κύστις. τοῦ δὲ ὀλίγου κρατεῖ καὶ πέττει, ὥστε μένον ὑγραίνει. Διὰ τί μᾶλλον κραιπαλῶσιν οἱ εὔκρατον πίνοντες ἢ οἱ ἄκρατον; ἢ διὰ τὴν λεπτότητα εἰς πλείους τόπους ὁ κε‐
30κραμένος εἰσέρχεται, καθάπερ ἐν τοῖς ἱματίοις, καὶ ἔστι δυ‐ σεξαγωγότερος· τὸ δὲ ὕδωρ λεπτομερέστερον μέν, ἀλλ’ εὐέξοδον. ἢ διότι ἔλαττον πίνουσιν ἄκρατον διὰ τὸ μὴ δύ‐ νασθαι, καὶ μᾶλλον ἀπεμοῦσιν; ἔτι δὲ συμπέττει τὰ λοιπά. ταὐτὸ δ’ ἐστὶ πρόβλημα.
35 Διὰ τί ὑπὸ τοῦ ἀκράτου ἀποθνήσκουσιν, ἐάν τις προϊ‐ σχνάνας πολὺ πίῃ; καὶ μὴ προϊσχνάναντες δὲ πολλοὶ τῶν φιλοπότων ἀθρόον πολὺ πίνοντες ξηροὶ γίνονται· δοκεῖ γὰρ
ὅ τε οἶνος τῶν θερμῶν εἶναι τὴν φύσιν καὶ τὸ ζῆν, τὸ δὲColumn end
Prob
.

874b

ἀποθνήσκειν κατάψυξις. ἢ ὥσπερ καὶ ἀπὸ τοῦ κωνείου, σβεννυμένου κατὰ μικρὸν τοῦ θερμοῦ τοῦ οἰκείου. ἀλλὰ τρό‐ πον ἕτερον· τὸ μὲν γὰρ τῇ ψυχρότητι πήγνυσι τὸ ὑγρὸν καὶ θερμόν, ὁ δ’ οἶνος τῇ θερμότητι τῇ αὑτοῦ μαραίνει τὴν
5φυσικὴν θερμότητα. ὥσπερ οὖν ὑπὸ τοῦ πολλοῦ πυρὸς καὶ ἡλίου τὸ ὀλίγον πῦρ ἀποσβέννυται, οὕτως ἡ ἐν τοῖς σώμασι θερμότης ὑπὸ τῆς ἐν τῷ οἴνῳ, ἐὰν ὑπερβάλλῃ. Διὰ τί οἱ μεθύοντες ἀριδάκρυοι μᾶλλον; ἢ ὅτι θερμοὶ καὶ ὑγροὶ γίνονται· ἀκρατεῖς οὖν εἰσίν, ὥστε ὑπὸ μικρῶν
10κινεῖσθαι. Διὰ τί ἧττον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζό‐ μενοι; πάντων γὰρ ταὐτὸ αἴτιον ἡ κατάκρουσις, τουτέστιν ἐπιπολῆς. τὸ μὲν γὰρ μεθύειν ἐν τοῖς περὶ κεφαλὴν τόποις. ἢ ὅτι δεῖ πρὸς τοὺς ὕπνους ὑγρότητα ἐνυπάρχειν θερμήν;
15αὕτη γὰρ εὔπεπτος. ἂν δὲ μὴ ἐνῇ ὑγρότης ὀλίγη ἢ δύσ‐ πεπτος, οὐ γίνεται ὕπνος. διὸ ἐν τοῖς κόποις καὶ μετὰ τὰ σιτία καὶ τοὺς πότους ὑπνωτικώτατοι γίνονται ὑπὸ τῆς θέρ‐ μης. τοῖς δὲ μελαγχολικοῖς καὶ τοῖς μεγάλας πυρίας ἀγρυπνία, τοῖς μὲν ὅτι κατέψυκται τὸ ὑγρόν, τοῖς δὲ ὅτι
20οὐκ ἔστιν ἢ ὀλίγον. φανερὸν οὖν ὅτι εἰς ταῦτα βλεπτέον καθ’ ἕτερον τῶν παθῶν. Διὰ τί οἱ οἰνόφλυγες τρέμουσι, καὶ μᾶλλον ὅσῳ ἂν ἀκρατοποτῶσιν; ἔστι δὲ ὁ μὲν οἶνος θερμαντικός, ὁ δὲ τρό‐ μος γίνεται μάλιστα ὑπὸ ψυχροῦ, διὸ οἱ ῥιγῶντες μάλιστα
25τρέμουσιν. πολλοῖς δ’ ἤδη χρωμένοις μόνῳ ἀκράτῳ τροφῆς χάριν τρόμοι τε ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς θλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον. ἕτεροι δὲ τοῦτον τὸν τρόπον διαιτώμενοι, καὶ τρίψεσι χρώ‐ μενοι καὶ τροφῇ κρέασι, πρὸς ἀποπληκτικὰς ἀρρωστίας
30ἤλασαν· οἷς τρόμοι μὲν διὰ τὴν ἀκινησίαν ἧττον ἐνέπιπτον, πόνος δὲ ἰσχυρὸς καὶ τὸ μὴ δύνασθαι ἡσυχάζειν. ἔτι τοῦ μὲν τρόμου αἰτία ἡ ψυχρότης· φαίνονται γάρ, ὥσπερ εἴρη‐ ται, οἵ τε ῥιγῶντες τοῦτο πάσχοντες καὶ οἱ σφόδρα γέροντες. ἀμφοτέρων δὲ τούτων τῶν μὲν τὸ πάθος ψυχρόν, τῶν δὲ ἡ
35ἡλικία· ὁ δὲ οἶνος θερμαντικώτατος, ὥσθ’ ὑπεναντίον ἄν τι συμβαίνοι. ἢ οὐθὲν κωλύει γίνεσθαι ταὐτὸ ὑπὸ ἐναντίων, μὴ ὡσαύτως δὲ ποιούντων, οἷον καὶ ὑπὸ τῶν πάγων ἀπο‐
κάεται καὶ ὑπὸ θερμοῦ, ὅταν ὁ πάγος ἀθρόον ποιήση τὸ
Prob
.

875a

θερμόν· ὥστ’ ἔστι μὲν ὡς ὑπ’ ἐναντίων τὸ πάθος τὸ αὐτὸ συμβαίνειν, ἔστι δὲ ὡς ὑπὸ τοῦ αὐτοῦ τὸ αὐτό. ὁ δὲ τρόμος γίνεται μὲν ὑπ’ ἐνδείας θερμοῦ, οὐ παντὸς ἀλλὰ τοῦ οἰκείου. φθείρεται δὲ τὸ θερμὸν ἢ μαράνσει ἢ σβέσει, σβέσει μὲν
5ὑπὸ τῶν ἐναντίων, ὑπὸ ψυχροῦ καὶ ὑγροῦ, μαράνσει δὲ ἐν‐ δείᾳ τροφῆς, οἷον οἱ λύχνοι, ὅταν μὴ ἔχωσιν ὑπέκκαυμα μηδ’ ἔλαιον· ἢ ὑπὸ θερμοῦ ἀλλοτρίου, οἷον τὸ πῦρ ἐν τῷ ἡλίῳ καὶ οἱ λύχνοι παρὰ τῷ πυρί. οἱ μὲν οὖν ῥιγῶντες ὑπὸ ψυχροῦ σβεννυμένου τοῦ θερμοῦ τρέμουσιν. διὸ καὶ τοῖς προσ‐
10χεομένοις τὸ θερμὸν αἱ φρῖκαι γίνονται· ἐγκατακλειόμενον γὰρ τὸ ψυχρὸν εἴσω καὶ ἀντιπεριιστάμενον ἵστησι τὰς τρί‐ χας· καὶ τῷ ἀρχομένῳ πυρέττειν τὸ γινόμενον ῥῖγος δι’ ὁμοίαν αἰτίαν γίνεται. ἐν δὲ τῷ γήρᾳ τὸ θερμὸν μαραίνεται τῆς τροφῆς ὑπολειπούσης. τροφὴ μὲν γὰρ ὑγρὸν τῷ θερμῷ,
15τὸ δὲ γῆρας ψυχρόν. οἱ δὲ οἰνόφλυγες μαραινομένης μὲν τῆς οἰκείας θερμότητος τρέμουσι, κἂν εἴ τινες ἄλλοι τοῦτο πάσχουσι διὰ τὸν οἶνον, οὐ τὸν αὐτὸν δὲ τρόπον τοῖς διὰ γῆρας, ἀλλ’ ἔτι τρίτος ἦν τρόπος τῆς τοῦ θερμοῦ φθορᾶς. ὅταν γὰρ ὑπερβάλλοντι χρῶνται ἐν τῷ σώματι, πολλὴ
20οὖσα ἡ θερμότης ἢ ἀποσβέννυσιν ἢ ἀσθενῆ ποιεῖ τὴν οἰκείαν θερμότητα ᾗ ἰσχύομεν· ἔστι γὰρ ὅταν μὴ κρατῇ τὸ κινοῦν τοῦ κινουμένου, οἷον ὅταν ξύλον μακρὸν καὶ μέγα μὴ εὐκρα‐ τῶς ἔχῃ τις, τὸ ἄκρον τρέμει. γίνεται δὲ τοῦτο ἢ τῷ τὸ ἐχόμενον μεῖζον εἶναι ἢ τῷ τὸ κινοῦν ἔλαττον. συμβαίνει
25δὲ σβεννυμένου τοῦ θερμοῦ (δοκεῖ γὰρ αἴτιον τοῦτο εἶναι τοῦ κινεῖσθαι τοῖς ζῴοις) μὴ κρατεῖν τὴν φύσιν. σημεῖον δ’ ὅτι διὰ ψυχρότητα γίνεται τὸ πάθος τοῖς οἰνόφλυξι καὶ τοῖς πρεσβύταις, ὅτι ἄνευ ῥίγους γίνεται ὁ τρόμος. Διὰ τί ὁ ἀκροθώραξ μᾶλλον παροινεῖ τοῦ μᾶλλον
30μεθύοντος καὶ τοῦ νήφοντος; ἢ ὅτι ὁ μὲν νήφων εὖ κρίνει, ὁ δὲ παντάπασι μεθύων διὰ τὸ τὰς αἰσθήσεις ἐπιπεπλα‐ σμένας εἶναι, οὐ δυνάμενος τὸ βάρος φέρειν, οὐ κρίνει· οὐ κρίνων δὲ οὐ παροινεῖ. ὁ δὲ ἀκροθώραξ κρίνει τε καὶ διὰ τὸν οἶνον κακῶς κρίνει, ὥστε παροινεῖ· ὥσπερ καὶ Σάτυρον τὸν
35Κλαζομένιον ὄντα φιλολοίδορον, φεύγοντα δίκην, ἵνα ὑπὲρ τοῦ πράγματος λέγῃ καὶ μὴ λοιδορῆται, τὰ ὦτα ἐπέπλα‐ σαν, ἵνα μὴ ἀκούων εἰς λοιδορίαν τρέπηται· παυομένου δὲ τοῦ ἀντιδίκου ἀφεῖλον· μικρὰ δὲ ἀκούσας ἔτι λέγοντος οὐκ ἀπέσχετο ἀλλὰ κακῶς ἔλεγε, διὰ τὸ αἰσθάνεσθαι μὲν κα‐
40κῶς δὲ κρίνειν.Column end
Prob
.

875b

Διὰ τί πρὸς τὸν γλυκὺν οἶνον ἡδίω ὄντα οὐ γίνονται οἰνόφλυγες; ἢ ὅτι οὐκ ἴδιον χυμὸν ἔχει ὁ γλυκύς, ἀλλ’ ἀλλότριον; φιλόγλυκυς οὖν μᾶλλον ἢ φίλοινος ἔσται ὁ κε‐ κρατημένος.
5 Διὰ τί οἱ οἰνόφλυγες ὑπὸ τοῦ ἡλίου θερμαινόμενοι μάλιστα χαίρουσιν; ἢ ὅτι δέονται πέψεως; ἔτι δὲ καὶ διὰ τὸ κατεψῦχθαι· διὸ καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἀποναρκώ‐ σεις τάχιστα μετὰ τοὺς πότους γίνονται. Διὰ τί τοῖς μεθύουσιν ἐνίοτε πολλὰ φαίνεται τὸ ἓν
10ὁρῶσιν; ἢ ὅτι αἱ ἀρχαὶ τῶν ὄψεων ἔσω μὲν κινοῦνται ὑπὸ τοῦ οἴνου, καθάπερ ἡ ὅλη κεφαλή, κινουμένων δὲ τῶν ἀρ‐ χῶν οὐκ εἰς ταὐτὸ συμβάλλουσιν αἱ ὄψεις, ἀλλ’ οἷον ἐπὶ μέρος ἑκάτερον τοῦ ὁρωμένου· διὸ δύο φαίνεται. ταὐτὸ δὴ τοῦτο γίνεται καὶ ἐάν τις κάτωθεν πιέσῃ τὴν ὄψιν· ἐκίνησε
15γὰρ τὴν ἀρχὴν τῆς ὄψεως, ὥστε μηκέτι εἰς ταὐτὸ συμβάλ‐ λειν τῇ ἑτέρᾳ. ἡ μὲν οὖν τοιαύτη κίνησις ἔξωθεν γίνεται, ἡ δὲ ἀπὸ τοῦ οἴνου ἔσωθεν. διαφέρει δ’ οὐθέν· ταὐτὰ γὰρ ποιήσει ὁπωσοῦν κινηθεῖσα. Διὰ τί τῶν μεθυόντων ἡ γλῶττα πταίει; πότερον ὅτι
20καθάπερ τὸ ὅλον σῶμα ἐν τῇ μέθῃ σφάλλεται, οὕτω καὶ ἡ γλῶττα σφαλλομένη πταίει καὶ οὐ δύναται τὴν λέξιν διαρθροῦν; ἢ σπογγώδης ἐστὶν ἡ τῆς γλώττης σάρξ· βρεχο‐ μένη οὖν ἐξαίρεται· τούτου δὲ συμβαίνοντος διὰ τὸ πάχος τὸ ἀπὸ τοῦ ὄγκου δυσκινητοτέρα οὖσα οὐ δύναται διακριβοῦν.
25ἢ διότι οὔτε ἐν τῷ ὑγρῷ δυνάμεθα λαλεῖν διὰ τὴν ἀπουσίαν τοῦ ἀέρος, οὔθ’ ὅταν εἰς τὸ στόμα λάβωμεν ὑγρόν; ἐν τῇ μέθῃ οὖν ἐν ὑγρῷ πολλῷ τῆς γλώττης οὔσης οὐκ ἀκριβοῦμεν· τὸ δὲ μὴ ἀκριβοῦν ἐστὶ τὸ πταίειν. ἢ διότι ἐν ταῖς μέθαις ἡ ψυχὴ συμπαθὴς γινομένη πταίει; τῆς ψυχῆς οὖν τοῦτο πα‐
30σχούσης εἰκὸς καὶ τὴν γλῶτταν ταὐτὸ πάσχειν· ἀπ’ ἐκεί‐ νης γὰρ ἡ τοῦ λέγειν ἀρχή. διὸ καὶ χωρὶς τῆς μέθης, ὅταν ἡ ψυχὴ πάθῃ τι, συμπάσχει καὶ ἡ γλῶττα, οἷον τῶν φοβουμένων. Διὰ τί οἱ οἰνόφλυγες καὶ οἱ περὶ τὴν θάλατταν χαί‐
35ρουσιν ἡλίῳ; ἢ διότι οἱ μὲν οἰνόφλυγες δέονται πέψεως, καὶ ἅμα συμβαίνει τινὰς τόπους κατεψῦχθαι; διὸ καὶ ἀποπληξίαι καὶ ἀποναρκώσεις μετὰ τοὺς πότους. οἱ δὲ θα‐ λάττιοι διὰ τὸ ἀεὶ ἐν ὑγρῷ εἶναι τοῦτο ποιοῦσιν. Διὰ τί οἱ μεθύοντες ἀδύνατοι ἀφροδισιάζειν; ἢ ὅτι
40δεῖ μᾶλλόν τινα τόπον ἐκθερμανθῆναι τοῦ ἄλλου σώματος,
Prob
.

876a

οἱ δὲ διὰ τὸ πλῆθος τῆς θερμασίας ἀδυνατοῦσιν. ἀποσβέν‐ νυται οὖν τὸ ἀπὸ τῆς κινήσεως, θερμὸν γινόμενον ὑπὸ τοῦ περιέχοντος. ἢ διότι δεῖ μὲν ἐκθερμανθῆναι τοὺς κάτω τό‐ πους, ὁ δ’ οἶνος ἄνω πέφυκε φέρεσθαι, ὥστε ἐκεῖ ποιεῖ τὴν
5θερμασίαν, ἐντεῦθεν δὲ ἀπάγει. καὶ μετὰ τὰ σιτία ἥκιστα ἀφροδισιαστικοί, καὶ κελεύουσιν ἀριστᾶν μὲν πολὺ δειπνεῖν δὲ ὀλίγον· ἀπέπτων μὲν γὰρ ὄντων ἄνω φέρεται, πεπεμ‐ μένων δὲ κάτω τὸ θερμὸν καὶ τὸ ὑγρόν· ἡ δὲ τοῦ σπέρ‐ ματος γένεσις ἐκ τούτων. καὶ οἱ κοπιῶντες ἐξονειρώττουσιν,
10ὅτι ὑγρὸς καὶ θερμὸς ὁ κόπος· ἐὰν οὖν ἐν τῷ τόπῳ τούτῳ γένηται ἡ περίττωσις, συμβαίνει ἐξονειρώττειν. διὰ ταὐτὸ δὲ καὶ ἐπὶ τοῖς ἀρρωστήμασιν, ὅσοις γίνεται, συμβαίνει. καὶ τοῖς φοβουμένοις καὶ τοῖς ἀποθνήσκουσι συμβαίνει ὡσ‐ αύτως.
15 Διὰ τί νέοι ὄντες ἐνουροῦσι μᾶλλον, ὅταν μεθυσθῶσιν, ἢ πρεσβύτεροι; ἢ διὰ τὸ θερμοὺς καὶ ὑγροὺς εἶναι πολὺ τὸ συρρυὲν γίνεται περίττωμα, διὰ τὸ μὴ ἀναλίσκειν τὸ σῶμα τὸ ὑγρόν, ὥστε ὑπερχεῖται· πρεσβυτέροις δὲ γινομένοις διὰ ξηρότητα τὴν ὑπερβολὴν ἀντισπᾷ τὸ σῶμα. ἢ ὅτι μᾶλ‐
20λον ὑπνωτικώτεροί εἰσιν οἱ νέοι τῶν πρεσβυτέρων; διὸ τοὺς μὲν νέους καθύπνους ὄντας λανθάνει ἡ ὁρμὴ τοῦ οὔρου ἐκπί‐ πτουσα πρὶν διεγερθῆναι, τοὺς δὲ πρεσβυτέρους οὔ, καθάπερ οὐδὲ τῶν ἔξωθεν κινήσεων οὐδὲν ἧττόν τι λανθάνει αὐτοὺς ἢ τοὺς νέους. δῆλον δέ· καὶ γὰρ αὐτοὶ οἱ νέοι ἐν τοῖς βαθυ‐
25τάτοις ὕπνοις μάλιστα ἐνουροῦσιν. Διὰ τί τὸ ἔλαιον πρὸς τὰς μέθας συμφέρει, καὶ τοῦ δύνασθαι πίνειν τὸ καταρροφεῖν; ἢ διότι οὐρητικόν ἐστι καὶ τῷ πόματι προοδοποιεῖ;
30
Δ. ΟΣΑ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΑ. Διὰ τί ὁ ἀφροδισιάζων καὶ ὁ ἀποθνήσκων ἀναβάλ‐ λει τὰ ὄμματα, καθεύδων δὲ καταβάλλει; ἢ διότι ἄνω‐ θεν τὸ θερμὸν ἐξιὸν ἀναστρέφει ἵνα περ ὁρμᾷ· ἐν δὲ τῷ ὕπνῳ κάτω συνάγεται, διὸ ῥέπει κάτω; συγκλείονται δὲ
35οἱ ὀφθαλμοὶ παρὰ τὸ μὴ ὑπάρχειν ἔτι νοτίδα. Διὰ τί τῶν πλείοσιν ἀφροδισίοις χρωμένων ἐπιδηλό‐ τατα ἐνδίδωσι τὰ ὄμματα καὶ τὰ ἰσχία, τὰ μὲν ἐγγὺς ὄντα, τὰ δὲ πόρρω; πότερον ὅτι καὶ ἐν αὐτῇ τῇ συνουσίᾳ
ἐπιδηλότατα συμπονεῖ ταῦτα τῇ ἐργασίᾳ συνιόντα περὶColumn end
Prob
.

876b

τὴν πρόεσιν τοῦ σπέρματος; συνεκθλίβεται οὖν μάλιστα ἐν‐ τεῦθεν ὅσον εὔτηκτον τῆς τροφῆς ἔνεστι διὰ τὴν θλῖψιν. ἢ διότι παραθερμαινόμενα τήκεται μάλιστα· ὁ δὲ ἀφροδι‐ σιασμὸς θερμότητα ἐργάζεται. μάλιστα δὲ ταῦτα θερμαί‐
5νεται, ἃ κινεῖται ἐν τῇ ἐργασίᾳ. οἱ δὲ ὀφθαλμοὶ καὶ τὰ περὶ τὴν ἕδραν ἐπιδήλως συμπονεῖ. οὔτε γὰρ μὴ συναγα‐ γόντι τὰ περὶ τὴν ἕδραν ἐνδέχεται προέσθαι, οὔτε μὴ τῶν ὀφθαλμῶν καταβληθέντων· τὰ μὲν γὰρ περὶ τὴν ἕδραν συνιόντα θλίβει, οἷον ἐκ κύστεως τῇ χειρὶ τὸ ὑγρόν, ἡ δὲ
10τῶν ὀφθαλμῶν συναγωγὴ τὰ ἀπὸ τοῦ ἐγκεφάλου. ὅτι δὲ μεγάλην ἔχουσι τὰ ὄμματα τὴν δύναμιν καὶ ὁ τόπος αὐτῶν πρὸς γένεσιν, δηλοῖ ἡ τῶν ἀτέκνων καὶ γονίμων γυναικῶν τοῖς ἐναλείμμασι πεῖρα, ὡς δέον ταύτῃ διελθεῖν εἰς τὸ σπέρμα δύναμιν. πίονα δὲ ἄμφω τυγχάνει ὄντα
15πάντων ἀεί, ἀρχός τε καὶ ὄμματα· διὰ μὲν οὖν τὴν συν‐ εργίαν κοινωνεῖ τῆς θερμασίας, διὰ δὲ ταύτην λεπτύνεται καὶ συναποκρίνεται πολὺ εἰς τὸ σπέρμα. οὔτε γάρ, ἂν μὴ πῖον ᾖ, ὁμοίως γρύσει ἡ θερμότης, οὔτε πῖον ὂν μὴ συμπο‐ νοῦν, οἷον ἐν τῇ κοιλίᾳ· ἀλλὰ οἱ νεφροὶ τῶν ἄλλων μά‐
20λιστα αἰσθάνονται διὰ τὴν γειτνίασιν. καὶ αὐτὴ δὲ ἡ τοῦ σπέρματος πάροδος παρὰ τοὺς τόπους τούτους οὖσα ἐπιδηλό‐ τατα ἱκανή ἐστι λεπτύνειν· ἀφαιρεῖ γάρ, ἀλλ’ οὐ προστί‐ θησι πλησιάζουσα. Διὰ τί καὶ οἱ ἀφροδισιάζοντες καὶ οἱ εὐνοῦχοι οὐ χρώ‐
25μενοι ἀφροδισίοις ὁμοίως ἀμφότεροι τὰ ὄμματα πρὸς ὀξυω‐ πίαν βλάπτονται; ἢ ὅτι τοῖς μὲν διὰ λαγνείαν, τοῖς δὲ διὰ τὴν πήρωσιν τὰ ἄνω ξηρὰ γίνεται μᾶλλον τοῦ δέοντος, ἐπιδηλότατα δ’ ἐν τούτοις, ὅσων τὸ ἔργον ἐστὶν ἀκριβές· ἡ δ’ ὄψις τοιοῦτον. κατασπωμένων δὲ τῶν ὑγρῶν τὰ ἄνω ξη‐
30ραίνεται. ὁ μὲν οὖν ἀφροδισιασμὸς δῆλον ὅτι τοῦτο ποιεῖ· τοῖς δὲ εὐνούχοις τά τε σκέλη οἰδεῖ καὶ αἱ κοιλίαι εὔλυ‐ τοι ὡς κάτω μεθισταμένου τοῦ ὑγροῦ. Διὰ τί ἄνθρωπος μόνον, ὅταν ἄρχηται δύνασθαι ἀφρο‐ δισιάζειν, ἡβᾷ, τῶν δὲ ἄλλων ζῴων ὅσα τρίχας ἔχει οὐθέν;
35ἢ ἐπειδὴ κατὰ τὰς ἡλικίας μεταβάλλει τὰ ζῷα εἰς τοὐναν‐ τίον; φωνή τε γὰρ βαρεῖα ἐξ ὀξείας γίνεται, καὶ δασύνε‐ ται ἐκ ψιλῶν· δῆλον οὖν ὡς καὶ τὰ ἐκ γενετῆς δασέα ζῷα ψιλοῖτ’ ἂν, οὐ δασύνοιτο, σπερματικὰ γινόμενα. οὐ πάσχει
δὲ τοῦτο διὰ τὸ τὰ σπερμαίνοντα ξηρότερα γίνεσθαι καὶ
Prob
.

877a

ἀραιότερα, ἐξ ὧν θρὶξ φύεται. δῆλον δὲ ἐκ τοῦ μὴ ἐν ταῖς οὐλαῖς φύεσθαι τρίχας· στεγαναὶ γὰρ αἱ οὐλαί, ἀλλ’ οὐκ ἀραιαί. μηδὲ τοῖς παιδίοις καὶ γυναιξίν· ὑγρὰ γὰρ καὶ ἄμφω, ἀλλ’ οὐ ξηρά.
5 Διὰ τί ἡ ἀνυποδησία οὐ συμφέρει πρὸς ἀφροδισιασ‐ μούς; ἢ ὅτι τὸ μέλλον ἀφροδισιάζειν σῶμα δεῖ τὰ ἐντὸς θερμὸν εἶναι καὶ ὑγρόν; τοιοῦτον δὲ ἐν τοῖς ὕπνοις μᾶλλον ἢ ἐν τῷ ἐγρηγορέναι· διὸ καὶ ταχὺ καὶ ἄνευ ἐργασίας οἱ ἐξονειρωγμοὶ γίνονται, ἐγρηγοροῦσι δὲ μετὰ πόνου. ἅμα δὲ
10τὸ σῶμα τοιοῦτον καὶ οἱ πόδες ὑγρότεροι καὶ θερμότεροι· σημεῖον δέ, ὅτι καθευδόντων θερμοί, ὡς ἅμα τοῖς ἐντὸς οὕτως ἔχοντες. ἡ δ’ ἀνυποδησία τοὐναντίον ποιεῖ· ξηραίνει γὰρ καὶ ψύχει. ὥστ’, εἴτε ἀδύνατον μὴ θερμῶν ὄντων ἀφροδισιάσαι εἴτε χαλεπόν, ἀνάγκη ἀσύμφορον εἶναι πρὸς
15τὴν τῶν ἀφροδισίων χρῆσιν. Διὰ τί ἐκλύεται μάλιστα τῶν ζῴων ἀφροδισιάσας ἄνθρωπος; ἢ διότι πλεῖστον προΐεται σπέρμα κατὰ λόγον τοῦ σώματος; διὰ τί δὲ πλεῖστον προΐεται; ἢ ὅτι ἥκιστα ἐκ‐ πονεῖ τὴν τροφὴν καὶ φύσει ὑγρὸν καὶ θερμόν ἐστι τῶν
20ζῴων μάλιστα; ὧν τὸ μὲν ποιεῖ σπέρμα πολύ, τὸ δὲ τὴν φύσιν σπερματικὴν ποιεῖ· καὶ γὰρ τὸ σπέρμα τοιοῦτόν ἐστιν, ἕως ἂν σώζηται. Διὰ τί τοῦ ἀφροδισιάζειν γινομένου διὰ θερμότητα, τοῦ δὲ φόβου ὄντος ψυκτικοῦ καὶ τοῦ ἀποθνήσκειν, ἐνίοις, ὅταν
25γένωνται ἐν τούτοις τοῖς πάθεσι, σπέρμα προέρχεται; ἢ ὅτι ψυχομένων ἐνίων τόπων ἕτεροι ὑποθερμαίνονται, τήν τε οἰκείαν ἔχοντες θερμότητα καὶ δεχόμενοι τὴν τῶν κατα‐ ψυχομένων τόπων; ἅστε καταψυχομένων μὲν συμβαίνει, οὐ διὰ τὸ ψύχεσθαι μέντοι, ἀλλὰ διὰ τὸ θερμαίνεσθαι.
30δῆλον δὲ καὶ τῇ ὄψει· τῶν γὰρ φοβουμένων τὰ ἄνω λει‐ φαιμεῖ, τὰ δὲ κάτω ὑγραίνεται, καὶ κοιλία καὶ κύστις λύεται. ὑπιὸν οὖν τὸ θερμὸν ἐν μὲν τῷ φόβῳ κάτω, ἐν δὲ τῷ θανάτῳ κάτωθεν ἄνω, ἐξυγραῖνον τῇ θερμότητι ποιεῖ τὴν τοῦ σπέρματος ἔξοδον.
35 Διὰ τί οὐ δεῖ μὴ ὀργῶντα οὔτε ἀφροδισιάζειν οὔτε ἐμεῖν οὔτε πτάρνυσθαι οὔτε φῦσαν ἀφιέναι; ἢ ὅτι μὴ ὀρ‐ γῶντες ὁμοίως ἔχομεν τοῖς ἐκ τῆς γῆς ἀνασπωμένοις, οἷς προσεκσπᾶταί τι ἀλλότριον ἢ ἐγκαταλείπεται ἀποσπασθέν;
ἅπαν δὲ ὃ δεῖ μὲν ἐξαρθῆναι, κολοβὸν δὲ ὑπολείπεται,Column end
Prob
.

877b

πλείω χρόνον παρέξει πόνον. ἐάν τέ τις κινήσῃ τι ἀλλό‐ τριον, τοῦτο πόνον παρέξει, οὐκ ἐν τῇ αὑτοῦ χώρᾳ ὄν· ἃ συμβήσεται τοῖς μὴ ὀργῶσι ποιοῦσί τι τῶν εἰρημένων. Διὰ τί νήστεις θᾶττον ἀφροδισιάζουσιν; ἢ διότι οἱ πό‐
5ροι κενώτεροι οἱ τοῦ σώματος νήστεσι, πλήρεσι δὲ πλήρεις· κωλύουσιν οὖν τὴν εἰς τὸ σπέρμα ὑγρότητα διεξιέναι. δῆλον δὲ ἐπὶ τῆς κύστεως· οὐ γὰρ δύνανται πλήρους οὔσης ταχὺ ἀφροδισιάζειν. Διὰ τί οἱ νέοι ὅταν πρῶτον ἀφροδισιάζειν ἄρχωνται,
10αἷς ἂν ὁμιλήσωσι, μετὰ τὴν πρᾶξιν μισοῦσιν; ἢ διὰ τὸ μεγάλην γίνεσθαι τὴν μεταβολήν; τῆς γὰρ συμβαινούσης ὕστερον ἀηδίας μεμνημένοι, ὡς αἰτίαν ᾗ ἐπλησίασαν φεύ‐ γουσιν. Διὰ τί οἱ ἱππεύοντες συνεχῶς ἀφροδισιαστικώτεροι γί‐
15νονται; ἢ ὅτι διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν ταὐτὸ πάσχουσιν ὅπερ ἐν τῇ ὁμιλίᾳ; διὸ καὶ τῇ τῆς ἐπεχούσης ἡλικίας ἐπιδόσει περὶ τὰ αἰδοῖα μείζω τὰ μόρια ταῦτα γί‐ νεται. ἀεὶ οὖν τῇ κινήσει ταύτῃ χρωμένων εὔροα τὰ σώματα γίνεται καὶ προωδοπεποιημένα πρὸς τὸν ἀφροδισιασμόν.
20 Διὰ τί, ὅταν ἄρξωνται ἀφροδισιάζειν δύνασθαι, οἱ χρῶτες ὄζουσι, πρότερον δ’ οὐκ ὄζουσι πρὸ ἥβης οὔτε οἱ ἄνδρες οὔτε αἱ γυναῖκες; ἢ ὅτι τὰ ἄπεπτα τούς τε χυμοὺς ἀεὶ χεί‐ ρους ἔχει (ἢ γὰρ ὀξυτέρους ἢ ἁλμυρωτέρους ἢ πικροτέρους) καὶ τὰς ὀσμὰς δυσωδεστέρας, τὰ δὲ πεπεμμένα ἢ γλυκεῖς
25ἢ ἧττον ἀγλευκεῖς, καὶ τὰς ὀσμὰς εὐωδεστέρας ἢ ἧττον δυσώδεις; τοῦτο δ’ ἐστὶ δῆλον ἐπὶ πάντων θεωμένοις καὶ φυτῶν καὶ ζῴων. ἀφαιρεθέντων δὴ τῶν εὐπέπτων, τὰ ὑπο‐ λειπόμενα ἄπεπτα, οἷον δὴ καὶ ἐπὶ τῆς τέφρας ἀναλω‐ θέντος τοῦ γλυκέος πικρὰ ἡ κονία, καὶ ὁ ἱδρὼς ἁλμυρός.
30πέττει δὲ ἡ φυσικὴ θερμότης τὸ σπέρμα, ὃ μικρὸν ὂν πολ‐ λὴν ἔχει δύναμιν· ἐκ πολλοῦ γὰρ ὀλίγον συγκεκεφαλαίω‐ ται. διὸ ὅταν ἀπέλθῃ, ἐκλύονται ὡς ἐπὶ τὸ πολὺ μᾶλ‐ λον καὶ καταψύχονται· ὥστε ἀπεπτότεροι οἱ χυμοὶ γίνον‐ ται μᾶλλον, ἀναστομουμένων τῶν πόρων διὰ τὴν ἔκκρισιν
35αὐτοῦ. ἁλμυρώτεροι οὖν οἱ τῶν παίδων ἱδρῶτες καὶ δυσω‐ δέστεροι διὰ τὴν ἀπεψίαν· καὶ ἐὰν τύχῃ τοιαύτη ἡ φύσις οὖσα ὥστε δυσώδη ἔχειν τὴν ὑπόστασιν τοῦ ἱδρῶτος, τούτοις μᾶλλον ἐπισημαίνει καὶ ἐν τοῖς τόποις τούτοις μάλιστα,
οἷον μασχάλη, ἐν ᾧ μάλιστα καὶ τοῖς ἄλλοις.
Prob
.

878a

Διὰ τί, ἐὰν μὲν ἐκ τοῦ σπέρματος τοῦ ἡμετέρου γένηται τὸ ζῷον, τοῦτο ἡμέτερον ἔκγονόν ἐστιν, ἐὰν δὲ ἐξ ἄλλου τινὸς ἢ μέρους ἢ ἀποκρίσεως, οὐχ ἡμέτερον; γίνεται γὰρ σηπο‐ μένων πολλὰ καὶ ἐκ τοῦ σπέρματος. τί δὴ οὖν, ἐὰν μὲν
5τοιοῦτον οἷον ἡμεῖς, ἡμέτερον, ἐὰν δὲ ἀλλότριον, οὔ; ἢ γὰρ ἅπαντα προσήκει ἢ οὐθέν. ἢ πρῶτον μέν, ὅτι οὕτω μὲν ἐξ ἡμετέρου γίνεται, ἐκείνως δὲ ἐξ ἀλλοτρίου, ὅσα ἐξ ἀπο‐ καθάρματος γίνεται καὶ ἐκκρίσεως; καὶ ὅλως οὐθὲν τῶν τοῦ ζῴου ζῷον γεννᾷ ἀλλ’ ἢ τὸ σπέρμα. τὸ δὲ βλάπτον καὶ
10τὸ κακὸν οὐθενός ἐστιν οἰκεῖον, οὐδὲ τὸ ἀλλότριον· οὐ γὰρ ταὐτὸ τούτου τι εἶναι καὶ τούτου ἀλλότριον ἢ ἕτερον ἢ κα‐ κόν. αἱ δὲ ἐκκρίσεις καὶ σήψεις οὐχ ἡμέτερα, ἀλλ’ ἕτερα καὶ ἀλλότρια τῆς φύσεως ἡμῶν εἰσίν. οὐ γὰρ ὅσα ἐν τῷ σώματι γίνεται, τοῦ σώματος θετέον, ἐπεὶ καὶ φύματα γί‐
15νεται, ἃ αἴρουσι καὶ ἐκβάλλουσιν. καὶ ὅλως ὅσα παρὰ φύσιν, πάντα ἀλλότρια· παρὰ φύσιν δὲ πολλὰ καὶ τῶν συγγινομένων ἐστίν. εἰ οὖν ἐκ μόνου τούτου τῶν ἡμετέρων γίνεται ζῷον, ὀρθῶς ἂν τὸ ἐκ τούτου γινόμενον ἔκγονον ἡμέ‐ τερον εἴη μόνον. καὶ ἐκ τοῦ σπέρματος δὲ ἄν τι ἄλλο γένη‐
20ται, οἷον σκώληξ σαπέντος, ἢ καὶ ἐν τῇ μήτρᾳ διαφθα‐ ρέντος, οἷον ἃ λέγεται τέρατα, οὐκ ἔκγονα λεκτέον. ὅλως γὰρ ἐκ διεφθαρμένου γινόμενα οὐκέτι ἐξ ἡμετέρου ὄντος γίνεται, ἀλλ’ ἐξ ἀλλοτρίου, ὥσπερ τὰ ἐκ τῶν ἀποκρίσεων, οἷον τὸ ἐκ τῆς κόπρου. σημεῖον δὲ ὅτι ἐκ διεφθαρμένου
25πάντα τὰ τοιαῦτα γίνεται· μὴ ἐκ διαφθειρομένου γὰρ τοιοῦτον πέφυκε γίνεσθαι οἷον ἂν ᾖ ἐξ οὗ τὸ σπέρμα, ἐὰν ἐξ ἵππου, ἵππος, ἐὰν δὲ ἐξ ἀνθρώπου, ἄνθρωπος. καὶ αὐτό τε οὐ τιμῶμεν τὸ σπέρμα, οὐδὲ πᾶν τὸ ἐν τῇ γενέσει περαι‐ νόμενον. καὶ γὰρ ὑγρὸν καὶ ὄγκος τις καὶ σὰρξ γίνεται.
30ποτὲ δέ, διὰ τὸ μήπω ἔχειν τὴν φύσιν, ἀλλ’ ἢ τοσοῦτον μόνον τῆς φύσεως, ὅτι οὕτω διάκειται ὥστε γενέσθαι ἐξ αὐτοῦ τοιοῦτον οἷον ἡμεῖς· ἐκ δὲ διεφθαρμένου οὐδὲ τοιοῦτον. διὰ ταῦτα οὔτε ἐξ ἑτέρου τῶν ἐν ἡμῖν οὔτε ἐκ τούτου διεφθαρ‐ μένου ἢ ἀτελῶς ἔχοντος τὸ ἔκγονόν ἐστιν ἡμέτερον.
35 Διὰ τί ἐν τῷ ὕδατι ἧττον δύνανται ἀφροδισιάζειν οἱ ἄνθρωποι; ἢ ὅτι ἐν ὕδατι οὐθὲν τήκεται, ὅσα ὑπὸ πυρὸς τήκεται, οἷον μόλιβδος ἢ κηρός· ἡ δὲ γονὴ τηκομένη φαί‐ νεται πυρί· πρὶν μὲν γὰρ ἡ τρῖψις ἐκθερμάνῃ, οὐ τήκεται.
οἱ δὲ ἰχθύες οὐ τρίψει ὀχεύουσιν.Column end
Prob
.

878b

Διὰ τί τὸ ἀφροδισιάζειν ἥδιστον, καὶ πότερον ἐξ ἀνάγ‐ κης ἢ ἕνεκά τινος ὑπάρχει τοῖς ζῴοις; ἢ ἡδὺ μέν ἐστιν ἤτοι διὰ τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπιέναι τὸ σπέρμα, ὥσπερ τινές φασιν, ἢ καὶ ἀπὸ παντὸς μὲν μὴ ἀπιέναι, διὰ δὲ
5τοιούτου εἰς ὃ πάντες συντείνουσιν οἱ πόροι τῶν φλεβῶν; οὔσης οὖν τῆς ἡδονῆς ὁμοίας τῆς ἐν τῷ κνησμῷ, τοῦτο συμ‐ βαίνει γίνεσθαι ὥσπερ δι’ ὅλου τοῦ σώματος. ὁ δὲ κνησμὸς ἡδύς ἐστιν, ὑγροῦ ἔξοδος πνευματώδους ἐγκατακεκλεισμένου παρὰ φύσιν. ἡ δὲ γονὴ τοιούτου εἰς τὸ κατὰ φύσιν ἔξοδος.
10ἔστι δὲ καὶ ἐξ ἀνάγκης ἡδὺ καὶ ἕνεκά τινος, ἐξ ἀνάγκης μὲν ὅτι ἡ εἰς τὸ κατὰ φύσιν ὁδὸς ἡδύ ἐστιν, ἐὰν ᾖ αἰσθητή, ἕνεκα δέ τινος ἵνα γένεσις ᾖ ζῴων· διὰ γὰρ τὴν ἡδονὴν μᾶλλον ὁρμᾷ πρὸς τὴν μῖξιν τὰ ζῷα. Διὰ τί ἡ λαγνεία πρὸς νοσήματ’ ἔνια τῶν ἀπὸ φλέ‐
15γματος συμφέρει; ἢ ὅτι περιττώματός ἐστιν ἔξοδος, ὥστε συνεκκρίνεται πολλὴ περίττωσις; τὸ δὲ φλέγμα περίττωμα. Διὰ τί τὰ ἀφροδίσια τὴν κοιλίαν ψύχει καὶ ξηραίνει; ἢ ψύχει μέν, ὅτι ἐκκρίνεται τὸ θερμὸν ἐν τῇ μίξει; ξηραί‐ νει δὲ ἡ μῖξις· ἐξατμίζεται γὰρ τοῦ θερμοῦ ἐξιόντος, ἐξέρ‐
20χεται δὲ ψυχομένου. ἔτι καὶ ἡ θερμότης ἐν τῇ ὁμιλίᾳ ξηραίνει. Διὰ τί, ὅσοις αἱ βλεφαρίδες ῥέουσι, λάγνοι; ἢ διὰ τὸ αὐτὸ καὶ διότι οἱ φαλακροί; ἔστι γὰρ μόρια ἄμφω ταῦτα τοῦ αὐτοῦ. ἔστι δὲ τὸ αἴτιον· ὁπόσαι πρεσβυτέρου
25γινομένου μὴ αὐξάνονται τῶν συγγενικῶν τριχῶν, ἅπασαι τοῦτο πάσχουσιν ἐν ταῖς λαγνείαις. κεφαλὴ γὰρ καὶ ὀφρὺς καὶ βλεφαρὶς συγγενικαὶ τρίχες. τούτων δὲ μόνον ἐνίοις αἱ ὀφρύες δασύνονται πρεσβυτέροις γινομένοις (δι’ ἣν δὲ αἰτίαν, εἴρηται ἐν ἄλλοις), αἱ ἕτεραι δὲ διὰ τὸ αὐτὸ ἄμφω λείπουσιν.
30αἴτιον δὲ ὅτι καταψύχει τὰ ἄνω ἡ λαγνεία ὀλίγαιμα ὄντα, ὥστε οὐ πέττει τὴν τροφὴν ὁ τόπος· οὐ λαμβάνουσαι δὲ τρο‐ φὴν ἐκρέουσιν αἱ τρίχες. Διὰ τί οὐρητιῶντες οὐ δύνανται ἀφροδισιάζειν; ἢ ὅτι πλήρεις γίνονται οἱ πόροι; τὸ δὲ πλῆρες ὑγροῦ οὐ δέχεται
35ἄλλο ὑγρόν. Διὰ τί αἱ ἰξίαι τοὺς ἔχοντας κωλύουσι γεννᾶν, καὶ ἀνθρώπους καὶ τῶν ἄλλων ζῴων ὅ τι ἂν ἔχῃ; ἢ ὅτι ἡ ἰξία γίνεται μεταστάντος πνεύματος· διὸ καὶ ὠφελεῖ πρὸς τὰ
μελαγχολικά. ἔστι δὲ καὶ ὁ ἀφροδισιασμὸς μετὰ πνεύ‐
Prob
.

879a

ματος ἐξόδου. εἰ οὖν ὁδοποιεῖται ἡ ὁρμὴ γινομένου αὐτοῦ, οὐ ποιεῖ ὁρμᾶν τὸ σπέρμα, ἀλλὰ καταψύχεται· μαραίνει οὖν τὴν συντονίαν τοῦ αἰδοίου. Διὰ τί οἱ ἀφροδισιάζοντες ἐκλύονται καὶ ἀσθενέστεροι
5γίνονται ὡς ἐπὶ τὸ πολύ; πότερον διὰ τὸ ἀπὸ πάντων ἔκ‐ κρισιν εἶναι τὸ σπέρμα, ὥστε οἷον οἰκοδομήματος αἱ ἁρμο‐ νίαι, καὶ τοῦ σώματος οὕτω σειομένη ἡ σύνθεσίς ἐστι τῷ ἀπεληλυθέναι τι, οἷον εἰ τὸ αἷμα ἐξέλθοι ἢ πᾶν ὅ τι ἄλλο μέρος. οὕτω σφόδρα ἐπίκαιρον τὸ ἐξιόν ἐστι, καὶ ὃ ἐκ πολ‐
10λῆς γίνεται τροφῆς ὀλίγον, οἷον τὸ ἀμύλιον ἐκ τοῦ σταιτός. Διὰ τί οἱ ἀφροδισιάζοντες καὶ οὐρητιῶντες ἐντείνουσιν; ἢ ὅτι πληρουμένων τῶν πόρων ὑγρότητος, τὸ σπέρμα ὑπε‐ ξιὸν ἐν ἐλάττονι τόπῳ πλείονά τε ὄγκον ποιεῖ καὶ αἴρει; ἐπίκειται γὰρ τὸ αἰδοῖον ἐπὶ τοῖς πόροις.
15 Διὰ τί ἡ σύντασις γίνεται τοῦ αἰδοίου καὶ ἡ αὔξησις; ἢ διὰ δύο, διά τε τὸ βάρος ἐπιγίνεσθαι ἐν τῷ ὄπισθεν τῶν ὄρχεων αἴρεσθαι (ὑπομόχλιον γὰρ οἱ ὄρχεις γίνονται) καὶ διὰ τὸ πνεύματος πληροῦσθαι τοὺς πόρους. ἢ τοῦ ὑγροῦ αὐξα‐ νομένου καὶ μεθισταμένου ἢ ἐξ ὑγροῦ γινομένου ὁ ὄγκος
20μείζων γίνεται; τὰ λίαν δὲ μεγάλα ἧττον αἴρεται διὰ τὸ πορρωτέρω τὸ βάρος τοῦ ὑπομοχλίου γίνεσθαι. Διὰ τί οἱ ἀφροδισιάζοντες ἢ οἱ τοιοῦτοι δυσώδεις, οἱ δὲ παῖδες οὔ; καὶ τοῦ καλουμένου γράσου ὄζουσιν. ἢ τῶν πνευμάτων, ὥσπερ εἴρηται, τὰ μὲν τῶν παιδίων πέττει τὸ
25ὑγρὸν καὶ τοὺς ἱδρῶτας, οἱ δὲ τῶν ἀνδρῶν ἄπεπτοι; Διὰ τί ἐν τῷ θέρει οἱ μὲν ἄνδρες ἧττον δύνανται ἀφροδισιάζειν αἱ δὲ γυναῖκες μᾶλλον, καθάπερ καὶ ὁ ποιητὴς λέγει ἐπὶ τῷ σκολύμῳ “μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες.” πότερον ὅτι οἱ ὄρχεις καθίενται
30μᾶλλον ἢ ἐν τῷ χειμῶνι; ἀνάγκη δέ, εἰ μέλλει ἀφροδι‐ σιάζειν, ἀνασπάσαι. ἢ ὅτι αἱ θερμαὶ φύσεις ἐν τῷ θέρει συμπίπτουσιν ὑπερβάλλοντος τοῦ θερμοῦ, αἱ δὲ ψυχραὶ θάλπουσιν; ἔστι δὲ ὁ μὲν ἀνὴρ ξηρὸς καὶ θερμός, ἡ δὲ γυνὴ ψυχρὰ καὶ ὑγρά. τοῦ μὲν οὖν ἀνδρὸς ἠμαύρωται ἡ δύναμις,
35τῶν δὲ θάλλει ἐπανισουμένη τῷ ἐναντίῳ. Διὰ τί ἔνιοι ἀφροδισιαζόμενοι χαίρουσι, καὶ οἱ μὲν
ἅμα δρῶντες, οἱ δ’ οὔ; ἢ ὅτι ἔστιν ἑκάστῃ περιττώσει τόποςColumn end
Prob
.

879b

εἰς ὃν πέφυκεν ἀποκρίνεσθαι κατὰ φύσιν, καὶ πόνου ἐγγινο‐ μένου τὸ πνεῦμα ἐξιὸν ἀνοιδεῖν ποιεῖ, καὶ συνεκκρίνει αὐτήν, οἷον τὸ μὲν οὖρον εἰς κύστιν, ἡ δ’ ἐξικμασμένη τροφὴ εἰς κοι‐ λίαν, τὸ δὲ δάκρυον εἰς ὄμματα, μύξαι δ’ εἰς μυκτῆρας,
5αἷμα δὲ εἰς φλέβας. ὁμοίως δὴ τούτοις καὶ ἡ γονὴ εἰς ὄρχεις καὶ αἰδοῖα. οἷς δὴ οἱ πόροι μὴ κατὰ φύσιν ἔχουσιν, ἀλλ’ ἢ διὰ τὸ ἀποτυφλωθῆναι τοὺς εἰς τὸ αἰδοῖον, οἷον συμβαίνει τοῖς εὐνούχοις καὶ εὐνουχίαις, ἢ καὶ ἄλλως, εἰς τὴν ἕδραν συρρεῖ ἡ τοιαύτη ἰκμάς· καὶ γὰρ διεξέρχεται ταύτῃ. ση‐
10μεῖον δ’ ἐν τῇ συνουσίᾳ ἡ συναγωγὴ τοῦ τοιούτου τόπου καὶ ἡ σύντηξις τῶν περὶ τὴν ἕδραν. ἐὰν οὖν ὑπερβάλλῃ τις τῇ λα‐ γνείᾳ, τούτοις ἐνταῦθα συνέρχεται, ὥστε ὅταν ἡ ἐπιθυμία γένηται, τοῦτ’ ἐπιθυμεῖ τῆς τρίψεως εἰς ὃ συλλέγεται. ἡ δ’ ἐπιθυμία καὶ ἀπὸ σιτίων καὶ ἀπὸ διανοίας γίνεται. ὅταν
15γὰρ κινηθῇ ὑφ’ ὁτουοῦν, ἐνταῦθα τὸ πνεῦμα συντρέχει, καὶ τὸ τοιοῦτο περίττωμα συρρεῖ οὗ πέφυκεν. κἂν μὲν λεπτὸν ᾖ ἢ πνευματῶδες, τούτου ἐξελθόντος, ὥσπερ αἱ συντάσεις τοῖς παισὶ καὶ τοῖς ἐν ἡλικία, ἐνίοτε οὐθενὸς ὑγροῦ ἐκκριθέντος, παύονται. ὅταν δὲ κατασβεσθῇ τὸ ὑγρόν. ἐὰν δὲ μηδέτερον
20τούτων πάθῃ, ἐπιθυμεῖ ἕως ἄν τι τούτων συμβῇ. οἱ δὲ φύ‐ σει θηλυδρίαι οὕτω συνεστᾶσιν ὥστ’ ἐκεῖ μὲν μὴ ἐκκρίνεσθαι ἢ ὀλίγην, οὗπερ τοῖς ἔχουσι κατὰ φύσιν ἐκκρίνεται, εἰς δὲ τὸν τόπον τοῦτον. αἴτιον δὲ ὅτι παρὰ φύσιν συνεστᾶσιν· ἄρσενες γὰρ ὄντες οὕτω διάκεινται ὥστε ἀνάγκη τὸν τόπον
25τοῦτον πεπηρῶσθαι αὐτῶν. πήρωσις δὲ ἡ μὲν ὅλως ποιεῖ φθόρον, ἡ δὲ διαστροφήν. ἐκείνη μὲν οὖν οὐκ ἔστιν· γυνὴ γὰρ ἂν ἐγένετο. ἀνάγκη ἄρα παρεστράφθαι καὶ ἄλλοθί που ὁρ‐ μᾶν τῆς γονικῆς ἐκκρίσεως. διὸ καὶ ἄπληστοι, ὥσπερ αἱ γυναῖκες· ὀλίγη γὰρ ἡ ἰκμάς, καὶ οὐ βιάζεται ἐξιέναι, καὶ
30καταψύχεται ταχύ. καὶ ὅσοις μὲν ἐπὶ τὴν ἕδραν, οὗτοι πάσχειν ἐπιθυμοῦσιν, ὅσοις δ’ ἐπ’ ἀμφότερα, οὗτοι καὶ δρᾶν καὶ πάσχειν· ἐφ’ ὁπότερα δὲ πλεῖον, τούτου μᾶλλον ἐπιθυμοῦσιν. ἐνίοις δὲ γίνεται καὶ ἐξ ἔθους τὸ πάθος τοῦτο. ὅσα γὰρ ἂν ποιῶσι, συμβαίνει αὐτοῖς χαίρειν καὶ προΐε‐
35σθαι τὴν γονὴν οὕτως. ἐπιθυμοῦσιν οὖν ποιεῖν οἷς ἂν ταῦτα γίνηται, καὶ μᾶλλον τὸ ἔθος ὥσπερ φύσις γίνεται. διὰ
τοῦτο ὅσοι ἂν μὴ πρὸ ἥβης ἀλλὰ περὶ ἥβην ἐθισθῶσιν ἀφρο‐
Prob
.

880a

δισιάζεσθαι, διὰ τὸ γίνεσθαι αὐτοῖς ἐν τῇ χρείᾳ τὴν μνήμην, ἅμα δὲ τῇ μνήμῃ τὴν ἡδονήν, διὰ δὲ τὸ ἔθος ὥσπερ πεφυκότες ἐπιθυμοῦσι πάσχειν· τὰ μέντοι πολλὰ καὶ τὸ ἔθος ὥσπερ πεφυκόσι γίνεται. ἐὰν δὲ τύχῃ λάγνος
5ὢν καὶ μαλακός, καὶ θᾶττον ἕκαστα τούτων συμβαίνει. Διὰ τί μάλιστ’ αἰσχύνονται ὁμολογεῖν οἱ ἐπιθυμοῦντες ἀφροδισιάζεσθαι, ἀλλ’ οὐ πιεῖν οὐδὲ φαγεῖν οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν; ἢ ὅτι τῶν μὲν πλείστων ἀναγκαῖαι αἱ ἐπιθυ‐ μίαι, ἔνια δὲ καὶ ἀναιρεῖ τοὺς μὴ τυγχάνοντας· ἡ δὲ τῶν
10ἀφροδισίων ἐκ περιουσίας ἐστίν. Διὰ τί οἱ μὲν ἄνδρες τοῦ χειμῶνος, αἱ δὲ γυναῖκες τοῦ θέρους ὁρμητικώτεραι πρὸς τὰ ἀφροδίσια; ἢ ὅτι οἱ μὲν ἄνδρες θερμοὶ μᾶλλον καὶ ξηροὶ τὰς φύσεις, αἱ δὲ γυναῖ‐ κες ὑγραὶ καὶ κατεψυγμέναι; τοῖς μὲν οὖν τὸ ὑγρὸν καὶ
15τὸ θερμὸν αὔταρκες πρὸς τὴν ὁρμὴν τοῦ χειμῶνος (ἡ δὲ τοῦ σπέρματος γένεσις ἐκ τούτων), ταῖς δὲ τὸ θερμὸν ἔλαττον καὶ τὸ ὑγρόν ἐστι πεπηγὸς διὰ τὴν ἔνδειαν τοῦ πυρός· τοῦτο δὲ θέρους. ταῖς μὲν οὖν σύμμετρον τὸ θερμόν, τοῖς δὲ πλέον τοῦ ἱκανοῦ· τὸ γὰρ ἄγαν πολὺ ἐκλύει τῆς δυνάμεως.
20διὸ καὶ τὰ παιδία τοῦ θέρους λεπτότερα· συμβαίνει γὰρ πῦρ ἐπὶ πῦρ φέρειν. Διὰ τί ὅσοι θερμοὶ τὴν φύσιν, ἐὰν ἰσχυροὶ ὦσι καὶ εὐτραφεῖς, ἐὰν μὴ ἀφροδισιάσωσι, χολή τε προΐσταται αὐτοῖς πολλάκις καὶ ἔκπικρον ὑποχωρεῖ καὶ φλέγμα ἁλ‐
25μυρὸν γίνεται, καὶ ἀλλοχροοῦσιν; ἢ ὅτι μετὰ τοῦ σπέρματος ἀεὶ περίττωμα συναπέρχεται; διὸ καὶ ἐνίοις τῶν πνευμα‐ τικῶν ἰχθύων πλύντρου ὄζει ἡ γονή. ἀφροδισιάζουσι μὲν οὖν τοῦτο συναπέρχεται, ὥστ’ οὐ λυπεῖ· μὴ ἁπτομένοις δὲ τῆς ὁμιλίας τὸ περίττωμα ἐκπικροῦται ἢ ἁλμυρὸν γίνεται.
30 Διὰ τί ἀφροδισιαστικοὶ οἱ μελαγχολικοί; ἢ ὅτι πνευ‐ ματώδεις, τὸ δὲ σπέρμα πνεύματος ἔξοδός ἐστιν. οἷς οὖν πολὺ τὸ τοιοῦτον, ἀνάγκη πολλάκις ἐπιθυμεῖν τούτους ἀπο‐ καθαίρεσθαι· κουφίζονται γάρ. Διὰ τί καὶ οἱ ὄρνιθες καὶ οἱ δασεῖς ἄνθρωποι λάγνοι;
35πότερον ὅτι ὑγρότητα ἔχουσι πολλήν; ἢ οὔ (τὸ γὰρ θῆλυ ὑγρὸν μέν, ἀλλ’ οὐ δασύ), ἀλλ’ ὅτι ἀμφότεραι αἱ φύσεις πεπτικαὶ πολλῆς ὑγρότητος διὰ θερμότητα; σημεῖον δὲ αἱ τρίχες καὶ τὰ πτερά. ἢ ὅτι πολὺ τὸ ὑγρόν, καὶ κρατεῖται
ὑπὸ τοῦ θερμοῦ; οὔτε γὰρ ἂν μὴ πολλῆς οὔσης τῆς ὑγρότητοςColumn end
Prob
.

880b

οὔτε μὴ κρατουμένης ἐξεφύετο τοῖς μὲν αἱ τρίχες τοῖς δὲ τὰ πτερά. τὸ δὲ σπέρμα γίνεται ἐν τοῖς τοιούτοις πλεῖστον καὶ τόποις καὶ ὥραις, οἷον ἐν τῷ ἔαρι· ἡ γὰρ φύσις αὐτοῦ ὑγρὰ καὶ θερμή. διὰ ταὐτὸ δὲ καὶ οἱ ὄρνιθες λάγνοι καὶ
5οἱ χωλοί· ἡ γὰρ τροφὴ ἀμφοτέροις κάτω μὲν ὀλίγη διὰ τὴν ἀναπηρίαν τῶν σκελῶν, εἰς δὲ τὸν ἄνω τόπον ἔρχεται καὶ εἰς σπέρμα συγκρίνεται. Διὰ τί, ἐὰν ἀφροδισιάζῃ ὁ ἄνθρωπος, οἱ ὀφθαλμοὶ ἀσθενοῦσι μάλιστα; ἢ δῆλον ὅτι ἀπολείποντος τοῦ ὑγροῦ τοῦτο
10γίνεται; τεκμήριον δ’ ὅτι ἡ γονὴ ψυχρά ἐστιν· οὐ γὰρ γί‐ νεται ὑγρά, ἐὰν μὴ διαθερμάνῃ τὰ θερμά. οὐδὲ δεῖται τή‐ ξεως· κέχυται γὰρ ἐν τῷ ἀνθρώπῳ ὥσπερ τὸ αἷμα.
14Ε. ΟΣΑ ΑΠΟ ΚΟΠΟΥ.
15 Διὰ τί μακροὶ μὲν ὄντες οἱ περίπατοι ἐν τοῖς ὁμαλέσι κοπιαρώτεροί εἰσι τῶν ἀνωμάλων, βραχεῖς δὲ ἀκοπώτεροις ἢ ὅτι ἥ τε πολλὴ κίνησις ποιεῖ κόπον καὶ ἡ ἰσχυρά. τοι‐ αύτη δὲ ἡ σπασματώδης, πολλὴ δὲ ἡ συνεχὴς καὶ μία. ἐν μὲν οὖν τοῖς ἀνάντεσιν, ἐὰν ᾖ μακρά, ἀνάπαυσις γίνεται
20ἡ μεταβολή, καὶ οὐ μακρὰ ἡ κίνησις, οὐδὲ ἵππων αὐτῶν, διὰ τὴν μεταβολήν· ἐν δὲ τοῖς ὁμαλέσιν ἡ ὁμοιότης τοῦ σχήματος οὐ διαλαμβάνει οὐδὲ ἀναπαύει τὰ μέρη, ἀλλὰ συνεργάζεται πρὸς τὸ συνεχῆ τὴν κίνησιν εἶναι. ὅταν δὲ ᾖ βραχεῖα, διὰ μὲν τὸ πλῆθος τῆς κινήσεως ἐν τοῖς ἐπιπέδοις
25οὐ γίνεται κόπος· ἐν δὲ τοῖς ἀνάντεσιν διὰ τὸ τὴν μεταβο‐ λὴν ἰσχυρὰν γίνεσθαι καὶ ἐναντίαν, ὁτὲ μὲν ἄνω ὁτὲ δὲ κάτω, ποιεῖ κόπον. τοιαύτη δέ, ὡς φαμέν, ἐν τοῖς ἀνάν‐ τεσιν, ἐν δὲ τοῖς πεδινοῖς τοὐναντίον. Διὰ τί τοῖς λειποψυχοῦσι καὶ τοῖς ἐκ τῶν γυμνασίων
30διαλυομένοις ἐλάττους τε οἱ ὄγκοι καὶ ὀξύτεραι δοκοῦσιν εἶναι αἱ φωναί; ἢ ὅτι αἵ τε φωναὶ ἐλάττους φαινόμεναι ὀξύτεραι φαίνονται (σημεῖον δὲ ὅτι μιμούμενοι τοὺς πόρρωθεν ὀξὺ φθέγγονται) καὶ οἱ ὄγκοι ἐλάττους; Διὰ τί ἡ γαστὴρ μόνον λεπτύνεται τῶν γυμναζομένων;
35ἢ ὅτι πλείστη ἡ πιμελὴ περὶ τὴν γαστέρα; Διὰ τί τὸ πῖον τετριμμένον γίνεται τοῖς πονοῦσιν; ἢ διότι τὸ πῖον τήκεται θερμαινόμενον, ἡ δὲ κίνησις θερμαίνει, ἡ δὲ σὰρξ οὐ τήκεται.
Διὰ τί δὲ τὰ περὶ τὴν κοιλίαν πιότατα; πότερον ὅτι
Prob
.

881a

ἐγγύς ἐστι τῆς τροφῆς; ἐν ὅσῳ οὖν τἆλλα παρ’ ἐκείνης λαμβάνει, αὐτὴ πολλάκις λαμβάνει. ἢ ὅτι ἥκιστα πονεῖ· καμπὰς γὰρ οὐκ ἔχει. Διὰ τί οἱ κόποι μᾶλλον παύονται, ὅταν τις τῷ ἐλαίῳ
5ὕδωρ συμμίξας ἀνατρίψηται; ἢ ὅτι μᾶλλον εἰσδύεται τὸ ἔλαιον μετὰ τοῦ ὕδατος; ἐὰν δὲ αὐτὸ καθ’ αὑτὸ ᾖ, οὐχ ὁμοίως παρεισδύνει διὰ τὸ ἐπιπολαστικὸν εἶναι. μᾶλλον οὖν μαλάττεται τὸ σῶμα εἰσδυομένου, ἐπεὶ τὸ ἔλαιόν ἐστι φύσει θερμόν, τὰ δὲ θερμὰ καὶ ξηραίνει καὶ σκληρύνει,
10πρὸς δὲ τοὺς κόπους ἀξύμφορόν ἐστιν ἡ ξηρασία καὶ ἡ σκλη‐ ρότης· μετὰ δὲ τοῦ ὕδατος ἀνατριφθὲν ἧττον ξηραίνει. Διὰ τί τοῖς κοπιῶσι προστάττουσιν ἐμεῖν, εἴπερ ὁ ἔμε‐ τος κοπῶδές ἐστιν; ἢ κόπος γίνεται ὀστῶν θλωμένων καὶ πιεζομένων καὶ κοπιωμένων, ταῦτα δὲ ὑπὸ τῶν ἐκτός τινος
15πάσχοι ἂν ἢ τῶν ἐν τῷ σώματι, καὶ τοῦτο διττῶς· ἢ γὰρ σαρκῶν ὑπερτεινουσῶν τὴν δύναμιν αὑτῶν, ἢ σώματος μι‐ χθέντος συχνοῦ τῷ ἄλλῳ σώματι, χώραν οἰκείαν οὐκ ἔχον‐ τος, οἷα τὰ περιττώματά ἐστιν. πάντα γὰρ τὰ ἐκτὸς ἡμῖν περιαπτόμενα βάρη κοπωδέστερα τῶν τοῦ σώματος μερῶν,
20κἂν τύχῃ σταθμῷ ὄντα αὐτῶν ἐλαφρότερα. σημεῖον δὲ τῶν εἰρημένων· οἱ γὰρ πλεῖον βεβρωκότες καὶ πεπωκότες, ἔλατ‐ τον πονήσαντες ἢ νήστεις ὄντες, μᾶλλον κοπιῶσι διὰ τὸ μὴ τὴν οἰκείαν χώραν ἔχειν τὰ σιτία ὄντα ἄπεπτα. ἐπεὶ δὲ ὁ κόπος σύντηξιν ποιεῖ, ἡ δὲ σύντηξις περίττωμά ἐστι, τοῦτό
25ἐστιν ὃ τὸν κόπον ἐν ἡμῖν ποιεῖ, πλανώμενον ἀτάκτως καὶ προσπῖπτον ὀστοῖς τε καὶ νεύροις καὶ τοῖς ἐντὸς τῆς σαρκὸς ἀραιοῖς οὖσι καὶ ἀνεῳγμένοις. ὁ οὖν ἔμετος ἐξάγων αὐτὸ ὂν αἴτιον τοῦ κόπου, εἰκότως ἀκόπους ποιεῖ· λείπει γὰρ οἷον ἦν ἐν ἀρχῇ τοῦ πόνου τὸ σῶμα. κοπῶδες δ’ ἐστὶν ὁ ἔμετος
30οὐ τῇ τῆς γινομένης ἐν αὐτῷ κινήσεως ὑπερβολῇ, ἀλλ’ ὅταν συμβῇ μὴ καλῶς ἐξεμέσαι· λειφθέντων γὰρ πολλῶν σι‐ τίων, καὶ περιττωμάτων τούτοις ἐνόντων, τὸν τοῦ ἐμέτου κόπον γίνεσθαι συμβαίνει, καθάπερ ἐπὶ τῶν πεπληρωμένων εἴρηται. εἰ οὖν μηδ’ ἐκείνοις ὁ πόνος ἐστὶ τοῦ κόπου αἴτιος,
35ἀλλὰ τὸ οὕτως ἔχοντας πονῆσαι, οὐδ’ ἂν τοῖς μὴ ἐξαιροῦσι τὰ σιτία ὁ ἔμετος εἴη τοῦ κόπου αἴτιος· χρῆν γὰρ πᾶσι τοῖς ἐμοῦσι γίνεσθαι κόπον, γίνονται δὲ ἀκοπώτεροι πολλοὶ ἐμέσαντες.
Διὰ τί κοπιαρώτερόν ἐστι τῷ βραχίονι τὸ διὰ κενῆςColumn end
Prob
.

881b

ῥίπτειν ἢ λιθάζοντα; ἢ ὅτι σπασμωδέστερον τὸ διὰ κενῆς ἐστίν; οὐ γὰρ ἀπερείδεται πρὸς οὐδέν, ὥσπερ ὁ βάλλων πρὸς τὸ ἐν τῇ χειρὶ βέλος. ὁμοίως δὲ τούτῳ καὶ ὁ πέντα‐ θλος πρὸς τοὺς ἁλτῆρας καὶ ὁ θέων παρασείων πρὸς τὰς
5χεῖρας. διὸ ὁ μὲν μεῖζον ἅλλεται ἔχων ἢ μὴ ἔχων ἁλ‐ τῆρας, ὁ δὲ θᾶττον θεῖ παρασείων ἢ μὴ παρασείων. Διὰ τί ἡ ταχυδρομία καὶ ἐπ’ ἀνθρώπου καὶ ἐπὶ τῶν ἄλλων ζῴων νοσηματικοὺς ποιεῖ τὰ περὶ τὴν κεφαλήν; καίτοι ὅλως ὁ δρόμος κατασπᾶν δοκεῖ κάτω τὰ περιττώ‐
10ματα, ὥσπερ ὁ περίπατος· διὸ καὶ παχύνονται τὰ σκέλη οἱ πολλὰ περιπατοῦντες, ὅτι εἰς τὰ κάτω ὑπονοστεῖ ἄνωθεν καὶ ἡ τροφὴ καὶ τὰ περιττώματα. ἢ ἡ μὲν κίνησις ταὐτὸ ποιεῖ, ἀλλ’ ἡ ταχεῖα διὰ τὴν συντονίαν καὶ τὴν ἀπνευστίαν ἐκθερμαίνει τὴν κεφαλήν, καὶ τὰς φλέβας ἐμφυσᾷ τὰς
15ἐν αὐτῇ, καὶ σπαστικὰς τῶν θύραθεν ποιεῖ δυνάμεων, οἷον ψύχους καὶ ἀλέας καὶ τῶν ἐκ τοῦ θώρακος, ὧν εἰσιόντων νοσεῖν ἀναγκαῖον τὸν τόπον ἐστίν. Διὰ τί κοπιῶσι μὲν μᾶλλον ἐν τοῖς ὁμαλοῖς ἢ ἐν τοῖς ἀνωμάλοις τόποις, θᾶττον δὲ βαδίζουσι τὴν ὁμαλὴν ὁδὸν ἢ
20τὴν ἀνώμαλον; ἢ ὅτι ἀκοπώτερον μέν ἐστι τὸ μὴ ἀεὶ ἐν τῷ αὐτῷ σχήματι ποιεῖσθαι τὴν κίνησιν, ὃ συμβαίνει ἐν τῇ ἀνωμάλῳ πορείᾳ μᾶλλον; θᾶττον δὲ πορεύονται, ὅτι ἧττον παρὰ φύσιν κινοῦνται. ἐν μὲν οὖν τῷ ὁμαλῷ μικρὰ ἡ ἄρσις καὶ θέσις καὶ πυκνή ἐστιν, ἐν δὲ τῷ ἀνωμάλῳ τοὐ‐
25ναντίον. ἔστι δὲ τὸ αἴρειν παρὰ φύσιν· βίᾳ γάρ ἐστι πᾶσα ἄρσις. τὸ δὲ παρ’ ἑκάστην βάσιν γινόμενον μικρὸν πολὺ γίνεται παρὰ πολλάς. Διὰ τί τὰ ἐπίπεδα κοπιαρώτερα ἐγκατακεῖσθαι τῶν κοίλων ἐστίν; ἢ διὰ τὸ αὐτὸ καὶ τὰ κυρτὰ τῶν ἐπιπέδων;
30ἐφ’ ἕνα γὰρ τόπον συναθροιζόμενον τὸ βάρος ἐν τῇ καθέδρᾳ ἢ κατακλίσει τῇ θλίψει ποιεῖ πόνον. τὸ μὲν οὖν κυρτὸν τοῦ εὐθέος, τοῦτο δὲ τοῦ κοίλου μᾶλλον τοιοῦτόν ἐστι· τὸ γὰρ σῶμα ἡμῶν ἐστὶ περιφερέστερον ἢ εὐθύτερον, τῶν δὲ τοιούτων κατὰ πλέον ἅπτεται τὰ κοῖλα ἢ τὰ ἐπίπεδα. διὰ ταῦτα
35δὲ καὶ τὰ ἐνδιδόντα τῶν μὴ ἐνδιδόντων ἀκοπώτερά ἐστι καὶ ἐγκατακλιθῆναι καὶ ἐνέζεσθαι. Διὰ τί οἱ βραχεῖς περίπατοι κοπώδεις εἰσίν; ἢ ὅτι ἀνώμαλοί εἰσι; πολλάκις γὰρ ἵστασθαι ποιοῦσιν. τὸ δ’ ἐκ
τοῦ ἐναντίου εἰς τοὐναντίον πυκνὰ μεταβάλλειν κοπῶδές
Prob
.

882a

ἐστι· συνήθειαν γὰρ οὐδετέρῳ ποιεῖ, ὅ ἐστιν ἄκοπον. ἀμφοῖν δ’ ἅμα οὐκ ἐνδέχεται συνήθειαν γίνεσθαι. Διὰ τί οἱ ἐπὶ τῶν ἵππων ὀχούμενοι, ὅσῳ ἂν μᾶλλον θέῃ ὁ ἵππος, τοσούτῳ μᾶλλον δακρύουσι τὰ ὄμματα; πό‐
5τερον διὰ τὸ ψυχρότερον εἶναι τὸν ἀεὶ προσπίπτοντα ἀέρα, ὅσῳ ἂν ἐλάττω χρόνον ἅπτηται τοῦ σώματος, ὅπερ ἐπὶ τῶν γυμνῶν θεόντων συμβαίνει; τὸ δὲ ψῦχος δάκρυον ποιεῖ. ἢ διὰ τοὐναντίον; καὶ γὰρ τὸ θερμὸν ποιεῖ δακρύειν, οἷον ὁ ἥλιος· ἡ δὲ κίνησις θερμότητα ποιεῖ. ἢ διὰ τὴν ὑπὸ
10τοῦ ἀέρος πληγήν; ὡς γὰρ οἱ ἄνεμοι ταράττουσιν οἱ ἐξ ἐναντίας τὰ ὄμματα, οὕτως ὁ ἀὴρ προσπίπτων, ὅσῳ ἂν θᾶττον ἐλαύνῃ, τοσούτῳ μᾶλλον ποιεῖ τὴν πληγὴν μαλακήν. Διὰ τί τὰ μὲν ἄλλα τριβόμενα σαρκοῦνται μέρη, ἡ δὲ γαστὴρ λεπτοτέρα γίνεται; ἢ οὐδὲ αὐτὴ ἐκ προσαγωγῆς,
15ἀλλὰ στιφροτέρα; οὐ μὴν ἀλλ’ οὐχ ὁμοίως γε καὶ ἡ σάρξ, διὸ καὶ τὸ πρόβλημά ἐστιν. ὅλως γὰρ ἐν τοῖς γυμνασίοις καὶ πόνοις μάλιστα λεπτύνεται ἡ γαστήρ. αἴτιον δ’ ὅτι τὰ πίονα θερμαινόμενα τήκεται, καὶ τὰ φύσει τάσιν ἔχοντα μᾶλλον. τὸ δὲ δέρμα ἐστὶ φύσει ἔχον τάσιν· ἀλλὰ διὰ
20τὸ πιαίνεσθαι τάχιστα ἀεί τινα ἔχει πιότητα, ἐὰν μὴ κά‐ μνῃ τινὰ νόσον. αἴτιον δὲ τούτου ὅτι ἐγγύς ἐστι τῆς τροφῆς. ἐπεὶ οὖν ὅλως ἡ πιμελὴ οὐκ ἔστι φύσει ἀλλ’ ἐπίκτητον, καὶ οὐ τῶν ἀναγκαίων μερῶν ὥσπερ ἡ σάρξ, καὶ ἡ τῶν γυ‐ μνασίων κίνησις καὶ ἡ τῆς τρίψεως θερμαίνουσαι τήκουσιν
25αὐτὴν καὶ τὴν τροφὴν ἐκπλεονάζουσαν νέμουσι τοῖς ἄλλοις μορίοις. διὸ αἱ μὲν καθέδραι τὴν κοιλίαν πιαίνουσι, τὸ δ’ ἄλλο σῶμα λεπτύνουσιν, αἱ δὲ κινήσεις καὶ αἱ τρίψεις τὴν μὲν κοιλίαν λεπτύνουσι, τὸ δ’ ἄλλο σῶμα παχύνουσιν. Διὰ τί ἐκ τῶν μακρῶν καὶ σφοδρῶν ὁδῶν καὶ δρόμων,
30ὅταν στῇ τις ἐπ’ ἄκρων τῶν δακτύλων, σείονται τῶν ποδῶν αἱ πτέρναι καὶ σπᾶται κάτω προπετῶς; ἢ διὰ τὴν συνέ‐ χειαν καὶ σφοδρότητα τῆς κινήσεως οὐκ ἀναπαύεται ὁ σεισμὸς τῷ ἀνθρώπῳ τῶν νεύρων; τοῦ μὲν γὰρ ὅλου σώμα‐ τος κρατεῖ ἡ ψυχὴ πολλάκις, μορίων δ’ οὔ, ὁπόταν πως
35κινηθῇ, οἷον καὶ καρδίας καὶ αἰδοίου. αἴτιον δ’ ὅτι πνεῦμα πολὺ περὶ τὰ νεῦρα ἐκκαίεται, ὃ οὐχ ἅμα ἐκψύχεται στάντι. τοῦτο οὖν σεῖον ὥσπερ ὑποσπῶν τῇ κινήσει κατα‐ σπᾷ τε, καὶ τοῦ πορρωτάτω ἥκιστα ποιεῖ κρατεῖν· τοιοῦτον
δὲ αἱ πτέρναι, οἷον τοῖς ὀργιζομένοις τὸ κάτω χεῖλος.Column end
Prob
.

882b

Διὰ τί οἱ μὴ σφόδρα συντόνως τρέχοντες ἐν τῷ ῥυθμῷ ἀναπνέουσιν; πότερον ὅτι πᾶς ῥυθμὸς ὡρισμένῃ μετρεῖται κινήσει, τοιαύτη δ’ ἐστὶν ἡ δι’ ἴσου οὖσα, ὅπερ οἱ τροχά‐ ζοντες ποιοῦσιν. ἅμα οὖν ἀρχόμενοι τροχάζειν ἀναπνέουσιν,
5ὥστε τὴν ἀναπνοὴν δι’ ἴσου γινομένην, διὰ τὸ τῇ ἴσῃ κινήσει μετρεῖσθαι, ῥυθμὸν ποιεῖν. ἢ ὅτι πᾶσα μὲν ἁπλῶς ἀνα‐ πνοὴ δι’ ἴσου γίνεται τοῖς κατὰ φύσιν αὐτῇ χρωμένοις καὶ μὴ κατέχουσιν; καθημένοις μὲν οὖν καὶ βαδίζουσι μετρίας οὔσης τῆς τοῦ σώματος κινήσεως, οὐκ εὔδηλος ὁ ῥυθμὸς
10γίνεται· συντόνως δὲ τρέχουσιν, οὐ παρακολουθούσης τῇ κι‐ νήσει τῆς αἰσθήσεως, οὐ δυνάμεθα συνορᾶν τὸν τῆς ἀνα‐ πνοῆς ῥυθμόν. ἐν δὲ τῷ μετρίως τροχάζειν μέτρον ἡ κίνησις αἰσθητὸν τῆς ἀναπνοῆς ποιοῦσα τὸν ῥυθμὸν δηλοῖ. Διὰ τί ἐν τῷ τροχάζειν ἐκπνευματοῦσθαι δοκεῖ ἡμῖν
15ὁ ἀήρ; πότερον ὅτι κινούμενοι διὰ τοῦ τροχάζειν τὸν συ‐ νεχῆ τοῖς σώμασιν ἡμῶν ἀέρα κινοῦμεν, ὅ ἐστι πνεῦμα; διόπερ οὐ δοκεῖ μόνον, ἀλλὰ καὶ κατ’ ἀλήθειαν ἐκπνευ‐ ματοῦται ὁ ἀήρ. ἢ διότι τροχάζοντες προσκόπτομεν τῷ ἀέρι, τούτου δὲ συμβαίνοντος μᾶλλον αἴσθησιν λαμβάνομεν
20τοῦ ἀέρος διὰ τῆς κινήσεως. εἰκότως οὖν ἡμῖν ἐκπνευμα‐ τοῦσθαι δοκεῖ· τοῦτο γὰρ συμβαίνει διὰ τὴν φοράν. Διὰ τί μᾶλλον θέοντες ἢ βαδίζοντες πίπτουσιν; ἢ ὅτι μᾶλλον πρὶν κινεῖσθαι αἴρουσιν; τὸ γὰρ θέειν τοῦ βαδίζειν τούτῳ διαφέρει.
25 Διὰ τί ποτε ἀναβαίνοντες μὲν τὰ γόνατα πονοῦμεν, καταβαίνοντες δὲ τοὺς μηρούς; ἢ ὅτι ὅταν μὲν ἀναβαίνωμεν, ἀναρριπτοῦμεν ἄνω τὸ σῶμα, καὶ ἡ σπάσις πολλὴ τοῦ σώματος καὶ ἡ ἀπὸ τῶν γονάτων γίνεται, διὸ πονοῦμεν τὰ γόνατα· ἐν δὲ τοῖς κατάντεσι, διὰ τὸ ὑποφέρεσθαι τοῖς
30σκέλεσι, τοῖς μηροῖς ἀποστηριζόμενοι πονοῦμεν αὐτούς. εἶθ’ ἅπαν τὸ παρὰ φύσιν γινόμενον πόνον καὶ λύπην παρα‐ σκευάζει. ἔστι δὲ τὸ κατὰ φύσιν τοῖς μὲν γόνασιν ἡ εἰς τὸ πρόσθεν κλάσις, τοῖς δὲ μηροῖς ἡ εἰς τοὔπισθεν. ἐν μὲν οὖν τοῖς ἀνάντεσι τὰ γόνατα κλᾶται εἰς τοὔπισθεν διὰ τὸ ἀπο‐
35στηρίζεσθαι βούλεσθαι, ἐν τοῖς κατάντεσι δ’ οἱ μηροὶ εἰς τοὔμπροσθεν κλῶνται διὰ τὸ προπετὲς ἡμῶν εἶναι τὸ σῶμα. Διὰ τί ποτε ἐν ταῖς ὁδοῖς τῶν μηρῶν τὸ μέσον μάλι‐ στα πονοῦμεν; ἢ ὅτι παντὸς μακροῦ καὶ ἑνὸς ὄντος, ἐστη‐
ριγμένου δέ, τοῦ μέσου ὁ πόνος μάλιστα γίνεται; διὸ καὶ κα‐
Prob
.

883a

τάγνυται μάλιστα ἐντεῦθεν. ὁ δὲ μηρός ἐστι τοιοῦτον· διὸ καὶ τὸ μέσον αὐτοῦ μάλιστα πονοῦμεν. Διὰ τί οἱ ὑγροὶ ταχὺ πνίγονται πονήσαντες καὶ ὑπὸ τοῦ καύματος; ἢ ὅτι ἐκθερμαινόμενον τὸ ὑγρὸς ἀὴρ γίνεται,
5καὶ κάει μᾶλλον τὸ πλέον; ὅταν οὖν μὴ δύνηται ὑπεξάγειν διὰ τὸ πλῆθος, οὐ γίνεται κατάψυξις, ὥστε ταχὺ ἐκπυροῦται ὑπὸ τοῦ συμφύτου καὶ ἐπικτήτου θερμοῦ. διὸ καὶ οἱ γινόμενοι ἱδρῶτες τοῖς γυμναζομένοις καὶ ὅλως τοῖς πονοῦσι καὶ ἡ τοῦ πνεύματος ἔξοδος ὠφέλιμον· διακρινομένου γὰρ καὶ λεπτυ‐
10νομένου τοῦ ὑγροῦ πνεῦμα γίνεται. Διὰ τί τὰ σύμμετρα τῶν σωμάτων κάμνει τε πολλά‐ κις καὶ ἀπαλλάττει ῥᾷον; ἢ διὰ ταὐτὸ ἄμφω; ὁμαλὸν γὰρ τὸ σύμμετρον, τὸ δὲ ὁμαλὸν ὁμοπαθέστερον· ἐὰν οὖν τι πονήσῃ μέρος, εὐθὺς συμπονεῖ τὸ ὅλον. τὸ δὲ ἀσύμμετρον,
15ἅτε μᾶλλον ἀπηρτημένον, οὐ συναπολαύει τῶν μερῶν. κάμνει μὲν οὖν πολλάκις διὰ τοῦτο, ῥᾷον δὲ ἀπαλλάττει, ὅτι πᾶν κοινωνεῖ τὸ σῶμα· εἰς πλείω γὰρ διανεμόμενον τὸ πάθος γίνεται ἀσθενέστερον, ὥστε εὐαπαλλακτότερον. τὸ δὲ ἀσύμμετρον, ἅτε οὐ κοινωνοῦν τοῖς μέρεσιν, ἐλαττονάκις μὲν
20κάμνει, χαλεπώτερον δὲ ἀπαλλάττει· σφοδρὸν γὰρ τὸ πάθος. Διὰ τί κοπιῶσι μὲν μᾶλλον ἐν τοῖς ὁμαλοῖς ἢ ἐν τοῖς ἀνωμάλοις, θᾶττον δὲ βαδίζουσι τὴν ὁμαλὴν ἢ τὴν ἀνώμα‐ λον; ἢ ὅτι ἀκοπώτερον μὲν τὸ μὴ ἀεὶ ἐν τῇ ἀνωμάλῳ πο‐
25ρείᾳ μᾶλλον, θᾶττον δὲ πορεύονται, ὅπου ἐν τῷ ἴσῳ χρόνῳ ἐλάττων ἡ ἀναφορά. ἐν μὲν οὖν τῷ ὁμαλῷ μικρὰ ἡ ἄρσις καὶ πυκνή, ἐν δὲ τῷ ἀνωμάλῳ τοὐναντίον. τὸ δὲ παρ’ ἑκά‐ στην βάσιν γινόμενον πολὺ γίνεται παρὰ πολλάς. Διὰ τί καταβαίνοντες μὲν τὰ κατάντη τοὺς μηροὺς μά‐
30λιστα πονοῦμεν, ἀναβαίνοντες δὲ τὰς κνήμας; ἢ ὅτι ἀναβαί‐ νοντες μὲν τῷ αἴρειν τὸ σῶμα; ἅπαν γὰρ γίνεται φορτίον τὸ σῶμα. ᾧ οὖν ἅπαν ἐπίκειται καὶ ᾧ αἴρομεν, τοῦτο μά‐ λιστα πονεῖ. ἡ δὲ κνήμη τοῦτο. ἔσχατον γάρ, μῆκος ἔχον, καὶ οὐχ ὥσπερ ὁ ποὺς πλάτος ἔχει· διὸ σαλεύεται. ὥστε
35οἷον τῷ ὤμῳ τὰ βάρη κινοῦμεν, καὶ ἐπὶ τούτῳ ἔχομεν. τοι‐ γαροῦν καὶ πονοῦμεν τὸν ὦμον μάλιστα. καταβαίνοντες δὲ τῷ ἐμπίπτειν τὸ σῶμα κάτω καὶ προωθεῖν παρὰ φύσιν ὁ πόνος ἐστίν, ὥστε ᾧ μάλιστα ἐμπίπτει καὶ σαλεύει, τοῦτο παρέχει τὸν πόνον. ἡ μὲν οὖν κνήμη μένει, τὸ δὲ βάρος ὁ
40θώραξ γίνεται· ὁ δὲ μηρὸς δέχεταί τε καὶ σαλεύεται διὰColumn end
Prob
.

883b

τὸ μῆκός τε ἔχειν καὶ στρέφεσθαι ἄνωθεν, ᾗ ὁ θώραξ ἐμ‐ πίπτει. Διὰ τί πλείων δοκεῖ ἡ ὁδὸς εἶναι, ὅταν μὴ εἰδότες βαδίζωμεν πόση τις, ἢ ὅταν εἰδότες, ἐὰν τἆλλα ὁμοίως
5ἔχοντες τύχωμεν; ἢ ὅτι τὸ εἰδέναι πόση τὸ εἰδέναι ἐστὶ τὸν ἀριθμὸν αὐτοῦ· καὶ πλεῖον ἀεὶ τὸ ἀόριστον τοῦ ὡρισμένου; ὥσπερ οὖν εἰ ᾔδει ὅτι τοσήδε, πεπερασμένην ἀνάγκη εἶναι, οὕτω καὶ εἰ μὴ οἶδεν, ὡς ἀντιστρέφοντος παραλογίζεται ἡ ψυχή, καὶ φαίνεται εἶναι ἄπειρος. ἔτι τὸ ποσὸν ὡρισμένον
10καὶ τὸ ὡρισμένον ποσόν. ὅταν τοίνυν μὴ φαίνηται ὡρισμέ‐ νον, ὥσπερ ἄπειρον φαίνεται εἶναι, διὰ τὸ τὸ πεφυκὸς ὡρί‐ σθαι, ἐὰν μὴ ᾖ ὡρισμένον, ἄπειρον εἶναι, ὥστε καὶ τὸ φαι‐ νόμενον μὴ ὡρίσθαι φαίνεσθαι ἀνάγκη πως ἀπέραντον. Διὰ τί τοὺς μηροὺς μᾶλλον ἢ τὰς κνήμας κοπιῶσιν;
15πότερον ὅτι ἐγγὺς τοῦ τόπου τοῦ ἔχοντος τὸ περίττωμα, ὥστε ἂν ὑπερβάλλῃ διὰ τὴν κίνησιν τῇ θερμότητι, συσπῶσιν οἱ μηροὶ μᾶλλον καὶ πλεῖον ἢ αἱ κνῆμαι; ἢ διὰ τὸ συμφυὲς εἶναι μᾶλλον τοὺς μηρούς; μάλιστα γὰρ πονοῦσι τῇ τοῦ συνε‐ χοῦς διαστάσει. καὶ γὰρ ἂν μηδὲν ἔχοντες περίττωμα κο‐
20πιάσωσιν, ὅμως τοὺς μηροὺς καὶ τὴν ὀσφὺν πονοῦσι μᾶλλον. ἢ ὅτι καθάπερ οἱ βουβῶνες γίνονται πληγέντες διὰ τὴν συνάρτησιν τῶν φλεβῶν καὶ νεύρων, οὕτω καὶ οὗτος; ἐγγυ‐ τέρω δὲ τῆς ἀρχῆς ὁ μηρός. ἢ διότι μᾶλλον ἐν τῷ αὐτῷ σχήματι ὁ μηρὸς τῆς κνήμης; τοῦτο δὲ κοπιαρώτερον. ἢ
25ὅτι σαρκώδης, ὥστε πολὺ τὸ κατὰ φύσιν ἔχον ἐν αὐτῷ; Διὰ τί ἐνίοις, ὅταν πονήσωσιν, ἕλκη ἐκφύουσιν; ἢ ὅταν τὸ σῶμα ἀκάθαρτον ᾖ, ἡ κίνησις θερμαίνουσα καὶ ἄλλα περιττώματα συνεξικμάζει μετὰ τοῦ ἱδρῶτος; παχέα δὲ ὄντα καὶ χυμοὺς ἔχοντα μοχθηρούς, ὀξεῖς καὶ πικροὺς καὶ
30ἁλμυρούς, τὰ περιττώματα ἐκκρίνεσθαι μὲν οὐ δύναται διὰ πάχος, ἐξαίρεται δὲ διὰ τῆς σαρκὸς καὶ ἐξελκοῖ διὰ πι‐ κρότητα τοῦ χυμοῦ. Διὰ τί τοῖς ἐκ τῶν γυμνασίων καὶ φαρμακοποσιῶν οὐκ εὐθὺς προσφέρουσι τροφήν; ἢ διότι καθαίρεται τὸ σῶμα
35ἔτι, καὶ οὐκ ἀναπέπαυται πονοῦν, καὶ ἀποκέκριται τὰ πε‐ ριττώματα; Διὰ τί χαλεπώτερον θεῖν ἢ βαδίζειν; ἢ ὅτι πλεῖον φορτίον φέρει ὁ θέων; ὅταν γὰρ ᾖ μετέωρος, ἅπαν ἐφ’ αὑτῷ ἔχει. ὁ δὲ βαδίζων, οἷον οἱ ἐπὶ τοῖς τειχίοις ἀνα‐
40παυόμενοι, ἐπιθεὶς ἔχει ἐπὶ τῷ ἠρεμοῦντι.
Prob
.

884a

Διὰ τί ἐκ τῶν γυμνασίων οὐ πεινῶσιν εὐθύς; πότερον διὰ τὴν ὑπόλειψιν τῆς συντήξεως, ἕως ἀντιπεφθῇ; ἢ διὰ τὸ πνεῦμα ὃ ποιεῖ ὁ πόνος ἐκ τοῦ ὑγροῦ; ἢ διὰ τὴν δίψαν ἣ γίνεται ἐκ τοῦ θερμαίνεσθαι πονοῦντας; πάντα γὰρ συμ‐
5βαίνει ταῦτα. Διὰ τί ἐξονειρωκτικοί εἰσιν οἱ κοπιῶντες καὶ φθισιῶν‐ τες; ἢ ὅτι ὅλως ἐξονειρωκτικοὶ οἱ θερμοὶ καὶ ὑγροί; τὸ γὰρ σπέρμα τοιοῦτόν ἐστι τὴν φύσιν. τὸ τοιοῦτο δὲ ἐξ οὕτω δια‐ κειμένων μάλιστα γίνεται, ὅταν ἡ ἀπὸ τοῦ ὕπνου θερμότης
10προσγένηται· μικρᾶς γὰρ ῥοπῆς τὰ σώματα δεῖται, καὶ ταύτης ἔσωθεν ἀλλ’ οὐκ ἔξωθεν. οἱ δὲ φθισικοὶ καὶ κοπιῶν‐ τες οὕτω διάκεινται· οἱ μὲν γὰρ κοπιῶντες διὰ τὸν κόπον καὶ τὴν κίνησιν συντήγματος θερμοῦ πλήρεις εἰσίν, οἱ δὲ φθισικοὶ διὰ τὸν κατάρρουν καὶ τὴν γινομένην θέρμην ὑπὸ
15τῆς φλεγμασίας. Διὰ τί τὸ ἀριστερὸν σκέλος χαλεπώτερον τρίβεσθαι ὑφ’ ἑαυτοῦ πολὺν χρόνον ἢ τὸ δεξιόν; ἢ ὅτι τοῖς δεξιοῖς πονεῖν δυνάμεθα; ἐν δὲ τοῖς παρὰ φύσιν ἡ τοῦ ἀριστεροῦ σκέλους τρῖψις ἐξεστραμμένως γίνεται. τὰ δὲ παρὰ φύσιν
20ποιούμενα χαλεπά. τῇ δὲ ἀριστερᾷ τὰ δεξιὰ οὐθὲν ἐπίδηλον διὰ τὸ μηθετέρως ἰσχύειν. Διὰ τί ὑγιεινὸν τὸ τροφῆς μὲν ὑποστέλλεσθαι, πονεῖν δὲ πλείω; ἢ ὅτι τοῦ νοσεῖν αἴτιον περιττώματος πλῆθος; τοῦτο δὲ γίνεται ἢ διὰ τροφῆς ὑπερβολὴν ἢ διὰ πόνων ἔν‐
25δειαν. Διὰ τί οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγίειαν, ἀλλ’ ἀραιοῦν; ὥσπερ γὰρ πόλις ὑγιεινὴ καὶ τόπος εὔπνους (διὸ καὶ ἡ θάλαττα ὑγιεινή), οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλ‐ λον ὑγιεινόν. δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηθὲν περίττωμα,
30ἢ τούτου ὡς τάχιστα ἀπαλλάττεσθαι· καὶ δεῖ οὕτως ἔχειν τὰ σώματα ὥστε λαμβάνοντα εὐθὺς ἐκκρίνειν τὴν περίτ‐ τωσιν, καὶ εἶναι ἐν κινήσει καὶ μὴ ἠρεμεῖν. τὸ μὲν γὰρ μένον σήπεται, ὥσπερ ὕδωρ, τὸ δὲ σηπόμενον καὶ μὴ κι‐ νούμενον νοσοποιεῖ· τὸ δ’ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι
35χωρίζεται. τοῦτ’ οὖν πυκνουμένης μὲν τῆς σαρκὸς οὐ γίνεται (ὡσπερεὶ γὰρ ἐμφράττονται οἱ πόροι), ἀραιουμένης δὲ συμ‐ βαίνει. διὸ καὶ οὐ δεῖ ἐν τῷ ἡλίῳ γυμνὸν βαδίζειν· συνί‐ σταται γὰρ ἡ σάρξ, καὶ κομιδῇ ἀποσαρκοῦνται, καὶ ὑγρότε‐
ρον τὸ σῶμα γίνεται. τὸ μὲν γὰρ ἐντὸς δὴ μένει, τὸ δ’Column end
Prob
.

884b

ἐπιπολῆς ἀπαλλάττεται, ὥσπερ καὶ τὰ κρέα τὰ ἑφθὰ τῶν ὀπτῶν μᾶλλον. οὐδὲ τὰ στήθη γυμνὰ ἔχοντα βαδί‐ ζειν· ἀπὸ γὰρ τῶν ἄριστα ᾠκοδομημένων ὁ ἥλιος ἀφαιρεῖ, ὃ ἥκιστα δεῖται ἀφαιρέσεως, ἀλλὰ μᾶλλον τὰ ἐντός. ἐκεῖ‐
5θεν μὲν οὖν διὰ τὸ πόρρω εἶναι, ἂν μὴ μετὰ πόνου, οὐκ ἔστιν ἱδρῶτ’ ἀναγαγεῖν, ἀπὸ τούτου δὲ διὰ τὸ πρόχειρον εἶναι ῥᾴδιον. Διὰ τί κοπώδεις οἱ βραχεῖς τῶν περιπάτων; ἢ ὅτι πολλάκις συνίστανται καὶ οὐχ ὁμαλῶς κινοῦνται περὶ τὰς
10καμπάς; τὸ δὲ τοιοῦτον κοπῶδες. Διὰ τί ἑστηκότες ἐν τῷ ἡλίῳ μᾶλλον θερμαίνονται ἢ κινούμενοι, καὶ ταῦτα τῆς κινήσεως θερμαντικῆς οὔσης; ἢ οὐ πᾶσα κίνησις θερμαίνει, ἀλλ’ ἐνία ψύχει, οἷον καὶ ἐπὶ τῶν τὰς χύτρας τὰς ἑψημένας φυσώντων καὶ κινούντων συμ‐
15βαίνει. εἰ οὖν ἑστηκότι μὲν προσμένει τὸ θερμόν, προσμένον δὲ μᾶλλον θερμαίνει ἢ κινούμενον (ἀεὶ γὰρ τὸ σῶμα ἴδιον ἡμῶν ἀτμίδα τινὰ χλιαρὰν ἀφίησιν ἀφ’ ἑαυτοῦ, ἣ θερμαί‐ νει τὸν ἐγγὺς ἀέρα ὥσπερ δαλὸς παρών), ἠρεμούντων μὲν ἡμῶν θερμὸς γίνεται ὁ περιέχων ἡμᾶς ἀὴρ διὰ τὰ εἰρη‐
20μένα, κινουμένων δὲ πνεῦμα γίνεται, ὃ καταψύχει ἡμᾶς· πᾶν γὰρ πνεῦμα ψυχρόν ἐστιν. Διὰ τί οἱ ἐπὶ τῶν ἵππων ὀχούμενοι, ὅσῳ ἂν θᾶττον θέῃ ὁ ἵππος, τοσούτῳ μᾶλλον δακρύουσι τὰ ὄμματα, καὶ οἱ πεζοί, ὅσῳ ἂν μᾶλλον τρέχωσιν; πότερον διὰ τὸ ψυ‐
25χρὸν εἶναι τὸν προσπίπτοντα ἐέρα; τὸ γὰρ ψῦχος δα‐ κρύειν ποιεῖ· συστέλλον γὰρ καὶ πυκνοῦν τὴν σάρκα ἐκκα‐ θαίρει τὸ ὑγρόν. ἢ διὰ τοὐναντίον; τὸ γὰρ θερμὸν ποιεῖ ἱδρῶτας, τὸ δὲ δάκρυον ἱδρώς τίς ἐστι. διὸ καὶ γίνονται ὑπὸ θερμασίας ἄμφω ταῦτα, καὶ ἁλυκά ἐστιν ὁμοίως. ἡ δὲ κίνη‐
30σις θερμότητα ποιεῖ. ἢ διὰ τὴν ὑπὸ τοῦ ἀέρος πληγήν; ὡς γὰρ οἱ ἄνεμοι ταράττουσιν οἱ ἐξ ἐναντίας τὰ ὄμματα, οὕτω καὶ ὁ ἀὴρ ὁ προσπίπτων, ὅσῳ ἂν θᾶττον ἐλαύνῃ ἢ αὐτὸς τρέχῃ, τοσούτῳ μᾶλλον ποιεῖ πληγὴν μαλακήν, δι’ ἣν γίνε‐ ται δακρύειν, ἀραιουμένων τῶν τοῦ ὀφθαλμοῦ πόρων ὑπὸ τῆς
35πληγῆς· πᾶσα γὰρ πληγὴ διαιρετικόν ἐστιν ἢ θλαστικόν. Διὰ τί δεῖ τοὺς μὲν θερινοὺς κόπους λουτρῷ ἰᾶσθαι, τοὺς δὲ χειμερινοὺς ἀλείμματι; ἢ τούτους μὲν διὰ τὰς φρίκας καὶ τὰς γινομένας μεταβολὰς θερμῷ δεῖ λύειν, ὃ ποιήσει
ἀλεάζειν (τὸ δὲ ἔλαιον θερμόν)· ἐν δὲ τῷ θέρει καθυγραί‐
Prob
.

885a

νειν. ἡ γὰρ ὥρα ξηρά, καὶ οὐ γίνονται φρῖκαι διὰ τὴν ἀλέαν. ὀλιγοσιτία δὲ καὶ κωθωνισμὸς θέρους, τὸ μὲν ὅλως, τὸ δὲ μᾶλλον, ὁ μὲν πότος θέρους ὅλως διὰ τὴν ξηρότητα, ἡ δὲ ὀλιγοσιτία κοινὸν μέν, μᾶλλον δὲ θέρους· ἐκθερμαίνε‐
5ται γὰρ μᾶλλον διὰ τὴν ὥραν ὑπὸ τῶν σιτίων. Διὰ τί οἱ θένοντες εὐτόνως μάλιστα λαμβάνουσι σπάσ‐ ματα, ὅταν τις θέουσιν αὐτοῖς ὑποστῇ; ἢ ὅτι ταῦτα μά‐ λιστα διασπᾶται, ἃ εἰς τοὐναντίον τε καὶ ἰσχυρῶς ἕλκεται καὶ κινεῖται; ὅταν οὖν θέοντος καὶ σφοδρῶς ὠθουμένων τῶν
10μορίων εἰς τὸ πρόσθεν ὑποστῇ τις, συμβαίνει ἅμα ἀντι‐ σπᾶν εἰς τοὐναντίον, ἔτι φερομένων εἰς τοὔμπροσθεν, ὥστε ἡ σπάσις τοσούτῳ ἰσχυροτέρα γίνεται, ὅσῳ ἂν θέωσι σφο‐ δρότερον. Διὰ τί τῶν περιπάτων οἱ κατὰ τὰς ὁδοὺς ἀκοπώτεροί
15εἰσιν, οἱ ἀνώμαλοι τῶν εὐθέων; ἢ διὰ τὸ τὴν φορὰν ὀρθὴν εἶναι κατὰ φύσιν παντὶ τῷ σώματι; οἱ δ’ ἐν τοῖς ὁμα‐ λοῖς τῶν ἀνωμάλων κοπιωδέστεροι· τοῖς γὰρ αὐτοῖς μέρεσι τοὺς πόνους παρέχουσιν, οἱ δ’ ἐν τοῖς ἀνωμάλοις διαμερίζουσι μᾶλλον εἰς ἅπαν τὸ σῶμα. αἱ δὲ ἀλέαι μᾶλλον ἰσχνοῦσι
20τῶν ἐν τοῖς ψύχεσιν· τοῖς γὰρ ἔξω μέρεσι πλείονα τὸν πόνον παρέχονται, διὸ καὶ τοὺς ἱδρῶτας ἐμποιοῦντες ἰσχναί‐ νουσιν. οἱ δ’ ἐν τοῖς ψύχεσι στιφροτέραν τὴν σάρκα ποιοῦσι καὶ τῶν σιτίων ἐπιθυμητικωτέρους· τοῖς γὰρ ἔσω μέρεσι τὴν αὔξησιν τοῦ θερμοῦ ποιοῦνται, καὶ δυσκινήτων γινομένων
25ὑπὸ τοῦ ψύχους τὸν μὲν ἔσω τόπον καθαίρουσι, τὴν θερμα‐ σίαν αὐξάνοντες ἐν αὐτῷ, τὴν δὲ σάρκα στερεὰν ποιοῦσιν, οὐ δυνάμενοι κρατεῖν διὰ πάσης αὐτῆς. ὁμοίως οἱ ἀνάντεις τῶν κατάντων ἐπιπονώτεροι καὶ ἰσχναντικώτεροι. οἱ μὲν γὰρ ἀνάντεις τὴν ὀσφὺν μάλιστα ποιοῦσι πονεῖν, οἱ δὲ κα‐
30τάντεις τοὺς μηρούς· τοῖς γὰρ μηροῖς τὸ βάρος πᾶν ἐμ‐ πῖπτον κόπους εἴωθε παρέχειν. ἄνω γὰρ παρὰ φύσιν ὑπὸ τοῦ θερμοῦ βίᾳ φερόμενος ἐκθερμαίνει. διὸ τούς τε ἱδρῶτας ἐμποιοῦσι, καὶ τὸ πνεῦμα μετεωρίζοντες ἰσχναίνουσι, καὶ τὴν ὀσφὺν ὀδυνῶσιν· τὰ γὰρ σκέλη χαλεπῶς ἀναγόμενα
35τὴν ὀσφὺν κάμπτουσί τε καὶ ἀνασπῶσιν, ὑφ’ ὧν ἀναγκά‐ ζονται μάλιστα πονεῖν. οἱ δ’ ἐν ἀντιτύποις περίπατοι τοῖς τε μυσὶ καὶ τοῖς τεταμένοις τῶν σκελῶν παρέχουσι κόπους·
συντάσεις γὰρ ἐμποιοῦσι τοῖς νεύροις καὶ τοῖς μυσί, βιαίαςColumn end
Prob
.

885b

γενομένης τῆς ἀπερείσεως αὐτοῖς. οἱ δ’ ἐν τοῖς μαλακοῖς τοῖς ἄρθροις κοπιώδεις εἰσίν· τῶν γὰρ ἄρθρων πυκνὰς τὰς κάμψεις ποιοῦσιν, ἅτε ἐνδιδούσης τῆς βάσεως. τὸ δ’ αὐτό ἐστι πρόβλημα.
5 Διὰ τί πρὸς τὰ σιμὰ χαλεπῶς βαδίζομεν; ἢ διότι πᾶσα πορεία ἐξ ἄρσεως καὶ θέσεως συντελεῖται; τὸ μὲν οὖν ἆραι παρὰ φύσιν, τὸ δὲ θεῖναι κατὰ φύσιν, τὸ δὲ προσθεῖναι μεσότης· ἐν δὲ τῷ πρὸς τὰ σιμὰ βαδίζειν πολὺ τὸ παρὰ φύσιν.
10 Διὰ τί οἱ ἀφ’ ἵππων ἧττον πίπτουσιν; ἢ διὰ τὸ φο‐ βεῖσθαι φυλάττονται μᾶλλον;
13ϛ. ΟΣΑ ΕΚ ΤΟΥ ΠΩΣ ΚΕΙΣΘΑΙ ΚΑΙ ΕΣΧΗΜΑΤΙΣΘΑΙ
ΣΥΜΒΑΙΝΕΙ.
15 Διὰ τί ἡ καθέδρα τοὺς μὲν παχύνει τῶν ἀνθρώπων, τοὺς δὲ ἰσχναίνει; πότερον ὅτι αἱ ἕξεις διαφέρουσιν; οἱ μὲν γὰρ θερμοί εἰσιν, οἱ δὲ ψυχροί. οἱ μὲν οὖν θερμοὶ παχύνονται (κρατεῖ γὰρ τὸ σῶμα τῆς τροφῆς διὰ τὴν θερμασίαν)· οἱ δ’ ἐψυγμένοι, διὰ τὸ δεῖσθαι ἐπεισάκτου θερμότητος καὶ τοῦτο
20πάσχειν μάλιστα τὸ σῶμα ὑπὸ τῶν κινήσεων, οὐ δύνανται πέττειν ἠρεμοῦντες. ἢ ὅτι οἱ μὲν περιττωματικοί εἰσι, καὶ δέονται κινήσεως ἣ ἀναλώσει ταῦτα, οἱ δὲ οὔ; Διὰ τί δεῖ ποιεῖν διάτασιν τῶν μερῶν, ὃ ποιεῖ ὁ γυμ‐ ναζόμενος; ἢ ὅτι δεῖ τῷ οἰκείῳ πνεύματι καθαίρεσθαι τοὺς
25πόρους; Διὰ τί συγκεκαμμένον βέλτιον κατακεῖσθαι, καὶ πολ‐ λοί γε παραγγέλλουσι τοῦτο καὶ τῶν ἰατρῶν; ἢ ὅτι ἀλεαίνουσα ἡ κοιλία θᾶττον πέττει; οὕτω δὲ ἀλεαίνει μᾶλλον. ἔτι δεῖ τοῖς πνεύμασι τόπον διδόναι εἰς ὃν ἀπερείσονται· οὕτω γὰρ
30ἥκιστα λυπήσουσιν αἱ φῦσαι. διὰ τοῦτο γὰρ καὶ ἰξίαι καὶ τὰ ἄλλα ἀποστήματα ὑγιεινόν, ὅτι ἔχουσι κοιλίας εἰς ἃς ἀπο‐ δέχονται τὰ πνεύματα. ἐκτεταμένου μὲν οὖν οὐ γίνεται κοι‐ λία (ἅπαντα γὰρ τὸν τόπον τὰ σπλάγχνα κατέχει), συγκαμφθέντος δὲ γίνεται.
35 Διὰ τί ἀνισταμένοις ἴλιγγος μᾶλλον γίνεται ἢ καθίζου‐ σιν; ἢ διότι ἠρεμοῦσι τὸ ὑγρὸν εἰς ἓν μόριον ἀθρόον ἀποκλί‐ νει; διὸ καὶ τὰ ὠμὰ ᾠὰ οὐ δύναται δινεῖσθαι, ἀλλὰ κατα‐
πίπτει. κινούμενον δὲ τὸ ὑγρὸν ὁμοίως ἔχει. ἀνίστανται μὲν
Prob
.

886a

οὖν ἠρεμήσαντες, ὅτε οὕτως διάκεινται· καθιζάνουσι δὲ ἐν κι‐ νήσει γενόμενοι, ὅτε ὁμαλῶς ἔχει τὸ ὑγρὸν καὶ ἐσκέδασται. Διὰ τί ἐπὶ τὰ δεξιὰ κατακειμένοις μᾶλλον ἐπέρχεται ὕπνος; πότερον ὅτι ἐναντίως ἔχοντες ἐγρηγόρασι καὶ καθεύ‐
5δουσιν; ἐπεὶ οὖν ἐγρηγορότες ἐπὶ τὰ ἀριστερὰ κατάκεινται, τοὐναντίον ἔσται ἐπ’ ἄλλης ἀρχῆς καὶ τῆς ἐναντίας. ἢ ὅτι ἀκινησία ὁ ὕπνος; τὰ οὖν κινητικὰ μέρη δεῖ ἠρεμεῖν, τὰ δὲ δεξιὰ κινητικά. οὕτω δὲ κατακειμένων οἷον δέδεται ἀρχή τις ἐπεγερτική.
10 Διὰ τί ναρκῶσιν; καὶ διὰ τί χεῖρας καὶ πόδας μᾶλ‐ λον; ἢ ὅτι κατάψυξίς ἐστιν ἡ νάρκη; διὰ στέρησιν γὰρ αἵμα‐ τος γίνεται καὶ μετάστασιν. ἀσαρκότατα δὲ ταῦτα καὶ νευ‐ ρωδέστατα, μάλιστα δὲ οἱ πόδες. ὥστε προοδοποιεῖται ὑπὸ τῆς φύσεως πρὸς τὸ καταψύχεσθαι ταχέως.
15 Διὰ τί κατακείμεθα μὲν ἐπὶ τὰ ἀριστερὰ ἡδέως, κα‐ θεύδομεν δὲ ἐπὶ τὰ δεξιὰ μᾶλλον; πότερον ὅτι ἀποστραφέν‐ τες πρὸς τὸ φῶς οὐ βλέπομεν; ἐν γὰρ τῷ σκότει θᾶττον ὕπνος λαμβάνει. ἢ διότι ἐγρηγόραμεν κατακείμενοι ἐπὶ τοῖς ἀριστεροῖς, καὶ αἱ χρήσεις ἡμῖν οὕτω πρόχειροι, ὥστε πρὸς τὸ
20ἐναντίον σχῆμα πρὸ ἔργου; παρακαλεῖ δὲ ἕκαστον πρὸς τὸ ἔργον τὸ σχῆμα μᾶλλον.
23
Ζ. ΟΣΑ ΕΚ ΣΥΜΠΑΘΕΙΑΣ. Διὰ τί τοῖς χασμωμένοις ἀντιχασμῶνται ὡς ἐπὶ τὸ
25πολύ; ἢ διότι, ἐὰν ἀναμνησθῶσιν ὀργῶντες, ἐνεργοῦσι, μά‐ λιστα δὲ τὰ εὐκίνητα, οἷον οὐροῦσιν. ἡ δὲ χάσμη πνεῦμα καὶ ὑγροῦ κίνησίς ἐστιν. πρόχειρον οὖν, ἐὰν μόνον νοήσῃ· ἔστι γὰρ πλησίον. Διὰ τί, ἐὰν μέν τινα ἴδωμεν τὴν χεῖρα ἐκτείνοντα ἢ
30τὸν πόδα ἢ ἄλλο τι τῶν τοιούτων, οὐκ ἀντιποιοῦμεν τὸ αὐτό, ἐὰν δὲ χασμώμενον, ἀντιχασμώμεθα; ἢ οὐδὲ τοῦτο ἀεί, ἀλλ’ ἐὰν ὀργῶν τύχῃ τὸ σῶμα καὶ οὕτω διακείμενον ὥστε τὸ ὑγρὸν ἀναθερμαίνεσθαι; τότε γὰρ ἡ μνήμη τὴν κίνησιν ποιεῖ, ὥσπερ καὶ πρὸς ἀφροδίσια καὶ ἐδωδήν· τὸ γὰρ ποιῆσαν
35μνήμην εἶναι τὸ ἔχον ὁρμὴν πρὸς τὸ φαντασθὲν πάθος. Διὰ τί, ἐπειδὰν πρὸς τὸ πῦρ στῶμεν, οὐρητιῶμεν, καὶ
ἐὰν πρὸς ὕδωρ, οἷον ἐὰν πρὸς ποταμόν, οὐροῦσιν; ἢ ὅτι τὸ πᾶνColumn end
Prob
.

886b

ὕδωρ ὑπόμνησιν δίδωσι τῆς ἐν τῷ σώματι ὑγρότητος, καὶ ἐκκαλεῖται τὸ προσιόν; αὐτὸ δὲ τὸ πῦρ διαχαλᾷ τὸ πεπη‐ γὸς ἐν τῷ σώματι, ὥσπερ ὁ ἥλιος τὴν χιόνα. Διὰ τί ἀπὸ μὲν νόσων ἐνίων νοσοῦσιν οἱ πλησιάζοντες,
5ἀπὸ δὲ ὑγιείας οὐδεὶς ὑγιάζεται; ἢ ὅτι ἡ μὲν νόσος κίνησις, ἡ δὲ ὑγίεια ἠρεμία; ἡ μὲν οὖν κινεῖ, ἡ δ’ οὐθέν. ἢ διότι τὸ μὲν ἄκοντι τὸ δ’ ἑκόντι γίνεται; καὶ ἄρα τὰ ἀκούσια τῶν ἑκουσίων καὶ τῶν ἐκ προνοίας. διαφέρει. Διὰ τί τῶν μὲν διὰ τῆς ἀκοῆς λυπηρῶν ἔνια φρίττειν
10ἡμᾶς ποιεῖ, οἷον πρίων ἀκονώμενος καὶ κίσηρις τεμνομένη καὶ λίθος ἀλούμενος, τὰ δὲ διὰ τῆς ὄψεως σημεῖα τῶν πα‐ θῶν αὐτὰ ἡμῖν τὰ πάθη ἐμποιεῖ; αἱμωδιῶμέν τε γὰρ τοὺς ὀξὺ ὁρῶντες ἐσθίοντας, καὶ τοὺς ἀπαγχομένους ἔνιοι ὁρῶντες ἐκψύχουσιν. ἢ διότι φωνὴ μὲν πᾶσα καὶ ψόφος πνεῦμα
15ἐστίν; τοῦτο δὲ εἰσδυόμενον ἡμῖν πέφυκε κινεῖν. κινήσει δὲ μᾶλλον ἢ διὰ μέγεθος ἢ διὰ πληγὴν σφοδροτέραν, ποιοῦν ἢ ἀλλοιοῦν τι τῶν ἐν ἡμῖν. τὰ μὲν οὖν μεγάλα καὶ λεῖα πνεύματα τὸν τῆς αἰσθήσεως τόπον τὸν αὐτὸν κινεῖ, διὸ καὶ ἡδύνει τὰ τοιαῦτα· τὰ δὲ τραχέα, πληγὴν ποιοῦντα σφο‐
20δράν, σείει τε τὸν τόπον καὶ πόρρω διαδίδωσι τῇ τῆς πλη‐ γῆς δυνάμει. διαδίδωσι δὲ καὶ τὰ ψυχρὰ πόρρω· δύναμις γάρ τίς ἐστιν ἡ ψυχρότης. αὕτη μὲν οὖν ὅτι φρίττειν ποιεῖ, εἴρηται. τὰ δὲ τραχέα τῷ πληγὴν ποιεῖν πυκνήν, προσ‐ κόπτοντα τῇ ἀρχῇ τῶν τριχῶν, ἀπωθεῖ αὐτὴν εἰς τοὐναντίον·
25ἀπωθουμένης δὲ ἀνάγκη τὴν κορυφὴν τῆς τριχὸς ἀνάπαλιν γίνεσθαι, διὸ συμβαίνει ἵστασθαι αὐτάς· πᾶσαι γὰρ νενεύ‐ κασι κάτω. ἡ δὲ φορὰ τοῦ διὰ τῆς ἀκοῆς πνεύματος εἰς τὸ σῶμα ἄνωθεν κάτω ἐστίν. ὄντων οὖν τραχέων τῶν εἰρημένων ψόφων, ἡ φρίκη γίνοιτ’ ἂν διὰ τὰ εἰρημένα. γίνονται δ’
30αὗται μᾶλλον τῷ ἄλλῳ σώματι ἢ ἐν τῇ κεφαλῇ διὰ τὸ τὰς ἐνταῦθα τρίχας ἀσθενεστέρας εἶναι καὶ τὸ πάθος ἀσθε‐ νές. τῆς μὲν οὖν ἀκοῆς οὔσης ἀμβλυτέρας αἰσθήσεως ἢ τῆς ὄψεως, ἐπιπόλαια καὶ τὰ πάθη γίνεται ἀπ’ αὐτῆς· ἡ δὲ φρίκη τοιοῦτον, διὸ καὶ ἀπὸ πολλῶν καὶ ἀνομοίων γίνεται.
35τῆς δὲ ὄψεως ἐναργεστάτης οὔσης αἰσθήσεως, ἀνάλογον καὶ τὰ συμβαίνοντα γίνεται ἀπ’ αὐτῆς· διὸ ταῦτα μὲν τὰ ἀπὸ
τῆς ἀληθείας πάθη συμβαίνει γίνεσθαι ἀπ’ αὐτῆς, ἐλαφρό‐
Prob
.

887a

τερα δὲ τῆς ἀληθείας. ἀπὸ δὲ τῆς ἀκοῆς αὐτὰ μὲν οὔ, τὴν δ’ ἀπ’ αὐτῶν προσδοκίαν φρίττομεν· ἀλγεινοῦ γὰρ κακοῦ προσδοκία ἐστίν. Διὰ τί χασμησαμένοις ἀντιχασμῶνται, καὶ ὅταν
5οὐροῦντα ἴδωσιν, οὐροῦσι, καὶ μάλιστα τὰ ὑποζύγια; ἢ διὰ τὴν μνήμην; ὅταν γὰρ μνησθῇ, κινεῖται τοῦτο τὸ μέρος. τοῖς μὲν οὖν ἀνθρώποις, διὰ τὸ εὐαισθητοτέροις εἶναι, ἰδοῦσιν εὐθὺς συμβαίνει καὶ κινεῖσθαι καὶ ἀναμιμνήσκεσθαι· τοῖς δὲ ὑπο‐ ζυγίοις οὐκ αὔταρκες τὸ ἰδεῖν, ἀλλὰ προσδέονται καὶ ἄλλης
10αἰσθήσεως· διὸ καὶ ὀσφρανθέντα, ὅτι εὐκινητοτέρα αὕτη ἡ αἴσθησις τοῖς ἄνευ λόγου. καὶ διὰ τοῦτο εἰς τὸν αὐτὸν τόπον ἅπαντα οὐρεῖ, οὗ ἂν τὸ πρῶτον οὐρήσῃ. τότε γὰρ μάλιστα κι‐ νοῦνται, ὅταν ὀσφρανθῶσιν· ὀσφραίνονται δ’, ὅταν πλη‐ σιάσωσιν.
15 Διὰ τί, ἐπειδὰν τεμνόμενόν τινα ἴδωμεν ἢ καιόμενον ἢ στρεβλούμενον ἢ ἄλλο τι τῶν δεινῶν πάσχοντα, συναλγοῦμεν τῇ διανοίᾳ; ἢ ὅτι ἡ φύσις ἡμῖν κοινὴ ἅπασιν; συνήλγησεν οὖν, ἐπειδάν τι τοιοῦτον ἴδῃ, τῷ πάσχοντι διὰ τὴν οἰκειότητα. ἢ ὅτι ὥσπερ αἱ ῥῖνες καὶ αἱ ἀκοαὶ λαμβάνουσί τινας ἀπορ‐
20ροίας κατὰ τὰς οἰκείας δυνάμεις, οὕτω καὶ ἡ ὄψις αὐτὸ πάσχει καὶ ἀπὸ τῶν ἡδέων καὶ λυπηρῶν; Διὰ τί ἀπὸ φθίσεως καὶ ὀφθαλμίας καὶ ψώρας οἱ πλησιάζοντες ἁλίσκονται, ἀπὸ δὲ ὕδρωπος καὶ πυρετῶν καὶ ἀποπληξίας οὐχ ἁλίσκονται, οὐδὲ τῶν ἄλλων; ἢ ἡ μὲν ὀφ‐
25θαλμία, ὅτι εὐκινητότατον ὁ ὀφθαλμός, καὶ μάλιστα ὁμοιοῦ‐ ται τῷ ὁρωμένῳ τῶν ἄλλων, οἷον κινεῖται ἀπὸ κινουμένου ὥστε καὶ ἀντιβλέπων τεταραγμένῳ ταράττεται μάλιστα; ἡ δὲ φθίσις, ὅτι πνεῦμα φαῦλον ποιεῖ καὶ βαρύ, τάχιστα δὲ τὰ νοσήματα ταῦτα ἅπτεται πάντων, ὅσα τούτου φθειρομένου
30γίνεται, οἷον τὰ λοιμώδη. ὁ δὲ πλησιάζων τοιοῦτον ἀναπνεῖ. νοσεῖ μὲν οὖν, ὅτι νοσῶδες· ἀπὸ μόνου δέ, ὅτι ἐκπνεῖ, νοσεῖ, οἱ δὲ ἄλλοι ἑτέραν· τὴν αὐτὴν δὲ νόσον, ὅτι ᾧ ἂν ἀσθενήσῃ, τούτῳ ἀναπνεῖ τοιοῦτον οἷον εἰ πεπονθὼς ἦν. ἡ δὲ ψώρα μᾶλ‐ λον τῶν ἄλλων, οἷον λέπρας καὶ τῶν τοιούτων, ὅτι ἐπιπολῆς
35τε καὶ γλίσχρον τὸ ἀπορρέον· τὰ γὰρ κνησμώδη τοιαῦτα. διὸ αὐτὰ τῷ ἐπιπολῆς γίνεσθαι καὶ γλίσχρον εἶναι ἅπτε‐ ται. τῶν δ’ ἄλλων τὰ μὲν οὐχ ἅπτεται διὰ τὸ μὴ ἐπι‐ πολῆς γίνεσθαι, τὰ δὲ ὄντα ἐπιπολῆς, ὅτι προσμένει διὰ
ξηρότητα.Column end
Prob
.

887b

Διὰ τί τὴν αἱμωδίαν παύει ἡ ἀνδράχνη καὶ ἅλες; ἢ ὅτι ἡ μὲν ὑγρότητά τινα ἔχει; φανερὰ δὲ αὕτη μασωμέ‐ νοις τε, κἂν συντεθῇ χρόνον τινά· ἕλκεται γὰρ ἡ ὑγρότης. τὸ δὴ γλίσχρον εἰσδυόμενον ἐξάγει τὸ ὀξύ. καὶ γὰρ ὅτι
5συγγενὴς ἡ ὀξύτης σημαίνει· ἔχει γάρ τινα ὀξύτητα ὁ χυλός. ὁ δὲ ἃλς συντήκων ἐξάγει καὶ τὴν ὀξύτητα. διὰ τί οὖν ἡ κονία καὶ τὸ νίτρον οὔ; ἢ ὅτι στύφει καὶ οὐ τήκει;
9Η. ΟΣΑ ΕΚ ΡΙΓΟΥΣ ΚΑΙ ΦΡΙΚΗΣ.
10 Διὰ τί οἱ ῥιγῶντες πελιδνοὶ γίνονται; ἢ διότι τὸ αἷμα πήγνυται διὰ τὸ ψῦχος, πηγνύμενον δὲ μελαίνεται διὰ τὴν ἀπουσίαν τοῦ θερμοῦ; τὸ δὲ λευκὸν τοῦ πυρός. διὸ καὶ τοῖς πρεσβύταις μάλιστα πελιδνοῦται ἡ σάρξ, ὅτι ἐλαχίστην ἔχει θερμότητα.
15 Διὰ τί οἱ ῥιγῶντες καθεύδειν οὐ δύνανται; ἢ διότι πάν‐ τες οἱ ῥιγῶντες μᾶλλον τὸ πνεῦμα κατέχουσιν, ὁ δὲ καθεύ‐ δων ἐκπνεῖ μᾶλλον ἢ εἰσπνεῖ, ὥστε χαλεπὸν ῥιγῶντα κα‐ θεύδειν· ἅμα γὰρ ποιεῖν τἀναντία ἀδύνατον. Διὰ τί ἐν τῷ ψύχει ὀξύτεροι καὶ οἱ ἀσθενήσαντες
20καὶ οἱ λυπούμενοι καὶ οἱ ὀργιζόμενοι; ἢ στιφρότερον ποιεῖ τὸ καταψύχεσθαι; Διὰ τί οἱ ἀθληταὶ δύσριγοι εὖ ἔχοντες; ἢ ὅτι καθαρὰ καὶ εὔπνους ἡ ἕξις καὶ ἀπίμελος; ἡ τοιαύτη δὲ εὐπαθεστάτη ὑπὸ τοῦ ἀέρος, ὅταν εὐδίοδός τε ᾖ καὶ μὴ ἔχῃ θερμότητα ἐν
25αὑτῇ· ἡ δὲ πιμελὴ θερμόν, ἂν μὴ δίυγρος. Διὰ τί μάλιστα τὰ ἀκρωτήρια ῥιγῶσιν; ἢ διὰ στενό‐ τητα; καὶ οἱ πόροι ἐν αὐτοῖς στενοὶ ὄντες ὀλίγαιμοί εἰσιν, ὥστε καὶ ὀλιγόθερμοί εἰσι· τὸ γὰρ αἷμα θερμόν. Διὰ τί, ἐὰν μετέωροι ὦσιν οἱ πόδες, μᾶλλον ῥιγοῦσιν;
30πότερον ὑποπνεῖ μᾶλλον; ἢ ὅτι ἐν ἐλάττονι γίνεται τὸ αἷμα κάτω, ὥστε τὸ ἄλλο εὐψυκτότερον ἐκλείποντος τοῦ θερμοῦ; Διὰ τί οἱ παχεῖς σφόδρα ῥιγοῦσι, τῆς πιότητος θερμῆς οὔσης; ἢ διὰ τὸ μέγεθος τοῦ πάχους τοῦ μὲν ἔσωθεν θερμοῦ πόρρω γίνονται τὰ ἔσχατα, τοῦ δὲ ἔξω ψυχροῦ ἐγγύς;
35 Διὰ τί πταρέντες καὶ οὐρήσαντες φρίττουσιν; ἢ ὅτι κε‐ νοῦνται αἱ φλέβες ἐν ἀμφοτέροις, κενωθέντων δὲ ὁ ἀὴρ εἰσ‐ έρχεται ψυχρός, ὁ ποιῶν φρίττειν. Διὰ τί μάλιστα βουλιμιῶσιν ἐπὶ τῷ ψύχει, καὶ τοῦ
χειμῶνος μᾶλλον ἢ τοῦ θέρους; ἢ διότι ἡ μὲν βουλιμία γίνε‐
Prob
.

888a

ται δι’ ἔνδειαν τῆς ξηρᾶς τροφῆς, ἐν δὲ τῷ ψύχει καὶ τῷ χειμῶνι συστελλομένου τοῦ ἐντὸς θερμοῦ εἰς ἐλάττω τοῦτο θᾶτ‐ τον ὑπολείπει ἡ ἐντὸς τροφή· τούτου δὲ γινομένου μᾶλλον βου‐ λιμιᾶν εἰκός. ἡ δ’ ἐν τῇ βουλιμίᾳ ἔκλυσις καὶ ἀδυναμία
5γίνεται συντήξεως γινομένης ἐν τῷ σώματι διὰ τὴν τοῦ θερ‐ μοῦ ἄθροισιν, ἧς ῥυείσης μὲν εἰς τὸν τῶν σιτίων τόπον αὐτὴ τροφὴ γίνεται τῷ σώματι, ἐὰν δ’ ἐπὶ τὰς ἀρχὰς τῆς ἀνα‐ πνοῆς ἔλθῃ, ἀφωνία καὶ ἀδυναμία συμβαίνει, ἀφωνία μὲν διὰ τὸ ἐμφράττεσθαι τὸν τοῦ πνεύματος πόρον, ἀδυναμία
10δὲ διὰ τὴν τοῦ σώματος ἀτροφίαν καὶ σύντηξιν. ταχεῖαι δὲ καὶ ἀπ’ ὀλίγων αἱ βοήθειαι γίνονται τοῖς τοιούτοις διὰ τὸ τὴν ἀρχὴν τοῦ πάθους ἔξωθεν γίνεσθαι. συστέλλον γὰρ τὸ ἐντὸς ψυχρὸν τὸ θερμὸν ἡμῶν ποιεῖ τὴν βουλιμίαν. καθά‐ περ οὖν ἐν τῷ φόβῳ τρέμοντες καὶ ὠχριῶντες, ἀφέντες τοῦ
15κινδύνου, παραχρῆμα οἱ αὐτοὶ γίνονται, οὕτω καὶ οἱ βουλι‐ μιῶντες, μικρὰ προσενεγκάμενοι ἐξ ἄρτου, βίᾳ κινηθέντες ἐκ τῆς φύσεως, μὴ φθαρέντες δέ· ταχεῖα ἡ ἀποκάθαρσις γί‐ νεται. ταὐτὸ γὰρ ἀντέτεινε τήν τε κατὰ φύσιν ἀγωγήν, καὶ καθίστησιν εἰς τὴν φύσιν. ἀφεῖναι οὖν μόνον αὐτὴν δεῖ,
20καὶ καθάπερ τῶν παιδίων τὰ ἀντιτείνοντα εἰς τοὔπισθεν τὰ σπαρτία· καὶ γὰρ ταῦτα ἀφεθέντων τῶν σπαρτίων εὐθὺς πεπτώκασιν ὕπτια. Διὰ τί οἱ γεγυμνασμένοι δυσριγότεροι τῶν ἀγυμνά‐ στων; πότερον ὅτι τὸ πῖον ὑπὸ τῶν πόνων ἐξῄρηται, τοῦτο δὲ
25ἀλέαν παρέχει· θερμὸν γὰρ τὸ λιπαρόν. ἢ ὅτι εὐπνούστερα τὰ σώματα καὶ ἀραιότερα διὰ τὸ τὸ πῖον καὶ τὸ περίτ‐ τωμα ἐξῃρῆσθαι, ὥστε οὐδὲν ἀποστέγειν τὸ ψῦχος; ἢ διὰ τὴν τῶν πόρων ἀποστόμωσιν τοῖς ἱδρῶσιν οἷον πολλαὶ θύραι ἐξῄ‐ ρηνται; φανερὸν δὲ ὅτι οὐχ ἡ αὐτὴ ἕξις πρὸς ὑγείαν καὶ
30ἰσχὺν συμφέρει· ἡ μὲν γὰρ πίων, ἡ δὲ ἀραιὰ φαίνεται οὖσα. Διὰ τί φρίττουσι καὶ τῷ θερμῷ καὶ τῷ ψυχρῷ προσ‐ χεόμενοι; ἄτοπον γὰρ τὰ ἐναντία τοῦ αὐτοῦ εἶναι αἴτια. ἢ διότι ὑπὸ μὲν τοῦ ψυχροῦ προσχεόμενοι τὸ ἐντὸς θερ‐ μὸν σβεννύμενον ποιεῖ τὴν φρίκην, ὑπὸ δὲ τοῦ θερμοῦ τὸ
35ἐκτὸς ψυχρὸν ἀντιπεριιστάμενον εἰς ἓν καὶ ἀθροιζόμενον τῇ φυγῇ ἔσω; ὥστε ὑπὸ τοῦ αὐτοῦ ἄμφω γίνεται, ἀλλ’ ὁτὲ μὲν ὑπὸ τοῦ ἔσω, ὁτὲ δὲ ὑπὸ τοῦ ἔξωθεν. Διὰ τί φρίττουσιν αἱ τρίχες ἐν τῷ δέρματι; ἢ ὅταν συσπάσωσι τὸ δέρμα, εἰκότως ἐξανέστησαν· συσπῶσι δὲ
40καὶ ὑπὸ ῥίγους καὶ ὑπ’ ἄλλων παθῶν.Column end
Prob
.

888b

Διὰ τί ἐν τῇ τελευταίᾳ προέσει τοῦ οὔρου φρίττομεν; ἢ ὅτι ἐνόντος μὲν τοῦ ὑγροῦ θερμοῦ πλήρεις ἥ τε κύστις καὶ οἱ περὶ αὐτὴν πόροι, ἐξελθόντος δὲ ἀέρος ψυχροῦ ἐνέπλη‐ σεν· οὐδὲν γὰρ κενὸν δεῖ εἶναι, ἀλλ’ ἢ ἀέρος ἢ σώματος
5πλῆρες. ἅτε οὖν εἰσεληλυθότος ψυχροῦ ἀέρος εἰκότως φρίτ‐ τειν συμβαίνει. Διὰ τί τῶν ῥιγώντων ἡ γλῶττα, καθάπερ τῶν με‐ θυόντων, πταίει; πότερον ὑπὸ τοῦ ψύχους πηγνυμένη καὶ σκληρυνομένη δυσκίνητος γίνεται, τούτου δὲ συμβαίνοντος οὐ
10δύναται σαφηνίζειν; ἢ τῶν ἐκτὸς πυκνουμένων διὰ τὸ ψῦχος εἴσω συρρυὲν τὸ ὑγρὸν ἐξυγραίνει τὴν γλῶτταν, διόπερ οὐ δύναται ἡ γλῶττα τὸ αὑτῆς ποιεῖν, καθάπερ εἴρηται καὶ ἐπὶ τῶν μεθυόντων. ἢ διὰ τὸν ἀπὸ τοῦ ῥίγους τρόμον ἀτάκτου τῆς κινήσεως οὔσης οὐ δύναται τὰ λεγόμενα διαρθροῦν ἡ
15γλῶττα· διόπερ καὶ πταίει. Διὰ τί τῶν ῥιγώντων ὀρθαὶ αἱ ἐν τῷ σώματι τρίχες γίνονται; ἢ διότι ἀπὸ τῆς καταψύξεως τὸ θερμὸν εἰς τὸν ἐντὸς τόπον ἀθροίζεται, ἐκλείποντος δ’ ἐκ τῆς σαρκὸς τοῦ θερμοῦ συνίσταται μᾶλλον, συναγομένης δὲ ὀρθότεραι αἱ τρί‐
20χες γίνονται. ἢ διότι Διὰ τί τοῦ χειμῶνος τρέχοντες μᾶλλον ῥιγῶμεν ἢ ἑστῶ‐ τες; ἢ ὅτι ὁ ἀὴρ ὁ περὶ τὸ σῶμα ἑστώτων μέν, ἐπειδὰν ἅπαξ συνθερμανθῇ, οὐκέτι ἐνοχλεῖ, τρεχόντων δὲ ἀεὶ ἄλλος καὶ ἄλλος προσπίπτει ψυχρὸς ὤν, διόπερ μᾶλλον ῥιγῶμεν;
25ἔτι δὲ καὶ κινούμενος ψυχρότερος γίνεται ὁ ἀήρ· τοῦτο δὲ ἐν τῷ τρέχειν μάλιστα συμπίπτει. Διὰ τί ὑποφαύσκοντος μᾶλλον ψῦχος ἢ ἐγγυτέρω τοῦ ἡλίου ὄντος; ἢ ὅτι πλείων ὁ χρόνος τῆς τοῦ ἡλίου ἀπουσίας, ὥστε μᾶλλον ἀπέψυκται ἡ γῆ; ἢ ὅτι πρὸς ἡμέραν ἡ δρό‐
30σος πίπτει ὥσπερ πάχνη, ταῦτα δὲ ψυχρά; ἢ καὶ ταῦτα πίπτει διὰ τὸ κρατεῖσθαι τὸ ἀναφερόμενον θερμόν, κρατεῖ‐ ται δὲ διὰ τὴν τοῦ ἡλίου ἀπουσίαν· διὸ καὶ πλεῖον μὲν ἀπέ‐ χοντος οὐ πίπτει, ἐγγυτέρω δὲ ὄντος πίπτει καὶ πήγνυται· διότι μᾶλλον ἀπέψυκται ὁ τόπος, πλείω χρόνον τοῦ ἡλίου
35ἀπόντος. ἢ ὅτι πρὸς ἡμέραν μᾶλλον τὰ ἐκ νυκτῶν πνεύ‐ ματα τῆς ψύξεως; ἢ ἡμῖν δοκεῖ μᾶλλον εἶναι ψῦχος διὰ τὸ πεπέφθαι τὰ σιτία; κενώτεροι δὲ ὄντες δυσριγότεροι. ση‐ μεῖον δὲ τὸ μετὰ τοὺς ἐμέτους μάλιστα ῥιγοῦν. Διὰ τί πονοῦσιν, ὅταν ῥιγῶντας πρὸς τὸ πῦρ φέρωσιν·
40ὅταν δὲ κατὰ μικρὸν χλιαίνωσιν, οὔ; ἢ ὅτι ὅλως ἐκ τῶν ἐναν‐
Prob
.

889a

τίων τοὐναντίον γινόμενον μεγάλην ποιεῖ τὴν μεταβολήν; ὥσπερ ἐπὶ τῶν δένδρων, εἰ μὲν κατὰ μικρὸν κάμπτοι τις, οὐκ ἂν πονοῖ, εἰ δὲ σφοδρότερον καὶ μὴ κατὰ μικρόν, κλῶν‐ ται. εἰ οὖν τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθές, τὸ δὲ θερμὸν τοῦ
5ῥιγῶντος εἴσω συνίσταται καὶ συνέρχεται, τὸ δὲ ὑγρὸν κα‐ ταλείπεται καὶ τὸ ψυχρόν, τὸ δὲ ἐναντίον τοῦ ἐναντίου φθαρ‐ τικόν· ὥστε ἐὰν μὲν χλιαίνῃ, κατὰ μικρὸν ἐξέρχεται τὸ θερμὸν καὶ ἧττον πονεῖ, ἐὰν δὲ μὴ ἀναχλιάνῃ, προσάγει μᾶλλον.
10 Διὰ τί ψυχθέντες μᾶλλον ἀπὸ τῆς αὐτῆς θερμασίας καιόμεθα καὶ ἀλγοῦμεν; πότερον διὰ πυκνότητα στέγει ἡ σὰρξ τὸ προσπῖπτον θερμόν; διὸ μόλιβδος ἐρίου θερμότερος, ἢ βίαιος γίνεται τοῦ θερμοῦ ἡ δίοδος διὰ τὸ πεπηγέναι ὑπὸ τοῦ ψύχους τοὺς πόρους.
15 Διὰ τί οἱ ὀργιζόμενοι οὐ ῥιγῶσιν; ἢ ὅτι ἡ ὀργὴ τῇ δει‐ λίᾳ ἐναντίον καὶ ὁ θυμός; ἔστι δὲ ἡ μὲν ὀργὴ ἀπὸ τοῦ πυ‐ ρός· πολὺ γὰρ τὸ πῦρ κατέχοντες εἴσω χλιαίνονται. μά‐ λιστα δ’ ἔστιν ἐπὶ τῶν παιδίων καταμαθεῖν. οἱ μὲν γὰρ ἄν‐ δρες βλάπτονται, τὰ δὲ παιδία πρῶτον μὲν τὸ πνεῦμα πολὺ
20ἀναλαμβάνουσιν, εἶτα ἐρυθριῶσιν· πολὺ γὰρ εἴσω ὂν τὸ θερ‐ μὸν καὶ ἐξυγραῖνον ἐρυθριᾶν ποιεῖ, ἐπεὶ εἴ τις αὐτοῖς πολὺ τοῦ ψυχροῦ προσχέοι, παύσοιντ’ ἂν ὀργιζόμενοι· κατασβε‐ σθείη γὰρ ἂν αὐτῶν τὸ θερμόν. οἱ δὲ δειλοὶ καὶ φοβούμενοι τοὐναντίον. ῥιγῶσί τε γὰρ καὶ ψυχροὶ καὶ ὠχροὶ γίνονται·
25ἐκλείπει γὰρ τὸ θερμὸν αὐτοῖς ἐκ τῶν ἐπιπολῆς τόπων. Διὰ τί, ὅταν φρίξωμεν, αἱ τρίχες ὀρθαὶ ἵστανται; ἢ διὰ τὸ ἐν ὑγρῷ πεφυκέναι κατακεκλεῖσθαι; κρατεῖ γὰρ τοῦ ὑγροῦ τὸ βάθος τῆς τριχός. ἡ δὲ φρίκη γίνεται ὑπὸ τοῦ ψυ‐ χροῦ, τὸ δὲ ψῦχος κατὰ φύσιν πήγνυσι τὸ θερμόν. ὅταν
30οὖν μεταβάλλῃ τὸ ὑγρόν, ἐξ οὗ πεφύκασιν αἱ τρίχες, καὶ παγῇ, μεταβάλλειν εἰκὸς καὶ τὰς τρίχας. εἰς μὲν οὖν τοὐναντίον εἰ μεταβάλλουσιν, ἢ ἐν ταὐτῷ μένουσιν, ἢ ἐπικρα‐ τήσει πάλιν ἡ θρὶξ τοῦ ὑγροῦ· οὐκ εἰκὸς δὲ πεπηγότος καὶ πεπυκνωμένου τοῦ ὑγροῦ τὴν τρίχα τῷ βάρει κρατεῖν. εἰ δὲ
35μηδαμόσε κεκλίσθαι δυνατὸν τὴν τρίχα τῷ τὸ ὑγρὸν πεπη‐ γέναι, λείπεται ἑστάναι ὀρθήν. ἢ διότι ὑπὸ τῆς καταψύξεως τὸ θερμὸν εἰς τὸν ἐντὸς τόπον ἀθροίζεται, ἐκλείποντος δὲ ἐκ τῆς σαρκὸς τοῦ θερμοῦ συνίσταται μᾶλλον ἡ σάρξ, συναγο‐
μένης δὲ ὀρθότεραι αἱ τρίχες γίνονται, καθάπερ ἐάν τις εἰςColumn end
Prob
.

889b

τὴν γῆν ἐμπήξας κάρφος ἢ ἄλλο τι συντάττῃ καὶ πάντο‐ θεν συνάγῃ τὴν γῆν, μᾶλλον ὀρθοῦται ἢ ἐὰν ἐᾷ μὴ συνε‐ στηκυῖαν. Διὰ τί οἱ ῥιγῶντες μάλιστα οὐ καθεύδουσιν; ἢ διότι ὁ
5ῥιγῶν μᾶλλον κατέχει τὸ πνεῦμα ἢ ἐκπνεῖ, ὁ δὲ καθεύδων ἐκπνεῖ ἢ εἰσπνεῖ; ἐναντίως οὖν ποιεῖ ἔχειν τὸ ῥῖγος τῷ κα‐ θεύδειν.
9Θ. ΟΣΑ ΠΕΡΙ ΥΠΩΠΙΑ ΚΑΙ ΟΥΛΑΣ ΚΑΙ ΜΩΛΩΠΑΣ.
10 Διὰ τί τοὺς μώλωπας κωλύει τὰ νεόδρατα δέρματα προστιθέμενα, καὶ μάλιστα κριῶν, καὶ ᾠὰ ἐπικαταγνύμενα; ἢ ὅτι ἄμφω κωλύει τὴν ἄθροισιν τοῦ ὑγροῦ καὶ τὴν ἔπαρσιν; τὸ γὰρ ἀφηλκωμένον ἕλκει ἐπαίρεται διὰ τὴν θερμασίαν· τά τε δὴ ᾠὰ διὰ τὴν γλισχρότητα κατακολλῶντα κωλύει
15ἐπαίρεσθαι, καθάπερ καὶ τὰ καύματα, ὥσπερ καὶ ἡ κόλλα, καὶ τὰ δέρματα τῇ τε γλισχρότητι προσκολλᾶται, καὶ ἅμα τῇ θερμότητι συμπέττει καὶ παύει τὴν φλεγμασίαν· οὐδὲ γὰρ ἀφαιροῦσιν ἡμερῶν τινῶν. ἐξάγειν δὲ βούλονται τὴν φλεγμασίαν καὶ οἱ τῷ ἁλὶ καὶ τῷ ὄξει τρίβοντες.
20 Διὰ τί ἐν μὲν τῷ ἄλλῳ σώματι αἱ οὐλαὶ μέλαιναι, ἐν δὲ τῷ ὀφθαλμῷ λευκαί; ἢ ὅτι ἐναντίαν χρόαν ἡ οὐλὴ λαμβάνει τῇ πρότερον, ὥσπερ πᾶν τὸ νενοσηκός; ἐν τῷ μέ‐ λανι δὲ τοῦ ὀφθαλμοῦ τὰ ἕλκη. οὐ μὴν οὐδὲ ἐν τῷ σώματι μέλαιναι εὐθύς, ἀλλ’ ἐξ ἀρχῆς λευκαί, οὐδὲ ἐν τῷ ὀφ‐
25θαλμῷ ἀεὶ μέλαιναι, ἀλλ’ ἀποκαθίστανται τῷ χρόνῳ, ἢ ἁπλῶς ἢ εἰς τὸ μᾶλλον. Διὰ τί ὁ νάρθηξ τὰ κύκλῳ τῆς πληγῆς ποιεῖ ἐρυθρά, τὸ δὲ μέσον λευκόν; πότερον ὅτι ἀποπιέζει τὸ αἷμα ἐκ τοῦ μέσου, καθὸ μάλιστα προσπίπτει περιφερὴς ὤν; ἢ ἔδει ἐπα‐
30νιέναι διά γε τοῦτο πάλιν· ἀλλ’ αἵματος συνδρομὴ τὸ ἐρύ‐ θημά ἐστι, συνδρομὴ δ’ εἰς τὸν πληγέντα τόπον. Διὰ τί τῷ μὲν νάρθηκι σφόδρα τυπτόμενον τὸ μέσον τῆς σαρκὸς λευκὸν γίνεται, τὸ δὲ κύκλῳ ἐρυθρόν, ξύλῳ δὲ ἐρυθρότερον τὸ μέσον; ἢ ὅτι ὁ μὲν νάρθηξ διὰ κουφότητα,
35ἐὰν σφόδρα πατάξη, τὸ ἐπιπολῆς διεσκέδασεν αἷμα, ὥστε ὅθεν μὲν ἐξέλιπε, λευκὸν φαίνεται, οὗ δὲ πλέον ἦλθεν, ἐρυ‐ θρότερον. οἰδησάσης δὲ τῆς πληγῆς, οὐ ταχέως ἀποκαθίστα‐ ται τὸ σκεδασθὲν αἷμα διὰ τὸ ὀλίγον τε εἶναι καὶ τὴν φο‐
ρὰν εἰς τὸ πρόσαντες εἶναι· πλήθει γὰρ βιασθὲν δεῖ τὴν
Prob
.

890a

παρὰ φύσιν φορὰν ἐνεχθῆναι. διὰ δὲ τῶν σκληρῶν αἱ πληγαὶ διὰ τὸ βάρος καὶ τὴν ἰσχὺν θλῖψιν καὶ θλάσιν ποιοῦσιν. θλιβόμενον μὲν οὖν κοῖλον γίνεται, θλώμενον δὲ ἀραιόν· τομὴ γὰρ καὶ διαίρεσίς ἐστι μαλακὴ ἡ θλάσις.
5κοίλου δὲ καὶ ἀραιοῦ γενομένου τοῦ μέσου, φέρεται εἰς αὐτὸ ἐκ τῶν πέριξ ἐπιπολῆς αἷμα· κάτω τε γὰρ πέφυκε φέρεσθαι, καὶ εἰς τὰ ἀραιὰ τῷ εἴκειν αὐτά. ἀθροιζομένου δ’ ἐνταῦθα εἰκότως τοῦ αἵματος τοῦτο μὲν ἐρυθραίνει, ἃ δὲ ἀπολείπει, λευκαίνει.
10 Διὰ τί αἱ οὐλαὶ μέλαιναι τῶν σπληνιώντων; ἢ ὅτι αἷμα διεφθαρμένον ἔχουσι διὰ τὴν ἐκ τοῦ σπληνὸς σύμμιξιν νοσώδους αἵματος καὶ ὑδαροῦς; ἡ μὲν οὖν οὐλὴ τὸ δέρμα λεπτὸν καὶ ἐπιπόλαιον ἴσχει· τὸ δὲ αἷμα, διὰ τὸ ὑδαρὲς καὶ θερμὸν εἶναι μέλαν ὄν, τοιαύτην ποιεῖ τὴν οὐλὴν δια‐
15φαινόμενον· καὶ δὴ πλεονάκις ἡ οὐλὴ ἐν τούτῳ γίνεται με‐ λαντέρα. γίνεται δὲ διὰ ταὐτό· δι’ ἀσθένειαν γὰρ τοῦ δέρ‐ ματος καταψύχεται τὸ αἷμα, καὶ ἐξατμίζοντος τοῦ θερμοῦ γίνεται μελάντερον. ὁμοίως δὲ καὶ τοῖς πρεσβύταις οἵ τε χρῶτες μελάντεροι γίνονται, καὶ αἱ οὐλαὶ αἱ συγγενεῖς
20μελάντεραι ἢ νέοις· οἷον ὑπώπιον γὰρ αὐτοῖς ἅπαν τὸ σῶμα οὐ διὰ λεπτότητα τοῦ δέρματος, ἀλλ’ ὅτι τὸ θερμὸν ἐκλέλοιπεν. Πότερον ὅσα τοῦ αὐτοῦ αἴτια, τὴν αὐτὴν ἔχει δύναμιν εἰς τὸ ποιεῖν ἢ οὔ; λέγω δὲ οἷον ἐπεὶ τὰ ὑπώπια καὶ ὁ
25χαλκὸς ἐξαίρει καὶ ἡ ῥαφανὶς καὶ ὁ κύαμος διαμασώμενος καὶ ὁ πνεύμων καὶ ἡ ἄργιλος καὶ ἕτερ’ ἄττα, τῇ αὐτῇ δυνάμει, ἢ ὁ μὲν χαλκὸς τῷ ἰὸν εἶναι, τὸν δὲ ἰὸν φαρμα‐ κώδη, ὁ δὲ κύαμος καὶ ὁ πνεύμων καὶ ἡ ἄργιλος τῷ ἐπι‐ σπᾶν ἐφ’ αὑτὰ διὰ μανότητα, ἄλλα δὲ δι’ ἑτέρας αἰτίας;
30ἢ τὸ μὲν ἔσχατον ἐπὶ πάντων τῶν τοιούτων ταὐτό (πολλὰ γὰρ καὶ ἐναντία τούτοις, καθάπερ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρόν), τὰ δὲ πρὸ τούτων οὐδὲν κωλύει ἕτερα. Διὰ τί αἱ μὲν ἄλλαι οὐλαὶ μέλαιναι γίνονται, αἱ δὲ ἐν τῷ ὀφθαλμῷ λευκαί; ἢ διότι μεταβάλλουσιν ἐν ᾧ
35ἂν ὦσι πρὸς τὰς χροιάς, ἐν δὲ τῷ ὀφθαλμῷ μέλανι ὄντι γίνονται, ὥστε ἀνάγκη λευκὰς γίνεσθαι. Διὰ τί ἀλγεινοτέρα ἡ πληγὴ τοῦ νάρθηκος ἢ ἐνίων σκλη‐ ροτέρων, ἐάν τις κατὰ λόγον σκοπῇ τύπτων; εὐλογώτερον
γὰρ τὴν τοῦ σκληροτέρου εἶναι ἀλγεινοτέραν· μᾶλλον γὰρColumn end
Prob
.

890b

τύπτει. ἢ ὅτι ἡ σὰρξ ἀλγεῖ οὐ μόνον τυπτομένη ἀλλὰ καὶ τύπτουσα; ὑπὸ μὲν οὖν τῶν σκληρῶν τύπτεται μόνον (ὑπεί‐ κει γὰρ διὰ τὴν σκληρότητα αὐτῶν), ὑπὸ δὲ τοῦ νάρθηκος ἄμφω αὐτῇ συμβαίνει, τύπτεσθαί τε καὶ διὰ κουφότητα
5τοῦ βάρους τύπτειν μὴ εἴκουσαν, ὥστε διπλασία γίνεται ἡ πληγή. Διὰ τί ἡ θαψία καὶ ὁ κύαθος τὰ ὑπώπια παύει, ἡ μὲν ἀρχόμενα, ὁ δὲ ὕστερον, ἐναντία ὄντα; ὁ μὲν γὰρ κύαθος ψυχρός, ὥσπερ καὶ ὁ ποιητής φησι “ψυχρὸν δ’
10ἕλε χαλκὸν ὀδοῦσιν”, ἡ δὲ θαψία θερμὸν καὶ καυστικόν. ἢ ὁ μὲν κύαθος ὥσπερ τοῖς μικροψυχοῦσι τὸ ὕδωρ; ἀπαν‐ τῶσα γὰρ ἡ ψύξις κωλύει ἐξιέναι τὸ θερμὸν ἐκ τοῦ αἵμα‐ τος ἐξ ἐπιπολῆς διὰ τὴν πληγὴν συνδραμόντος, καὶ ὅταν ἐξέλθῃ τὸ θερμόν, πηγνυμένου. ὥσπερ γὰρ ἂν εἰ ἔξω ὂν
15πήγνυται, καὶ ἐγγὺς τοῦ ἔξω τὸ αἷμα, ὅταν ᾖ ὑπὸ τὸ δέρμα, κωλυθέντος διεξιέναι τοῦ θερμοῦ, διὰ τὴν ψυχρό‐ τητα τοῦ χαλκοῦ πήγνυται, ἀλλὰ πάλιν διαχεῖται καὶ ἐπανέρχεται ὅθεν συνέδραμεν. ἡ δὲ θαψία θερμὴ οὖσα τὸ αὐτὸ ποιεῖ· κωλύει γὰρ πήγνυσθαι θερμὴ οὖσα.
20 Διὰ τί τὰ ὑπώπια διαλύεται προσέχουσι τὰ χαλκᾶ, οἷον κυάθους καὶ τὰ τοιαῦτα; ἢ διότι ψυχρὸν ὁ χαλκός ἐστιν; κωλύει οὖν τὸ θερμὸν ἐξιέναι ἐκ τοῦ συνιόντος αἵματος ὑπὸ τῆς πληγῆς, οὗ ἐξελθόντος ἐκ τοῦ ἐπιπολῆς γίνεται ὑπώ‐ πιον. διὸ καὶ ταχὺ δεῖ προστιθέναι πρὶν παγῆναι. καὶ ἡ
25θαψία δὲ μετὰ μέλιτος βοηθεῖ διὰ τὸ αὐτό· θερμὴ γὰρ οὖσα κωλύει ψύχεσθαι τὸ αἷμα. Διὰ τί ποτε, ὅταν ἐν τῷ αὐτῷ τόπῳ πλεονάκις ἕλκος γένηται, ἡ οὐλὴ μέλαινα γίνεται; ἢ ὁπόταν γένηται ἕλκος, πᾶν ἀσθενές ἐστι τοῦτο, καὶ ὅσῳ ἂν πλεονάκις, τοσούτῳ
30μᾶλλον· τὸ δὲ ἀσθενὲς κατεψυγμένον καὶ ὑγρότητος πλῆ‐ ρες; διὸ καὶ μέλαν φαίνεται, εἰ τὰ μεγάλα ἕλκη καὶ πολυχρόνια μελαίνας τὰς οὐλὰς ἴσχει. τὸ δὲ πολλάκις λαβεῖν ἕλκος οὐδὲν ἀλλ’ ἢ πολὺν χρόνον ἔχειν ἐστὶν ἕλκος. Διὰ τί ποτε πρὸς τὰ ὑπώπια τοὺς κυάθους προστιθέ‐
35μεθα; ἢ διότι, ὅταν πληγῶμεν, ὁ τόπος καταψύχεται, τὸ δὲ θερμὸν ὑποχωρεῖ. προστιθέμενος οὖν ὁ κύαθος, ψυχροῦ ὄντος τοῦ χαλκοῦ, διακωλύει τὸ θερμὸν ἐκπορεύεσθαι. Διὰ τί ἐν ταῖς οὐλαῖς οὐ γίνονται τρίχες; ἢ ὅτι οἱ πόροι
ἐπιτυφλοῦνται ἐξ ὧν αἱ τρίχες, καὶ παραλλάττουσιν;
Prob
.

891a

Διὰ τί οἴδημα καὶ πελιώματα λαμβάνουσιν αἱ πλη‐ γαί; ἢ διότι κατὰ τοῦτον τὸν τόπον διασταλέντα τὰ ὑγρά, εἰς τοὺς πλησίον τόπους προσκόψαντα ἀποπάλλεται πάλιν καὶ τῇ κολλήσει ὑγρὸν συνήγαγεν; ἐὰν δὲ καὶ φλέβιά
5τινα ῥαγῇ, ὕφαιμος ἡ συνδρομὴ γίνεται.
7
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ. Διὰ τί τὰ μὲν βήττει, τὰ δ’ οὔ, οἷον ἄνθρωπος μὲν βήττει, βοῦς δὲ οὔ; πότερον τῷ εἰς ἄλλο τι τρέπεσθαι τοῖς
10πλείστοις ζῴοις τὸ περίττωμα, ἀνθρώπῳ δὲ δεῦρο; ἢ ὅτι ἐγκέφαλον πλεῖστον καὶ ὑγρότατον ἔχει ὁ ἄνθρωπος, ἡ δὲ βὴξ καταρρέοντος γίνεται φλέγματος. Διὰ τί ἀνθρώπῳ μόνῳ τῶν ζῴων αἷμα ῥεῖ ἐκ τῶν μυκτήρων; ἢ ὅτι ἐγκέφαλον ἔχει πλεῖστον καὶ ὑγρότατον,
15ἀφ’ οὗ αἱ φλέβες πληρούμεναι τοῦ περιττώματος διὰ τῶν πόρων προΐενται τὴν ῥύσιν; λεπτότερον γὰρ γίνεται τοῦ αἵ‐ ματος τοῦ καθαροῦ τὸ νοσερόν, τοῦτο δέ ἐστι τὸ μιχθὲν τοῖς τοῦ ἐγκεφάλου περιττώμασι, καὶ ἔστι καθάπερ ἰχώρ. Διὰ τί τῶν ζῴων τὰ μὲν ὑπὸ σάρκα, τὰ δὲ κατὰ
20σάρκα πίονά ἐστι, τὰ δὲ κατ’ ἀμφότερα; ἢ ὅσων μὲν πυ‐ κνὴ ἡ σάρξ, μεταξὺ τοῦ δέρματος καὶ τῆς σαρκὸς συστέλ‐ λεται ἡ ἰκμὰς διὰ τὸ ταύτῃ εἶναι τὸ δέρμα ἀφεστὸς φύσει· ἣ πεττομένη γίνεται πιμελή. ὅσα δὲ ἀραιοτέραν ἔχει τὴν σάρκα τό τε δέρμα προεστός, κατὰ σάρκα πίονα γίνεται.
25τὰ δὲ ἀμφοτέρως ἔχοντα ἐπ’ ἀμφότερα πιαίνεται. Διὰ τί οἱ παῖδες καὶ αἱ γυναῖκες ἧττον ἔχουσι λεύκην τῶν ἀνδρῶν, καὶ τῶν μὲν γυναικῶν αἱ πρεσβύτιδες μᾶλ‐ λον; ἢ ὅτι ἡ λεύκη ἐστὶ πνεύματος ἔξοδος, ἔστι δὲ τὰ μὲν τῶν παίδων οὐκ εὔπνοα σώματα ἀλλὰ πυκνά, καὶ τὰ
30τῶν γυναικῶν ἧττον ἢ τὰ τῶν ἀνδρῶν· εἰς τὰ καταμήνια γὰρ τρέπεται· δηλοῖ δὲ ἡ λειότης τὴν πυκνότητα τῆς σαρ‐ κός. τὰ δὲ τῶν πρεσβυτέρων καὶ τῶν γραῶν εὔπνοα· μόνα γάρ, ὥσπερ τὰ παλαιὰ οἰκοδομήματα, διεστῶσαν ἔχει τὴν σύνθεσιν τῶν μορίων.
35 Διὰ τί ἄνθρωπος μόνον ἴσχει λεύκην; πότερον ὅτι λε‐ πτοδερμότατον τῶν ζῴων ἐστίν, ἅμα δὲ καὶ πνευματωδέ‐ στερον; σημεῖον δέ, ὅτι ἡ λεύκη ἐν τοῖς λεπτοδερμοτάτοις
μάλιστα καὶ πρῶτον γίνεται μέρεσιν. ἢ διὰ ταῦτά τε, καὶColumn end
Prob
.

891b

ὅτι μόνον πολιοῦται τῶν ζῴων; ἐν γὰρ ταῖς λεύκαις πο‐ λιαὶ γίνονται αἱ τρίχες, ὥστε ἀδύνατον, ὅσα μὴ πολιοῦται, λεύκην ἴσχειν. Διὰ τί αἶγες μὲν καὶ πρόβατα ἀμέλγονται πλεῖστον
5γάλα, οὐ μέγιστον σῶμα ἔχοντα, ἄνθρωπος δὲ καὶ βοῦς ἔλαττον ὡς κατὰ λόγον; πότερον ὅτι εἰς τὸ σῶμα ἀναλί‐ σκεται, τοῖς δὲ ἄλλοις εἰς τὸ περίττωμα, τοῖς δὲ προβά‐ τοις καὶ ταῖς αἰξὶ τὸ περιγινόμενον τοῦ περιττώματος γάλα γίνεται πᾶν; ἢ ὅτι πολυτοκώτερά ἐστι τῶν μεγάλων, ὥστε
10πλεῖον σπᾷ περίττωμα διὰ τὸ πλείω τρέφειν; ἢ δι’ ἀσθέ‐ νειαν τῶν σωμάτων πλεῖον περίττωμα γίνεται κύουσιν αὐτοῖς; τὸ δὲ γάλα γίνεται ἐκ τοῦ περιττώματος. Διὰ τί τῶν ζῴων τὰ μέν, μεταβάλλοντα τὰ ὕδατα, μεταβάλλει τὰς χρόας καὶ ὅμοια γίνεται τοῖς ἐκεῖ, οἷον
15αἶγες, τὰ δὲ οὔ, οἷον ἄνθρωποι; καὶ ὅλως δὲ διὰ τί τὰ μὲν μεταβάλλει, τὰ δὲ οὔ, οἷον κόραξ οὐ μεταβάλλει; ἢ ὧν μὲν οὐ κρατεῖ ἡ φύσις τοῦ ὑγροῦ, ὥσπερ ἡ τῶν ὀρνέων (διὸ καὶ κύστιν οὐκ ἔχει), οὐ μεταβάλλει; καὶ διὰ τί οὐκ αὐτὰ ἀλλὰ τὰ ἔκγονα μεταβάλλει; ἢ ὅτι
20ἀσθενέστερα τὰ νέα τῶν γεννησάντων; Διὰ τί τὰ ἄρσενα μείζω τῶν θηλειῶν ὡς ἐπίπαν ἐστίν; πότερον ὅτι θερμότερα, τοῦτο δὲ αὐξητικόν; ἢ ὅτι ὁλό‐ κληρα, τὰ δὲ πεπήρωται; ἢ ὅτι τὰ μὲν ἐν πολλῷ χρόνῳ τελειοῦται, τὰ δὲ ἐν ὀλίγῳ;
25 Διὰ τί τὰ μὲν ταχυτόκα τῶν ζῴων ἐστί, τῶν δὲ πο‐ λυχρόνιος ἡ κύησις; ἢ ὅτι τὰ μακροβιώτερα βραδύτερον πέφυκε τελειοῦσθαι; ἔστι δὲ βραδυτόκα τὰ μακρόβια. οὐ μέντοι τὰ μάλιστα, οἷον ἵππος ἀνθρώπου βραδυτοκώτερον μέν, ὀλιγοχρονιώτερον δέ. τούτου δὲ αἴτιον ἡ σκληρότης
30τῶν ὑστερῶν· ὥσπερ γὰρ ἡ ξηρὰ γῆ οὐ ταχὺ ἐκτρέφει, οὕτω καὶ ἡ τοῦ ἵππου ὑστέρα. Διὰ τί τοῖς ἄλλοις ζῴοις τὰ ἔκγονα μᾶλλον τὰς φύσεις ὁμοιοῦται ἢ τοῖς ἀνθρώποις; ἢ ὅτι ὁ μὲν ἄνθρωπος πολλαχῶς διατίθεται τὴν ψυχὴν κατὰ τὴν ὁμιλίαν, κα‐
35θὼς δ’ ἂν ὁ πατὴρ καὶ ἡ μήτηρ διατεθῶσιν, οὕτω ποικίλ‐ λεται καὶ τὰ τικτόμενα. τὰ δὲ ἄλλα ζῷα τὰ μὲν πλεῖ‐ στα πρὸς αὐτὸ τοῦτό εἰσιν. ἔτι δὲ οὐ πληροῦται ὡς ἐπὶ τὸ
πολὺ διὰ ταύτην τὴν ἐπιθυμίαν.
Prob
.

892a

Διὰ τί οἱ λευκοὶ ἄνθρωποι καὶ ἵπποι ὡς ἐπὶ τὸ πολὺ γλαυκοί; ἢ διότι τριῶν χρωμάτων ὄντων τοῖς ὄμμασι, μέλανος καὶ αἰγωποῦ καὶ γλαυκοῦ, τῷ τοῦ σώματος χρώματι καὶ τὸ τοῦ ὀφθαλμοῦ χρῶμα ἀκολουθεῖ, τοῦτο
5δέ ἐστι γλαυκότης. Διὰ τίνα αἰτίαν οἱ νάνοι γίνονται; ἔτι δὲ μᾶλλον καθόλου, διὰ τί τὰ μὲν ὅλως μεγάλα, τὰ δὲ μικρά; εἶτα οὕτω σκεπτέον. δύο δὴ τὰ αἴτια· ἢ γὰρ ὁ τόπος ἢ ἡ τροφή. ὁ μὲν οὖν τόπος, ἐὰν ᾖ στενός, ἡ δὲ τροφή,
10ἐὰν ᾖ ὀλίγη, ὥσπερ καὶ ἤδη γεγενημένων πειρῶνται μικροὺς ποιεῖν, οἷον οἱ τὰ κυνίδια τρέφοντες ἐν τοῖς ὀρτυγοτροφείοις. ὅσοις μὲν οὖν ὁ τόπος αἴτιος, οὗτοι πυγμαῖοι γίνονται. τὰ μὲν γὰρ πλάτη καὶ τὰ μήκη ἔχοντες γίνονται κατὰ τὸ τῶν τεκόντων μέγεθος, μικροὶ δὲ ὅλως. τούτου δὲ αἴτιον,
15ὅτι διὰ τὴν στενότητα τοῦ τόπου συγκλώμεναι αἱ εὐθεῖαι καμπύλαι γίνονται. ὥσπερ οὖν οἱ ἐπὶ τῶν καπηλείων γρα‐ φόμενοι μικροὶ μέν εἰσι, φαίνονται δ’ ἔχοντες πλάτη καὶ βάθη, ὁμοίως συμβαίνει καὶ τοῖς πυγμαίοις. ὅσοι δὲ διὰ τροφῆς ἔνδειαν ἀτελεῖς γίνονται, οὗτοι καὶ παιδαριώδη τὰ
20μέλη ἔχοντες φαίνονται, καὶ ἐνίους ἰδεῖν ἔστι μικροὺς μὲν σφόδρα, συμμέτρους δέ, ὥσπερ τὰ Μελιταῖα κυνίδια. αἴ‐ τιον δὲ ὅτι οὐχ ὡς ὁ τόπος ἡ φύσις ποιεῖ. Διὰ τί τῶν ζῴων τὰ μὲν ἐξ ἀλλήλων γίνεται, τὰ δ’ ἔκ τινων συγκρινομένων ὁμοίως τῆς ἐξ ἀρχῆς γενέσεως
25αὐτοῖς ὑπαρξάσης; καθάπερ οἱ περὶ φύσεως λέγοντες λέ‐ γουσι καὶ τὴν ἐξ ἀρχῆς γένεσιν τῶν ζῴων γενέσθαι, διὰ τὰς μεταβολὰς καὶ μετακινήσεις τοῦ κόσμου καὶ τοῦ παν‐ τὸς οὕτω μεγάλας· καὶ νῦν εἴπερ μέλλει πάλιν ἔσεσθαι, τοιαύτας τινὰς ὑπάρξαι δεῖ κινήσεις; ἡ μὲν γὰρ ἀρχὴ
30παντὸς ἔργου μέγιστον· ἥμισυ γάρ· τὸ δὲ σπέρμα ἀρχή. τῶν μὲν οὖν μικρῶν ὅσα γίνεται μὴ ἐξ ἀλλήλων, αἴτιον τοιαῦτα γενέσθαι ὥσπερ ἐξ ἀρχῆς ἐγεννήθησαν ἡ τοῦ σπέρ‐ ματος μικρότης· τοῦ γὰρ ἐλάττονος καὶ ἡ ἀρχὴ ἐλάττων. ὥστε ἱκαναὶ καὶ αἱ τούτου μεταβολαὶ πρὸς τὸ γεννῆσαι
35αὐτῷ τὸ σπέρμα. ὅπερ συμβαίνει· γίνονται γὰρ ἐν ταῖς μεταβολαῖς μάλιστα. τοῖς δὲ μείζοσι μείζονος δεῖ καὶ μεταβολῆς.
Διὰ τί τὰ μὲν πολύτεκνα τῶν ζῴων, οἷον ὗς, κύων,Column end
Prob
.

892b

λαγώς, τὰ δὲ οὔ, οἷον ἄνθρωπος, λέων; ἢ ὅτι τὰ μὲν πολλὰς μήτρας καὶ τύπους ἔχει, ἃς καὶ πίμπλασθαι ἐπι‐ θυμεῖ καὶ εἰς ἃ σχίζεται ἡ γονή, τὰ δὲ τοὐναντίον. Διὰ τί ἐλάχιστον διάστημα τῶν ὀμμάτων ὁ ἄνθρω‐
5πος ἔχει τῶν ζῴων κατὰ μέγεθος; ἢ διότι μάλιστα κατὰ φύσιν ἔχει τῶν ἄλλων, ἡ δὲ αἴσθησις φύσει τὸ ἔμπρο‐ σθεν· ἐφ’ ὃ γὰρ ἡ κίνησις, τοῦτο δεῖ προορᾶν. ὅσῳ δ’ ἂν ᾖ πλεῖον τὸ διάστημα τῶν ὀμμάτων, τοσούτῳ μᾶλλον αἱ ὄψεις ἔσονται ἐν τῷ πλαγίῳ. εἰ οὖν ἔχειν δεῖ κατὰ φύ‐
10σιν, ὅτι ὀλίγιστον δεῖ τὸ διάστημα εἶναι· οὕτω γὰρ εἰς τὸ πρόσθεν μάλιστα πορεύσεται. ἔτι δὲ τοῖς ἄλλοις ζῴοις, ἐπεὶ χεῖρας οὐκ ἔχουσιν, ἀναγκαῖον παρορᾶν εἰς τὰ πλάγια. διὸ πλεῖον διέστηκε τὰ ὄμματα αὐτῶν, καὶ μάλιστα τῶν προβάτων, διὰ τὸ μάλιστα ποιεῖσθαι τὴν πορείαν κύπτοντα.
15 Διὰ τί τὰ ἄλλα ζῷα τὰ μὲν οὐκ ἐξονειρώττει, τὰ δὲ ὀλιγάκις; πότερον ὅτι οὐδὲν ὕπτιον κατάκειται, ἐξονειρώττει δὲ οὐδὲν μὴ ὕπτιον; ἢ ὅτι οὐκ ἐνυπνιάζει τὰ ἄλλα ὁμοίως, ὁ δὲ ἐξονειρωγμὸς μετὰ φαντασίας γίνεται. Διὰ τί τῶν ζῴων τὰ μὲν κινεῖ τὴν κεφαλήν, τὰ δὲ
20οὐ κινεῖ; ἢ ὅτι ἔνια οὐκ ἔχει αὐχένα; διὸ ταῦτα οὐ κινεῖ τὴν κεφαλήν. Διὰ τί ἄνθρωπος πτάρνυται τῶν ζῴων μάλιστα; πό‐ τερον ὅτι τοὺς πόρους εὐρεῖς ἔχει δι’ ὧν τὸ πνεῦμα καὶ ὀσμὴ εἰσέρχεται; τούτοις γὰρ πνεύματος πληρουμένοις πτάρνυται.
25ὅτι δὲ εὐρεῖς, σημεῖον ὅτι ἥκιστα ὀσφραντικὸν τῶν ἄλλων ζῴων· ἀκριβέστεροι δὲ οἱ λεπτότεροι. εἰ οὖν εἰς μὲν τοὺς εὐρεῖς πλέον καὶ πλεονάκις εἰσέρχεται τὸ ὑγρόν, οὗ πνευ‐ ματουμένου ὁ πταρμὸς γίνεται, τοιούτους δὲ μάλιστα τῶν ζῴων οἱ ἄνθρωποι ἔχουσι, πλειστάκις ἂν πτάρνοιντο εἰκότως.
30ἢ ὅτι ἐλάχιστοι κατὰ τὸ μῆκος οἱ μυκτῆρες, ὥστε τὸ θερ‐ μανθὲν ὑγρὸν ταχὺ δύναται πνεῦμα γίνεσθαι. ἐν δὲ τοῖς ἄλλοις διὰ μῆκος καταψύχεται πρότερον. Διὰ τί ἡ γλῶττα οὐδενὸς πιερὰ τῶν ζῴων; ἢ ὅτι τὸ πῖον πυκνόν, ἡ δὲ γλῶττα ἀραιὰ φύσει ἐστίν, ὅπως τοὺς
35χυμοὺς γνωρίζῃ; Διὰ τί τὰ θήλεα συντάσει οὐρεῖ, τὰ δὲ ἄρρενα οὔ; ἢ ὅτι πορρώτερόν ἐστιν ἡ κύστις ἡ τῶν θηλειῶν, καὶ εἰς βάθος
καὶ εἰς μῆκος; μεταξὺ γὰρ αὐτῶν ἡ μήτρα τῆς ἕδρας καὶ
Prob
.

893a

στῆς κύστεως. ὥστε δεῖται βίας πλείονος τὸ ἐκπεμπόμενον διά γε τὴν ἀπόστασιν τῆς μήτρας. βιάζεται δὲ συντεῖνον τῷ πνεύματι. Διὰ τί τῶν ζῴων ὅσα μὴ πέτεται, πάντα ἀποβάλλει
5τὰς χειμερινὰς τρίχας, πλὴν ὑός; καὶ γὰρ κύων ἀποβάλ‐ λει καὶ βοῦς. ἢ ὅτι θερμότατον ἡ ὗς ἐστί, καὶ ἐκ θερμοῦ πεφύκασιν αἱ τρίχες αὐτῇ; τοιοῦτον γάρ ἐστι τὸ λιπαρόν. τῶν μὲν οὖν ἄλλων ἢ διὰ τὸ ἀποψύχεσθαι τὸ ὑγρὸν ἀπο‐ πίπτουσιν, ἢ πέττειν τροφὴν οὐ δυναμένης τῆς οἰκείας θερ‐
10μότητος, ἢ διὰ τὸ μηδὲν πάσχειν τὴν ὑγρότητα τὴν ἐν αὐτῇ, διὰ τὸ πέττεσθαι καλῶς τὴν τροφήν, οὐκ ἀποβάλλει τὰς τρίχας. ὁπότε γὰρ ἡ αἰτία τῆς ἀποβολῆς ἐστίν, ἱκανὴ ἡ πιότης κωλῦσαι. πρόβατα δὲ καὶ ἄνθρωποι διὰ πλῆθος καὶ πυκνότητα τῆς τριχὸς ἀπαθῆ ἐστίν· οὐ γὰρ διικνεῖται
15ἡ ψύξις εἰς βάθος, ὥστε πῆξαι τὴν ὑγρότητα ἢ πέψαι κωλῦσαι τὴν θερμότητα. Διὰ τί τῶν μὲν προβάτων μαλακώτεραι αἱ τρίχες ἀναφύονται τιλλόμεναι, τῶν δὲ ἀνθρώπων σκληρότεραι; ἢ ὅτι τῶν μὲν προβάτων ἐκ τοῦ ἐπιπολῆς πεφύκασιν; διὸ
20καὶ ἀλύπως ἐκσπῶνται, μενούσης τῆς ἀρχῆς τῆς τροφῆς ἀδιαφθόρου, ἥ ἐστιν ἐν σαρκί. τὰ μὲν οὖν περιττώματα ἀνοιχθέντων ἐξατμίζει μᾶλλον, τὸ δὲ ἔριον σαρκὸς οἰκείαν τροφὴν λαμβάνει· σὰρξ δὲ μαλακοῖς καὶ γλυκέσι τρέ‐ φεται. αἱ δὲ τῶν ἀνθρώπων τρίχες ἐκ βάθους πεφυκυῖαι
25βίᾳ καὶ μετ’ ἀλγηδόνος ἐκσπῶνται. δῆλον δέ· ἐπισπῶν‐ ται γὰρ αἷμα. τραυματιζομένου οὖν τοῦ τόπου συμβαίνει αὐτὸν καὶ οὐλοῦσθαι. διὸ τέλος μὲν συμβαίνει γίνεσθαι τοῖς τιλλομένοις· ἕως δ’ ἂν ἀνίωσι τρίχες, σκληρὰς ἀνιέ‐ ναι διὰ τὸ τὴν μὲν τροφώδη τῆς σαρκὸς ἐκλελοιπέναι
30πᾶσαν τροφήν, ἐκ περιττωμάτων δ’ αὐτὰς γίνεσθαι. ση‐ μεῖον δέ· τῶν μὲν γὰρ πρὸς μεσημβρίαν πάντων σκληραί εἰσιν αἱ τρίχες διὰ τὸ τὸ ἐκτὸς θερμὸν εἰς βάθος διικνού‐ μενον ἐξατμίζειν τὴν εὔπεπτον τροφήν, τῶν δὲ ὑπὸ τὰς ἄρκτους μαλακαί· τούτοις γὰρ ἐπιπολῆς μᾶλλόν ἐστι τό
35θ’ αἷμα καὶ οἱ γλυκεῖς χυμοί· διὸ καὶ εὔχροοί εἰσιν. Διὰ τί αἱ μὲν τῶν προβάτων τρίχες ὅσῳ ἂν μακρό‐ τεραι ὦσι, σκληρότεραι γίνονται, αἱ δὲ τῶν ἀνθρώπων μαλακώτεραι; ἢ ὅτι αἱ τῶν προβάτων, οἵαν εἴρηται τρο‐ φὴν ἔχουσαι, μακρὰν τῆς ἀρχῆς ἀπαρτώμεναι ἀτροφώ‐
40τεραί εἰσι, καὶ ῥᾳδίως ἐξ αὐτῶν ἐξατμίζεται ὑπὸ τοῦColumn end
Prob
.

893b

θερμοῦ ἡ ἐνυπάρχουσα τροφὴ δι’ εὐπεψίαν; ξηραινόμεναι δὲ ξηρότεραι γίνονται· τὸ γὰρ ὑγρὸν μαλακόν. αἱ δὲ τῶν ἀνθρώπων ἐλάττω μέν, μᾶλλον δὲ τῆς ἀρχῆς. πέττεται δὲ αὐταῖς μᾶλλον διὰ τὸ ἐλάττω εἶναι· πεττομένη δὲ
5μαλακωτέραν ποιεῖ τὴν τρίχα· πάντα γὰρ τὰ πεπεμμένα τῶν ἀπέπτων μαλακώτερά ἐστιν. ἐκ περιττώματος γὰρ πλείστου ἡ τοῦ ἀνθρώπου θρὶξ ἢ ἡ τοῦ προβάτου. σημεῖον δέ· τὰ γὰρ νέα πρόβατα τῶν παλαιῶν μαλακώτερα ἔχει τὰ ἔρια.
10 Διὰ τί οἱ ἄνθρωποι καὶ οἱ ὄρνιθες οἱ δασεῖς λάγνοι εἰσίν; ἢ ὅτι θερμοὶ καὶ ὑγροὶ τὴν φύσιν εἰσίν, δεῖ δὲ ἀμ‐ φοῖν πρὸς τὴν ὀχείαν. τὸ μὲν γὰρ θερμὸν ἐκκρίνει, τὸ δὲ ὑγρὸν ἐκκρίνεται. διὰ τὸ αὐτὸ δὲ καὶ οἱ χωλοὶ ἄνδρες· ἡ γὰρ τροφὴ αὐτοῖς ὀλίγη μὲν κάτω ἀφικνεῖται διὰ τὴν
15ἀναπηρίαν τῶν σκελῶν, εἰς δὲ τὸν ἐπάνω τόπον ἔρχεται πολλή, καὶ εἰς σπέρμα συγκρίνεται. Διὰ τί ὁ ἄνθρωπος χαίτην οὐκ ἔχει; ἢ διότι πώγωνα ἔχει, ὥστε ἡ ἐκεῖ ἀπελθοῦσα τροφὴ τῆς τοιαύτης περιττώσεως εἰς τὰς σιαγόνας ἔρχεται;
20 Διὰ τί πάντα τὰ ζῷα ἀρτίους τοὺς πόδας ἔχει; ἢ ὅτι οὐκ ἐνδέχεται κινεῖσθαι μὴ ἑστηκότος τινός, ἂν μὴ ἅλληται; ἐπεὶ τοίνυν ἐκ δυοῖν τινοῖν κίνησιν ἀνάγκη τῇ πορείᾳ εἶναι, ἔκ τε κινήσεως καὶ στάσεως, ταῦτα δὲ δύο, καὶ ἄρτια ἤδη. καὶ τετράποδα, διότι πλείους· τοὺς μὲν γὰρ δύο κινεῖ, οἱ δὲ
25δύο ἑστήκασιν. καὶ οἱ ἕξ· καὶ τὰ ἄλλα δὲ δύο ἔτι· τούτων δὲ τὸ μὲν κινεῖται, τὸ δὲ ἕστηκεν. Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ; ἢ διότι τοῖς μὲν ἄλ‐ λοις ζῴοις ἐστὶ τὸ δέρμα μέρος τῆς σαρκός, ἀνθρώπῳ δὲ κα‐
30θάπερ πάθος σαρκός; δοκεῖ γὰρ αὑτῆς τὸ ἐπιπολῆς κατα‐ ψυχόμενον στερεώτερον γίνεσθαι, καθάπερ τῶν ἑφθῶν ἀλεύ‐ ρων αἱ γραῖαι καλούμεναι. ἐπεὶ οὖν κἀκεῖναί εἰσιν ἄλευρον ἑφθόν, καὶ τὸ τοῦ ἀνθρώπου καλούμενον δέρμα σὰρξ ἂν εἴη. τραυματισθέντος δὲ ἢ τριβέντος ἀνθρώπου μὲν τὴν σάρκα
35συμβαίνει πυκνοῦσθαι· διὸ ἠλλοιωμένης τῆς ἐπιπολῆς σαρ‐ κὸς οὐ τὴν αὐτὴν φύσιν λαμβάνει τὰ τραύματα ᾗπερ καὶ ἐκ γενετῆς· ἀλλοιωθείσης δ’ αὐτῆς μὴ γίνεσθαι ἔτι τὸ ἐξ αὐτῆς οὐθὲν ἄτοπον, καθάπερ καὶ ἐκ τῶν ἀλωπεκιῶν καλου‐ μένων· καὶ γὰρ αὗται τῆς ἐπιπολῆς σαρκὸς φθοραὶ καὶ
40ἀλλοιώσεις εἰσίν. τῶν δὲ ὑποζυγίων τριβέντων καὶ ὑγιαζο‐
Prob
.

894a

μένων πάλιν ἀναπληροῦται τὰ νενοσηκότα μέρη τοῦ σώματος τῶν αὐτῶν μέν, ἀσθενεστέρων δ’ ἢ ἐξ ἀρχῆς ἦν. ἐπεὶ δ’ ἐστὶ καὶ τὸ δέρμα μέρος αὐτῶν, γίνοιντό τε ἂν καὶ φύοιντο τρί‐ χες (ἐκ δέρματος γὰρ φύονται τρίχες), λευκαὶ δὲ φύονται
5διὰ τὸ τὸ δέρμα ἀσθενέστερον γεγονέναι τοῦ ἐξ ἀρχῆς, καὶ τὴν λευκὴν ἀσθενεστάτην εἶναι τρίχα. Διὰ τί ἐν μὲν τοῖς ἄλλοις ζῴοις διαμένει ὁμοίως τὰ δίδυμα θήλεα καὶ ἄρρενα ὄντα, ἐν δὲ τοῖς ἀνθρώποις οὔ; ἢ διότι τούτῳ ἀσθενῆ μάλιστα τὰ δίδυμα· μονοτόκον γάρ ἐστιν.
10ἐν δὲ τοῖς διδύμοις παρὰ φύσιν τὸ θῆλυ γίνεσθαι καὶ ἄρρεν, ὥστε ὃ μάλιστά ἐστι παρὰ φύσιν, τοῦτο καὶ ἀσθενέστατον. Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ; ἢ διότι ἡ οὐλὴ κωλύει διὰ τὴν πύκνωσιν ἢ διὰ τὸ φθείρειν τὴν τροφήν; τοῖς μὲν
15οὖν ἀνθρώποις παντελῶς κωλύει διὰ τὴν ἀσθένειαν τῆς τρι‐ χός, τοῖς δὲ ἵπποις οὐκ ἐκώλυσε, διέφθειρε δέ. Διὰ τί τοῖς ζῴοις ἄρτιοι πόδες; ἢ ὅτι παντὸς μὲν τοῦ κινουμένου ἀνάγκη τι ἠρεμεῖν, συνέβαινε δὲ περιττῶν ὄντων μὴ γίνεσθαι τοῦτο· ὅπερ κατὰ τὴν ἀντιστοιχίαν τῶν ποδῶν
20ἦν ἡ κίνησις. Διὰ τί ἐλάττω χρόνον τὰ ζῷα καθεύδει ἢ ἐγρήγορεν, οὐ συνεχῶς δέ; ἢ διὰ τὸ μὴ ἅμα πᾶσαν πέττεσθαι τὴν περίττωσιν; ἀλλ’ ὅταν τι πεφθῇ, κουφισθὲν διεγείρεται. καὶ πλεονάκις δ’ ἐγείρονται, ὅσοις ψυχρὸς ὁ τόπος ὁ πέττων ἐστὶ
25τὴν περίττωσιν· ταχὺ γὰρ παύεται καὶ πολλάκις, ἡ δὲ διάπαυσις ἔγερσίς ἐστιν. ἡδὺ δέ, οὐδὲ εἰκός, διὰ τὸ ἀνά‐ παυσιν εἶναι φαίνεται. ἀλλ’ οὐδ’ ἐνταῦθα πλείω χρόνον ἡ ἀνάπαυσις γίνεται τῶν κατὰ φύσιν ἔργων· οὐδ’ εἰ τὸ ἐσθίειν ἥδιον τοῦ μή, ὅμως πλείω χρόνον ἐσθίουσιν ἢ ἀσιτοῦσιν.
30 Διὰ τί τῶν ζῴων τὰ μὲν εὐθὺς ἀκολουθεῖ τοῖς γεννή‐ σασι, τὰ δ’ ὀψέ, οἷον ἄνθρωπος, ἢ μόλις, ἢ οὐδέποτε; ἢ διότι τὰ μὲν ταχὺ ἀπολαμβάνει τὸ γνωρίζειν, τὰ δ’ ὀψέ; καὶ τὰ μὲν ἀναίσθητα τοῦ ὠφελοῦντος, τὰ δὲ ἔχει αἴσθησιν. ὅσα μὲν οὖν ἄμφω ἔχει ταῦτα (λέγω δ’ οἷον καὶ αἴσθησιν
35τοῦ ὠφελοῦντος καὶ ἐπιτέλεσιν τοῦ σώματος), ἀκολουθεῖ, τὰ δὲ μὴ ἄμφω οὐ ποιεῖ τοῦτο· δεῖ γὰρ δύνασθαι καὶ διαισθά‐ νεσθαι. Διὰ τί λεύκη οὐ γίνεται τοῖς ἄλλοις ζῴοις; πότερον
ὅτι τοῖς μὲν ἄλλοις νόσημα, τοῖς δὲ ἀνθρώποις γίνεται διά‐Column end
Prob
.

894b

λευκα τὰ δέρματα καὶ αἱ τρίχες αὐτῶν; ἀλλ’ ὅμως ἀπο‐ ρήσειεν ἄν τις διὰ τί ὕστερον οὐ γίνεται ἀλλ’ ἐκ γενετῆς ἡ ποικιλία. ἢ ὅτι τὰ δέρματα τῶν ἄλλων ζῴων σκληρά, ἄν‐ θρωπος δὲ φύσει λεπτοδερμότατον; ἡ δὲ λεύκη πνεύματός
5ἐστιν ἔκκρισις, ὃ κωλύεται διὰ τὴν πυκνότητα ἐξιέναι τοῖς ἄλλοις ζῴοις τοῦ δέρματος. Διὰ τί ἐν μὲν τῇ λεύκῃ πολιαὶ γίνονται, ὅπου δὲ πο‐ λιαί, οὐκ ἀεὶ λεύκη; ἢ διότι αἱ τρίχες ἐκ τοῦ δέρματος εἰσίν, ἡ δὲ πολιὰ ὥσπερ σαπρότης τις τῶν τριχῶν ἐστίν. ὅταν μὲν
10οὖν τὸ δέρμα κάμνῃ, ἀνάγκη καὶ τὴν τρίχα ἐξ ἐκείνου οὖσαν κάμνειν· ὅταν δὲ ἡ θρίξ, οὐκ ἀνάγκη τὸ δέρμα. Διὰ τί τῶν ζῴων τὰ μὲν χαλεπά ἐστι μετὰ τὸν τόκον, οἷον κύων καὶ ὗς, τὰ δὲ οὐδὲν ἐπιδήλως, οἷον γυνή, πρόβα‐ τον; ἢ ὅτι ὅσα μὲν περιττωματικὰ πραέα; ἀπέρχεται γὰρ
15ἐν τῷ τόκῳ τὰ λυποῦντα. τούτοις δὲ ἀπὸ τῶν εὖ ἐχόντων γίνεται ἡ ἀφαίρεσις, ὥστε ἡ ἰσχνότης ποιεῖ διὰ τὴν ἕξιν τὴν ὀργήν, ὥσπερ καὶ αἱ ἀλεκτορίδες οὐ τεκοῦσαι χαλεπαί, ἀλλ’ ἐπῳάζουσαι, διὰ τὴν ἀσιτίαν. Διὰ τί οἱ εὐνοῦχοι τὰ μὲν ἄλλα εἰς τὸ θῆλυ διαφθει‐
20ρόμενοι μεταβάλλουσι· καὶ γὰρ φωνὴν θηλυκὴν ἴσχουσι καὶ ὀξύτητα καὶ ἀναρθρίαν, καὶ οὕτω σφόδρα μεταπίπτουσιν ὡς καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰ ἐκτεμνόμενα. ἐναντίως δ’ οἱ ταῦροι καὶ οἱ κριοὶ τὰ κέρατα ἴσχουσι, διότι καὶ τὰ θήλεα ἐναντίως αὐτῶν ἔχει. διὸ οἱ μὲν μείζω ἐκτεμνόμενοι ἴσχου‐
25σιν, οἱ δὲ ἐλάττω. τὸ δὲ μέγεθος μόνον οἱ εὐνοῦχοι εἰς τὸ ἄρρεν μεταβάλλουσιν· μείζους γὰρ γίνονται. ἔστι δὲ τοῦτο τοῦ ἄρρενος· τὰ γὰρ θήλεα ἐλάττω ἐστὶ τῶν ἀρρένων. ἢ οὐδὲ τοῦτο εἰς τὸ ἄρρεν, ἀλλ’ εἰς τὸ θῆλυ; οὐ γὰρ εἰς πᾶν τὸ μέ‐ γεθος, ἀλλ’ εἰς τὸ μῆκος μόνον, τὸ δὲ ἄρρεν καὶ εἰς πλά‐
30τος καὶ εἰς βάθος· τότε γὰρ τετελείωται. ἔτι δὲ ὡς ἔχει τὸ θῆλυ πρὸς τὸ ἄρρεν, οὕτως αὐτοῦ τοῦ θήλεος ἡ παρθένος πρὸς τὴν γυναῖκα· ἡ μὲν γὰρ ἤδη γενναία, ἡ δὲ οὔ. εἰς τὴν τούτων οὖν μεταβάλλει· ἐπὶ μῆκος γὰρ ταύταις ἡ αὔξησις. διὸ καὶ Ὅμηρος εὖ τὸ “μῆκος δ’ ἔπορ’ Ἄρτεμις ἁγνή,” ὡς
35διὰ τὴν παρθενίαν, ὃ εἶχε, δυναμένης δοῦναι. οὔκουν εἰς τὸ ἄρρεν κατὰ τὸ μέγεθος μεταβάλλει. οὐ γὰρ εἰς τὸ τέλειον μεταβάλλει. οἱ δὲ εὐνοῦχοι εἰς μέγεθος τὸ μῆκος ἐπιδι‐ δόασιν.
Διὰ τί οἱ εὐνοῦχοι ἢ ὅλως οὐκ ἴσχουσιν ἢ ἧττον ἰξίας;
Prob
.

895a

ἢ ὅτι μεταβάλλουσι τὴν φύσιν ἐν τῇ ἐκτμήσει εἰς τὰ ἄγονα; τοιαῦτα δὲ παῖς καὶ γυνή, ὧν οὐδέτερον ἴσχει ἰξίας, εἰ μή τι σπάνιον γυνή. Διὰ τί μᾶλλον ἄνθρωπος πολλὰς φωνὰς ἀφίησι, τὰ
5δὲ ἄλλα μίαν, ἀδιάφορα ὄντα τῷ εἴδει; καὶ τοῦ ἀνθρώπου μία φωνή, ἀλλὰ διάλεκτοι πολλαί. Διὰ τί δὲ αὐτὴ ἄλλη, τοῖς δὲ ἄλλοις οὔ; ἢ ὅτι οἱ μὲν ἄνθρωποι γράμματα πολλὰ φθέγγονται, τῶν δὲ ἄλλων τὰ μὲν οὐδέν, ἔνια δὲ δύο ἢ τρία τῶν ἀφώνων; ταῦτα δὲ ποιεῖ
10μετὰ τῶν φωνηέντων τὴν διάλεκτον. ἔστι δὲ ὁ λόγος οὐ τὸ τῇ φωνῇ σημαίνειν, ἀλλὰ τοῖς πάθεσιν αὐτῆς, καὶ μὴ ὅτι ἀλγεῖν χαίρει. τὰ δὲ γράμματα πάθη ἐστὶ τῆς φωνῆς. ὁμοίως δὲ οἵ τε παῖδες καὶ τὰ θηρία δηλοῦσιν· οὐ γάρ πω οὐδὲ τὰ παιδία φθέγγονται τὰ γράμματα.
15 Διὰ τί μόνον τῶν ζῴων ἄνθρωπος γίνεται ἰσχνόφωνον; πότερον ὅτι καὶ ἐνεόν, ἡ δὲ ἰσχνοφωνία ἐνεότης ἐστίν; ἀλλὰ δὴ καὶ οὐδ’ ὅλως πεπλήρωται τοῦτο τὸ μόριον. ἢ ὅτι κοινω‐ νεῖ μᾶλλον λόγου, τὰ δ’ ἄλλα φωνῆς; ἔστι δὲ ἡ ἰσχνοφω‐ νία οὐ κατὰ τὸ ὄνομα ἓν ἢ οὐ συνεχῶς διεξιέναι.
20 Διὰ τί ἄνθρωπος γίνεται ἐκ γενετῆς χωλὸς μάλιστα τῶν ἄλλων ζῴων; πότερον ὅτι ἰσχυρὰ τῶν ἄλλων ἐστὶ σκέλη τῶν ζῴων; ὀστώδη γὰρ καὶ νευρώδη καὶ τετράποδα καὶ ὄρνι‐ θες ἔχουσιν, οἱ δὲ ἄνθρωποι σαρκώδη· διὰ τὴν ἁπαλότητα οὖν θᾶττον πηροῦνται ἐν τῇ κινήσει. ἢ διότι μόνον τῶν ζῴων
25πολλοὺς ἔχει χρόνους τῆς γενέσεως; καὶ γὰρ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ δεκάμηνα γίνεται. τοῖς δ’ ἄλλοις εἷς χρόνος τῆς τελειώσεως γέγονεν οὐ διατρίψας· τοῖς δ’ ἀνθρώποις πο‐ λὺς ὁ χρόνος γίνεται τῆς ἐν πλήθει διατριβῆς, ὥστε κινουμέ‐ νων διὰ τὸ ἁπαλὰ εἶναι καὶ θραύεται τὰ ἀκρωτήρια ἐν τῷ
30πλείονι χρόνῳ πλείω. Διὰ τί οἱ εὐνοῦχοι ἑλκώδεις τὰς κνήμας ἴσχουσι καὶ σαπράς; πότερον ὅτι καὶ αἱ γυναῖκες, οἱ δ’ εὐνοῦχοι γυναι‐ κικοί; ἢ τοῦτο μὲν συμβέβηκεν, αἴτιον δὲ καὶ ταῖς γυναιξὶν ὅτι ἡ θερμότης κάτω ὁρμᾷ. δηλοῖ δὲ τὰ γυναικεῖα. διὸ
35οὔτε οἱ εὐνοῦχοι οὔτε γυναῖκες δασεῖς γίνονται, διὰ πολλὴν ὑγρότητα. Διὰ τί τῶν ζῴων οὐθὲν λιθιᾷ ἀλλ’ ἢ ἄνθρωπος; ἢ ὅτι τῶν μὲν ὑποζυγίων καὶ τῶν πολυωνύχων οἱ πόροι τῆς κύ‐
στεως εὐρεῖς εἰσίν; ὅσα δὲ μὴ τὸ πρῶτον, ὕστερον δὲ ζῳοτο‐Column end
Prob
.

895b

κεῖ ἐν αὑτοῖς, οἷον ἔνιοι τῶν ἰχθύων, τούτων δὲ οὐδὲν κύστιν ἔχει, ἀλλ’ εἰς τὴν κοιλίαν αὐτοῖς ἡ τοιαύτη συνθλίβεται ὑπόστασις, οἷον καὶ τοῖς ὄρνισιν, ὥστε ταχὺ καὶ διεξέρχεται κατὰ τὴν ἕδραν. ὁ δὲ ἄνθρωπος κύστιν τε ἔχει καὶ στενὸν
5τὸν καυλὸν ὡς κατὰ μέγεθος. διὰ μὲν οὖν τὸ ἔχειν τοῦτο τὸ μόριον συνθλίβεται τὸ γεῶδες εἰς τὴν κύστιν (διὸ καὶ χρώ‐ ζονται αἱ ἀμίδες ὑπ’ αὐτοῦ), διὰ δὲ τὴν θερμότητα τοῦ τόπου συμπέττεται καὶ παχύνεται μᾶλλον, ἐμμένει δὲ καὶ αὐ‐ ξάνεται διὰ τὴν στενότητα τοῦ οὐρητῆρος· οὐ γὰρ δυνάμενα τὰ
10γεώδη ὑποστήματα ῥᾳδίως ὑπεξιέναι, πρὸς ἄλληλα ὑπο‐ στρεφόμενα λίθος γίνεται. Διὰ τί οὐκ ἐρεύγεται τὰ ὑποζύγια, οὐδὲ οἱ βόες καὶ τὰ κερατοφόρα, οὐδὲ οἱ ὄρνιθες; ἢ διὰ ξηρότητα τῆς κοιλίας; ταχὺ γὰρ ἀναλίσκεται τὸ ὑγρὸν καὶ διηθεῖται· ἐμμένοντος
15δὲ καὶ πνευματουμένου γίνεται ὁ ἐρευγμός. τοῖς δὲ λοφούροις διὰ μῆκος τοῦ αὐχένος εἰς τὸ κάτω ὁρμᾷ τὸ πνεῦμα, διὸ καὶ ἀποψοφοῦσι μάλιστα. οἱ ὄρνιθες δὲ καὶ τὰ κερατοφόρα οὐ ποιεῖ οὐδέτερον. οὐδὲ ἐρεύγονται δὲ ὅσα μηρυκάζει, διὰ τὸ πολλὰς ἔχειν κοιλίας καὶ τὸν καλούμενον κεκρύφαλον· διὰ
20πολλῶν οὖν γίνεται καὶ ἄνω καὶ κάτω τῷ πνεύματι ἡ πο‐ ρεία, καὶ φθάνει ἀναλισκόμενον τὸ ὑγρὸν πρὶν ἐκπνευμα‐ τωθῆναι καὶ ποιῆσαι ἢ ἐρυγεῖν ἢ ψοφῆσαι. Διὰ τί, ὅσα μὲν ἥμερα τῶν ζῴων ἐστί, πάντως καὶ ἄγρια, ὅσα δὲ ἄγρια, οὐ πάντως ἥμερα; καὶ γὰρ ἄνθρωποί
25που φαίνονται ἄγριοι ὄντες καὶ κύνες ἐν Ἰνδοῖς καὶ ἵπποι ἄλλοθι, ἀλλ’ οὐ λέοντες ἥμεροι οὐδὲ παρδάλεις οὐδ’ ἔχεις οὐδ’ ἄλλα πολλά. ἢ ὅτι ῥᾷον τὸ φαῦλον καὶ γενέσθαι ἐξ ἀρχῆς καὶ μεταβαλεῖν εἰς αὐτό; ἡ γὰρ φύσις οὐχ ἡ πρώτη ἀλλ’ ἡ ἐν τέλει ἐργώδης τυχεῖν εὐθύς. διὸ πάντα καὶ τὰ ἥμερα
30ἄγρια γίνονται τὸ πρῶτον μᾶλλον ἢ ἥμερα, οἷον παιδίον ἢ ἀνὴρ παμφάγον καὶ τῷ θυμῷ ζῶν· ἀλλ’ ἀσθενέστερα. ὥσπερ οὖν καὶ ἐπὶ τῶν τῆς τέχνης ἔργων, οὕτως ἔχει καὶ ἐπὶ τῶν τῆς φύσεως ἔργων. καὶ γὰρ ἐπὶ τούτων πάντ’ ἐστὶ φαύ‐ λως εἰργασμένα, καὶ πλείω τὰ φαῦλα, κλίνη καὶ ἱμάτιον
35καὶ ἄλλ’ ὁτιοῦν. καὶ ὃ μέν ἐστι καλόν, λαβεῖν ἔστιν ἅπαν καὶ φαῦλον, ὃ δὲ φαῦλον, οὐ πᾶν καὶ καλόν, οἷον εἴ τις ἐπὶ τῶν ἀρχαίων γραφέων καὶ ἀνδριαντοποιῶν σκοπεῖ τὰ ἔργα· οὐ γὰρ ἦν πώποτε οὐδαμῇ γραφὴ σπουδαία οὐδὲ ἀνδριάς,
φαῦλα δὲ ἦν. ὁμοίως δὲ καὶ ἡ φύσις φαῦλα μὲν πάντα
Prob
.

896a

ποιεῖ, καὶ πλείους καὶ πλείω, σπουδαῖα δ’ ἐλάττω, καὶ οὐ πάντα δύναται. τὸ δὲ ἥμερον βέλτιον, τὸ δὲ ἄγριον φαῦ‐ λον. φύσει δὲ οὐ τῇ ἐξ ἀρχῆς, ἀλλ’ ἐφ’ ἣν οἶμαι ῥᾷον, ποιεῖ σπουδαῖα καὶ ἥμερα. τὰ δὲ ἐναντία ἢ οὐδέποτε ἢ μόλις,
5καὶ ἔν τισι τόποις καὶ ἐν χρόνοις, ἢ ἀρτίου, ἢ ποτὲ ἔν τινι κράσει τοῦ ὅλου, γίνονται ἥμερα τὰ ζῷα πάντα. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν χυτῶν πάντων ἐστίν· ὅσα μὲν γὰρ ἥμερα, καὶ ἄγρια, οὐ πάντα δὲ δύναται ἡμεροῦσθαι, ἀλλ’ ὅμως εἰσὶν ἐν ἰδίᾳ χώρᾳ πρὸς πολλὰ ἰδίως ἐχούσῃ, ὥστε ἠμελημένα καὶ
10ἄγρια κρείττω καὶ ἡμερώτερα φύεσθαι τῶν ἐν ἄλλῃ γεωρ‐ γουμένων. Διὰ τί τοῖς μὲν ἀνθρώποις οἱ ὀμφαλοὶ μεγάλοι γί‐ νονται, τοῖς δ’ ἄλλοις ζῴοις οὐ φανεροί; ἢ διότι τοῖς μὲν διὰ τὸ πολὺν χρόνον εἴσω μένειν ἀφαυαίνονται καὶ εὐθὺ
15τείνονται, ὅλον δ’ ἐπανοιδοῦσι τὰ ἕλκη, διὸ ἔνιοι τῶν ὀμφαλῶν καὶ αἰσχίους εἰσίν· ὁ δὲ ἄνθρωπος ἀτελὴς ἐξέρχεται, ὥστε ἔφυγροι καὶ ἄναιμοι οἱ ὀμφαλοὶ ἀκολουθοῦσιν. ὅτι δὲ τὰ μὲν τετελειωμένα τὰ δὲ ἀτελῆ ἐξέρχεται, σημεῖον ὅτι τὰ μὲν εὐθὺς δύναται ζῆν, τὰ δὲ παιδία ἐπιμελείας δεῖται.
20 Διὰ τί τὰ μὲν τῶν ζῴων ἅπαξ ὀχεύεται, τὰ δὲ πολλάκις, καὶ τὰ μὲν ὥρᾳ ἔτους, τὰ δ’ ὅτε ἔτυχεν, ἄν‐ θρωπος μὲν ἀεί, τὰ δὲ ἄγρια οὐ πολλάκις, καὶ ὗς μὲν ἄγριος ἅπαξ, ἥμερος δὲ πολλάκις; ἢ διὰ τὴν τροφὴν καὶ ἀλέαν καὶ πόνον; ἐν πλησμονῇ γὰρ Κύπρις. ἔπειτα τὰ
25αὐτὰ ἄλλοθι μὲν ἅπαξ τίκτει, ἄλλοθι δὲ πλεονάκις, οἷον τὰ πρόβατα ἐν Μαγνησίᾳ καὶ Λιβύῃ τίκτει δίς. τὸ δ’ αἴτιον ἡ πολυχρονία τοῦ τόκου· οὐ γὰρ ἐπιθυμεῖ ὅταν πλη‐ σθῇ, ὥσπερ οὐδὲ τροφῆς τὰ πλήρη. τὰ δὲ κυοῦντα ἧττον ὀχείας ἐπιθυμεῖ διὰ τὸ μὴ γίνεσθαι τὴν κάθαρσιν.
30 Διὰ τί τῶν ἀνθρώπων οἱ ἀραιοὺς ἔχοντες τοὺς ὀδόντας βραχύβιοι ὡς ἐπὶ τὸ πολύ; ἢ ὅτι σημεῖον τοῦ τὸ ὀστοῦν πυκνὸν εἶναι; ὡς ὁ ἐγκέφαλος ἀσθενὴς οὐκ εὐπνοῶν, ὥστε ὑγρὸς ὢν τὴν φύσιν ταχὺ σήπεται. καὶ γὰρ τὰ ἄλλα μὴ κινούμενα καὶ ἀπατμίζοντα. διὸ καὶ ἄνθρωπος τὴν κε‐
35φαλὴν δασύτατον, καὶ τὸ ἄρρεν τοῦ θήλεος μακροβιώτερον διὰ τὰς ῥαφάς. δεῖ δὲ ἰδεῖν καὶ ἐπὶ τῶν ἄλλων. Διὰ τί δέ, ὅσοι τὴν διὰ τῆς χειρὸς τομὴν ἔχουσι δι’
ὅλης, μακροβιώτεροι; ἢ διότι τὰ ἄναρθρα βραχυβιώτατα,Column end
Prob
.

896b

ὡς τὰ ἔνυγρα; εἰ δὲ τὰ ἄναρθρα βραχύβια, δῆλον ὅτι τὰ ἠρθρωμένα τοὐναντίον. τοιαῦτα δὲ ὧν καὶ τὰ φύσει ἄναρθρα μάλιστα ἤρθρωται· τῆς δὲ χειρὸς τὸ εἴσω ἀναρ‐ θρότατον.
5 Διὰ τί τῶν ζῴων ἄνθρωπος ἢ μόνον ἢ μάλιστα δια‐ στρέφεται; ἢ ὅτι ἢ μόνον ἢ μάλιστα ληπτὸν ἐν τῇ νηπιό‐ τητι γίνεται, ὅτε καὶ διαστρέφεσθαι συμβαίνει πᾶσιν. Διὰ τί τῶν ζῴων ἄνθρωπος μάλιστα καπνίζεται; ἢ ὅτι μάλιστα δακρύει, ἡ δὲ κάπνισις μετὰ δακρύου;
10 Διὰ τί ἵππος ἵππῳ χαίρει καὶ ἐπιθυμεῖ, ἄνθρωπος δὲ ἀνθρώπῳ, καὶ ὅλως δὲ τὰ συγγενῆ τοῖς συγγενέσι καὶ ὁμοίοις; οὐ γὰρ δὴ ὁμοίως ὅτι πᾶν ζῷον καλόν, ἡ δὲ ἐπι‐ θυμία τοῦ καλοῦ. ἔδει οὖν τὸ καλὸν ἥδιον εἶναι. νῦν δὲ μᾶλλον οὐ πᾶν κάλλος ἡδύ, τὸ καλὸν καὶ τὸ ἡδύ. οὐδὲ
15πᾶσιν ἡ ἡδονὴ ἢ τὸ καλὸν ἡδύ, οἷον φαγεῖν ἢ πιεῖν ἐστὶν ἥδιον ἑτέρῳ καὶ ἀφροδισιάσαι ἄλλῳ. διότι μὲν οὖν ἕκα‐ στον τῷ συγγενεῖ μιγνύμενον μάλιστα καὶ ἥδιστα ἀφροδι‐ σιάζει, ἄλλο πρόβλημα· ὅτι δὲ καὶ κάλλιστον, οὐκέτι ἀλη‐ θές. ἀλλὰ ἡμεῖς τὸ εἰς τὴν συνουσίαν ἡδύ, ὅτι ὃ μὲν κα‐
20λόν, ὅτι ἐπιθυμοῦντες χαίρομεν ὁρῶντες. καίτοι καὶ ἐπὶ τῶν ἄλλων ἐπιθυμιῶν ἔχει ὁμοίως· διψῶντες γὰρ ἥδιον ὁρῶσι τὸ πόμα. τὸ μὲν οὖν πρὸς χρείαν τινὰ καλόν, οὗ καὶ μάλιστα ἐπιθυμοῦμεν, τοῦτο δοκεῖ ἥδιστον εἶναι, τὸ δὲ καθ’ αὑτὸ οὐκέτι οὕτως. σημεῖον δὲ τούτου· δοκοῦσι γὰρ ἡμῖν
25καὶ ἄνδρες καλοὶ εἶναι, πρὸς τὴν συνουσίαν βλέψασιν. ἆρ’ οὖν οὕτως ὥστε καὶ ἡσθῆναι ὁρῶσι μᾶλλον τῶν εἰς συνουσίαν; οὐδέν γε κωλύει, εἰ μὴ ἐπιθυμοῦντες τύχοιμεν. οὕτω δὲ πόμα κάλλιον· εἰ γὰρ διψῶντες τύχοιμεν, ἥδιον ὀψόμεθα. Διὰ τί ποτε τοῦ μὲν ἀνθρώπου τὰ ἔμπροσθεν δασύτερα
30τῶν ὄπισθέν ἐστι, τῶν δὲ τετραπόδων τὰ ὄπισθεν; ἢ ὅτι πάντα τὰ δίποδα τὰ ἔμπροσθεν ἔχει δασύτερα; οἱ γὰρ ὄρνιθες τὸν αὐτὸν τρόπον τοῖς ἀνθρώποις ἔχουσιν. ἢ τὰ ἀσθενέστερα μᾶλλον ἀεὶ σκεπάζειν ἡ φύσις εἴωθεν, ἀσθενὲς δὲ ἕκαστόν ἐστί τινα τρόπον. τῶν δὲ τετραπόδων ἁπάντων
35τὰ ὄπισθεν ἀσθενέστερά ἐστι τῶν ἔμπροσθεν διὰ τὸν τόπον· ὑπὸ γὰρ τῶν ψυχῶν καὶ καυμάτων μᾶλλον δυνατά ἐστι πάσχειν· τῶν δὲ ἀνθρώπων τὰ ἔμπροσθεν ἀσθενέστερά ἐστι
καὶ τὸ αὐτὸ πέπονθεν.
Prob
.

897a

Διὰ τί ἄνθρωπος τῶν ζῴων μάλιστα πτάρνυται; ἢ ὅτι καὶ κορυζᾷ μάλιστα; τούτου δ’ αἴτιόν ἐστιν ὅτι τοῦ θερμοῦ ὄντος περὶ τὴν καρδίαν καὶ πεφυκότος ἄνω φέρεσθαι τοῖς μὲν ἄλλοις ζῴοις ἡ κατὰ φύσιν αὐτοῦ φορά ἐστιν ἐπὶ τοὺς
5ὤμους, ἐντεῦθεν δὲ ἐξ ἀνακλάσεως σχιζόμενον τὸ μὲν ἐπὶ τὸν τράχηλον καὶ τὴν κεφαλὴν φέρεται αὐτοῦ, τὸ δὲ εἰς τὴν ῥάχιν καὶ τὴν ὀσφύν, διὰ τὸ ἐπὶ τῆς αὐτῆς εὐθείας εἶναι ταῦτα πάντα καὶ παρὰ τὴν βάσιν. φερόμενον δὲ ὁμοίως τὸ σῶμα καὶ τὰ ὑγρὰ μερίζει εἰς αὐτὰ ὁμαλῶς·
10ἕπεται γὰρ τὰ ὑγρὰ τῷ θερμῷ. διὸ οὐδὲ πάνυ κορυζᾷ τὰ τετράποδα ζῷα, οὐδὲ πτάρνυται· ὁ γὰρ πταρμὸς ἢ πνεύ‐ ματος ἀθρόου φορά ἐστιν, ὑγρῶν ἐξατμιζόντων τι μᾶλλον τοῦ σώματος, ἢ ὑγρῶν ἀπέπτων. διὸ πρὸ τῶν κατάρρων γίνεται, ἃ οὐ συμβαίνει τοῖς ἄλλοις ζῴοις, διὰ τὸ τὴν τοῦ
15θερμοῦ φορὰν ὁμαλίζειν ἐν αὐτῷ εἰς τὸ πρόσθεν καὶ ὄπι‐ σθεν. τοῦ δὲ ἀνθρώπου πρὸς ὀρθῇ πεφυκότος τῇ βάσει, κα‐ θάπερ τὰ φυτά, συμβαίνει τοῦ θερμοῦ φορὰν ἐπὶ τὴν κε‐ φαλὴν γίνεσθαι πλείστην καὶ σφοδροτάτην. φερόμενόν τε ἐνταῦθα ἀραιοῖ καὶ θερμαίνει τοὺς περὶ αὐτὴν πόρους. ὄντες
20δὲ τοιοῦτοι δεκτικοὶ γίνονται τῶν ὑγρῶν μᾶλλον ἢ οἱ κάτω τῆς καρδίας πόροι. ὅταν οὖν συμβῇ ἐξυγρανθῆναι μᾶλλον τοῦ δέοντος καὶ καταψυγῆναι, ἔξωθεν συμβαίνει τὸ θερμόν, τροφήν τε ἔχον καὶ συστελλόμενον ἐντός, αὔξεσθαι, αὐξα‐ νόμενον δὲ φέρεσθαι ἐπὶ τὴν κεφαλὴν καὶ τοὺς ἐν αὐτῇ
25πόρους· εἰς οὓς ἀκολουθοῦντα τὰ ὑγρά, ὄντα λεπτὰ καὶ ἄπεπτα, πληροῖ αὐτοὺς καὶ τοὺς κατάρρους ποιεῖ, καὶ πταρ‐ μοὺς ὁμοίως. ἐν γὰρ ταῖς ἀρχαῖς τῶν κατάρρων τὸ θερμὸν προαναφερόμενον τοῦ ὑγροῦ, καὶ πνευματοῦν τοὺς πόρους, τῇ τ’ ἐκβολῇ τοῦ πνεύματος τοὺς πταρμοὺς ποιεῖ καὶ τῇ πρὸ
30τῶν ὑγρῶν ἀναγωγῇ, ἅ ἐστι λεπτὰ καὶ δριμέα. διὸ καὶ συμβαίνει μετὰ τῶν τῆς κορύζης πταρμῶν ὑδατώδη ἀπο‐ μύττεσθαι. πάντων δὲ τούτων ὁρμησάντων τὰ συνεχῆ καὶ πάθος ἔχοντα ὑγρὰ ἐφίσταται αὐτοῖς, καὶ ἐμφράττει τοὺς περὶ τὴν κεφαλὴν καὶ τὴν ῥῖνα πόρους· ὀγκηρότερα γὰρ
35γινόμενα καὶ διατείνοντα ποιεῖ τοὺς περὶ τὴν κεφαλὴν πό‐ νους. σημεῖον δὲ τὸ μήτ’ ἐκτὸς ἢ δι’ αὐτῶν πνεῦμα ἀφεῖ‐ σθαι. διὸ οὔτε πτάρνυνται οὔτε ὀσφραίνονται οἱ κορυζῶντες. οἱ δὲ ἄνευ κορύζης γινόμενοι διὰ μὲν τὰς αὐτὰς αἰτίας
γίνονται, μικρὰς δὲ καὶ ἐλαφρὰς ἀρχὰς λαβόντες. ὥστεColumn end
Prob
.

897b

συναχθέντα τὰ ὑγρὰ τῷ θερμῷ, ἐκπνευματούμενα ὑπ’ αὐτοῦ δι’ ὀλιγότητα, εἰσπίπτει κατὰ τὰς ῥῖνας. ποιεῖ δὲ τὸν ψόφον τοῦ πνεύματος οὐχ ἧττον ἡ βία τῆς φορᾶς ἢ τὸ πλῆθος αὐτοῦ. ἐνεχθέντος γὰρ τοῦ θερμοῦ πρὸς ὀρθὴν πρὸς
5τὸν ἐγκέφαλον καὶ προσπεσόντος αὐτῷ, ἀνακλᾶται ἐπὶ τὰς ῥῖνας διὰ τὸ τοὺς ταύτῃ πόρους ἐκτὸς ἀπὸ τοῦ ἐγκεφά‐ λου διατείνειν. παρὰ φύσιν οὖν τῆς ἐκτὸς κλάσεως φορᾶς γινομένης ἐπὶ τὰς ῥῖνας τῷ πνεύματι, σφοδρὰν συμβαίνει γίνεσθαι· διὸ ποιεῖ τοὺς ψόφους. τῶν δὲ ἄλλων ζῴων συμ‐
10βαίνει μάλιστα κορυζᾶν τοὺς ὄρνιθας διὰ τὸ μάλιστα ὁμοιό‐ σχημον εἶναι ἀνθρώπῳ· ἧττον δὲ ἢ ἄνθρωπος πάσχει αὐτό, ὅτι τὰ πολλὰ κάτω ἔχει τὴν κεφαλὴν διὰ τὸ τὴν νομὴν ἀπὸ τῆς γῆς εἶναι. Διὰ τί τὰ θαλάττια ζῷα τῶν ἐν τῇ γῇ μείζω καὶ
15εὐτραφέστερά ἐστιν; ἢ ὅτι ὁ ἥλιος καταδαπανῶν τὰ πε‐ ριέχοντα τὴν γῆν ἀφαιρεῖται τὴν τροφήν; διὸ καὶ τὰ κα‐ τακεκλειμένα εὐτραφέστερά ἐστιν. πάντων οὖν τούτων ἀπήλ‐ λακται τὰ θαλάττια ζῷα. Διὰ τί ποτε τὰ μὲν ἄλλα ζῷα πλεονάκις τὴν ξηρὰν
20τροφὴν ἢ τὴν ὑγρὰν προσάγεται, ὁ δὲ ἄνθρωπος τὴν ὑγρὰν ἢ τὴν ξηράν; ἢ ὅτι φύσει ὁ ἄνθρωπος θερμότατον; πλεί‐ στης οὖν καταψύξεως δεῖται. Διὰ τί οἱ εὐνοῦχοι οὐ γίνονται φαλακροί; ἢ ὅτι πολὺν ἔχουσι τὸν ἐγκέφαλον; τοῦτο δὲ συμβέβηκεν αὐτοῖς διὰ τὸ
25μὴ συγγίνεσθαι ταῖς γυναιξίν· ἡ γὰρ γονή ἐστιν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα διὰ τῆς ῥάχεως. διὰ τοῦτο δὲ οὐ δοκοῦσι καὶ οἱ βόες οἱ ἐκτομίαι μεγάλα τὰ κέρατα ἴσχειν, ὅταν ἐκτμηθῶσιν. δοκεῖ δὲ ἡ αὐτὴ αἰτία εἶναι καὶ ὅτι αἱ γυναῖ‐ κες καὶ οἱ παῖδες οὐκ εἰσὶ φαλακροί.
30 Διὰ τί τὰ μὲν εὐθὺς δύνανται δι’ αὑτῶν τρέφεσθαι μετὰ τὴν γένεσιν, τὰ δὲ οὔ; ἢ ὅσα ὀλιγοχρονιώτερα τῶν μνήμης δεκτικῶν; διὸ ἅπαντα καὶ τελευτᾷ θᾶττον. Διὰ τί ποτε ὁ μὲν ἄνθρωπος πλείω τὴν ὑποχώρησιν ποιεῖται τὴν ὑγρὰν τῆς ξηρᾶς, οἱ δὲ ἵπποι καὶ οἱ ὄνοι τὴν
35ξηράν; ἢ διότι ταῦτα μὲν τὰ ζῷα πλείονι τροφῇ χρῆται τῇ ξηρᾷ, ὁ δὲ ἄνθρωπος ὑγρᾷ μᾶλλον ἢ τῇ ξηρᾷ; πᾶσα δὲ περίττωσις ἀπὸ τῆς τροφῆς ἐστί, καὶ ἀπὸ τῆς πλείονος πλείω. τὰ μὲν οὖν τῇ ὑγρᾷ μᾶλλον, τὰ δὲ τῇ ξηρᾷ
πλείονι τροφῇ χρῆται· διότι τὰ μὲν τῶν ζῴων ἐστὶ φύσει
Prob
.

898a

ξηρά, τὰ δὲ ὑγρά. τὰ μὲν οὖν τῇ φύσει ξηρὰ τῆς ὑγρᾶς μᾶλλον ἐπιθυμεῖ (ταύτης γὰρ ἐνδεέστερά εἰσι), τὰ δὲ τῇ φύσει ὑγρὰ τῆς ξηρᾶς· ταύτης γὰρ ἐνδεέστερα καθέστηκεν. Διὰ τί ὄρνιθες καὶ ἄνθρωποι καὶ τῶν ζῴων τὰ ἀν‐
5δρεῖα σκληρότερα; ἢ ὅτι ὁ θυμὸς μετὰ θερμότητος; ὁ γὰρ φόβος κατάψυξις. ὅσων οὖν τὸ αἷμα ἔνθερμόν ἐστι, καὶ ἀνδρεῖα καὶ θυμοειδῆ· τὸ δὲ αἷμα τροφή. ὅσα δὲ θερμῷ ἄρδεται τῶν φυομένων, σκληρότερα πάντα. Διὰ τί τέρατα τίκτουσι μάλιστα τὰ τετράποδα
10τὰ μὴ μεγάλα, ἄνθρωπος δὲ καὶ τὰ μεγάλα ἧττον, οἷον ἵπποι καὶ ὄνοι; ἢ ὅτι πολύγονα ταῦτα, οἷον κύνες καὶ ὕες καὶ αἶγες καὶ πρόβατα, πολὺ μᾶλλον τῶν με‐ γάλων, ἐκείνων δὲ τὰ μὲν ὅλως μονοτόκα, τὰ δὲ ὡς ἐπὶ τὸ πολύ. τὰ δὲ τέρατα γίνεται ἐπαλλαττόντων τῶν
15σπερμάτων ἀλλήλοις καὶ συγχεομένων ἐν τῇ ἐξόδῳ τῆς γονῆς ἢ ἐν τῇ μίξει τῇ ἐν τῇ ὑστέρᾳ τῆς θηλείας. διὸ καὶ ὄρνιθες αὐτὰ ποιοῦσιν· τὰ γὰρ ᾠὰ δίδυμα τίκτουσι, τὰ δὲ τέρατα ἐκ τῶν διδύμων γίνεται, ὧν ἡ λέκιθος τῷ ὑμένι οὐ διαιρεῖται.
20 Διὰ τί ἡ κεφαλὴ δασεῖα τῶν ἀνθρώπων μᾶλλον τοῦ ἄλλου σώματος καὶ οὐ κατὰ λόγον, τοῖς δὲ ἄλλοις ζῴοις τοὐναντίον; ἢ ὅτι καὶ τῶν ἄλλων τὰ μὲν εἰς ὀδόντας ἐκ‐ δίδωσι καθ’ ὑπερβολὴν τῆς τροφῆς, τὰ δὲ εἰς κέρατα, τὰ δὲ εἰς τρίχας; ὅσα μὲν εἰς κέρατα, ἧττον τὴν κεφαλὴν
25ἔχει δασεῖαν· ἐκεῖ γὰρ ἀνήλωται· ὅσα δὲ εἰς ὀδόντας, μᾶλλον μὲν τῶν κερατοφόρων (ἔχει γὰρ λοφιάν), ἧττον δὲ τῶν τοιούτων, οἷον ὀρνέων. ἔχουσι γὰρ ταῦτα καὶ τὴν τῶν ἀνθρώπων· ὃ ἐκείνοις πολλαχῇ διὰ πλῆθος, τοῦτο εἰς κεφαλὴν ἐκδίδωσιν· οὐδὲ γὰρ οὐδὲν ἔχει, οὐδὲ πολὺ οὕτως
30ὥστε πανταχῇ. Διὰ τί ἄνθρωπος μόνος τῶν ζῴων πολιὰς ἔχει; ἢ ὅτι τὰ μὲν πλεῖστα τῶν ζῴων ῥυάδα τὴν τρίχα ἀνὰ πᾶν ἔτος ἔχει, οἷον ἵππος, βοῦς, ἔνια δὲ ῥυάδα μὲν οὐκ ἔχει, βραχύβια δέ εἰσι, καθάπερ πρόβατον καὶ ἄλλα· οὗ ἡ
35θρὶξ ὥσπερ οὐ γηράσκουσα οὐδὲ πολιοῦται. ὁ δὲ ἄνθρωπος οὔτε ῥυάδα ἔχει τὴν τρίχα, μακρόβιόν τέ ἐστιν, ὥστε ὑπὸ τοῦ χρόνου πολιοῦται.
Διὰ τί, ὅσοις τὰ ἀπὸ τοῦ ὀμφαλοῦ κάτω μείζονα ἢColumn end
Prob
.

898b

τὰ πρὸς τὰ στήθη, βραχύβιοι καὶ ἀσθενεῖς; ἢ ὅτι ἡ κοι‐ λία ψυχρὰ διὰ μικρότητα, ὥστε οὐ πεπτικὴ ἀλλὰ περιτ‐ τωματική; οἱ δὲ τοιοῦτοι νοσακεροί. Διὰ τί τὰ μὲν γίνεται τῶν ζῴων οὐ μόνον ἐξ ἀλλή‐
5λων ἀλλὰ καὶ αὐτόματα, τὰ δ’ ἐξ ἀλλήλων μόνον, οἷον ἄνθρωπος καὶ ἵππος; ἢ κἂν εἰ καὶ μὴ δι’ ἑτέρας αἰτίας, ἀλλ’ ὅτι τοῖς μὲν ὀλίγος ὁ χρόνος τῆς γενέσεως, ὥστε ἡ γεννητικὴ ὥρα ὑπερτείνει καὶ ἐνδέχεται γενέσθαι ἐν τῇ μεταβολῇ τῶν ὡρῶν, τῶν δὲ πολὺ ἡ γένεσις ὑπερτείνει.
10ἐνιαύσιοι γὰρ ἢ δεκάμηνοί εἰσιν· ὥστε ἀνάγκη γίνεσθαι ἢ ἐξ ἀλλήλων γίνεσθαι. Διὰ τί τῶν Αἰθιόπων οἱ μὲν ὀδόντες λευκοί, καὶ λευ‐ κότεροι ἢ τῶν ἄλλων, οἱ δὲ ὄνυχες οὐκέτι; ἢ οἱ μὲν ὄνυ‐ χες, ὅτι καὶ τὸ δέρμα μέλαν, καὶ μελάντερον ἢ τῶν ἄλ‐
15λων, οἱ δὲ ὄνυχες ἐκ τοῦ δέρματος φύονται. οἱ δὲ ὀδόντες λευκοὶ διὰ τί; ἢ ὅτι ἐξ ὧν τὸ ὑγρὸν ἐξάγει ὁ ἥλιος ἄνευ τοῦ ἐπιβάπτειν, λευκαίνεται, οἷον καὶ τὸν κηρόν; τὸ μὲν οὖν δέρμα ἐπιβάπτει, τοὺς δὲ ὀδόντας οὐκ ἐπιβάπτει, ἀλλὰ τὸ ὑγρὸν διὰ τὴν ἀλέαν ἐξατμίζεται ἐξ αὐτῶν.
20 Διὰ τί τὰ μὲν ἀφαιρουμένης τῆς κεφαλῆς ἀποθνή‐ σκει εὐθὺς ἢ ταχύ, τὰ δὲ οὔ; ἢ ὅσα ἄναιμα καὶ ὀλιγό‐ τροφα, τοῦτο πάσχει; οὔτε τροφῆς γὰρ δεῖται ταχύ, οὔτε ἐγχεῖται αὐτῶν τὸ θερμὸν ἐν τῷ ὑγρῷ, ὧν ἄνευ οὐχ οἷόν τε ζῆν τοῖς ἐναίμοις. τούτοις δὲ οἷόν τέ ἐστιν· ἀπνευστὶ ζῆν γὰρ
25δύνανται πολὺ μᾶλλον. ἡ δὲ αἰτία ἐν ἑτέροις εἴρηται.
27
ΙΑ. ΟΣΑ ΠΕΡΙ ΦΩΝΗΣ. Διὰ τί τῶν αἰσθήσεων ἐκ γενετῆς μάλιστα τὴν ἀκοὴν πηροῦνται; ἢ ὅτι ἀπὸ τῆς αὐτῆς ἀρχῆς εἶναι δόξειεν ἂν ἥ
30τε ἀκοὴ καὶ ἡ φωνή; ῥᾷστα δὲ δοκεῖ διαφθείρεσθαι ἡ διά‐ λεκτος οὖσα εἶδος φωνῆς, καὶ χαλεπώτατα ἐπιτελεῖσθαι. σημεῖον δὲ ὅτι μετὰ τὸ γενέσθαι πολὺν χρόνον ἐνεοί ἐσμεν· τὸ μὲν γὰρ πρῶτον ὅλως οὐδὲ λαλοῦμεν οὐδέν, εἶτα ὀψέ ποτε ψελλίζομεν. διά τε τὸ τὴν διάλεκτον εὔφθαρτον εἶναι, τὴν
35αὐτὴν δὲ ἀρχὴν ἀμφοτέρων εἶναι καὶ τῆς διαλέκτου (φωνὴ γάρ τις καὶ τῆς ἀκοῆς ὥσπερ καὶ εἰ συμβεβηκότος), ῥᾷστα τῶν αἰσθήσεων φθείρεται, καὶ οὐ καθ’ αὑτήν, ἡ ἀκοή. τεκ‐
μήριον δὲ ἔστι καὶ ἐκ τῶν ἄλλων ζῴων λαβεῖν, ὅτι παν‐
Prob
.

899a

τελῶς εὔφθαρτός ἐστιν ἡ ἀρχὴ τῆς διαλέκτου· λαλεῖ γὰρ οὐθὲν τῶν ἄλλων ζῴων πλὴν ἀνθρώπου, καὶ οὗτοι δὲ ὀψέ ποτε, καθάπερ εἴρηται. Διὰ τί οἱ κωφοὶ πάντες διὰ τῶν ῥινῶν φθέγγονται;
5ἢ διὰ τὸ ἐγγὺς τοῦ εἶναι ἐνεοὺς εἶναι; οἱ δὲ ἐνεοὶ λαλοῦσι διὰ τῶν ῥινῶν· ταύτῃ γὰρ αὐτῶν ἐκπίπτει τὸ πνεῦμα διὰ τὸ τῷ στόματι μεμυκέναι. μεμύκασι δέ, ὅτι οὐθὲν εἰς φω‐ νὴν χρῶνται τῇ γλώττῃ. Διὰ τί μεγαλόφωνοι πάντες εἰσὶν οἱ θερμοὶ τὴν φύσιν;
10ἢ ὅτι ἀνάγκη καὶ ἀέρα πολὺν καὶ ψυχρὸν ἐν τούτοις εἶναι; ἕλκει γὰρ τὸ πνεῦμα τὸ θερμὸν πρὸς ἑαυτὸ καὶ ἀέρα, καὶ πλείω τὸ πλεῖον. ἡ δὲ μεγάλη φωνὴ γίνεται ἐν τῷ πολὺν ἀέρα κινεῖν, καὶ ὀξεῖα ἐν τῷ ταχέως· βαρεῖα δὲ ἡ ἐν τῷ βραδέως.
15 Διὰ τί οἱ κωφοὶ πάντες διὰ τῶν ῥινῶν φθέγγονται; ἢ διὰ τὸ βιαιότερον πνεῖν τοὺς κωφούς; ἐγγὺς γὰρ τοῦ ἐνεοὶ εἶναι εἰσίν. διίσταται οὖν τῶν μυκτήρων ὁ πόρος ὑπὸ τοῦ πνεύ‐ ματος· οἱ τοιοῦτοι δὲ διὰ ῥινῶν φθέγγονται. Διὰ τί εὐηκοώτερα τὰ τῆς νυκτός; ἢ ὅτι μᾶλλον ἠρε‐
20μία διὰ τὴν τοῦ θερμοτάτου ἀπουσίαν; διὸ καὶ ὡς ἐπὶ τὸ πολὺ ἀταρακτότερα. ὁ γὰρ ἥλιος ὁ κινῶν. Διὰ τί πόρρωθεν αἱ φωναὶ ὀξύτεραι δοκοῦσιν εἶναι; οἱ γοῦν μιμούμενοι τοὺς σφόδρα πόρρω ὄντας καὶ βοῶντας ὀξὺ φθέγγονται καὶ ὅμοιον τοῖς ἀπηχοῦσιν, καὶ τῆς ἠχοῦς ὀξύτε‐
25ρος φαίνεται ὁ ψόφος. ἔστι δὲ πόρρω· ἀνακλᾶται γάρ. οὐκοῦν ἐπεὶ ὀξὺ μὲν ἐν ψόφῳ τὸ ταχύ, βαρὺ δὲ τὸ βραδύ, ἔδει βαρυτέρας πόρρωθεν φαίνεσθαι τὰς φωνάς. τὰ γὰρ αὖ φερόμενα πάντα βραδύτερον φέρεται ὅσῳ ἂν ἀπέχῃ τῆς ἀρχῆς πλεῖον, καὶ τέλος πίπτει. πότερ’ οὖν ὅτι οἱ μιμού‐
30μενοι ἀμενηνῇ τῇ φωνῇ μιμοῦνται, καὶ λεπτὴν τὴν πόρρωθεν φωνήν; λεπτὴ δὲ βαρεῖα οὐκ ἔστιν, οὐδὲ μικρὸν καὶ ἀμενηνὸν φθέγγεσθαι βαρὺ ἀλλ’ ὀξὺ ἀνάγκη. ἢ οὐ μόνον οἱ μιμού‐ μενοι διὰ τοῦτο μιμοῦνται, ἀλλὰ καὶ οἱ ψόφοι αὐτοὶ ὀξύτε‐ ροι γίνονται; αἴτιον δὲ ὅτι ὁ ἀὴρ ὁ φερόμενος ποιεῖ τὸν ψό‐
35φον· καὶ ὥσπερ τὸ πρῶτον ψοφεῖ τὸ κινῆσαν τὸν ἀέρα, οὕτω δεῖ πάλιν ποιῆσαι τὸν ἀέρα ἀεὶ ἄλλον κινοῦντα εἶναι,
τὸ δὲ κινούμενον. διὸ ὁ ψόφος συνεχής, ὅτι ἀεὶ ἐκδέχεταιColumn end
Prob
.

899b

κινοῦντα κινῶν, ἕως ἂν ἀπομαρανθῇ, ὃ ἐπὶ τῶν σωμάτων ἐστὶ τὸ πεσεῖν, ὅταν μηκέτι δύνηται ὠθεῖν ὁ ἀὴρ ἔνθα μὲν τὸ βέλος ἔνθα δὲ τὸν ἀέρα. ἡ μὲν γὰρ φωνὴ γίνεται ἡ συνε‐ χὴς ἀέρος ὠθουμένου ὑπ’ ἀέρος, τὸ δὲ βέλος φέρεται σώμα‐
5τος ὑπ’ ἀέρος κινουμένου. ἐνταῦθα μὲν οὖν ἀεὶ τὸ αὐτὸ φέρε‐ ται σῶμα, ἕως ἂν καταπέσῃ, ἐκεῖ δὲ ἀεὶ ἕτερος ἀήρ. καὶ πρῶτον ἐλάττω θᾶττον μὲν κινεῖται, ἐπ’ ὀλίγον δέ. διὸ πόρρω ὀξύτεραι καὶ λεπτότεραι αἱ φωναί. τὸ γὰρ θᾶττον ὀξύ, ὥσ‐ περ καὶ διηπόρηται. ὥσπερ ἡ αὐτὴ αἰτία δι’ ἣν καὶ οἱ μὲν
10παῖδες καὶ οἱ κάμνοντες ὀξὺ φθέγγονται, οἱ δὲ ἄνδρες καὶ οἱ ὑγιαίνοντες βαρύ. τὸ δὲ τοῖς ἐγγὺς μὴ ἐπίδηλον εἶναι τὴν φωνὴν ἢ βαρυτέραν ἢ ὀξυτέραν γινομένην, καὶ ὅλως μὴ ὁμοίως ἔχειν τοῖς ῥιπτομένοις βάρεσιν, αἴτιον ὅτι τὸ μὲν ῥιφθὲν ἓν φέρεται ἀεὶ τὸ αὐτό, ὁ δὲ ψόφος ἀήρ ἐστιν ὠθού‐
15μενος ὑπὸ ἀέρος. διὸ καὶ τὸ μὲν εἰς ἓν πίπτει, ἡ δὲ φωνὴ πανταχῇ, ὥσπερ ἂν εἰ τὸ ῥιφθὲν ἅμα φερόμενον ἀπείρως θρυφθείη, καὶ ἔτι εἰς τοὔπισθεν. Διὰ τί αἱ νεηλιφεῖς οἰκίαι μᾶλλον ἠχοῦσιν; ἢ ὅτι μᾶλλον ἀνάκλασις γίνεται διὰ τὴν λειότητα; λειότεραι δὲ
20διὰ τὸ ἀρραγὲς καὶ τὸ συνεχές. δεῖ δὲ μὴ παντελῶς ὑγρὰν ἀλλ’ ἤδη ξηρὰν λαμβάνειν· ἀπὸ πηλοῦ γὰρ οὐκ ἔστιν ἀνά‐ κλασις. διὰ ταῦτα γὰρ καὶ τὰ κονιάματα μᾶλλον ἠχεῖ. συμβάλλεται δὲ ἴσως καὶ ἡ ἀκινησία τοῦ ἀέρος· ἀθρόος γὰρ ἰὼν μᾶλλον ἀποπλήττεται τὸν προσπίπτοντα.
25 Διὰ τί, ἐάν τις πίθον καὶ κεράμια κενὰ κατορύξῃ καὶ πωμάσῃ, μᾶλλον ἠχεῖ τὰ οἰκήματα, καὶ ἐὰν φρέαρ ἢ λάκ‐ κος ᾖ ἐν τῇ οἰκίᾳ; ἢ ὅτι ἐπεὶ ἀνάκλασις ἡ ἠχώ, δεῖ περιει‐ λημμένον ἀθρόον εἶναι τὸν ἀέρα, καὶ ἔχειν πρὸς ὃ ἀνακλα‐ σθήσεται, προσπῖπτον πυκνὸν καὶ λεῖον; οὕτω γὰρ μάλιστα
30ἦχος γίνεται. τὸ μὲν οὖν φρέαρ καὶ ὁ λάκκος ἔχει τὴν στε‐ νότητα καὶ τὴν ἄθροισιν, οἱ δὲ πίθοι καὶ τὰ κεράμια καὶ τὴν πυκνότητα τῶν περιεχόντων, ὥστε ἐξ ἀμφοτέρων τὸ συμ‐ βαῖνον. καὶ γὰρ τὰ κοῖλα μᾶλλον ἠχεῖ· διὰ τοῦτο καὶ ὁ χαλκὸς μάλιστα τῶν ἄλλων. ὅτι δὲ κατορωρυγμένα, οὐθὲν
35ἄτοπον· ἡ γὰρ φωνὴ φέρεται κάτω οὐχ ἧττον. ὅλως δὲ πανταχῇ δοκεῖ καὶ κύκλῳ φέρεσθαι.
Διὰ τί δὲ μᾶλλον, ἐὰν κατορύξῃ τις, ἠχεῖ, ἢ ἐὰν μή;
Prob
.

900a

ἢ ὅτι περιστεγόμενα μᾶλλον εἰς αὑτὰ δέχεται καὶ κατέχει τὸν ἀέρα; συμβαίνει δὲ καὶ τὴν πληγὴν σφοδροτέραν γί‐ νεσθαι. Διὰ τί τὸ ὕδωρ τὸ ψυχρὸν ἐκ τοῦ αὐτοῦ ἀγγείου ἐκχεό‐
5μενον ὀξύτερον ποιεῖ τὸν ψόφον; ἢ ὅτι θάττων ἡ φορά; βα‐ ρύτερον γάρ. ἡ δὲ θάττων ὀξύτερον ποιεῖ τὸν ψόφον. τὸ δὲ θερμὸν καὶ τῇ μανότητι καὶ τῇ ἀναφορᾷ κουφίζει. παρό‐ μοιον δὲ ὅτι καὶ αἱ δᾷδες καιόμεναι ἀσθενεστέραν τὴν πλη‐ γὴν ποιοῦσιν.
10 Διὰ τί τοῖς ἠγρυπνηκόσιν ἡ φωνὴ τραχυτέρα; ἢ διότι ὑγρότερον τὸ σῶμα διὰ τὴν ἀπεψίαν, καὶ οὐχ ἥκιστα περὶ τὸν ἄνω τόπον, διὸ καὶ βάρος ἐν τῇ κεφαλῇ· ὑγρότητός τε περὶ τὸν βρόγχον οὔσης ἀνάγκη καὶ τραχυτέραν εἶναι τὴν φωνήν. ἡ μὲν γὰρ τραχύτης διὰ τὴν ἀνωμαλίαν, ἡ δὲ βα‐
15ρύτης διὰ τὴν ἔμφραξιν· βαρυτέρα γὰρ ἡ φορά. Διὰ τί μετὰ τὰ σιτία τάχιστα ἀπορρήγνυται ἡ φωνή; ἢ ὅτι κοπτόμενος μὲν ὁ τόπος ἐκθερμαίνεται, θερμαινόμενος δὲ ἕλκει τὴν ὑγρότητα; πλείων δὲ αὕτη καὶ ἑτοιμοτέρα διὰ τὴν προσφοράν.
20 Διὰ τί οἱ κλαίοντες ὀξὺ φθέγγονται, οἱ δὲ γελῶντες βαρύ; ἢ ὅτι οἱ μὲν ὀλίγον κινοῦσι πνεῦμα δι’ ἀσθένειαν, οἱ δὲ σφοδρῶς, ὃ ποιεῖ ταχὺ φέρεσθαι τὸ πνεῦμα; τὸ δὲ ταχὺ ὀξύ· καὶ γὰρ ἀπὸ συντόνου τοῦ σώματος ῥιπτούμενον ταχὺ φέρεται. ὁ δὲ γελῶν τοὐναντίον διαλελυμένως· οἱ δὲ ἀσθε‐
25νεῖς ὀξύ· ὀλίγον γὰρ ἀέρα κινοῦσιν· οἱ δὲ ἐπιπολῆς. ἔτι οἱ μὲν γελῶντες θερμὸν τὸ πνεῦμα ἀφιᾶσιν, οἱ δὲ κλαίοντες, ὥσπερ καὶ ἡ λύπη κατάψυξίς ἐστι τοῦ τόπου τοῦ περὶ τὰ στήθη, καὶ τὸ πνεῦμα ψυχρότερον ἀφιᾶσιν. τὸ μὲν οὖν θερμὸν πο‐ λὺν ἀέρα κινεῖ, ὥστε βραδέως φέρεσθαι, τὸ δὲ ψυχρὸν ὀλί‐
30γον. συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν αὐλῶν· οἱ γὰρ θερ‐ μοὶ τῷ πνεύματι αὐλοῦντες πολὺ βαρύτερον αὐλοῦσιν. Διὰ τί οἱ παῖδες καὶ τὰ ἄλλα τῶν ζῴων τὰ νέα ὀξύ‐ τερον φθέγγονται τῶν τελείων, καὶ ταῦτα τῆς ὀξύτητος σφο‐ δρότητος οὔσης; ἢ ἡ φωνή ἐστιν ἀέρος κίνησις, καὶ ἡ θάττων
35ὀξυτέρα; ῥᾷον δὲ καὶ θᾶττον ὁ ὀλίγος τοῦ πολλοῦ κινεῖται ἀήρ. κινεῖται δὲ ἢ συγκρινόμενος ἢ διακρινόμενος ὑπὸ θερ‐ μοῦ. ἐπεὶ δὲ ἡ μὲν εἰσπνοή ἐστι ψυχροῦ εἰσαγωγή, συγκρί‐ νοιτ’ ἂν ἐν αὐτῇ ὁ ἐν ἡμῖν ἀήρ· ἡ δὲ ἐκπνοή, θερμοῦ κινή‐
σαντος ἀέρα, γίνοιτ’ ἂν ἡ φωνή· ἐκπνέοντες γάρ, οὐκ εἰσ‐Column end
Prob
.

900b

πνέοντες φωνοῦμεν. ἐπεὶ δὲ τὰ νέα θερμότερά ἐστι τῶν πρεσ‐ βυτέρων καὶ τοὺς ἐν αὑτοῖς πόρους στενωτέρους ἔχει, ἐλάττω ἂν ἀέρα ἔχοι ἐν ἑαυτοῖς. ὄντος δὲ τοῦ τε κινουμένου ἐλάττονος καὶ τοῦ κινοῦντος θερμοῦ πλείονος ἐν αὐτοῖς, θᾶττον ἂν δι’ ἄμφω
5ἡ κίνησις γένοιτο τοῦ ἀέρος· ἡ δὲ θάττων ὀξυφωνοτέρα ἂν εἴη διὰ τὰ προειρημένα. Διὰ τί οἱ κλαίοντες ὀξὺ φθέγγονται, οἱ δὲ γελῶντες βαρύ; ἢ ὅτι οἱ μὲν κλαίοντες συντείνοντες καὶ συνάγοντες τὸ στόμα φωνοῦσιν; τῇ τε δὴ συντονίᾳ κινεῖται ταχὺ ὁ ἐν
10αὐτοῖς ἀὴρ, καὶ τῷ διὰ στενοῦ τοῦ στόματος φέρεσθαι θᾶττον φέρεται· δι’ ἄμφω οὖν ὀξεῖα γίνεται ἡ φωνή. οἱ δὲ γελῶν‐ τες ἀνέντες τὸν τόνον γελῶσι καὶ κεχηνότες. ἐκπέμποντες οὖν διὰ τοῦτ’ εὐρέως καὶ βραδέως τὸν ἀέρα εἰκότως βαρυφω‐ νοῦσιν.
15 Διὰ τί οἱ ἄγονοι, οἷον παῖδες, γυναῖκες, καὶ οἱ ἤδη γέροντες καὶ οἱ εὐνοῦχοι, ὀξὺ φθέγγονται, οἱ δὲ ἄνδρες βαρύ; ἢ καθάπερ ἡ γραμμὴ καὶ τὰ ἄλλα λεπτὰ ἓν διάστημα ἔχει, τὰ δὲ παχέα πλείω, οὕτω καὶ ἡ λεπτὴ φωνὴ ἓν ἂν ἔχοι διάστημα. ῥᾷον δὲ καὶ ποιῆσαι καὶ κινῆσαι ἐστὶν ἓν ἢ
20πλείω. ἐχόντων οὖν τῶν προειρημένων πνεῦμα ἀσθενές, κινεῖ αὐτῷ ἀέρα ὀλίγον. ἐλάχιστος δέ ἐστιν ὁ ἓν διάστημα ἔχων· ὃς ἔσται λεπτὸς διὰ τὰ προειρημένα. καὶ ἡ ἀπ’ αὐτοῦ φωνὴ γινομένη τοιαύτη· ἡ δὲ λεπτὴ φωνὴ ὀξεῖά ἐστιν. οἱ μὲν οὖν ἄγονοι διὰ ταῦτα ὀξύφωνοί εἰσιν· οἱ δὲ ἄνδρες ἰσχύοντες
25τῷ πνεύματι πολὺν ἀέρα κινοῦσι, πολὺς δὲ ὢν βραδέως ἂν κινοῖτο καὶ βαρεῖαν φωνὴν ποιεῖ. ἐποίει γὰρ ἥ τε λεπτὴ καὶ ἡ ταχεῖα κίνησις ὀξεῖαν φωνήν, ὧν οὐδέτερον ἐπὶ τοῦ ἀν‐ δρὸς συμβαίνει γίνεσθαι. Διὰ τί αἱ φωναὶ βαρύτεραι ἡμῖν εἰσὶ τοῦ χειμῶνος;
30ἢ ὅτι παχύτερος ὁ ἀήρ ἐστι τότε, καὶ ὁ ἐν ἡμῖν καὶ ὁ ἐκτός; παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις γίνεται, ὥστε ἡ φωνὴ βαρυτέρα. ἔτι ὑπνωτικώτεροί ἐσμεν τοῦ χειμῶνος ἢ τοῦ θέρους, καὶ καθεύδομεν πλείω χρόνον· ἐκ δὲ τῶν ὕπνων βαρύτεροί ἐσμεν. ἐν ᾧ οὖν πλείονα χρόνον καθεύδομεν ἢ ἐγρηγόραμεν
35(οὗτος δέ ἐστιν ὁ χειμών), ἐν τούτῳ ἂν εἴημεν βαρυφωνότεροι ἢ ἐν ᾧ τοὐναντίον. τοῦ γὰρ μεταξὺ τῆς ἐγέρσεως ὄντος ὀλίγου χρόνου, ἡ ἐν τῷ ὕπνῳ ἕξις γενομένη διαμένει πρὸς τὴν κα‐ θύπνωσιν.
Διὰ τί ἐκ τῶν πότων καὶ τῶν ἐμέτων καὶ ἐν τοῖς ψύ‐
Prob
.

901a

χεσι βαρύτερον φθέγγονται; ἢ διὰ τὴν ἔμφραξιν τοῦ φά‐ ρυγγος τὴν γινομένην ὑπὸ τοῦ φλέγματος; ἐπικατασπᾷ γὰρ ῥευμάτιον εἰς αὐτόν· καὶ τοῖς μὲν ὁ ἔμετος ἢ ὁ πότος, τοῖς δὲ ἡ ὥρα καὶ τὸ συμπλήρωμα στενώτερον ποιεῖ τὸν φά‐
5ρυγγα, ὥστε βραδυτέρα γίνεται ἡ φορὰ τοῦ πνεύματος. ἡ δὲ βραδεῖα φορὰ βαρεῖαν ποιεῖ τὴν φωνήν. Διὰ τί ἐγγύθεν μὲν ἡ βαρυτέρα μᾶλλον ἐξακούεται, πόρρωθεν δὲ ἧττον; ἢ διότι ἡ βαρυτέρα φωνὴ πλείω μὲν ἀέρα κινεῖ, οὐκ εἰς μῆκος δέ; πόρρωθεν μὲν οὖν ἧττον ἀκούο‐
10μεν, διότι ἐπ’ ἔλαττον κινεῖται, ἐγγύθεν δὲ μᾶλλον, διότι πλείων ἡμῖν ἀὴρ πρὸς τὸ αἰσθητήριον προσπίπτει. ἡ δὲ ὀξεῖα πόρρω ἀκούεται, ὅτι λεπτοτέρα ἐστί, τὸ δὲ λεπτὸν τὴν εἰς μῆκος αὔξησιν ἔχει. λέγοι δ’ ἄν τις ὅτι καὶ θάττων ἐστὶν ἡ ποιοῦσα αὐτὴν κίνησις. εἴη δ’ ἂν τοῦτο, εἰ πυκνὸν μὲν στενὸν
15δ’ εἴη τὸ κινοῦν πνεῦμα τὸν ἀέρα. ὅ τε γὰρ ὀλίγος εὐκινη‐ τότερός ἐστιν ἀήρ (κινεῖται γὰρ ὀλίγος ὑπὸ τοῦ στενοῦ), καὶ τὸ πυκνὸν πλείους πληγὰς ποιεῖ, αἳ τὸν ψόφον ποιοῦσιν. ἰδεῖν δ’ ἔστι τοῦτο ἐπὶ τῶν ὀργάνων· αἱ γὰρ λεπτότεραι χορδαὶ ὀξύτεραί εἰσι, τῶν ἄλλων τῶν αὐτῶν ὑπαρχόντων αὐταῖς.
20 Διὰ τί ἡ φωνὴ ὀξυτέρα φαίνεται τοῖς μακροτέραν ἀφεστηκόσι, τοῦ ὀξέος ὄντος ἐν τῷ ταχέως φέρεσθαι; τὸ δὲ μακροτέρω φερόμενον βραδύτερον κινεῖται. ἢ ὅτι ἡ ὀξύτης τῆς φωνῆς οὐ μόνον ἐστὶν ἐν τῷ ταχέως κινεῖσθαι, ἀλλὰ καὶ ἐν τῷ λεπτότατον ψόφον γίνεσθαι· τοῖς δὲ μακροτέραν
25ἀφεστηκόσιν ἀεὶ λεπτοτέρα ἡ φωνὴ ἀφικνεῖται διὰ τὴν ὀλιγότητα τοῦ ἀέρος τοῦ κινουμένου. μαραίνεται γὰρ ἡ κίνη‐ σις, μαραινόμενος δὲ ὁ ἀριθμὸς μὲν εἰς τὸ ἓν τελευτᾷ, σῶμα δὲ εἰς διάστημα ἕν, ὅ ἐστιν ἐν σώματι λεπτότης. ὁμοίως δὲ [καὶ] ἐν φωνῇ.
30 Διὰ τί καὶ οἱ γεγυμνασμένοι καὶ οἱ ἀσθενεῖς ὀξὺ φθέγγονται; ἢ ὅτι οἱ μὲν ἀσθενεῖς ὀλίγον ἀέρα κινοῦσιν, ὁ δὲ ὀλίγος τοῦ πλείονος θᾶττον φέρεται· οἱ δὲ γεγυμνασμέ‐ νοι ἰσχυρῶς κινοῦσι τὸν ἀέρα, ὁ δὲ ἰσχυρῶς κινούμενος ἀὴρ θᾶττον φέρεται. τὸ δὲ ταχὺ ἐν φορᾷ ἐν φωνῇ ὀξύ ἐστιν.
35Διὰ τί τοῖς μετὰ τὰ σιτία κεκραγόσιν ἡ φωνὴ δια‐Column end
Prob
.

901b

φθείρεται; καὶ πάντας ἂν ἴδοιμεν τοὺς φωνασκοῦντας, οἷον ὑποκριτὰς καὶ χορευτὰς καὶ τοὺς ἄλλους τοὺς τοιούτους, ἕωθέν τε καὶ νήστεις ὄντας τὰς μελέτας ποιουμένους. ἢ τὸ διαφθεί‐ ρεσθαι τὴν φωνὴν οὐθὲν ἕτερόν ἐστιν ἢ τὸν τόπον διαφθείρε‐
5σθαι καθ’ ὃν τὸ πνεῦμα διεξέρχεται; διὸ καὶ οἱ βραγχιῶν‐ τες διαφθείρονται τὰς φωνάς, οὐ τῷ τὸ πνεῦμα γίνεσθαι χεῖρον, ὃ ποιεῖ τὴν φωνήν, ἀλλὰ τῷ τετραχύνθαι τὴν ἀρ‐ τηρίαν. ὑπὸ δὲ τῆς θερμασίας τῆς σφοδρᾶς μάλιστα τρα‐ χύνεσθαι πέφυκεν ὁ τόπος οὗτος. διὸ καὶ οὔθ’ οἱ πυρέττον‐
10τες οὔτε οἱ σφόδρα πεπυρεχότες εὐθὺς μετὰ τὴν ἄνεσιν τοῦ πυρετοῦ ᾄδειν δύνανται· τετράχυνται γὰρ ὁ φάρυξ αὐτοῖς διὰ τὴν θερμασίαν. ἀπὸ δὲ τῶν σιτίων εἰκὸς εἶναι τὸ πνεῦμα καὶ πολὺ καὶ θερμόν· τὸ δὲ τοιοῦτον εὔλογόν ἐστι διεξιὸν ἑλκοῦν τε καὶ τραχύνειν τὴν ἀρτηρίαν· τούτου δὲ συμ‐
15βαίνοντος εἰκότως ἡ φωνὴ διαφθείρεται. Διὰ τί, εἴπερ ἡ φωνή ἐστιν ἀήρ τις ἐσχηματισμένος καὶ φερόμενος, διαλύεται πολλάκις τὸ σχῆμα, ἡ δὲ ἠχώ, ἣ γίνεται πληγέντος τοῦ τοιούτου πρός τι στερεόν, οὐ διαλύεται αὕτη, ἀλλὰ σαφῶς ἀκούομεν αὐτῆς; ἢ ὅτι ἀνάκλασίς ἐστιν,
20ἀλλ’ οὐ κατάκλασις; οὕτω δὲ τό θ’ ὅλον διαμένει, καὶ δύο μέρη ὁμοιοσχήμονα ἐξ αὐτοῦ γίνεται· πρὸς ὁμοίαν γὰρ γωνίαν ἐστὶν ἡ ἀνάκλασις. διὸ καὶ ὁμοία γίνεται ἡ τῆς ἠχοῦς φωνὴ τῇ ἐξ ἀρχῆς. Διὰ τί τῶν μὲν ἄλλων ζῴων τὰ νέα καὶ νήπια ὀξύ‐
25τερον φθέγγονται τῶν τελείων, οἱ δὲ μόσχοι βαρύτερον τῶν τελείων βοῶν; ἢ ὅτι ἐν ἑκάστῳ γένει τὸ νήπιον ὅμοιόν ἐστι τῷ ἐν αὐτῷ θήλει; τῶν βοῶν δὲ αἱ θήλειαι βαρύτερον φθέγγονται τῶν ἀρρένων, οἱ δὲ μόσχοι ταύταις ὁμοιότεροί εἰσιν ἢ τοῖς ἄρρεσιν· τὰ δὲ ἄλλα τοὐναντίον.
30 Διὰ τί, ὅταν ἀχυρωθῶσιν αἱ ὀρχῆστραι, ἧττον οἱ χο‐ ροὶ γεγώνασιν; ἢ διὰ τὴν τραχύτητα προσπίπτουσα ἡ φωνὴ οὐ πρὸς λεῖον τὸ ἔδαφος ἧττον γίνεται μία, ὥστ’ ἐλάτ‐ των; οὐ γὰρ συνεχής. ὥσπερ καὶ τὸ φῶς ἐπὶ τῶν λείων μᾶλλον [φαίνει] διὰ τὸ μὴ διαλαμβάνεσθαι τοῖς ἐμπο‐
35δίζουσιν.
Prob
.

902a

Διὰ τί ποτε ὁ ἅλς, ὅταν εἰς πῦρ ἐμβληθῇ, ψοφεῖ; ἢ ὅτι ὁ ἃλς ὑγρὸν ἔχει οὐ πολύ, ὃ ὑπὸ τοῦ θερμοῦ ἐκπνευ‐ ματούμενον καὶ βίᾳ ἐκπῖπτον σχίζει τὸν ἅλα; τὸ δὲ σχι‐ ζόμενον ἅπαν ψοφεῖ.
5 Διὰ τί ποτε τῶν παιδίων ἔνια, πρὶν ἥκειν τὴν ἡλι‐ κίαν ἐν ᾗ σαφηνίζειν ὥρα αὐτοῖς, φθεγξάμενα καὶ σαφῶς εἰπόντα πάλιν ὁμοίως διάγουσιν, ἕως ἂν ἔλθῃ ὁ εἰωθὼς χρόνος; ἃ δὴ πολλοὶ τέρατα νομίζουσιν εἶναι. ἤδη δ’ ἔνια λέγεται καὶ εὐθὺς γινόμενα φθέγξασθαι. ἢ ὅτι ὡς μὲν
10ἐπὶ πολὺ τὰ πλείω τε τῶν γινομένων γίνεται κατὰ φύ‐ σιν, διὸ ὀλίγοις τοῦτο συμβαίνει, καὶ φύσει ἅμα κατάλ‐ ληλα τελειοῦται· διὸ καὶ ἀκούει τε ἅμα καὶ φωνεῖ καὶ ξυνίησι κατὰ τὴν ἀκοὴν καὶ λέγει καὶ σαφηνίζει. οὐ μὴν ἀλλὰ πολλάκις οὐκ ἀπαρτίζει τὰ αὐτά, ἀλλὰ τὰ μὲν
15ξυνίησι πρότερον ἢ τοῦτο τὸ μόριον ἀπολυθῆναι ᾧ διαλέ‐ γεται, τοῖς δὲ τοὐναντίον. ταῦτα μὲν οὖν οὐκ ἂν διαλεχθείη συνετῶς (ἃ γὰρ ἂν ἀκούσωσι, διαλέγονται)· ἀλλ’ ὅταν ἥκῃ καιρὸς ἀμφοῖν, ἀποδιδόασι τὸ κατὰ φύσιν. ὅσοις δὲ ἔμ‐ προσθεν ἡ κατὰ τὴν ἀκοὴν αἴσθησις διακριβοῦται ἐν τῇ
20ψυχῇ, ᾧ πρώτῳ κινοῦσι τὴν φωνὴν καὶ ποιοῦσι λόγον, τού‐ τοις ἐνίοτε γίνεται ἤδη ξυνιεῖσι πολλὰ καὶ δύναμίς τις τοῦ μορίου καὶ ἀπόλυσις, μάλιστα μὲν μετὰ ὕπνον τινά (τούτου δ’ αἴτιον ὅτι ὁ ὕπνος καὶ τὰ σώματα νωθρότερα ποιεῖ καὶ τὰ μόρια ἀναπαύσας), εἰ δὲ μή, καὶ ἄλλην μεταβολὴν
25λαβόντα τοιαύτην. πολλὰ δὲ ἔχομεν τοιαῦτα ποιεῖν, ἃ μικρῶν δεῖται καιρῶν· κἄπειτα οὐκέτι ὁμοίως ἔχει, ὅταν οὕτω τύχῃ τὸ μόριον ἔχον καὶ ἀπολυθέν· ὅταν ἐπιπολῆς ᾖ ἐν τῇ αἰσθήσει ὧν ἐκινήθη διάνοια, κατὰ τὴν ἀκοὴν τοῦτο ἐπανῆλθε καὶ ἐφθέγξατο. πολλάκις δὲ καὶ μέλη καὶ ῥή‐
30ματα ἐπέρχεται οὐκ ἐκ προαιρέσεως ἡμῖν· ἀλλ’ ἐὰν τὸ πρῶτον προελόμενοι εἴπωμεν, ὕστερον ἄνευ προαιρέσεως λέ‐ γομεν ἢ ᾄδομεν, καὶ οὐ δύναται ἐκ τοῦ στόματος ἐξελθεῖν. οὕτω καὶ τοῖς παιδίοις, ὅταν συμβῇ τοῦτο λεπτόν, εἶτα πά‐ λιν καταστῇ εἰς τὴν φύσιν ἐκεῖνο τὸ μόριον, ἕως ἂν ἡ ὥρα
35ἔλθῃ ἰσχῦσαι αὐτὸ καὶ ἀποκριθῆναι. Διὰ τί ἔνια ψοφεῖ καὶ κινεῖται ἐξαίφνης, οἷον τὰ κιβώτια, οὐδενὸς αἰσθητοῦ κινοῦντος; καίτοι κρεῖττον γέγονε τὸ κινοῦν τοῦ κινουμένου. ὁ δὲ αὐτὸς λόγος καὶ φθορᾶς καὶ
γήρως· ὑπὸ ἀναισθήτου γὰρ φθείρεται τὰ λεγόμενα ὑπὸColumn end
Prob
.

902b

τοῦ χρόνου πάντα. ἢ ὅμοιον τοῦτο τοῖς σταλαγμοῖς καὶ τοῖς ὑπὸ τῶν ἐκφυομένων αἰρομένοις λίθοις; οὐ γὰρ τὸ τελευ‐ ταῖον αἴρει ἢ κινεῖ, ἀλλὰ τὸ συνεχές. ἐπὶ δὲ τούτου συνέβη ἀναισθήτου ὄντος αἰσθητὴν γίνεσθαι τὴν κίνησιν. οὕτω δὲ
5καὶ τὸ περιεχόμενον αἰσθητοῖς χρόνοις κινεῖται καὶ διαι‐ ρεῖται εἰς ἀναίσθητα, τῷ δὲ παντὶ καὶ συνεχεῖ ἐκίνησε καὶ διέφθειρεν. συνεχὲς δέ ἐστιν οὐκ ἐν τῷ νῦν, ἀλλ’ ἐν τῷ ὡρισμένῳ χρόνῳ ὑπὸ τοῦ νῦν. Διὰ τί οἱ χασμώμενοι ἧττον ἀκούουσιν; ἢ ὅτι τοῦ
10ἐξιόντος πνεύματος ἐν τῇ χάσμῃ πολὺ καὶ εἰς τὰ ὦτα χωρεῖ ἔσωθεν, ὥστε καὶ τῇ αἰσθήσει ἐπίδηλον εἶναι τὴν κί‐ νησιν ἣν ποιεῖ περὶ τὴν ἀκοήν, μάλιστα δ’ ἐκ τῶν ὕπνων; ὁ δὲ ψόφος ἀὴρ ἢ πάθος ἀέρος ἐστίν. ἀντιπαίοντος οὖν τοῦ ἔσωθεν εἰσέρχεται ὁ ἔξωθεν ψόφος, καὶ ὑπὸ τῆς κινήσεως
15καὶ τοῦ ἔξωθεν ψόφου ἐκκρούεται ἡ κίνησις. Διὰ τί ἰσχνόφωνοι παῖδες ὄντες μᾶλλον ἢ ἄνδρες; ἢ ὥσπερ καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν ἀεὶ ἧττον κρα‐ τοῦσι παῖδες ὄντες, καὶ ὅσοι ἐλάττους οὐ δύνανται βαδίζειν, ὁμοίως καὶ τῆς γλώττης οἱ νεώτεροι οὐ δύνανται; ἐὰν δὲ
20παντάπασι μικροὶ ὦσιν, οὐδὲ φθέγγεσθαι δύνανται ἀλλ’ ἢ ὥσπερ τὰ θηρία, διὰ τὸ μὴ κρατεῖν. εἴη δ’ ἂν οὐ μόνον ἐπὶ τοῦ ἰσχνοφώνου, ἀλλὰ καὶ τραυλοὶ καὶ ψελλοί. ἡ μὲν οὖν τραυλότης τῷ γράμματός τινος μὴ κρατεῖν, καὶ τοῦτο οὐ τὸ τυχόν, ἡ δὲ ψελλότης τῷ ἐξαίρειν τι, ἢ γράμμα ἢ
25συλλαβήν, ἡ δὲ ἰσχνοφωνία ἀπὸ τοῦ μὴ δύνασθαι ταχὺ συνάψαι τὴν ἑτέραν συλλαβὴν πρὸς τὴν ἑτέραν. ἅπαντα δὲ δι’ ἀδυναμίαν· τῇ γὰρ διανοίᾳ οὐχ ὑπηρετεῖ ἡ γλῶττα. ταὐτὸ δὲ τοῦτο καὶ οἱ μεθύοντες πάσχουσι καὶ οἱ πρεσβῦ‐ ται· ἧττον δὲ πάντα συμβαίνει.
30 Διὰ τί ἡ φωνὴ τρέμει καὶ τῶν ἀγωνιώντων καὶ τῶν δεδιότων; ἢ ὅτι σείεται ἡ καρδία τοῦ θερμοῦ ἐξιόντος; ἀμ‐ φοτεράκις δὲ πάσχουσι τοῦτο· καὶ γὰρ τοῖς ἀγωνιῶσι συμ‐ βαίνει καὶ τοῖς φοβουμένοις. σειομένης δὲ οὐ γίνεται μία ἡ πληγὴ ἀλλὰ πλείους, ὥσπερ ἡ τῶν παρανενευρισμένων
35χορδῶν. Διὰ τί οἱ μὲν ἀγωνιῶντες βαρὺ φθέγγονται, οἱ δὲ φοβούμενοι ὀξύ; ἢ ὅτι τοῖς μὲν φοβουμένοις καταψύχεται ὁ τόπος ὁ περὶ τὴν καρδίαν, κάτω ὁρμῶντος τοῦ θερμοῦ,
ὥστε ὀλίγον ἀέρα κινοῦσιν; ἡ γὰρ ἰσχὺς ἐν τῷ θερμῷ· τοῖς
Prob
.

903a

δὲ ἄνω φέρεται τὸ θερμόν, ὥσπερ τοῖς αἰσχυνομένοις· δι’ αἰσχύνην γὰρ καὶ ἀγωνιῶσιν. τοῖς δὲ αἰσχυνομένοις ἄνω φέρεται πρὸς τὸ πρόσωπον· σημεῖον δὲ ὅτι ἐξέρυθροι γί‐ νονται μᾶλλον. συντήκει οὖν καὶ παχὺν ποιεῖ τὸν ἀέρα
5ᾧ φθέγγονται· ὁ δὲ τοιοῦτος βραδέως ὠθεῖται· τὸ δὲ βραδὺ ἐν φωνῇ βαρύ ἐστιν. Διὰ τί εὐηκοωτέρα ἡ νὺξ τῆς ἡμέρας ἐστίν; πότερον ὥσπερ Ἀναξαγόρας φησί, διὰ τὸ τῆς μὲν ἡμέρας σίζειν καὶ ψοφεῖν τὸν ἀέρα θερμαινόμενον ὑπὸ τοῦ ἡλίου, τῆς δὲ
10νυκτὸς ἡσυχίαν ἔχειν ἅτε ἐκλελοιπότος τοῦ θερμοῦ, εἶναι δὲ μᾶλλον ἀκουστὸν μηθενὸς ὄντος ψόφου; ἢ ὅτι διὰ τοῦ κε‐ νωτέρου μᾶλλον ἀκουστόν ἐστιν ἢ διὰ τοῦ πλήρους; ἔστι δὲ τῆς μὲν ἡμέρας ὁ ἀὴρ πυκνὸς ἅτε πεπληρωμένος ὑπὸ τοῦ φω‐ τὸς καὶ τῶν ἀκτίνων, τῆς δὲ νυκτὸς ἀραιότερος διὰ τὸ ἀπε‐
15ληλυθέναι ἐξ αὐτοῦ τὸ πῦρ καὶ τὰς ἀκτῖνας, σώματα ὄντα. ἢ ὅτι τῆς μὲν ἡμέρας τὰ σώματα πρὸς πολλὰ τὴν διάνοιαν ἕλκει· διὸ οὐκ εὐκρινές ἐστι πρὸς τὴν ἀκοήν. καὶ τῷ πράτ‐ τειν ἡμᾶς πάντα μᾶλλον ἐν τῇ ἡμέρᾳ ἢ τῇ νυκτί, καὶ αὐτὰ περὶ τὰς πράξεις ἐστίν. χωρισθεῖσα δὲ αἴσθησις διανοίας
20καθάπερ ἀναίσθητον πόνον ἔχει, ὥσπερ εἴρηται τὸ νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει. νυκτὸς δὲ τῆς ὄψεως ἀργούσης καὶ τῆς διανοίας μᾶλλον ἠρεμούσης ὁ τῆς ἀκοῆς πόρος μᾶλλον ἀνεῳγμένος, καθάπερ τῆς ἡμέρας, δεκτικὸς μέν ἐστι τῶν ἤχων ὁμοίως, ἐξαγγελτικὸς δὲ μᾶλλον τῇ διανοίᾳ διὰ τὸ
25μήτε αὐτὴν ἐνεργεῖν μήθ’ ὑπὸ τῆς ὄψεως παρενοχλεῖσθαι, καθάπερ καὶ τῆς ἡμέρας. Διὰ τί οἱ ἄγονοι, οἷον παῖδες καὶ γυναῖκες καὶ οἱ ἤδη γέροντες καὶ οἱ εὐνοῦχοι, ὀξὺ φθέγγονται, οἱ δὲ ἄνδρες βαρύτερον; ἢ δι’ ἀσθένειαν τοῦ κινοῦντος μορίου τὸν ἀέρα;
30ὀλίγον γὰρ τὸ ἀσθενὲς κινεῖ, ὁ δὲ ὀλίγος ταχὺ φέρεται, τὸ δὲ ταχὺ φερόμενον ὀξύ. ἢ διότι ὁ πόρος ὁ πρῶτος, δι’ οὗ ἡ φωνὴ φέρεται, τοῖς μὲν ἀγόνοις μικρός, ὥστε ὀλίγον ἐξ αὐτοῦ τὸ ὠθοῦν τὸν ἀέρα, ὀλίγος δὲ ὢν ταχὺ φέρεται δι’ εὐρέος τοῦ ἄνω φάρυγγος· ἀκμάζουσι δὲ καὶ ἀνδρου‐
35μένοις διίσταται οὗτος, ὥσπερ καὶ ἐπὶ τοὺς ὄρχεις, ὥστε καὶ πλείων ἐστὶν ὁ ὠθούμενος. βραδύτερον οὖν διιὼν βαρὺς γίνεται.
Διὰ τί οἱ ἰσχνόφωνοι οὐ δύνανται διαλέγεσθαι μι‐Column end
Prob
.

903b

κρόν; ἢ ὅτι ἴσχονται τοῦ φωνεῖν, ἐμποδίζοντός τινος; οὐκ ἴσης δὲ ἰσχύος οὐδ’ ὁμοίας κινήσεως, μὴ ἐμποδίζοντός τε τὴν κίνησιν μηδενὸς καὶ ἐμποδίζοντος, βιάσασθαι δεῖ. ἡ δὲ φωνὴ κίνησίς ἐστι· μεῖζον δὲ φθέγγονται μᾶλλον οἱ τῇ
5ἰσχύϊ χρώμενοι. ὥστ’ ἐπεὶ ἀνάγκη ἀποβιάζεσθαι τὸ κω‐ λῦον, ἀνάγκη μεῖζον φθέγγεσθαι τοὺς ἰσχνοφώνους. Διὰ τί δὲ ἀγωνιῶντες μὲν μᾶλλον ἰσχνόφωνοι γίνον‐ ται, ἐν δὲ ταῖς μέθαις ἧττον; ἢ ὅτι ἀποπληξίᾳ ὅμοιόν ἐστι τὸ πάθος μέρους τινὸς τῶν ἐντός, ὃ ἀδυνατοῦσι κινεῖν,
10ἐμποδίζοντος διὰ τὴν κατάψυξιν; ὁ μὲν οὖν οἶνος φύσει θερμὸς ὢν λύει τὴν κατάψυξιν μᾶλλον, ἡ δὲ ἀγωνία ποιεῖ· φόβος γάρ τις ἡ ἀγωνία, ὁ δὲ φόβος κατάψυξις. Διὰ τί ἔξωθεν εἰς τὰς οἰκίας εἰσακούεται μᾶλλον ἢ ἔσωθεν ἔξω; ἢ ὅτι ἔσωθεν ὁ ψόφος διὰ τὸ ἀχανὲς εἶναι
15διασπᾶται, ὥστε οὐχ ἱκανὸν ἕκαστον μέρος ἀκουσθῆναι, ἢ ἧττον; ἔξωθεν δὲ ἔσω εἰς ἐλάττω τόπον καὶ ἀέρα ἑστῶτα ἡ φωνὴ βαδίζουσα ἀθρόα ἔρχεται, ὥστε μείζων οὖσα ἀκούεται μᾶλλον. Διὰ τί οἱ ἰσχνόφωνοι μελαγχολικοί; ἢ ὅτι τὸ τῇ
20φαντασίᾳ ἀκολουθεῖν ταχέως τὸ μελαγχολικὸν εἶναι ἐστίν, οἱ δὲ ἰσχνόφωνοι τοιοῦτοι· προτερεῖ γὰρ ἡ ὁρμὴ τοῦ λέγειν τῆς δυνάμεως αὐτοῖς, ὡς θᾶττον ἀκολουθούσης τῆς ψυχῆς τῷ φανέντι. καὶ οἱ τραυλοὶ δὲ ὡσαύτως· βραχύτερα γὰρ τὰ μόρια ταῦτα τοῖς τοιούτοις. σημεῖον δέ· οἰνωμένοι γὰρ
25τοιοῦτοι γίνονται, ὅτε μάλιστα τοῖς φαινομένοις ἀκολουθοῦσι, καὶ οὐ τῷ οἴνῳ. Διὰ τί τὰ πράσα συμφέρει πρὸς εὐφωνίαν, ἐπεὶ καὶ τοῖς πέρδιξιν; ἢ ὅτι καὶ τὰ σκόροδα ἑφθὰ λεαίνει, τὰ δὲ πράσα γλισχρότητα ἔχει τινά; ῥυπτικὸν δὲ τοῦ φάρυγγος.
30 Διὰ τί τὰ μὲν ἄλλα ὀξύτερον φθέγγεται σφοδρό‐ τερα ὄντα, ὁ δὲ ἄνθρωπος ἀσθενῶν; ἢ διότι ἐλάττω κινεῖ ἀέρα, οὗτος δὲ ταχὺ διέρχεται, τὸ δὲ ταχὺ ὀξὺν ποιεῖ τὸν ψόφον. Διὰ τί ἀκούουσι μᾶλλον κατέχοντες τὸ πνεῦμα ἢ
35ἐκπνέοντες; διὸ καὶ ἐν ταῖς θήραις παραγγέλλουσιν ἑαυτοῖς μὴ πνευστιᾶν. πότερον ὅτι τὸ αἰσθητικὸν ἄνω ἔρχεται αἰρο‐ μένων τῶν φλεβῶν; καθευδόντων γὰρ κάτω· διὸ καὶ μᾶλ‐
λόν τε ἐκπνέουσι καθεύδοντες ἢ εἰσπνέουσι, καὶ ἀνήκοοί εἰσιν.
Prob
.

904a

ἢ καὶ τὸ αἷμα ἀνέρχεται ἐκπεπνευκότος, ὥστε κενοῦται τὰ ἄνω; ἀκούουσι δὲ τῷ κενῷ. ἢ ὅτι ὁ φυσιασμὸς ψόφος τίς ἐστιν, οὗτος δὲ ἐν τῷ ἐκπνεῖν γινόμενος κωλύει ἀκούειν. Διὰ τί θᾶττον μὲν ψοφοῦσι καὶ πηδῶσιν οἱ μικροὶ
5ἅλες, μείζω δὲ ψοφοῦσι καὶ πηδῶσιν οἱ μεγάλοι; ἢ διότι οἱ μὲν ταχὺ σχίζονται (οὐ γὰρ πολὺ ὃ δεῖ διελθεῖν τῷ πυρί) διὰ τὴν μικρότητα, οἱ δὲ βραδέως· μεῖζον γὰρ ἔρ‐ γον τὸ μεῖζον διασχίσαι ἢ τὸ μικρόν. ψοφεῖ δὲ ὁ μὲν μικρὸς μικρόν, ἡ γὰρ πληγὴ μικρά, ὁ δὲ μείζων μεγάλα,
10μεγάλη γὰρ ἡ πληγή· ὁ δὲ ψόφος πληγή ἐστιν. καὶ πηδᾷ δὲ μᾶλλον τὸ ἰσχυρότερον, ἂν πληγῇ· ἧττον γὰρ ἐνδίδωσιν. Διὰ τί, ἐὰν εἰς πολὺ πῦρ ἐμβάλλῃ τις τὸ αὐτὸ μέ‐ γεθος ἁλός, ἧττον ψοφεῖ ἢ οὐ ψοφεῖ; ἢ ὅτι φθάνει κα‐ τακαυθεὶς πρὶν σχισθῆναι; καίεται μὲν γὰρ τῷ τὸ ὑγρὸν
15ἀναλωθῆναι, ψοφεῖ δὲ τῷ σχισθῆναι. Διὰ τί οἱ χασμώμενοι ἧττον ἀκούουσιν; ἢ ὅτι τὸ πνεῦμα ἐναπολαμβάνουσιν, τὸ δὲ ἀπολαμβανόμενον πνεῦμα περὶ τὰ ὦτα ἀθροίζεται. σημεῖον δέ· ἐν γὰρ τοῖς ὠσὶ ψό‐ φος γίνεται ὅταν χασμησώμεθα. τὸ δὲ ἀπολαμβανόμενον
20πνεῦμα κωλύει ἀκούειν. ἔτι δὲ καὶ φωνή τις γίνεται τῶν χα‐ σμωμένων· τοῦτο δὲ κωλυτικὸν τοῦ ἀκούειν. καὶ συμπιέζεσθαι ἀναγκαῖον τὰς ἀκοὰς διασπωμένου τοῦ στόματος. Διὰ τί τῆς φωνῆς, ἐπειδὴ ῥύσις τίς ἐστι, φύσιν ἐχού‐ σης ἄνω φέρεσθαι, μᾶλλόν ἐστιν εὐήκοος ἄνωθεν κάτω ἢ
25κάτωθεν ἄνω; ἢ ὅτι ἡ φωνὴ ἀήρ τίς ἐστι μεθ’ ὑγροῦ· βα‐ ρυνόμενος οὖν οὗτος ὑπὸ τοῦ ὑγροῦ φέρεται κάτω καὶ οὐκ ἄνω· τοῦ γὰρ ὑγροῦ κατὰ φύσιν ἡ κάτω φορά. διὸ τοῖς κάτω μᾶλλον ἀκούεται. ἢ τοῦτο μὲν ὑπὸ τῆς τοῦ ζῴου φωνῆς μόνον γίνεται (αὕτη γὰρ μεθ’ ὑγροῦ), τὸ δὲ συμ‐
30βαῖνόν ἐστι καὶ ἐπὶ τῶν ἄλλων ψόφων; καθάπερ οὖν ἡ ὄψις, ἐὰν μὲν ἄνωθεν κάτω προσπέσῃ, τὴν ἀνάκλασιν ἄνω ποιεῖται, κάτωθεν δὲ ἄνω προσπεσοῦσα ἀνεκλάσθη κάτω, τὸν αὐτὸν τρόπον ἡ φωνὴ ἡ φύσιν ἔχουσα ἄνω φέρεσθαι, προσκόψασα τῷ ἐξ ἐναντίας ἀέρι, βιάζεσθαι
35μὲν οὐ δύναται πλείονα ὄντα καὶ βαρύτερον, ἀνακλασθεὶς δὲ ὁ κινηθεὶς ἀὴρ ἐπὶ τοὐναντίον ἠνέχθη κάτω, διὸ κατα‐ χεόμενος ἀκούεται κάτω μᾶλλον. τοιοῦτο δὲ καὶ τὸ περὶ τὴν ἠχὼ συμβαῖνον ἐστίν, ἀνάκλασις τῆς φωνῆς ἐπὶ
τοὐναντίον.Column end
Prob
.

904b

Διὰ τί μεθυόντων μᾶλλον ἀπορρήγνυται ἡ φωνὴ ἢ νηφόντων; ἢ διὰ τὸ πεπληρῶσθαι ταχέως ἀπορρηγνύασι τὴν φωνήν; σημεῖον δὲ τούτου· οὔτε γὰρ οἱ χοροὶ μελε‐ τῶσιν ἐξ ἀρίστου οὔτε οἱ ὑποκριταί, ἀλλὰ νήστεις ὄντες. ἐν δὲ
5τῇ μέθῃ πληρέστεροι ὄντες εὐλόγως μᾶλλον ἀπορρήγνυνται τὰς φωνάς. Διὰ τί ποτε τῶν ὀξυτέρων φωνῶν πορρώτερον ἀκούου‐ σιν; ἢ διότι τὸ ὀξὺ ἐν φωνῇ ταχύ ἐστι, θᾶττον δὲ κινεῖ‐ ται τὰ βίᾳ μᾶλλον φερόμενα, τὰ δὲ σφοδρότερον φερό‐
10μενα ἐπὶ πλέον φέρεται. Διὰ τί κατέχοντες τὸ πνεῦμα μᾶλλον ἀκούομεν; ἢ ὅτι ἡ ἀνάπνευσις ψόφον τινὰ παρέχει. εἰκότως οὖν τότε μᾶλλον ἀκούομεν, ὅταν ἥττων ὁ ψόφος ᾖ· ἥττων γὰρ ὁ ψόφος, ὅταν κατέχωμεν τὸ πνεῦμα.
15 Διὰ τί τὸ μὲν φὼς οὐ διέρχεται διὰ τῶν πυκνῶν, λεπτότερον ὂν καὶ πόρρω ὂν καὶ θᾶττον, ὁ δὲ ψόφος διέρχεται; ἢ διότι τὸ μὲν φῶς κατ’ εὐθεῖαν φέρεται, ὥστε ἂν ἀντιφράξῃ τι τὴν εὐθυωρίαν, ὅλως ἀποκέκλεισται, ὁ δὲ ψόφος φέρεται καὶ οὐκ εὐθὺ διὰ τὸ πνεῦμα εἶναι;
20διὸ πανταχόθεν ψοφοῦντες ἀκούομεν, καὶ οὐ μόνον τῶν κατ’ εὐθυωρίαν τοῖς ὠσίν. Διὰ τί ποτε οἱ μὲν γελῶντες βαρὺ φθέγγονται, οἱ δὲ κλαίοντες ὀξύ; ἢ διότι ἀπὸ τῶν συντόνων ὀξεῖα ἡ φωνή, τὸ δὲ ὀξύ ἐστιν ἀσθενές; ἄμφω δὲ ταῦτα μᾶλλον
25τοῖς κλαίουσιν ὑπάρχει· καὶ γὰρ συντέτανται μᾶλλον οἱ κλαίοντες καὶ ἀσθενέστεροί εἰσιν. Διὰ τί, εἴπερ ἡ φωνὴ ἀήρ τις ἐσχηματισμένος ἐστί, φερομένη διαλύεται πολλάκις τὸ σχῆμα, ἡ δὲ ἠχώ, ἣ γίνεται πληγέντος τοῦ τοιούτου πρός τι στερεόν, οὐ διαλύεται,
30ἀλλὰ σαφῶς ἀκούομεν; ἢ διότι ἀνάκλασίς ἐστιν, οὐ κα‐ τάκλασις; τοῦτο δὲ ὅλον ἀφ’ ὅλου. εἶτα τὸ πάθος ἀφ’ ὁμοίου· ἀπὸ γὰρ τοῦ ἀέρος ἀνακλᾶται ἐν τῷ κοίλῳ, οὐκ ἀπὸ τοῦ κοίλου. Διὰ τί ἑνός τε καὶ πολλῶν φθεγγομένων ἅμα οὔτε
35ἴσος ὁ φθόγγος, οὔτε ἐπὶ πλεῖον γεγωνόσιν ὡς κατὰ λό‐ γον εἰς τὸ πόρρω; ἢ ὅτι ἕκαστος τὸν καθ’ αὑτὸν ἀέρα προωθεῖ, ἀλλ’ οὐ τὸν αὐτόν, πλὴν ἐπὶ μικρόν; ὅμοιον δὴ συμβαί‐ νει ὥσπερ ἂν εἰ πολλοὶ μὲν εἶεν οἱ βάλλοντες, ἕκαστος
μέντοι λίθῳ ἑτέρῳ, ἢ οἵ γε πλεῖστοι. οὔτε γὰρ ἐκεῖ πόρρω
Prob
.

905a

οὐθὲν ἀφίξεται βέλος, ἢ οὐ κατὰ λόγον, οὔτε ἐνταῦθα. οὐ γὰρ ἑνὸς ἡ τοσαύτη φωνὴ ἀλλὰ πολλῶν. ἐγγύθεν μὲν οὖν κατὰ λόγον πολλὴ φαίνεται ἡ φωνή (καὶ γὰρ τὰ βέλη πλείω τεύξεται τοῦ αὐτοῦ), πόρρωθεν δὲ οὐκέτι.
5 Διὰ τί ἀγωνιῶντες μὲν βαρύτερον φθέγγονται, φο‐ βούμενοι δὲ ὀξύτερον; καίτοι καὶ ἡ αἰδὼς φόβος τίς ἐστιν. ἢ διαφέρει πολὺ τὸ πάθος; οἱ μὲν γὰρ αἰδούμενοι ἐρυθριῶ‐ σιν (ἡ δὲ ἀγωνία αἰσχύνη τίς ἐστιν), οἱ δὲ φοβούμενοι ὠχριῶσιν. φανερὸν οὖν ὅτι τοῖς μὲν φοβουμένοις ἐκλείπει
10ἄνωθεν τὸ θερμόν, ὥστε κινεῖ ἀσθενὲς ὂν ὀλίγον ἀέρα τὸ πνεῦμα, τὸ δὲ ὀλίγον ταχὺ φέρεται, τὸ δὲ ταχὺ ἐν φωνῇ τὸ ὀξύ· τοῖς δὲ αἰδουμένοις ἄνω ἔρχεται τὸ θερμὸν περὶ τὰ στήθη. σημεῖον δὲ ὅτι γίνονται ἐξέρυθροι. πολὺν δὲ κι‐ νεῖ ἀέρα ἡ πολλὴ δύναμις, τὸ δὲ πολὺ βραδέως φέρεται,
15τὸ δὲ βραδὺ ἐν φωνῇ βαρύ. Διὰ τί ἰσχνόφωνοι γίνονται; ἢ αἴτιον ἡ κατάψυξις τοῦ τόπου ᾧ φθέγγονται, ἣ ὥσπερ ἀποπληξία τοῦ μέρους τούτου ἐστίν; διὸ καὶ θερμαινόμενοι ὑπὸ οἴνου καὶ τοῦ λέγειν συνεχῶς ῥᾷον συνείρουσι τὸν λόγον.
20 Διὰ τί μόνον τῶν ἄλλων ζῴων ἄνθρωπος γίνεται ἰσχνόφωνον; ἢ ὅτι λόγου κοινωνεῖ μόνον, τὰ δὲ ἄλλα φω‐ νῆς; οἱ δὲ ἰσχνόφωνοι φωνοῦσι μέν, λόγον δὲ οὐ δύνανται συνείρειν. Διὰ τί τοῦ μὲν χειμῶνος ὀξύτερον φθέγγονται καὶ
25νήφοντες, θέρους δὲ καὶ μεθύοντες βαρύτερον; ἢ ὅτι ὀξυτέρα μέν ἐστιν ἡ ταχυτέρα, ταχυτέρα δέ ἐστιν ἡ ἀπὸ συντετα‐ μένου φωνή; τῶν δὲ νηφόντων καὶ ἐν τῷ χειμῶνι τὰ σώ‐ ματα συνέστηκε μᾶλλον ἢ μεθυόντων καὶ ἐν τῷ θέρει· τὸ γὰρ θερμὸν καὶ αἱ ἀλέαι διαλύουσι τὰ σώματα.
30 Διὰ τί ἡ φωνὴ ὕστατον τελειοῦται τοῖς ἀνθρώποις τῶν φθεγγομένων; ἢ διότι πλείστας ἔχει διαφορὰς καὶ εἴδη; τὰ γὰρ ἄλλα ζῷα ἢ οὐθὲν γράμμα ἢ ὀλίγα διαλέγονται. τὸ δὲ ποικιλώτατον καὶ πλείστας ἔχον διαφορὰς ἀνάγκη ἐν πλείστῳ χρόνῳ ἀποτελεῖσθαι.
35 Διὰ τί ἡ μὲν ὄψις οὐ διέρχεται διὰ τῶν στερεῶν, ἡ δὲ φωνὴ διέρχεται; ἢ ὅτι τῆς μὲν ὄψεως μία φορὰ ἡ κατ’ εὐθεῖαν (σημεῖον δὲ αἵ τε τοῦ ἡλίου ἀκτῖνες, καὶ ὅτι ἐξ ἐναντίας μόνον ὁρῶμεν), τῆς δὲ φωνῆς πολλαί; ἀκούομεν γὰρ πανταχόθεν. ὅταν οὖν κωλυθῇ κατ’ εὐθεῖαν ἐκπίπτειν
40διὰ τὸ μὴ κατ’ ἀλλήλους εἶναι τοὺς πόρους, ἀδυνατεῖ διο‐Column end
Prob
.

905b

ρᾶν. ὁ δὲ ἀὴρ καὶ ἡ φωνή, ἅτε πανταχοῦ φερομένη, διὰ παντὸς διαπίπτει καὶ ἀκούεται. ἐν δὲ τοῖς ὑγροῖς αἱ μὲν ὄψεις διορῶσιν, αἱ δὲ φωναὶ οὐκ ἀκούονται ἢ μόλις, λε‐ πτοτέρου ὄντος τοῦ ὑγροῦ ἢ τῆς γῆς, ὅτι οἱ πόροι μικροὶ
5καὶ πυκνοὶ καὶ κατ’ ἀλλήλους, ὥστε οὐ κωλύεται ἡ ὄψις εὐθυπορεῖν. διὰ τοῦτο καὶ διὰ μὲν τῆς ὑέλου διορᾶται πυκνῆς οὔσης, διὰ δὲ τοῦ νάρθηκος ἀραιοῦ ὄντος οὐ διορᾶται. ἔτι τῆς μὲν οἱ πόροι κατάλληλοι, τῶν δὲ παραλλάττοντες· οὐδὲν δ’ ὄφελος εἶναι μεγάλους, ἐὰν μὴ κατ’ εὐθεῖαν ὦσιν. ἡ δὲ
10φωνὴ οὐκ ἀκούεται, ὅτι ἐλάττω τὰ διάκενα τὰ ἐν τῷ ὕδατι τοῦ ἀέρος, ὥστε οὐ δύναται δέχεσθαι, οὐδὲ μεῖναι τὴν φωνήν, ἀλλὰ μόλις ἡ μετὰ φωνῆς. ἡ γὰρ φωνὴ ἀήρ τις. οὐ γὰρ ἅπαν τὸ μανότερον διιτικώτερον, ἂν μὴ καὶ οἱ πόροι ὦσιν ἁρμόττοντες τῷ διιόντι. ὥστ’ οὐδὲ συ‐
15νιτικώτερον εἰς αὑτό, ἂν μὴ δεκτικοὶ ὦσιν οἱ πόροι τῶν σωμάτων. καίτοι τὸ μανὸν μαλακὸν καὶ δυνάμενον εἰς αὑτὸ συνιέναι. ἀλλ’ ἔνια κωλύεται διὰ τὴν μικρότητα τῶν πόρων, οἷον ἡ ὕελος· ταύτης γὰρ οὐ συνάγονται, μανοτέ‐ ρας οὔσης τοῦ νάρθηκος, διὰ τὴν εἰρημένην αἰτίαν. ὁμοίως
20δὲ καὶ τὸ ὕδωρ καὶ εἴ τι ἄλλο τοιοῦτον. ὥστε καὶ τόδε φανερόν, διότι τοῦ μανοῦ καὶ μαλακοῦ ἢ αὐτοῦ ὄντος ἢ παραπλησίου τὴν φύσιν, οὐ τὸ μανότερον μᾶλλον συνάγεται εἰς αὑτό· ἡ γὰρ αὐτὴ αἰτία πάντων. Διὰ τί γίνεται ἐλάττων μὲν ἡ φωνὴ ἐξαιρουμένων,
25ὁμοία δὲ τὸν χαρακτῆρα; ἢ ὅτι ἐμέμικτο αὐτοῖς; τὸ δὲ μεμιγμένον οὐ τῇ μέν ἐστι τῇ δὲ οὔ, ἀλλὰ πάντῃ. ὁμοίως οὖν πανταχόθεν ἐξαιρουμένων συνέρχεται ὁμοίως, ὥστ’ ἔλαττόν τε ἀνάγκη καὶ ὅμοιον εἶναι. Διὰ τί ἰσχνόφωνοι γίνονται; πότερον διὰ θερμότητα
30προπετέστεροί εἰσιν, ὥστε προσπταίοντες ἐπίσχουσιν, ὥσπερ οἱ ὀργιζόμενοι; καὶ γὰρ οὗτοι πλήρεις ἄσθματος γίνονται. πολὺ μὲν οὖν τὸ πνεῦμα συμβαίνει. ἢ διὰ τὴν ζέσιν τοῦ θερμοῦ ἀσθμαίνουσιν, διὰ τὸ πολὺ εἶναι καὶ μὴ φθάνειν ὑπεξιὸν τῷ τῆς ἀναπνοῆς καιρῷ; ἢ μᾶλλον τοὐναντίον
35κατάψυξις ἢ θερμότης τοῦ τόπου ᾧ φθέγγονται, ὥσπερ ἀποπληξία τοῦ μέρους τούτου; διὸ καὶ θερμαινόμενοι ὑπὸ οἴνου καὶ τοῦ λέγειν συνεχῶς ῥᾷον συνείρουσι τὸν λόγον. Διὰ τί τοῦ χειμῶνος αἱ φωναὶ βαρύτεραι; ἢ ὅτι πα‐ χύτερος ὁ ἀήρ, παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις,
40ὥσθ’ ἡ φωνὴ βαρυτέρα. ἢ διότι διὰ τῶν στέρνων βραδύ‐
Prob
.

906a

τερον χωρεῖ ὁ ἀήρ, συμφράττεται δὲ τὸ περὶ τὸν φάρυγγα ὑπό τε τοῦ ψυχροῦ καὶ τοῦ ἐπιρρέοντος φλέγματος. Διὰ τί τὰ παιδία καὶ αἱ γυναῖκες καὶ οἱ εὐνοῦχοι καὶ οἱ γέροντες φθέγγονται ὀξύ; ἢ ὅτι θάττων κίνησίς ἐστιν
5ἡ ὀξυτέρα; ἔστι δὲ τὸ αὐτὸ πλείονος δυσκινητότερον, ὥστε οἱ ἐν ἀκμῇ πλείω συνεπισπῶνται τὸν ἀέρα· οὗτος οὖν βρα‐ δύτερον ἰὼν βαρυτέραν παρασκευάζει τὴν φωνήν. ἐν δὲ τοῖς παιδίοις καὶ εὐνούχοις διὰ τὸ ἐλάττω ἔχειν ἐναντίως. τρέμειν δὲ τοὺς πρεσβύτας οὐ δυναμένους κρατεῖν, ὥσπερ
10τοῖς ἀδυνάτοις καὶ παιδίοις, ὅταν μακρὸν ξύλον λάβωσιν ἀπ’ ἄκρου, τὸ ἕτερον ἄκρον σείεται διὰ τὸ μὴ κρατεῖν. διὰ τοῦτο καὶ οἱ πρεσβῦται τρέμουσιν. τὸ αὐτὸ δὲ ὑπο‐ ληπτέον καὶ ἐπὶ τῶν ἀγωνιώντων καὶ φοβουμένων καὶ ῥιγώντων αἴτιον τοῦ τρόμου τῆς φωνῆς. τοῦ γὰρ ἔχοντος
15τὴν φωνὴν τοιαύτην, τῶν τοιούτων παθῶν εἴσω περιεστη‐ κότος τοῦ πλείστου, λοιπὸν ὀλίγον ὂν οὐ δύναται κρατεῖν τῆς φωνῆς· διὸ καὶ σείεται καὶ τρέμει. διὸ καὶ οἱ τεχνι‐ κοὶ τῶν συνειδότων ὅτι ἀγωνιῶσι μικρὸν διαλέγονται ἀπ’ ἀρχῆς, καὶ ἄχρι οὗ ἂν καταστῶσιν· μικρᾶς γὰρ οὔσης
20τῆς φωνῆς ῥᾷον κρατοῦσιν.
22
ΙΒ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΕΥΩΔΗ. Διὰ τί τῶν θυμιαμάτων ἧττον αἰσθάνονται πλησίον ὄντες; πότερον ὅτι ἀκρατεστέρα κερασθεῖσα ἡ ἀπόρροια τῷ
25ἀέρι ἡδίων, ὥσπερ ἡ σμύρνη τῶν ἰατρῶν; ἢ καὶ τοὐναντίον εἴη ἄν, ὥστε ἀφαιρεῖσθαι τὸ πῦρ τὴν ὀσμὴν διὰ τὸ καίειν; ἡ γὰρ ὀσμὴ θυμιωμένων. διὸ καὶ ἐπὶ τῶν ἀνθράκων οὐκ ὄζει, πορρώτερον δὲ καθαρώτερον φαίνεται καὶ λεπτότατον τοῦτο.
30 Διὰ τί αἱ ὀσμαὶ ἧττον εὐώδεις τῶν θυμιαμάτων καὶ τῶν ἀνθῶν ἐκ τοῦ ἐγγύς; πότερον ὅτι συναπέρχεται τῇ ὀσμῇ καὶ γῆς μόρια, ἃ προκαταφέρεται διὰ βάρος, ὥστε καθαρὰ πορρώτερον γίνεται ἡ ὀσμή; ἢ οὔτε ἐγγὺς οὔσης τῆς ἀρχῆς πλεῖστον γίνεται τὸ ῥέον, οὔτε λίαν πόρρω; τὸ
35μὲν γὰρ οὔπω πολύ, τὸ δὲ διασπᾶται. Λέγεται γὰρ ὡς εὐώδη γίνεται τὰ δένδρα εἰς ἅπερ ἂν ἡ ἶρις κατασκήψῃ. πότερον οὖν ἀληθές ἐστιν ἢ ψεῦδος;
καὶ εἰ ἀληθές, διὰ τίν’ αἰτίαν εἴη τὸ συμβαῖνον; ὅτι μὲνColumn end
Prob
.

906b

οὖν οὔτε πάντα οὔτε ἀεί, δῆλον· πολλάκις γὰρ ἡ ἶρις μὲν γέγονε, τὰ δὲ δένδρα οὐθὲν ἐπίδηλα φαίνεται. ὅταν τε γέ‐ νηται τοῦτο, οὐκ ἐν πάσῃ γίνεται ὕλῃ, ἐπεὶ συμβαίνει γέ ποτε· διὸ καὶ λέγεται. τὸ δ’ αἴτιον κατὰ συμβεβηκὸς τῇ
5ἴριδι ἀποδοτέον, ἄλλως τε καὶ εἰ μή ἐστί τις φύσις ἡ ἶρις, ἀλλὰ τῆς ὄψεως πάθος ἀνακλωμένης. γίνεται δέ, ὥσπερ ἐλέχθη, οὐχ ὁπωσοῦν ἐχούσης τῆς ὕλης τὸ πάθος· οὔτε γὰρ ἐν τοῖς χλωροῖς δένδροις οὔτε ἐν τοῖς αὔοις, ἀλλ’ ἐν τῇ ἐμπεπρησμένῃ ὕλῃ φασὶν οἱ νομεῖς μετὰ τὰ ἐπὶ τῇ ἴριδι
10ὕδατα γίνεσθαι ἐπίδηλον τὴν εὐωδίαν, καὶ μάλιστα οὗ ἂν ἀσπάλαθος ᾖ καὶ ῥάμνος καὶ ὧν τὰ ἄνθη εὐώδη ἐστίν. αἴτιον δὲ τῆς εὐωδίας ἐστίν, ὅπερ καὶ ἐπὶ τῆς γῆς· δια‐ θέρμου γὰρ καὶ διακεκαυμένης οὔσης, ὃ ἂν ἐκφύσῃ, τὸ πρῶτον εὐῶδες ὄζει. τὰ γὰρ πυρούμενά πως τῶν ὑγρότητα
15ἐχόντων ὀλίγην εὐώδη γίνεται· πέττει γὰρ τὸ θερμὸν ταύ‐ την. διὸ καὶ τῆς ὅλης γῆς εὐωδέστερα τὰ πρὸς τὸν ἥλιον τῶν πρὸς ἄρκτον ἐστίν. τούτων δὲ τὰ πρὸς ἕω τῶν πρὸς με‐ σημβρίαν, ὅτι γεώδης μᾶλλον ὁ τόπος ὁ περὶ τὴν Συρίαν καὶ Ἀραβίαν ἐστίν, ἡ δὲ Λιβύη ἀμμώδης καὶ ἄνικμος.
20δεῖ γὰρ μήτε πολλὴν εἶναι τὴν ἰκμάδα, ἄπεπτος γάρ ἐστιν ἡ πολλή, μήτε ἄνικμον, οὐ γὰρ γίνεται ἀτμίς. ὃ συμ‐ βαίνει καὶ περὶ τὴν νεόκαυστον ὕλην καὶ τὸ γένος τοιαύ‐ την ὥστε ἔχειν εὐωδίαν σὺν αὑτῇ. δηλοῖ δὲ τοῖς ἄνθεσιν· ἀφίησι γὰρ ἐν τούτοις τὴν ὀσμήν. δοκεῖ δὲ ἐν οἷς ἂν ἐν‐
25σκήψῃ ἡ ἶρις γίνεσθαι, ὅτι οὐδὲν ἄνευ ὕδατος οἷόν τε γί‐ νεσθαι· βραχεῖσά τε γὰρ ἡ ὕλη καὶ τῷ ἐνόντι θερμῷ πέ‐ ψασα τὴν ἐν αὐτῇ γινομένην ἀτμίδα ἀφίησιν. οὔτε πολὺ τὸ ὕδωρ δεῖ εἶναι· ἐκκλύζει γὰρ τὸ πολὺ λίαν, καὶ σβέν‐ νυσι τὴν θερμότητα τὴν ἐνυπάρχουσαν ἀπὸ τῆς πυρώσεως.
30τὰ δὲ μετὰ τὴν ἶριν ὕδατα οὐ πολλὰ γίνεται ἀλλὰ μέ‐ τρια ὡς εἰπεῖν. καὶ ἐὰν πολλαὶ γίνωνται ἴριδες, οὐ πολὺ γίνεται, ἀλλὰ πολλάκις μὲν ὀλίγον δέ. διὸ εἰκότως τούτου γινομένου, οὐθὲν ἄλλο ὁρῶντες διάφορον πλὴν τὴν ἶριν, ταύτῃ τὴν αἰτίαν προσέθεσαν τῆς εὐωδίας.
35 Διὰ τί τὰ ἄνθη καὶ τὰ θυμιώμενα πόρρωθεν μᾶλ‐ λον ἥδιον ὄζει, ἐγγύθεν δὲ τὰ μὲν ποωδέστερον τὰ δὲ κα‐ πνωδέστερον; ἢ ὅτι ἡ ὀσμὴ θερμότης τίς ἐστι καὶ τὰ εὐώδη
θερμά, τὸ δὲ θερμὸν κοῦφον, ὥστε διὰ μὲν τοῦτο πορρωτέρω
Prob
.

907a

διιόντων ἀμιγεστέρα γίνεται ἡ ὀσμὴ τῶν συμπαρεπομένων ὀσμῶν ἀπὸ τῶν φύλλων καὶ τοῦ καπνοῦ, ὄντος ὑδατώδους ἀτμοῦ, πλησίον δὲ ὄντων τὰ μεμιγμένα αὐτοῖς συνόζει ἐν οἷς ἐστίν.
5 Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα; ἢ ὅτι ἀναπίμ‐ πλησι πλείω ἀέρα ἢ ἡσυχάζοντα; διαπέμπεται οὖν ἡ ὀσμὴ θᾶττον οὕτω πρὸς τὴν αἴσθησιν ἡμῖν. Διὰ τί τοῦ χειμῶνος ἧττον ὀσφραινόμεθα, καὶ ἐν τοῖς πάγεσιν ἥκιστα; ἢ ὅτι ὁ ἀὴρ ἀκινητότερός ἐστιν ἐν τῷ ψύ‐
10χει; οὔκουν ἀφικνεῖται ὁμοίως ἡ κίνησις ἡ ἀπὸ τοῦ σώματος τοῦ τὴν ὀσμὴν ἔχοντος διὰ τὴν δυσκινησίαν τῆς ἀπορροῆς καὶ τοῦ ἀέρος ἐν ᾧ ἐστίν. Διὰ τί δριμύτερον ὄζει τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός, καὶ μᾶλλον καὶ πλείω χρό‐
15νον τὴν αὑτῶν ὀσμὴν ἔχει ἐπὶ τῆς τέφρας θυμιώμενα; ἢ ὅτι ἀπεπτοτέρα ἐστὶν ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων. τὸ δὲ πῦρ παχὺ πέττον αὐτῶν τὴν δύναμιν, ἀλ‐ λοιοῖ τὴν ὀσμήν· ἡ γὰρ πέψις ἀλλοίωσίς ἐστι τοῦ πεττο‐ μένου.
20 Διὰ τί ἥδιον ὄζει τῶν ῥόδων ὧν ὁ ὀμφαλὸς τραχύς ἐστιν ἢ ὧν λεῖος; ἢ ὅτι μᾶλλον ὄζει ἡδὺ ὅσα τὴν φύσιν ἀπείληφε τὴν αὑτῶν; ἀκανθῶδες δὲ φύσει τὸ ῥόδον ἐστί, διὸ μᾶλλον ἔχον τὰ κατὰ φύσιν ἥδιστα ὄζει. Διὰ τί αἱ ὀσμαὶ ἐγγύθεν ἧττον εὐώδεις καὶ θυμια‐
25μάτων καὶ ἀνθῶν; ἢ ὅτι πλησίον μὲν συναποφέρεται τὸ γεῶδες, ὥστε κεραννύμενον ἀσθενεστέραν ποιεῖ τὴν δύναμιν, εἰς δὲ τὸ πόρρω καταφέρεται ἡ ὀδμή. διὰ ταῦτα δὲ καὶ τριφθέντα τὰ ἄνθη ἀπόλλυσι τὴν ὀσμήν. Πότερον αἱ ὀσμαὶ καπνὸς ἢ ἀὴρ ἢ ἀτμίς; διαφέρει
30γάρ, ᾗ τὸ μὲν ὑπὸ τοῦ πυρός, τὸ δὲ καὶ ἄνευ τούτου γίνε‐ ται. καὶ πότερον ἀπὸ τῆς αἰσθήσεώς τι πρὸς ἐκεῖνα ἢ ἀπ’ ἐκείνων πρὸς τὴν αἴσθησιν ἀφικνεῖται, ἀεὶ κινοῦν τὸν πλη‐ σίον ἀέρα; καὶ εἰ ἀπ’ ἐκείνων ἀπορρεῖ, ἔδει ἔλαττον γίνε‐ σθαι· καίτοι τὰ εὐωδέστατα ὁρῶμεν μάλιστα διαμένοντα.
35 Διὰ τί δριμύτερον ὄζει μᾶλλον τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός; ἢ διότι ἀπεπτοτέρα ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων; πολὺ οὖν καὶ τοῦ γεώδους συναναθυμιᾶται καὶ γίνεται καπνός· τὸ δὲ πῦρ
φθάνει ἐκκαῖον τὸ γεῶδες αὐτῶν, ὥστε ἡ ὀσμὴ καθαρωτέραColumn end
Prob
.

907b

καὶ εἰλικρινὴς ἀφικνεῖται ἄνευ τοῦ καπνοῦ. διὸ καὶ τριβό‐ μενα ἧττον εὐώδη τὰ ἄνθη· τὸ γὰρ γεῶδες καὶ ἡ τρῖψις κινεῖ, καὶ ἡ βραδεῖα θερμότης οὐ φθείρει. Διὰ τί τὰ εὐώδη οὐρητικὰ καὶ σπέρματα καὶ φυτά;
5ἢ ὅτι θερμὰ καὶ λεπτά, τὰ δὲ τοιαῦτα οὐρητικά; ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώ‐ δης, ἐπεὶ καὶ τὰ μὴ εὐώδη, οἷον σκόροδα, διὰ τὴν θερμό‐ τητα οὐρητικά, μᾶλλον μέντοι τηκτικά. θερμὰ δὲ τὰ εὐώδη σπέρματα, διότι ὅλως ἡ ὀσμὴ διὰ θερμότητα γίνεται. ἀλλὰ
10τὰ δυσώδη ἄπεπτά ἐστιν· δεῖ δὲ μὴ μόνον θερμὰ εἶναι ἀλλὰ καὶ εὔπεπτα, εἰ ἔσται οὐρητικά, ὅπως συγκατιόντα λεπτύνῃ τὰ ὑγρά. Διὰ τί ποτε οἱ κεκραμένοι τῶν οἴνων θᾶττον τῶν ἀκρά‐ των ὄζουσιν; ἢ ὅτι ὁ κεκραμένος ἀσθενέστερος τοῦ ἀκράτου ἐστίν;
15τὸ δὲ ἀσθενέστερον ὑπὸ πάντων ἐξίσταται τοῦ ἰσχυροτέρου. εἶτα ὁ κεκραμένος ἐστὶν εὐπετέστερος τοῦ ἀκράτου. εὐπετέστε‐ ρον δέ ἐστιν ὑπάρξαι ᾡτινιοῦν, καὶ ἐκλαβεῖν τι τῶν μὴ ὑπαρ‐ χόντων. ὁ μὲν οὖν ἄκρατος ὀσμώδης ἐστίν, ὁ δὲ κεκραμέ‐ νος ἄνοσμος.
21
ΙΓ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΔΥΣΩΔΗ. Διὰ τί τὸ μὲν οὖρον, ὅσῳ ἂν χρονίζηται ἐν τῷ σώ‐ ματι, δυσωδέστερον γίνεται, ἡ δὲ κόπρος ἧττον; ἢ ὅτι ἡ μὲν ξηραίνεται μᾶλλον χρονιζομένη (τὸ δὲ ξηρὸν ἀσηπτό‐
25τερον), τὸ δὲ οὖρον παχύνεται, πρόσφατόν τε ὂν ὁμοιότερον τῷ ἐξ ἀρχῆς ἐστὶ πόματι. Διὰ τί τὰ δυσώδη τοῖς ἐδηδοκόσιν οὐ δοκεῖ ὄζειν; ἢ διὰ τὸ συντετρῆσθαι τὴν ὄσφρησιν τῷ στόματι κατὰ τὸν οὐρανὸν πλήρης ἡ αἴσθησις γίνεται ταχύ, καὶ τῆς τε ἔσω
30οὐκέθ’ ὁμοίως αἰσθάνεται (τὸ γὰρ πρῶτον αἰσθάνονται πάντες, ὅταν δὲ ἅψωνται, οὐκέτι, ὥσπερ συμφυοῦς) καὶ ἡ ἔξωθεν ἡ ὁμοία ἀφανίζεται ὑπὸ τῆς ἔσω. Διὰ τί τριβόμενα τὰ ἄνθη δυσωδέστερα; ἢ διότι συμ‐ μίγνυται τῇ ὀσμῇ τὸ γεῶδες τὸ ἐν τῷ ἄνθει.
35 Διὰ τί τῶν μὲν ζῴων οὐθὲν εὐῶδές ἐστιν ἔξω τῆς παρ‐ δάλεως (αὕτη δὲ καὶ αὐτοῖς τοῖς θηρίοις· φασὶ γὰρ αὐτῆς τὰ θηρία ἡδέως ὀσμᾶσθαι), φθειρόμενα δὲ καὶ δυσώδη ἐστίν, τῶν δὲ φυτῶν πολλὰ καὶ φθειρόμενα καὶ αὐαινόμενα ἔτι
μᾶλλον εὐώδη γίνεται; πότερον ὅτι τῆς δυσωδίας αἴτιον
Prob
.

908a

ἀπεψία τις περιττώματος; διὸ καὶ οἱ ἱδρῶτες ἐνίοις καὶ ἐνίοτε τοιοῦτοί εἰσι, μάλιστα δὲ οἷς μὴ ἀεὶ τοιοῦτοι ἐκ τῶν νόσων γίνονται. καὶ αἱ φῦσαι δὲ καὶ οἱ ἐρυγμοὶ οἱ τῶν ἀπέπτων δυσώδεις εἰσίν. τὸ αὐτὸ δὲ αἴτιον καὶ τοῦ ἐν ταῖς
5σαρξὶ καὶ τῷ ἀνάλογον· λέγω δὲ ἀνάλογον τὸ ἀντὶ σαρ‐ κὸς τοῖς ἄλλοις ἐνυπάρχον ζῴοις. ἔστι γὰρ καὶ ἐνταῦθα περίττωμα ἐνίοις ἄπεπτον· τοῦτο οὖν ζώντων τε αἴτιον τῆς δυσωδίας ἐστὶ καὶ φθειρομένων σηπόμενον. διὸ καὶ τὰ πίονα καὶ ὀστᾶ καὶ τρίχες οὐ δυσώδη ἐστίν, ὅτι τὰ μὲν πέτ‐
10τεται, τὰ δὲ οὐκ ἔχει ὑγρότητα. τοῖς δὲ φυτοῖς οὐκ ἔνι περίττωμα. ἢ ἔστι μέν τι καὶ τούτοις, ἀλλ’ ὅτι ξηρὰ καὶ θερμὰ τὰ φυτὰ τὴν φύσιν ἐστίν, ὥστε εὐπεπτοτέρα ἡ ἰκ‐ μὰς καὶ οὐ πηλώδης ἐστὶν αὐτῶν; δηλοῖ δὲ καὶ τῆς γῆς ἡ ἐν τοῖς θερμοῖς εὐώδης οὖσα, Συρία καὶ Ἀραβία, καὶ τὰ
15εὐώδη τἀκεῖθεν, ὅτι ξηρὰ καὶ θερμά ἐστιν· τὰ δὲ τοιαῦτα ἄσηπτα. τὰ δὲ ζῷα οὐ τοιαῦτά ἐστι καὶ θερμά, ὥστε αἵ τε περιττώσεις ἄπεπτοι καὶ δυσώδεις αὐτῶν εἰσί, καὶ διαφυ‐ σήσεις ὁμοίως· καὶ διαφθειρομένων σήπεται ἡ ὑγρότης, τῶν δὲ οὔ· οὐ γὰρ ἔχουσιν.
20 Διὰ τί τὰ δυσώδη θερμὰ ὄντα μᾶλλον δυσώδη ἐστὶν ἢ ἐψυγμένα; ἢ ὅτι ἐστὶν ἡ ὀσμὴ ἀτμὸς καὶ ἀπορροή τις; ὅ τ’ οὖν ἀτμὸς ὑπὸ θερμοῦ γίνεται καὶ ἡ ἀπορροή· κίνησις γάρ τίς ἐστι, τὸ δὲ θερμὸν κινητικόν. τὸ δὲ ψυχρὸν τοὐναν‐ τίον στατικὸν καὶ συσταλτικὸν καὶ φορὸν δὲ κάτω, τὸ δὲ
25θερμὸν καὶ αἱ ὀσμαὶ πᾶσαι ἀνωφερεῖς διὰ τὸ ἐν ἀέρι τε εἶναι καὶ τὸ αἰσθητήριον αὐτῶν ἄνω εἶναι, μὴ κάτω· πρὸς γὰρ ἐγκέφαλον περαίνουσα ἡ ὀσμὴ αἴσθησιν ποιεῖ. Διὰ τί, ἐάν τις σκόροδα φάγῃ, τὸ οὖρον ὄζει, ἄλλων δὲ ἐχόντων ἰσχυρὰν ὀσμὴν οὐκ ὄζει ἐδεσθέντων; πότερον,
30ὥσπερ τινὲς τῶν ἡρακλειτιζόντων φασὶν ὅτι ἀναθυμιᾶται, ὥσπερ ἐν τῷ ὅλῳ, καὶ ἐν τῷ σώματι, εἶτα πάλιν ψυχ‐ θὲν συνίσταται ἐκεῖ μὲν ὑγρόν, ἐνταῦθα δὲ οὖρον, ἡ ἐκ τῆς τροφῆς ἀναθυμίασις, ἐξ οὗ ἐγένετο αὕτη συμμιγνυμένη, ποιεῖ τὴν ὀσμήν; αὕτη γάρ ἐστιν, ὅταν μεταβάλλῃ. ἢ ἔδει
35καὶ τὰ ἄλλα τοῦτο ποιεῖν, ὅσα ἰσχυρὰς ὀσμὰς ἔχει· νῦν δὲ οὐ ποιεῖ. ἔτι συγκρινόμενα ἐκ τῆς ἀτμίδος οὐκ εἰς τὸ
ἀρχαῖον ἔρχεται, οἷον οἶνος ἐξ οἴνου, ἀλλ’ οὐχ ὕδωρ, ὥστεColumn end
Prob
.

908b

καὶ τοῦτο ψεῦδος. ἀλλ’ ὅτι μόνον φυσητικὸν τῆς κάτω κοιλίας τῶν ὀσμὴν ἐχόντων ἰσχυρὰν ἅμα καὶ οὐρητικήν, τὰ δὲ ἄλλα ἄνω ποιεῖ, οἷον ἡ ῥάφανος, καὶ τὰ πνεύματα. ἢ οὐκ οὐρητικά. κάτω δὲ τρία ὑπάρχει ταῦτα· καὶ γὰρ
5οὐρητικόν, καὶ πνεῦμα ποιεῖ, καὶ τοῦτο κάτω. ὁ δὲ τόπος ὁ πέριξ τὰ αἰδοῖα καὶ τὴν κύστιν τῶν τοιούτων ἀπολαύει διὰ τὴν γειτνίασιν, καὶ ὅτι πνευματικός ἐστιν· δηλοῖ δὲ ἡ συν‐ τονία τοῦ αἰδοίου. δῆλον οὖν ὅτι ἀφικνεῖται τὸ περίττωμα εἰς τὴν κύστιν αὐτοῦ μάλιστα τῶν τοιούτων ἅμα τῷ πνεύματι,
10ὃ μιγνύμενον ποιεῖ τοῦ οὔρου τὴν ὀσμήν. Διὰ τί τὰ στόματα μηδὲν ἐδηδοκότων ἀλλὰ νηστευ‐ σάντων ὄζει μᾶλλον (ὃ καλεῖται νηστείας ὄζειν), φαγόντων δὲ οὐκέτι, ὅτε ἔδει μᾶλλον; ἢ ὅτι κινουμένης τῆς κοιλίας θερμότερος ὁ ἀὴρ γινόμενος διὰ τὴν ἀκινησίαν σήπει τὸ
15πνεῦμα καὶ τὰ φλεγματώδη περιττώματα; ὅτι δὲ θερμό‐ τερος γίνεται, σημεῖον ὅτι καὶ δίψαν ποιεῖ ἡ νηστεία μᾶλ‐ λον. φαγόντων δὲ διὰ τὸ ἐλάττων εἶναι ἡ ὀσμὴ τῆς τῶν σιτίων παύεται· κρατεῖ γὰρ τῆς θερμότητος ἡ τῶν σιτίων θερμότης, ὥστε μηθὲν πάσχειν.
20 Διὰ τί ἡ μασχάλη δυσωδέστατον τῶν τόπων; πότε‐ ρον ὅτι ἀπνούστατός ἐστιν; ἔστι δὲ ἡ δυσωδία ἐν τοῖς τοιούτοις μάλιστα, διὰ τὸ σῆψιν γίνεσθαι ὑπὸ τῆς ἡσυχίας τῆς ὑγρότητος· ἢ διότι ἀκίνητος καὶ ἀγύμναστος. Διὰ τί οἱ τοῦ γράσου ὄζοντες, ὅταν ἀλείφωνται μύρῳ,
25δυσωδέστεροι γίνονται; ἢ διότι τοῦτο ἐπὶ πολλῶν γίνεται, οἷον ὀξὺ καὶ γλυκὺ συμμιχθὲν τὸ ὅλον γλυκύτερον ἐγέ‐ νετο. εἶτα ἱδρώσαντες πάντες δυσωδέστεροί εἰσι, τὸ δὲ μύ‐ ρον θερμαντικόν ἐστιν· ἱδρῶτας οὖν παρασκευάζει. Διὰ τί τῶν ἐγκύρτων καὶ κυφοτέρων δυσοσμοτέρα καὶ
30βαρυτέρα ἡ ὀσμὴ τοῦ πνεύματος; ἢ διότι συγκέκλεισται ὁ τόπος ὁ περὶ τὸν πνεύμονα καὶ ἀνέσπασται ἐκ τῆς εὐθυω‐ ρίας, ὥστε οὐκ εὔπνους, ἀλλὰ σήπεται ἡ ἱκμὰς καὶ τὸ πνεῦμα μᾶλλον εἴσω ἐγκατακλειόμενον; Διὰ τί τὰ πολλὰ τῶν μύρων συνεξιδρῶσαι δυσώδη,
35ἔνια δὲ ἡδίω ἢ οὐ χείρω; ἢ ὅσα μὲν τῇ κινήσει ἢ τῇ τρίψει μεταβάλλοντα, χείρω τὰ τοιαῦτα, ὅσα δὲ μή, τοὐναντίον;
ἔστι δὲ ἔνια τοιαῦτα, ὥσπερ καὶ τῶν ἀνθῶν, ἐξ ὧν γίνον‐
Prob
.

909a

ται αἱ εὐωδίαι, τὰ μὲν τριβόμενα ἢ θερμαινόμενα ἢ ξη‐ ραινόμενα φαῦλα, οἷον τὰ λευκόϊα, τὰ δὲ ὅμοια, οἷον τὰ ῥόδα. καὶ τῶν μύρων δὴ ὅσα ἐκ τοιούτων ἐστί, μεταβάλ‐ λει, τὰ δὲ οὔ· διὸ τὸ ῥόδινον ἥκιστα. καὶ δυσώδη δὲ φαί‐
5νεται μᾶλλον, ὅσων οἱ ἱδρῶτες δυσώδεις, καὶ διὰ τὸ μί‐ γνυσθαι τῷ ἐναντίῳ, ὥσπερ τὸ μέλι μετὰ τοῦ ἁλὸς οὐ μᾶλ‐ λον γλυκὺ ἀλλ’ ἧττον. Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα; ἢ διότι ἀνα‐ πίμπλησι τὸν ἀέρα; διαπέμπεται οὖν θᾶττον ἡ ὀσμὴ πρὸς
10τὴν αἴσθησιν.
12
ΙΔ. ΟΣΑ ΠΕΡΙ ΚΡΑΣΕΙΣ. Διὰ τί θηριώδεις τὰ ἔθη καὶ τὰς ὄψεις οἱ ἐν ταῖς ὑπερβολαῖς ὄντες ἢ ψύχους ἢ καύματος; ἢ διὰ τὸ αὐτό;
15ἡ γὰρ ἀρίστη κρᾶσις καὶ τῇ διανοίᾳ συμφέρει, αἱ δὲ ὑπερ‐ βολαὶ ἐξιστᾶσι, καὶ ὥσπερ τὸ σῶμα διαστρέφουσιν, οὕτω καὶ τὴν τῆς διανοίας κρᾶσιν. Διὰ τί ἐν τῷ Πόντῳ ὁ σῖτος ἐαθεὶς ἐν τῷ ψύχει πολλὰ ἔτη γίνεται ἄκοπος; ἢ ὅτι ἐξικμάζεται τὸ ἀλλό‐
20τριον ὑγρὸν μετὰ τοῦ θερμοῦ, ὥσπερ ἐν ταῖς σταφυλαῖς; ἔνια μὲν γὰρ ὑπὸ τοῦ ψυχροῦ, ἔνια δὲ ἅμα τῷ θερμῷ. Διὰ τί ἐν τῇ ψυχροτάτῃ χώρᾳ οἱ καῦσοι μᾶλλον γίνονται; ἢ διότι ἀντιπεριίστησι τὸ ψῦχος εἴσω τὴν θερμό‐ τητα; ἐν δὲ τῷ θέρει τοὐναντίον συμβαίνει, τὰ εἴσω ψυχρό‐
25τερα. ὁ δὲ καῦσος πυρετὸς τῶν ἔξω κατεψυγμένων τὰ ἔσω θερμότητι ὑπερβάλλει. Διὰ τί οἱ Αἰθίοπες καὶ οἱ Αἰγύπτιοι βλαισοί εἰσιν; ἢ διότι ὑπὸ θερμοῦ, ὥσπερ καὶ τὰ ξύλα διαστρέφεται ξη‐ ραινόμενα, οὕτω καὶ τὰ τῶν ζῴων σώματα; δηλοῦσι δὲ καὶ
30αἱ τρίχες· οὐλοτέρας γὰρ ἔχουσιν, ἡ δὲ οὐλότης ἐστὶν ὥσπερ βλαισότης τῶν τριχῶν. Διὰ τί ἐν τοῖς νοτίοις μᾶλλον θηλυτοκοῦσιν αἱ ὀχεῖαι; ἢ ὅτι τὸ πλεῖον ὑγρὸν βραδύτερον παχύνεται; ἐν δὲ τοῖς νοτίοις διὰ τὴν ὑγρότητα τῆς κράσεως ὑγρότερον τὸ σπέρμα γίνεται.
35 Διὰ τί ἐν τοῖς ἑλώδεσι τὰ μὲν ἐν τῇ κεφαλῇ ἕλκη ταχὺ ὑγιάζεται, τὰ δὲ ἐν ταῖς κνήμαις μόλις; ἢ ὅτι βα‐ ρεῖα ἡ ὑγρότης διὰ τὸ γεώδης εἶναι, τὰ δὲ βαρέα εἰς τὸ κάτω ὑποχωρεῖ; τὰ μὲν οὖν ἄνω εὔπεπτα διὰ τὸ ὑποκε‐ χωρηκέναι εἰς τὸ κάτω, τὰ δὲ κάτω πολλῆς γέμει τῆς
40περιττώσεως καὶ εὐσήπτου.Column end
Prob
.

909b

Διὰ τί οἱ μὲν ἐν τοῖς εὐπνόοις τόποις βραδέως γη‐ ράσκουσιν, οἱ δὲ ἐν τοῖς κοίλοις καὶ ἑλώδεσι ταχέως; ἢ τὸ γῆρας σηπεδών τίς ἐστι, σήπεται δὲ τὸ ἠρεμοῦν· τὸ δὲ ἐν κινήσει ὂν ἢ ὅλως ἀσαπὲς ἢ ἧττον τοῦτο πάσχει, οἷον τὸ
5ὕδωρ. ἐν μὲν οὖν τοῖς ὑψηλοῖς διὰ τὴν εὔπνοιαν ὁ ἀὴρ ἐν κινήσει ἐστίν, ἐν δὲ τοῖς κοίλοις μένει. ἔτι δὲ ἐκεῖ μὲν διὰ τὴν κίνησιν ἀεὶ καθαρὸς ὁ ἀὴρ καὶ ἕτερος γίνεται, ἐν δὲ τοῖς ἑλώδεσι μένει. Διὰ τί οἱ μὲν ἐν τοῖς θερμοῖς τόποις δειλοί εἰσιν, οἱ
10δὲ ἐν τοῖς ψυχροῖς ἀνδρεῖοι; ἢ ὅτι ἐναντίως τοῖς τόποις καὶ ταῖς ὥραις ἡ φύσις ἔχει, διὰ τὸ ὁμοίως ἐχόντων ἀνάγκῃ διακαίεσθαι ταχέως. ἀνδρεῖοι δέ εἰσιν οἱ τὴν φύσιν θερμοί, δειλοὶ δὲ οἱ κατεψυγμένοι. συμβαίνει δὲ τοὺς μὲν ἐν τοῖς θερμοῖς ὄντας κατεψῦχθαι, τοὺς δὲ ἐν τοῖς ψυχροῖς ἐκτε‐
15θερμάνθαι τὴν φύσιν. μεγάλοι δὲ ἄμφω εἰσίν, οἱ μὲν ἐν τοῖς ψυχροῖς διὰ τὴν ἐν αὐτοῖς σύμφυτον θερμότητα, οἱ δ’ ἐν τοῖς θερμοῖς διὰ τὴν ἐν τῷ τόπῳ· ἐν γὰρ τοῖς θερ‐ μοῖς καὶ ὑπὸ τοῦ θερμοῦ αὐξάνονται. τὸ δὲ ψῦχος πιλη‐ τικόν ἐστιν. ἅτε οὖν τῶν μὲν ἐν αὑτοῖς ἐχόντων τὴν ἀρχὴν
20τῆς αὐξήσεως σφοδράν, τῶν δὲ οὐ κωλυομένων ὑπὸ τῆς ἔξωθεν ψυχρότητος, εἰκότως ἐπὶ πολὺ τὴν αὔξησιν ἐπιδέ‐ χονται. οἱ δὲ περὶ ἡμᾶς ἧττον διὰ τὸ ἐλάττω τε ἔχειν τὴν ἀρχὴν ἐν αὑτοῖς, καὶ διὰ τὸ τοὺς ἐν τοῖς ψυχροῖς συμ‐ πιλεῖσθαι.
25 Διὰ τί μακρόβιοι μᾶλλόν εἰσιν οἱ ἐν τοῖς θερμοῖς τό‐ ποις οἰκοῦντες; ἢ διὰ τὸ ξηροτέραν ἔχειν τὴν φύσιν, τὸ δὲ ξηρότερον ἀσαπέστερον εἶναι καὶ πολυχρονιώτερον, τὸν δὲ θάνατον οἷον σῆψίν τινα εἶναι; ἢ διότι ὁ μὲν θάνατός ἐστι ψύξις τοῦ ἐντὸς θερμοῦ, καταψύχεται δὲ πᾶν ὑπὸ τοῦ
30περιέχοντος καὶ ψυχροτέρου; ἔστι δὲ ὁ περιέχων ἀὴρ ἐν μὲν τοῖς ἀλεεινοῖς τόποις θερμός, ἐν δὲ τοῖς ψυχροῖς ψυχρός, ὥστε θᾶττον καὶ μᾶλλον φθείρει τὸ ἐν αὐτοῖς θερμόν. Διὰ τί οἱ ἐν τοῖς θερμοῖς τόποις μακροβιώτεροι; ἢ
35ὅτι μᾶλλον τὸ θερμὸν καὶ τὸ ὑγρὸν σώζουσιν; ὁ γὰρ θά‐ νατος ἡ τούτων φθορά. Διὰ τί ἐν τοῖς ἑλώδεσι τόποις ὑπνωδέστεροι γινόμεθα; ἢ διότι κατεψυγμένοι μᾶλλον ἐν αὐτοῖς ἐσμέν, ἡ δὲ κα‐ τάψυξις ἡσυχία τις οὖσα παρασκευάζει ὕπνον, ὁ δὲ ὕπνος
40ἐν τῷ ἡσυχάζειν παραγίνεται.
Prob
.

910a

Διὰ τί οἱ ἐν τοῖς πλοίοις εὔχροοι, ἐπὶ ὕδατος διαι‐ τώμενοι, μᾶλλον τῶν ἐν τοῖς ἕλεσιν; ἢ ἡ ὥρα καὶ τὸ εὔπνουν αἴτιον; ὠχροὺς δὲ τὸ ὕδωρ ποιεῖ, ὅταν σήπηται, ὃ πάσχει δι’ ἀκινησίαν· διὸ ἐν τοῖς ἑλώδεσιν ὕπωχροι.
5 Διὰ τί ἐν τοῖς χειμερινοῖς χωρίοις πνίγη σφοδρὰ γί‐ νεται πολλά, καὶ μᾶλλον ἢ ἐν τοῖς ἀλεεινοῖς; πότερον διὰ τὴν ὑγρότητα τοῦ ἀέρος; ἀπὸ γὰρ τῆς αὐτῆς θερμότη‐ τος ὕδωρ θερμότερον γίνεται τοῦ ἀέρος, ὥστε καὶ ὁ ἀὴρ ὑγρό‐ τερος τοῦ θερμοῦ. ἢ οὐδὲ ἔστι ξηρότερος ὁ ἀὴρ ἐν τοῖς τόποις
10τοῖς τοιούτοις, ἀλλὰ φαίνεται παρὰ τὸ ἐναντίον, ὥσπερ ὁ ἐκ νεφέλης ἥλιος παρὰ τὸ ἐκ τῆς σκιᾶς θιγγάνεσθαι. Διὰ τί οἱ πρὸς μεσημβρίαν οἰκοῦντες μᾶλλόν εἰσι με‐ λανόφθαλμοι; ἢ γλαυκὰ μέν ἐστι τὰ ὄμματα δι’ ὑπερβο‐ λὴν τοῦ ἐντὸς θερμοῦ, μέλανα δὲ διὰ τὴν τούτου ἀπουσίαν,
15ὥσπερ καὶ Ἐμπεδοκλῆς φησίν. καθάπερ οὖν τῶν πρὸς ἄρκτον οἰκούντων γλαυκὰ τὰ ὄμματά ἐστι τῷ τὸ ἐντὸς θερ‐ μὸν κωλύεσθαι διεκπίπτειν διὰ τὸ ἐκτὸς ψυχρόν, οὕτω τῶν πρὸς μεσημβρίαν οἰκούντων τὸ μὲν ὑγρὸν διὰ τὸ περιέχον θερμὸν οὐκ ἐκπίπτει, τὸ δὲ θερμὸν μηδενὸς ἀντιφράττοντος
20ἐκπίπτει, τὸ δὲ λειπόμενον ὑγρὸν μέλαν ποιεῖ· τῇ γὰρ τοῦ φωτὸς ἀπουσίᾳ τὸ λειπόμενόν ἐστι σκοτῶδες. ἢ τοῖς τοῦ λοιποῦ σώματος χρώμασιν ὁμοιοῦται τὸ ἐν τῷ ὀφθαλμῷ χρῶμα; διὸ τῶν πρὸς ἄρκτον λευκῶν ὄντων γλαυκὰ τὰ ὄμματα (τοῦ γὰρ λευκοῦ τοῦτο ἐγγὺς τὸ χρῶμα), καὶ τῶν
25πρὸς μεσημβρίαν μελάνων ὄντων μέλανα καὶ τὰ ὄμματα. Διὰ τί οἱ ἐν τοῖς θερμοῖς τόποις σοφώτεροί εἰσιν ἢ ἐν τοῖς ψυχροῖς; πότερον διὰ τὸ αὐτὸ δι’ ὅπερ καὶ οἱ γέ‐ ροντες τῶν νέων; οἱ μὲν γὰρ διὰ τὴν ψυχρότητα τοῦ τόπου ἐπανιούσης τῆς φύσεως αὐτῶν θερμότεροί εἰσι πολύ, ὥστε
30λίαν μεθύουσιν ἐοίκασι, καὶ οὐκ εἰσὶ ζητητικοὶ ἀλλὰ ἀν‐ δρεῖοι καὶ εὐέλπιδες· οἱ δὲ ἐν τοῖς ἀλεεινοῖς νήφουσι διὰ τὸ κατεψῦχθαι. πανταχοῦ δὲ οἱ φοβούμενοι τῶν θαρρούντων μᾶλλον ἐπιχειροῦσι ζητεῖν, ὥστε καὶ εὑρίσκουσι μᾶλλον. ἢ διὰ τὸ πολυχρονιώτερον τὸ γένος εἶναι τοῦτο, τοὺς δὲ ὑπὸ τοῦ
35κατακλυσμοῦ ἀπολέσθαι, ὥστε εἶναι καθάπερ νέους πρὸς γέ‐ ροντας τοὺς ἐν τοῖς ψυχροῖς τόποις πρὸς τοὺς ἐν τοῖς θερ‐ μοῖς οἰκοῦντας. Διὰ τί οἱ μὲν ἐν τοῖς θερμοῖς τόποις δειλοί εἰσιν, οἱ
δὲ ἐν τοῖς ψυχροῖς ἀνδρεῖοι; ἢ ὅτι ἐναντίως τοῖς τόποις καὶColumn end
Prob
.

910b

ταῖς ὥραις ἡ φύσις ἔχει, διὰ τὸ ὁμοίως ἐχόντων διακάε‐ σθαι ἂν ταχέως; ἀνδρεῖοι δέ εἰσιν οἱ τὴν φύσιν θερμοί, δειλοὶ δὲ οἱ κατεψυγμένοι. συμβαίνει δὴ τοὺς μὲν ἐν τοῖς θερμοῖς ὄντας καταψύχεσθαι (ἀραιοῦ γὰρ ὄντος αὐτοῖς τοῦ
5σώματος τὸ θερμὸν αὐτῶν ἔξω διεκπίπτει), τοὺς δ’ ἐν τοῖς ψυχροῖς ἐκτεθερμάνθαι τὴν φύσιν διὰ τὸ ἐκ τοῦ ἐκτὸς ψύ‐ χους πυκνοῦσθαι τὴν σάρκα, πυκνουμένης δὲ ἐντὸς συστέλλε‐ σθαι τὸ θερμόν.
10 ΙΕ. ΟΣΑ ΜΑΘΗΜΑΤΙΚΗΣ ΜΕΤΕΧΕΙ ΘΕΩΡΙΑΣ. Διὰ τί διάμετρος καλεῖται μόνη τῶν δίχα διαιρουσῶν τὰ εὐθύγραμμα ἡ ἐκ γωνίας εἰς γωνίαν ἀχθεῖσα γραμμή; ἢ ὅτι διάμετρος δίχα διαιρεῖ, καθάπερ τοὔνομα ὑποσημαί‐ νει, οὐ φθείρουσα τὸ μετρούμενον; ἡ μὲν οὖν κατὰ τὰς συν‐
15θέσεις διαιροῦσα (λέγω δὲ τὰς γωνίας) διάμετρος ἔσται· οὐ γὰρ φθείρει ἀλλὰ διαιρεῖ, καθάπερ οἱ τὰ στρατιωτικὰ σκεύη διαιροῦντες. ἡ δὲ κατὰ τὰς γραμμὰς σύνθετα τέμνουσα φθεί‐ ρει· σύγκειται γὰρ τὸ εὐθύγραμμον κατὰ τὰς γωνίας. Διὰ τί διάμετρος καλεῖται; ἢ διότι δίχα μόνη διαι‐
20ρεῖ; ὥσπερ οὖν εἴ τις εἴποι διχάμετρός ἐστιν. καὶ διὰ τί μόνη τῶν δίχα τοῦτο καλεῖται. ἢ ὅτι κατὰ μέλη ᾗ κέκαμπται μόνη διαιρεῖ, αἱ δὲ ἄλλαι κατὰ πλευράς; Διὰ τί πάντες ἄνθρωποι, καὶ βάρβαροι καὶ Ἕλληνες, εἰς τὰ δέκα καταριθμοῦσι, καὶ οὐκ εἰς ἄλλον ἀριθμόν, οἷον
25βʹ, γʹ, δʹ, εʹ, εἶτα πάλιν ἐπαναδιπλοῦσιν, ἓν πέντε, δύο πέντε, ὥσπερ ἕνδεκα, δώδεκα; οὐδ’ αὖ ἐξωτέρω παυσάμενοι τῶν δέκα, εἶτα ἐκεῖθεν ἐπαναδιπλοῦσιν; ἔστι μὲν γὰρ ἕκαστος τῶν ἀριθμῶν ὁ ἔμπροσθεν καὶ ἓν ἢ δύο, καὶ οὗτος ἄλλος τις, ἀριθμοῦσι δ’ ὅμως ὁρίσαντες ἄχρι τῶν δέκα. οὐ γὰρ δὴ ἀπὸ
30τύχης γε αὐτὸ ποιοῦντες φαίνονται καὶ ἀεί· τὸ δὲ ἀεὶ καὶ ἐπὶ πάντων οὐκ ἀπὸ τύχης, ἀλλὰ φυσικόν. πότερον ὅτι τὰ δέκα τέλειος ἀριθμός; ἔχων γὰρ πάντα τὰ τοῦ ἀριθμοῦ εἴδη, ἄρτιον περιττόν, τετράγωνον κύβον, μῆκος ἐπίπεδον, πρῶτον σύνθετον. ἢ ὅτι ἀρχὴ ἡ δεκάς; ἓν γὰρ καὶ δύο
35καὶ τρία καὶ τέτταρα γίνεται δεκάς. ἢ ὅτι τὰ φερόμενα σώματα ἐννέα; ἢ ὅτι ἐν δέκα ἀναλογίαις τέτταρες κυβι‐ κοὶ ἀριθμοὶ ἀποτελοῦνται, ἐξ ὧν φασὶν ἀριθμῶν οἱ Πυθα‐ γόρειοι τὸ πᾶν συνεστάναι; ἢ ὅτι πάντες ὑπῆρξαν ἄνθρωποι
ἔχοντες δέκα δακτύλους; οἷον οὖν ψήφους ἔχοντες τοῦ οἰκείου
Prob
.

911a

ἀριθμοῦ, τούτῳ τῷ πλήθει καὶ τἆλλα ἀριθμοῦσιν. μόνοι δὲ ἀριθμοῦσι τῶν Θρᾳκῶν γένος τι εἰς τέτταρα, διὰ τὸ ὥσπερ τὰ παιδία μὴ δύνασθαι μνημονεύειν ἐπὶ πολύ, μηδὲ χρῆ‐ σιν μηδενὸς εἶναι πολλοῦ αὐτοῖς.
5 ὅτι ἡ γῆ κέντρον· ἀεὶ γὰρ ὅμοια τὰ φαινόμενα ἡμῖν σχήματα. δοκεῖ τοῦτο εἶναι, ἐὰν μὴ ἀπὸ τοῦ μέσου τις θεωρῇ, ἀλλ’ ὁτὲ μὲν τρίγωνα ὁτὲ δὲ τραπέζια ὁτὲ δὲ ἀλλοῖα ἐδό‐ κει ἡ γῆ μέσον ἡμῖν, εἰ ἀπὸ τούτων ἔνι ἡμᾶς θεωρεῖν. οὔσης γὰρ σφαιροειδοῦς τῆς γῆς ταὐτὸ κέντρον τούτου καὶ τῆς γῆς
10ἔσται. ἡμεῖς δὲ ἐπάνω τῆς γῆς οἰκοῦμεν, ὥστε οὐκ ἀπὸ τούτου, ἀλλὰ τὸ ἥμισυ τῆς διαμέτρου ἀφεστῶσιν ἡμῖν τοιαῦτα φαίνεται. τί οὖν κωλύει πλέονος γενομένου τοῦ διαστήματος διαμένειν τὴν τῶν σχημάτων φαντασίαν; Διὰ τί τοῦ ἡλίου ὁμοτόνως φερομένου ἐν τῷ ἴσῳ χρόνῳ,
15οὐχ ἡ αὐτὴ αὔξησις καὶ φθίσις τῶν σκιῶν; ἢ ὅτι ἴσαι γί‐ νονται αἱ γωνίαι πρὸς τὰ ὁρώμενα, αἱ ἀπὸ τῶν ἀκτίνων ὑπὸ ταῖς ἴσαις περιφερείαις; εἰ δ’ αὗται καὶ ἐμβαλλόμεναι ποιοῦσιν ἀκτῖνας ἐν τῷ τριγώνῳ, ὅπερ ἔχεται ὑπό τε τῆς πρώτης ἀκτῖνος καὶ τοῦ ὁρωμένου καὶ τῆς σκιᾶς. εἰ δ’ αἱ
20γωνίαι ἴσαι, ἀνάγκη τὴν πορρωτέρω γραμμὴν τοῦ ὁρωμένου μείζω εἶναι τῆς ἐγγυτέρω· τοῦτο γὰρ ἴσμεν. διῃρήσθω οὖν ἡ περιφέρεια εἰς ἴσα ὁσαοῦν πλήθει, ὁράσθω δὲ τὸ Θ. ὅταν οὖν ὁ ἥλιος ἐπὶ τοῦ Α προσλαβὼν τὸ Θ ποιήσῃ τινὰ σκιὰν ἐν τῷ ΘΑ, ἀνάγκη δὴ τὴν ἀκτῖνα ἐπὶ τὸ Α πίπτειν.
25ὅταν δ’ ἔλθῃ ἐπὶ τὸ Β, ἡ ἀπὸ τοῦ Β ἀκτὶς ἐντὸς τῆς ΘΑ πεσεῖται, καὶ ὅταν πάλιν ἐπὶ τὸ Γ μεταβῇ, ὡσαύτως· εἰ δὲ μή, εὐθεῖα εὐθείας διχῇ ἅψεται. ἐπεὶ οὖν ἴση ἡ ΑΒ τῇ ΒΓ, καὶ αἱ γωνίαι αἱ ὑπὸ ταύτης αἱ πρὸς τῷ Δ ἴσαι ἔσονται· πρὸς τῷ κέντρῳ γάρ. εἰ δὲ τῇ τοῦ Δ, καὶ ἐν τῷ
30τριγώνῳ· κατὰ κορυφὴν γὰρ ταύταις. ὥστ’ ἐπεὶ εἰς ἴσα διαιρεῖται ἡ γωνία, μείζων ἔσται ἡ ΔΕ τῆς ΕΖ τῇ ΔΘ. ὁμοίως δὲ καὶ αἱ ἄλλαι ἃς ποιοῦσιν αἱ ἀπὸ τῆς περιφε‐ ρείας ἀκτῖνες. ἅμα δὲ δῆλον καὶ ὅτι κατὰ μεσημβρίαν ἐλαχίστην ἀναγκαῖον εἶναι τὴν σκιάν, καὶ ὅτι αἱ ἐπιδόσεις
35τότε ἐλάχισται. μάλιστα γὰρ καθ’ ἡμᾶς ὁ ἥλιος τῆς με‐ σημβρίας ἐστί, καὶ πνῖγος γίνεται διά τε τὴν εἰρημένην αἰτίαν, καὶ ὅτι ἀπνεύματος· ὅταν γὰρ διακρίνῃ τὸν πρὸς
τῇ γῇ ἀέρα, πνεῦμα γίνεται. εἰ οὖν ἅμα ἐν ἀμφοτέροιςColumn end
Prob
.

911b

τοῖς ἡμισφαιρίοις, εἰκότως ἂν αἱ μέσαι νύκτες καὶ ἡ με‐ σημβρία ἀπνεύματοι εἶεν. Διὰ τί ὁ ἥλιος διὰ τῶν τετραπλεύρων διέχων οὐκ εὐθύ‐ γραμμα ποιεῖ τὰ σχήματα ἀλλὰ κύκλους, οἷον ἐν ταῖς ῥι‐
5ψίν; ἢ ὅτι ἡ τῶν ὄψεων ἔκπτωσις κῶνός ἐστι, τοῦ δὲ κώνου κύκλος ἡ βάσις, ὥστε πρὸς ὃ ἂν προσπίπτωσιν αἱ τοῦ ἡλίου ἀκτῖνες, κυκλοτερεῖς φαίνονται. ἀναγκαῖον μὲν γάρ ἐστι καὶ τὸ ὑπὸ τοῦ ἡλίου σχῆμα ὑπ’ εὐθειῶν περιέχεσθαι, εἴπερ αἱ ἀκτῖνες εὐθεῖαι. ὅταν γὰρ εὐθεῖαι πρὸς εὐθεῖαν προσπίπτω‐
10σιν, εὐθύγραμμον ποιοῦσιν. ἐπὶ δὲ τῶν ἀκτίνων συμβαίνει τοῦτο· πρὸς εὐθεῖαν γὰρ προσπίπτουσι τὴν τοῦ ῥιπὸς γραμ‐ μήν, ἢ δι’ οὗ λάμπουσι, καὶ αὐταὶ εὐθεῖαί εἰσιν, ὥστε πρὸς εὐθεῖαν ἔσται ἡ ἔκπτωσις. ἀλλὰ διὰ τὸ ἀσθενεῖς εἶναι τὰς ἀποσχιζομένας ἀπὸ τῶν ὄψεων πρὸς τὰ ἄκρα τῶν εὐθειῶν,
15οὐχ ὁρᾶται τὰ ἐν ταῖς γωνίαις· ἀλλ’ ὅσον μὲν τῆς εὐθείας ἐνυπάρχει ἐν τῷ κώνῳ, ποιεῖ αὐτήν, τὸ δὲ λοιπὸν οὐ ποιεῖ, ἀλλὰ λανθάνουσιν αἱ ὄψεις ἐπιπίπτουσαι. πολλὰ γὰρ οὐχ ὁρῶμεν ἐφ’ ἃ διικνεῖται ἡ ὄψις, οἷον τὰ ἐν τῷ σκότει. ὅμοιον δὲ τούτῳ καὶ τὸ τὸ τετράγωνον πολυγωνοειδὲς φαίνεσθαι, ἐὰν
20δὲ πλέον ἀφιστῇ, κύκλον. ὄντος γὰρ κώνου τῆς τῶν ὄψεων ἐκπτώσεως, ἀφισταμένου τοῦ σχήματος εἰς τὸ πόρρω αἱ μὲν εἰς τὰς γωνίας ἀποσχιζόμεναι τῶν ὄψεων διὰ τὸ ἀσθενεῖς εἶναι καὶ ὀλίγαι οὐχ ὁρῶσι, πλέονος τοῦ ἀποστήματος γινο‐ μένου, αἱ δὲ εἰς τὸ μέσον προσπίπτουσαι, ἀθρόαι καὶ ἰσχυραὶ
25οὖσαι, διαμένουσιν. ἐγγὺς μὲν οὖν ὄντος τοῦ σχήματος δύναν‐ ται καὶ τὰ ἐν ταῖς γωνίαις ὁρᾶν, πόρρω δὲ αὐτοῦ γινομένου ἀδυνατοῦσιν. διὸ καὶ ἡ περιφερὴς ἀπαγομένη εὐθεῖα φαίνε‐ ται. καὶ ἡ σελήνη ὑπὸ εὐθειῶν δοκεῖ περιέχεσθαι τῇ ὀγδόῃ, ἐὰν μὴ κατὰ τὸ πλάτος ἀλλὰ κατὰ τὴν περιέχουσαν γραμ‐
30μὴν αἱ ὄψεις προσπίπτωσιν. ἐγγὺς μὲν γὰρ οὔσης τῆς περι‐ φερείας δύνανται διακρίνειν αἱ ὄψεις, ὅσῳ ἐγγύτερόν ἐστι θάτερον θατέρου μέρους τῆς περιφερείας· πόρρω δὲ γινομένης οὐ διαισθάνεται, ἀλλὰ δοκεῖ αὐτῇ ἐξ ἴσου εἶναι. διὸ καὶ εὐ‐ θεῖα φαίνεται.
35 Διὰ τί τῆς σελήνης σφαιροειδοῦς οὔσης εὐθεῖαν ὁρῶμεν, ὅταν ᾖ διχότομος; ἢ ὅτι ἐν τῷ αὐτῷ ἐπιπέδῳ ἡ ὄψις γίνε‐ ται καὶ ἡ τοῦ κύκλου περιφέρεια, ἣν ὁ ἥλιος ποιεῖ προσβάλ‐
λων τῇ σελήνῃ; ὅτε δὲ τοῦτο γένοιτο, εὐθεῖα γραμμὴ ἐφαί‐
Prob
.

912a

νετο ὁ ἥλιος. ἐπεὶ γὰρ ἀνάγκη τὸ προσβάλλον τὰς ὄψεις πρὸς τὴν σφαῖραν κύκλον ὁρᾶν, ἡ δὲ σελήνη σφαιροειδής, καὶ ὁ ἥλιος ὁρᾷ αὐτήν, κύκλος ἂν εἴη ὁ ὑπὸ τοῦ ἡλίου γινό‐ μενος. οὗτος οὖν ὅταν μὲν ἐξ ἐναντίας ἡμῖν γένηται, ὅλος
5φαίνεται καὶ δοκεῖ πανσέληνος εἶναι· ὅταν δὲ παραλλάττῃ διὰ τὴν τοῦ ἡλίου μετάβασιν, ἡ περιφέρεια αὐτοῦ κατὰ τὴν ὄψιν γίνεται, ὥστε εὐθεῖα φαίνεται. τὸ δὲ ἕτερον μέρος πε‐ ριφερές, ὅτι ἐξ ἐναντίας κεῖται τῇ ὄψει ἡμισφαίριον. τὸ δὲ τοιοῦτο ἐφαίνετο ἡμικύκλιον. ἀεὶ γὰρ ἡ σελήνη κατ’ ἀντικρύ
10ἐστι τῆς ὄψεως. ἀλλ’ ὅταν ὁ ἥλιος ἐπιβάλλῃ, οὐχ ὁρῶμεν, καὶ ἀναπληροῦται μετὰ τὴν ὀγδόην ἐκ τοῦ μέσου, ὅτι ἐπιπαρεξιὼν ὁ ἥλιος ἐκκλινέστερον ἡμῖν ποιεῖ τὸν κύκλον. οὕτω δὲ τιθέμε‐ νος πρὸς τὴν ὄψιν ὁ κύκλος κώνου τομῇ ἐμφερὴς ἐγένετο. μηνοειδὴς δὲ φαίνεται, ὅταν ὁ ἥλιος μεταβῇ. ὅταν γὰρ
15κατὰ τὰ ἔσχατα σημεῖα, καθ’ ἃ διχότομος φαίνεται, ὁ κύκλος ὁ τοῦ ἡλίου γένηται, περιφέρεια φαίνεται ἡ τοῦ κύκλου. οὐ γὰρ ἔτι κατ’ εὐθεῖάν ἐστι τῇ ὄψει, ἀλλὰ παραλλάττει. τούτου δὲ γινομένου, καὶ διὰ τῶν αὐτῶν σημείων τοῦ κύκλου ὄν‐ τος, ἀνάγκη μηνοειδῆ φαίνεσθαι. μέρος γάρ τι τοῦ κύκλου
20κατὰ τὴν ὄψιν εὐθύς ἐστι, τοῦ προτέρου ἐξ ἐναντίας ὄντος, ὥστε τοῦ λαμπροῦ ἀποτέμνεται· εἶθ’ οὕτως καὶ τὰ ἄκρα μένουσιν ἐν τῷ αὐτῷ, ὥστε ἀνάγκη μηνοειδῆ φαίνεσθαι. μᾶλλον δὲ καὶ ἧττον διὰ τὴν τοῦ ἡλίου κίνησιν. μεταβαίνοντος γὰρ τοῦ ἡλίου καὶ ὁ κύκλος ὃν ὁρᾷ ἐπιστρέφεται, ἐν τοῖς αὐτοῖς σημείοις
25ὤν· ἀπείρους γὰρ ἐγκλίσεις ἐγχωρεῖ αὐτὸν κλιθῆναι, εἴπερ γραφῆναι τοὺς μεγίστους κύκλους διὰ τῶν αὐτῶν σημείων ἀπεί‐ ρους ἐνδέχεται. Διὰ τί ὁ ἥλιος καὶ ἡ σελήνη σφαιροειδῆ ὄντα ἐπίπεδα φαίνεται; ἢ ὅτι πάντων ὅσων τὸ ἀπόστημα ἄδηλον, ὅτε
30πλεῖον ἢ ἔλαττον ἀφέστηκεν, ἐξ ἴσου φαίνονται; ὥστε καὶ ἐφ’ ἑνὸς μὲν μόρια δ’ ἔχοντος, ἂν μὴ τῇ χρόᾳ διαφέρῃ, ἀνάγκη τὰ μόρια ἐξ ἴσου φαίνεσθαι. τὸ δ’ ἐξ ἴσου ὁμαλὸν καὶ ἐπί‐ πεδον ἀνάγκη δοκεῖν εἶναι. Διὰ τί τὰς σκιὰς ποιεῖ ὁ ἥλιος ἀνίσχων καὶ δύνων
35μακράς, αἰρόμενος δὲ ἐλάττους, ἐπὶ τῆς μεσημβρίας δ’ ἐλα‐ χίστας; ἢ ὅτι ἀνίσχων τὸ μὲν πρῶτον παράλληλον ποιήσει τὴν σκιὰν τῇ γῇ, καὶ ἄπειρον ὡς ἄνισον ὑπερτείνει, ἔπειτα μακράν· ἀεὶ δ’ ἐλάττω διὰ τὸ ἀεὶ τὴν ἀπὸ τοῦ ἀνωτέρου ση‐ μείου εὐθεῖαν ἐντὸς πίπτειν. γνώμων τὸ ΑΒ, ἥλιος οὗ τὸ Γ
40καὶ οὗ τὸ Δ· ἡ δὲ ἀπὸ τοῦ Γ ἀκτίς, ἐφ’ ἧς τὸ ΓΖ, ἐξω‐Column end
Prob
.

912b

τέρω ἔσται τῆς ΓΕ. ἔστι δὲ σκιὰ ἡ μὲν ΒΕ ἀνωτέρω ὄντος τοῦ ἡλίου, ἡ δὲ ΒΖ κατωτάτω· ἐλαχίστη δέ, ὅσῳ ἀνωτάτω, ᾗ καὶ ὑπὲρ τῆς κεφαλῆς. Διὰ τί αἱ ἀπὸ τῆς σελήνης σκιαὶ μείζους τῶν ἀπὸ τοῦ
5ἡλίου, ὅταν ἀπὸ τῆς αὐτῆς ὦσι καθέτου; ἢ διότι ἀνώτερος ὁ ἥλιος τῆς σελήνης; ἀνάγκη οὖν ἐντὸς πίπτειν τὴν ἀπὸ τοῦ ἀνω‐ τέρω ἀκτῖνα. γνώμων ἐφ’ ᾧ ΑΔ, σελήνη Β, ἥλιος Γ. ἡ μὲν οὖν ἀπὸ τῆς σελήνης ἀκτὶς ΒΖ, ὥστε ἔσται σκιὰ ἡ τὸ ΔΖ· ἡ δὲ ἀπὸ τοῦ ἡλίου ἡ τὸ ΓΕ, ὥστε ἔσται σκιὰ ἐξ ἀνάγ‐
10κης ἥττων· ἔσται γὰρ τὸ ΔΕ. Διὰ τί ἐν ταῖς τοῦ ἡλίου ἐκλείψεσιν, ἐάν τις θεωρῇ διὰ κοσκίνου ἢ φύλλων, οἷον πλατάνου ἢ ἄλλου πλατυ‐ φύλλου, ἢ τοὺς δακτύλους τῆς ἑτέρας χειρὸς ἐπὶ τὴν ἑτέραν ἐπιζεύξας, μηνίσκοι αἱ αὐγαὶ ἐπὶ τῆς γῆς γίνονται; ἢ ὅτι
15ὥσπερ δι’ ὀπῆς ἐὰν λάμπῃ εὐγωνίου τὸ φῶς, στρογγύλον καὶ κῶνος γίνεται; αἴτιον δὲ ὅτι δύο γίνονται κῶνοι, ὅ τε ἀπὸ τοῦ ἡλίου πρὸς τὴν ὀπὴν καὶ ὁ ἐντεῦθεν πρὸς τὴν γῆν, καὶ συγκόρυφοι. ὅταν οὖν ἐχόντων οὕτως ἄνωθεν κύκλῳ ἀποτέμνηται, ἔσται μηνίσκος ἐξ ἐναντίας ἐπὶ τῆς γῆς τοῦ
20φωτός. ἀπὸ τοῦ μηνίσκου γὰρ τῆς περιφερείας γίνονται αἱ ἀκτῖνες, αἱ δὲ ἐν τοῖς δακτύλοις καὶ κοσκίνοις οἷον ὀπαὶ γίνονται· διὸ ἐπιδηλότερον γίνεται ἢ διὰ μεγάλων ὀπῶν. ἀπὸ δὲ τῆς σελήνης οὐ γίνονται, οὔτε ἐκλειπούσης οὔτε ἐν αὐξήσει οὔσης ἢ φθίσει, διὰ τὸ μὴ ἀκριβεῖς τὰς ἀπὸ τῶν
25ἄκρων αὐγὰς εἶναι, ἀλλὰ τῷ μέσῳ φαίνειν· ὁ δὲ μηνί‐ σκος μικρὸν τὸ μέσον ἔχει. Διὰ τί παρήλιος οὐ γίνεται οὔτε μεσουρανοῦντος τοῦ ἡλίου οὔθ’ ὑπὲρ τὸν ἥλιον οὔθ’ ὑπὸ τὸν ἥλιον, ἀλλ’ ἐκ πλα‐ γίων μόνον; ἢ διότι παρήλιος γίνεται κλωμένης τῆς ὄψεως
30πρὸς τὸν ἥλιον, αὕτη δὲ τοῦ ἀέρος ἡ στάσις, ἐφ’ ἧς ἀνα‐ κλᾶται ἡ ὄψις, οὔτ’ ἐγγὺς ἂν γένοιτο τοῦ ἡλίου οὔτε πόρρω. ἐγγὺς μὲν γὰρ οὖσαν ὁ ἥλιος διαλύσει, πόρρω δὲ οὔσης ἡ ὄψις οὐκ ἀνακλασθήσεται· ἀπὸ γὰρ μικροῦ ἐνόπτρου πόρρω ἀνατεινομένη ἀσθενὴς γίνεται. διὸ καὶ ἅλως οὐ γίνεται. ἐξ
35ἐναντίας τοῦ ἡλίου μὲν οὖν ἐὰν γίνηται καὶ ἐγγύς, διαλύ‐ σει ὁ ἥλιος, ἐὰν δὲ πόρρω, ἐλάττων ἡ ὄψις προσπεσεῖται. ἐὰν δὲ ἐν τῷ πλαγίῳ, ἔστι τοσοῦτον ἀποστῆναι τὸ ἔνοπτρον ὥστε μήτε τὸν ἥλιον διαλῦσαι μήτε τὴν ὄψιν ἀθρόαν ἀνελ‐ θεῖν, διὰ τὸ ὑπὸ τὴν γῆν φέρεσθαι. ὑπὸ δὲ τὸν ἥλιον οὐ γίνε‐
40ται διὰ τὸ πλησίον μὲν τῆς γῆς ὄντος διαλύεσθαι ἂν ὑπὸ
Prob
.

913a

τοῦ ἡλίου, ἄνω δὲ μεσουρανίου τὴν ὄψιν διασπᾶσθαι. καὶ ὅλως οὐδὲ ἐκ πλαγίας μεσουρανίου γίνεται, ὅτι ἡ ὄψις ὑπὸ τὴν γῆν ἐὰν λίαν φέρηται, ὀλίγη ἥξει εἰς τὸ ἔνοπτρον, ὥστε ἀνακλωμένη πᾶν ἔσται ἀσθενής.
5 Διὰ τί τῆς σκιᾶς τὸ ἄκρον τοῦ ἡλίου τρέμειν φαίνεται; οὐ γὰρ δὴ διὰ τὸ φέρεσθαι τὸν ἥλιον· ἀδύνατον γὰρ κινεῖσθαι εἰς τἀναντία, ὁ δὲ τρόμος τοιοῦτος. ἔτι δὲ ἄδηλος ἡ μετά‐ βασις, ὥσπερ καὶ τοῦ ἡλίου αὐτοῦ. ἢ διὰ τὸ κινεῖσθαι τὰ ἐν τῷ ἀέρι; καλεῖται δὲ ξύσματα. φανερὰ δὲ ἔσται ἐν ταῖς
10ἀκτῖσι ταῖς διὰ τῶν θυρίδων· ταῦτα γὰρ κινεῖται κἀν νηνε‐ μίᾳ. ἔκ τε οὖν τῆς σκιᾶς εἰς τὸ φῶς ἔκ τε τοῦ φωτὸς εἰς τὴν σκιὰν φερομένων ἀεί, καὶ ὁ ὅρος ὁ κοινὸς τοῦ φωτὸς καὶ τῆς σκιᾶς φαίνεται κινούμενος παρεγγύς. ᾗ γὰρ οἷον σκιὰν ποιοῦσιν, ᾗ δὲ φῶς, ἑκατέρωθεν μεταβάλλονται
15ταῦτα. ὥστε ἡ σκιὰ φαίνεται κινεῖσθαι, οὐ κινουμένη αὐτὴ οὕτως, ἀλλ’ ἐκεῖναι.
18
Ιϛ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΑΨΥΧΑ. Διὰ τί αἱ μὲν βάσεις τῶν πομφολύγων λευκαὶ ἐν
20τοῖς ὕδασι· καὶ ἐὰν ἐν ἡλίῳ τεθῶσι, σκιὰν οὐ ποιοῦσιν, ἀλλ’ ἡ μὲν ἄλλη πομφόλυξ σκιὰν ποιεῖ, ἡ δὲ βάσις οὐ ποιεῖ, ἀλλ’ ἡλίωται κύκλῳ. τὸ δὲ ἔτι θαυμασιώτερον, ὅτι οὐδ’ ἐάν τι τεθῇ ξύλον εἰς τὸ ὕδωρ ἐν τῷ ἡλίῳ, τέμνεται ὑπὸ τοῦ ὕδατος ταῦτα. ἢ οὐ γίνεται σκιά, ἀλλ’ ἡλίῳ διῄρηται
25ἡ σκιά; εἰ οὖν σκιά ἐστι τὸ μὴ ὁρώμενον, καὶ ὑπὸ τοῦ ἡλίου κύκλῳ ἂν ὁρῷτο ὁ ὄγκος. τοῦτο δὲ ὅτι ἀδύνατον, δείκνυται ἐν τοῖς ὀπτικοῖς· οὐδὲ γὰρ τὸ ἐλάχιστον ὑπὸ τοῦ μεγίστου ἐν‐ δέχεται ὅλον περιοφθῆναι. Διὰ τί αἱ πομφόλυγες ἡμισφαίρια; ἢ διὰ τὸ ὡς ἀπὸ
30κέντρου πρὸς τὸν ἀέρα φέρεσθαι ἄνω ὁμοίως πάντῃ; ἀνάγκη δὲ τοῦτο ἡμισφαίριον εἶναι. τὸ κάτω δὲ ἡμισφαίριον ἀπο‐ τέμνεται ὑπὸ τοῦ ἐπιπέδου τοῦ ὑδατώδους, ἐν ᾧ τὸ κέν‐ τρον ἐστίν. Διὰ τί τοῖς ἄνισον τὸ βάθος ἔχουσι μεγέθεσιν, ἐάν
35τις τὸ κουφότερον κινῇ, κύκλῳ περιφέρεται τὸ βαλλόμενον, οἷον τοῖς μεμολιβδωμένοις ἀστραγάλοις συμβαίνει, ἄν τις βάλλῃ τὸ κουφότερον πρὸς αὑτὸν στρέψας μέρος; ἢ ὅτι τὸ βαρύτερον ἀδύνατον ἰσοδρομεῖν τῷ κουφοτέρῳ, ἀπὸ τῆς
αὐτῆς ἰσχύος ῥιφθέν; ἐπεὶ δὲ ἀνάγκη μὲν πάμπαν κινεῖ‐Column end
Prob
.

913b

σθαι, ἐξ ἴσου δὲ ἀδύνατον, ὁμοταχῶς μὲν φερόμενα τὴν αὐτὴν οἰσθήσεται γραμμήν, θᾶττον δὲ θατέρου φερομένου κύκλον ἀνάγκη φέρεσθαι, ἐπειδὴ ἐν τούτῳ μόνῳ τῷ σχή‐ ματι ταῦτα ἀεὶ κατάλληλα ὄντα σημεῖα ἐν ταὐτῷ χρόνῳ
5ἀνίσους διέρχεται γραμμάς. Διὰ τί τὰ πίπτοντα ἐπὶ τὴν γῆν καὶ ἀφαλλόμενα ὁμοίας γωνίας ποιεῖ πρὸς τὸ ἐπίπεδον ἐφ’ ἑκάτερα τοῦ ση‐ μείου ᾧ ἥψατο τοῦ ἐπιπέδου; ἢ ὅτι πάντα μὲν φύσει φέ‐ ρεται πρὸς ὀρθήν; τὰ μὲν οὖν εἰς ὁμαλὲς πεσόντα, τῇ κα‐
10θέτῳ καὶ τῇ διαμέτρῳ προσκρούσαντα τῷ ἐπιπέδῳ, τοσαύ‐ τας ποιεῖ γωνίας ἀφαλλόμενα διὰ τὸ τὴν μὲν διάμετρον ἴσα διαιρεῖν· τὰ δὲ εἰς τὰ πλάγια πίπτοντα, οὐ τῇ καθέτῳ προσκρούοντα τῷ χωρίῳ ἀλλὰ τῷ ἀνωτέρω τῆς καθέτου ση‐ μείῳ, συμβαίνει πάλιν ἀνωσθέντα ὑπὸ τοῦ πληγέντος τόπου
15εἰς τοὐναντίον φέρεσθαι, τὰ μὲν στρογγύλα, ὅτι ἐν αὐτῷ φερόμενα εἰς τοὐναντίον τῆς ἀπώσεως ἐξελίττεται, ἐάν τε ἠρεμῇ τὸ μέσον αὐτῶν ἐάν τε καὶ τόπον διαλλάττῃ· τὰ δ’ εὐθύγραμμα διά τε τὴν κάθετον αὐτὴν εἰς τοὔμπροσθεν προσηνέχθη ἐκκρούεσθαι, καθάπερ τοῖς τε ξυρουμένοις τὰ
20σκέλη συμβαίνει, καὶ ὧν τοὺς κολύθρους ὑφαρπάζουσιν. πάν‐ τες γὰρ οὗτοι εἰς τοὐναντίον καὶ ὄπισθεν ἐπιπίπτουσι, διὰ τὸ ἰσάζειν αὐτὰ τὴν κάθετον, μετέωρόν τε εἶναι καὶ εἰς τοὔμπροσθεν ἐκκρούεσθαι· τὰ γὰρ ἐναντία δηλονότι αὐτῆς ὄπισθέν τε καὶ κάτω συμβαίνει γίνεσθαι, κάτω δὲ φερό‐
25μενα βαρύτερα ἂν εἴη. ὃ οὖν τούτοις πτῶμα, τοῖς ἀφαλ‐ λομένοις φορὰν συμβαίνει γίνεσθαι. πρὸς ὀρθὴν μὲν οὖν οὐδέτερα αὐτῶν ἀφάλλεται διὰ τὸ τὴν μὲν κάθετον δίχα τῷ βάρει διαιρεῖν τὰ φερόμενα, καθέτους δὲ πλείους πρὸς ταὐτὸ ἐπίπεδον μὴ γίνεσθαι τεμνούσας αὐτάς· ὃ τούτοις συμβή‐
30σεται καθέτου γινομένης κατὰ τὴν ἔφαλσιν, ᾗ προσέκρουσε τῷ ἐπιπέδῳ τὸ φερόμενον, διχοτομεῖσθαι πάλιν ὑπ’ αὐτῆς αὐτὸ συμβήσεται, ὥστε ἀναγκαῖον τέμνεσθαι ὑπ’ αὐτῆς τὴν πρώτην κάθετον ὑφ’ ἧς ἐφέρετο. ἐπεὶ δ’ εἰς τοὐναντίον μὲν οἰσθήσεται, πρὸς ὀρθὴν δὲ οὐκ οἰσθήσεται, λοιπὸν ὀξεῖαν
35γίνεσθαι γωνίαν τὴν ἐπὶ θατέρῳ τοῦ προσπεσόντος τῷ ἐπι‐ πέδῳ σημείου· ὅρος γάρ ἐστιν ἡ ὀρθὴ τῶν ἐναντίων γωνιῶν. Διὰ τί ὁ μὲν κύλινδρος ὠσθεὶς εἰς εὐθύ τε φέρεται καὶ γράφει εὐθείας τοῖς ὁρίζουσιν αὐτὸν κύκλοις, ὁ δὲ κῶ‐
νος κύκλῳ περιφέρεται, τῆς κορυφῆς μενούσης, καὶ γράφει
Prob
.

914a

τὸν κύκλον τῷ ὁρίζοντι; κύκλῳ μὲν ἀμφότερα φέρεται, γράφει δ’ ἐν τῷ ἐπιπέδῳ ὁ μὲν κύλινδρος εὐθείας, ὁ δὲ κῶνος κύκλους, διὰ τὸ τοὺς μὲν ἐν τῷ κώνῳ ἀνίσους εἶναι κύκλους, φέρεσθαι δὲ ἀεὶ θᾶττον τὸν μείζονα τῶν περὶ τὸ
5αὐτὸ κέντρον. φερομένων δὲ ἀνίσως πάντων ἅμα τῶν ἐν τῷ κώνῳ κύκλων, συμβαίνει τοὺς ἐξωτάτω πλεῖστον ἐν ταὐτῷ χρόνῳ τόπον καὶ γραμμὴν φέρεσθαι· διὸ καὶ κύ‐ κλῳ φέρονται, γράφονταί τε γὰρ πάντες τῇ αὐτῇ εὐθείᾳ, καὶ τῆς εὐθείας κύκλῳ μὲν φερομένης οὐ πάντα τὰ ἐν
10αὐτῇ σημεῖα ἴσην ἐν ταὐτῷ χρόνῳ γράφει γραμμήν, εἰς εὐθὺ δὲ φέρει τὴν ἴσην. τοῦ δὲ κυλίνδρου πάντων ἴσων ὄντων τῶν κύκλων καὶ περὶ ταὐτὸ κέντρον, συμβαίνει τὰ ἅμα τοῦ ἐπιπέδου ἐν αὐτοῖς πάνθ’ ἁπτομένοις σημεῖα, φέρεσθαί τε ἰσοταχεῖς κυλιομένους διὰ τὸ τοὺς κυλίνδρους ἴσους εἶναι,
15καὶ ἥκειν ἐπὶ τὸ ἐπίπεδον πάλιν ἅμα ἐκκυλισθέντα ἕκαστον τὸν αὑτοῦ κύκλον, ὥστε καὶ τὰς ἐν τῷ ἐπιπέδῳ εὐθείας ἴσας γίνεσθαι· τῇ γὰρ αὑτῶν ἁφῇ αὐτὰς ἔγραψαν, ὄντες ἴσοι τε καὶ ἰσοταχεῖς, ἐγίνοντο δὲ εὐθεῖαι αἱ ὑπὸ τῆς αὐτῆς γραφεῖσαι γραμμῆς εἰς εὐθὺ φερομένης, ὥστε διὰ ταύτας
20εἰς εὐθὺ ἀναφέροιτο ὁ κύλινδρος. διαφέρει γὰρ οὐθέν, ᾗ ἡ πρώτη ἥψατο ὁ κύλινδρος τοῦ ἐπιπέδου γραμμῇ, ταύτῃ ἕλκειν ἐν τῷ ἐπιπέδῳ, ἢ ἐγκυλίειν αὐτό· ἀεὶ γὰρ ἴσην καὶ ὁμοίαν γραμμὴν τῶν ἐν τῷ κυλίνδρῳ συμβήσεται ἅπτεσθαι τοῦ ἐπιπέδου, ἑλκομένου τε καὶ κυλιομένου τοῦ κυλίνδρου.
25 Διὰ τί τῶν βιβλίων ἡ τομὴ οὖσα ἐπίπεδος καὶ εὐθεῖα, ἐὰν μέν τις τέμῃ παρὰ τὴν βάσιν, γίνεται εὐθεῖα ἀνελιτ‐ τομένη, ἐὰν δὲ ἐγκλίνας, σκολιά; ἢ ὅτι συμβαίνει τῶν ἐν τῇ ἑτέρᾳ τομῇ κύκλων ἐν ταὐτῷ ἐπιπέδῳ ὄντων τὴν ἐγκε‐ κλιμένην τομὴν μὴ παρακειμένην εἶναι, ἀλλ’ ἐν τῇ μὲν
30πλεῖον τῇ δὲ ἔλαττον αὐτῆς ἀπέχειν, ὥστε ἐξελιττομένου οἱ μὲν ἐν ταὐτῷ ἐπιπέδῳ ὄντες κύκλοι, καὶ τὴν ἀρχὴν ἔχοντες ἐν ταὐτῷ ἐπιπέδῳ, τὴν ἐξ αὑτῶν ποιήσουσι γραμμὴν ἐξελιττόμενοι. ἔστι γὰρ ἡ γιγνομένη γραμμὴ ἐκ τῶν κύ‐ κλων οἵ εἰσιν ἐν ταὐτῷ ἐπιπέδῳ· ὥστε καὶ εὐθεῖα οὖσα ἐν
35ἐπιπέδῳ. ἥ τε τῆς λοξῆς τομῆς ἐξελιττομένη γραμμὴ οὐκ οὖσα παρὰ τὴν πρώτην, ἀλλὰ τῇ μὲν πλέον τῇ δὲ ἔλαττον αὐτῆς διεστηκυῖα διὰ τὸ καὶ τὴν τομὴν οὕτως ἔχειν πρὸς αὐτήν, οὐκ ἐν ἐπιπέδῳ ἔσται, ὥστε οὐδ’ εὐθεῖα· τῆς γὰρ
εὐθείας οὐκ ἔστι τὸ μὲν ἐν ἄλλῳ τὸ δὲ ἐν ἄλλῳ ἐπιπέδῳ.Column end
Prob
.

914b

Διὰ τί διαιρούμενα τὰ μεγέθη ἐλάττω φαίνεται πάντα τοῦ ὅλου; ἢ ὅτι διαιρούμενα μὲν ἀριθμὸν ἔχει πάντα, με‐ γέθει δὲ ἐλάττω ἐστὶ τοῦ ἑνός; τὸ μὲν γὰρ μέγα τῷ κατὰ συνέχειαν εἶναι καὶ ποσόν τι μέγα λέγεται, ὁ δὲ ἀριθμός
5τε πᾶς παντὸς μεγέθους ἀριθμοῦ μείζων. διόπερ εἰκὸς τὸ ὅλον διαιρεθέντων τῶν μερῶν μεῖζον φαίνεσθαι· τῶν αὐτῶν γὰρ ὄντων αὐτῶν τὸ μὲν ὅλον τὴν τοῦ μεγέθους ἔχει μᾶλ‐ λον φύσιν, συνεχὲς ὄν, τὰ δὲ μέρη τὴν τοῦ ἀριθμοῦ. Τῶν περὶ τὴν κλεψύδραν συμβαινόντων τὸ μὲν ὅλον
10ἔοικεν εἶναι αἴτιον καθάπερ Ἀναξαγόρας λέγει· ὁ γὰρ ἀήρ ἐστιν αἴτιος, ἐναπολαμβανόμενος ἐν αὐτῇ, τοῦ μὴ εἰσιέναι τὸ ὕδωρ ἐπιληφθέντος τοῦ ἄλλου. οὐ μὴν ἁπλῶς γε αἴτιος· κἂν γάρ τις αὐτὴν πλαγίαν ἐνῇ εἰς τὸ ὕδωρ, ἐπιλαβὼν τὸν αὐλόν, εἴσεισι τὸ ὕδωρ. διόπερ οὐ λέγεται ὑπ’ αὐτοῦ
15ἱκανῶς ᾗ αἴτιόν ἐστιν. ἔστι δὲ αἴτιον μέν, καθάπερ εἴρηται, ὁ ἀήρ· οὗτος δὲ ὠθούμενός τε καὶ καθ’ ἑαυτὸν φερόμενος καὶ μὴ βιαζόμενος ἐπ’ εὐθείας πέφυκε φέρεσθαι, καθάπερ καὶ ἄλλα στοιχεῖα. πλαγίας μὲν οὖν βαφείσης τῆς κλε‐ ψύδρας, διὰ τῶν ἐναντίων τοῖς ἐν τῷ ὕδατι τρυπημάτων
20ἐπ’ εὐθείας μένων ὑπὸ τοῦ ὕδατος ἐξέρχεται, ὑποχωροῦντος δὲ αὐτοῦ τὸ ὕδωρ εἰσέρχεται· ὀρθῆς δὲ εἰς τὸ ὕδωρ βαφεί‐ σης τῆς κλεψύδρας, οὐ δυνάμενος πρὸς ὀρθὴν ὑποχωρεῖν διὰ τὸ πεφρᾶχθαι τὰ ἄνω, μένει περὶ τὰ πρῶτα τρυπή‐ ματα· ἄττεσθαι γὰρ εἰς αὐτὸν οὐ πέφυκεν. σημεῖον δ’ ἐστὶ
25τοῦ εἴργειν δύνασθαι τὸ ὕδωρ ἀκινητίζοντα τὸν ἀέρα τὸ ἐπ’ αὐτῆς γινόμενον τῆς κλεψύδρας. ἐὰν γάρ τις αὐτῆς αὐτὴν τὴν κωδίαν ἐμπλήσας ὕδατος, ἐπιλαβὼν τὸν αὐλόν, κατα‐ στρέψῃ ἐπὶ τὸν αὐλόν, οὐ φέρεται τὸ ὕδωρ διὰ τοῦ αὐλοῦ ἐπὶ στόμα. ἀνοιχθέντος δὲ τοῦ στόματος οὐκ εὐθὺς ἐκρεῖ
30κατὰ τὸν αὐλόν, ἀλλὰ μικροτέρῳ ὕστερον, ὡς οὐκ ὂν ἐπὶ τῷ στόματι τοῦ αὐλοῦ, ἀλλ’ ὕστερον διὰ τούτου φερόμενον ἀνοιχθέντος. πλήρους τε καὶ ὀρθῆς οὔσης τῆς κλεψύδρας, ἀνοιχθέντος τοῦ αὐλοῦ εὐθὺς ῥεῖ διὰ τοῦ ἠθμοῦ, διὰ τὸ ἐκείνου μὲν ἅπτεσθαι, τῶν δὲ ἄκρων τοῦ αὐλοῦ μὴ ἅπτεσθαι. οὐκ
35εἰσέρχεται μὲν οὖν τὸ ὕδωρ εἰς τὴν κλεψύδραν διὰ τὴν προ‐ ειρημένην αἰτίαν, ἐξέρχεται δὲ ἀνοιχθέντος τοῦ αὐλοῦ διὰ τὸ τὸν ἐν αὐτῷ ἀέρα κινούμενον ἄνω καὶ κάτω πολλὴν κένωσιν ποιεῖν τοῦ ἐν τῇ κλεψύδρᾳ ὕδατος. ὠθούμενον δὲ κάτω καὶ
αὐτὸ ῥέπον εἰς αὐτὸ εἰκότως ἐκρεῖ, βιαζόμενον τὸν ἐκτὸς
Prob
.

915a

τῆς κλεψύδρας ἀέρα κινούμενόν τε καὶ ὄντα ἴσον τῇ δυνάμει τῷ ἐπωθοῦντι αὐτὸν ἀέρι, τῇ δὲ ἀντερείσει ἀσθενέστερον ἐκείνου διὰ τὸ διὰ στενοῦ αὐτὸν τοῦ αὐλοῦ ῥέοντα θᾶττον καὶ σφοδρό‐ τερον ῥεῖν, καὶ προσπίπτειν τῷ ὕδατι. τοῦ δὲ πωμασθέντος
5τοῦ αὐλοῦ μὴ συρρεῖν τὸ ὕδωρ αἴτιον, ὅτι τὸ ὕδωρ εἰσιὸν εἰς τὴν κλεψύδραν ἐξωθεῖ βίᾳ τὸν ἀέρα ἐξ αὐτῆς. σημεῖον δέ ἐστι τὸ γινόμενον ἐν ταύτῃ πνεῦμα καὶ ἐρυγμός. εἰσιόντος δὲ τοῦ ὕδατος, βίᾳ ὠθοῦν συνεισπίπτει εἰς τὸν αὐλὸν αὐτοῦ, κα‐ θάπερ τὰ ἐκπιεστὰ ξύλα ἢ χαλκὸς τῇ διαιρέσι πιεζούμενος,
10μένει ἄνευ παντὸς ἄλλου συνδέσμου ... ἐκκρουσθῇ ἐκ τοῦ ἐναντίου, καθάπερ τοὺς κατεαγότας ὀπιούρους ἐν τοῖς ξύλοις ἐκκρούουσιν. συμβαίνει δὲ τοῦτο ἀνοιχθέντος τοῦ αὐλοῦ γίνεσθαι διὰ τὰ προειρημένα. ἢ οὖν διὰ ταῦτα εἰκός ἐστιν αὐτὸν μὴ ἐκρεῖν, ἢ ἐξιόντος βιαίου ἀέρος καὶ πνευματουμένου. δηλοῖ δὲ ὁ
15ψόφος ἐπισπᾶσθαι τῷ πνεύματι τὸ ὕδωρ ἄνω, ὥσπερ ἐπὶ πολλῶν συμβαίνει γίνεσθαι. ἐπισπώμενον δὲ καὶ συνεχὲς ὂν αὑτῷ πᾶν τὸ ὕδωρ μένει πιεζούμενον ὑπὸ τοῦ ἀέρος, ἕως ἂν ἀπωσθῇ πάλιν ὑπ’ αὐτοῦ. τῆς δὲ ἀρχῆς μενούσης, καὶ τὸ ἄλλο ἐξ αὐτῆς κρέμαται ὕδωρ ἓν καὶ συνεχές. εὔλογον
20δὲ τοῦτο γίνεσθαι· τοῦ γὰρ αὐτοῦ ἐστὶ κινῆσαί τε ἐκ τῆς οἰκείας χώρας τι, καὶ τοῦτο ἴσχειν, ὡς ἐκείνης, ἐν πλείονι δὲ χρόνῳ, ἐὰν ᾖ ὅμοια τῇ δυνάμει τό τε ἔχον καὶ τὸ ἐχόμενον, ἢ τὸ ἴσον κρεῖττον, ὅπερ ἐνταῦθα συμβαίνει· πνεῦμα γὰρ ὕδα‐ τός ἐστι κρεῖττον τῇ δυνάμει.
25 Διὰ τί τὰ μόρια τῶν φυτῶν καὶ τῶν ζῴων, ὅσα μὴ ὀργανικά, πάντα περιφερῆ, τῶν μὲν φυτῶν τὸ στέλεχος καὶ οἱ πτόρθοι, τῶν δὲ ζῴων κνῆμαι, μηροί, βραχίονες, θώραξ· τρίγωνον δὲ οὐδὲ πολύγωνον οὔτε ὅλον οὔτε μόριόν ἐστιν; πότε‐ ρον, ὥσπερ Ἀρχύτας ἔλεγε, διὰ τὸ ἐν τῇ κινήσει τῇ φυ‐
30σικῇ ἐνεῖναι τὴν τοῦ ἴσου ἀναλογίαν (κινεῖσθαι γὰρ ἀνάλογον πάντα), ταύτην δὲ μόνην εἰς αὑτὴν ἀνακάμπτειν, ὥστε κύ‐ κλους ποιεῖν καὶ στρογγύλα, ὅταν ἐγγένηται; Διὰ τί ἐν τοῖς ἐσχάτοις ἀεὶ γίνεται περιφερῆ; ἢ ὅτι ἡ φύσις ἐκ τῶν ἐνδεχομένων πάντα ποιεῖ ὡς δυνατὸν ἄριστα
35καὶ κάλλιστα, τὸ δὲ σχῆμα τοῦτο κάλλιστον, τὸ αὐτὸ αὑτῷ ὁμοιότατον. Διὰ τί, ἐὰν κύκλος ῥιφθῇ, τὸ μὲν πρῶτον εὐθεῖαν γράφει, παυόμενος δὲ ἕλικα, ἕως ἂν πέσῃ; ἢ εὐθεῖαν μὲν
τὸ πρῶτον, ὅτι ὁμοίως ἔνθεν καὶ ἔνθεν ὁ ἀὴρ ἀπορθοῖ; ἴσηςColumn end
Prob
.

915b

οὖν οὔσης τῆς ῥοπῆς ἔνθεν καὶ ἔνθεν, ἀνάγκη καὶ τὴν γραμ‐ μὴν τοιαύτην εἶναι, ἣ ἴσον διαιρεῖ τὸν τόπον ἔνθεν καὶ ἔνθεν· τοιαύτη δέ ἐστιν εὐθεῖα. ὅταν δὲ βρίσῃ ἐπὶ θάτερον μέρος δι’ ἀνωμαλίαν τοῦ περιισταμένου ἀέρος, οὐκέτι ἴσην γράφει τό τε
5ἐντὸς καὶ τὸ ἐκτὸς μέρος, ἀλλ’ ἀνάγκῃ περιφερῆ. Διὰ τί τοῖς ἄνισον τὸ βάθος ἔχουσι μεγέθεσιν, ἐάν τις κουφότερον κινῇ τῶν μερῶν, κύκλῳ περιφέρεται τὸ βαλλό‐ μενον, οἷον τοῖς μεμολιβδωμένοις ἀστραγάλοις συμβαίνει, ἐάν τις βάλλῃ τὸ κουφότερον πρὸς αὑτὸν στρέψας μέρος; ἢ
10ὅτι τὸ βαρύτερον ἀδύνατον ἰσοδρομεῖν τῷ κουφοτέρῳ ἀπὸ τῆς αὐτῆς ἰσχύος ῥιφθέν; ἐπεὶ δὲ ἀνάγκη μὲν κινεῖσθαι, ἐξ ἴσου δὲ καὶ ἐπ’ εὐθείας ἀδύνατον, ἀνάγκη εἰς τὸ ἐντὸς φερόμενον κύκλῳ φέρεσθαι· οἷον εἰ ὅλως τι ἦν αὐτοῦ ἀκίνητον διὰ βά‐ ρος ἐν μέσῳ, τὸ μὲν πρὸς τῷ ἀφιέντι εἰς τὸ πρόσθεν ἂν
15ἐκινήθη αὐτοῦ μέρος, τὸ δὲ ὑπ’ ἐκεῖνα πρὸς τὸν ἀφιέντα. ἐπεὶ δὲ κινεῖται μὲν τὸ πᾶν, ἔχει δὲ ἐν μέσῳ τὸ βάρος φε‐ ρόμενον, ἀνάγκη ταὐτὸ τοῦτο ποιεῖν. Διὰ τί τὰ φερόμενα ὅταν ἀντιπέσῃ, ἀφάλλεται εἰς τοὐναντίον ἢ πέφυκε φέρεσθαι, καὶ πρὸς ὁμοίας γωνίας; ἢ
20ὅτι οὐ μόνον ἐκείνην φέρεται τὴν φορὰν ἣν φέρεται κατὰ τὸ οἰκεῖον μέρος, ἀλλὰ καὶ τὴν ὑπὸ τοῦ ἀφιέντος γινομένην; ἡ μὲν οὖν οἰκεία παύεται, ὅταν εἰς τὸν οἰκεῖον ἔλθῃ τόπον (ἅπαν γὰρ ἠρεμεῖ ἐλθὸν εἰς ὃν φέρεται τόπον κατὰ φύσιν), καθ’ ἣν δ’ ἔχει ἀλλοτρίαν, ἀνάγκη ἔτι κινεῖσθαι, οὐκ εἰς τὸ πρό‐
25σθεν δὲ διὰ τὸ κωλύεσθαι, ἀλλ’ ἢ εἰς τὸ πλάγιον ἢ εἰς τὸ ὀρθόν. ἅπαντα δὲ ἀποπηδᾷ πρὸς ὁμοίας γωνίας διὰ τὸ φέρεσθαι μὲν ἐνταῦθα οὗ ἡ κίνησις φέρει, ἣν ἐποίησεν ὁ ἀφείς· ἐκεῖ δὲ πρὸς ὀξεῖαν ἢ πρὸς ὀρθὴν φέρεσθαι συμβαίνει. ἐπεὶ οὖν τὸ ἀντικροῦσαν κωλύει τὴν εἰς εὐθὺ κίνησιν, ὁμοίως κωλύει τὸ φερόμενον
30καὶ τὴν φορὰν αὐτοῦ. ὥσπερ οὖν ἐν τοῖς κατόπτροις τὸ ἄκρον τῆς εὐθείας οὗ ξυνέπεσεν ἡ ὄψις φαίνεται, καὶ ἐν τοῖς φερο‐ μένοις οὕτω τὸ ἐναντίον γίνεται· τοσαύτην γὰρ γωνίαν ἀπέω‐ σται ὅση γίνεται ἡ κατὰ κορυφήν. δεῖ γὰρ νοῆσαι μετα‐ κινουμένην τὴν γωνίαν καὶ τὴν φοράν. τούτου δὲ γενομένου φα‐
35νερὸν ὅτι πρὸς ὁμοίας γωνίας ἀνάγκη ἀφάλλεσθαι.
37
ΙΖ. ΟΣΑ ΠΕΡΙ ΕΜΨΥΧΑ. Διὰ τί οἱ ἀσύμμετροι παρ’ ἀλλήλους θεωρούμενοι μεί‐
ζους φαίνονται ἢ καθ’ αὑτοὺς μόνους; ἢ ὅτι τὸ σύμμετρόν ἐστιν
Prob
.

916a

ἕν, καὶ ἡ συμμετρία ὅτι μάλιστα ἓν ποιεῖ, τὸ δὲ ἓν ἀδιαί‐ ρετον βούλεται εἶναι, τὸ δὲ ἀδιαίρετον ἔλαττόν ἐστιν, ἡ δὲ συμμετρία κατὰ τὴν διαφορὰν πολλὰ ποιεῖ. καθ’ αὑτὰ μὲν οὖν θεωρούμενα μᾶλλον λανθάνει ποῖα ἄττα τὰ μεγέθη
5ἐστί, παρ’ ἄλληλα δὲ οὔ. τὸ μὲν οὖν ἀδιαίρετον ἓν φαίνεται, καὶ ἡ θεωρία μία ἐστὶν αὐτοῦ διὰ τὴν συμμετρίαν· τὸ δὲ ἀσύμμετρον ὡς πολλὰ ὂν θεωρίαν ποιεῖ πλείω, καὶ μείζω φαίνεται τῷ ἓν ὂν πολλὰ φαίνεσθαι· ἔχει γὰρ τήν τε τοῦ μεγέθους κατὰ τὴν συνέχειαν φύσιν, καὶ τὴν τοῦ ἀριθμοῦ κατὰ
10τὸ ἀνώμαλον τῶν μερῶν, διόπερ εἰκότως τὴν ἐξ ἀμφοῖν αὔξην ἔχον μεῖζον φαίνεται παρὰ τὸ ἁπλοῦν καὶ ἕν. Διὰ τί ἐπὶ μῆκος μᾶλλον τὰ ζῷα καὶ τὰ φυτὰ φύε‐ ται; ἢ ὅτι τὸ μῆκος μὲν τρὶς αὔξεται, τὸ δὲ πλάτος δίς, τὸ δὲ βάθος ἅπαξ; ἔστι γὰρ μῆκος τὸ ἀπὸ τῆς ἀρχῆς πρῶ‐
15τον, ὥστε μόνον τε αὔξεται, καὶ ἅμα τῷ πλάτει πάλιν γι‐ νόμενον, καὶ τρίτον ἅμα τῷ βάθει. τὸ δὲ πλάτος δίς, καθ’ ἑαυτό τε καὶ ἅμα τῷ μεγέθει. Πῶς τὸ πρότερον καὶ τὸ ὕστερον δεῖ λαβεῖν; πότερον ὥσπερ ἡμῶν οἱ ἐπὶ Τροίας καὶ ἐκείνων οἱ πρὸ αὐτῶν καὶ
20ἀεὶ οἱ ἐπάνω πρότεροί εἰσιν; ἢ εἴπερ ἀρχή τίς ἐστι καὶ μέ‐ σον καὶ τέλος τοῦ παντός, καὶ ὅταν γηράσκων τις ἐπὶ τὸ πέ‐ ρας ἔλθῃ καὶ πάλιν ἐπαναστρέψῃ ἐπὶ τὴν ἀρχήν, τὰ δὲ ἐγ‐ γυτέρω τῆς ἀρχῆς πρότερα, τί κωλύει ἡμᾶς ἐν τῷ πρὸς τὴν ἀρχὴν εἶναι μᾶλλον; εἰ δὲ τοῦτο, κἂν πρότεροι εἴημεν. ὥσπερ
25ἐπὶ τοῦ οὐρανοῦ καὶ ἑκάστου τῶν ἄστρων φορᾷ κύκλος τίς ἐστι, τί κωλύει καὶ τὴν γένεσιν καὶ τὴν ἀπώλειαν τῶν φθαρτῶν τοιαύτην εἶναι, ὥστε πάλιν ταῦτα γίνεσθαι καὶ φθείρεσθαι; καθάπερ καὶ φασὶ κύκλον εἶναι τὰ ἀνθρώπινα. τὸ μὲν δὴ τῷ ἀριθμῷ τοὺς αὐτοὺς ἀξιοῦν εἶναι ἀεὶ τοὺς γινομένους εὔηθες,
30τὸ δὲ τῷ εἴδει μᾶλλον ἄν τις ἀποδέξαιτο· ὥστε κἂν αὐτοὶ πρότεροι εἴημεν, καὶ θείη ἄν τις τὴν τοῦ εἱρμοῦ τάξιν τοιαύ‐ την εἶναι ὡς πάλιν ἐπανακάμπτειν ἐπὶ τὴν ἀρχὴν καὶ συνε‐ χὲς ποιεῖν καὶ ἀεὶ κατὰ ταὐτὰ ἔχειν. τοὺς γὰρ ἀνθρώπους φησὶν Ἀλκμαίων διὰ τοῦτο ἀπόλλυσθαι, ὅτι οὐ δύνανται τὴν
35ἀρχὴν τῷ τέλει προσάψαι, κομψῶς εἰρηκώς, εἴ τις ὡς τύπῳ φράζοντος αὐτοῦ ἀποδέχοιτο καὶ μὴ διακριβοῦν ἐθέλοι τὸ λεχθέν. εἰ δὴ κύκλος ἐστί, τοῦ δὲ κύκλου μήτε ἀρχὴ μήτε πέρας, οὐδ’ ἂν πρότεροι εἶεν τῷ ἐγγυτέρω τῆς ἀρχῆς εἶναι,
οὔθ’ ἡμεῖς ἐκείνων οὔτ’ ἐκεῖνοι ἡμῶν.Column end
Prob
.

916b

ΙΗ. ΟΣΑ ΠΕΡΙ ΦΙΛΟΛΟΓΙΑΝ. Διὰ τί τοὺς μέν, ἐὰν ἄρξωνται ἀναγινώσκειν, ὕπνος λαμβάνει καὶ μὴ βουλομένους, τοὺς δὲ βουλομένους προσεγρη‐ γορέναι, ὅταν λάβωσι τὸ βιβλίον; ἢ ὅσοις μέν εἰσι πνευ‐
5ματικαὶ κινήσεις διὰ ψυχρότητα φύσεως ἢ μελαγχολικῶν χυμῶν, δι’ οὓς περίττωμα γίνεται πνευματικὸν ἄπεπτον διὰ ψυχρότητα, τούτοις ὅταν μὲν κινῆται ἡ διάνοια καὶ μὴ νοήσῃ ἐπιστήσασά τι, ἐκκρούεται τῇ ἑτέρᾳ κινήσει οὔσῃ καταψυκτικῇ, διὸ μᾶλλον καθεύδουσιν. ὅταν δὲ ἐρείσωσι πρός τι ἐν τῇ δια‐
10νοίᾳ, ὅπερ ἡ ἀνάγνωσις ποιεῖ, κινοῦνται ὑπὸ τῆς θερμαντικῆς κινήσεως οὐκ ἐκκρουομένης ὑπ’ οὐδενός, ὥστε οὐ δύνανται καθεύ‐ δειν. τῶν δὲ κατὰ φύσιν ἐχόντων ὅταν στῇ πρὸς ἓν ἡ διά‐ νοια καὶ μὴ μεταβάλλῃ πολλαχῇ ἰσχυροτάτη οὖσα, ἴσχε‐ ται καὶ τὰ ἄλλα ὅσα ἐστὶ περὶ τὸν τόπον τοῦτον, ὧν ἠρέμη‐
15σις ὁ ὕπνος ἐστίν. ὅταν δὲ στῇ καὶ οἷον κοπιάσῃ ὁ νοῦς, βα‐ ρύνει τὴν κεφαλὴν ὢν ἐν αὐτῇ καὶ ποιεῖ τὸν ὕπνον. κινου‐ μένης δὲ τῆς ψυχῆς κατὰ φύσιν οὐ καθεύδει· ζῇ γὰρ τότε μάλιστα. τὸ δ’ ἐγρηγορέναι τοῦ ζῆν αἴτιόν ἐστιν ἢ τὸ κα‐ θεύδειν.
20 Διὰ τί οἱ ἐριστικοὶ λόγοι γυμναστικοί εἰσιν; ἢ ὅτι ἔχουσι τὸ νικᾶν ἢ ἡττᾶσθαι πυκνόν. φιλονείκους οὖν εὐθὺς ποιοῦσιν· καὶ γὰρ νικῶντες διὰ τὸ χαίρειν προάγονται μᾶλλον ἐρίζειν καὶ ἡττώμενοι ὡς ἀναμαχούμενοι. καὶ οἱ ἐν τοῖς ἄλλοις ἀγῶσι ταὐτό· διὸ καὶ μαχόμενοι καὶ ἥττους ὄντες πολλά‐
25κις οὐ βούλονται διαλύεσθαι. Διὰ τί τοῖς παραδείγμασι χαίρουσιν ἄνθρωποι ἐν ταῖς ῥητορείαις καὶ τοῖς λόγοις μᾶλλον τῶν ἐνθυμημάτων; ἢ ὅτι τῷ τε μανθάνειν χαίρουσι καὶ τῷ ταχύ, ῥᾷον δὲ διὰ τῶν παραδειγμάτων καὶ τῶν λόγων μανθάνουσιν· ἃ γὰρ ἴσασιν,
30ἔστι ταῦτα καὶ ἐπὶ μέρους, τὰ δὲ ἐνθυμήματα ἀπόδειξίς ἐστιν ἐκ τῶν καθόλου, ἃ ἧττον ἴσμεν ἢ τὰ μέρη. ἔτι οἷς ἂν μαρτυρῶσι πλείους, μᾶλλον πιστεύομεν, τὰ δὲ παραδείγματα καὶ οἱ λόγοι μαρτυρίαις ἐοίκασιν· αἱ δὲ διὰ τῶν μαρτύρων ῥᾴδιοι πίστεις. ἔτι τὸ ὅμοιον μανθάνουσιν ἡδέως, τὸ δὲ παρά‐
35δειγμα καὶ οἱ μῦθοι τὸ ὅμοιον δεικνύουσιν. Διὰ τί ῥήτορα μὲν καὶ στρατηγὸν καὶ χρηματιστὴν λέ‐ γομεν δεινόν, αὐλητὴν δὲ καὶ ὑποκριτὴν οὐ λέγομεν; ἢ ὅτι τῶν μὲν ἡ δύναμις ἄνευ πλεονεξίας (ἡδονῆς γὰρ στοχαστική
ἐστι), τῶν δὲ πρὸς τὸ πλεονεκτεῖν· ῥήτωρ γὰρ καὶ στρατηγὸς
Prob
.

917a

καὶ χρηματιστὴς ἀγαθός ἐστιν ὁ δυνάμενος πλέον ἔχειν, ἡ δὲ δεινότης μάλιστα ἐν τῷ πλεονεκτεῖν ἐστίν. Διὰ τί τὸν φιλόσοφον τοῦ ῥήτορος οἴονται διαφέρειν; ἢ ὅτι ὁ μὲν τί ἐστιν ἀδικία, ὁ δὲ ὡς ἄδικος ὁ δεῖνα, καὶ ὁ μὲν
5ὅτι τύραννος, ὁ δὲ οἷον ἡ τυραννίς. Διὰ τί, ἅπερ ἄν τίνες προέλωνται, ἐνδιατρίβουσι τούτοις ἐνίοτε φαύλοις οὖσι μᾶλλον ἢ ἐν τοῖς σπουδαιοτέροις, οἷον θαυματοποιὸς ἢ μῖμος ἢ συρικτὴς μᾶλλον ἢ ἀστρονόμος ἢ ῥήτωρ εἶναι ἂν βούλοιτο ὁ ταῦτα προελόμενος. ἢ ὅτι βούλον‐
10ται μὲν ἔνιοι τὰ σπουδαιότατα μεταχειρίζεσθαι, διὰ δὲ τὸ μὴ πιστεύειν ἑαυτοῖς ὡς δυνησομένοις, διὰ τοῦτο οὐ πράττουσιν; ἢ ὅτι ἐν οἷς οἴεται ἕκαστος κρατιστεύειν, ταῦτα προαιρεῖται· ὃ δὲ αἱρεῖται, καὶ ἐπὶ τοῦτ’ ἐπείξεται, νέμων τὸ πλεῖστον ἡμέρας αὐτῷ μέρος, ἵνα αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν.
15ὅ τι δὲ ἄν τινες ἐξ ἀρχῆς προέλωνται καὶ οἷς ἂν συνεθι‐ σθῶσιν, οὐδὲ κρίνειν ἔτι δύνανται τὰ βελτίω· διέφθαρται γὰρ ἡ διάνοια διὰ φαύλας προαιρέσεις. Διὰ τί τοὺς μέν, ἂν ἄρξωνται ἀναγινώσκειν, ὕπνος λαμ‐ βάνει καὶ μὴ βουλομένους, τοὺς δὲ οὐ βουλομένους ποιεῖ δύνα‐
20σθαι, ὅταν λάβωσι βιβλίον; ἢ ὅσοις μέν εἰσι πνευματικαὶ κινήσεις διὰ ψυχρότητα φύσεως ἢ μελαγχολικῶν χυμῶν, δι’ οὓς περίττωμα γίνεται πνευματικὸν ἄπεπτον διὰ ψυχρό‐ τητα, τούτοις ὅταν μὲν κινῆται ἡ διάνοια καὶ μὴ νοῇ ἐπιστή‐ σασά τι, ἐκκρούεται ἡ ἑτέρα κίνησις, διὸ μᾶλλον μεταβάλ‐
25λοντες πολὺ τὴν διάνοιαν καθεύδουσιν· ἡττᾶται γὰρ ἡ πνευ‐ ματική. ὅταν δὲ ἐρείσωσι πρός τι τὴν διάνοιαν, ὅπερ ἡ ἀνά‐ γνωσις ποιεῖ, κινοῦνται ὑπὸ τῆς πνευματικῆς κινήσεως, οὐκ ἐκκρουομένης ὑπ’ οὐδενός, ὥστε οὐ δύνανται καθεύδειν. τῶν δὲ κατὰ φύσιν ἐχόντων ὅταν στῇ πρὸς ἓν ἡ διάνοια καὶ μὴ
30μεταβάλλῃ πολλαχῇ, ἵσταται καὶ τὰ ἄλλα ὅσα περὶ τὸν τόπον, ὧν ἠρέμησις ὁ ὕπνος ἐστίν. ἑνὸς γὰρ κυρίου στάντος, ὥσπερ ἐν τροπῇ, καὶ τὰ ἄλλα μόρια ἵστασθαι πέφυκεν. φύσει γὰρ ἄνω τὸ κοῦφον φέρεται, τὸ δὲ βαρὺ κάτω. ὅταν οὖν ἡ ψυχὴ κινῆται κατὰ φύσιν, οὐ καθεύδει· οὕτω γὰρ ἔχει.
35ὅταν δὲ στῇ καὶ οἷον κοπιάσῃ, ὁ μὲν νοῦς μεταβάλλει, καὶ ἄνω τὰ σωματώδη πρὸς τὴν κεφαλὴν ἰόντα ποιεῖ τὸν ὕπνον. δόξειε δ’ ἂν ἡ ἀνάγνωσις κωλύειν καθεύδειν. ἔστι δὲ οὐ διὰ τὸ νοεῖν (ὥρισται γὰρ τότε μᾶλλον ἡ ψυχή) ἀλλὰ διὰ τὸ
μεταβάλλειν ἡ ἀγρυπνία, ἐπεὶ καὶ νοήσεις αἱ τοιαῦταιColumn end
Prob
.

917b

ἄγρυπνοί εἰσιν, ἐν αἷς ζητεῖ ἡ ψυχὴ καὶ ἀπορεῖ, ἀλλ’ οὐκ ἐν αἷς ἀεὶ θεωρεῖ· ἐκεῖναι μὲν γὰρ ἀοριστεῖν ποιοῦσιν, αὗται δὲ οὔ. Διὰ τί ἐν τοῖς ἐριστικοῖς οὐκ ἔνεστιν ἀδολεσχία; ἢ ὅτι
5συλλογισμός ἐστι φαινόμενος, ἐν ὀλίγοις δὲ ὁ συλλογισμός· καὶ ἐὰν μηκύνῃ, χρόνου γινομένου ὁ παραλογισμὸς δῆλος, καὶ ἔστιν ὃ ἔδωκεν ἀναλαβεῖν. Διὰ τί ποτε τῶν ἱστοριῶν ἥδιον ἀκούομεν τῶν περὶ ἓν συνεστηκυιῶν ἢ τῶν περὶ πολλὰ πραγματευομένων; ἢ διότι
10τοῖς γνωριμωτέροις μᾶλλον προσέχομεν καὶ ἥδιον αὐτῶν ἀκούομεν· γνωριμώτερον δέ ἐστι τὸ ὡρισμένον τοῦ ἀορίστου. τὸ μὲν οὖν ἓν ὥρισται, τὰ δὲ πολλὰ τοῦ ἀπείρου μετέχει. Διὰ τί ἡδόμεθα ἀκούοντες τὰ μήτε λίαν παλαιὰ μήτε κομιδῇ νέα; ἢ διότι τοῖς μὲν πόρρω ἀφ’ ἡμῶν ἀπιστοῦμεν,
15ἐφ’ οἷς δὲ ἀπιστοῦμεν, οὐχ ἡδόμεθα· τὰ δὲ ὥσπερ ἔτι αἰσθα‐ νόμεθα, καὶ περὶ τούτων ἀκούοντες οὐχ ἡδόμεθα.
18
ΙΘ. ΟΣΑ ΠΕΡΙ ΑΡΜΟΝΙΑΝ. Διὰ τί οἱ πονοῦντες καὶ οἱ ἀπολαύοντες αὐλοῦνται; ἢ
20ἵνα οἱ μὲν ἧττον λυπῶνται, οἱ δὲ μᾶλλον χαίρωσιν. Διὰ τί πορρωτέρω ὁ αὐτὸς τῇ αὐτῇ φωνῇ γεγωνεῖ μετ’ ἄλλων ᾄδων καὶ βοῶν ἢ μόνος; ἢ ὅτι τὸ ἀθρόως τι ποιεῖν ἢ θλίβειν ἢ ὠθεῖν οὐ τοσαυταπλάσιόν ἐστιν ὅσος ὁ ἀριθ‐ μός, ἀλλ’ ὥσπερ ἡ γραμμὴ ἡ δίπους οὐ διπλάσιον ἀλλὰ τε‐
25τραπλάσιόν τι γράφει, οὕτω τὰ συντιθέμενα πλέον ἰσχύει κατὰ τὸν ἀριθμὸν ἢ ὅταν ᾖ διῃρημένα. ἀθρόων οὖν ὄντων μία γίνεται ἡ τῆς φωνῆς ἰσχὺς καὶ ἅμα ὠθεῖ τὸν ἀέρα, ὥστε πολλαπλάσιον προϊέναι· καὶ γὰρ ἡ ἐκ πάντων φωνὴ μιᾶς ἑκάστης πολλαπλάσιος.
30 Διὰ τί τὴν παρυπάτην ᾄδοντες μάλιστα ἀπορρήγνυν‐ ται, οὐχ ἧττον ἢ τὴν νήτην καὶ τὰ ἄνω, μετὰ δὲ διαστάσεως πλείονος; ἢ ὅτι χαλεπώτατα ταύτην ᾄδουσι, καὶ αὕτη ἀρχή; τὸ δὲ χαλεπὸν διὰ τὴν ἐπίτασιν καὶ πίεσιν τῆς φωνῆς· ἐν τούτοις δὲ πόνος· πονοῦντα δὲ μᾶλλον διαφθείρεται.
35 Διὰ τί δὲ ταύτην χαλεπῶς, τὴν δὲ ὑπάτην ῥᾳδίως; καίτοι δίεσις ἑκατέρας. ἢ ὅτι μετ’ ἀνέσεως ἡ ὑπάτη, καὶ ἅμα μετὰ τὴν σύστασιν ἐλαφρὸν τὸ ἄνω βάλλειν; διὰ ταὐτὸ δὲ ἔοικε καὶ τὰ πρὸς μίαν λεγόμενα πρὸς ταύτην ἢ
παρανήτην. δεῖ γὰρ μετὰ συννοίας καὶ καταστάσεως οἰκειο‐
Prob
.

918a

τάτης τῷ ἤθει πρὸς τὴν βούλησιν. τοῦ δὲ δὴ μετὰ συμφω‐ νίας τίς ἡ αἰτία; Διὰ τί ἥδιον ἀκούουσιν ᾀδόντων ὅσα ἂν προεπιστάμενοι τυγχάνωσι τῶν μελῶν, ἢ ὧν μὴ ἐπίστανται; πότερον ὅτι
5μᾶλλον δῆλος ὁ τυγχάνων ὥσπερ σκοποῦ, ὅταν γνωρίζωσι τὸ ᾀδόμενον; τοῦτο δὲ ἡδὺ θεωρεῖν. ἢ ὅτι ἡδὺ τὸ μανθάνειν; τούτου δὲ αἴτιον ὅτι τὸ μὲν λαμβάνειν τὴν ἐπιστήμην, τὸ δὲ χρῆσθαι καὶ ἀναγνωρίζειν ἐστίν. ἔτι καὶ τὸ σύνηθες ἡδὺ μᾶλλον τοῦ ἀσυνήθους.
10 Διὰ τί ἡ παρακαταλογὴ ἐν ταῖς ᾠδαῖς τραγικόν; ἢ διὰ τὴν ἀνωμαλίαν; παθητικὸν γὰρ τὸ ἀνωμαλὲς καὶ ἐν μεγέθει τύχης ἢ λύπης. τὸ δὲ ὁμαλὲς ἔλαττον γοῶδες. Διὰ τί οἱ ἀρχαῖοι ἑπταχόρδους ποιοῦντες ἁρμονίας τὴν ὑπάτην ἀλλ’ οὐ τὴν νήτην κατέλιπον; πότερον τοῦτο ψεῦδος
15(ἀμφοτέρας γὰρ κατέλιπον, τὴν δὲ τρίτην ἐξῄρουν) ἢ οὔ; ἀλλ’ ὅτι ἡ βαρυτέρα ἰσχύει τὸν τῆς ὀξυτέρας φθόγγον, ὥστε μᾶλλον ἡ ὑπάτη ἀπεδίδου τὸ ἀντίφωνον ἢ ἡ νήτη, ἐπεὶ τὸ ὀξὺ δυνάμεως μᾶλλον, τὸ δὲ βαρὺ ῥᾷον φθέγξασθαι. Διὰ τί ἡ βαρεῖα τὸν τῆς ὀξείας ἰσχύει φθόγγον; ἢ
20ὅτι μεῖζον τὸ βαρύ; τῇ γὰρ ἀμβλείᾳ ἔοικε, τὸ δὲ τῇ ὀξείᾳ γωνίᾳ. Διὰ τί ἥδιον τῆς μονῳδίας ἀκούομεν, ἐάν τις πρὸς αὐλὸν ἢ λύραν ᾄδῃ; καίτοι πρὸς χορδὰς καὶ τὸ αὐτὸ μέ‐ λος ᾄδουσιν ἀμφοτέρως· εἰ γὰρ ἔτι μᾶλλον τὸ αὐτό, πλέον
25ἔδει πρὸς πολλοὺς αὐλητάς, καὶ ἔτι ἥδιον εἶναι. ἢ ὅτι τυγ‐ χάνων δῆλος τοῦ σκοποῦ μᾶλλον, ὅταν πρὸς αὐτὸν ἢ λύραν; τὸ δὲ πρὸς πολλοὺς αὐλητὰς ἢ λύρας πολλὰς οὐχ ἥδιον, ὅτι ἀφανίζει τὴν ᾠδήν. Διὰ τί, εἰ ἥδιον ἡ ἀνθρώπου φωνή, ἡ ἄνευ λόγου ᾄδον‐
30τος οὐχ ἡδίων ἐστίν, οἷον τερετιζόντων, ἀλλ’ αὐλὸς ἢ λύρα; ἢ οὐδ’ ἐκεῖ, ἐὰν μὴ μιμῆται, ὁμοίως ἡδύ; οὐ μὴν ἀλλὰ καὶ διὰ τὸ ἔργον αὐτό. ἡ μὲν γὰρ φωνὴ ἡδίων ἡ τοῦ ἀνθρώπου, κρουστικὰ δὲ μᾶλλον τὰ ὄργανα τοῦ στόματος. διὸ ἥδιον ἀκούειν ἢ τερετίζειν.
35 Διὰ τί ἡ ἀπηχοῦσα ὀξυτέρα; ἢ ὅτι ἔλαττον, ἀσθενε‐ στέρα γινομένη; Διὰ τί τῶν χορδῶν ἡ βαρυτέρα ἀεὶ τὸ μέλος λαμβάνει; ἂν γὰρ δέηται ᾆσαι τὴν παραμέσην σὺν ψιλῇ τῇ μέσῃ, γίνεται τὸ μέσον οὐθὲν ἧττον· ἐὰν δὲ τὴν μέσην δέον ἄμφω,
40ψιλὰ οὐ γίνεται. ἢ ὅτι τὸ βαρὺ μέγα ἐστίν, ὥστε κρατερόν;Column end
Prob
.

918b

καὶ ἔνεστιν ἐν τῷ μεγάλῳ τὸ μικρόν· καὶ τῇ διαλήψει δύο νῆται ἐν τῇ ὑπάτῃ γίνονται. Διὰ τί ἐν τῇ διὰ πασῶν τοῦ μὲν ὀξέος ἀντίφωνον γίνε‐ ται τὸ βαρύ, τούτου δὲ τὸ ὀξὺ οὔ; ἢ ὅτι μάλιστα μὲν ἐν ἀμ‐
5φοῖν ἐστὶ τὸ ἀμφοῖν μέλος, εἰ δὲ μή, ἐν τῷ βαρεῖ· μεῖ‐ ζον γάρ. Διὰ τί λανθάνει τὸ διὰ πασῶν, καὶ δοκεῖ ὁμόφωνον εἶναι, οἷον ἐν τῷ φοινικίῳ καὶ ἐν τῷ ἀνθρώπῳ; τὰ γὰρ ἐν τοῖς ὀξέσιν ὄντα οὐχ ὁμόφωνα, ἀλλ’ ἀνάλογον ἀλλήλοις
10διὰ πασῶν. ἢ ὅτι ὥσπερ ὁ αὐτὸς εἶναι δοκεῖ φθόγγος, διὰ τὸ ἀνάλογον ἰσότης ἐπὶ φθόγγων; τὸ δὲ ἴσον τοῦ ἑνός. ταὐτὸ δὲ τοῦτο καὶ ἐν ταῖς σύριγξιν ἐξαπατῶνται. Διὰ τί οἱ μὲν νόμοι οὐκ ἐν ἀντιστρόφοις ἐποιοῦντο, αἱ δὲ ἄλλαι ᾠδαὶ αἱ χορικαί; ἢ ὅτι οἱ μὲν νόμοι ἀγωνιστῶν ἦσαν,
15ὧν ἤδη μιμεῖσθαι δυναμένων καὶ διατείνεσθαι ἡ ᾠδὴ ἐγίνετο μακρὰ καὶ πολυειδής; καθάπερ οὖν καὶ τὰ ῥήματα, καὶ τὰ μέλη τῇ μιμήσει ἠκολούθει ἀεὶ ἕτερα γινόμενα. μᾶλλον γὰρ τῷ μέλει ἀνάγκη μιμεῖσθαι ἢ τοῖς ῥήμασιν. διὸ καὶ οἱ δι‐ θύραμβοι, ἐπειδὴ μιμητικοὶ ἐγένοντο, οὐκέτι ἔχουσιν ἀντιστρό‐
20φους, πρότερον δὲ εἶχον. αἴτιον δὲ ὅτι τὸ παλαιὸν οἱ ἐλεύ‐ θεροι ἐχόρευον αὐτοί· πολλοὺς οὖν ἀγωνιστικῶς ᾄδειν χαλεπὸν ἦν, ὥστε ἐναρμόνια μέλη ἐνῇδον. μεταβάλλειν γὰρ πολλὰς μεταβολὰς τῷ ἑνὶ ῥᾷον ἢ τοῖς πολλοῖς, καὶ τῷ ἀγωνιστῇ ἢ τοῖς τὸ ἦθος φυλάττουσιν. διὸ ἁπλούστερα ἐποίουν αὐτοῖς τὰ
25μέλη. ἡ δὲ ἀντίστροφος ἁπλοῦν· ἀριθμὸς γάρ ἐστι καὶ ἑνὶ μετρεῖται. τὸ δ’ αὐτὸ αἴτιον καὶ διότι τὰ μὲν ἀπὸ τῆς σκηνῆς οὐκ ἀντίστροφα, τὰ δὲ τοῦ χοροῦ ἀντίστροφα· ὁ μὲν γὰρ ὑποκριτὴς ἀγωνιστὴς καὶ μιμητής, ὁ δὲ χορὸς ἧττον μι‐ μεῖται.
30 Διὰ τί ἥδιον τὸ ἀντίφωνον τοῦ συμφώνου; ἢ ὅτι μᾶλ‐ λον διάδηλον γίνεται τὸ συμφωνεῖν ἢ ὅταν πρὸς τὴν συμ‐ φωνίαν ᾄδῃ; ἀνάγκη γὰρ τὴν ἑτέραν ὁμοφωνεῖν, ὥστε δύο πρὸς μίαν φωνὴν γινόμεναι ἀφανίζουσι τὴν ἑτέραν. Διὰ τί πέντε οὐκ ᾄδουσιν ἀντίφωνα; ἢ ὅτι οὐχ ἡ αὐτὴ
35ἡ σύμφωνος τῇ συμφωνίᾳ, ὥσπερ ἐν τῷ διὰ πασῶν; ἐκείνη γὰρ ἐν τῷ βαρεῖ ἀνάλογον, ὡς ἡ ὀξεῖα ἐν τῷ ὀξεῖ. ὥσπερ οὖν ἡ αὐτή ἐστιν ἅμα καὶ ἄλλη. αἱ δὲ ἐν τῷ διὰ πέντε καὶ διὰ τεττάρων οὐκ ἔχουσιν οὕτως, ὥστε οὐκ ἐμφαίνεται ὁ τῆς ἀντιφώνου φθόγγος· οὐ γάρ ἐστιν ὁ αὐτός.
40Διὰ τί ἡ διὰ πασῶν συμφωνία ᾄδεται μόνη; μαγα‐
Prob
.

919a

δίζουσι γὰρ ταύτην, ἄλλην δὲ οὐδεμίαν. ἢ ὅτι μόνη ἐξ ἀν‐ τιφώνων ἐστὶ χορδῶν, ἐν δὲ τοῖς ἀντιφώνοις καὶ τὴν ἑτέραν ἐὰν ᾄδῃ, τὸ αὐτὸ ποιεῖ; ἡ γὰρ μία τρόπον τινὰ τὰς ἀμ‐ φοτέρων ἔχει φωνάς, ὥστε καὶ μιᾶς ᾀδομένης ἐν ταύτῃ τῇ
5συμφωνίᾳ ᾄδεται ἡ συμφωνία, καὶ ἄμφω ᾄδοντες· ἢ τῆς μὲν ᾀδομένης τῆς δὲ αὐλουμένης ὥσπερ μίαν ἄμφω ᾄδουσιν. διὸ μόνη μελῳδεῖται, ὅτι μιᾶς ἔχει χορδῆς φωνὴν τὰ ἀν‐ τίφωνα. Διὰ τί δὲ ταῖς ἀντιφώνοις τοῦτο μόναις ὑπάρχει; ἢ
10ὅτι μόναι ἴσον ἀπέχουσι τῆς μέσης; ἡ οὖν μεσότης ὁμοιότητά τινα ποιεῖ τῶν φθόγγων, καὶ ἔοικεν ἡ ἀκοὴ λέγειν ὅτι ἡ αὐτὴ καὶ ὅτι ἀμφότεραι ἔσχαται. Διὰ τί, ἐὰν μέν τις τὴν μέσην κινήσῃ ἡμῶν, ἁρμόσας τὰς ἄλλας χορδάς, καὶ χρῆται τῷ ὀργάνῳ, οὐ μόνον ὅταν
15κατὰ τὸν τῆς μέσης γένηται φθόγγον, λυπεῖ καὶ φαίνεται ἀνάρμοστον, ἀλλὰ καὶ κατὰ τὴν ἄλλην μελῳδίαν· ἐὰν δὲ τὴν λιχανὸν ἤ τινα ἄλλον φθόγγον, τότε φαίνεται διαφέ‐ ρειν μόνον, ὅταν κἀκείνῃ τις χρῆται; ἢ εὐλόγως τοῦτο συμ‐ βαίνει; πάντα γὰρ τὰ χρηστὰ μέλη πολλάκις τῇ μέσῃ
20χρῆται, καὶ πάντες οἱ ἀγαθοὶ ποιηταὶ πυκνὰ πρὸς τὴν μέ‐ σην ἀπαντῶσι, κἂν ἀπέλθωσι, ταχὺ ἐπανέρχονται, πρὸς δὲ ἄλλην οὕτως οὐδεμίαν. καθάπερ ἐκ τῶν λόγων ἐνίων ἐξαι‐ ρεθέντων συνδέσμων οὐκ ἔστιν ὁ λόγος Ἑλληνικός, οἷον τὸ τέ καὶ τὸ καί, ἔνιοι δὲ οὐθὲν λυποῦσι διὰ τὸ τοῖς μὲν ἀναγκαῖον
25εἶναι χρῆσθαι πολλάκις, εἰ ἔσται λόγος, τοῖς δὲ μή, οὕτω καὶ τῶν φθόγγων ἡ μέση ὥσπερ σύνδεσμός ἐστι, καὶ μά‐ λιστα τῶν καλῶν, διὰ τὸ πλειστάκις ἐνυπάρχειν τὸν φθόγ‐ γον αὐτῆς. Διὰ τί τῶν ᾀδόντων οἱ βαρύτερον ᾄδοντες τῶν ὀξὺ
30ᾀδόντων, ἐὰν ἀπᾴδωσι, μᾶλλον κατάδηλοι γίνονται; ὁμοίως δὲ καὶ τῷ ῥυθμῷ οἱ ἐν τῷ βαρυτέρῳ πλημμελοῦντες κατά‐ δηλοι μᾶλλον. πότερον ὅτι πλείων ὁ χρόνος ὁ τοῦ βαρέος, οὗτος δὲ μᾶλλον αἰσθητός; ἢ ὅτι ἐν πλείονι χρόνῳ πλείω αἴσθησιν παρέχει, τὸ δὲ ταχὺ καὶ ὀξὺ λανθάνει διὰ τὸ
35τάχος. Διὰ τί οἱ πολλοὶ μᾶλλον ᾄδοντες τὸν ῥυθμὸν σώζουσιν ἢ οἱ ὀλίγοι; ἢ ὅτι μᾶλλον πρὸς ἕνα τε καὶ ἡγεμόνα βλέ‐ πουσι, καὶ βαρύτερον ἄρχονται, ὥστε ῥᾷον τοῦ αὐτοῦ τυγχά‐
νουσιν; ἐν γὰρ τῷ τάχει ἡ ἁμαρτία πλείων.Column end
Prob
.

919b

Διὰ τί διπλασία ἡ νήτη τῆς ὑπάτης; ἢ πρῶτον μὲν ὅτι ἐκ τοῦ ἡμίσεος ἡ χορδὴ ψαλλομένη καὶ ὅλη συμφω‐ νοῦσα διὰ πασῶν; ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τῶν συρίγγων· ἡ γὰρ διὰ τοῦ μέσου τῆς σύριγγος τρήματος φωνὴ τῇ δι’ ὅλης
5τῆς σύριγγος συμφωνεῖ διὰ πασῶν. ἔτι ἐν τοῖς ἄλλοις τῷ διπλασίῳ διαστήματι λαμβάνεται τὸ διὰ πασῶν, καὶ οἱ αὐλοτρῦπαι οὕτω λαμβάνουσιν. ὁμοίως δὲ καὶ τὸ διὰ πέντε τῷ ἡμιολίῳ, ὅτι οἱ τὰς σύριγγας ἁρμοττόμενοι εἰς μὲν τὴν ὑπάτην ἄκραν τὸν κηρὸν ἐμπλάττουσι, τὴν δὲ νήτην μέχρι
10τοῦ ἡμίσεος ἀναπληροῦσιν. ὁμοίως δὲ καὶ τὴν διὰ πέντε τῷ ἡμιολίῳ καὶ τὴν διὰ τεττάρων τῷ ἐπιτρίτῳ διαστήματι λαμβάνουσιν. ἔτι οἱ ἐν τοῖς τριγώνοις ψαλτηρίοις τῆς ἴσης ἐπιτάσεως γινομένης συμφωνοῦσι διὰ πασῶν, ἡ μὲν διπλα‐ σία οὖσα, ἡ δὲ ἡμίσεια τῷ μήκει.
15 Διὰ τί, ἐάν τις ψήλας τὴν νήτην ἐπιλάβῃ, ἡ ὑπάτη μόνη δοκεῖ ἀντηχεῖν; ἢ ὅτι συμφυὴς μάλιστα γίνεται τῷ φθόγγῳ ὁ ἀπὸ ταύτης ἦχος διὰ τὸ σύμφωνος εἶναι; τῷ οὖν συναυξάνεσθαι τῷ ὁμοίῳ φαίνεται μόνος, οἱ δὲ ἄλλοι διὰ μικρότητα ἀφανεῖς.
20 Διὰ τί μέση καλεῖται ἐν ταῖς ἁρμονίαις, τῶν δὲ ὀκτὼ οὐκ ἔστι μέσον; ἢ ὅτι ἑπτάχορδοι ἦσαν αἱ ἁρμονίαι τὸ πα‐ λαιόν, τὰ δὲ ἑπτὰ ἔχει μέσον. Διὰ τί ἐπὶ τὸ ὀξὺ ἀπᾴδουσιν οἱ πλεῖστοι; πότερον ὅτι ῥᾷον ὀξὺ ᾆσαι ἢ βαρύ; ἢ ὅτι χεῖρον τοῦ βαρέος; ἁμαρτία
25δέ ἐστι τοῦ χείρονος πρᾶξις. Διὰ τί τὸ ἀκουστὸν μόνον ἦθος ἔχει τῶν αἰσθητῶν; καὶ γὰρ ἐὰν ᾖ ἄνευ λόγου μέλος, ὅμως ἔχει ἦθος· ἀλλ’ οὐ τὸ χρῶμα οὐδὲ ἡ ὀσμὴ οὐδὲ ὁ χυμὸς ἔχει. ἢ ὅτι κί‐ νησιν ἔχει μόνον οὐχί, ἣν ὁ ψόφος ἡμᾶς κινεῖ; τοιαύτη
30μὲν γὰρ καὶ τοῖς ἄλλοις ὑπάρχει· κινεῖ γὰρ καὶ τὸ χρῶμα τὴν ὄψιν· ἀλλὰ τῆς ἑπομένης τῷ τοιούτῳ ψόφῳ αἰσθανόμεθα κινήσεως. αὕτη δὲ ἔχει ὁμοιότητα ἔν τε τοῖς ῥυθμοῖς καὶ ἐν τῇ τῶν φθόγγων τάξει τῶν ὀξέων καὶ βαρέων, οὐκ ἐν τῇ μίξει. ἀλλ’ ἡ συμφωνία οὐκ ἔχει ἦθος.
35ἐν δὲ τοῖς ἄλλοις αἰσθητοῖς τοῦτο οὐκ ἔστιν. αἱ δὲ κινή‐ σεις αὗται πρακτικαί εἰσιν, αἱ δὲ πράξεις ἤθους σημασία ἐστίν. Διὰ τί νόμοι καλοῦνται οὓς ᾄδουσιν; ἢ ὅτι πρὶν ἐπίστα‐
σθαι γράμματα, ᾖδον τοὺς νόμους, ὅπως μὴ ἐπιλάθωνται,
Prob
.

920a

ὥσπερ ἐν Ἀγαθύρσοις ἔτι εἰώθασιν; καὶ τῶν ὑστέρων οὖν ᾠδῶν τὰς πρώτας τὸ αὐτὸ ἐκάλεσαν ὅπερ τὰς πρώτας. Διὰ τί οἱ ῥυθμοὶ καὶ τὰ μέλη φωνὴ οὖσα ἤθεσιν ἔοι‐ κεν, οἱ δὲ χυμοὶ οὔ, ἀλλ’ οὐδὲ τὰ χρώματα καὶ αἱ ὀσμαί;
5ἢ ὅτι κινήσεις εἰσὶν ὥσπερ καὶ αἱ πράξεις; ἤδη δὲ ἡ μὲν ἐνέργεια ἠθικὸν καὶ ποιεῖ ἦθος, οἱ δὲ χυμοὶ καὶ τὰ χρώ‐ ματα οὐ ποιοῦσιν ὁμοίως. Διὰ τί οὐδὲ ὑποδωριστὶ οὐδὲ ὑποφρυγιστὶ οὐκ ἔστιν ἐν τρα‐ γῳδίᾳ χορικόν; ἢ ὅτι οὐκ ἔχει ἀντίστροφον. ἀλλ’ ἀπὸ σκη‐
10νῆς· μιμητικὴ γάρ. Διὰ τί οἱ περὶ Φρύνιχον ἦσαν μᾶλλον μελοποιοί; ἢ διὰ τὸ πολλαπλάσια εἶναι τότε τὰ μέλη ἐν ταῖς τραγῳ‐ δίαις τῶν μέτρων; Διὰ τί διὰ πασῶν καλεῖται, ἀλλ’ οὐ κατὰ τὸν ἀριθ‐
15μὸν δι’ ὀκτώ, ὥσπερ καὶ διὰ τεττάρων καὶ διὰ πέντε; ἢ ὅτι ἑπτὰ ἦσαν αἱ χορδαὶ τὸ ἀρχαῖον, εἶτ’ ἐξελὼν τὴν τρίτην Τέρπανδρος τὴν νήτην προσέθηκε, καὶ ἐπὶ τούτου ἐκλήθη διὰ πασῶν ἀλλ’ οὐ δι’ ὀκτώ· δι’ ἑπτὰ γὰρ ἦν. Διὰ τί εὐαρμοστότερον ἀπὸ τοῦ ὀξέος ἐπὶ τὸ βαρὺ ἢ
20ἀπὸ τοῦ βαρέος ἐπὶ τὸ ὀξύ; πότερον ὅτι τὸ ἀπὸ τῆς ἀρχῆς γίνεται ἄρχεσθαι; ἡ γὰρ μέση καὶ ἡγεμὼν ὀξυτάτη τοῦ τετραχόρδου. τὸ δὲ οὐκ ἀπ’ ἀρχῆς ἀλλ’ ἀπὸ τελευτῆς. ἢ ὅτι τὸ βαρὺ ἀπὸ τοῦ ὀξέος γενναιότερον καὶ εὐφωνότερον; Διὰ τί δὶς μὲν δι’ ὀξειῶν καὶ δὶς διὰ τεττάρων οὐ συμ‐
25φωνεῖ, δὶς διὰ πασῶν δέ; ἢ ὅτι ἡ δὶς δι’ ὀξειῶν οὐ δὶς διὰ τεττάρων ἐστίν, τὸ δὲ διὰ τεττάρων καὶ διὰ πέντε. Διὰ τί ἡ διὰ πασῶν καλλίστη συμφωνία; ἢ ὅτι ἐν ὅλοις ὅροις οἱ ταύτης λόγοι εἰσίν, οἱ δὲ τῶν ἄλλων οὐκ ἐν ὅλοις; ἐπεὶ γὰρ διπλασία ἡ νήτη τῆς ὑπάτης, οἷα ἡ νήτη
30δύο, ἡ ὑπάτη ἕν, καὶ οἷα ἡ ὑπάτη δύο, ἡ νήτη τέσσαρα, καὶ ἀεὶ οὕτως. τῆς δὲ μέσης ἡμιόλια. τὸ γὰρ διὰ πέντε ἡμιόλιον οὐκ ἐν ὅλοις ἀριθμοῖς ἐστίν· οἷον γὰρ ἓν τὸ ἔλατ‐ τον, τὸ μεῖζον τοσοῦτον δὲ καὶ ἔτι τὸ ἥμισυ. ὥστε οὐχ ὅλα πρὸς ὅλα συγκρίνεται, ἀλλ’ ἔπεστι μέρη. ὁμοίως δὲ
35καὶ ἐν τῷ διὰ τεττάρων ἔχει· τὸ γὰρ ἐπίτριτόν ἐστιν ὅσον τεμεῖν ὃ καὶ ἔτι ἓν τῶν τεττάρων ἐπίτριτόν ἐστιν. ἢ ὅτι τελεωτάτη ἐξ ἀμφοτέρων οὖσα, καὶ ὅτι μέτρον τῆς μελῳ‐
δίας διὰ παντὸς τοῦ φερομένου ἡ κατὰ μέσον κίνησις σφο‐Column end
Prob
.

920b

δροτάτη, ἀρχομένου δὲ καὶ λήγοντος μαλακωτέρα; ὅτε δὲ σφοδροτάτη ἡ κίνησις, καὶ ἡ φωνὴ ὀξυτέρα τοῦ φερομένου. διὸ καὶ χορδαὶ ἐπιτεινόμεναι ὀξύτερον φθέγγονται· θᾶττον γὰρ ἡ κίνησις γίνεται. ἡ δὲ φωνὴ ἢ ἀέρος ἢ ἄλλου τινὸς
5φορά· τὴν ἀνὰ μέσον τὸν πόρον ὀξυτάτην δεῖ γίνεσθαι. ὥστε εἰ τοῦτο μὴ συμβαίνει, οὐκ ἂν εἴη φορά τινος. Διὰ τί, ἐὰν μὲν ἡ μέση κινηθῇ, καὶ αἱ ἄλλαι χορδαὶ ἠχοῦσι φθεγγόμεναι, ἐὰν δὲ αὖ ἡ μὲν μένῃ τῶν δ’ ἄλλων τις κινηθῇ, κινηθεῖσα μόνη φθέγγεται; ἢ ὅτι τὸ ἡρμόσθαι
10ἐστὶν ἁπάσαις, τὸ δὲ ἔχειν πως πρὸς τὴν μέσην ἁπάσαις, καὶ ἡ τάξις ἡ ἑκάστης ἤδη δι’ ἐκείνην; ἀρθέντος οὖν τοῦ αἰτίου τοῦ ἡρμόσθαι καὶ τοῦ συνέχοντος οὐκέτι ὁμοίως φαίνεται ὑπάρχειν. μιᾶς δὲ ἀναρμόστου οὔσης, τῆς δὲ μέσης μενούσης, εὐλόγως τὸ κατ’ αὐτὴν ἐκλειπόμενον· ταῖς γὰρ ἄλλαις
15ὑπάρχει τὸ ἡρμόσθαι. Διὰ τί τοῦ ἐν φωνῇ ὀξέος ὄντος κατὰ τὸ ὀλίγον, τοῦ δὲ βαρέος κατὰ τὸ πολύ (τὸ μὲν γὰρ βαρὺ διὰ τὸ πλῆθος βαρύ, τὸ δὲ ὀξὺ δι’ ὀλιγότητα ταχύ), ἔργον μᾶλλον ᾄδειν τὰ ὀξέα ἢ τὰ βαρέα, καὶ ὀλίγοι τὰ ἄνω δύνανται ᾄδειν,
20καὶ οἱ νόμοι ὄρθιοι καὶ οἱ ὀξεῖς χαλεποὶ ᾆσαι διὰ τὸ ἀνα‐ τεταμένοι εἶναι; καίτοι ἔλαττον ἔργον τὸ ὀλίγον κινεῖν ἢ τὸ πολύ, ὥστε καὶ ἀέρα. ἢ οὐ ταὐτό γε ὀξύφωνον εἶναι φύσει καὶ τὸ ὀξὺ ᾄδειν, ἀλλὰ φύσει μὲν ὀξύφωνα ἅπαντα δι’ ἀσθένειαν, τῷ μὴ δύνασθαι πολὺν κινεῖν ἀέρα ἀλλ’ ὀλίγον,
25ὁ δ’ ὀλίγος ταχὺ φέρεται, ἐν δὲ τῷ ᾄδειν τὸ ὀξὺ δυνά‐ μεως σημεῖον. τὸ μὲν γὰρ σφοδρῶς φερόμενον ταχὺ φέ‐ ρεται, διὸ τὸ ὀξὺ δυνάμεως σημεῖον. διὸ καὶ οἱ ἑκτικοὶ ὀξύφωνοι. καὶ ἔργον τὰ ἄνω ᾄδειν· τὰ δὲ βαρέα κάτω. Διὰ τί ῥυθμῷ καὶ μέλει καὶ ὅλως ταῖς συμφωνίαις
30χαίρουσι πάντες; ἢ ὅτι ταῖς κατὰ φύσιν κινήσεσι χαίρομεν κατὰ φύσιν; σημεῖον δὲ τὸ τὰ παιδία εὐθὺς γενόμενα χαίρειν αὐτοῖς. διὰ δὲ τὸ ἔθος τρόποις μελῶν χαίρομεν. ῥυθμῷ δὲ χαίρομεν διὰ τὸ γνώριμον καὶ τεταγμένον ἀρι‐ θμὸν ἔχειν, καὶ κινεῖν ἡμᾶς τεταγμένως· οἰκειοτέρα γὰρ ἡ
35τεταγμένη κίνησις φύσει τῆς ἀτάκτου, ὥστε καὶ κατὰ φύ‐ σιν μᾶλλον. σημεῖον δέ· πονοῦντες γὰρ καὶ πίνοντες καὶ ἐσθίοντες τεταγμένα σώζομεν καὶ αὔξομεν τὴν φύσιν καὶ
τὴν δύναμιν, ἄτακτα δὲ φθείρομεν καὶ ἐξίσταμεν αὐτήν·
Prob
.

921a

αἱ γὰρ νόσοι τῆς τοῦ σώματος οὐ κατὰ φύσιν τάξεως κινή‐ σεις εἰσίν. συμφωνίᾳ δὲ χαίρομεν, ὅτι κρᾶσίς ἐστι λόγον ἐχόντων ἐναντίων πρὸς ἄλληλα. ὁ μὲν οὖν λόγος τάξις, ὃ ἦν φύσει ἡδύ. τὸ δὲ κεκραμένον τοῦ ἀκράτου πᾶν ἥδιον,
5ἄλλως τε κἂν αἰσθητὸν ὂν ἀμφοῖν τοῖν ἄκροιν ἐξ ἴσου τὴν δύναμιν ἔχοι ἐν τῇ συμφωνίᾳ ὁ λόγος. Διὰ τί ἥδιόν ἐστι τὸ σύμφωνον τοῦ ὁμοφώνου; ἢ καὶ τὸ μὲν ἀντίφωνον σύμφωνόν ἐστι διὰ πασῶν; ἐκ παίδων γὰρ νέων καὶ ἀνδρῶν γίνεται τὸ ἀντίφωνον, οἳ διεστᾶσι τοῖς
10τόνοις ὡς νήτη πρὸς ὑπάτην. συμφωνία δὲ πᾶσα ἡδίων ἁπλοῦ φθόγγου (δι’ ἃ δέ, εἴρηται), καὶ τούτων ἡ διὰ πα‐ σῶν ἡδίστη· τὸ ὁμόφωνον δὲ ἁπλοῦν ἔχει φθόγγον. μα‐ γαδίζουσι δὲ ἐν τῇ διὰ πασῶν συμφωνίᾳ, ὅτι καθάπερ ἐν τοῖς μέτροις οἱ πόδες ἔχουσι πρὸς αὑτοὺς λόγον ἴσον πρὸς
15ἴσον ἢ δύο πρὸς ἓν ἢ καί τινα ἄλλον, οὕτω καὶ οἱ ἐν τῇ συμφωνίᾳ φθόγγοι λόγον ἔχουσι κινήσεως πρὸς αὑτούς. τῶν μὲν οὖν ἄλλων συμφωνιῶν ἀτελεῖς αἱ θατέρου κατα‐ στροφαί εἰσιν, εἰς ἥμισυ τελευτῶσαι· διὸ τῇ δυνάμει οὐκ ἴσαι εἰσίν. οὖσαι δὲ ἄνισοι, διαφορὰ τῇ αἰσθήσει, καθάπερ
20ἐν τοῖς χοροῖς, ἐν τῷ καταλύειν μεῖζον ἄλλων φθεγγο‐ μένοις ἐστίν. ἔτι δὲ ὑπάτῃ συμβαίνει τὴν αὐτὴν τελευτὴν τῶν ἐν τοῖς φθόγγοις περιόδων ἔχειν. ἡ γὰρ δευτέρα τῆς νεάτης πληγὴ τοῦ ἀέρος ὑπάτη ἐστίν. τελευτώσαις δ’ εἰς ταὐτόν, οὐ ταὐτὸν ποιούσαις, ἓν καὶ κοινὸν τὸ ἔργον συμ‐
25βαίνει γίνεσθαι, καθάπερ τοῖς ὑπὸ τὴν ᾠδὴν κρούουσιν· καὶ γὰρ οὗτοι τὰ ἄλλα οὐ προσαυλοῦντες, ἐὰν εἰς ταὐτὸν κα‐ ταστρέφωσιν, εὐφραίνουσι μᾶλλον τῷ τέλει ἢ λυποῦσι ταῖς πρὸ τοῦ τέλους διαφοραῖς, τῷ τὸ ἐκ διαφόρων τὸ κοινόν, ἥδιστον ἐκ τοῦ διὰ πασῶν γίνεσθαι. τὸ δὲ μαγα‐
30δίζειν ἐξ ἐναντίων φωνῶν. διὰ ταῦτα ἐν τῇ διὰ πασῶν μαγαδίζουσιν. Διὰ τί ἥδιον ἀκούουσιν ᾀδόντων ὅσα ἂν προεπιστά‐ μενοι τύχωσι τῶν μελῶν, ἢ ἐὰν μὴ ἐπιστῶνται; πότερον ὅτι μᾶλλον δῆλός ἐστιν ὁ τυγχάνων ὥσπερ σκοποῦ, ὅταν
35γνωρίζωσι τὸ ᾀδόμενον; γνωριζόντων δὲ ἡδὺ θεωρεῖν. ἢ ὅτι συμπαθής ἐστιν ὁ ἀκροατὴς τῷ τὸ γνώριμον ᾄδοντι; συνᾴδει γὰρ αὐτῷ. ᾄδει δὲ πᾶς γεγηθὼς ὁ μὴ διά τινα ἀνάγκην
ποιῶν τοῦτο.Column end
Prob
.

921b

Διὰ τί δὶς μὲν δι’ ὀξειῶν ἢ δὶς διὰ τεττάρων οὐ συμ‐ φωνεῖ, δὶς διὰ πασῶν δέ; ἢ ὅτι τὸ μὲν διὰ πέντε ἐστὶν ἐν ἡμιολίῳ λόγῳ, τὸ δὲ διὰ τεττάρων ἐν ἐπιτρίτῳ; ὄντων δὲ ἡμιολίων τριῶν ἑξῆς ἀριθμῶν ἢ ἐπιτρίτων, οἱ ἄκροι πρὸς
5ἀλλήλους οὐδένα λόγον ἕξουσιν· οὔτε γὰρ ἐπιμόριοι οὔτε πολ‐ λαπλάσιοι ἔσονται. τὸ δὲ διὰ πασῶν ἐπειδή ἐστιν ἐν διπλα‐ σίῳ λόγῳ, δὶς τούτου γινομένου ἐν τετραπλασίῳ λόγῳ ἂν εἶεν οἱ ἄκροι πρὸς ἀλλήλους. ὥστ’ ἐπεὶ συμφωνία εὔλογον ἐχόντων φθόγγον πρὸς ἀλλήλους ἐστί, λόγον δὲ οἱ μὲν τὸ
10δὶς διὰ πασῶν διάλειμμα ἔχοντες πρὸς ἀλλήλους φθόγγοι ἔχουσιν, οἱ δὲ τὸ δὶς διὰ τεττάρων ἢ δὶς διὰ πέντε οὐκ ἔχουσιν, οἱ μὲν δὶς διὰ πασῶν σύμφωνοι εἶεν ἄν, οἱ δ’ ἕτεροι οὔ, διὰ τὰ εἰρημένα. Διὰ τί, ἐάν τις ψήλας τὴν νήτην ἐπιλάβῃ, ἡ ὑπάτη
15μόνη δοκεῖ ὑπηχεῖν; ἢ ὅτι ἡ νεάτη λήγουσα καὶ μαραινο‐ μένη ὑπάτη γίνεται; σημεῖον δὲ τὸ ἀπὸ τῆς ὑπάτης τὴν νεάτην δύνασθαι ᾄδειν· ὡς γὰρ οὔσης αὐτῆς ᾠδῆς νεάτης, τὴν ὁμοιότητα λαμβάνουσιν ἀπ’ αὐτῆς. ἐπεὶ δὲ καὶ ἠχὼ ᾠδή τίς ἐστιν, ἁφή ἐστι φωνῆς τῆς νεάτης ληγούσης, ἦχος
20ὢν ὁ αὐτὸς τῷ τῆς ὑπάτης φθόγγῳ κινεῖ, εἰκότως τῇ ὁμοιότητι τὴν ὑπάτην ἡ νήτη δοκεῖ κινεῖν. τὴν μὲν γὰρ νεά‐ την ἴσμεν οὗ κινεῖται ἐπιληφθεῖσα· τὴν δὲ ὑπάτην αὐτὴν ὁρῶντες ἀκατάληπτον οὖσαν, καὶ φθόγγου αὐτῆς ἀκούοντες, ταύτην οἰόμεθα ἠχεῖν· ὅπερ ἐπὶ πολλῶν ἡμῖν συμβαίνει,
25ἐφ’ ὧν μήτε τῷ λογισμῷ μήτε τῇ αἰσθήσει δυνάμεθα εἰδῆσαι τὸ ἀκριβές. ἔτι εἰ πληγείσης τῆς νεάτης μάλιστα ἐντεταμένης συμβαίνει τὸν ζυγὸν κινεῖσθαι, οὐθὲν ἂν εἴη θαυμαστόν. κινηθέντος δὲ πάσας τὰς χορδὰς συγκινεῖσθαι καί τιν’ ἦχον ποιεῖν οὐκ ἄλογον. ταῖς μὲν οὖν ἄλλαις ὁ τῆς
30νεάτης φθόγγος ἀλλότριός ἐστι καὶ λήγων καὶ ἀρχόμενος, τῇ δὲ ὑπάτῃ λήγων ὁ αὐτός. οὗ προστεθέντος τῇ ἰδίᾳ αὐτῆς κινήσει, ἐκείνης δόξαι πάντ’ αὐτὸν εἶναι οὐθὲν ἄτοπον. ἔσται δὲ μείζων ἢ ὁ κοινὸς τῶν λοιπῶν χορδῶν ἦχος, ὅτι αἱ μὲν ὑπὸ τῆς νεάτης καθάπερ ὠσθεῖσαι μαλακῶς ἤχησαν, ἡ
35δὲ νεάτη πάσῃ τῇ αὐτῆς δυνάμει, οὖσα αὐτῶν σφοδροτάτη. ὥστε εἰκότως καὶ τὸ δευτερεῖον αὐτῆς κρεῖττον ἂν εἴη ἢ τὸ τῶν ἄλλων· ὥστε καὶ βραχείας κινεῖσθαι, ὡς αὐτῆς τε
γεγενημένης.
Prob
.

922a

Διὰ τί ἥδιον τῆς μονῳδίας ἐστὶν ἐάν τις πρὸς αὐλὸν ἢ λύραν ᾄδη; ἢ ὅτι πᾶν τὸ ἥδιον μιχθὲν ἡδίονι ἕν ἐστιν; ὁ δὲ αὐλὸς ἡδίων τῆς λύρας, ὥστε καὶ ἡ ᾠδὴ τούτῳ μιχθεῖσα ἢ λύρα ἡδίων ἂν εἴη, ἐπεὶ τὸ μεμιγμένον τοῦ ἀμίκτου ἥδιόν
5ἐστιν, ἐὰν ἀμφοῖν ἅμα τὴν αἴσθησίν τις λαμβάνῃ. οἶνος γὰρ ἡδίων τοῦ ὀξυμέλιτος διὰ τὸ μεμῖχθαι μᾶλλον αὑτοῖς τὰ ὑπὸ τῆς φύσεως μιχθέντα ἢ ὑφ’ ἡμῶν. ἔστι γὰρ καὶ ὁ οἶνος μικτὸς ἐξ ὀξέος καὶ γλυκέος χυμοῦ. δηλοῦσι δὲ καὶ αἱ οἰνώδεις ῥοαὶ καλούμεναι. ἡ μὲν οὖν ᾠδὴ καὶ ὁ αὐλὸς
10μίγνυνται αὑτοῖς δι’ ὁμοιότητα (πνεύματι γὰρ ἄμφω γί‐ νεται)· ὁ δὲ τῆς λύρας φθόγγος, ἐπειδὴ οὐ πνεύματι γίνεται ἢ ἧττον αἰσθητὸν ἢ ὁ τῶν αὐλῶν, ἀμικτότερός ἐστι τῇ φωνῇ· ποιῶν δὲ διαφορὰν τῇ αἰσθήσει ἧττον ἡδύνει, καθάπερ ἐπὶ τῶν χυμῶν εἴρηται. ἔτι ὁ μὲν αὐλὸς πολλὰ τῷ αὑτοῦ ἤχῳ
15καὶ τῇ ὁμοιότητι συγκρύπτει τῶν τοῦ ᾠδοῦ ἁμαρτημάτων, οἱ δὲ τῆς λύρας φθόγγοι ὄντες ψιλοὶ καὶ ἀμικτότεροι τῇ φωνῇ, καθ’ ἑαυτοὺς θεωρούμενοι καὶ ὄντες αὐτοῖς συμφανῆ ποιοῦσι τὴν τῆς ᾠδῆς ἁμαρτίαν, καθάπερ κανόνες ὄντες αὐτῶν. πολ‐ λῶν δὲ ἐν τῇ ᾠδῇ ἁμαρτανομένων, τὸ κοινὸν ἐξ ἀμφοῖν
20ἀναγκαῖον χεῖρον γίνεσθαι. Διὰ τί τῶν μὲν ἑπτὰ μέση καλεῖται, τῶν δὲ ὀκτὼ οὐκ ἔστι μέσον; ἢ ὅτι ἑπτάχορδοι ἦσαν αἱ ἁρμονίαι τὸ πα‐ λαιόν, τὰ δὲ ἑπτὰ ἔχει μέσον; ἔτι ἐπειδὴ τῶν μεταξὺ τῶν ἄκρων τὸ μέσον μόνον ἀρχή τίς ἐστιν (ἔστι γὰρ τῶν θάτερον
25τῶν ἄκρων νευόντων ἔν τινι διαστήματι ἀνὰ μέσον ὂν ἀρχή), τοῦτ’ ἔσται μέσον. ἐπεὶ δ’ ἔσχατα μέσον ἐστὶν ἁρμονίας νεάτη καὶ ὑπάτη, τούτων δὲ ἀνὰ μέσον οἱ λοιποὶ φθόγγοι, ὧν ἡ μέση καλουμένη μόνη ἀρχή ἐστι θατέρου τετραχόρδου, δικαίως μέση καλεῖται. τῶν γὰρ μεταξύ τινων ἄκρων τὸ
30μέσον ἦν ἀρχὴ μόνον. Διὰ τί οἱ πολλοὶ ᾄδοντες σώζουσι μᾶλλον τὸν ῥυθμὸν ἢ οἱ ὀλίγοι; ἢ ὅτι μᾶλλον πρὸς ἕνα τε καὶ ἡγεμόνα βλέ‐ πουσι, καὶ βραδύτερον ἄρχονται, ὥστε ῥᾷον τοῦ αὐτοῦ τυγ‐ χάνουσιν; ἐν μὲν γὰρ τῷ τάχει πλείων γίνεται ἡ ἁμαρτία,
35συμβαίνει δὲ τῷ ἡγεμόνι προσέχειν τοὺς πολλούς· ἰδιαζόμε‐ νος δὲ οὐδεὶς ἂν αὐτῶν διαλάμψειεν ὑπεράρας τὸ πλῆθος. ἐν δὲ τοῖς ὀλίγοις μᾶλλον διαλάμπουσιν· διὸ καθ’ αὑτοὺς ἐν αὐτοῖς μᾶλλον ἀγωνίζονται ἢ πρὸς τὸν ἡγεμόνα.
Διὰ τί ἐπὶ τὸ ὀξὺ ἀπᾴδουσιν οἱ πλεῖστοι; ἢ ὅτι ῥᾷονColumn end
Prob
.

922b

ὀξὺ ᾆσαι ἢ βαρύ; ᾄδουσι γοῦν ὀξὺ μᾶλλον, καὶ ἐν ᾧ ᾄδου‐ σιν, ἁμαρτάνουσιν. Διὰ τί οἱ ἀρχαῖοι ἑπταχόρδους ποιοῦντες τὰς ἁρμο‐ νίας τὴν ὑπάτην ἀλλ’ οὐ τὴν νήτην κατέλιπον; ἢ οὐ τὴν
5ὑπάτην ἀλλὰ τὴν νῦν παραμέσην καλουμένην ἀφῄρουν καὶ τὸ τονιαῖον διάστημα; ἐχρῶντο δὲ τῇ ἐσχάτῃ μέσῃ τοῦ ἐπὶ τὸ ὀξὺ πυκνοῦ· διὸ καὶ μέσην αὐτὴν προσηγόρευσαν. ἢ ὅτι ἦν τοῦ μὲν ἄνω τετραχόρδου τελευτή, τοῦ δὲ κάτω ἀρχή, καὶ μέσον εἶχε λόγον τόνῳ τῶν ἄκρων;
10 Διὰ τί οἱ ἐν τραγῳδίᾳ χοροὶ οὔθ’ ὑποδωριστὶ οὔθ’ ὑπο‐ φρυγιστὶ ᾄδουσιν; ἢ ὅτι μέλος ἥκιστα ἔχουσιν αὗται αἱ ἁρ‐ μονίαι, οὗ δεῖ μάλιστα τῷ χορῷ; ἦθος δὲ ἔχει ἡ μὲν ὑπο‐ φρυγιστὶ πρακτικόν, διὸ καὶ ἔν τε τῷ Γηρυόνῃ ἡ ἔξοδος καὶ ἡ ἐξόπλισις ἐν ταύτῃ πεποίηται, ἡ δὲ ὑποδωριστὶ μεγαλο‐
15πρεπὲς καὶ στάσιμον, διὸ καὶ κιθαρῳδικωτάτη ἐστὶ τῶν ἁρ‐ μονιῶν. ταῦτα δ’ ἄμφω χορῷ μὲν ἀνάρμοστα, τοῖς δὲ ἀπὸ σκηνῆς οἰκειότερα. ἐκεῖνοι μὲν γὰρ ἡρώων μιμηταί· οἱ δὲ ἡγεμόνες τῶν ἀρχαίων μόνοι ἦσαν ἥρωες, οἱ δὲ λαοὶ ἄν‐ θρωποι, ὧν ἐστὶν ὁ χορός. διὸ καὶ ἁρμόζει αὐτῷ τὸ γοερὸν
20καὶ ἡσύχιον ἦθος καὶ μέλος· ἀνθρωπικὰ γάρ. ταῦτα δ’ ἔχουσιν αἱ ἄλλαι ἁρμονίαι, ἥκιστα δὲ αὐτῶν ἡ ὑποφρυγιστί· ἐνθουσιαστικὴ γὰρ καὶ βακχική. κατὰ μὲν οὖν ταύτην πά‐ σχομέν τι· παθητικοὶ δὲ οἱ ἀσθενεῖς μᾶλλον τῶν δυνατῶν εἰσί, διὸ καὶ αὕτη ἁρμόττει τοῖς χοροῖς· κατὰ δὲ τὴν ὑπο‐
25δωριστὶ καὶ ὑποφρυγιστὶ πράττομεν, ὃ οὐκ οἰκεῖόν ἐστι χορῷ. ἔστι γὰρ ὁ χορὸς κηδευτὴς ἄπρακτος· εὔνοιαν γὰρ μόνον παρέχεται οἷς πάρεστιν. Διὰ τί τῶν τὴν συμφωνίαν ποιούντων φθόγγων ἐν τῷ βαρυτέρῳ τὸ μαλακώτερον; ἢ ὅτι τὸ μέλος τῇ μὲν αὑτοῦ
30φύσει μαλακόν ἐστι καὶ ἠρεμαῖον, τῇ δὲ τοῦ ῥυθμοῦ μίξει τραχὺ καὶ κινητικόν; ἐπεὶ δὲ ὁ μὲν βαρὺς φθόγγος μα‐ λακὸς καὶ ἠρεμαῖός ἐστιν, ὁ δὲ ὀξὺς κινητικός, καὶ τῶν ταὐτὸ μέλος ἐχόντων εἴη ἂν μαλακώτερος ὁ βαρύτερος ἐν ταὐτῷ μέλει μᾶλλον· ἦν γὰρ τὸ μέλος αὐτῷ μαλακόν.
35 Διὰ τί ἴσων πίθων καὶ ὁμοίων ἐὰν μὲν ὁ ἕτερος κενὸς ᾖ, ὁ δὲ ἕτερος εἰς τὸ ἥμισυ διάμεστος, διὰ πασῶν συμφωνεῖ ἡ ἠχώ; ἢ ὅτι διπλασία γίνεται καὶ ἡ ἐκ τοῦ ἡμίσεος τῆς ἐκ τοῦ κενοῦ; τί γὰρ διαφέρει τοῦτο ἢ ἐπὶ τῶν συρίγγων; δο‐
κεῖ γὰρ ἡ θάττων κίνησις ὀξυτέρα εἶναι, ἐν δὲ τοῖς μείζοσι
Prob
.

923a

βραδύτερον ὁ ἀὴρ ἀπαντᾷ, καὶ ἐν τοῖς διπλασίοις τοσούτῳ, καὶ ἐν τοῖς ἄλλοις ἀνάλογον. συμφωνεῖ δὲ διὰ πασῶν καὶ ὁ διπλασίων ἀσκὸς πρὸς τὸν ἥμισυν.
5
Κ. ΟΣΑ ΠΕΡΙ ΘΑΜΝΟΥΣ ΚΑΙ ΛΑΧΑΝΩΔΗ. Διὰ τί τὸ ἁλυκὸν ὕδωρ τὰ μὲν σέλινα δέχεται, τὸ δὲ πράσον οὔ; ἢ ὅτι τοῦ μὲν ἀσθενεῖς αἱ ῥίζαι, τοῦ δὲ ἰσχυ‐ ραί; τὸ δὲ ἰσχυρότερον ἀπαθέστερον. Διὰ τί λέγεται “μίνθην ἐν πολέμῳ μήτ’ ἔσθιε μήτε
10φύτευε;” ἢ ὅτι καταψύχει τὰ σώματα; δηλοῖ δὲ ἡ τοῦ σπέρματος φθορά. τοῦτο δὲ ὑπεναντίον πρὸς ἀνδρείαν καὶ θυμὸν ταὐτὸν ὂν τῷ γένει. Διὰ τί ἔνια ἄνθος ἔχοντα ἄκαρπά ἐστιν, οἷον σίκυος καὶ κολόκυνθα καὶ ῥόα; ἢ οὐκ ἄκαρπα, ἀλλὰ ταῦτα καρ‐
15πός ἐστιν; περικάρπιον γοῦν ἐστὶ τὸ ἀνθοῦν, ὁ δὲ σίκυος περι‐ κάρπιον. Διὰ τί τῶν φυομένων τὰ μὲν ἑψανά, τὰ δὲ ὠμὰ βρωτά; ἢ ὅσων οἱ χυμοὶ μὴ εὐθὺς ἐδώδιμοι, τούτων πυρω‐ θέντων γλυκύτεροι γίνονται ὑπὸ τοῦ θερμοῦ, ὅσων δὲ εὐθύς,
20καὶ ὠμὰ ἐδώδιμα; Διὰ τί τὰ μὲν ἑψανά, τὰ δὲ ὀπτανά; ἢ ὅτι τὰ μὲν ὑγρότερα οὐ τοσοῦτον, τὰ δὲ ξηρότερα οὐ μᾶλλον ξηρανθῆναι δεῖ; ἑψόμενα δὲ πάντα ὑγρότερα καὶ μαλακώτερα. τὰ δὲ ἧττον ὑγρὰ ἂν πυρωθῇ, γίνεται ξηρά.
25 Διὰ τί δὲ τὰ μὲν ἄβρωτά ἐστι τὰ δὲ βρωτά; ἢ διὰ τοὺς χυμούς; ὅσα γὰρ καὶ ὠμὰ ἀπέπτους ἔχει καὶ πυρούμενα μὴ μεταβάλλει, ἄβρωτα. ὅσων δὲ βρωτὸς μὲν ὁ χυμὸς ἰσχυρότερος δέ, ταῦτα ἡδύσματά ἐστιν· τὰ γὰρ ἐν μικρῷ ἔχοντα πολλὴν δύναμιν τῶν βρωτῶν ἡδυντικὰ τῶν ἐν πολλῷ.
30 Διὰ τίνα αἰτίαν τὰ μὲν μέχρι σπέρματος τῶν φυτῶν ζῇ, εἶτα ἐνεγκόντα αὐαίνεται, οἷον ἡ πόα καὶ τὰ καλού‐ μενα λάχανα, τὰ δὲ οὔ, ἀλλὰ πολλάκις φέρει; καὶ τῶν μέχρι σπέρματος ζώντων τὰ μὲν πολλὰ ἐπέτεια, τὸ δὲ ἱπποσέλινον τῷ ὑστέρῳ ἔτει φέρει καρπόν, καὶ ἐνέγκαν ἐξ‐
35αυαίνεται; ἢ ἅπαντα μὲν μέχρι τούτου ἀκμάζει, ἕως ἂν κατὰ τὸ σπέρμα ἀκμάζῃ; ἐπεὶ καὶ οἱ ἄνθρωποι μέχρι τριάκοντα ἐτῶν ἐπιδιδόασιν, ὁτὲ μὲν τῷ πλήθει ὁτὲ δὲ τῇ
παχύτητι. ὅταν δὲ μηκέτι δύνηται φέρειν, ὥσπερ ἐκεῖ,Column end
Prob
.

923b

αὐαίνεται καὶ καταγηράσκει· τὰ δὲ βραδέως καὶ κατὰ λόγον. δι’ ἣν μὲν οὖν αἰτίαν τὰ μὲν βραχύβια τὰ δὲ μα‐ κρόβιά ἐστιν, ἄλλος ἔστω λόγος· ἐπεὶ δ’ ἔστι πᾶσιν ὅρος ἡ τοῦ σπέρματος τελείωσις, ἀνάγκη τοῖς μὲν βραχυβίοις ἅπαξ
5ἢ ὀλιγάκις ἐνεγκεῖν καρπόν, τοῖς δὲ μακροβίοις πολλάκις, ὥστε τὰ μὲν ἀσθενέστατα ἅπαξ ἐνέγκοι (διὸ ἀνάγκη αὐαί‐ νεσθαι)· καὶ τούτων τὰ μὲν δυνάμενα ἐνιαυτῷ ἐπέτεια εἶναι, τὰ δέ, ὥσπερ τὸ ἱπποσέλινον, τῷ ὑστέρῳ ἔτει, ὥσπερ τὰ δένδρα καὶ τὰ φυτά.
10 Διὰ τί σελίνου, ἐάν τις περιορύξας μέχρι κάτω πρὸς τὰς ῥίζας περιβάλλῃ τῶν καχρυδίων, εἶτα ἄνωθεν τὴν γῆν, καὶ οὕτως ἄρδῃ, παμμεγέθεις γίνονται αἱ ῥίζαι; ἢ διότι τὸ καχρύδιον θερμὸν ὂν καὶ σομφὸν κατέχει μὲν σύνολκον τὴν τροφὴν καὶ οὐ προΐεται ἄνω, πέττει δὲ θερμὸν ὄν, ὥστε
15πολλὴν τὴν αὔξησιν γίνεσθαι; Διὰ τί, ἐάν τις τὰς κολοκύνθας εὐθὺς μικρὰς οὔσας κρύψῃ τῇ γῇ ἢ τοὺς σικύους, μείζους γίνονται; ἢ διότι τὰ πνεύματα καὶ ὁ ἥλιος ξηραίνοντα ἀφαιροῦνται τὴν αὔξη‐ σιν, καὶ τοὺς ὄγκους ἐλάττους μὲν ποιοῦσι πάντων, στιφρο‐
20τέρους δέ, ὥσπερ καὶ τῶν δένδρων τά τε ἐν προσηνέμοις καὶ ἑλώδεσι καὶ τὰ ἐν κοίλοις καὶ ἐφύδροις (τὰ μὲν γὰρ μεγάλα γίνονται καὶ σομφά, τὰ δὲ μικρὰ καὶ πυκνά)· ἐν δὲ τῇ γῇ κρυφθέντα ἐναντία πάσχοντα ἐναντίως ἀπο‐ βαίνει. ὁμοίως δὲ καὶ τὰ εἰς ἀγγεῖα τιθέμενα, σίκυοι εἰς
25νάρθηκας κοίλους ἢ καλυπτῆρας καὶ ῥοιαὶ καὶ μῆλα εἰς χύτρας, τὰ μὲν μεγάλα σομφὰ δέ, οἱ δὲ μικροὶ στερροὶ αὐξανόμενοι, μὴ εἰς ἀντίτυπον. αἰτία δὲ ἡ τροφὴ πλείων γινομένη διὰ τὸ μήτε ἀποπνεῖσθαι μήτε ξηραίνεσθαι· τὸ γὰρ ἀποστέγον κωλύει ταῦτα πάσχειν.
30 Διὰ τί τὰ σπέρματα τῶν δριμέων φυτῶν δριμύτερά ἐστιν ἢ αἱ ῥίζαι καὶ τὰ φύλλα; ἢ διότι ἐκ τοῦ σπέρματος γίνεται ἅπαντα, καὶ εἰς τὰ ἄλλα δίδοται μέρη ἐκ τούτου, οἱονεὶ ἐνυπάρχοντα, ὥς φασί τινες, καὶ οἱ χυμοὶ καὶ αἱ ὀσμαί, ἐπεὶ καὶ αἱ ὀσμαὶ ἴδιοι γίνονται ἅμα τοῖς σπέρ‐
35μασιν ἅπασιν. εἰ οὖν ἐκ τούτου καὶ τοῖς ἄλλοις ἡ δριμύτης ὑπάρχει, εὔλογον καὶ αὐτὸ ὑπάρχειν μάλιστα. Διὰ τί αἱ ῥαφανῖδες αἱ λεπταὶ δριμύτεραι; ἢ ὅτι
αἱ μείζους διὰ τὸν χρόνον πεπεμμέναι μᾶλλον;
Prob
.

924a

Διὰ τί ἡ κάππαρις οὐκ ἐθέλει ῥᾳδίως ἐν τοῖς ἐργασί‐ μοις γίνεσθαι χωρίοις (πολλοὶ γὰρ πεπείρανται καὶ ῥίζας μεταφέροντες καὶ σπέρματα καταβάλλοντες· ἐνιαχοῦ γὰρ λυσιτελεῖ μᾶλλον τῶν ῥόδων), ἀλλὰ φύεται μάλιστα ἐπὶ
5τῶν τάφων, ὅτι ἀβατώτατος ὁ τόπος ἐστίν. περὶ δὲ δὴ τούτου καὶ ὅσα ἄλλα τοιαῦτα, δεῖ λαβεῖν ὅτι οὐχ ἅπαντα ἐκ τῆς αὐτῆς ὕλης γίνεται οὐδ’ αὔξεται, ἀλλ’ ἔνια ἐξ ἄλλων φθο‐ ρᾶς καὶ ἐξ ἀρχῆς γίνεται καὶ αὐξάνεται, οἷον οἱ φθεῖρες καὶ αἱ τρίχες ἐν τῷ σώματι διαφθειρομένης τῆς τροφῆς,
10καὶ ἀεὶ τὸ χεῖρον ἔχοντος. ὥσπερ οὖν καὶ τῶν ἐν σώματι ἔνια γίνεται ἐκ περιττώματος τροφῆς, τοῦτο δ’ ἐστὶν ἀπεψία, καὶ οὗ μὴ ἐδύνατο κρατῆσαι ἡ φύσις, τὰ μὲν προχειρότατα εἰς κύστιν καὶ κοιλίαν ἀποκρίνεται, ἐξ ἐνίων δὲ ζῷα γίνεται, διὸ καὶ αὐξάνονται ταῦτα ἐν γήρᾳ καὶ νόσοις, οὕτως ἐν τῇ
15γῇ τὰ μὲν ἐκ πεπεμμένης τῆς τροφῆς γίνεται καὶ αὐξά‐ νεται, τὰ δὲ ἐκ περιττωμάτων καὶ ἐναντίως ἐχόντων. ἡ δὲ γεωργία πέττει καὶ ἐνεργὸν ποιεῖ τὴν τροφήν· ἐξ ἧς συνί‐ στανται οἱ ἥμεροι καρποί. ἃ μὲν οὖν ἐκ τοιαύτης γίνεται ἡμερότητος, ἥμερα καλεῖται διὰ τὸ ἀπὸ τέχνης ὠφελεῖσθαι
20ὥσπερ παιδευόμενα· ὅσα δὲ μὴ δύναται ἢ καὶ ἐξ ἐναντίως ἔχοντος συνίσταται, ταῦτα ἄγριά ἐστι καὶ οὐκ ἐθέλει γίνεσθαι ἐν γεωργησίμῳ. ἡ γὰρ γεωργία φέρει αὐτὰ παιδεύουσα· ἐκ γὰρ φθορᾶς γίνεται. ὧν καὶ ἡ κάππαρίς ἐστιν. Διὰ τί, ἐάν τις ῥαφανίδων, ὅταν μάλιστα ἀκμάζωσι
25τοῦ χειμῶνος, ἀποτεμὼν τὰ φύλλα περισάξῃ τὴν γῆν καὶ καταπατήσῃ ὥστε ἀποστέγειν τὸ ὕδωρ, αὗται ἐν τῷ θέρει γίνονται ἄπλετοι τὸ πάχος; ἢ ὅτι τοῦ μὲν μὴ φθείρεσθαι τὸ περισεσάχθαι αἴτιον, κωλῦον τὸ ὕδωρ σήπειν; ἡ δὲ τροφή, ἣν ἄνω ἀφίει εἰς τὸν βλαστόν, εἰσέρχεται εἰς αὐτήν, ὥστε
30ἀνάγκη αὐτὴν μείζω γίνεσθαι ἢ ἀφιέναι παραβλαστάνουσαν ἄλλας ῥίζας, ὥσπερ τὰ κρόμμυα; καὶ γὰρ ταῦτα, ἐὰν μή τις ἐκτίλῃ ἐπέτεια ἀλλ’ ἐάσῃ τὸν χειμῶνα, πολλαπλά‐ σια γίνεται. τὰ μὲν οὖν κρόμμυα τῶν παραβλαστανόντων ἐστίν, ἡ δὲ ῥάφανος οὔ, ὥστε ἀνάγκη αὐτὴν γίνεσθαι παχεῖαν
35διὰ τὸ πᾶσαν λαμβάνειν τὴν τροφήν. Διὰ τί, ἐάν τις σικύους ἢ κολοκύνθας περὶ φρέαρ φυ‐ τεύσας, ὅταν ὡραῖοι ὦσι, καθεὶς εἰς τὸ φρέαρ ἀποστεγάσῃ, γίνονται δι’ ἔτους χλωροί; ἢ διότι ἥ τε ἀπὸ τοῦ ὕδατος ἀτμὶς
ψύχουσα κωλύει ξηραίνεσθαι καὶ παρέχει θάλλοντα, καὶColumn end
Prob
.

924b

τὸ ἀποστέγειν τούτους καὶ τὰ πνεύματα τρέφει τὰ ηὐξημένα; τοῦ δὲ διαμένειν αἴτιον τὸ ἔχειν τροφὴν ἐωμένων τῶν ῥιζῶν. καὶ γὰρ ἐάν τις ἀφελὼν τὴν βλάστην, ὅταν καρποφορήσωσι, καὶ ἀποτεμὼν περισάξῃ καὶ καταπατήσῃ τὴν γῆν περὶ τὰς
5ῥίζας, πρωΐμους οἴσει σικύους, ὡς δυναμένων σώζεσθαι τῶν ῥιζῶν· οὐ γὰρ ἔσται σίκυος τῶν προετείων. θᾶττον δὲ αὐτοὶ τῶν σπειρομένων οἴσουσι καρπὸν διὰ τὸ πολὺ προϋπάρχειν τοῦ ἔργου τῇ φύσει τὰς ῥίζας, τοῖς δὲ σπειρομένοις δεῖν γί‐ νεσθαι τοῦτο πρῶτον, ἐν ᾗ περισάξεις ἀλέαν ποιεῖν, ὥστε σώ‐
10ζεσθαι καὶ θᾶττον ἐνιέναι βλαστόν. διὸ καὶ ἐάν τις χειμῶ‐ νος φυτεύσῃ σπέρμα σικύου ἐν ταλαρίσκοις καὶ ἄρδηται θερμῷ καὶ εἰς τὸν ἥλιον ἐκφέρῃ καὶ παρὰ πυρὶ τιθῇ, πρώϊ‐ μοι σφόδρα ἔσονται, ἐὰν ὡς ἔχει ἐν τοῖς ταλάροις εἰς τὴν ἱκνουμένην ὥραν εἰς τὴν γῆν φυτεύσῃ.
15 Διὰ τί ἀρδεύουσιν ἕωθεν ἢ νυκτὸς ἢ δείλης; πότερον ἵνα μὴ ὁ ἥλιος ἀναλώσῃ; ἢ ὅτι, ἐὰν ᾖ θερμὸν τὸ ὕδωρ, δια‐ φθείρει τὰ ἀρδόμενα; Διὰ τί τὰ εὐώδη οὐρητικά, καὶ σπέρματα καὶ φυτά; ἢ ὅτι θερμὰ καὶ εὔπεπτα, τὰ δὲ τοιαῦτα οὐρητικά· ταχὺ
20γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδης, ἐπεὶ καὶ τὰ μὴ εὐώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι συντηκτικά. θερμὰ δὲ τὰ εὐώδη σπέρματα, διότι ὅλως ἡ ὀδμὴ διὰ θερμότητά τινα γίνεται· ἀλλὰ τὰ δυσώδη ἄπεπτά ἐστιν. δεῖ δὲ μὴ μόνον εἶναι
25θερμὰ ἀλλὰ καὶ εὔπεπτα, εἰ ἔσται οὐρητικά, ὅπως συγκα‐ τιόντα λεπτύνῃ τὰ ὑγρά. Διὰ τί θᾶττον ἐκκαυλεῖ τῶν λαχάνων τὰ ἐκ παλαιο‐ τέρου σπέρματος, οἷον τριετοῦς ἢ διετοῦς, ἢ τὰ ἐκ τῶν προσφά‐ των; ἢ ὅτι ὡς ἐπὶ τῶν ζῴων θᾶττον σπέρμα φέρει τὸ ἀκ‐
30μάζον, οὕτω καὶ τῶν σπερμάτων τὰ μὲν λίαν παλαιὰ ἐξίκ‐ μασται τὴν δύναμιν, τὰ δὲ ἀσθενέστερα διὰ τὸ ἔτι ἔχειν περίττωμα μὴ οἰκεῖον, τὰ δὲ μέσα τῷ χρόνῳ ἰσχυρότατα ἀπεληλυθότος τοῦ ὑγροῦ· θᾶττον οὖν σπέρμα φέρει. τὸ δὲ ἐκκαυλεῖν τοῦτό ἐστιν· ἐκ γὰρ τοῦ καυλοῦ τὸ σπέρμα.
35 Διὰ τί πήγανον κάλλιστον καὶ πλεῖστον γίνεται, ἐάν τις ἐκφυτεύσῃ εἰς συκῆν; ἐκφυτεύεται δὲ περὶ τὸν φλοιὸν καὶ περιπλάττεται πηλῷ. ἢ ὅτι θερμότητος δέονται αἱ ῥίζαι τοῦ πηγάνου καὶ ἀλέας (διὸ καὶ τὴν τέφραν ἐάν τις περι‐
βάλλῃ, ὀνίνανται), ἡ δὲ συκῆ θερμή ἐστιν. δηλοῖ δὲ καὶ ὁ
Prob
.

925a

ἀπὸς πάντων δριμύτατος ὤν, καὶ ὁ πολὺς καπνός. ἔχει οὖν τοιαύτην θερμότητα καὶ ἰκμάδα οἵαν καὶ ἡ τέφρα, ὥστε εἰ ἐκείνην ὀνίνησιν, ἀναγκαῖον καὶ ἐν τῇ συκῇ μάλιστα εὐσθε‐ νεῖν, ὅσῳ ἡ μὲν τέφρα οὐκ ἐπιρρεῖ, τὸ δ’ ἀπὸ τῆς συκῆς ἀεὶ
5ἐπιρρεῖ, οὐκ ἀναλισκομένου τοῦ ὑγροῦ τῇ συκῇ. Διὰ τί ἔνια τῶν φυτῶν ἀεὶ κενὸν φέρει τὸν καυλόν; ἢ ὧν ἀνάγκη ἄλλο φύειν Διὰ τί ἐν τῇ Ἀττικῇ οἱ μὲν ἄλλοι καρποὶ γλυκύτα‐ τοι γίνονται, τὸ δὲ θύμον δριμύτατον; καίτοι καὶ τοῦτο καρ‐
10πός τίς ἐστιν ... ὥστε οὐ πολὺ ὑγρὸν τὰ φυόμενα ἔχει. ὅσα μὲν οὖν φύσει γλυκέα ἐστί, διὰ μετριότητα τοῦ ἐνυπάρ‐ χοντος ὑγροῦ, ὅταν ἀπάγῃ ὁ ἥλιος τὸ πλεῖστον, τὸ ὑπολει‐ πόμενον ῥᾳδίως πέττεται· τὸ γὰρ πολὺ ἔργον πεπάνθαι, τὸ δὲ μέτριον ῥᾷον. ὥστε γίνονται οἱ φύσει γλυκεῖς γλυκύτε‐
15ροι. ἐν δὲ τοῖς φύσει ξηροῖς τε καὶ μὴ γλυκέσι καρποῖς λείπεται δι’ ὀλιγότητα τὸ οἰκεῖον, τοῦτο δ’ ἐστὶν ἥκιστα γλυκύ· ἀφαιρεῖται γὰρ ὁ ἥλιος τὸ γλυκύτατον καὶ κουφότατον· οὗτοι δὲ οὐκ ἔχουσι περιττὸν ὑγρόν, ὥσπερ οἱ ἄλλοι καρποί. Διὰ τί γλήχων καὶ τὰ λείρια καὶ τὰ κρόμμυα τὰ
20κρεμάμενα ὑπὸ τὰς τροπὰς ἀνθεῖ; ἢ ἐνυπάρχει αὐτοῖς τροφὴ ἄπεπτος, ἣ τοῦ μὲν χειμῶνος οὐ πέττεται διὰ τὸ ψῦχος, ὑπὸ δὲ τὰς τροπὰς πεττομένης διὰ τὴν ὥραν ἡ αὔξησις γίνεται; αὕτη δὲ διὰ τὸ μὴ ἔχειν ἐπίρρυσιν ταχὺ μαραίνεται. οὐ γάρ τινα ἔχουσα ἀρχὴν οὐδέ τινα ἐπίρρυσιν
25ἀποξηραίνεται, ὥσπερ Σκύθαις διὰ τὸ πολλὴν τὴν χιόνα γίνεσθαι συμβαίνει τὸν σῖτον μένειν καὶ ταχὺ ἀνατρέχειν. Διὰ τί τὸ κρόμμυον μόνον οὕτως περιττῶς δάκνει τὼ ὀφθαλμώ (διὸ καὶ τοὔνομά φασι τοῦτ’ ἔχειν αὐτό, ὡς τὴν κόρην ποιεῖν συμμύειν), ἡ δὲ ὀρίγανος οὔ, οὐδ’ ἄλλα δριμέα
30ὄντα; καὶ γὰρ τὸ ἀνάρρινον μᾶλλον δάκνον οὐ ποιεῖ ὁμοίως δακρύειν προσφερόμενον, τὸ δὲ προσφερόμενον καὶ κατα‐ τρωγόμενον. ἢ ὅτι διαφοραὶ πολλαὶ ἀκολουθοῦσιν ἑκάστοις τῶν δριμέων, ἃ ποιεῖ τὴν ἰδίαν ἑκάστου δύναμιν; τὸ μὲν οὖν ἀνάρρινον διὰ τὸ θερμότερον εἶναι ξηραντικώτερόν ἐστι τῆς
35γινομένης ὑπ’ αὐτοῦ συντήξεως, ἐπεὶ ποιεῖ γε δάκρυον ἐσθίοντι· προσφερόμενον δὲ οὔ, ὅτι οὐκ ἀπατμίζει ἀπ’ αὐτοῦ
λεπτόν τι· ξηρότερον γάρ ἐστι καὶ θερμότερον. ἡ δὲ ὀρίγα‐Column end
Prob
.

925b

νος καὶ τὰ τοιαῦτα θερμὰ ξηρά ἐστιν ἠρέμα. δεῖ δὲ τὸ μέλλον δάκρυον ποιήσειν δηκτικὸν καὶ ὑγρὸν εἶναι καὶ γλί‐ σχρον. διὸ καὶ τὸ ἔλαιον ποιεῖ δακρύειν, ἀσθενῆ ἔχον δῆ‐ ξιν· διὰ γλισχρότητα γὰρ καὶ λεπτότητα παραδῦνον ποιεῖ
5τὸν πόνον, καὶ τὴν σύντηξιν διὰ τὸν πόνον. τὸ δὲ κρόμμυον τοιαύτην ἔχει τὴν δύναμιν ὥστε καὶ τὸ ὑγρὸν καὶ τὴν ἀτ‐ μίδα αὐτοῦ θερμὴν καὶ λεπτὴν καὶ γλίσχραν εἶναι. ὥστε προσφερόμενον μέν, διὰ τὸ τὴν ἀτμίδα τοιαύτην εἶναι καὶ συναφιέναι ὑγρότητα λεπτήν, ποιεῖ δακρύειν, ἐσθιομένου δὲ
10ἡ ἀναθυμίασις διιοῦσα ... τὸ δὲ σκόροδον θερμὸν μὲν καὶ δριμύ ἐστι καὶ ὑγρότητα ἔχει, ἀλλ’ οὐ γλίσχρον· διὸ οὐ ποιεῖ δα‐ κρύειν. Διὰ τί τὰ μύρτα ἐν τῇ χειρὶ θλιβέντα γλυκύτερα ἡμῖν δοκεῖ εἶναι τῶν μὴ τεθλιμμένων; ἢ καθάπερ καὶ αἱ
15ῥᾶγες τετρυγημέναι τῶν βοτρύων γλυκύτεραί εἰσι τῶν ἀτρυ‐ γήτων; ὑπὸ γὰρ τοῦ γλεύκους ὄντος φύσει ἡδέος αἱ μὲν τε‐ τρυγημέναι ῥᾶγες ὥσπερ ἐοίκασιν ἡδυσμέναι (ἀνάπλεῳ γάρ εἰσι καὶ ἔξωθεν), αἱ δ’ ἐπὶ τῶν βοτρύων ἀνήδυντοι. ὁμοίως οὖν καὶ ἐπὶ τῶν μύρτων φύσει γλυκέων καὶ τὴν γλυκύτητα
20ἐχόντων ἐντός. ὥσπερ αἱ ῥᾶγες οὖν, ὅταν θλιφθῇ, ἀναπίμ‐ πλαται ἀπὸ τῆς ἐντὸς γλυκύτητος καὶ ἔξωθεν διαφαίνεται γλυκύτερα ὄντα. Διὰ τί τῶν τε μύρτων τὰ ἐλάττω ἀπυρηνότερά ἐστι, καὶ ἐν τοῖς φοίνιξι καὶ ἐπὶ τῶν βοτρύων, ἔνθα δ’ αἱ μικραὶ
25ῥᾶγες οὐκ ἔχουσιν ἢ ἐλάττους πυρῆνας; ἢ διὰ τὸ ἀτελέστερα εἶναι οὐκ ἔχει ἀποκεκριμένον; τέλος γὰρ ὁ πυρὴν ἔχει τὸ σπέρμα. διὰ τοῦτο δὲ καὶ ἐλάττους εἰσίν, ὡς ὄντα παραφυά‐ δες καὶ ἀτελῆ. καὶ ἧττον δὲ γλυκέα τῶν ἐχόντων πυρῆνας· ἀπεπτότερα γάρ ἐστιν, ἡ δὲ πέψις τελείωσίς ἐστιν.
30 Διὰ τί τῶν περικαρπίων τὰ μὲν πικρότερα τὰ πρὸς τὴν ῥίζαν ἔχει, οἷον σίκυοι, τὰ δὲ πρὸς τὸ ἄκρον τὸ ἄνω, οἷον αἱ βάλανοι; ἢ ὅτι τῶν μὲν ταύτῃ ἄπεπτος ἡ τροφὴ διὰ τὸ ἐπιρρεῖν κατὰ τὴν ῥίζαν ἀεί· τὰ δὲ ξηρὰ φύσει ἐστίν, ὥστε ἀπαγομένου τοῦ γλυκέος ἐκ τοῦ ἄκρου καὶ πεπεμμένου
35ἤδη ξηραίνεται, καὶ λείπεται τὸ πικρὸν ὥσπερ οἱ ἅλες; ξη‐ ραινόμενον δὲ μᾶλλον πικρὸν γίνεται, καθάπερ ἐλαῖαι καὶ
βάλανοι παλαιούμεναι πικραὶ γίνονται.
Prob
.

926a

Διὰ τί ἔνια βλαστάνει οὐκ ἐν τῇ γῇ ὄντα ἀλλ’ ἐκτετ‐ μημένα, τὰ δὲ κείμενα, οἷον οἱ τῶν κρίνων καυλοὶ καὶ σκό‐ ροδα καὶ κρόμμυα; ἢ ὅτι ἔχουσι τροφὴν ἅπαντα ἐν αὑτοῖς, ἀλλ’ οὐκ ἐν ἀφωρισμένῳ τόπῳ οὐθὲν φυτόν; ἡ περιουσία οὖν
5ἐστὶ τῆς τροφῆς ἡ ποιοῦσα βλαστάνειν. δῆλον δέ· καὶ γὰρ καὶ αἱ σκίλλαι καὶ οἱ βολβοὶ ταὐτὸ ποιοῦσιν. αὔξεται δ’ ἕκαστον οὐ τῷ ἔχειν, ἀλλ’ ὅταν πεφθῇ καὶ διανεμηθῇ. ἔχει μὲν οὖν καὶ ἔμπροσθεν, αὔξεται δέ, ὅταν ἡ ὥρα ἔλθῃ ἐν ᾗ τοῦτο γίνεται πεττούσης ὥρας, οἷον καὶ τὰ τῶν κροκοδείλων
10ᾠά. συνεχὲς δὲ οὐκέτι, ὅτι οὐκ ἐπιρρεῖ ἄλλη τροφή. Διὰ τί ποτε τὰ σκόροδα καὶ τὰ κρόμμυα ὅσῳ ἂν ξη‐ ρότερα φυτεύηται, τοσούτῳ βελτίω γίνεται, τὰ δὲ ἄλλα χείρω; ἢ ὅτι πάντα τὰ τοιαῦτα μάλιστα ὑγρασίας ἐστὶ πλήρη; εὔκρατα οὖν γίνεται τοῦτον τὸν τρόπον φυτευθέντα.
15καὶ ὅτι ἧττον σήπεται, ὅταν ξηρανθέντα φυτευθῇ. Διὰ τί ποτε τὰ σκόροδα καὶ τὰ κρόμμυα μόνα τῶν φυτῶν κείμενα βλαστάνει; ἢ διότι ὑγρασίας ἐστὶ πλήρη καὶ τροφῆς; ἡ περιουσία οὖν ἐστὶ τῆς τροφῆς ἡ ποιοῦσα βλαστάνειν. δῆλον δέ· καὶ γὰρ αἱ σκίλλαι καὶ οἱ βολβοὶ ταὐτὸ ποιοῦ‐
20σιν. αὔξεται δέ, ὅταν ἡ ὥρα ἔλθῃ ἑκάστῳ. Διὰ τί τὰ τῷ ψυχρῷ ὕδατι ἀρδόμενα γλυκύτερα ἢ τὰ τῷ θερμῷ; πότερον ὅτι ἐγκατακλειόμενον τὸ θερμὸν ἁλ‐ μυρώτερον, ὥσπερ καὶ τὸ ἁλμυρώτερον θερμότερον, τὸ δὲ γλυκὺ ἐναντίον, ὥσπερ ψυχρόν. τροφὴ δὲ τοῖς λαχάνοις
25τὸ ὑγρόν, καὶ οἱ χυμοὶ ἐντεῦθεν. Διὰ τί τὰ σκόροδα ὄζει μᾶλλον ἐγκαυλοῦντα ἢ νέα ὄντα; ἢ ὅτι νέων μὲν ὄντων ἔτι πολὺ ὑγρὸν ἀλλότριον ἐνὸν ἀφαιρεῖται τὴν δύναμιν αὐτῶν; ὅταν δὲ πεπανθῇ, ἐκκεκρι‐ μένου ἤδη τούτου, τότε τὴν οἰκείαν ἔχει ὀδμήν. αὕτη δέ ἐστι
30φύσει. ὁμοίως δὲ καὶ οἱ ἄλλοι καρποὶ οἱ πρόσφατοι ὄντες ὑδαρέστεροι. διὸ καὶ τὰ κρόμμυα ἧττον δριμέα τὰ νεώτερα. Διὰ τί τῶν μυρρινῶν μὲν μὴ τεταριχευμένων τὰ μύρτα ἀπορρεῖ μᾶλλον τῶν φύλλων, ταριχευομένων δὲ τῷ φύκει
35τὰ μὲν φύλλα ἀπορρεῖ, τὰ δὲ μύρτα οὐκ ἀπορρεῖ; ἢ ἀτα‐ ριχεύτων μὲν ὄντων οὕτως ἔχει διὰ τὴν φύσιν; ὅταν γὰρ πεπανθῇ, ἀπορρεῖν πέφυκε τὰ μύρτα. τοῦτο δὲ οὐ συμβαί‐ νει κειμένων, ἀλλὰ μόνον κωλύει ἡ ἰκμὰς τοῦ φύκους μετα‐
βάλλειν τὸ ἐν τῷ μύρτῳ ὑγρόν. τὰ δὲ φύλλα ἀποπίπτειColumn end
Prob
.

926b

τοὐναντίον αὐτῶν ξηραινομένων, τὸ δὲ φῦκος ξηραίνει ἁλμυ‐ ρὸν ὄν. οὐ ταὐτὸ οὖν συμβαίνει ἐπί τε τῆς μυρρίνης οὖσι καὶ κειμένοις τοῖς φύλλοις. Διὰ τί οἱ σίκυοι πέπονες ἄριστοι γίνονται ἐν τοῖς ἑλώ‐
5δεσι πεδίοις, οὖσιν ἐνύγροις, οἷον περὶ Ὀρχομενὸν καὶ ἐν Αἰγύπτῳ; δοκεῖ δ’ ἔνυδρος αὕτη ἡ χώρα εἶναι. ἔστι δὲ τὰ ἑλώδη ἔνυδρα· οἱ δὲ σίκυοι αὐτοὶ ὑγρότεροι· διὸ καὶ οἱ κη‐ παῖοι φαῦλοι εἰσίν. πότερον ὅτι εἰς βάθος διὰ σκληρότητα τῆς γῆς ἀναγκάζονται φυτεύεσθαι; ἡ γὰρ πηλώδης καὶ πε‐
10διὰς μάλιστα γίνεται σκληρά, οἱ δὲ εἰς βάθος φυτευθέντες βελτίους. ἢ διότι ξηρὰν δεῖ εἶναι τὴν γῆν διὰ τὸ αὐτὸ εἶναι ὑγρὸν φύσει; οὕτω γὰρ ἀντισπώμενον ἐπὶ τὸ μέσον ἥξει. ἡ δὲ ἑλωδεστέρα μὲν βαθεῖα δὲ τροφὴν ἴσχει καὶ διὰ τὸ βά‐ θος τῆς γῆς καὶ διὰ τὸν τόπον, καὶ οὐχ ὑπερβάλλουσαν διὰ
15τὸ ξηραίνεσθαι τὴν γῆν πάλιν. Διὰ τί τὸ πήγανον δυσώδεις τοὺς ἱδρῶτας ποιεῖ, καὶ ἔνια τῶν μύρων; ἢ ὅτι ὅσων ἐν τῇ ὀσμῇ βαρύτης ἔνι καὶ δριμύτης, ταῦτα κεραννύμενα ταῖς περιττωματικαῖς ὑγρό‐ τησι κακωδεστέραν ποιεῖ τὴν ὀσμήν;
20 Διὰ τί τὸ πήγανον βασκανίας φασὶ φάρμακον εἶναι; ἢ διότι βασκαίνεσθαι δοκοῦσι λάβρως ἐσθίοντες; ἢ ὑφορώ‐ μενοί τινας δυσχερείας καὶ περὶ τὰ προσφερόμενα ὑπόπτως ἔχοντες; ἐπιλέγουσι γοῦν, ὅταν τῆς αὐτῆς τραπέζης ἰδίᾳ τι προσφέρωνται, μεταδιδόντες, “ἵνα μὴ βασκάνῃς με.” ἅπαν‐
25τες οὖν μετὰ ταραχῆς τῶν βρωμάτων προσοίσονται τὸ διδό‐ μενον ὑγρὸν ἢ σιτίον, ὑφ’ ὧν ἢ καταλαμβανομένων ἢ ἀπε‐ μουμένων μετεωρισθέντα τὰ σιτία συνεξέπεσε καὶ τὰ πνεύ‐ ματα ὑπὸ τῶν ὑγρῶν πόνους καὶ στρόφους παρέχει. τὸ πή‐ γανον οὖν προεδεσθέν, θερμαντικὸν ὂν τῇ φύσει, ἠραίωσε τὸ
30δεχόμενον ἀγγεῖον τὰ σιτία καὶ τὸ ἄλλο σῶμα. διὸ ἔξω‐ θεν τὸ ἐγκαταλαμβανόμενον πνεῦμα συμβαίνει. Διὰ τί ἡ ὀρίγανος ἐμβαλλομένη τῷ γλεύκει γλυκὺν ποιεῖ τὸν οἶνον; ἐμβάλλονται δὲ δύο κοτύλαι εἰς τὸν ἀμ‐ φορέα. ἢ ὅτι ἐξαίρει δι’ ὧν ἡ αὐστηρότης γίνεται, τὸ ὑδα‐
35τῶδες καὶ τὸ τρυγῶδες ἀναδεχομένη τῇ ξηρότητι εἰς αὑτήν; σημεῖον δὲ ὅτι ἐκ τούτων τὸ αὐστηρόν· οἱ γὰρ οἶνοι ἧττον μαλακοί, ἐὰν ὕδωρ παραχεθῇ, καὶ ἐὰν ἐν τῇ τρυγὶ πλείω χρόνον ἐάσῃ τις. καὶ ὅταν ποιῶσι γλυκύ, ἡλιῶσι τὰς στα‐
φυλὰς πολὺν χρόνον, καὶ ὁ ἥλιος ἀφαιρεῖ τὸ ὑδατῶδες καὶ
Prob
.

927a

τὸ λοιπὸν συμπέττει. ταὐτὸ δὲ τοῦτο ποιεῖ καὶ ἡ ὀρίγανος· ξηρὰ γὰρ καὶ θερμή, ὥστε εἰκότως διαμένει. Διὰ τί αἱ μέλαιναι μυρρίναι πυκνοφυλλότεροί εἰσι τῶν λευκῶν μυρρινῶν; ἢ ὅτι ἀγριώτεραι τὸ γένος; σημεῖον
5δὲ ὅτι γίνονται ἐν τοῖς ἀγροῖς καὶ ἥκιστα μεταβάλλουσιν ὑπὸ τῆς ἐπιμελείας. τὰ δὲ ἄγρια πάντα πυκνοφυλλότερα· διὰ γὰρ τὸ ἧττον πέττειν τὸν καρπὸν εἰς τὰ φύλλα ἡ τροφὴ τρέπεται.
10ΚΑ. ΟΣΑ ΠΕΡΙ ΑΛΦΙΤΑ ΚΑΙ ΜΑΖΑΝ ΚΑΙ ΤΑ ΟΜΟΙΑ. Διὰ τί ἡ πτισάνη καὶ τὸ ἄλευρον ἐλαίου ἐπιχεομένου λευκότερα γίνεται; καίτοι τὸ ἔλαιον πυρρόν. ἢ ὅτι πέφυκε μιγνύμενον τῷ ὑγρῷ ἀφρίζειν; τοῦτο δὲ ἡ λευκότης. ἡ δὲ μῖξις τρίψει καὶ κινήσει. μίγνυται δὲ μᾶλλον τοῖς σωμα‐
15τικοῖς· ἐν δὲ τοῖς ἑψήμασι τοῦτο συμβαίνει, διὸ καὶ λευκό‐ τερα ποιεῖ. Διὰ τί ἡ ἐκ τοῦ πυροῦ τροφὴ μάλιστα ἁρμόττει τοῖς σώμασι καὶ μᾶλλον τρόφιμος ἢ ἡ ἐκ τῶν κριθῶν; ἢ διότι μετρίαν ἔχει γλισχρότητα; δεῖ δὲ τὴν τροφὴν ἔχειν τοῦτο·
20προσφῦναι γὰρ δεῖ καὶ προσκολληθῆναι τῷ σώματι· οὗ αἴτιον τὸ γλίσχρον. ἀλλὰ ψαθυρώτερον· διὸ αἱ τετριμμέ‐ ναι σφόδρα μᾶζαι τροφιμώτεραι τῶν ἀτρίπτων. Διὰ τί τῶν μὲν ἀλεύρων τὰ πρῶτα, τῶν δὲ ἀλφίτων τὰ τελευταῖα λαμπρότερα; ἢ διότι τὸ μὲν καπυρὸν ὂν πε‐
25ριθραύεται, τὸ δὲ μαλακὸν ἐνθλίβεται; λαμπρότερον δὲ ἐν ἀμφοτέροις τὸ ἐντός. Διὰ τί οἱ ἄρτοι λευκότεροι φαίνονται ψυχροὶ ὄντες ἢ θερμοί; ἢ διὰ τὴν αὐτὴν αἰτίαν τρόπον τινὰ καὶ τὸ ἔλαιον λευκότερον τοῦ προσφάτου τὸ παλαιόν; αἴτιον γὰρ τῆς με‐
30λανίας τὸ ὕδωρ, τοῦτο δὲ ἐν ἀμφοτέροις πλεῖον προσφάτοις οὖσιν· χρονιζομένοις δὲ διὰ τὸ ἐξατμίζειν λείπεται ἔλαττον τὸ ἐπιπολῆς. ἐξατμίζει δὲ τοῦ μὲν ἐλαίου ἢ ὁ χρόνος ἢ ὁ ἥλιος· ἐκ δὲ τῶν ἄρτων ψυχομένων τὸ θερμὸν ἐξιὸν ψυ‐ χρῶν μὲν ὄντων ἐξελήλυθεν, ἐν δὲ θερμοῖς οὖσιν ἔτι ἔνεστιν.
35 Διὰ τί οἱ ἄναλοι ἄρτοι πλείονα σταθμὸν ἔχουσι τῶν ἡλισμένων, τῶν ἁλῶν αὐτοῖς ἴσων ὑπαρχόντων; εἰκὸς δὲ ἦν τοὐναντίον· οἱ γὰρ ἅλες πρόσκεινταί τε καὶ βαρύτεροι τοῦ ὕδατός εἰσιν. ἢ ὅτι ξηραίνουσιν οἱ ἅλες; διὸ καὶ σώζεται
ἄσηπτα τὰ τεταριχευμένα· ἀναλίσκεται γὰρ καὶ ξηραίνε‐Column end
Prob
.

927b

ται τὸ ὑγρὸν ὑπ’ αὐτῶν, ὃ σήπεται ὑπὸ τοῦ θερμοῦ. καὶ ἐν τῷ ἄρτῳ οὖν ἀναλίσκεται τὸ ὑγρὸν ὑπὸ τοῦ ἁλός, καὶ ἀποπνεῖ ἔξω. διὸ καὶ οἱ ἕωλοι ἄρτοι κουφότεροί εἰσι τῶν θερμῶν, ψυχρότεροι ὄντες. ἐν δὲ τοῖς μὴ ἡλισμένοις τοῦτο
5τὸ ὑγρὸν πλεῖον ἐνυπάρχον ποιεῖ βαρυτέρους αὐτούς. Διὰ τί οἱ μὲν ψυχροὶ ἄρτοι ἂν βρεχθέντες ἅψωνται ἀλλήλων, οὐ συνέχονται, οἱ δὲ θερμοί; ἢ ὅτι οἱ μὲν ψυ‐ χροὶ μετὰ τῆς ἀτμίδος ἀφιᾶσι τὸ ἐν αὑτοῖς γλίσχρον ὑγρόν, οὗ ἐξελθόντος οὐ κολλῶνται (τὸ γὰρ ὕδωρ ᾧ ἐβρέχ‐
10θησαν, ψαθυρώτερόν ἐστιν), οἱ δὲ θερμοὶ ἔχουσί τινα γλι‐ σχρότητα. ὅταν μὲν οὖν βεβρεγμένων αὐτῶν ἡ ἀτμὶς ἐξίῃ, τὸ μὲν θερμὸν διαπνεῖ διὰ λεπτότητα, τὸ δὲ κολλῶδες συνεξιὸν αὐτῷ καὶ μιγνύμενον τῷ ὑγρῷ προσέρχεσθαι ποιεῖ ἐν αὐτοῖς.
15 Διὰ τί τῶν ἀλεύρων τὰ ἄλφιτα λαμπρότερά ἐστι, τῶν δὲ ἀλφίτων τὰ τελευταῖα; ἢ ὅτι τὸ μὲν ἄλφιτον καπυρὸν ὂν περιθραύεται, οἷον μάλιστα πάσχει πλεῖστον χρόνον κοπτόμενον, τὸ δὲ μαλακὸν καὶ λεπτὸν ἄλευρον, ὅ ἐστιν ἐντὸς τοῦ πυροῦ, ἐκθλίβεται πρῶτον. λαμπρότατον δέ
20ἐστιν ἐν ἀμφοτέροις τὸ ἐντός. Διὰ τί ἡ μὲν μᾶζα ὅσῳ ἂν μᾶλλον τριφθῇ, δυσ‐ διαχωρητοτέρα γίνεται, ὁ δὲ ἄρτος εὐδιαχωρητότερος; ἢ διὰ τὸ τριφθῆναι σφόδρα τὸ σταῖς μικρότερον γίνεται; τὸ δὲ γλίσχρον τοιοῦτόν ἐστιν, ὑπὸ δὲ τοῦ πυρὸς πάντοθεν ἐξῄ‐
25ρηται τὸ ὑγρὸν τοῦ ἄρτου, ὥστε ψαθυρώτερον γίνεται τοῦ ὑγροῦ ἐξαιρεθέντος ὅλως, ὅσῳ ἂν μᾶλλον τριφθῇ, διὰ τὸ ἐν τῇ τρίψει μικρομερέστερον γεγονέναι· τὸ δὲ ψαθυρὸν εὐπεπτό‐ τερόν ἐστιν. ἡ δὲ μᾶζα ὅσῳ ἂν μᾶλλον τριφθῇ, γλισχρο‐ τέρα γίνεται τοῦ ὑγροῦ μεμιγμένου· τὸ δὲ γλίσχρον οὐκ
30εὐδιαίρετον. τὰ δὲ τοιαῦτα δύσπεπτά ἐστιν· δεῖ γὰρ τὸ πεφθησόμενον διαιρεθῆναι εἰς μικρά. Διὰ τί ἡ μὲν μᾶζα τριβομένη ἐλάττων γίνεται, τὸ δὲ σταῖς μεῖζον; ἢ ὅτι τὸ μὲν ἄλφιτον βρεχθὲν καὶ τρι‐ βόμενον συνίζει τῇ τοῦ ὑγροῦ κολλήσει διὰ τὸ ἀραιὸν εἶναι
35καὶ χονδρόν, τὸ δὲ ἄλευρον μετεωρίζεται διὰ τὸ πυκνὸν εἶναι σφόδρα; τὰ γὰρ πυκνὰ τριβόμενα θερμαίνεται, θερ‐ μαινόμενα δὲ καὶ πνευματούμενα μετεωρίζεται, καθάπερ καὶ ἡ σάρξ.
Διὰ τί δὲ πυρούμενον τὸ σταῖς μεῖζον γίνεται ἢ ἡ
Prob
.

928a

μᾶζα; ἢ ὅτι ἔχει ὑγρὸν οὐ κεχωρισμένον, ὥστε ἐξιέναι θερ‐ μαινόμενον διὰ τὴν τρῖψιν· ἐξ οὗ θερμαινομένου πνεῦμα γί‐ νεται, ἐκ δὲ τοῦ πλείονος ὑγροῦ ἀνάγκη γίνεσθαι πλεῖον πνεῦμα.
5 Διὰ τί τοῦ μέλιτος κολλητικωτέρου ὄντος ἢ τοῦ ὕδατος, τὸ τῷ μελικράτῳ φυραθὲν ἄλευρον ψαθυρώτερον γίνεται, ὅταν ἑψηθῇ ἢ ὀπτηθῇ, ἢ τὸ τῷ ὕδατι; ἢ διότι τὸ μὲν ὑπὸ τοῦ πυρὸς πήγνυται καὶ συνίσταται, τὸ ὕδωρ, τὸ δὲ μέλι συνιστᾷ μὲν ἀλλ’ ἐπιξηραίνει, διὸ μᾶλλον ψαθυρὸν ποιεῖ·
10ἡ γὰρ ψαθυρότης ὑπὸ ξηρασίας γίνεται. Διὰ τί οἱ δίπυροι ἄρτοι ψυχθέντες οὐ γίνονται σκλη‐ ροί; ἢ ὅτι ἔχει τινὰ ἐν αὑτῷ ὁ πυρὸς γλυκὺν καὶ γλί‐ σχρον χυμόν, ὅς ἐστιν αὐτοῦ καθάπερ ψυχή; σημεῖον δέ· ξηραινόμενος μὲν γὰρ ὅλως κενοῦται, νοτιῶν δὲ ἐκφύεται.
15τοῦ οὖν χυμοῦ τούτου ἐνυπάρχοντος καὶ ἐν τῷ ἀλεύρῳ καὶ μάλιστα τῷ καθαρωτάτῳ, σταιτὸς γενομένου τοῦ ἀλεύρου καὶ τριβομένου συμβαίνει αὐτό. σημεῖον δέ· ἑψόμενον γὰρ διαχωρητικώτερον γίνεται, ὀπτωμένου μὲν οὖν τὸ πρῶτον τοῦ ἄρτου, τὸ ψαθυρὸν καὶ ἐλαφρὸν τοῦ δὲ ὑγροῦ τοῦ ἐκ τοῦ ἄρ‐
20του ἀπατμίζει, καὶ τοῦ ἀλεύρου τὸ ἀχυρωδέστατον ἀπο‐ καίεται. ἐξαιρεθέντος δὲ καὶ τριβομένου πάλιν τοῦ σταιτός, τό τε τοῦ ἀλεύρου λειότατον καὶ τοῦ ὑγροῦ γλισχρότατον λειπόμενα μίγνυται μᾶλλον ἑαυτοῖς, διά τε τὸ τοιαῦτα καὶ μᾶλλον γεγονέναι, καὶ διὰ τὴν πύρωσιν· βαφῇ γὰρ
25ἡ μῖξις αὐτῶν ὁμοία γίνεται, ὥστε γίνεσθαι τὸ ὕστερον τριφθὲν σταῖς ὅμοιον τῷ ἑψομένῳ ἀλεύρῳ. καὶ γὰρ ἐκεῖνο, τριφθέντος τοῦ σταιτὸς καὶ λειφθέντος τοῦ λεπτοτάτου ἀλεύρου καὶ τοῦ γλισχροτάτου ὑγροῦ, πυρωθὲν κολλῶδες γίνεται καὶ ἀνεξίκμαστον· τό τε γὰρ γλίσχρον δυσδιαίρετον, καὶ τὸ
30πυκνὸν οὐθὲν δι’ αὑτοῦ προΐεται. ὑγρότατον οὖν τοῦτο, καὶ διὰ πυρὸς πάσχει ἄρτος διὰ τὰ εἰρημένα· ἔχων δὲ ἀεὶ ὑγρότητα οὐ γίνεται σκληρός. Διὰ τί τῆς τροφῆς καὶ τῆς ξηρᾶς καὶ τῆς ὑγρᾶς ἐνίοις δυνάμεθα πολὺν χρόνον χρῆσθαι, οἷον τῇ γινομένῃ
35τροφῇ ἐξ ἀλφίτων καὶ ἀλεύρων καὶ τοῖς οἴνοις τοῖς αὐστη‐ ροῖς καὶ ὕδατι, τοῖς δὲ οὐ δυνάμεθα, καὶ ταῦτα ἡδίοσιν οὖσιν; ἢ ὅτι τὰ μέν ἐστι τῶν προσφερομένων ἐπιπολαστικὰ καὶ τρόφιμα, ὥστε καὶ ὅταν κενωθῶσι, τῆς πρώτης τροφῆς
ἀναλωθείσης ἔτι ἔνεστιν ἐν τῷ σώματι πολλὴ δύναμις, ὡςColumn end
Prob
.

928b

μὲν πρὸς τὴν πρώτην ἐργασίαν τοῦ σώματος πεφθεῖσα, ὡς δὲ πρὸς τὸ τέλος καὶ τὴν ἐκ διαδοχῆς γινομένην ἄπε‐ πτος; τοιαῦτα δέ ἐστι καὶ τῶν ἡδέων τὰ πλεῖστα. τὰ μὲν γὰρ λιπαρὰ καὶ γλυκέα καὶ πίονα ἥδιστα δοκεῖ εἶναι
5γευομένοις ἡμῖν, ταῦτα δέ ἐστι πάντα τὰ τρόφιμα καὶ οὐκ ἄπεπτα καὶ ἐπιπολαστικά, ἐν ᾗ ἂν ᾖ διαφορᾷ· ὥστε ἔναυλον εἶναι τὴν δύναμιν, ἐάν τις αὐτῶν πληρωθῇ καὶ μὴ ταχὺ ἐκλίπῃ τὴν αἴσθησιν. οὐ γὰρ μόνον ἐν τῇ κοι‐ λίᾳ ἐνόντων γίνεται ἡ πλήρωσις, ἀλλὰ καὶ διαδοθείσης
10τῆς τροφῆς ἐν ἄλλοις μέρεσιν. ἢ οὐ μόνον τοῦτο αἴτιον, ἀλλὰ καὶ τὸ τῇ φύσει ἔνια σύμμετρα εἶναι καὶ οἰκεῖα ἡμῖν; πάντα γὰρ τὰ τοιαῦτα διὰ τὸ κατὰ φύσιν εἶναι μᾶλλον προσίεται τὰ σώματα, τὰ δὲ παρὰ φύσιν ἧττον. ἄλλα τε ἄλλῃ κράσει ἁρμόττει, οἷον τὸ μέλι ταῖς με‐
15λίτταις κατὰ φύσιν ἐστὶν ὥστε προσφέρεσθαι μόνον· καίτοι ἀσθενεῖς γέ εἰσι τὴν δύναμιν. ὥστε δεῖ λείπειν τὸ ἀναλι‐ σκόμενον, ἀλλ’ εἶναι ἀνάλογον τὸ πλῆθος πρὸς τὴν ἰσχὺν τὴν ἀπὸ τῶν ἀνθρώπων· ὥστε ὅσα τῶν ἡδέων τοιαῦτά ἐστι, διὰ μὲν τὸ ἐν τῇ φύσει ἧττον ὑπάρχειν ἡδέα φαίνεται,
20ὀλίγον δὲ χρόνον· εἶτα πληροῖ ταχύ. τῶν δὲ κατὰ φύσιν ἀεὶ δέονται, ὥστε καὶ προσφερομένων συνεχῶς δι’ αὐτὰ οὐ τῶν ἡδίστων, ἀλλ’ ἑτέρων ἧττον πληροῦνται. Διὰ τί τὰ αὐτὰ συνεθιζομένοις τε ἡδέα φαίνεται καὶ λίαν συνεχῶς προσφερομένοις οὐχ ἡδέα; τὸ δὲ ἔθος ἐστὶ τὸ
25πολλάκις καὶ συνεχῶς τι ποιεῖν. ἢ ὅτι τὸ μὲν ἔθος ἕξιν δεκτικήν τινος ἐν ἡμῖν ποιεῖ, οὐ πλήρωσιν, τὸ δὲ συνεχῶς προσφέρεσθαί τι πληροῖ τὴν ἐπιθυμίαν, καὶ καθάπερ αἴτιον; ἔστι γάρ τι καὶ ἡ ἐπιθυμία. αἱ μὲν οὖν ἕξεις γυμναζό‐ μεναι αὔξονται καὶ ἐπιδιδόασιν· τὰ δὲ ἀγγεῖα σαττόμενα
30οὐδὲν μείζω γίνεται. διόπερ τὸ μὲν ἔθος ὂν γυμνάσιον αὔξει τὴν δεκτικὴν ἕξιν· τὸ δὲ συνεχῶς προσφερόμενον σάττει μὲν καὶ πληροῖ τὴν ἐπιθυμίαν, ἧς πληρωθείσης οὐκέτι προσιέμεθα, αὔξει δὲ οὐθὲν αὐτὴν διὰ τὰ προειρημένα ἐπὶ τῆς σάξεως. ἔτι τὸ ἔθος οὐ τῷ ἀεὶ ἡδύνειν ἡδύ ἐστι
35(λυπεῖ γὰρ καὶ τὰ τοιαῦτα, ἐάν τις συνεχῶς ποιῇ) ἀλλὰ τῷ τὴν ἀρχὴν τοῦ ἔργου ἡδέως ἡμᾶς προσίεσθαι, καὶ πλείω χρόνον δύνασθαι ταὐτὸν ποιεῖν ἢ ἀσυνήθεις ὄντας. ἐν ᾧ οὖν καὶ τοῦτο λυπεῖ ἡδὺ ὄν, ἐν ταὐτῷ καὶ τὰ ἄλλα ἡδέα.
συνεχῶς γὰρ γινόμενα ἢ προσφερόμενα ἀμφότερα λυπεῖ.
Prob
.

929a

αἴτιον δὲ τὸ μὴ ἀπείρους ἡμᾶς ἐν αὐτοῖς δυνάμεις ἔχειν τὰς δεκτικὰς καὶ ποιητικάς, ἀλλὰ πεπερασμένας, αἳ τυγ‐ χάνουσαι τοῦ συμμέτρου αὐταῖς (τοῦτο γὰρ συνεχῶς ἐστὶν αἰσθητὸν εἰς ἐπίδοσιν) αἱ μὲν πληροῦνται, αἱ δὲ ἀδυνατοῦσιν
5ἐνεργεῖν. Διὰ τί τὸ μὲν σταῖς γίνεται τριβόμενον λευκόν, ἡ δὲ μᾶζα μελαντέρα; πότερον ὅτι ξηραίνεται μᾶλλον τὸ ἐπι‐ πολῆς ἐν τῷ ἀλφίτῳ, οἷον ἐν ὑγρῷ θερμόν, ὃ ποιεῖ τὴν λευκότητα; ἢ διὰ τὸ πεπυρῶσθαι ἕλκει τὸ ὑγρὸν εἰς αὑτό,
10μεγαλομερέστερον ὄν. Διὰ τί τὰ ἄλφιτα μᾶλλον τῷ ὕδατι συμμένει φυ‐ ρόμενα ἢ τῷ ἐλαίῳ, ὄντι γλισχροτέρῳ; καίτοι κολλητικώ‐ τερον τὸ γλίσχρον, τὸ δὲ ἔλαιον τοῦ ὕδατος γλισχρότερον, ἢ ὅτι λεπτότερον τὸ ὕδωρ, ὥστε εἰσέρχεται εἰς ἅπαν καὶ
15μαλακὰ ποιεῖ, συμφύεταί τε μᾶλλον καὶ συνθλίβεται πρὸς ἄλληλα, καίτοι θλιβόμενα καὶ χωρὶς τῆς τρίψεως. Διὰ τί οἱ ἄτριπτοι ἄρτοι καὶ οἱ σφόδρα τετριμμένοι ῥήγνυνται; ἢ ὅτι οἱ μὲν ἄτριπτοι διὰ τὸ ἀσύνδετοι εἶναι; ἡ γὰρ τρῖψις συνδεῖ· προωδοποίηνται οὖν τὸ ῥήγνυσθαι. ἔτι
20ἀμιγὲς καὶ πολὺ ἔχουσι τὸ ὑγρόν. οἱ δὲ τετριμμένοι σφό‐ δρα λίαν εἰσὶ ξηροὶ διὰ τὸ ὀλίγον ἔχειν ὑγρόν· θερμαινο‐ μένων γὰρ πᾶν ἐξέρχεται. ὥστε ἄμφω διὰ τὸ πολὺ ὑγρὸν ἐξιέναι ῥήγνυνται· πολὺ γὰρ ἐν μὲν τοῖς ἀτρίπτοις ἁπλῶς ἔνεστιν, ἐν δὲ τοῖς τετριμμένοις πρὸς τὸ ὑπόλοιπον.
25 Διὰ τί κουφότερον τὸ φύραμα γίνεται ἢ ἄμφω, τό τε ὑγρὸν καὶ τὸ ἄλφιτον; πότερον ὅτι μιγνυμένων πνεῦμα συγκατακλείεται; ἢ ὅτι ὑπὸ τοῦ θερμοῦ τοῦ ἐν τοῖς ἀλφίτοις ἐξατμίζεται τοῦ ὕδατος, ὥστε ἔλαττον γίνεται τὸ μεμιγμέ‐ νον; ὁ δὲ ἀήρ, εἰ καὶ μίγνυται, οὐθὲν ἂν κουφότερον ποιοῖ·
30ἔχει γὰρ βάρος καὶ ὁ ἀὴρ ἐν τῷ ἀέρι. Διὰ τί μετὰ τοῦ ἀλφίτου πινόμενον τὸ γάλα καὶ ὁ γλυκὺς φαίνεται γλυκύτερα; πότερον παρὰ τὸ μὴ γλυκὺ μᾶλλον φαίνεται; τὸ γὰρ ἄλφιτον οὐ γλυκύ. ἢ ὅτι ἐνδια‐ τρίβει τὸ ἄλφιτον ἔχον γλυκύτητα, ὥστε πλείονι χρόνῳ ἡ
35αἴσθησις. Διὰ τί ἧττον ἄκρατον φαίνεται τὸ αὐτὸ πόμα μετὰ τοῦ ἀλφίτου πινόμενον; πότερον ἢ ὅτι κεράννυσιν ἄλλο ἔχον μετ’ ἄλλου; ἢ ὅτι ἀντιφράττει τῷ πόματι καὶ ἀφανίζει,
ἀντισπῶν εἰς αὑτό;Column end
Prob
.

929b

Διὰ τί ὁ χόνδρος πλεῖον ὕδωρ δέχεται ἢ οἱ πυροὶ ἐξ ὧν ὁ τοιοῦτος ἐγένετο χόνδρος; ἢ ὅτι ἄλευρά πώς ἐστιν ὁ χόνδρος, τὰ δὲ ἄλευρα πλεῖον δέχεται. καὶ γὰρ γίνεται ὁ ὄγκος πλείων ἢ ὁ τῶν πυρῶν· σέσακται γὰρ καὶ τὰ ἐν τοῖς
5πυροῖς. τὰ δὲ πλείω χωρεῖ πλεῖον. καὶ τοῦτο καὶ ὅτι ἔχει θερμότητα καὶ τὰ ἄλευρα καὶ ὁ χόνδρος. τὸ δὲ θερμὸν καὶ ἕλκει μᾶλλον τὸ ὑγρόν, καὶ ἐξαναλίσκει ἐξατμίζον. Διὰ τί τὸ ἄλευρον τριβόμενον μεῖζον πολὺ γίνεται ἢ τὸ ἄλφιτον κατὰ λόγον; ἢ ὅτι τὸ μὲν πολὺ ὕδωρ δέχεται,
10τὸ δὲ ὀλίγον; διὰ τί δὲ δέχεται πλεῖον; μᾶλλον γὰρ εἰκὸς τὸ ἄλφιτον· πεπύρωται γάρ, τὸ δὲ ἄπυρον· μᾶλλον δὲ ξηρὸν τὸ πεπυρωμένον. ἢ διότι τρῖψιν μᾶλλον δέχεται τὸ ἄλευρον; τούτου δὲ αἴτιον τὸ μικρομερέστερον εἶναι. ὥσπερ οὖν ὁσαπλάσιόν ἐστι δυνάμει τῇ μικρότητι, τοσαυταπλάσιον δέ‐
15χεται τὸ ὕδωρ. κόλλῃ γὰρ χρῆται τῷ ὕδατι, ὥσπερ καὶ Ἐμπεδοκλῆς μετήνεγκεν ἐν τοῖς Περσικοῖς εἰπὼν “ἄλφιτον ὕδατι κολλήσας.” καὶ ἀναλίσκει πολὺ διὰ τοῦτο. Διὰ τί δὲ καὶ πεπυρωμένον τὸ σταῖς μεῖζον γίνεται ἢ ἡ μᾶζα; ἢ ὅτι ἔχει ὑγρὸν οὐ κεχωρισμένον, ὥστε ἐξιέναι
20θερμαινόμενον, οὐ πνεῦμα γινόμενον, καὶ οὐ δυνάμενον ἐξιέναι ὁμοίως καὶ ἐν τῇ μάζῃ διὰ τὴν πυκνότητα τοῦ σταιτός; πυ‐ κνὸν γὰρ τὸ ἐκ μικρομερεστέρων. αἴρει οὖν, καὶ ποιεῖ τὸν ὄγκον. ἔτι δὲ καὶ πλεῖον ἔχει τὸ ὑγρόν, ἐξ οὗ θερμαινο‐ μένου πνεῦμα γίνεται· ἐκ δὲ τοῦ πλείονος ἀνάγκη γίνεσθαι
25πλεῖον. Διὰ τί οἱ περὶ τὴν τῶν σιτίων ἐργασίαν, οἱ μὲν περὶ τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς πυροὺς εὐεκτικοί; ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς, διόπερ καὶ αἱ ἀπόρροιαι;
30 Διὰ τί ὁ ἄρτος, ἐὰν μέν τις αὐτὸν ὀπτᾷ, σκληρότερος γίνεται, ἐὰν δέ τις αὐτὸν χλιαίνῃ, ὑγρότερος ἄχρι τινός; ἢ ὅτι ὀπτωμένου αὐτοῦ τὸ ὑγρὸν ἐκπορεύεται; σκληρότερος οὖν γίνεται· ἐπιθερμαινομένου δὲ τὸ ὑγρὸν συσταθὲν διαχεῖται ὑπὸ τοῦ πυρός, διὸ ὑγρότεροι γίνονται.
35 Διὰ τί τὰ μὲν ἄλευρα ψυχόμενα ἧττον σάττεται, τὰ δὲ ἄλφιτα μᾶλλον; ἢ ὅτι τὰ μὲν μικρομερῆ οὐ διαλείπει χώραν, καὶ τὰ βαρέα τῇ θλίψει τὰ πλείω ἐλάττω κατέ‐ χει τὸ ἴσον; τὰ μὲν οὖν ἄλφιτα ἁδρά ἐστιν. ψυχόμενα οὖν
ἐλάττω γίνεται, ὥστε τὸ ἔλαττον συμπιέζει τὸ πλέον. τὰ
Prob
.

930a

δὲ ἄλευρα ὑπάρχει μὲν μικρομερῆ ὄντα, ὥστε οὐ διὰ τοῦτο ψύχεται, ἀλλ’ ἵνα ᾖ κουφότερα καὶ μὴ σάττηται διὰ τὴν θλῖψιν· βαρύτερον γὰρ φύσει τὸ ἄλευρον τοῦ ἀλφίτου ἐστίν.
5
ΚΒ. ΟΣΑ ΠΕΡΙ ΟΠΩΡΑΝ. Διὰ τί τὴν ὀπώραν ὕστερον ἢ πρότερον φαγοῦσιν οὐκ ἀνάλογον τοῖς αὐτοῖς ὁ ὄγκος τῆς πληρώσεως γίνεται; ἢ ὅτι βαρυτέρα ἐστὶν ἡ ὀπώρα τῶν σιτίων πολύ. δηλοῖ δὲ καὶ τὰ σῦκα, ἐὰν ὕστατα βρωθῇ· τελευταῖα γὰρ ἐμεῖται. ἐὰν
10μὲν οὖν πρῶτα, διὰ βάρος κάτω πορευόμενα εὐρυχωρίαν ἄνω ποιεῖ, ὥστε ῥᾳδίως δέχεσθαι τὸν ὄγκον τῶν σιτίων. ἀνάπαλιν δὲ εἰσελθόντα τὰ σιτία, διὰ τὸ μὴ κάτω φέρε‐ σθαι, ταχὺ τοῦ ἄνω κενοῦ προσλαμβάνει. Διὰ τί τῶν γλυκέων ὄντων ὁμοιοτέρων ἡμῖν ἢ τῶν δρι‐
15μέων, θᾶττον πληρούμεθα ὑπὸ τῶν γλυκέων; εἰκὸς δὲ ἦν ἧττον· ὑπὸ γὰρ τῶν ὁμοίων ἧττον ἦν εἰκὸς πληροῦσθαι. ἢ ὅτι οὐχ ὁμοίως τό τε ἀγγεῖον πληροῦται ταχύ, ἐξ οὗ πληρού‐ μεθα, καὶ τὸ τρεφόμενον, ἀλλ’ ἐνίοτε ἡ μὲν κοιλία πλήρης ἐστίν, οἷον τῶν διψώντων, τὸ δὲ δίψος οὐδὲν ἧττόν ἐστιν. οὐ
20γὰρ τῷ ταύτην εἶναι πλήρη παυόμεθα διψῶντες, ἀλλὰ τῷ ἕκαστον τῶν τοῦ σώματος τὸ αὑτῷ οἰκεῖον ἐσπακέναι, καὶ ὅταν ἐκεῖνα ἀπολάβῃ ἱκανῶς, τότε παυόμεθα διψῶντες. καὶ πεινῶντες δὲ ὡσαύτως. Διὰ τί θᾶττον πληρούμεθα ἀπὸ τῶν γλυκέων ἢ ἀπὸ
25τῶν δριμέων; ἢ ὅτι θᾶττον παυόμεθα ἐπιθυμοῦντες τῶν γλυ‐ κέων; ἢ ὡς μὲν ἡ κοιλία πληροῦται, οὕτω καὶ ἡμεῖς ὑπὸ τῶν γλυκέων; οὐχ ὁμολογεῖται· ὅτι δὲ ἡ ἐπιθυμία θᾶττον ὑπ’ αὐτῶν πληροῦται, τοῦτ’ ἂν εἴη λεκτέον. ἢ ὅτι ἡ μὲν ἐπιθυμία ὡς ἁπλῶς εἰπεῖν ἔστι μὲν ἔνδεια, καὶ ὅταν μηκέτι ἔχωμεν
30τροφὴν ἢ ὀλίγην; τὰ μὲν οὖν δριμέα οὐκ ἔστι τρόφιμα, ἀλλὰ τροφὴν μὲν ὀλίγην ἔχει, τὸ δὲ περίττωμα πολύ. εἰκότως οὖν πολλὰ ταῦτα ζητοῦμεν ἐσθίειν, καὶ οὐκ ἐμπιπλάμεθα αὐτῶν τὴν ἐπιθυμίαν, διὰ τὸ ἔτι προσδεῖσθαι τροφῆς, ταῦτα δὲ μὴ ἔχειν τροφήν. τὰ δὲ γλυκέα ἅπαντά ἐστι τροφή,
35καὶ ἀπὸ μικρῶν τοιούτων πολλὴν λαμβάνει τὸ σῶμα. ὅταν οὖν ἀπολάβῃ πολλὴν τροφήν, οὐκέτι δύναται ἐσθίειν διὰ τὸ μὴ ὑποφέρειν. εἰκότως οὖν θᾶττον ὑπὸ τῶν γλυκέων πλη‐ ρούμεθα.
Διὰ τί τὰ περικάρπια καὶ τὰ κρέα, καὶ ὅσα τοιαῦτα,Column end
Prob
.

930b

ἐν τοῖς ἀσκοῖς ἄσηπτα γίνεται, ὅταν σφόδρα φυσηθῶσι, καὶ τὰ ἐν τοῖς ἀκριβῶς περιπωματιζομένοις ὡσαύτως; ἢ διότι σήπεται μὲν κινούμενα πάντα, τὰ δὲ πλήρη ἀκίνητα· ἀδύ‐ νατον γὰρ ἄνευ κενοῦ κινηθῆναι, ταῦτα δὲ πλήρη.
5 Διὰ τί μετὰ τὰ σαπρὰ τῶν περικαρπίων ὁ οἶνος πι‐ κρὸς φαίνεται πινόμενος; ἢ ὅτι τὴν πικρότητα ἔχει ἡ σα‐ πρότης ἡ τοιαύτη; τὸ οὖν ἐπιμένον ἐπὶ τῇ γλώττῃ, μιγνύ‐ μενον τῷ πόματι καὶ διαχεόμενον, πικρὸν ποιεῖ τὸ πόμα. αὐτὸ δὲ καθ’ αὑτὸ ἧττον φαίνεται ἐσθιόμενον διὰ τὸ πολ‐
10λῶν ἅπτεσθαι καὶ εἰς μικρὰ διανενεμῆσθαι τὸν τοιοῦτον χυμόν. Διὰ τί τὰ τραγήματα ἐδεστέον; ἢ ἕνεκα τοῦ πιεῖν ἱκα‐ νόν; οὐ γὰρ μόνον ποτέον τῆς δίψης χάριν τῆς ἐπὶ τοῖς σι‐ τίοις, ἀλλὰ καὶ μετὰ τὸ σιτίον.
15 Διὰ τί τὰ ὀπτὰ κάρυα ψυχθέντα χείρω γίνεται, καὶ ὁ ἄρτος δὲ καὶ ὁ βάλανος καὶ πολλὰ τῶν τοιούτων, θερ‐ μανθέντα δὲ πάλιν βελτίω; ἢ διότι ψυχθέντος μὲν πέπη‐ γεν ὁ χυμός, ἀναχλιανθέντος δὲ πάλιν χεῖται; ἡ δὲ ἡδονὴ γίνεται διὰ τὸν χυμόν.
20 Διὰ τί ἐπὶ τῇ ἀπολαύσει τῆς ὀπώρας, οἷον σύκων καὶ τῶν τοιούτων, ἢ οἶνον ἄκρατον δεῖ ἐπιπίνειν ἢ ὕδωρ; ταῦτα δὲ ἐναντία. ἢ ὅτι ἡ ὀπώρα καὶ θερμή ἐστι καὶ ὑγρὰ διὰ τὴν γένεσιν; ἔχει γὰρ πολὺ πῦρ καὶ ὑγρότητα, ὥστε διὰ μὲν τὸ πῦρ οἷον ζέσιν ποιεῖ ὁ χυμὸς εἴσω, ὅπερ ἔξω τὸ
25γλεῦκος ποιεῖ. ἧττον δὲ ἔχει δύναμιν καὶ τὰ ἄλλα τὰ ἀκρόδρυα. τὸ δὲ τῆς ὑγρότητος πλῆθος ἀπεψίαν ποιεῖ. τὸ μὲν οὖν ὕδωρ διὰ τὴν ψυχρότητα σβεννύει τὴν ζέσιν, ὁ δὲ οἶνος διὰ τὴν θερμότητα ὡς ἐπὶ τὸ πολύ· ὥσπερ γὰρ πῦρ ἐνίοτε πυρός, ἐὰν ᾖ ἔλαττον, ἀφαιρεῖται τὴν ἰσχύν. μᾶλ‐
30λον δὲ τῇ θερμότητι πεπτικός ἐστι τῆς ὑγρότητος, καὶ διὰ βάρος κατακρατεῖ τὸν τῆς ζέσεως ἐπιπολασμόν. Διὰ τί τῶν ἰσχάδων γλυκύταται αἱ δίχα ἐσχισμέ‐ ναι, οὔτε δὲ αἱ πολυσχιδεῖς οὔτε αἱ ἀσχιδεῖς; ἢ διότι ἐκ μὲν τῶν πολυσχιδῶν διαπέπνευκε καὶ ἐξίκμακε μετὰ τοῦ
35ὑγροῦ τὸ πλεῖστον τοῦ γλυκέος, ἐν δὲ ταῖς μεμυκυίαις πολὺ τὸ ὑδατῶδές ἐστι διὰ τὸ μὴ ἠτμικέναι. αἱ δ’ ἐσχισμέναι μέν, μὴ εἰς πολλὰ δέ, ἀμφοτέρων τούτων ἐκτός εἰσι τῶν παθημάτων.
Διὰ τί ταῖς καμίνοις ξηραινόμενα τὰ σῦκα σκληρό‐
Prob
.

931a

τερα γίνεται, ἐὰν ψυχθῇ ἐν τῇ καμίνῳ, ἢ ἂν ἐξαιρεθέντα ψυχθῇ; ἢ ὅτι ἐν μὲν τῇ καμίνῳ ἐξατμίζει πᾶν τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ, ἔξω δὲ περιεστηκὼς ὁ ἀὴρ ψύχων κωλύει τὸ ὑγρὸν ἐξιέναι καὶ συνίστασθαι; μᾶλλον γὰρ ἐξατμίζει.
5ἔστι δὲ τὰ μὲν ξηρὰ σκληρά, τὰ δὲ ὑγρὰ μαλακά. Διὰ τί παρὰ τὰ στρυφνὰ ὁ οἶνος καὶ τὸ ὕδωρ φαίνε‐ ται γλυκύτερα, οἷον ἐάν τις βαλάνους ἢ μύρτα ἤ τι τῶν τοιούτων διατράγῃ; ἢ εἰκότως, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων; πᾶν γὰρ τὸ αὐτὸ παρὰ τὸ ἐναντίον μᾶλλον φαίνεται, οἱ
10δὲ τῶν ἐναντίων χυμοὶ ἀντικείμενοί πώς εἰσιν. ἢ ὅτι, κα‐ θάπερ ἐπὶ τῶν βαπτομένων, ὑπὸ τῶν στρυφνῶν ἡ γλῶττα προδιεργάζεται καὶ τοὺς πόρους ἀνοίγεται, ὥστε μᾶλλον διιέναι τὸ γλυκύ; καὶ γὰρ τὰ βαπτόμενα τούτου ἕνεκεν προβρέχουσιν ἐν τοῖς στρυφνοῖς, τῷ διεργασθὲν μᾶλλον δέ‐
15χεσθαι τὴν βαφήν. Διὰ τί τὰ γλυκέα ἧττον δοκεῖ γλυκέα εἶναι θερμὰ ὄντα ἢ ὅταν ψυχθῇ; πότερον ὅτι ἅμα δύο αἰσθήσεις γίνον‐ ται ἀμφοῖν, ὥστε ἡ τοῦ θερμοῦ ἐκκρούει τὴν ἑτέραν; ἢ ὅτι καὶ τὸ γλεῦκος θερμόν· ὥσπερ οὖν πῦρ γίνεται ἐπὶ πῦρ.
20κωλύει οὖν ἡ θερμότης. ἢ ὅτι τὸ πῦρ ἀφαιρεῖται τὰς δυνά‐ μεις ἁπάντων διὰ τὸ κινητικὸν εἶναι. ἐγγυτέρω οὖν τοῦ με‐ ταβάλλειν ἐστὶ θερμὰ ὄντα, ἀποψυχθέντα δὲ ἕστηκεν. Διὰ τί ποτε τὰ ἄχυρα τὰ μὲν σκληρὰ πέττει, τὰ δὲ πεπεμμένα οὐ σήπει; ἢ ὅτι τὰ ἄχυρα θερμόν τε καὶ
25ὁλκόν ἐστιν; τῇ μὲν οὖν θερμότητι πέττει, τῷ δὲ ὁλκὸν εἶναι τὸν ἰχῶρα τὸν σηπόμενον δέχεται, διὸ οὐ σήπει. Διὰ τί τὰ σῦκα μαλακὰ καὶ γλυκέα ὄντα λυμαίνε‐ ται τοὺς ὀδόντας; ἢ διὰ τὴν γλισχρότητα προσέρχεται τοῖς οὔλοις, καὶ παρεμπίπτει διὰ τῶν ὀδόντων εἰς τὰ διὰ μέσου
30διὰ τὸ μαλακὰ εἶναι, καὶ σῆψιν ποιεῖ ταχέως ἅτε θερμὰ ὄντα; τάχα δὲ ἴσως καὶ διὰ τὴν σκληρότητα τῶν κεγχρα‐ μίδων ἐν τῇ τούτων κατεργασίᾳ πονοῦσι ταχέως οἱ ὀδόντες.
34ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ
35 Διὰ τί τὸ κῦμα οὐκ ἐπιγελᾷ ἐν τοῖς βαθέσι πελάγεσιν ἀλλ’ ἐν τοῖς μικροῖς καὶ βραχέσιν; ἢ ὅτι τὸ μικρὸν ὑγρὸν φερόμενον μᾶλλον διαιρεῖται ὑπὸ τοῦ πνεύματος ἢ τὸ πολύ; Διὰ τί τὰ κύματα πρότερον φοιτᾷ ἐνίοτε τῶν ἀνέμων;
ἢ ὅτι πρὸς τῇ ἀρχῇ τοῦ πνεύματος ἡ θάλαττα ὠσθεῖσαColumn end
Prob
.

931b

πρώτη τὴν ἐχομένην ἀεὶ ταὐτὸν ποιεῖ; διόπερ οὔσης αὐτῆς συνεχοῦς καθάπερ μιᾷ πληγῇ συνεχεῖ πάσαις γίνεται. τὸ δὲ ἐν ἑνὶ χρόνῳ γίνεται, ὥστε συμβαίνει τήν τε πρώτην καὶ τὴν ἐσχάτην ἅμα κινεῖσθαι. ὁ δὲ ἀὴρ οὐ πάσχει τοῦτο, ὅτι
5οὔτ’ ἐστὶν ἓν σῶμα συνεχές, τῷ πολλὰς πάντοθεν ἀντικρού‐ σεις λαμβάνειν, αἳ πολλάκις κωλύουσι τὴν πρώτην καὶ νεανικωτάτην κίνησιν, τήν τε θάλασσαν οὐ ποιοῦσι τοῦτο διὰ τὸ βαρυτέραν καὶ δυσκινητοτέραν αὐτοῦ εἶναι. Διὰ τί τὰ πλοῖα γέμειν δοκεῖ μᾶλλον ἐν τῷ λιμένι
10ἢ ἐν τῷ πελάγει, καὶ θεῖ δὲ θᾶττον ἐκ τοῦ πελάγους πρὸς τὴν γῆν ἢ ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος; ἢ ὅτι τὸ πλέον ὕδωρ ἀντερείδει μᾶλλον ἐκ τοῦ ὀλίγου, ἐν δὲ τῷ ὀλίγῳ δέ‐ δυκε, διὰ τὸ κρατεῖν αὐτοῦ μᾶλλον; ὠθεῖ γὰρ κάτω τὸ ὕδωρ ἄνωθεν. ἐν μὲν οὖν τῷ λιμένι ὀλίγη ἐστὶν ἡ θάλασσα,
15ἐν δὲ τῷ πελάγει βαθεῖα. ὥστε καὶ ἄγειν πλέον δόξει ἐν τῷ λιμένι καὶ κινήσεται χαλεπώτερον διὰ τὸ δεδυκέναι μᾶλλον καὶ ἧττον ἀντερείδειν τὸ ὕδωρ. ἐν τῷ πελάγει δὲ τἀναντία τούτων ἐστίν. Διὰ τί, ὅταν τι ῥιφθῇ εἰς τὴν θάλατταν κυμαίνουσαν,
20οἷον ἡ ἄγκυρα, γαλήνη γίνεται; ἢ διότι ἵσταται ἡ θάλαττα τῷ φερομένῳ, μεθ’ οὗ ἀὴρ συγκαταφέρεται, ὃς ἐπ’ εὐθείας κάτω φερόμενος καὶ ἐνταῦθα ἐπισπασθεὶς συνεπισπᾶται τὸ ἐκ πλαγίου κινοῦν τὴν θάλατταν; ὁ δὲ κλύδων τῆς θαλάτ‐ της οὐκ ἄνωθεν κάτω γίνεται ἀλλ’ ἐπιπολῆς· οὗ λήξαντος
25γαλήνη γίνεται. ἔτι συνιοῦσα ἡ θάλασσα εἰς τὰ διαστάντα τῷ φερομένῳ δίνην ποιεῖ. ἡ δὲ δίνη κύκλῳ φέρεται. ἐπεὶ δὲ ἡ εὐθεῖα τοῦ κύκλου κατὰ σημεῖον ἅπτεται, τὰ δὲ κύ‐ ματα ἐπ’ εὐθείας λοξῆς φέρεται, συμβαίνοι ἂν αὐτὰ τοῦ ἐξωτάτου τῆς δίνης κατὰ σημεῖον ἅπτεσθαι, διά τε τὰ
30εἰρημένα καὶ διὰ τὴν τῆς δίνης φοράν, ἣ προσιοῦσα ἀπωθεῖ‐ ται αὐτά. ἀκύμου δὲ ὄντος τοῦ κατ’ αὐτὴν τόπου, γα‐ λήνην ἐν τῇ ῥήξει αὐτῆς συμβαίνει γίνεσθαι, ὅτι συγκατα‐ βὰς ὁ ἀὴρ τῷ ἐνεχθέντι κάτω, ἀναφερόμενος καὶ ὠθῶν ἄνω τὴν θάλατταν ὥσπερ πομφολυγοῖ αὐτήν· ἡ γὰρ πομ‐
35φόλυξ ὑγροῦ ὑπ’ ἀέρος κάτωθεν ἀνωθουμένου ἐστίν. πομφό‐ λυξ δὲ πᾶσα λεία καὶ γαληνός ἐστιν. σημεῖα δὲ τῶν εἰρη‐ μένων ἐστί· μετέωρος γὰρ ἡ κατὰ τὸ ἐνεχθὲν κάτω θάλαττα τῆς πέριξ γίνεται μικρὸν ὕστερον.
Διὰ τί ἐνίοτε πλοῖα θέοντα ἐν τῇ θαλάττῃ εὐδίας κα‐
Prob
.

932a

ταπίνεται καὶ ἀφανῆ γίνεται, ὥστε μηδὲ ναυάγιον ἀνα‐ πλεῖν; ἢ ὅταν ἀντρώδης τόπος ἐν τῇ ὑπὸ τὴν θάλατταν γῇ ῥαγῇ, ἅμα εἰς τὴν θάλατταν καὶ ἔσω ἀκολουθεῖ τῇ τοῦ πνεύματος φορᾷ; ὁμοίως δὲ καὶ πάντῃ φερομένη κύκλῳ
5φέρεται κάτω. τοῦτο δ’ ἔστι δῖνος. τὰ δὲ περὶ Μεσήνην ἐν τῷ πορθμῷ πάσχει μὲν τοῦτο διὰ τὸν ῥοῦν (γίνονται γὰρ αἱ δῖναι ὑπὸ τούτου) καὶ καταπίνεται εἰς βυθὸν διὰ ταῦτά τε, καὶ ὅτι θάλαττά τε βαθεῖα καὶ γῆ ὕπαντρος μέχρι πόρρω. φέρουσιν οὖν εἰς ταῦτα ἀποβιαζόμεναι αἱ δῖναι· διὸ οὐκ
10ἀναπλεῖ αὐτόθι τὰ ναυάγια. ὁ δὲ ῥοῦς γίνεται, ὅταν παυ‐ σαμένου τοῦ προτέρου ἀντιπνεύσῃ ἐπὶ τῆς θαλάττης ῥεούσης τῷ προτέρῳ πνεύματι, μάλιστα δὲ ὅταν νότος ἀντιπνεύσῃ. ἀντιπνέοντα γὰρ ἀλλήλοις τὰ ῥεύματα παρεκθλίβεται ὥσ‐ περ ἐν τοῖς ποταμοῖς, καὶ γίνονται αἱ δῖναι. φέρεται δὲ
15ἑλιττομένη ἡ ἀρχὴ τῆς κινήσεως ἄνωθεν ἰσχυρὰ οὖσα. ἐπεὶ οὖν εἰς πλάγιον οὐκ ἔστιν ὁρμᾶν (ἀντωθεῖται γὰρ ὑπ’ ἀλλή‐ λων), ἀνάγκη εἰς βάθος ὠθεῖσθαι, ὥστε καὶ ὃ ἂν ληφθῇ ὑπὸ τῆς δίνης, ἀνάγκη συγκαταφέρεσθαι. διὸ ἀνάσιμα τὰ πλοῖα ποιοῦνται ἤδη γὰρ ὀρθόν ποτε μινημονεύεται κα‐
20ταποθέν. Διὰ τί ἡ θάλαττα λευκοτέρα ἡ ἐν τῷ Πόντῳ ἢ ἡ ἐν τῷ Αἰγαίῳ; πότερον διὰ τὴν ἀνάκλασιν τῆς ὄψεως τὴν γι‐ νομένην ἀπὸ τῆς θαλάττης εἰς τὸν ἀέρα; ὁ μὲν γὰρ περὶ τὸν Πόντον ἀὴρ παχὺς καὶ λευκός, ὥστε καὶ τῆς θαλάττης
25ἡ ἐπιφάνεια τοιαύτη φαίνεται, ὁ δὲ ἐν τῷ Αἰγαίῳ κυανοῦς διὰ τὸ μέχρι πόρρω εἶναι καθαρός, ὥστε καὶ ἡ θάλαττα ἀνταυγοῦσα τοιαύτη φαίνεται. ἢ ὅτι πᾶσαι αἱ λίμναι λευκότεραι τῆς θαλάττης; ὁ δὲ Πόντος ἐστὶ λιμνώδης διὰ τὸ πολλοὺς ποταμοὺς εἰς αὐτὸν ῥεῖν. αἱ δὲ λίμναι διαλευ‐
30κότεραι τῆς θαλάττης καὶ τῶν ποταμῶν· γράφουσι γοῦν οἱ γραφεῖς τοὺς μὲν ποταμοὺς ὠχρούς, τὴν δὲ θάλατταν κυα‐ νέαν. ἢ ὅτι διὰ μὲν τοῦ ποτίμου διέρχεται ταχὺ ἡ ὄψις, καὶ οὐκ ἀνακλᾶται πρὸς τὸν ἀέρα, ἀπὸ δὲ τῆς θαλάσσης οὔ; οὔτ’ ἄνω ἀνακλᾶται διὰ τὸ μὴ λεῖον εἶναι τὸ ὕδωρ·
35κάτω δὲ ἀποκάμνει βαδίζουσα· διὸ μέλαινα φαίνεται. ἐν δὲ τοῖς λιμνώδεσιν ἐπιπολῆς ὄντος τοῦ ποτίμου, κάτω δὲ τοῦ ἁλμυροῦ, οὐ διέρχεται, ἀλλ’ ἀνακλᾶται πρὸς τὴν αὐγήν· διὸ φαίνεται λευκὴ ἡ ἐπιφάνεια αὐτῆς.
Διὰ τί ἡ θάλαττα τοῦ ποτίμου ὕδατος ἧττον ψυχρά,Column end
Prob
.

932b

καὶ τὰ ἁλυκὰ τῶν γλυκέων; πότερον ὅτι πυκνότερον ἡ θάλαττα καὶ μᾶλλον σῶμα; τὰ δὲ τοιαῦτα ἧττον ψύ‐ χεται, ὥσπερ καὶ θερμαίνεται μᾶλλον· σωστικωτέρα γὰρ τοῦ θερμοῦ διὰ τὴν πυκνότητα. ἢ ὅτι λιπαρωτέρα ἡ θά‐
5λαττα; διὸ καὶ οὐ σβέννυσι τὴν φλόγα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τὸ δὲ λιπαρώτερον θερμότερον. ἢ ὅτι γῆς πολὺ ἔχει, ὥστε ξηρότερον; τὸ δὲ ξηρότερον θερμότερον. Διὰ τί ἡ θάλαττα εὐδιοπτοτέρα τοῦ ποτίμου, παχυ‐ τέρα οὖσα; λεπτότερον γὰρ τὸ πότιμον τοῦ ἁλμυροῦ. ἢ οὐ
10τὸ λεπτὸν αἴτιον, ἀλλ’ εὐθυωρίαι τῶν πόρων πλεῖσται καὶ μέγισταί εἰσιν; τὸ μὲν οὖν πότιμον πυκνὸν διὰ λεπτομέρειάν ἐστι, τὸ δὲ ἁλμυρὸν μεγάλα ἔχει τὰ διάκενα. ἢ ὅτι κα‐ θαρώτερον ἡ θάλαττα; γῆ μὲν γὰρ οὐκ ἔστιν, ἡ δὲ ἄμμος βαρεῖα οὖσα ὑφίσταται. τὰ δὲ πότιμα γεώδη. αὐτὴ δὲ ἐν
15τῷ μεταξὺ φερομένη ἀναθολοῦται ταχύ. Διὰ τί ἐν τοῖς βορείοις εὐδιοπτοτέρα ἡ θάλαττα ἢ ἐν τοῖς νοτίοις; ἢ ὅτι ἐν τῇ γαλήνῃ χρῶμα ἔχει ἡ θά‐ λαττα; λιπαρὸν γὰρ ἔνεστιν ἐν τῷ ἁλμυρῷ χυμῷ. ση‐ μεῖον δέ· ἐκκρίνεται γὰρ ἔλαιον ἐν ταῖς ἀλέαις. εὐδίας
20οὖν οὔσης καὶ ἀλεεινοτέρας τῆς θαλάττης διὰ κουφότητα, ἐπανθεῖ ἄνω ὁ τοιοῦτος χυμός. τοῖς δὲ βορείοις ἧττον διὰ τὸ ψῦχος. ἔστι δὲ τὸ ὕδωρ εὐδιοπτότερον τοῦ ἐλαίου· τὸ γὰρ ἔλαιον χρῶμα ἔχει, τὸ δὲ ὕδωρ ἄχροον παρεμφαι‐ νόμενον σαφεστέραν ποιεῖ τὴν ἔμφασιν.
25 Διὰ τί λουσάμενοι τῇ θαλάττῃ θᾶττον ξηραίνονται, βαρυτέρᾳ οὔσῃ τῶν ποτίμων; ἢ ὅτι παχυτέρα καὶ γεώ‐ δης ἡ θάλαττα; ὀλίγον οὖν ἔχουσα τὸ ὑγρὸν ξηρανίνεται θᾶττον. Διὰ τί τὰ κύματα ἀνεμώδη; ἢ ὅτι σημεῖά ἐστι πνεύ‐
30ματος ἐσομένου; ἔστι γὰρ τὸ πνεῦμα σύνωσις ἀέρος. ἢ διὰ τὸ ἀεὶ προωθεῖσθαι γίνεται; προωθεῖ δὲ οὐ συνεχές πω ὂν τὸ πνεῦμα, ἀλλὰ ἀρχόμενον. τὸ μὲν δὴ πρῶτον ὥσ‐ περ προεμαράνθη, ἄλλο δὲ τοῦτο προέωσε καὶ ἄλλην πυ‐ κνότητα ἤγαγεν καὶ ἀπεμαράνθη. ὥστε δῆλον, ὅταν ἤδη
35τὸ προωθούμενον παρῇ, ὅτι ἥξει καὶ τὸ κινοῦν· ἀρχόμενον γὰρ τοῦτο ποιεῖ. Διὰ τί τὸ κῦμα προεκπίπτει τοῦ πνεύματος; ἢ ὅτι οὐχ ἅμα παύεται τὸ πνεῦμα [τὸ] πνέον καὶ ἡ θάλαττα
κυμαίνουσα, ἀλλ’ ὕστερον ἡ θάλαττα, ἐνδέχεται τὸ κι‐
Prob
.

933a

νῆσαν πνεῦμα φθαρῆναι πρὸ τοῦ γενέσθαι αἰσθητόν. ὥστε οὐ πρότερον τὸ κῦμα πνεύματος, ἀλλὰ τὸ μὲν λανθάνει τὸ δὲ οὔ. ἢ οὐχὶ τὰ πνεύματα ἅμα πανταχοῦ πνεῖ, ἀλλ’ ὅθεν ἡ ἀρχὴ πρότερον; ἅμα δὲ πνεῖ καὶ τὴν πλησίον θά‐
5λατταν κινεῖ, αὕτη δὲ τὴν ἐχομένην· καὶ οὕτως ἂν ἐνδέ‐ χοιτο πρότερον τὸ κῦμα ἐκπίπτειν. ὑπὸ γὰρ τῆς θαλάσ‐ σης καὶ οὐχ ὑπὸ τοῦ πνεύματος ἡ κίνησις ἡ θάττων τοῦ ἀέρος ἢ τῆς θαλάττης. Διὰ τί ἐν τῇ θαλάττῃ μᾶλλον νεῖν δύνανται ἢ ἐν τοῖς
10ποταμοῖς; ἢ ὅτι ὁ νέων ἀεὶ ἐπιστηριζόμενος ἐν τῷ ὕδατι νεῖ, ἐν δὲ τῷ σωματωδεστέρῳ μᾶλλον ἀποστηρίζεσθαι δυνάμεθα, σωματωδέστερον δέ ἐστι τὸ θαλάττιον ὕδωρ τοῦ ποταμίου· παχύτερον γάρ ἐστι καὶ μᾶλλον ἀντερείδειν δυνάμενον. Διὰ τί ποτε ἐν τῇ θαλάττῃ πλείω χρόνον διατελεῖν
15δύνανται ἢ ἐν τῷ ποταμῷ; ἢ διότι τὸ ποτάμιον ὕδωρ λεπτόν ἐστιν; μᾶλλον οὖν παρεισδυόμενον πνίγει. Διὰ τί ἡ μὲν θάλαττα κάεται, τὸ δὲ ὕδωρ οὔ; ἢ κάεται μὲν κἀκεῖνο, ἡ δὲ θάλαττα ἧττον σβέννυσι τὸ πῦρ διὰ τὸ λιπαρωτέρα εἶναι; σημεῖον δὲ ὅτι λιπαρωτέρα· ἀπὸ
20γὰρ τῶν ἁλῶν ἔλαιον ἀφαιρεῖται. ἢ καὶ ἧττον δύνανται οἱ πόροι ἁρμόττειν τῷ πυρὶ διὰ τὸ παχύτεροι εἶναι, καὶ μᾶλλόν γε δή, ἅτε καὶ τῶν ἁλῶν ἐνυπαρχόντων; ὥσπερ οὖν τὸ ξηρὸν τοῦ ὑγροῦ ἧττον σβεστικόν, καὶ τὸ ξηρὸν μᾶλ‐ λον κατὰ λόγον καυστικόν ἐστι, καὶ ἕτερον ἑτέρου μᾶλλον,
25τῷ ἐγγυτέρω τοῦ θερμοῦ εἶναι, τὸ ξηρότερον δὲ τῇ θαλάττῃ· ἄμφω δὲ ταῦτα μᾶλλον ὑπάρχει. Διὰ τί ἀπὸ μὲν τῆς θαλάττης οὐκ ἀποπνεῖ ἕωθεν ψυχρόν, ἀπὸ δὲ τῶν ποταμῶν; ἢ ὅτι ἡ μὲν θάλαττά ἐστιν ἐν ἀναπεπταμένοις τόποις, οἱ δὲ ποταμοὶ ἐν στενοῖς;
30ἡ μὲν οὖν ἀπὸ τῆς θαλάττης αὔρα εἰς πολὺν τόπον σκί‐ δναται, ὥστε εἶναι ἀσθενής, ἡ δὲ ἀπὸ τῶν ποταμῶν ἀθρόως φέρεται καὶ μᾶλλον ἰσχύει, διὸ μᾶλλον εἰκότως φαίνεται ψυχρά. ἢ οὐ τοῦτό ἐστιν αἴτιον, ἀλλ’ οἱ μὲν ποταμοὶ ψυ‐ χροί εἰσιν, ἡ δὲ θάλαττα οὔτε θερμὴ οὔτε ψυχρά; γίνεται
35δὲ ἡ αὔρα καὶ ἡ ἀναπνοὴ θερμαινομένων ἢ ψυχομένων τῶν ὑγρῶν· ὁπότερον γὰρ ἂν τούτων πάσχῃ, ἐξαεροῦται, ἐξαερουμένου δὲ τοῦ ὕδατος ὁ ἀὴρ ὁ γινόμενος φέρεται, ὅ ἐστιν αὔρα. τὸ μὲν οὖν ἀπὸ τῶν ψυχρῶν ψυχρὸν εἰκότως ἀποπνεῖ, τὸ δὲ ἀπὸ τῶν σφόδρα θερμῶν ἀποπνέον ψύχε‐
40ται καὶ γίνεται ψυχρόν. τοὺς μὲν οὖν ποταμοὺς ψυχροὺςColumn end
Prob
.

933b

ἅπαντας εὕροι τις ἄν, ἡ δὲ θάλαττα οὔτε ψυχρὰ οὔτε θερμὴ σφόδρα ἐστίν. οὔτε οὖν τὸ ἀποπνέον ψυχρὸν ἀπ’ αὐτῆς ἐστί, διὰ τὸ μὴ ψυχρὰν εἶναι, οὔτε ψύχεται ταχύ, διὰ τὸ μὴ θερμὴν εἶναι σφόδρα.
5 Διὰ τί ἐν τοῖς μείζοσι πελάγεσι βραδύτερον καθί‐ σταται κύματα ἢ ἐν τοῖς βραχέσιν; ἢ ὅτι ἐκ τῆς πολλῆς κινήσεως βραδύτερον καθίσταται πᾶν ἢ ἐκ τῆς ὀλίγης; ἐν δὲ τοῖς μεγάλοις πελάγεσι πλείων ἡ ἄμπωτις γίνεται ἢ ἐν τοῖς βραχέσιν. οὐθὲν οὖν ἄλογον τὸ πλεῖον βραδύτερον
10καθίστασθαι. Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ ψυχρὸν μὲν οὐ πότιμον, θερμαινόμενον δὲ μᾶλλον γίνεται πότιμον, καὶ θερμὸν δὲ ὂν καὶ ἀποψυχόμενον; ἢ διότι εἰς τὸ ἐναντίον ἀπὸ τοῦ ἐναντίου πέφυκε μεταβάλλειν; ἔστι δὲ τὸ πότιμον τῷ ἁλ‐
15μυρῷ ἀντικείμενον· καὶ θερμαινομένου μὲν ἀφέψεται τὸ ἁλμυρόν, ψυχομένου δὲ ὑφίσταται. Διὰ τί τὰ πρὸς τῇ θαλάττῃ ὡς ἐπὶ τὸ πολὺ ὕδατα γλυκέα [ὕδατα] ἀλλ’ οὐχ ἁλμυρά; ἢ διὰ τὸ ποτιμώτερα διηθούμενα γίνεσθαι; διηθεῖται δὲ τὸ ἐγγύτερον τῆς θαλάτ‐
20της μᾶλλον. Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ οὐκ ἀπόρρυτόν ἐστιν; ἢ διότι τὸ μὲν βαρὺ στάσιμον, τὸ δὲ ἁλμυρὸν βαρύ; διὸ καὶ τὰ θερμὰ μόνα τῶν ἁλμυρῶν ὑδάτων ἀπόρρυτά ἐστιν. ἔχει γὰρ κουφότητα ἐν αὑτοῖς, ἣ κρατεῖ τῆς κατὰ τὴν ἁλμυ‐
25ρίδα βαρύτητος· τὸ γὰρ θερμὸν κουφότερόν ἐστιν. ἔτι τὰ μὲν ἀπόρρυτα διηθεῖται διὰ τῆς γῆς· ἠθουμένων δὲ ἀεὶ μά‐ λιστα ὑφίσταται τὸ παχύτατον καὶ βαρύτατον, ἐκκρίνεται δὲ τὸ κοῦφον καὶ καθαρόν· ἔστι γὰρ τὸ μὲν ἁλμυρὸν βαρύ, τὸ δὲ γλυκὺ κοῦφον. διόπερ ἐστὶ γλυκέα τὰ ἀπόρρυτα. τὸ
30δ’ αὐτὸ αἴτιόν ἐστι καὶ διὰ τί τὸ ἁλμυρὸν ὕδωρ κινούμενον καὶ μεταβάλλον γλυκύτερον γίνεται· κουφότερον γὰρ καὶ ἀσθενέστερον διὰ τὴν κίνησιν γίνεται. Διὰ τί ἐν τῇ Λιβύῃ ἐὰν ὀρύξῃ τις παρὰ τὴν θάλατ‐ ταν, τὸ πρῶτον πότιμον, εἶθ’ ἁλμυρὸν γίνεται ταχύ, ἐν δὲ
35τοῖς ἄλλοις τόποις ἧττον ποιεῖ τοῦτο; πότερον ὅτι τὸ μὲν πρῶτον τὸ ὑπάρχον ὕδωρ ἐν τῷ τόπῳ καὶ τὸ πεπεμμένον ὑπὸ τῆς γῆς ἐστίν, ὅταν δὲ χρονισθῇ, ἡ θάλαττα προσδιη‐ θουμένῃ διὰ τὸ πρόσφατον εἶναι ποιεῖ ἁλμυρώτερον; ἐν δὲ τοῖς ἄλλοις ἢ οὐκ ἔχει ἢ πολὺ ὕδωρ διὰ τὸ μὴ ξηραίνε‐
40σθαι τὸν τόπον.
Prob
.

934a

Διὰ τί τοὺς ἅλας θᾶττον τήκει τὸ ἁλμυρὸν ὕδωρ ἢ τὸ πότιμον; ἢ διότι τὸ μὲν τήκεσθαί ἐστι τὸ ὑπὸ τοῦ ὑγροῦ θερμοῦ εἰσιόντος διαιρεῖσθαι, ὥστε ὑγρὸν εἶναι; οὐ τήκει δὲ ἢ τὰ ὅλως μὴ δυνάμενα εἰσιέναι, ἢ τὰ οὕτως ὥστε μὴ θιγ‐
5γάνειν. μόλις δὲ τήκει τὰ ῥᾳδίως διεξιόντα· τὰ δ’ ἐπιόντα βιαζόμενα, ταῦτα τάχιστα διαιρεῖ. οὐκ εἰσέρχεται δὲ τὰ λίαν μεγαλομερῆ· ὑπερέχει γὰρ τῶν πόρων. τὰ δὲ μι‐ κρομερέστερα διέρχεται οὐ ψαυόμενα. ἔστι δὲ τὸ μὲν πότι‐ μον λεπτόν, τὸ δὲ ἁλμυρὸν παχύτερον. ὥστε τὸ μὲν ῥᾳ‐
10δίως διὰ τὴν λεπτότητα διαδῦνον μόλις τήκει, τὸ δὲ εἰσέρ‐ χεται μὲν ἧττον δὲ διὰ τὸ μεγαλομερέστερον εἶναι διαιρεῖ, καὶ βιάζεται θᾶττον. Διὰ τί τὸ ὕδωρ ἧττον φαίνεται λευκόν, ἐὰν κινῆται, οἷον καὶ ἡ φρίκη; διὸ καὶ Ὅμηρος ἀρχομένου φησὶ τοῦ
15πνεύματος “μελάνει δέ τε πόντος ὑπ’ αὐτοῦ.” ἢ διὰ δύο αἰτίας, ἐγγύθεν μὲν τῆς ὄψεως οὔσης, διὰ τὸ διιέναι τὴν ἄψιν μᾶλλον ἠρεμοῦντος, κινουμένου δὲ μὴ εὐθυπορεῖν· τὸ δὲ διαφανὲς λευκὸν φαίνεται. δι’ οὗ γὰρ μὴ διέρχεται ἡ ὄψις, μέλαν φησὶν εἶναι. διὸ καὶ ὁ ἀὴρ πόρρωθεν μέλας φαί‐
20νεται, ὁ δὲ ἐγγὺς λευκός, καὶ θαλάττης τὸ μὲν ἐγγὺς λευκόν, τὸ δὲ πόρρωθεν κυανοῦν καὶ μέλαν. πόρρωθεν δέ, κινουμένης πως τῆς ὄψεως, καὶ τῷ διανακλᾶσθαι ἀθρόον τὴν ὄψιν, ἐὰν ἠρεμῇ πρὸς τὸ φῶς, κινουμένου δὲ μὴ δύ‐ νασθαι.
25 Διὰ τί ἐν τοῖς βαθέσι πελάγεσι τὸ κῦμα οὐκ ἐπι‐ γελᾷ, ἀλλ’ ἐν τοῖς μικροῖς; πότερον ὅτι τὸ μικρὸν φερό‐ μενον ὕδωρ διαιρεῖται ὑπὸ τοῦ ἀέρος μᾶλλον ἢ τὸ πολύ; διὸ θραύεται πατάξαν μᾶλλον. ἐν μὲν οὖν τῷ βαθεῖ πολὺ τὸ κινούμενον, ἐν δὲ τῷ βραχεῖ ὀλίγον.
30 Διὰ τί οἱ πρὸς νότον τόποι ἁλυκώτερα τὰ ὕδατα ἔχουσιν; ἢ διὰ τὸ τὴν θάλατταν ὑπὸ νότου ὠθεῖσθαι ὑπὸ τὴν γῆν κεράννυται; Διὰ τί τῶν ὑδάτων τὸ ἁλμυρὸν ἐπὶ τῷ γλυκεῖ οἴνῳ μᾶλλον ἐπιπολάζει ἢ ἐπὶ τῷ αὐστηρῷ; πότερον ὅτι μᾶλ‐
35λον ἔχει γῆν ὁ γλυκύς, ὥσπερ ἡ ἀσταφίς; ἢ ὅτι βαρύτε‐ ρος καὶ γλισχρότερος ὁ γλυκύς, ὥσθ’ ἧττον μίγνυται, μὴ μιγνύμενος δὲ ἐφίσταται. Διὰ τί ὅλως ἐφίσταται γεῶδες ὄν; ἡ γὰρ οἰκεία φορὰ
κάτω. πότερον ὅτι μᾶλλον ἔχει γῆν ὁ γλυκύς; ἢ διὰ τὴνColumn end
Prob
.

934b

θερμότητα, καθάπερ οἱ ἅλες; ὅμοιον γὰρ ἐξανθήματι. ἢ δι’ ἄλλην αἰτίαν; εἰ γὰρ οὐ διὰ τοῦτο καὶ ἐπὶ τῷ γλυκεῖ μᾶλλον, οὐκ ἄλογον· θερμότατος γάρ. Διὰ τί τὰ κύματα πρότερον φοιτᾷ ἐνίοτε τῶν ἀνέ‐
5μων; ἢ διότι καὶ τελευτᾷ ὕστερον; τὸ γὰρ πρῶτον πνεῦμα ὡσανεὶ προδιαλύεται τοῦ ὠσθέντος κύματος· ἀφικνεῖται δὲ οὐκ αὐτὸ τὸ πρῶτον ὠσθέν, ἀλλ’ ἀεὶ ἡ ὦσις γίνεται τοῦ ἐχομένου. Διὰ τί αἱ κυματωδέστεραι γαῖ στερραὶ γίνονται πολ‐
10λάκις οὕτω σφόδρα ὥσπερ ἠδαφισμέναι; καὶ ἡ μὲν κυ‐ ματώδης γῆ στερρά, ἡ δὲ ἄποθεν χαῦνος. ἢ διότι ἡ μικρὰ ἄμμος οὐ πόρρωθεν ἐκβάλλεται ὑπὸ τοῦ κύματος, ἀλλὰ ἡ μείζων μᾶλλον; ὥσπερ καὶ τῇ χειρὶ βάλλειν πόρρω οὐ τὸ ἐλάχιστον μάλιστα δυνατόν. ἔπειτα πολλῶν κυκωμένων
15τὰ ἐλάχιστα ἐμπίπτοντα πυκνοῖ. ἡ δὲ τοῦ κύματος λω‐ φῶντος κίνησις ἐδαφίζει, κινεῖ δὲ οὐκέτι. διὰ μὲν οὖν τὸ τὰ μικρότατα μὴ πόρρω δύνασθαι πηδᾶν, ἐκ μικρῶν σφό‐ δρα συντέθειται· διὰ δὲ τὸ πολλάκις κινεῖσθαι συνεχὲς γίνεται πιπτούσης ἄμμου, ἕως ἂν συναρμόσῃ· διὰ δὲ τὸ
20κῦμα τὸ τελευταῖον ἐδαφίζεται, καὶ τὸ ἠρέμα ὑγρὸν συγ‐ κολλᾷ. ἡ δὲ πόρρω ξηρά τε οὖσα διίσταται, καὶ ἐκ μειζό‐ νων ἐστὶ λιθιδίων καὶ ἀνεδάφιστος. Διὰ τί τῆς θαλάσσης τὰ ἄνω τῶν ἐν τῷ βάθει ἁλ‐ μυρώτερα καὶ θερμότερα; ὁμοίως δὲ καὶ ἐν τοῖς φρέασι
25τοῖς ποτίμοις τὸ ἐπιπολῆς ἁλμυρώτερον τοῦ εἰς βάθος· καί‐ τοι ἔδει τὸ κατωτέρω· βαρύτερον γὰρ τὸ ἁλμυρόν. ἢ διότι ὁ ἥλιος καὶ ὁ ἀὴρ ἀνάγει ἀεὶ τὸ ἐλαφρότατον ἀπὸ τῶν ὑγρῶν; τὸ δὲ ποτιμώτερον ἀεὶ κουφότερον, μᾶλλον δὲ ἀπά‐ γει ἀπὸ τῶν ἐγγυτέρω τόπων. ὥστε καὶ τῆς θαλάττης
30ἀπὸ τῶν ἐπιπολῆς καὶ τῶν ποτίμων ἀνάγκη τὸ λειπόμε‐ νον ἁλμυρώτερον εἶναι, ἀφ’ ὧν ἀνῆκται, ἢ ἀφ’ ὧν μηθὲν ἢ ἔλαττον τὸ γλυκύ. διὰ τοῦτο δὲ καὶ θερμότερα τὰ ἄνω· τὸ γὰρ ἁλμυρὸν θερμότερον τοῦ ποτίμου. διὸ καὶ φασί τι‐ νες τῶν ἡρακλειτιζόντων ἐκ μὲν τοῦ ποτίμου ξηραινομένου
35καὶ πηγνυμένου λίθους γίνεσθαι καὶ γῆν, ἐκ δὲ τῆς θαλάτ‐ της τὸν ἥλιον ἀναθυμιᾶσθαι. Διὰ τί τῆς θαλάττης τὰ πρὸς τῇ γῇ γλυκύτερά ἐστιν; ἢ διότι ἐν τῇ κινήσει μᾶλλόν ἐστιν; κινούμενον δὲ τὸ ἁλ‐
μυρὸν γλυκύτερον γίνεται. ἢ ὅτι καὶ ἐν τῷ βάθει ἁλμυ‐
Prob
.

935a

ρώτερόν ἐστι τὸ ὕδωρ, τὰ δὲ πρὸς τῇ γῇ ἧττόν ἐστι βαθέα. διὸ καὶ τἀγχιβαθῆ ἁλμυρά ἐστι καὶ οὐχ ὁμοίως γλυκέα. τούτου δ’ αἴτιον ὅτι βαρὺ ὂν τὸ ἁλμυρὸν φέρεται μᾶλλον εἰς βάθος.
5 Διὰ τί ἡ θάλαττα μόνον τῶν ὑδάτων κάεται, τὰ δὲ πότιμα καὶ ποτάμια οὔ; πότερον ὅτι γῆν πολλὴν ἔχει; δη‐ λοῦσι δὲ οἱ ἅλες. ἢ διότι λιπαρά; δηλοῖ δὲ τὸ ἐν τοῖς ἅλασιν ὑφιστάμενον ἔλαιον. Διὰ τί ἐν ταῖς λίμναις ἄμμος οὐ γίνεται ἢ ἧττον ἢ
10ἐν τῇ θαλάττῃ καὶ τοῖς ποταμοῖς; ἢ ὅτι ἐν τῇ θαλάττῃ πέτραι γίνονται, καὶ ἡ γῆ ἐκκέκαυται μάλιστα; ἡ δὲ ἄμ‐ μος ἐστὶ πέτρα ἐψηγμένη εἰς μικρὰ καὶ ἐλάχιστα μόρια. ψήχεται δὲ διὰ τὴν πληγὴν τῶν κυμάτων. ἐν δὲ ταῖς λίμ‐ ναις οὐ γίνονται ὁμοίως πέτραι καθαραί, οὐδὲ θραύονται
15ὁμοίως διὰ τὸ μὴ γίνεσθαι κύματα ὁμοίως. ἐν δὲ τοῖς ποταμοῖς μᾶλλον, ὅτι τὴν μὲν γῆν καταφέρουσι, τὰς δὲ πέτρας τῇ πληγῇ θραύουσιν. Διὰ τί, ὅταν ἡ λίμνη ἢ κοπάσῃ ἢ ξηρὰ γένηται, ἀποκάεται ὁ σῖτος ἐν τῷ πεδίῳ μᾶλλον; πότερον ὅτι τὸ
20ὑγρὸν τὸ ἐν τῇ λίμνῃ ἀπατμίζον τῇ ἀτμίδι θερμαίνει τὸν ἀέρα, ὥστε ἐλάττους καὶ ἀσθενεστέρους ποιεῖ τοὺς πάγους ἢ ἐν τοῖς κοίλοις καὶ προσελώδεσι τόποις; ἢ ἐκ τῆς γῆς, ὥσπερ λέγεται, τὰ ψύχη ἄρχεται καὶ λανθάνει εἰσδυόμενα; ξη‐ ρᾶς οὖν οὔσης τῆς λίμνης, διὰ πλείονος τόπου ἡ ψυχρότης
25πλείων προσπίπτουσα πήγνυσι καὶ ἀποκάει μᾶλλον. ἐν δὲ ταῖς τοιαύταις χώραις τὰ ψύχη κάτωθεν γίνεται, ὥσπερ καὶ δοκεῖ. καίτοι ἡ γῆ θερμὴ τοῦ χειμῶνος· ἀλλὰ διὰ τὸ ἔφυγρον εἶναι κατέψυκται τὸ ἐπιπολῆς θερμὸν τὸ ἐν τῇ γῇ. τὸ γὰρ ὑγρὸν οὔτε οὕτω πόρρω ἐστὶν ὥστε μὴ ψύχεσθαι,
30διὰ τὴν ἐνοῦσαν θερμότητα ἐν τοῖς ὑγροῖς, οὔτε οὕτως ὀλίγον ὥστε μηθὲν ἰσχύειν, διὰ τὸ διάβροχον εἶναι τὴν γῆν. οἷον οὖν διὰ τὴν ψύξιν αὐτοῦ συμβαίνει ἐπὶ κρυστάλλου περιπα‐ τεῖν καὶ οἰκεῖν. Διὰ τί ἡ θάλαττα ἁλμυρὰ καὶ πικρά ἐστιν; ἢ ὅτι
35ἐν τῇ θαλάττῃ πλείους εἰσὶν οἱ χυμοί; καὶ γὰρ τὸ ἁλμυ‐ ρὸν καὶ τὸ πικρὸν ἅμα φαίνεται. Διὰ τί τὰ ἐν τῇ θαλάττῃ ὄστρακα καὶ λίθοι στρογ‐
γύλα γίνεται; ἢ ὅτι ὁμοίως περιθραυόμενα τὰ ἔσχατα εἰςColumn end
Prob
.

935b

τὸ στρογγύλον σχῆμα ἔρχεται; τούτου γὰρ τὸ ἔσχατον ὅμοιον, ἡ δὲ θάλαττα πάντῃ κινοῦσα ὁμοίως περιθραύει. Διὰ τί ἐνιαχοῦ, ἐάν τις ὀρύξῃ παρὰ τὴν θάλατταν, τὸ μὲν πρῶτον πότιμόν ἐστιν ὕδωρ, εἶθ’ ἁλμυρὸν γίνεται; ἢ
5ὅτι αὐτῆς ἐστὶ τῆς θαλάττης τῆς διηθούσης ὑπὸ τὴν γῆν τὸ ὕδωρ; εἰκότως οὖν τὸ πρῶτόν ἐστι γλυκύ· ἐλαφρότερον γάρ ἐστι τὸ γλυκὺ τοῦ ἁλμυροῦ, καὶ ἡ θάλαττα ἔχει τι τοῦ γλυκέος, ὃ μιχθὲν τῇ γῇ μᾶλλον ἐπιπολάζει. τὸ δὲ ἁλ‐ μυρὸν διὰ τὸ βάρος καὶ διὰ τὸ τμητικὸν εἶναι κάτω φέ‐
10ρεται. εἴτε οὖν οὕτως εἴτε κατὰ τὰς φλέβας ἐκ τῆς ἠπείρου ῥεῖ ἐπὶ τὴν θάλατταν τὸ γλυκὺ ὕδωρ, εἰκότως ἂν ἐπιπο‐ λῆς εἴη τῆς θαλάττης, ἣ μίγνυται αὐτῇ. ἀνοιχθέντων δὲ τῶν πόρων, ὕστερον διὰ πλῆθος τὸ ἁλυκὸν κρατοῦν τοιοῦτο πᾶν ποιεῖ. συμβαίνει γὰρ πεφραγμένων τῶν ἄνω πόρων
15ἄλλην ὁδὸν ζητεῖν τὸ ἐπιρρέον· ἀνοιχθέντων δὲ ἐνταῦθα πᾶν φέρεται, καθάπερ ἐπὶ τῶν τοῦ σώματος φλεβῶν. Διὰ τί ἡ θάλαττα οὖσα βαρυτέρα τοῦ ποτίμου ὕδατος μᾶλλόν ἐστιν εὐδίοπτος; πότερον ὅτι λιπαρωτέρα; τὸ δὲ ἔλαιον ἐπιχυθὲν ποιεῖ μᾶλλον εὐδίοπτον. ἔχουσα δὲ ἐν
20αὑτῇ λίπος εἰκότως μᾶλλον εὐδίοπτός ἐστιν. ἢ οὐχ ἅπαν τὸ ἐλαφρότερον καὶ εὐδιοπτότερον; αὐτὸ γὰρ τὸ ἔλαιον ἐλαφρότερον τοῦ ὕδατος, εὐδιοπτότερον δὲ οὔ. ἢ οὐκ εὐδιο‐ πτότερόν ἐστιν, ἀλλὰ φαίνεται; τὸ γὰρ πότιμον ὕδωρ ἀπὸ τῆς γῆς ἢ ἀπὸ ῥευμάτων ἐστίν, ἡ δὲ πηγὴ συναφίησι μετὰ
25τοῦ ὕδατος καὶ γῆν, ὥστε τῷ μὴ καθαρὰ εἶναι τὰ ῥεύματα συγκατάγει τὴν γῆν καὶ ἰλύν. αὕτη οὖν ἐστὶν ἡ αἰτία τοῦ ἧττον εἶναι εὐδίοπτον. Διὰ τί οἱ νέοντες ἐν τῇ θαλάττῃ λαπαροὶ γίνονται; εἰ γὰρ ὅτι πονοῦσι, καὶ οἱ τροχιζόμενοι ἰσχυρὸν πονοῦσι πό‐
30νον καὶ οὐ λαπάττονται. ἢ ὅτι οὐ πᾶς πόνος ποιεῖ λάπαξιν, ἀλλ’ ὁ μὴ ποιῶν σύντηξιν; ἡ δὲ ἐν τῇ θαλάττῃ διατριβὴ καὶ ὅλως δοκεῖ βρωτικωτέρους ποιεῖν καὶ λαπαρούς· θερμή τε γάρ ἐστι καὶ ξηρὰ ἡ ἀπ’ αὐτῆς ἀτμίς. Διὰ τί Πᾶσα λίμνη πότιμος οὖσα πλύνει καὶ ῥύπτει
35τὰ ἱμάτια; πλύνει μὲν γὰρ τὸ γλυκύ, ῥύπτει δὲ τὸ πι‐ κρόν, ἅμα δὲ οὐχ οἷόν τε ἔχειν ταῦτα. ἢ οὐ τῷ πικρὸν εἶναι οὐθὲν ῥύπτει, ἀλλ’ ἡ γλισχρότης ῥυπτικόν; διὸ καὶ τὰ
ἀκροκώλια καὶ ὅσα μυξώδη τοιαῦτα. ὥστε καὶ τῶν πι‐
Prob
.

936a

κρῶν ὅσα τούτου μετέχει. ἐν δὲ τῇ λίμνῃ ταύτῃ συμβέ‐ βηκε τοῦτο, ὥστε τῆς νιτρώδους δυνάμεως τὸ μὲν πικρὸν ἐκ‐ κεκαῦσθαι, ἐμμένειν δὲ τὸ λιπαρὸν καὶ γλίσχρον. τούτῳ μὲν οὖν ῥύπτει, πλύνει δὲ τῷ ποτίμῳ αὐτῆς.
5 Διὰ τί τὸ γαληνίζον τῆς θαλάττης λευκὸν φαίνεται, τὸ δὲ κατάφορον μέλαν; ἢ ὅτι τὸ ἧττον ὁρώμενον μελάν‐ τερον μᾶλλον φαίνεται; ἧττον δὲ φαίνεται τὸ κινούμενον τοῦ ἠρεμοῦντος. ἢ διότι τὸ μὲν διαφαινόμενον λευκόν, τὸ δὲ μὴ διαφαινόμενον μέλαν; ἧττον δὲ διαφαίνεται τὸ κινού‐
10μενον.
12
ΚΔ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΘΕΡΜΑ ΥΔΑΤΑ. Διὰ τί τὸ θερμὸν ὕδωρ, ἐὰν ἐπικεχρισμένοι ὦσιν ἐλαίῳ, ἧττον θερμόν ἐστι καταχεόμενον, τοῦ ἐλαίου θερμοῦ ὄντος; ἢ
15διὰ τὸ λεαίνειν ὀλισθαίνει καὶ ἧττον ἐνδύνει; Διὰ τί τὰ ὕδατα ἐν τοῖς φρέασι μετὰ μεσημβρίαν γίνεται τοῦ θέρους θερμά; ἢ διότι τηνικαῦτα ἤδη κεκράτηκε τὸ θερμὸν τὸν ἀέρα; πρὸ μεσημβρίας δὲ τὸ θερμὸν λύει τὸ ψυχρὸν καὶ παύει· οὐχ ἅμα δὲ πέπαυται καὶ κρατεῖ,
20ἀλλ’ ὅταν ἐπιχρονίσῃ. Διὰ τί τὸ ὕδωρ θερμότερον ἐνίοτε τῆς φλογὸς γινό‐ μενον οὐ κατακάει τὰ ξύλα, ἡ δὲ φλὸξ κατακάει; ἢ ὅτι ἡ μὲν φλὸξ λεπτομερές, καὶ τὸ ἀπ’ αὐτῆς πνεῦμα, τὸ δὲ ὕδωρ μεγαλομερές, ὥστε οὐκ εἰσδύεται; ἡ δὲ φλὸξ καὶ τὸ
25ἀπὸ τῶν ἀνθράκων διὰ λεπτότητα εἰσιὸν διαλύει. Διὰ τί τὸ μὲν ὕδωρ τὸ ζέον οὐ τήκει, ἡ δὲ κοιλία τήκει; πότερον ὅτι τὸ μὲν θερμὸν τὸ ἐν τῇ κοιλίᾳ εἰσέρχε‐ ται διὰ λεπτότητα, τὸ δὲ ὕδωρ οὐκ εἰσέρχεται διὰ παχύ‐ τητα; ἢ διότι καὶ τὰ ἄλλα κωλύει τήκεσθαι τὸ ὑγρόν;
30οὐθὲν γὰρ ἐν ὑγρῷ τήκεται. ἐν δὲ τῇ κοιλίᾳ τὸ ὑγρὸν εἰς τὴν κύστιν ὑπονοστοῦν οὕτω λύει. Διὰ τί τῶν ἀγγείων ὁ πυθμὴν οὐ κάει ἐνόντος τοῦ ὕδατος καὶ ζέοντος, ἀλλὰ καὶ φέρουσι τοῦ πυθμένος ἐχό‐ μενοι, ἐξαιρεθέντος δὲ κάει; ἢ ὅτι σβέννυται τὸ ἐγγινόμε‐
35νον θερμὸν ἐν τῷ πυθμένι ὑπὸ τοῦ ὕδατος; διὸ καὶ οὐ τή‐ κεται τὰ τηκτά, ἂν μὴ ψόφος ἐμπέσῃ. Διὰ τί οὐχ ὑπερζεῖ τοῦ χειμῶνος ὁμοίως καὶ τοῦ θέ‐ ρους τὸ ὕδωρ, οὐ μόνον ὁμοίως θερμαινόμενον, ἀλλὰ καὶ
μᾶλλον καὶ ὁμοίως θερμὸν ὄν, καὶ ἔτι μᾶλλον; ἢ διότι ἡColumn end
Prob
.

936b

ὑπέρζεσίς ἐστιν ἡ ἀναβολὴ τῶν πομφολύγων; τὸ μὲν οὖν ὕδωρ αὐτὸ θερμαίνεται τότε οὐθὲν ἧττον ἢ τοῦ ψύχους, αἱ δὲ πομφόλυγες αἴρεσθαι οὐ δύνανται ὁμοίως διὰ τὸ τὸν περιέχοντα ἀέρα εἶναι ψυχρόν, ἀλλ’ ἐλάττους τε τὰ με‐
5γέθη αἴρονται ὑπὸ τοῦ ψύχους θλιβόμεναι, καὶ διακόπτον‐ τος τοῦ ἀέρος ταχὺ διαπίπτουσιν. ὥστε ἐλάττους τε τῷ ὄγκῳ καὶ τῷ πλήθει γίνονται τοῦ χειμῶνος, τοῦ δὲ θέρους τοὐναν‐ τίον. ἡ δὲ ὑπέρζεσις γίνεται διὰ τὸ πλῆθος καὶ τὸ μέγε‐ θος τοῦ ἀφροῦ.
10 Διὰ τί τὸ μὲν θερμὸν ὕδωρ ῥυτιδοῖ, τὸ δὲ πῦρ θερ‐ μὸν ὂν οὔ; ἢ ὅτι τὸ μὲν πῦρ ποιεῖ πνεῦμα, ὥστε ὀγκοῖ; περιτείνεται γὰρ τὸ δέρμα. ἡ δὲ κάμψις ῥυτίς ἐστιν. Διὰ τί τῶν ἀγγείων οἱ πυθμένες θερμαινομένου τοῦ ὕδατος, ἕως ἂν ᾖ ψυχρὸν τὸ ὕδωρ, θερμότεροί εἰσιν; ἢ
15διότι ψυχροῦ μὲν ἔτι ὄντος τοῦ ὕδατος ἐγκατακλείεται τὸ θερμὸν καὶ ἀντιπεριίσταται εἴσω, κωλυόμενον ἐξιέναι, ὅταν δὲ διαθερμανθῇ τὸ ἐνὸν ὕδωρ, οὐκέτι ἀποστέγοντος ἀλλὰ διαπνέοντος καὶ ἐλάττονος γινομένου τοῦ πυρὸς ψυχρότερος γίνεται ὁ πυθμήν, ὁμοίως ὥσπερ καὶ τὰ βαλανεῖα· καὶ
20γὰρ ταῦτα τοῦ χειμῶνος θερμότερα ἢ τοῦ θέρους διὰ τὸ ἐγ‐ κατακλείεσθαι τὸ θερμὸν ἐν τῷ χειμῶνι μᾶλλον ἢ ἐν τῷ θέρει ὑπὸ τοῦ περιέχοντος ἀέρος ὄντος ψυχροῦ. Διὰ τί τὸ μὲν ὕδωρ ζέον οὐκ ἐκπαφλάζει, τὸ δὲ ἔτνος καὶ ἡ φακῆ; καίτοι κουφότερον τὸ ὕδωρ τούτων, τὰ
25δὲ κοῦφα ῥᾷον ῥῖψαι πόρρω. ποιεῖ δὲ καὶ τὸ ἀργύριον ταὐτό, καὶ τοῦτο καθαιρόμενον· διὸ οἱ ἐν τῷ ἀργυροκοπείῳ καλλύνοντες κερδαίνουσιν· τὸ γὰρ διαρριπτούμενον συγκαλ‐ λύνοντες λαμβάνουσι τὰ λείψανα. ἢ διότι ποιεῖ μὲν τὸν ἐκπαφλασμὸν τὸ θερμὸν ἐξατμίζον καὶ βιαζόμενον τὰ
30ἀντικρούοντα τῇ κατὰ φύσιν αὑτοῦ φορᾷ; τὸ μὲν οὖν ὕδωρ διὰ κουφότητα καὶ λεπτότητα οὐκ ἀποβιάζεται, ὥστε οὐκ ἀθροίζεται πολὺ θερμόν, ἀλλὰ πρὶν ἁλισθῆναι φθάνει διακόψαν τὸ ἀεὶ προσελθόν. τὰ δὲ ἔχοντα ἐν αὑτοῖς σῶμα, οἷον τὰ ῥοφήματα ἢ ὁ ἄργυρος, διὰ βάρος τὸ
35σωματοειδὲς ἔχοντα πολύ, καὶ ἀνταπωθοῦντα διὰ τὸ ἀπο‐ βιάζεσθαι βίᾳ, ἐξιόντος ἀποσφαιρίζεται ᾗ ἂν κρατήσῃ τὸ θερμόν· οὐ γὰρ δίεισι διὰ πυκνότητα, ἀλλὰ κρατεῖ, ἕως ἂν ὑπὸ τοῦ ἐπιρρέοντος θερμοῦ ἀπορριφθῇ. γίνεται δὲ πληγή,
οὐκ ὦσις, διὰ τὸ ταχὺ φέρεσθαι τὸ θερμὸν κάτωθεν ἄνω.
Prob
.

937a

Διὰ τί τὰ μὲν ὀλίγον χρόνον ἐν τῷ θερμῷ βρεχό‐ μενα ἀνοιδεῖ, τὰ δὲ πολὺν συμπίπτει καὶ γίνεται ῥυσά; ἢ διότι τὸ θερμὸν ἐκ πεπηγότος ὑγρὸν ποιεῖ, ἐκ δὲ ὑγροῦ πνεῦμα, τὰ δὲ πυκνὰ ἀραιοῖ; τὸ μὲν οὖν πρῶτον θερμαῖ‐
5νον τὰ πεπηγότα ὑγρότερα ποιεῖ, καὶ ἐξ ὑγρῶν πνευμα‐ τοποιοῦν ὀγκηρὰ ποιεῖ διαχέον· ὅταν δὲ μᾶλλον θερμαίνῃ τὸ πέριξ, ἀραιὸν ποιεῖ, ὥστε ἀποπνεῖται ἡ ἀτμίς, καὶ τὸ ὑγρὸν ξηραινόμενον συμπίπτειν ποιεῖ τοὺς ὄγκους. συμπι‐ πτόντων δὲ ῥυσοῦται τὸ πέριξ δέρμα πάντων. ᾗ δὲ ἀνω‐
10μάλως, ταύτῃ ῥυσὸν γίνεται. Διὰ τί ὑπὸ τῶν θερμῶν ὑδάτων μᾶλλον ἢ ὑπὸ τῶν ψυχρῶν πήγνυνται λίθοι; πότερον ὅτι τῇ τοῦ ὑγροῦ ἐκλεί‐ ψει γίνεται λίθος, μᾶλλον δὲ ὑπὸ τοῦ θερμοῦ ἢ τοῦ ψυχροῦ ἐκλείπει τὸ ὑγρόν, καὶ ἀπολιθοῦται δὴ διὰ τὸ θερμόν, κα‐
15θάπερ καὶ Ἐμπεδοκλῆς φησὶ τάς τε πέτρας καὶ τοὺς λί‐ θους καὶ τὰ θερμὰ τῶν ὑδάτων γίνεσθαι. ἢ τὸ θερμὸν ἀπολιθοῖ· καὶ ὑπὸ τοῦ ψυχροῦ δὲ λιθοῦται διὰ τὸ τὴν ὑπερ‐ βολὴν τοῦ πάγου τὸ ὑγρὸν ἀναλίσκουσαν σκληρύνειν; δῆλον οὖν ἐκ τῆς ὑπερβολῆς καὶ τὸ ἁπλῶς.
20 Διὰ τί ἐν τῷ θερμῷ ὕδατι ἐὰν τὸν πόδα ἔχῃ τις, ἠρεμοῦντος μὲν ἧσσον δοκεῖ εἶναι θερμόν, ἐὰν δὲ κινηθῇ, θερμότερον; ἢ ὥσπερ καὶ ἐπὶ τοῦ σώματος, ἐὰν ἐν τῷ πνεύματι τροχάζῃ τις, ἀεὶ ὁ προϊστάμενος ἀὴρ ψυχρότε‐ ρος· εἰς δὲ τὸ πορρώτερον εἰσιὼν μᾶλλον ἀσθάνεται.
25 Διὰ τί ἐν τῷ ἡλίῳ μᾶλλον ἢ τῇ σκιᾷ τὰ θερμὰ ψύχεται; πότερον ὅτι τὸ θερμὸν τὸ ἔλαττον ὑπὸ τοῦ πλείο‐ νος φθείρεται; ἢ ὅτι ἐν μὲν τῇ σκιᾷ τὸ ψυχρὸν περιεστη‐ κὸς θλίβει τὸ ἐνὸν θερμὸν καὶ οὐκ ἐᾷ ἐπεξιέναι, ὥσπερ καὶ τοῖς θνήσκουσι ποιεῖ τὸ ψυχρὸν προσχεόμενον· ἐγκατα‐
30κλείει γὰρ τὸ θερμὸν καὶ κωλύει ἐξιέναι· καὶ ὅλως τοῦ χειμῶνος ἅπασι συμβαίνει τὰ ἔσωθεν θερμότερα· ἐν δὲ τῷ ἡλίῳ οὐδενὸς ἀντιφράττοντος φέρεται καὶ θᾶττον ἀπο‐ λείπει. Διὰ τί τὸ ἐν τῷ ἡλίῳ θερμαινόμενον ὕδωρ ὥστε λούε‐
35σθαι οὐκ ἔστιν ὑγιεινότερον; πότερον ὅτι διὰ τὸ ψύχεσθαι; καὶ ἔτι ἐπεὶ τὸ σωμάτιον φρίττειν ποιεῖ; ἢ ποιεῖ μὲν καὶ τοῦτο, ἀλλὰ κἂν πολλάκις λούηταί τις, νοσερόν ἐστιν; τὸ μὲν γὰρ θερμὸν ὅλως πεπτικόν ἐστι καὶ ξηραντικόν, τὸ δὲ
ψυχρὸν σταλτικόν, ὥστε ἄμφω ποιεῖ τι ἀγαθόν. διὸ καὶColumn end
Prob
.

937b

τὸ ὕδωρ καὶ τὸ ψυχρὸν λουομένοις καὶ τὸ θερμὸν τὸ ὑπὸ τοῦ πυρὸς χρήσιμον· τὸ δὲ ὑπὸ τοῦ ἡλίου διὰ τὴν ἀσθέ‐ νειαν τῆς θερμότητος οὐδέτερον τούτων ποιεῖ, ἀλλὰ ὑγραίνει ὥσπερ τὸ τῆς σελήνης φῶς.
5 Διὰ τί τὸ ἐν τῷ ἡλίῳ θερμανθὲν ὕδωρ οὐκ ἀγαθόν; ἢ ὅτι τὰ ψυχόμενα ῥιγοῦν ποιεῖ; Διὰ τί τὰ ἐν Μαγνησίᾳ καὶ τὰ ἐν Ἀταρνεῖ θερμὰ πότιμά ἐστιν; ἢ διότι ἐμβάλλει ὕδωρ πλεῖον ἀπορρέοντι τῷ θερμῷ, οὗ ἡ μὲν ἁλμυρότης ἀφανίζεται, ἡ δὲ θερμότης
10διαμένει; Διὰ τί ἐν Μαγνησίᾳ τὰ θερμὰ τοῦ μὲν θερμὰ εἶναι ἐπαύσατο, ἁλμυρὸν δὲ ἦν τὸ ὕδωρ; ἢ πλεῖον ἐπεχύθη ἅμα ψυχρὸν ἐπὶ τὰς πηγὰς ἀλλότριον, καὶ ἐναπέσβεσε τὴν θερμότητα; ἡ δὲ γῆ ἁλμυρὰ μὲν ἦν, θερμὴ δὲ οὔ, διὰ τὸ
15πλῆθος τοῦ ὕδατος τοῦ ἐμβάλλοντος. ὅμοιον οὖν συνέβη τῷ διὰ τῆς τέφρας ὕδατι ἠθουμένῳ· καὶ γὰρ τοῦτο διὰ θέρμης ἠθούμενον ἐκείνην μὲν καταψύχει, καὶ αὐτὸ ψυχρὸν γίνε‐ ται, ἁλμυρόν τε καὶ πικρὸν διὰ τὴν τέφραν ἐστίν. ἐπεὶ δὲ τὸ προσιὸν ἠλλοτριωμένον ἐστί, δι’ ἄλλην αἰτίαν ἐκράτησεν
20ἡ θερμότης ἐνοῦσα ἐν τῇ γῇ τῆς ψυχρότητος τοῦ ὕδατος δι’ ὀλιγότητα, καὶ ἐγένετο πάλιν θερμά. Διὰ τί τὰ ὅλα τῶν θερμῶν ὑδάτων ἁλμυρά; ἢ διότι τὰ πολλὰ διὰ γῆς ἠθεῖται στυπτηριώδους (δηλοῖ δὲ ἡ ὀσμὴ αὐτῶν) κεκαυμένης δέ; ἡ δὲ τέφρα πάντων ἁλμυρὰ καὶ
25θείου ὄζει. διὸ καὶ συγκάει οὕτως ὥσπερ ὁ κεραυνός. πολλὰ οὖν θερμά ἐστιν ἀπὸ ἐπισημάνσεως κεραυνῶν. Διὰ τί τὰ θερμὰ λουτρὰ ἱερά; ἢ ὅτι ἀπὸ τῶν ἱερω‐ τάτων γίνονται, θείου καὶ κεραυνοῦ;
30
ΚΕ. ΟΣΑ ΠΕΡΙ ΤΟΝ ΑΕΡΑ. Διὰ τί ἐν τοῖς ἀσκοῖς τοῖς πεφυσημένοις ἐναπολαμ‐ βανόμενα τὰ μέλη πόνον παρέχει; πότερον διὰ τὴν πίεσιν τοῦ ἀέρος; ὥσπερ γὰρ οὐδὲ τοῖς ἔξωθεν πιέζουσι τὸν ἀσκὸν ἐνδίδωσιν ὁ ἀήρ, ἀλλ’ ἀπωθεῖ, οὕτω καὶ τὰ ἐντὸς ἐναπο‐
35λαμβανόμενα θλίβει ὁ ἀήρ. ἢ διότι βίᾳ κατέχεται καὶ πεπίληται; ἔξω οὖν πάντῃ ὁρμῶν κατὰ φύσιν προσαπερεί‐ δεται πρὸς τὸ ἐντὸς ἀπειλημμένον σῶμα. Διὰ τί ἐν τοῖς ἕλεσι τοῖς παρὰ τοὺς ποταμοὺς γίνον‐
ται οἱ καλούμενοι βούμυκοι, οὓς μυθολογοῦσι ταύρους ἱεροὺς
Prob
.

938a

εἶναι τοῦ θεοῦ; ἔστι δὲ τὸ γινόμενον ψόφος ὅμοιος φωνῇ ταύρου, ὥστε αἱ βόες οὕτω διατίθενται ἀκούουσαι ὥσπερ ταύρου μυκωμένου. ἢ ὅτι ὅσοι ποταμοὶ λιμνάζουσιν εἰς ἕλη, ἢ ὅσα ἕλη λιμνάζονται, ἢ ὑπὸ θαλάττης ἀντικρούονται, ἢ τὸ
5πνεῦμα ἀφιᾶσιν ἀθροώτερον, ἐν τοῖς τοιούτοις γίνεται τοῦτο; αἴτιον δὲ ὅτι αἱ κοιλίαι τῆς γῆς γίνονται. οὕτως οὖν κλυ‐ ζόμενον τὸ ὕδωρ, διὰ τὸ ἐνεῖναι ῥεῦμα ἐν τῇ τοιαύτῃ λι‐ μνασίᾳ, ἀπωθεῖται τὸν ἀέρα διὰ στενοῦ εἰς εὐρυτέραν κοι‐ λίαν, οἷον εἴ τις εἰς ἀμφορέα κενὸν κατὰ τὸ στόμιον ποιοῖ
10ψόφον, μυκήματι ὅμοιον γίνεται· καὶ γὰρ ἡ μύκησις διὰ τοῦτο γίνεται τὸ σχῆμα τοῖς βουσίν. πολλὰς δὲ καὶ ἀτόπους φωνὰς ποιοῦσι τὰ σχήματα τῶν κοιλιῶν ἀνώμαλα ὄντα, ἐπεὶ καὶ ἀμφορέως τὸν πύνδακα ἐάν τις ἀφελὼν διὰ τοῦ πυθμένος τρίβῃ ἕλκων ἔσω καὶ ἔξω, εἰ τρίψει διὰ τοῦ κα‐
15ταδήματος, ψόφον ποιεῖ, ὥστε φεύγειν τὰ θηρία, ὅταν οἱ ὀπωροφύλακες κατασκευάσωσιν αὐτό. Διὰ τί ὁ ἀὴρ οὐχ ὑγρός, ἁπτόμενος τοῦ ὕδατος; τῶν γὰρ ἄλλων οὐθὲν ὅ τι οὐχ ὑγρόν, ἂν ἅψηται. ἢ διότι τὸ ἔσχατον αὐτῶν ἅμα, τὸ δὲ ἐπίπεδον ἑκατέρου οὐχ ἕτερον;
20τὰ μὲν οὖν ἄλλα βαρύτερα, ὁ δὲ ἀὴρ οὐ ῥέπει κατωτέρω τοῦ ἐσχάτου. ἅπτεται μὲν οὖν, ὅτι οὐθὲν μεταξύ, οὐ βρέχεται δέ, ὅτι ἀεὶ ἄνωθεν τοῦ ὕδατος. Διὰ τί μέσων νυκτῶν καὶ μεσημβρίας μάλιστα εὐδία γίνεται; ἢ διότι ἡ νηνεμία ἐστὶν ἀέρος στάσις, ἕστηκε δὲ
25μάλιστα, ὅταν κρατῇ ἢ κρατῆται, μαχόμενος δὲ κινεῖται. κρατεῖ μὲν οὖν μάλιστα μέσων νυκτῶν, κρατεῖται δὲ με‐ σημβρίας· τότε μὲν γὰρ ὁ ἥλιος πορρωτάτω, τότε δὲ ἐγ‐ γυτάτω γίνεται. ἔτι ἄρχεται τὰ πνεύματα ἢ περὶ ἕω ἢ περὶ δυσμάς, λήγει δὲ τὸ μὲν ἕωθεν, ὅταν κρατηθῇ, τὸ
30δὲ ἀπὸ δυσμῶν, ὅταν παύσηται κρατῶν. συμβαίνει οὖν τὰ μὲν μεσημβρίας παύεσθαι, τὰ δὲ μέσων νυκτῶν. Διὰ τί ὑποφωσκούσης ἕω καὶ ἤδη πρωῒ μᾶλλόν ἐστι ψῦχος ἢ τῆς νυκτός, ἐγγυτέρω ὄντος τοῦ ἡλίου ἡμῶν; ἢ ὅτι πρὸς ἡμέραν δρόσος καὶ πάχνη πίπτει, ταῦτα δέ ἐστι
35ψυχρά· ὥσπερ οὖν ῥανθέντος τοῦ παντὸς τόπου ὑγρῷ ψυχρῷ γίνεται κατάψυξις. Διὰ τί ἐν τῷ Πόντῳ καὶ ψύχη μάλιστα καὶ πνίγη; ἢ διὰ τὴν παχύτητα τοῦ ἀέρος; τοῦ μὲν γὰρ χειμῶνος οὐ
δύναται διαθερμαίνεσθαι, τοῦ δὲ θέρους, ὅταν θερμανθῇ,Column end
Prob
.

938b

κάει διὰ τὴν παχύτητα. ἡ δὲ αὐτὴ αἰτία καὶ διότι τὰ ἑλώδη τοῦ μὲν χειμῶνος ψυχρά, τοῦ δὲ θέρους θερμά. ἢ διὰ τὴν τοῦ ἡλίου φοράν; τοῦ μὲν γὰρ χειμῶνος πόρρω γίνεται, τοῦ δὲ θέρους ἐγγύς.
5 Διὰ τί τῆς νυκτὸς αἰθρία μᾶλλον ἢ μεθ’ ἡμέραν; ἢ καὶ τοῦ πνεύματος καὶ τῆς ταραχῆς ὁ ἥλιος αἴτιος; ταῦτα γὰρ κινήσεώς τινος γενομένης συμβαίνει γίνεσθαι. αἴτιον τοίνυν τὸ θερμόν. ὅταν οὖν τοῦτο μὴ παρῇ, ἠρεμεῖ τὸ πᾶν, καὶ αἰρομένου τοῦ ἡλίου μᾶλλον ἢ τοὐναντίον· καὶ
10τὸ “μήποτ’ ἀπ’ ἠπείρου” τοῦτ’ ἐστίν, ὅτι οὗ πλείστη κίνησις, ἐκεῖ ἥκιστα ἄν τι μένοι καὶ συσταίη, μὴ ὁμαλοῦ ὄντος καὶ κρατοῦντος τοῦ συνισταμένου. τοῦ μὲν δὴ χειμῶνος ἡ θάλαττα τοιοῦτον, τοῦ δὲ θέρους ἡ γῆ. Διὰ τί, ὅταν διαχυθῇ τὸ ὑγρὸν εἰς ἀσκούς, οὐ μόνον
15τὸ ὑγρὸν δέχεται ὁ πίθος μετὰ τῶν ἀσκῶν, ἀλλὰ καὶ ἄλλο προσλαμβάνει; ἢ ὅτι ἐν τῷ ὑγρῷ ἐνυπάρχει ὁ ἀήρ; οὗτος οὖν ὅταν μὴ ἐν τῷ πίθῳ ἐνῇ, οὐ δύναται ἐκκρίνεσθαι διὰ τὸ μέγεθος τοῦ πίθου· ἐκ γὰρ τοῦ μείζονος χαλεπώτερον ἐκ‐ θλῖψαι ὁτιοῦν καὶ ὑγρὸν καὶ πνεῦμα, ὥσπερ καὶ ἐκ τῶν
20σπόγγων. ὅταν δὲ μερίζηται εἰς μικρά, ἐκθλίβεται ἐκ τοῦ ἀσκοῦ μετὰ τοῦ ἐνόντος, ὥσθ’ ἡ τοῦ ἀέρος χώρα κενὴ γίνεται, διὸ καὶ τοὺς ἀσκοὺς καὶ ἔτι ἄλλο ὑγρὸν δέχεται ὁ πίθος. καὶ μᾶλλον ἐπὶ τοῦ οἴνου τοῦτο γίνεται, ὅτι πλείων ἀὴρ ἐν τῷ οἴνῳ ἔνεστιν ἢ ἐν τῷ ὕδατι. ὅμοιον δὲ τούτῳ καὶ τὸ
25ταὐτὸ ἀγγεῖον τήν τε κονίαν καὶ τὸ ὕδωρ χωρεῖν ἅμα, ὅσον ἑκάτερον χωρὶς ἐγχεόμενον. ἔοικε γὰρ πολλὰ εἶναι τὰ διάκενα τῆς τέφρας. ἅτε οὖν λεπτότερον τὸ ὕδωρ δια‐ δύνει μᾶλλον καὶ συσσάττει ἤδη ὥστε πυκνοῦσθαι, καὶ διὰ τὸ παρ’ ἕκαστον τῶν μερῶν εἶναι τὴν σάξιν (μᾶλλον γὰρ
30σάττεται κατὰ μικρὸν σαττόμενον ἅπαν ἢ ἀθρόον), τούτου δὲ γινομένου ὑποκαταβαίνειν τὴν κονίαν· ἅμα δὲ καὶ ἡ τέ‐ φρα εἰς αὑτὴν δέχεται τὸ ὑγρὸν διὰ τὸ ἔχειν κοιλίας. ἡ δὲ βαλλομένη τέφρα εἰς τὸ ὕδωρ θερμὴ οὖσα τέμνει αὐτὸ καὶ ἐξαεροῖ. καὶ πρότερον δὲ ὕδατος ἐγχυθέντος καὶ ὕστε‐
35ρον κονίας ἐμπιπτούσης τὸ αὐτὸ γίνεται, ὥστε καὶ τὸ ὕδωρ ἔχοι ἂν κοιλίας καὶ διάκενα αὐτὸ ἐν αὑτῷ. ἢ οὐ τὸ ὕδωρ τὸ δεχόμενον τὴν κονίαν, ἀλλ’ ἡ κονία τὸ ὕδωρ; τὸ γὰρ λεπτομερέστερον εἰκὸς εἶναι τὸ εἰσιόν. ἔτι καὶ ἐκ τῆς πεί‐
ρας δῆλον. ὅταν γὰρ ἐπιπάττηται ἡ τέφρα, καθ’ ὃν ἂν
Prob
.

939a

τόπον ἐπιπάττηται, εἰς τοῦτον συρρεῖ τὸ ἄλλο ὕδωρ· ἔδει δὲ τὸ ἐναντίον, εἴπερ ἦν τὸ ὕδωρ τὸ δεχόμενον. ἢ οὐ συμ‐ βαίνει τοῦτο, ἐὰν πρότερον ἐγχυθῇ τὸ ὕδωρ καὶ σφόδρα διαμεστώσῃ· ἀλλ’ ἐὰν ὁτιοῦν ἐπιβληθῇ, ὑπερχεῖται. ἐὰν δ’
5ἅπαξ ὑπερχυθῇ καὶ ἐπιπέσῃ ἡ τέφρα, ἤδη συμβαίνει· ἡ γὰρ τέφρα ἦν δεχομένη. ταὐτὸ δὲ τοῦτο καὶ ὅτι οἱ βόθυ‐ νοι τὴν ἐκβληθεῖσαν ἐξ αὐτῶν γῆν οὐ δέχονται· ἔοικε γὰρ δὴ ἀήρ τις προκαταλαμβάνων τὸν τόπον καὶ διὰ τοῦτο μὴ δέχεσθαι.
10 Διὰ τί ὁ ἀὴρ παχύτερος ὢν τοῦ φωτὸς διέρχεται διὰ τῶν στερεῶν; ἢ διότι τὸ μὲν φῶς κατ’ εὐθεῖαν φέρεται μόνον, διὸ καὶ διὰ τῶν ἀραιῶν οὐ διορᾷ ἡ ὄψις, οἷον κισήριδος; ἐπαλλάττουσι γὰρ οἱ πόροι· ἀλλ’ οὐκ ἐν τῇ ὑάλῳ. ὁ δὲ ἀὴρ οὐ κωλύεται διὰ τὸ μὴ εὐθυπορεῖν οὗ
15διέρχεται. Διὰ τί ὁ ἀὴρ ψυχρὸς μὲν γίνεται διὰ τὸ ἅπτεσθαι τοῦ ὕδατος, δίυγρος δὲ οὔ, κἂν σφόδρα τις φυσᾷ εἰς τὸ ὕδωρ ὥστε κυμαίνειν; ὅτι δὲ ψυχρός, δηλοῖ μεθιστάμενος· ψύχει γὰρ ἀπὸ τῶν ὑδάτων. ἢ ὅτι ψυχρὸς μὲν πέφυκεν εἶναι
20καὶ θερμός, ὥστε μεταβάλλει τῇ ἁφῇ οὗ ἄν τινος ἅπτηται, ὑγρὸς δὲ οὐκέτι διὰ τὸ κουφότερος εἶναι· καὶ οὐδέ ποτε εἰς τὸ βάθος τοῦ ὕδατος ἔρχεται, ἀλλ’ ἀεὶ τοῦ ἐπιπέδου ἅπτε‐ ται, κἂν βιάζηται κάτω· καὶ τὸ ὕδωρ ἔτι κατωτέρω φέ‐ ρεται, ὥστε μήποτε εἰς βάθος ἰέναι.
25 Διὰ τί ὁ ἐκ τῶν πομφολύγων καὶ κάτωθεν ἀνιὼν οὐ διερὸς ἐξέρχεται; ἢ διότι οὐκ ἐπιμένει τὸ ὑγρόν, ἀλλ’ ὀλι‐ σθαίνει τὸ ὕδωρ; τὸ δ’ ἐπὶ τῇ πομφόλυγι καὶ ἔλαττόν ἐστιν ἢ ὥστε διαιρεῖν. Διὰ τί ὁ ἀὴρ οὐκ ἀναπίμπλησι, τὸ δὲ ὕδωρ; καὶ εἰς
30τὸν ἀέρα γὰρ μετατιθέμενον διερόν. ἢ ὅτι ὥσπερ οὐδὲ ὁ λίθος; οὐ γὰρ πᾶν ἐστὶν ἀναπληστικόν, ἀλλὰ τὸ γλίσχρον ἢ ὑγρόν. ἢ ὅτι ὁ ἀὴρ ἄνω φέρεται; ὁ γὰρ ἀσκὸς ὅταν μὲν κενὸς ᾖ, κάτω φέρεται, ὅταν δὲ φυσηθῇ, ἄνω ἐπιμένει διὰ
35τὸ τοῦτον ἀναφέρειν. εἰ δὲ ὁ ἀὴρ ἀνακουφίζει καὶ κωλύει κάτω φέρεσθαι, διὰ τί βαρύτεροι γίνονται φυσηθέντες; καὶ πῶς, ὅτε μὲν βαρύτερός ἐστιν, ἐπιμένει, κουφότερος δὲ γενό‐ μενος καταφέρεται;
Διὰ τί ὁ ἀὴρ οὐκ ἄνω φέρεται; εἰ γὰρ τὰ πνεύματαColumn end
Prob
.

939b

τούτου κινουμένου ὑπὸ τοῦ θερμοῦ γίνεται, πέφυκε δὲ τὸ πῦρ ἄνω φέρεσθαι, καὶ τὸ πνεῦμα εἰς τὸ ἄνω ἐβάδιζεν, εἴπερ τό τε κινοῦν εἰς τὸ ἄνω θεῖ καὶ τὸ κινούμενον οὕτω πέφυκε φέρεσθαι. νῦν δὲ φαίνεται λοξὴν τὴν φορὰν ποιούμενος.
5 Διὰ τί τὸ ἀφ’ ἕω ψυχρότερον ἢ τὸ ἀφ’ ἑσπέρας; ἢ ὅτι τὸ μὲν ἐγγύτερον μέσων νυκτῶν, τὸ δὲ μεσημβρίας; ἔστι δὲ ἡ μεσημβρία θερμότατον διὰ τὸ εἶναι ἐγγύτατον ἡλίου, αἱ δὲ μέσαι νύκτες ψυχρότεραι διὰ τὸ ἐναντίον. Διὰ τί αἱ νύκτες τῶν ἡμερῶν ἐν ταῖς ἀλέαις πνιγη‐
10ρότεραι; ἢ διὰ τὴν ἄπνοιαν; οἱ γὰρ ἐτησίαι καὶ πρόδρο‐ μοι τὰς νύκτας ἧττον πνέουσιν. Διὰ τί τὰ ἐν τοῖς ἀσκοῖς ἄσηπτα φυσηθεῖσι, καὶ ἐν τοῖς περιπωματιζομένοις; ἢ διότι σήπεται μὲν κινούμενα, ἅπαντα δὲ τὰ πλήρη ἀκίνητα, ταῦτα δὲ πλήρη.
15 Διὰ τί τῆς αἰθρίας μᾶλλον ψῦχος γίνεται ἢ ἐπινε‐ φέλων ὄντων; τὰ δὲ ἄστρα καὶ ὁ οὐρανὸς θερμός. ἢ ὅτι οὐθὲν ἀποστέγει ἐν τῇ αἰθρίᾳ τὴν ἀτμίδα, ἀλλὰ διαχεῖται· ἐν δὲ τοῖς ἐπινεφέλοις ἀποστέγεται; καὶ βορείων γε ἢ νο‐ τίων διὰ τὸ αὐτό· ὁ μὲν γὰρ νότος ἄγει τὸ τοιοῦτον, ὁ δὲ
20ἀπωθεῖ. καὶ ἀτμίζειν δὲ φαίνεται βορείοις μᾶλλον ἢ νο‐ τίοις, καὶ χειμῶνος ἢ θέρους. ἢ παρὰ τὸ ἀνόμοιον; ἢ ὅτι θερμοῦ ψυχομένου ἐστὶν ἡ ἀτμίς; Διὰ τί ἀὴρ ὁ ἐλάττων θερμότερος τοῦ πλείονος; αἱ γὰρ στενοχωρίαι ἀλεεινότεραι. ἢ διότι κινεῖται μᾶλλον ὁ
25πολύς, ἡ δὲ κίνησις ποιεῖ ψυχρόν; σημεῖον δὲ τούτου, ὅτι κινούμενα ψύχεται τὰ θερμά. Διὰ τί ὕδωρ μὲν καὶ γῆ σήπεται, ἀὴρ δὲ καὶ πῦρ οὐ σήπεται; ἢ ὅτι θερμότατον γίνεται τὸ σηπόμενον ἅπαν, πυρὸς δὲ οὐθὲν θερμότερον; ἢ ὅτι ψυχθῆναι δεῖ πρότερον,
30τὸ δὲ πῦρ ἀεὶ θερμόν, ὁ δὲ ἀὴρ πυρὸς πλήρης. σήπεται δὲ οὐθὲν θερμόν, ἀλλὰ ψυχθέν· γῆ δὲ καὶ ὕδωρ καὶ ἀὴρ καὶ θερμὰ καὶ ψυχρὰ γίνεται. Διὰ τί τὰ ἐπινέφελα ἀλεεινότερα τῶν αἰθρίων; πό‐ τερον ὡς οἱ ἀρχαῖοι ἔλεγον, ὅτι τὰ ἄστρα ψυχρά; ἢ λίαν
35τοῦτό γε ἄτοπον, ἀλλὰ διότι ἀτμίζει; ἐπισημαντέον δὲ ὅτι ἐν νηνεμίᾳ ἡ δρόσος καὶ ἡ πάχνη γίνεται. ὅταν μὲν οὖν αἰθρία ᾖ, διαπνεῖ τὸ θερμόν, ὑφ’ οὗ ἀνάγεται τὸ ὑγρόν, ὥστε ψυχρὸς ὁ ἀήρ· διὸ καὶ δροσίζει ἀφιέμενον τὸ ὑγρὸν
ἀπὸ τοῦ θερμοῦ. ὅταν δὲ ἐπινέφελον ᾖ, ἀποστέγεται, διὸ οὐ
Prob
.

940a

γίνεται δρόσος οὐδὲ πάχνη ὄντων ἐπινεφέλων. περὶ οὖν τὴν γῆν ὑπομένον τὸ θερμὸν ποιεῖ τὴν ἀλέαν. Διὰ τί ἐν τοῖς ὑψηλοῖς τῶν οἴκων ὁ ἀὴρ διευριπίζει, καὶ μάλιστα ταῖς εὐδίαις; ἢ διότι ὁ ἀὴρ πολύκενός τίς
5ἐστι τὴν σύγκρισιν. ὅταν οὖν ἄρξηται εἴσω ῥεῖν, συγχωρεῖ ὁ ἐν τῷ οἰκήματι ἀὴρ καὶ συστέλλεται. τούτου δὲ συμπί‐ πτοντος τῷ χρόνῳ πολυκενώτερος γίνεται ὁ ἔξωθεν, καὶ χώραν πολλὴν ἴσχει. εἰς ταύτην οὖν τὴν χώραν πίπτει ὁ ἐκ τοῦ οἰκήματος ἀήρ, ὢν πλησίον, καὶ φέρεται εἰς ταύτην
10τὴν χώραν διὰ τὸ κρέμασθαι καὶ τὴν τοῦ κενοῦ φύσιν μὴ δύνασθαι ἀντιστηρίζειν. κατὰ πολλὰ δὲ αὐτοῦ μέρη τούτου συμβαίνοντος, ἕπεται αὐτῷ ὁ πλησίον διὰ τὴν πρόσοψιν· εἶτα πολλοῦ ἔξωθεν φερομένου ὁ μὲν ἔσω τόπος πολύκενος γίνεται, ὁ δὲ ἔξω πυκνότερος, καὶ πάλιν ἔξωθεν εἴσω φέ‐
15ρεται. καὶ ταῦτα ἀλλάσσονται.
17
Κϛ. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ. Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ’ ἑαυτὸν ἄγει τὰ νέφη; ἢ ὅτι ἀφ’ ὑψηλοτέρων τόπων πνεῖ; ἔστι γὰρ τὰ
20πρὸς ἕω ὑψηλότερα τῶν πρὸς ἑσπέραν· σημεῖον δὲ τὸ τῆς πρὸς ἑσπέραν θαλάττης μέγεθος καὶ βάθος. πνέων δὲ ἄνω‐ θεν εἰς τοὐναντίον γραμμὴν ποιεῖ τῇ φορᾷ τὰ κοῖλα πρὸς τὴν γῆν ἔχουσαν. προσπίπτων δέ, ὡς εἴρηται, τοῖς πρὸς ἑσπέραν τῆς γῆς τόποις, καὶ συστέλλων τὰ νέφη διὰ τὸ
25τῆς γραμμῆς σχῆμα, τῇ ἐκεῖθεν ἀνακλάσει ἐπ’ αὐτὸν ὠθεῖ αὐτά. ποιεῖ δὲ μόνος τοῦτο τῶν λοιπῶν τῷ τοὺς μὲν ὑψη‐ λοτέρους τοὺς δ’ ἐναντίους εἶναι τόπους, πρὸς οὓς ἐκ τοῦ κάτωθεν ἢ ἐπ’ εὐθείας τὴν φορὰν γίνεσθαι συμβαίνει, τὰ κυρτὰ πρὸς τὴν γῆν ἐχούσης, ὥστε ἀνάκλασιν μὴ γίνεσθαι τοῦ
30πνεύματος τῷ μὴ πρὸς τὴν γῆν ἐχούσης ἀέρα ἔχειν τὴν τελευτὴν τῆς φορᾶς, ἐν ᾧ οὐδὲ νέφη ἐστὶ περὶ τὴν γῆν· τοῖς δὲ ἧττον κοίλοις καὶ τῷ ἀπηλιώτῃ τῷ μὴ εἶναι ὑγρόν. ὥστε οὐ συνιστὰς ἧττον καταφανής ἐστιν αὐτοῦ ποιῶν τοῦτο ὃ ποιεῖ.
35 Διὰ τί βορέαι μὲν ἐτήσιοι γίνονται, νότοι δὲ οὔ; ἢ γίνονται μὲν καὶ νότοι, ἀλλ’ οὐ συνεχεῖς, ὅτι πόρρω ἡμῶν ἡ ἀρχὴ τοῦ νότου ἐστίν, ὑπὸ δὲ τῷ βορέᾳ οἰκοῦμεν; ἔτι οἱ
μὲν ἐτησίαι βορέαι καθεστηκότος τοῦ ἀέρος πνέουσι (θέρουςColumn end
Prob
.

940b

γὰρ πνέουσιν), οἱ δὲ νότοι ἦρος, ὅθ’ ἧττον ἕστηκε τὰ περὶ τὸν ἀέρα. πρὸς δὲ τούτοις ὁ μὲν νότος ὑγρός, τῷ δ’ ὑγρῷ ὁ ἄνω τόπος ἀλλότριός ἐστιν· διὸ ταχὺ διαλύεται τὰ ἐν αὐτῷ συνιστάμενα ὑγρά. καὶ τὰ ὑγρὰ πλανητικά ἐστιν,
5ὥστε οὐ μένων ἐν ταὐτῷ τόπῳ συμμεθίστησι καὶ τὴν τοῦ ἀέρος κίνησιν. κινουμένου δὲ μὴ ἐν ταὐτῷ πνεύματα ἄλλα συμβαίνει γίνεσθαι· ἔστι γὰρ πνεῦμα ἀέρος κίνησις. Διὰ τί νότος πνεῖ μετὰ πάχνην; ἢ διότι ἡ μὲν πάχνη γίνεται πέψεως γινομένης, μετὰ δὲ τὴν πέψιν καὶ
10τὴν ἀποκάθαρσιν ἡ μεταβολὴ εἰς τοὐναντίον γίνεται; ἐναν‐ τίον δὲ τῷ βορρᾷ νότος ἐστίν. διὰ ταὐτὸ δὲ καὶ μετὰ τὴν χιόνα πνεῖ νότος. ὅλως δὲ καὶ ἡ χιὼν καὶ ἡ χάλαζα καὶ τὸ ὕδωρ καὶ πᾶσα ἡ τοιαύτη ἀποκάθαρσις πέψεως σημεῖόν ἐστιν. διὸ καὶ μετὰ τὸν ὑετὸν καὶ τὰς τοιαύτας
15χειμασίας πίπτει τὰ πνεύματα. Διὰ τί αἱ τροπαὶ πνέουσιν; ἢ διὰ τὸ αὐτὸ ὃ καὶ οἱ εὔριποι ῥέουσιν; μέχρι γὰρ τοῦ ῥεῖν καὶ ἡ θάλαττα φέρεται καὶ ὁ ἀήρ· εἶθ’ ὅταν ἀντιπέσῃ καὶ μηκέτι δύνηται τὰ ἀπό‐ γεια προάγειν διὰ τὸ μὴ ἰσχυρὰν ἔχειν τὴν ἀρχὴν τῆς
20κινήσεως καὶ φορᾶς, πάλιν ἀνταποδίδωσιν. Διὰ τί αἱ τροπαὶ ἐκ τῆς θαλάττης εἰσίν; ἢ ὅτι ἡ θάλαττα πλησίον; ἢ ὅτι ἐναντίον ἐστὶ τῇ ἀπογείᾳ ἡ τρο‐ παία, καὶ ἔστιν ἡ τροπαία οἷον ἀναστροφὴ ἀπογείας. ἡ δὲ ἀπογεία τὸ ἐκ τῆς γῆς πρὸς τὴν θάλατταν πνεῦμα γινόμενον,
25ἡ δὲ τροπαία ἡ τούτου παλίρροια. ὥστε ἀνάγκη ἐκ θαλάττης εἶναι. [ἢ ἡ θάλαττά ἐστι] διὰ τὸ εἰς τὴν θάλατταν ἀθροισθῆ‐ ναι τὸν ῥυέντα ἀέρα; τοῦ δὲ μὴ εἰς τὴν γῆν τοῦτο συνίστασθαι καὶ τοῦ ἀνακάμπτειν ἀπιὸν αἴτιον, ὅτι ἡ θάλαττα ἐν κοίλῳ ἐστίν· ὁ δὲ ἀήρ, ὥσπερ τὸ ὕδωρ, ῥεῖ ἀεὶ εἰς τὸ κοιλότατον.
30 Διὰ τί οἱ ἐκνεφίαι ὕδατος γενομένου θᾶττον παύονται; ἢ ὅτι αἱ κοιλίαι συμπίπτουσι τοῦ νέφους, ὕδατος γενομένου, ἐν αἷς ἡ ἀρχὴ τοῦ πνεύματος συνίσταται; Διὰ τί οὐχ οἱ αὐτοὶ ἄνεμοι πανταχοῦ ὑέτιοί εἰσιν; ἢ ὅτι οὐχ οἱ αὐτοὶ πανταχοῦ πρὸς ὄρη ἀντιπνέουσιν, ἀλλ’ ἕτε‐
35ροι κεῖνται πρὸς ἕτερα ὄρη; οἷον γὰρ πρὸς ἀνάντη μόλις ῥεόντων, ἐνταῦθα ὑφίσταται μᾶλλον τὰ νέφη, οὗ ἀδυνατεῖ ἔτι προωθεῖν αὐτὰ ἄνεμος. ὑφιστάμενα δὲ καὶ πιεζόμενα
ῥήγνυται.
Prob
.

941a

Διὰ τί αἱ μὲν καθαραὶ δύσεις εὐδιεινὸν σημεῖον, αἱ δὲ τεταραγμέναι χειμερινόν; ἢ ὅτι χειμὼν γίνεται συνι‐ σταμένου καὶ πυκνουμένου τοῦ ἀέρος; ὅταν μὲν οὖν κρατῇ ὁ ἥλιος, διακρίνει καὶ αἰθριάζει αὐτόν, ὅταν δὲ κρατῆται,
5ἐπινεφῆ ποιεῖ. ἐὰν μὲν οὖν ἰσχυρὰ ᾖ ἡ σύστασις, εὐθὺς ἡμέρας γίνεται χειμών· ἐὰν δὲ ἀσθενεστέρα, μὴ παντά‐ πασι δὲ κρατουμένη, τὸ συνιστάμενον ἐξωθεῖται πρὸς τὰς δύσεις. ἐνταῦθα δὲ μένει διὰ τὸ παχύτατον εἶναι τὸν περὶ τὴν γῆν ἀέρα τοῦ χειμῶνος. ταχὺ δὲ συνίσταται καὶ ὁ
10ἄλλος διὰ τὸ ἔχειν ἀρχὴν καὶ ἔρεισμα, ὃ δέξεται καὶ ἀθροίσει τὸ προσιὸν καθάπερ ὄρθρος· ὥσπερ γὰρ ἐν τροπῇ ἑνὸς ἀντιστάντος καὶ οἱ ἄλλοι μένουσιν, οὕτω καὶ ἐπὶ τοῦ ἀέρος. διὸ ταχὺ καὶ ἐξαίφνης ἐνίοτε γίνεται καὶ ἐπινέ‐ φελα. ὅταν οὖν αἱ δύσεις τεταραγμέναι ὦσι, σημεῖόν ἐστιν
15ἰσχυρὸν ὅτι οὐ κεκράτηκεν ὁ ἥλιος τῆς συστάσεως, πολὺν χρόνον ἐναντιούμενος αὐτῇ, ὥστε εἰκότως ἔστι συστῆναι πλέον. καὶ ἧττον δέ ἐστι φοβερόν, ὅταν προχειμάσαντος ἢ ὅταν ἐξ εὐδίας τοῦτο συμβῇ. ἐκείνως μὲν γὰρ ἔοικεν ὥσπερ ὑπόλειμμά τι εἶναι, οὕτω δὲ ἀρχὴ συστάσεως.
20 Διὰ τί λέγεται “οὔ ποτε νυκτερινὸς βορέας τρίτον ἵκετο φέγγος;” ἢ διότι ἀσθενῆ τὰ πνεύματα τὰ ἀπὸ τῆς ἄρκτου, ὅταν ᾖ νυκτερινά; σημεῖον γὰρ ὅτι οὐ πολὺς ὁ κινηθεὶς ἀήρ, τὸ τηνικαῦτα πνεῦσαι, ὅτε ὀλίγη θερμότης ὑπῆρχεν· ἡ δὲ ὀλίγη ὀλίγον ἐκίνει ἀέρα. τελευτᾷ δὲ ἐν τρισὶ πάντα,
25καὶ τὰ ἐλάχιστα ἐν τῇ πρώτῃ τριάδι, ὥστε καὶ τοῦτο τὸ πνεῦμα. Διὰ τί ὁ βορέας πυκνότερον πνεῖ ἢ ὁ νότος; ἢ ὅτι ὁ μὲν βορέας γειτνιῶν τῇ οἰκουμένῃ οὐ λανθάνει ὀλιγοχρόνιος ὤν (ἅμα γὰρ πνεῖ καὶ πάρεστιν), ὁ δὲ νότος οὐκ ἀφικνεῖ‐
30ται διὰ τὸ πόρρωθεν πνεῖν. Διὰ τί ὁ νότος ἧττον μετὰ χειμερινὰς νύκτας πνεῖ ἢ μεθ’ ἡμέρας; ἢ ὅτι καὶ τῆς νυκτὸς ὁ ἥλιος ἐγγύς ἐστι τῇ πρὸς νότον χώρᾳ, καὶ ἀλεεινότεραι αἱ νύκτες ἐκεῖ ἢ πρὸς ἄρκτον αἱ ἡμέραι; ὥστε πολὺς κινεῖται ὁ ἀήρ, καὶ οὐθὲν
35ἐλάττων ἢ μεθ’ ἡμέραν· ἀλλ’ αἱ θερμότεραι ἡμέραι κω‐ λύουσι μᾶλλον πνεῖν, ξηραίνουσαι τὰς ὑγρότητας. Διὰ τί ἐπὶ κυνὶ ὁ νότος πνεῖ, καὶ τοῦτο ὥσπερ τι ἄλλο γίνεται τεταγμένως; ἢ διότι θερμὰ τὰ κάτω, τοῦ ἡλίου πόρρω
ὄντος, ὥστε πολλὴ ἡ ἀτμὶς γίνεται; καὶ πολλοὶ δὴ ἔπνεον,Column end
Prob
.

941b

εἰ μὴ διὰ τοὺς ἐτησίας. νῦν δὲ οὗτοι κωλύουσιν. ἢ ὅτι ἐπὶ πᾶσι μὲν σημαίνει τοῖς ἄστροις δυομένοις ἢ ἐπιτέλλου‐ σιν, οὐχ ἥκιστα δὲ ἐπὶ τούτῳ; δῆλον οὖν ὅτι πνεύματα μά‐ λιστα ἐπὶ τούτῳ καὶ μετ’ αὐτόν. ἐπεὶ δὲ πνίγει, καὶ πνεύ‐
5ματα εἰκότως ἐπ’ αὐτῷ τὰ θερμότατα κινεῖται· ὁ δὲ νότος θερμός ἐστιν. ἐπεὶ δὲ εἴθισται μάλιστα ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία μεταβάλλειν, πρὸ κυνὸς δὲ οἱ πρόδρομοι πνέου‐ σιν ὄντες βορέαι, εἰκότως μετὰ κύνα νότος πνεῖ, ἐπειδὴ ἐπισημαίνει μέν, ἐπιτέλλουσι δὲ τοῖς ἄστροις. τὸ δὲ ἐπιση‐
10μαίνειν ἐστὶ μεταβολὴν τοῦ ἀέρος ποιεῖν· μεταβάλλει δὲ πάντα εἰς τοὺς ἐναντίους ἢ τοὺς ἐπὶ δεξιὰ ἀνέμους τὰ πνεύ‐ ματα. ἐπεὶ δὲ βορέας εἰς τοὺς ἐπιδεξίους μεταβάλλει, εἴη ἂν αὐτῷ λοιπὸν εἰς νότον μεταβάλλειν. ἔστι δὲ καὶ ἡ μετὰ τὰς χειμερινὰς τροπὰς πεντεκαιδεκάτη νότιος, διὰ τὸ τὰς
15μὲν τροπὰς ἀρχήν τινα εἶναι, κινεῖν δὲ τὸν κατ’ αὐτὴν μάλιστα ἀέρα τὸν ἥλιον, εἶναι δὲ ἐν ταύταις ταῖς τροπαῖς πρὸς νότον. καθάπερ οὖν καὶ τὰ ἀπ’ ἀνατολῆς κινῶν ἀπη‐ λιώτας ἀνέμους ἤγειρεν, οὕτω καὶ τὰ ἀπὸ μεσημβρίας κινῶν νότους ἐγείρει. οὐκ εὐθὺ δὲ ἀπὸ τροπῶν ποιεῖ τοῦτο διὰ τὸ
20βραχυτάτας ποιεῖσθαι τὰς μεταστάσεις τότε, ἀλλ’ ἐν τῇ πεντεκαιδεκάτῃ διὰ τὸ τὸν χρόνον τοῦτον συμμέτρως ἔχειν τῇ κατὰ τὴν μετάστασιν πρώτῃ φαντασίᾳ· ὅλου γάρ ἐστι μέρος εὐσημότατον ὁ εἰρημένος χρόνος. Διὰ τί ἐπὶ Ὠρίωνι γίνονται αἰόλοι μάλιστα αἱ ἡμέ‐
25ραι καὶ ἀκαιρίαι τῶν πνευμάτων; ἢ ὅτι ἐν μεταβολῇ ἀεὶ πάντα ἀοριστεῖ μάλιστα, ὁ δ’ Ὠρίων ἀνατέλλει μὲν ἐν ἀρχῇ ὀπώρας, δύνει δὲ χειμῶνος, ὥστε διὰ τὸ μήπω κα‐ θεστάναι μίαν ὥραν, ἀλλὰ τὴν μὲν γίνεσθαι τὴν δὲ παύε‐ σθαι, διὰ ταῦτα ἀνάγκη καὶ τὰ πνεύματα ἀκατάστατα
30εἶναι διὰ τὸ ἐπαμφοτερίζειν τὰ ἐξ ἑκατέρας. καὶ χαλε‐ πὸς δὴ λέγεται καὶ δύνων καὶ ἀνατέλλων ὁ Ὠρίων διὰ τὴν ἀοριστίαν τῆς ὥρας· ἀνάγκη γὰρ ταραχώδη εἶναι καὶ ἀνώμαλον. Διὰ τί ὁ νυκτερινὸς βορέας τριταῖος λήγει; πότερον
35ὅτι ἀπὸ μικρᾶς καὶ ἀσθενοῦς ἀρχῆς, ἡ τρίτη δὲ κρίσιμος; ἢ ὅτι ἀθρόος ἡ ἔκχυσις, ὥσπερ τῶν ἐκνεφιῶν; ταχεῖα οὖν ἡ παῦλα. Διὰ τί βορέαι πλεῖστοι πνέουσι τῶν ἀνέμων; ἢ διὰ τὸ
πρὸς τούτῳ τὴν οἰκουμένην τῷ τόπῳ ὑποκεῖσθαι ὄντι ὑψηλῷ
Prob
.

942a

καὶ ἔξω τροπῶν καὶ πλήρει χιόνος, ἣ οὐδέποτε ἔνια ὄρη λείπει; τὸ πολὺ οὖν ὑγραινομένων τῶν πεπηγότων πολλά‐ κις πνεῦμα γίνεται. τοῦτο δέ ἐστι βορέας, τὸ ἐκ τῶν ἀπὸ τῆς ἄρκτου τόπων πνεῦμα.
5 Διὰ τί οἱ νότοι πνέουσι μὲν χειμῶνος καὶ ἔαρος ἀρ‐ χομένου καὶ μετοπώρου λήγοντος, εἰσὶ δὲ κυματοειδεῖς καὶ συνεστραμμένοι, καὶ τοῖς ἐν Λιβύῃ ὁμοίως ψυχροὶ ὡς οἱ βορέαι ἐνταῦθα; ἢ διότι πλησίον τοῦ ἡλίου ὄντος ἀνάγκη κινεῖσθαι τὰ πνεύματα; ὁ δὲ ἥλιος τοῦ χειμῶνος πρὸς νό‐
10τον φέρεται, καὶ τοῦ μὲν ἔαρος ἀρχομένου τοῦ δὲ μετοπώρου τελευτῶντος ἤδη θερμαίνει, τὸ δὲ θέρος πρὸς βορέαν φέρε‐ ται, ἐκείνους δὲ ἀπολείπει τοὺς τόπους. θερμὸς δέ ἐστι διὰ τὸ μίγνυσθαι τὸ πνεῦμα τῷ κατὰ Λιβύην ἀέρι θερμῷ ὄντι· καὶ διὰ τοῦτο μεγαλοκύμων νοτίζειν ποιεῖ τὸ θέρος, ἐμ‐
15πίπτων εἰς τὴν θάλατταν. Διὰ τί ὁ νότος δυσώδης; ἢ ὅτι ὑγρὰ καὶ θερμὰ ποιεῖ τὰ σώματα, ταῦτα δὲ σήπεται μάλιστα; οἱ δὲ ἐκ τῆς θαλάττης νότοι ἀγαθοὶ φυτοῖς· ἐκ θαλάττης γὰρ αὐτοῖς προσπίπτει. καὶ τῆς Ἀττικῆς τῷ Θριασίῳ πεδίῳ αἴτιον,
20διότι ἀπεψυγμένος ἀφικνεῖται. αἱ δ’ ἐρυσίβαι γίνονται ὑπὸ ὑγρότητος θερμῆς μὲν ἀλλοτρίας δέ. Διὰ τί ἄνεμος γίνεται πρὸ τῶν ἐκλείψεων ὡς τὰ πολλά, ἀκρόνυχον μὲν πρὸ τῶν μεσονυκτίων ἐκλείψεων, μεσονύκτιον δὲ πρὸ τῶν ἑώων; ἢ διότι ἀμαυροῦται τὸ θερμὸν
25τὸ ἀπὸ τῆς σελήνης διὰ τὸ πλησίον ἤδη φορὰν εἶναι, ἐν ᾧ γενομένῳ ἔσται ἡ ἔκλειψις; ἀνιεμένου οὖν ᾧ κατείχετο ὁ ἀὴρ καὶ ἠρέμει, πάλιν κινεῖται καὶ γίνεται πνεῦμα τῆς ὀψιαίτερον ἐκλείψεως ὀψιαίτερον. Διὰ τί ὁ νότος οὐκ ἀρχόμενος ἀλλὰ λήγων ὑέτιος;
30πότερον ὅτι πόρρωθεν συνάγει τὸν ἀέρα; γίνεται δὲ συνι‐ στάντος τὸ ὕδωρ, συνίσταται δὲ ὕστερον ἢ ἄρχεται. ἢ ὅτι ἀρ‐ χομένου θερμός ἐστιν ὁ ἀὴρ ἔτι διὰ τὸ ἐκ τοιούτου ἐληλυθέναι, ἐπιχρονιζόμενος δὲ ψυχθεὶς συνίσταται μᾶλλον εἰς ὕδωρ. Διὰ τί ὁ νότος, ὅταν μὲν ἐλάττων ᾖ, αἴθριός ἐστιν,
35ὅταν δὲ μέγας, νεφώδης καὶ χρονιώτερος; πότερον, ὥσπερ τινὲς λέγουσι, διὰ τὴν ἀρχήν; ἐὰν μὲν γὰρ ἀπ’ ἐλάττονος, αἴθριος, ἐὰν δὲ ἀπὸ πλείονος ὁρμήσῃ, νεφελώδης. ἢ ὅτι
ἐλάττων ἀρχόμενός ἐστιν, ὥστε οὐ πολὺν ἀέρα ὠθεῖ, ἐπὶColumn end
Prob
.

942b

τέλει δὲ εἴωθε γίνεσθαι μέγας. διὸ καὶ παροιμιάζονται “ἀρχομένου γε νότου καὶ λήγοντος βορέαο.” Διὰ τί προΐεται τοῦ χειμῶνος ἀπὸ τῆς ἕω τὰ πνεύ‐ ματα, τοῦ θέρους δὲ καὶ ἀφ’ ἑσπέρας; ἢ ὅτι ὅταν μηκέτι
5κρατῇ ὁ ἥλιος, ἀφιέμενος ὁ ἀὴρ ῥεῖ; δύνων τε οὖν κατα‐ λείπει νέφη, ἀφ’ ὧν οἱ ζέφυροι· καὶ ὅσον ἂν ἐπαγάγῃ ἐκείνοις τοῖς ἐν τῷ κάτω ἡμισφαιρίῳ οἰκοῦσιν, ἑωθινὸν πνεῦμα γίνεται. τἀναντία δέ, ὅταν δύνῃ ἐν τῷ κάτω μέρει, ἐκείνοις τε ζεφύρους ποιήσει καὶ ἐνταῦθα ἑωθινὸν
10πνεῦμα ἀπὸ τοῦ ἑπομένου ἀέρος αὐτῷ. διὰ τοῦτο κἂν κα‐ ταλάβῃ ἄλλον ἄνεμον, μείζων γίνεται αἰρομένου, ὅτι προσέθηκεν. Διὰ τί οἱ κύνες τὰ ἴχνη ἥκιστα εὑρίσκουσι ζεφύρου πνέοντος; ἢ διότι μάλιστα συγχεῖ διὰ τὸ συνεχέστατος
15εἶναι τῶν ἀνέμων καὶ μάλιστα ὑπὸ τὴν γῆν πνεῖν; Διὰ τί, ὅταν ἀστέρες διάττωσιν, ἀνέμου σημεῖον; ἢ ὅτι ὑπὸ τοῦ πνεύματος φέρονται, καὶ πρότερον ἐκεῖ γίνεται πνεῦμα ἢ παρ’ ἡμῖν; διὸ καὶ ἀφ’ οὗ ἂν τόπου φέρωνται οἱ ἀστέρες, ἐν τούτῳ καὶ τὸ πνεῦμα γίνεται.
20 Διὰ τί μεγίστας νεφέλας τῶν ἀνέμων ὁ ζέφυρος ἄγει; ἢ διότι ἐκ πελάγους πνεῖ καὶ κατὰ τὴν θάλατταν; ἐκ πολ‐ λοῦ οὖν καὶ συνάγει. Διὰ τί οἱ ἐπὶ τέλει ἄνεμοι μέγιστοι; ἢ ὅτι ὅταν ἀθρόοι ἐκπνεύσωσιν, ὀλίγον τὸ θερμόν;
25 Διὰ τί, ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ, ὕδωρ γίνε‐ ται; ἢ ὅτι καθ’ ὃν ἂν ᾖ ὁ ἥλιος τόπον τοῦ κόσμου, τὰ ἐν‐ τεῦθεν πνεύματα κινεῖ; διὸ καὶ ἡ τῶν πνευμάτων περίστα‐ σις κατὰ τὴν τοῦ ἡλίου φορὰν γίνεται. ἐπεὶ δ’ ἡ ἰσημερία μεθόριόν ἐστι χειμῶνος καὶ θέρους, ὅταν συμβῇ τὸν ἥλιον
30κατὰ τὴν ἡμῖν φαινομένην ἰσημερίαν ὑπερβεβληκέναι ἢ ἐκλείπειν τοῦ ἀκριβοῦς ὅρου καὶ εἶναι μᾶλλον ἐν τοῖς χειμε‐ ρίοις, συμβαίνει τοὺς ἐκ τούτου τοῦ μέρους ἀνέμους πνεῖν, ὧν ἐστὶ πρῶτος λίψ, ὢν ὑγρὸς φύσει. ὄντος δὲ τοῦ ἡλίου μᾶλ‐ λον ἐν τῷ χειμερίῳ μέρει τοῦ κόσμου, καὶ κινοῦντος τὰ ἐν
35αὐτῷ πνεύματα, τὰ χειμῶνος ἔργα συμβαίνει γίνεσθαι· τούτων δέ ἐστιν ὁ ὄμβρος. ἔτι δὲ ἐπειδὴ ἡ ἰσημερία ἐστὶ καθάπερ χειμὼν καὶ θέρος ἰσοκρατής, ἐὰν ὁποτερῳοῦν αὐτῶν
τι προστεθῇ, εὔσημον τὴν ῥόπην ποιεῖ, καθάπερ ἐπὶ τῶν
Prob
.

943a

ἰσαζόντων ζυγῶν. ἐπεὶ δὲ ὁ λὶψ ἔκ τε τῆς χειμερίου τά‐ ξεώς ἐστι καὶ ὑγρὸς φύσει, προστεθεὶς ἐν τῇ ἰσημερίᾳ ῥοπὴν χειμῶνος ἐποίησε καὶ ὄμβρον· ὁ γὰρ ὄμβρος χειμών ἐστιν οἰκειότατος τῷ πνεύσαντι πνεύματι.
5 Διὰ τί ὁ νότος καὶ ὁ εὖρος θερμότεροι ὄντες τῶν ἐναν‐ τίων, ὁ μὲν τοῦ βορέου, ὁ δὲ τοῦ ζεφύρου, ὑδατωδέστεροί εἰσιν; καίτοι διὰ ψυχρότητα ὕδωρ ἐξ ἀέρος γίνεται. οὐ γὰρ διὰ τὸ ἀπωθεῖν τὸν βορέαν ἐντεῦθεν γίνεται τὰ νέφη· ὁ γὰρ ζέφυρος καὶ ὁ εὖρος ἀπάγουσιν ἄμφω (ὁμοίως γὰρ πλά‐
10γιοι), καὶ οἱ ἄλλοι δὲ πάντες, ὅθεν πνέουσιν. πότερον ὅτι ἀντιπεριίσταται τὸ ψυχρὸν εἴσω μᾶλλον, ὅταν ᾖ ἔξω τὸ θερμὸν μᾶλλον; ἢ ἔστι μέν τι καὶ διὰ τὸ ὅθεν πνέουσιν, αἰθρίους εἶναι; καὶ γὰρ εὖρος ἀπ’ ἠοῦς ἐστίν. ἥδε δὲ ἡ χώρα πρὸς ἑσπέραν κεῖται, καὶ ζέφυρος. ἀλλὰ καὶ διότι πρό‐
15τερον θερμαινόμενος ὁ ἀήρ, ὥσπερ καὶ τὰ ὕδατα, τάχιστα καὶ μάλιστα ψύχεται. φέρεται οὖν ὁ μὲν ἀπὸ τοῦ εὔρου ἀπ’ ἀνατολῆς ἀὴρ θερμός, ὁ δὲ ἀπὸ τοῦ νότου ἀπὸ μεσημβρίας. ὅταν οὖν ἔλθωσιν εἰς τὸν ψυχρότερον τόπον, ταχὺ πήγνυν‐ ται καὶ συνίστανται εἰς ὕδωρ. καὶ μᾶλλον ὁ εὖρος ποιεῖ
20ὕδωρ, ὅτι ἀπὸ τοῦ ἡλίου μᾶλλον φέρει τὸν ἀέρα, καὶ ὁμοίως θερμόν. ὁ δὲ νότος λήγων ὑδατώδης, ὅτι ψυχρὸς ὁ πρῶ‐ τος φερόμενος ἀὴρ ἀπὸ τῆς θαλάττης, ὁ δὲ τελευταῖος διάθερμος ὢν ἀπὸ τῆς γῆς κομίζει. ἢ οὐ μόνον τοῦτ’ αἴτιον, ἀλλ’ ὅτι καὶ μείζων λήγων ὁ νότος γίνεται; διὸ καὶ ἡ
25παροιμία εἰς αὐτὸν “ἀρχομένου τε νότου.” οἱ δὲ μείζους ψυχρότεροι. ὥστε πηγνύει ὕστερον τὰ νέφη. ἢ διὰ τοῦτο ὑδατωδέστερος ἢ ἀρχόμενος; Διὰ τί οἱ ἄνεμοι ξηραίνουσι ψυχροὶ ὄντες; ἢ διότι ἀτμίζειν ποιοῦσιν οἱ ψυχρότεροι; διὰ τί δὲ μᾶλλον ἢ ὁ
30ἥλιος; ἢ διότι ἀπάγουσι τὴν ἀτμίδα, ὁ δὲ ἥλιος καταλεί‐ πει; ὑγραίνει μὲν οὖν μᾶλλον, ξηραίνει δὲ ἧττον. Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ’ ἑαυτὸν ἄγει τὰ νέφη, ὥσπερ καὶ ἡ παροιμία λέγει “ἕλκων ἐφ’ αὑτὸν ὥσπερ καικίας νέφος.” οἱ γὰρ ἄλλοι, ὅθεν ἂν πνέωσιν,
35ἐνταῦθα ἀναστέλλουσιν. πότερον αἴτιον ὅτι ἅμα ὁ ἐναντίος πνεῖ; ἢ οὐκ ἂν ἐλάνθανεν, ἀλλὰ πέφυκε τὸ πνεῦμα κύκλου
γραμμὴν φέρεσθαι; οἱ μὲν οὖν ἄλλοι περὶ τὴν γῆν πνέουσιν·Column end
Prob
.

943b

τοῦτο δὲ τὸ κοῖλον τῆς γραμμῆς πρὸς τὸν οὐρανὸν καὶ οὐκ ἐπὶ τὴν γῆν ἐστίν, ὥστε ἐπὶ τὴν ἀρχὴν πνέων ἐφ’ ἑαυτὸν τὰ νέφη ἄγει. Διὰ τί ἀπὸ μὲν τῆς θαλάττης οὐκ ἀποπνεῖ ἕωθεν
5ψυχρόν, ἀπὸ δὲ τῶν ποταμῶν; ἢ ὅτι ἡ μὲν θάλαττά ἐστιν ἐν ἀναπεπταμένοις τόποις, οἱ δὲ ποταμοὶ ἐν στενοῖς; ἡ οὖν ἀπὸ τῆς θαλάττης αὔρα εἰς πολὺν τόπον σκίδναται, ὥστε εἶναι ἀσθενής, ἡ δὲ ἀπὸ τῶν ποταμῶν ἀθρόως φέρεται καὶ μᾶλλον ἰσχύει, διὸ μᾶλλον εἰκότως φαίνεται ψυχρά.
10ἢ οὐ τοῦτ’ ἐστὶν αἴτιον, ἀλλ’ οἱ μὲν ποταμοὶ ψυχροί εἰσιν, ἡ δὲ θάλαττα οὔτε θερμὴ οὔτε ψυχρά; γίνεται δὲ ἡ αὔρα καὶ ἀποπνοὴ θερμαινομένων ἢ ψυχομένων· ὁπότερον γὰρ ἂν τούτων πάσχῃ, ἐξαεροῦται, ἐξαερουμένου δὲ τοῦ ὕδατος ὁ ἀὴρ γινόμενος φέρεται, ὅ ἐστιν αὔρα. τὸ μὲν οὖν ἀπὸ τῶν
15ψυχρῶν ψυχρὸν εἰκότως ἀποπνεῖ, τὰ δὲ ἀπὸ τῶν σφόδρα θερμῶν ἀποπνέοντα ψύχεται καὶ γίνεται ψυχρά. τοὺς μὲν οὖν ποταμοὺς ψυχροὺς ἅπαντας εὕροι τις ἄν, ἡ δὲ θάλαττα οὔτε ψυχρὰ οὔτε θερμὴ σφόδρα ἐστίν. οὔτε οὖν τὸ ἀποπνέον ψυχρὸν ἀπ’ αὐτῆς ἐστί, διὰ τὸ μὴ ψυχρὰν εἶναι σφόδρα,
20οὔτε ψύχεται ταχύ, διὰ τὸ μὴ θερμὴν εἶναι σφόδρα. Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν ἀνέμων, καὶ οἷον καὶ Ὅμηρος ἐν τῷ Ἠλυσίῳ πεδίῳ, “ἀλλ’ αἰεὶ ζεφύροιο διαπνείουσιν ἀῆται;” ἢ πρῶτον μὲν ὅτι ἔχει τὴν τοῦ ἀέρος κρᾶσιν; οὔτε γὰρ θερμὸς ὥσπερ οἱ ἀπὸ με‐
25σημβρίας καὶ ἕω, οὔτε ψυχρὸς ὥσπερ οἱ ἀπὸ τῆς ἄρκτου, ἀλλ’ ἐν μεθορίῳ ἐπὶ τῶν ψυχρῶν καὶ θερμῶν πνευμάτων· γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνάμεως αὐτῶν κοινωνεῖ, διὸ καὶ εὔκρατός ἐστι καὶ πνεῖ ἔαρος μάλιστα. ἔτι τὰ πνεύματα περιίσταται ἢ εἰς τἀναντία ἢ εἰς τὰ δεξιά. μετὰ οὖν τὸν
30βορέαν πνέων (ἐπὶ δεξιὰ γὰρ ὁ τόπος) εὐδοκιμεῖ, ὥσπερ παρὰ χαλεπὸν πρᾶος. καὶ ἅμα ὅταν ἀποχειμάσῃ, εὐδία εἴωθε γίνεσθαι ὡς ἐπὶ τὸ πολύ. ὁ δὲ βορέας χειμέριος ἄνεμος. [καὶ ὁ ἀπηλιώτης δὲ ἐν τῷ μέσῳ ὢν τῶν θερμῶν καὶ τῶν ψυχρῶν πνευμάτων ἧττον αὐτοῖς κοινωνεῖ. ἀπη‐
35λιώτης μὲν γὰρ πνέων τὰ πρὸς νότου πνεύματα κινεῖ (ἐν‐ ταῦθα γὰρ ἡ μετάστασις αὐτοῦ ἐστίν), κινῶν δὲ οὐ μίγνυται
αὐτοῖς. ὁ δὲ ζέφυρος καὶ κινεῖται ὑπὸ τῶν νοτίων, καὶ
Prob
.

944a

πνέων κινεῖ τὰ βόρεια· τελευτᾷ γὰρ ἐνταῦθα ἡ περίοδος τῶν πνευμάτων. διὸ τῶν μὲν τὴν τελευτὴν τῶν δὲ τὴν ἀρ‐ χὴν ἔχων ἐν αὑτῷ δικαίως ἡδύς ἐστι καὶ δοκεῖ εἶναι.] Διὰ τί ἐπὶ κυνὶ νότος πνεῖ; ἢ ὅτι ἐπὶ πᾶσι μὲν ση‐
5μαίνει τοῖς ἄστροις δυομένοις ἢ ἐπιτέλλουσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τούτῳ; δῆλον οὖν ὅτι πνεύματα μάλιστα ἐπὶ τούτῳ καὶ μετ’ αὐτόν. ἐπεὶ δὲ πνίγει, καὶ πνεύματα εἰκότως ἐπ’ αὐτῷ τὰ θερμότατα κινεῖται· ὁ δὲ νότος θερμός ἐστιν. ἐπεὶ δὲ—χρόνος. (p. 941b 4—23.)
10 Διὰ τί ὁ ζέφυρος πρὸς τὴν δείλην πνεῖ, πρωῒ δὲ οὔ; ἢ αἴτιος μέν ἐστιν ὡς ἐπὶ τὸ πολὺ τῶν πνευμάτων ὁ ἥλιος ἀνατέλλων καὶ δύνων; ὅταν γὰρ ὑγρὸν ὄντα τὸν ἀέρα δια‐ θερμαίνων πέττῃ καὶ διακρίνῃ, εἰς πνεῦμα διακρίνει· ἐὰν δὲ ᾖ πνευματώδης ὁ ἀήρ, ἔτι μᾶλλον ἐκπνευματοῦται ὑπὸ
15τοῦ ἡλίου. ὅταν μὲν οὖν ἐπ’ ἀνατολῇ ᾖ ὁ ἥλιος, πόρρω ἐστὶ τοῦ ζεφύρου· ἀπὸ γὰρ δυσμῶν πνεῖ. ὅταν δὲ περὶ τὸ δύ‐ νειν ἤδη, τότε διακεκριμένον ἐστὶ τὸ πνεῦμα τελέως. ἀπὸ δὲ μέσου ἡμέρας καὶ πρὸς τὴν δείλην συμμετρότατα ἔχει πρὸς τὸ διαθερμᾶναι καὶ διακρῖναι. διὰ ταῦτα δὲ καὶ ὁ
20ἀπηλιώτης πρωῒ ἄρχεται πνεῖν· τοῦ γὰρ ὑπὲρ γῆς ἀέρος τῆς νυκτὸς ἐξυγραινομένου καὶ τῇ γῇ πλησιάσαντος διὰ βάρος, ἕωθεν διακρίνων αὐτὸν ὁ ἥλιος τὸν καθ’ αὑτὸν κινεῖ πρῶτον. τὸ δὲ ἀπὸ τοῦ ἡλίου πνεῦμα ἀνατέλλοντος ἐντεῦθεν ἀπηλιώτης καλεῖται.
25 Διὰ τί αἰρομένου τοῦ ἡλίου καὶ αὐξάνεται καὶ πίπτει τὰ πνεύματα; ἢ ὅτι τὸ πνεῦμά ἐστιν ἤτοι τοῦ ἀέρος ἢ τοῦ ἀναχυθέντος ὑγροῦ κίνησις; αὕτη δὲ ὅταν μὲν ἐλάττων ᾖ, ταχὺ καταναλίσκεται ὑπὸ τοῦ ἡλίου, ὥστε οὐ γίνεται πνεῦμα· ὅταν δὲ πλείων, κινεῖται μᾶλλον τοῦ ἡλίου ἀνατείλαντος· ὁ
30γὰρ ἥλιος ἀρχὴ τῶν κινήσεών ἐστιν. Διὰ τί ὁ ζέφυρος τῆς δείλης πνεῖ; ἢ ἅπαντα τὰ πνεύματα τοῦ ἡλίου διαχέοντος τὸ ὑγρὸν γίνεται; τότε γὰρ συνεστηκός, ὅταν ἡ τοῦ θερμοῦ δύναμις πλησιάζῃ, ἐξάπτει. ὁ δὲ ζέφυρος ἀφ’ ἑσπέρας πνεῖ. εἰκότως οὖν τῆς δείλης
35γίνεται· τότε γὰρ ὁ ἥλιος εἰς τὸν τόπον αὐτοῦ ἀφικνεῖται. καὶ ὁ βορέας καὶ ὁ νότος διὰ τοῦτο πλειστάκις πνέουσιν, ὅτι τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου κρατούμενον κατ’ εὐθυωρίαν
ἥκιστα δύναται διαμένειν, ἀλλὰ μᾶλλον ἐκ τοῦ πλαγίου.Column end
Prob
.

944b

ὁ μὲν οὖν νότος καὶ βορέας ἐκ τῶν ἐφ’ ἑκάτερα τόπων τῆς τοῦ ἡλίου φορᾶς πνέουσιν, οἱ δὲ ἄλλοι μᾶλλον ἐκ τοῦ κατ’ ἀντικρύ. Πότερον τὸ πνεῦμα ἀπὸ πηγῆς τινὸς φέρεται ὥσπερ
5τὸ ὕδωρ, καὶ ταύτης οὐκ ἔστιν ἀνωτέρω αὐτὸ ἐνεχθῆναι, ἢ οὔ; καὶ πότερον ἀπὸ ἑνὸς σημείου ἢ ἀπὸ πλείονος τόπου; ἔνια μὲν οὖν ἐστὶν ὅμοια ἃ καὶ ἐπὶ τῶν ὑδάτων συμβαίνει γίνεσθαι. τό τε γὰρ ὕδωρ, ὅταν εἰς τὸ κάταντες φέρηται, θᾶττον ῥεῖ ἢ ὅταν ἐν τῷ ἐπιπέδῳ καὶ ὁμαλῷ λιμνάζῃ. ὁμοίως δὲ καὶ
10τὰ πνεύματα· ἐπὶ μὲν γὰρ τοῖς ἄκροις καὶ τοῖς ὑψηλοῖς ἀεὶ ἐν κινήσει ὁ ἀήρ, ἐν δὲ τοῖς κοίλοις ἠρεμεῖ πολλάκις καὶ ἄπνοια γίνεται. ἔτι ἐπὶ τοῖς σφόδρα ὑψηλοῖς ὄρεσιν οὐ γίνεται τὰ πνεύματα, οἷον ἐπὶ τῷ Ἄθῳ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. σημεῖον δέ· ἃ γὰρ ἂν καταλείπωσιν οἱ
15τῷ προτέρῳ ἔτει θύοντες, εὑρίσκεσθαί φασι διαμένοντα τῷ ὑστέρῳ. δῆλον οὖν ὅτι ὥσπερ ἀπὸ πηγῆς τινὸς καὶ ἡ τοῦ πνεύ‐ ματος φορὰ γίνεται. εἰς τὸ ἄνω οὖν οὐκέτι δύναται διικνεῖ‐ σθαι. διὰ τοῦτο οὖν ἐπὶ τοῖς ὑψηλοῖς τοῦτο συμβαίνει. ὁμοίως δ’ ἂν καὶ ἐπὶ τοῦ ὕδατος εἴη· οὔτε γὰρ ὕδωρ λάβρον οὔτε
20πνεῦμα ἐξαίσιον ἐν τοῖς ὑψηλοῖς φαίνεται γίνεσθαι. Διὰ τί ποτε τοῦ μὲν νότου πνέοντος ἡ θάλαττα κυανέα γίνεται, τοῦ δὲ βορέου ζοφώδης; ἢ ὅτι ὁ βορέας ἧττον τὴν θάλατταν ταράττει, τὸ δὲ ἀτακτότερον ἅπαν μέλαν φαί‐ νεται.
25 Διὰ τί οἱ νότοι μικρὰ μὲν πνέοντες οὐ ποιοῦσιν ἐπίνεψιν [ἤτοι συννέφειαν], μεγάλοι δὲ γενόμενοι ἐπινεφοῦσιν; ἢ διότι μικροὶ μὲν πνέοντες οὐ δύνανται πολλὰ νέφη ποιεῖν; ὀλίγον οὖν τόπον κατίσχουσιν. ὅταν δὲ μεγάλοι γίνωνται, πολλὰ ἀπωθοῦσι, διὸ καὶ δοκοῦσι μᾶλλον ἐπινεφεῖν.
30 Διὰ τί ὁ μὲν βορέας ἀρχόμενος μέγας, λήγων δὲ μι‐ κρός, ὁ δὲ νότος ἀρχόμενος μὲν μικρός, λήγων δὲ μέγας; ἢ ὅτι ὁ μὲν βορέας ἐγγὺς ἡμῶν, ὁ δὲ νότος πόρρω; ὁ μὲν οὖν ὅταν ἄρξηται, εὐθὺς παρ’ ἡμῖν, τοῦ δὲ ἅτε διὰ πολλοῦ χρόνου ἡ ἀρχὴ διασκεδάννυται, καὶ πρὸς ἡμᾶς μικρὸν ἐξι‐
35κνεῖται αὐτῆς τὸ πρῶτον· τῆς δὲ τελευτῆς τοῦ μὲν αἰσθανό‐ μεθα, τοῦ δὲ ὅλως οὐκ αἰσθανόμεθα. ὥστε εἰκότως ὁ μὲν ἀσθενὴς παυόμενος (ἀσθενὴς γὰρ ἡ τελευτὴ πάντων), ὁ δὲ
οὔ· τῆς γὰρ τελευτῆς οὐκέτι αἰσθανόμεθα αὐτοῦ.
Prob
.

945a

Διὰ τί οὗ μὲν κόλποι εἰσί, τροπαῖαι γίνονται, οὗ δὲ ἀνα‐ πεπταμένα πελάγη, οὐ γίνονται; ἢ διότι εἰς μὲν τοὺς κόλπους ῥέον οὐ διασπᾶται τὸ πνεῦμα μᾶλλον, ἀλλ’ ἀθρόον ἐπὶ πολὺ φέρεται, ἐν δὲ τοῖς ἀναπεπταμένοις ἐξ ἀρχῆς τε αἱ ἀπο‐
5γέαι εὐθὺς διασπῶνται μᾶλλον, καὶ ὅταν ῥέωσι, ταὐτὸ πά‐ σχουσι διὰ τὸ πολλαχῇ ἐξεῖναι ὁρμῆσαι· ἔστι γὰρ ἡ τρο‐ παία ἀπόγεος ἀνάκλασις. Διὰ τί λέγεται “ἀρχομένου τε νότου καὶ λήγοντος βο‐ ρέαο;” ἢ διότι ὁ μὲν βορέας, διὰ τὸ ὑπείκειν ἡμᾶς αὐτῷ
10καὶ εἶναι τὴν οἴκησιν πρὸς ἄρκτον, εὐθὺς μέγα πνεῖ; ἅμα γὰρ ἄρχεται καὶ πάρεστιν. διὸ παυόμενος ἡδὺ πνεῖ· τότε γὰρ ἀσθενὴς πνεῖ. ὁ δὲ νότος διὰ τὸ πόρρωθεν ὕστερον μεί‐ ζων ἀφικνεῖται. Διὰ τί ἐν τοῖς νοτίοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώ‐
15τερον οἱ ἄνθρωποι; ἢ διότι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται, διατηκόμενον διὰ τὴν ἀλέαν, καὶ ἐκ πνεύματος κούφου ὑγρὸν βαρύ· εἶτα ἡ δύναμις ἀτονεῖ. Διὰ τί ἐν τοῖς βορείοις βρωτικώτεροι ἢ ἐν τοῖς νοτίοις; ἢ διότι ψυχρότερα τὰ βόρεια;
20 Διὰ τί ὁ νότος οὐ πνεῖ κατ’ αὐτὴν τὴν Αἴγυπτον τὰ πρὸς θάλατταν, οὐδ’ ὅσον ἡμέρας δρόμον καὶ νυκτός· τὰ δὲ ὑπὲρ Μέμφεως καὶ ἀποσχόντι δρόμον ἡμέρας καὶ νυκτὸς λαμπρός· καὶ πρὸς ἑσπέραν οὐ πνεῖ, ὅσον δύο ἡμερῶν καὶ νυκτῶν δρόμον, τὰ δὲ πρὸς ἕω λίβες πνέουσιν; ἢ διότι κοίλη
25τὰ κάτω ἡ Αἴγυπτός ἐστι, διὸ ὑπερπίπτει αὐτῆς, ἄνω δὲ καὶ πόρρω ὑψηλότεροι οἱ τόποι. Διὰ τί ὁ νότος ἀρχόμενος μὲν μικρός ἐστι, λήγων δὲ μείζων γίνεται, ὁ δὲ βορέας ἀνάπαλιν, διὸ καὶ ἡ παροιμία λέγει εὖ πλεῖν ἀρχομένου τε νότου καὶ λήγοντος βορέαο; ἢ
30διότι πρὸς ἄρκτον μᾶλλον ἢ πρὸς μεσημβρίαν οἰκοῦμεν, πνεῖ δὲ ὁ μὲν βορέας ἀπὸ τῆς ἄρκτου, ὁ δὲ νότος ἀπὸ τῆς με‐ σημβρίας. εἰκότως οὖν ὁ μὲν ἀρχόμενος εὐθὺς σφοδρὸς πρόσκειται τοῖς πλησίον τόποις μᾶλλον, καὶ μετὰ ταῦτα μεταλλάττει τὸ σφοδρὸν πρὸς ἐκείνους. ὁ δὲ νότος τοὐναντίον
35ἀρχόμενος μὲν τοῖς πρὸς μεσημβρίαν οἰκοῦσιν ἔγκειται, ἐπει‐ δὰν δὲ παραλλάξῃ, τοῖς πρὸς ἄρκτον λαμπρὸς καταπνεῖ. Διὰ τί λέγεται “εἰ δ’ ὁ νότος βορέαν προκαλέσσεται, αὐτίκα χειμών;” ἢ διότι ὁ νότος τοιοῦτός ἐστιν οἷος νεφέλας
καὶ ὕδωρ πολὺ συναίρειν; ὅταν οὖν τοιαύτης τῆς καταστά‐Column end
Prob
.

945b

σεως οὔσης ἐπιπνεύσῃ ὁ βορέας, πολλῆς αὐτῷ ὕλης ὑπαρ‐ χούσης πήγνυσι καὶ χειμῶνα ποιεῖ. διὸ λέγεται “εἰ βορρᾶς πηλὸν καταλήψεται, αὐτίκα χειμών.” ὁ δὲ πηλὸς καὶ ὅλως τὰ ὕδατα ὑπὸ τοῦ νότου ἢ μάλιστα ἢ πλειστάκις γίνεται.
5 Διὰ τί ἐπὶ μὲν τῷ νότῳ ταχὺς ὁ βορέας, ἐπὶ δὲ τούτῳ ὁ νότος οὐ ταχὺς ἐπιπίπτει; ἢ ὅτι τῷ μὲν ἐγγύθεν τῷ δὲ πόρρωθεν ἡ ἄφιξις; ἡ γὰρ οἴκησις πρὸς βορέαν ἡμῶν. Διὰ τί τὰ πνεύματα ψυχρά ἐστιν, ὄντα ἀπὸ τῆς τοῦ θερμοῦ συγκινήσεως; ἢ οὐ πάντως ἡ ὑπὸ τοῦ θερμοῦ κίνησις
10θερμὴ γίνεται, ἐὰν μὴ τρόπον τινὰ γίνηται; ἀλλ’ ἐὰν μὲν ἀθρόως ἐμπίπτῃ, καίει αὐτὸ τὸ ἀφιὲν θερμή· ἐὰν δὲ διὰ στενοῦ καὶ κατὰ μικρόν, αὐτὴ μὲν θερμή, ὁ δὲ ὑπὸ τούτου κι‐ νούμενος ἀήρ, οἷος ἄν ποτε τυγχάνῃ προϋπάρχων, τοιαύτην καὶ τὴν κίνησιν ἀπετέλεσεν, ὥσπερ καὶ ἐπὶ τοῦ σώματος.
15φασὶ γὰρ ἐκ τοῦ αὐτοῦ θερμὸν καὶ ψυχρὸν ἡμᾶς πνεῖν, τοῦτο δὲ οὐκ ἀληθές, ἀλλὰ τὸ μὲν ἐξιὸν θερμὸν ἀεί. σημεῖον δὲ τὸ ἐγγὺς προσαγαγόντι τοιοῦτον φαίνεσθαι. διαφέρει δὲ ἡ ἔκπτωσις αὐτοῦ. ἐὰν μὲν γὰρ διὰ πολλοῦ ἀφίωμεν χανόν‐ τες, θερμὸν φαίνεται διὰ τὸ αὐτοῦ αἰσθάνεσθαι, ἐὰν δὲ διὰ
20στενοῦ, σφοδρότερον γινόμενον ὠθεῖ τὸν πλησίον ἀέρα, κἀκεῖ‐ νος τὸν ἐχόμενον. ψυχροῦ δὲ ὄντος τοῦ ἀέρος καὶ ἡ κίνησις αὐτοῦ ψυχρὰ γίνεται. μήποτε δὲ καὶ ἐπὶ τῶν πνευμάτων τὸ αὐτὸ συμβαίνει, καὶ διὰ στενοῦ ἡ πρώτη κίνησις· εἶτ’ ἐκεῖ‐ νον μὲν διήνεγκεν, ἕτερος δὲ ἀὴρ ἐπιρρεῖ. διὸ καὶ τοῦ μὲν
25θέρους θερμά, τοῦ δὲ χειμῶνος ψυχρὰ τὰ πνεύματα, ὅτι ἐν ἑκατέρῳ τοιοῦτος ὁ ἀὴρ ὁ προϋπάρχων· ἐπεὶ ὅτι γε οὔτε αὐτὸς ὑφ’ ἑαυτοῦ κινούμενος ὁ ἀὴρ οὔτε ὑπὸ τοῦ θερμοῦ κρατού‐ μενος φέρεται ταύτην τὴν φοράν, δῆλον οὐ μόνον τούτῳ ὅτι θερμαίνει τὰ πνεύματα πλείονος τοῦ θερμοῦ ἐνόντος, ἀλλὰ
30καὶ ἄνω ἐφέρετο. τὸ γὰρ πῦρ τοιοῦτον, τὸ δὲ ψυχρὸν κάτω πέφυκε φέρεσθαι. τὰ δὲ πνεύματα πλάγια εἰκότως· ἐπεὶ γὰρ τὸ μὲν ἄνω τὸ δὲ κάτω βιάζεται, καὶ οὐδέτερον κρατεῖ, μένειν δὲ οὐχ οἷόν τε, λοξὴν τὴν φορὰν εἰκότως γίνεσθαι.
35 Διὰ τί οἱ νότοι ἐν τῇ Λιβύῃ ψυχροί, ὥσπερ παρ’ ἡμῖν οἱ βορέαι; ἢ πρῶτον μὲν διὰ τὸ ἐγγυτέρω εἶναι ἡμῖν τε κἀκείνοις τὰς ἀρχὰς τῶν πνευμάτων. εἰ γάρ, ὥσπερ εἴπομεν, διὰ στενοῦ γίνεται τὰ πνεύματα, τοῖς ἐγγυτέρω
ψυχρότερα ἔσται διὰ τὴν σφοδρότητα τῆς κινήσεως· εἰς
Prob
.

946a

γὰρ τὸ πόρρω προϊούσης διαχεῖται. διὸ καὶ παρ’ ἡμῖν οἱ βορέαι ψυχροί, ὅτι ἐγγυτέρω καὶ παντελῶς πρὸς τῇ ἄρκτῳ οἰκοῦμεν. Διὰ τί οἱ νότοι οἱ ξηροὶ καὶ μὴ ὑδατώδεις πυρετώδεις;
5ἢ ὅτι ὑγρότητα θερμὴν ἀλλοτρίαν ἐμποιοῦσι τοῖς σώμασιν; εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει, τοῦτο δ’ ἐστὶ πυρετῶδες· ὁ γὰρ πυρετὸς ὑπ’ ἀμφοτέρων τούτων ἐστὶν ὑπερβολῆς. ὅταν μὲν οὖν ὑπὸ τοῦ ἡλίου ἄνευ ὕδατος πνέωσι, ταύτην τὴν τάξιν, ὅταν δὲ ἅμα τῷ ὕδατι, τὸ ὕδωρ καταψύχει.
10 Διὰ τί οἱ ἐτησίαι ταύτην δὴ τὴν ὥραν ἀεὶ καὶ τοσοῦτοι πνέουσιν; καὶ διὰ τί ληγούσης τῆς ἡμέρας λήγουσι καὶ τῆς νυκτὸς οὐ πνέουσιν; ἢ τοῦτο μὲν διὰ τὸ τὴν χιόνα τηκομένην παύεσθαι ὑπὸ τοῦ ἡλίου πρὸς ἑσπέραν καὶ τὴν νύκτα; ὅλως δὲ πνέουσιν, ὅταν ὁ ἥλιος κρατεῖν καὶ λύειν ἄρξηται τὸν
15πρὸς βορέαν πάγον. ἀρχομένου μὲν οὖν οἱ πρόδρομοι, ἤδη δὲ λυομένου οἱ ἐτησίαι. Διὰ τί ὁ ζέφυρος λειότατός τε τῶν ἀνέμων καὶ ψυ‐ χρός, καὶ δύο ὥρας πνεῖ μάλιστα, ἔαρ τε καὶ μετόπωρον, καὶ πρὸς ἑσπέραν τῆς ἡμέρας, καὶ ἐπὶ τὴν γῆν μάλιστα;
20ἢ ψυχρὸς μὲν διὰ τὸ πνεῖν ἀπὸ τῆς θαλάττης καὶ πεδίων ἀναπεπταμένων; ἧττον μὲν οὖν ψυχρὸς τοῦ βορέου διὰ τὸ ἀφ’ ὕδατος πνευματουμένου καὶ μὴ χιόνος πνεῖν, ψυχρὸς δὲ διὰ τὸ μετὰ χειμῶνα, ἄρτι τοῦ ἡλίου κρατοῦντος, πνεῖν. καὶ μετοπώρου, ὅτι οὐκέτι κρατεῖ ὁ ἥλιος· οὐ γὰρ ὥσπερ ἐν
25γῇ ὑπομένει τὴν ὕλην, ἀλλὰ πλανᾶται διὰ τὸ ἐφ’ ὑγροῦ βε‐ βηκέναι. καὶ ὁμαλὸς διὰ τὸ αὐτό· οὐ γὰρ ἀπὸ ὀρέων πνεῖ, οὐδὲ βίᾳ τηκομένου, ἀλλὰ ῥᾳδίως ὥσπερ δι’ αὐλῶνος ῥέων. τὰ μὲν γὰρ πρὸς βορέαν καὶ νότον ὀρεινά· πρὸς ἑσπέραν δὲ οὔτε ὄρος οὔτε γῆ ἐστίν, ἀλλὰ τὸ Ἀτλαντικὸν πέλαγος, ὥστε
30ἐπὶ τῆς γῆς φέρεται. καὶ πρὸς ἑσπέραν δὲ τῆς ἡμέρας πνεῖ διὰ τὸν τόπον· τότε γὰρ ὁ ἥλιος πλησιάζει τῷ τόπῳ. καὶ τῆς νυκτὸς παύεται διὰ τὸ ἐκλείπειν τὴν τοῦ ἡλίου κίνησιν. Διὰ τί, ὅταν ὁ εὖρος πνεῖ, μείζω φαίνεται τὰ πάντα; ἢ ὅτι ζοφωδέστατον τὸν ἀέρα ποιεῖ;
35 Διὰ τί τὸν μὲν χειμῶνα πρωῒ ἀπὸ τῆς ἕω τὰ πνεύ‐ ματα πνεῖ, τὸ δὲ θέρος δείλης καὶ ἀπὸ δυσμῶν ἡλίου; ἢ ὅτι ἃ ἡμῖν συμβαίνει τοῦ θέρους, ταῦτα τοῦ χειμῶνος τοῖς τὸ ἐναντίον τῆς γῆς ἡμισφαίριον οἰκοῦσιν, ἡμῖν δὲ τοῦ χειμῶνος
πρωῒ καὶ ἀφ’ ἕω τὰ πνεύματα πνεῖ διὰ τὸ τὸν ἀέρα κά‐Column end
Prob
.

946b

θυγρον ἐν τῇ νυκτὶ διακρίνεσθαι καὶ κινεῖσθαι τὸ πρωῒ ὑπὸ τοῦ ἡλίου, καὶ πρῶτον τὸν ἔγγιστα τοῦ ἡλίου. ποιεῖ δὲ τοῦτο ὁ ἥλιος καὶ πρὸ ἀνατολῆς· διὸ αὖραι οὐχ ἧττον πρὸ ἀνατο‐ λῆς πνέουσιν. ἐπειδὴ οὖν καὶ ἐφ’ ἑαυτὸν ἕλκει ὁ ἥλιος τὰ
5ὑγρὰ καὶ κινεῖ πρὸ ἀνατολῆς τοῦ χειμῶνος ὑγρὸν ὄντα τὸν παρ’ ἡμῖν ἀέρα, δῆλον ὡς καὶ ἐφ’ ἑαυτὸν ἂν ἕλκοι, ὢν ἐν τῷ κάτω ἡμισφαιρίῳ, καὶ δείλη ἐκείνοις ὃ ἡμῖν ἐστὶν ὄρ‐ θρος. ὥστε συμβαίνοι ἂν τὸν ὑπὸ τοῦ ἡλίου πρὸ ἀνατολῆς παρ’ ἡμῶν ἐφ’ ἑαυτὸν ἑλκόμενον ἀέρα, τοῦτον τοῖς κάτω
10γενέσθαι ζέφυρον καὶ δείλης πνεῖν. ὃ δὲ ἐν τῷ παρ’ ἡμῖν χειμῶνι, τῆς ἕω ἐκείνοις συμβαίνει, ὃ δὲ ἐν τῷ θέρει, τῆς δείλης ἡμῖν. ὅτε γὰρ παρ’ ἡμῖν θέρος, ἐκεῖ χειμών ἐστι, καὶ ἡ ἡμετέρα δείλη ἐκείνοις ὄρθρος. καθ’ ἣν ἐκείνοις μὲν αὔρας ἐξ ἑώας συμβαίνει πνεῖν, ἡμῖν δὲ ζεφύρους διὰ ταὐτὰ
15τοῖς προειρημένοις. τοῦ δὲ θέρους καὶ ἑῶαι μὲν οὐ πνέουσιν, ὅτι εἰς ξηρότερον ἔτι τὸν παρ’ ἡμῖν ἀέρα ὁ ἥλιος ἀνατέλλει διὰ τὸ ὀλίγον χρόνον αὐτοῦ ἀπογεγονέναι· ζέφυροι δὲ οὐ πνέουσι δείλης τοῦ χειμῶνος, ὅτι οὐδ’ ἐν τῷ κάτω ἡμισφαι‐ ρίῳ ἑῶοι ταύτην τὴν ὥραν διὰ τὰ προειρημένα, ὅθεν ὁ ἥλιος
20ἐφ’ ἑαυτὸν ἕλκων τὰ ὑγρὰ τὸν παρ’ ἡμῖν ζέφυρον ποιεῖ. Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν ἀνέμων; ἢ ὅτι ἐν μεθορίῳ ἐστὶ τῶν θερμῶν καὶ ψυχρῶν πνευμάτων, γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνάμεως αὐτῶν κοι‐ νωνεῖ· διὸ εὔκρατός ἐστιν. ὁ δὲ ἀπηλιώτης ἧττον κοινωνεῖ,
25ὢν ἐν τῷ μέσῳ τῶν αὐτῶν. ἀπηλιώτης μὲν γὰρ πνέων τὰ πρὸς νότον πνεύματα κινεῖ (ἐνταῦθα γὰρ ἡ μετάστασις αὐτοῦ ἐστίν), κινῶν δὲ οὐ μίγνυται αὐτοῖς. ὁ δὲ ζέφυρος καὶ κινεῖ‐ ται ὑπὸ τῶν νότων καὶ πνέων κινεῖ τὰ βόρεια· τελευτᾷ γὰρ ἐνταῦθα ἡ περίοδος τῶν πνευμάτων. διὸ τῶν μὲν τὴν
30τελευτὴν τῶν δὲ τὴν ἀρχὴν ἔχων ἐν ἑαυτῷ δικαίως ἡδύς ἐστι καὶ δοκεῖ εἶναι. Διὰ τί ἄλλοις ἄλλοι τῶν ἀνέμων ὑέτιοι, οἷον ἐν μὲν τῇ Ἀττικῇ καὶ ταῖς νήσοις ὁ Ἑλλησποντίας, ἐν Ἑλλη‐ σπόντῳ δὲ ὁ βορέας καὶ ἐν Κυρήνῃ, περὶ Λέσβον δὲ νότος;
35ἢ ὅπου ἂν ἄθροισις νεφῶν, ἐνταῦθα ὕδωρ; ἐνταῦθα γὰρ ἡ πύκνωσις ἀθροίζεται, ὅπου ἂν προκαθίζεσθαι ἔχῃ. διὸ καὶ ἐν τοῖς ὄρεσι μᾶλλον ὕει ἢ ὅπου ἂν τὸ πλῆθος ὑπεξάγειν δύνηται· περικαταλαμβανόμενον γὰρ πυκνοῦται· δεῖ δὲ
τοῦτο γενέσθαι. καὶ ἐν ταῖς εὐδίαις μᾶλλον ὕει. ἐν Ἑλ‐
Prob
.

947a

λησπόντῳ μὲν οὖν ἄνωθεν ὁ βορέας πολλὰ συνωθεῖ νέφη, πρὸς δὲ τὴν Ἀττικὴν καὶ τὰς νήσους ὁ Ἑλλησποντίας, ὥσ‐ περ ὕλην ἔχων· καὶ γὰρ περιίσταται τὰ πολλὰ ἐκ τοῦ βο‐ ρέου. περὶ δὲ Λέσβον ὁ εὖρος καὶ ὁ νότος ἐκ τοῦ πελάγους
5φέροντες πολλὰ νέφη προσβάλλει τῇ χώρᾳ. τὸν αὐτὸν τρό‐ πον καὶ ἐπὶ τῶν ἄλλων. Διὰ τί λέγεται “μή ποτ’ ἀπ’ ἠπείρου δείσῃς νέφος ἀλλ’ ἀπὸ πόντου χειμῶνος, θέρεος δὲ ἀπ’ ἠπείροιο μελαί‐ νης;” ἢ διότι τοῦ μὲν χειμῶνος ἡ θάλαττα θερμοτέρα, ὥστε
10εἴ τι συνέστη, δῆλον ὅτι ἀπ’ ἀρχῆς ἰσχυρᾶς συνέστηκεν· ἐλύθη γὰρ ἂν διὰ τὸ ἀλεεινὸ εἶναι τὸν τόπον. τοῦ δὲ θέ‐ ρους ἡ μὲν θάλαττα ψυχρά, καὶ τὰ πόντια πνεύματα, ἡ δὲ γῆ θερμή, ὥστε εἴ τι ἀπὸ τῆς γῆς φέρεται, διὰ μείζονος ἀρχῆς συνέστη· διελύθη γὰρ ἄν, εἰ ἀσθενὲς ἦν.
15 Διὰ τί ἐν τῇ Ἀρκαδίᾳ ὑψηλῇ οὔσῃ τὰ μὲν πνεύματα οὐθὲν ψυχρότερα τῶν παρὰ τοῖς ἄλλοις, ὅταν δὲ νηνεμία ᾖ καὶ ἐπινέφελα, ψυχρά, ὥσπερ ἐν τοῖς ὁμαλέσι τοῖς ἑλώ‐ δεσιν; ἢ ὅτι καὶ ἡ Ἀρκαδία ὁμοία γίνεται τοῖς ἑλώδεσιν· οὐ γὰρ ἔχει ἐξόδους τοῖς ὕδασιν εἰς θάλατταν, διὸ καὶ βά‐
20ραθρα πολλὰ αὐτόθι ἐστίν. ὅταν μὲν οὖν ᾖ ἄνεμος, ἀπορρι‐ πίζει τὴν ἐκ τῆς γῆς ἀναθυμίασιν, οὖσαν ψυχράν· αὐτὰ δὲ τὰ πνεύματα οὐ ψυχρὰ διὰ τὸ ἀπὸ τῆς θαλάττης προσ‐ βάλλειν· ἐν δὲ ταῖς νηνεμίαις ἀνιοῦσα ἡ ἀτμὶς ἀπὸ τοῦ ἐμ‐ μένοντος ὕδατος ποιεῖ τὸ ψῦχος.
25 Διὰ τί, ἂν ἕωθεν πνεῖν ἄρξηται, διημερεύει μᾶλλον; ἢ διότι ἀρχομένου τοῦ ἡλίου σφοδροτάτη ἡ φορά, διὸ ἐκτεί‐ νεται τοιαύτη οὖσα. σημεῖον δὲ ὅτι ἰσχυρὰ ἡ σύστασις. Διὰ τί βορέας τὴν ἡμέραν μὲν λαμπρός, τὴν δὲ νύ‐ κτα πίπτει; ἢ διότι γίνεται ἀπὸ πεπηγότος ὑετοῦ, ὅταν
30ἀναθυμιᾶται διὰ τὸν ἥλιον; πίπτει δὲ νυκτός, ὅτι οὐχ ἡ αὐτὴ γένεσις, ἀλλὰ τοὐναντίον ποιεῖ· τὰς γὰρ νύκτας ἐκ‐ πνεῖ, τὰς δὲ ἡμέρας ἧττον. Διὰ τί τὰ ἀράχνια τὰ πολλὰ ὅταν φέρηται, πνεύ‐ ματός ἐστι σημεῖα; πότερον ὅτι ἐργάζεται ὁ ἀράχνης ἐν
35ταῖς εὐδίαις, φέρεται δὲ διὰ τὸ ψυχόμενον τὸν ἀέρα συ‐ νιέναι πρὸς τὴν γῆν, τὸ δὲ ψύχεσθαι ἀρχὴ χειμῶνος· ση‐ μεῖον οὖν ἡ φορὰ τῶν ἀραχνίων. ἢ ὅτι μετὰ τὰ ὕδατα καὶ τοὺς χειμῶνας γίνεται τῶν ἀραχνίων ἀθρόα ἡ φορά, ἐν ταῖς
εὐδίαις ἐργαζομένων, διὰ τὸ ἐν τῷ χειμῶνι μὴ φαίνεσθαι;Column end
Prob
.

947b

δύσριγον γὰρ τόδε. καὶ φερόμενοι ὑπὸ τοῦ πνεύματος πολὺ ἐκπηνίζονται. μετὰ δὲ τὰ ὕδατα εἴωθε πνεύματα γίνεσθαι ὡς τὰ πολλά. Διὰ τί οἱ βορέαι μεγάλοι τοῦ χειμῶνος ἐν τοῖς ψυ‐
5χροῖς τόποις ἐπινέφελοι, ἔξω δὲ αἴθριοι; ἢ ὅτι ἅμα ψυχροί εἰσι καὶ μεγάλοι, ἐγγὺς δὲ μᾶλλον ψυχροί, ὥστε φθά‐ νουσι πηγνύντες πρὶν ἀπῶσαι τὰ νέφη· ὅταν δὲ παγῇ, μέ‐ νουσι διὰ βάρος. ἔξω δὲ τῷ μεγέθει ἐργάζονται μᾶλλον ἢ τῷ ψυχρῷ.
11
ΚΖ. ΟΣΑ ΠΕΡΙ ΦΟΒΟΝ ΚΑΙ ΑΝΔΡΕΙΑΝ. Διὰ τί οἱ φοβούμενοι τρέμουσιν; ἢ διὰ τὴν κατάψυξιν; ἐκλείπει γὰρ τὸ θερμὸν καὶ συστέλλεται· διὸ καὶ αἱ κοιλίαι λύονται τοῖς πολλοῖς.
15 Διὰ τί οὖν καὶ διψῶσιν ἔνιοι, καθάπερ οἱ μέλλοντες κολάζεσθαι; οὐ γὰρ ἔδει καταψυχομένων. ἢ οὐκ ἐν ταὐτῷ τόπῳ ἡ κατάψυξις καὶ ἡ θερμότης, ἀλλ’ ἡ μὲν ἐν τῷ ἐπι‐ πολῆς, ἔνθεν ἐκλείπει τὸ θερμόν, ἡ δὲ ἐν τῷ ἐντός, ὥστε ἐκθερμαίνει; σημεῖον δὲ καὶ τὸ λύεσθαι τὰς κοιλίας. ἀνα‐
20ξηραινομένου δὴ τοῦ κυρίου τόπου τὸ δίψος. ὅμοιον δὲ ἔοικεν ὥσπερ τοῖς ἠπιαλοῦσιν, οἳ ἅμα τῷ ῥιγοῦν διψῶσιν· οὐδὲ γὰρ ὁ αὐτὸς οὐδ’ ἐκεῖ τόπος ψύχεται καὶ θερμαίνεται. Διὰ τί ἐν μὲν τοῖς θυμοῖς εἰς τὸ ἐντὸς ἀθροιζομένου τοῦ θερμοῦ διάθερμοι καὶ θαρραλέοι, ἐν δὲ τοῖς φόβοις ἀνάπα‐
25λιν; ἢ οὐκ εἰς τὸν αὐτὸν τόπον, ἀλλὰ τοῖς μὲν ὀργιζομένοις περὶ τὴν καρδίαν, διὸ καὶ θαρρητικοὶ καὶ ἐν ἐρυθήματι καὶ πνεύματος πλήρεις, ἄνω τῆς φορᾶς οὔσης, τοῖς δὲ φοβου‐ μένοις κάτω συμφευγόντων τοῦ αἵματος καὶ τοῦ θερμοῦ, διὸ καὶ ἡ λύσις τῶν κοιλιῶν· ἐπεὶ καὶ ἡ τῆς καρδίας πήδησις
30οὐχ ὁμοία, ἀλλὰ τοῖς μὲν ὡς ἂν διὰ τὴν ἔκλειψιν πυκνὴ καὶ νυγματώδης, τοῖς δὲ ὡς ἂν ἀθροιζομένου πλείονος θερ‐ μοῦ· διὸ καὶ τὸ ἀναζεῖν καὶ τὸ ὀρίνεσθαι τὸν θυμὸν καὶ ταράττεσθαι, καὶ ὅσα τοιαῦτα λέγουσιν οὐ κακῶς ἀλλ’ οἰ‐ κείως. ἆρ’ οὖν καὶ διὰ τοῦτο τὸ δίψος, ἐπεὶ τό γε ξηρὸν
35πτύειν καὶ ὁ σαυσαρισμὸς καὶ τὰ τοιαῦτα γίνεται διὰ τὴν ἀναφορὰν τοῦ πνεύματος ἅμα καὶ θερμοῦ. καὶ τὸ δίψος δὲ δῆλον ὡς ἐκθερμαινομένου τοῦ σώματος. πῶς οὖν ὁ αὐτὸς τόπος ἀναξηραίνεται ἀμφοῖν, ᾧ διψῶμεν, καὶ τῷ φοβου‐
μένῳ καὶ τῷ ὀργιζομένῳ; ὁ δὲ φόβος ὅτι διψητικόν, καὶ
Prob
.

948a

οἱ ἐν ταῖς τροπαῖς δηλοῦσιν· οὐδαμοῦ γὰρ οὕτω διψῶσιν. καὶ οἱ ἀγωνιῶντες δὲ σφόδρα· διὸ καὶ διακλύζονται καὶ ἐπιρ‐ ροφοῦσι, καθάπερ Παρμένων ὁ ὑποκριτής. ἢ τούτοις μὲν οὐκ ἔστι δίψος, ἀλλὰ ξηρότης πεφευγότος τοῦ αἵματος, ὅθεν καὶ
5ὠχροί; σημεῖον δὲ τὸ μὴ πίνειν πολύ, ἀλλὰ καὶ βροχθί‐ σαι. οἱ δ’ ἐν ταῖς τροπαῖς μετὰ πόνου. διὸ διψῶσι καὶ οἱ μέλλοντες κολάζεσθαι· καὶ οὐθὲν ἄτοπον. ἐν δὲ τοῖς πολε‐ μικοῖς ἔνιοι καὶ τῶν ἀνδρείων, ὅταν διασκευασθῶσι, καὶ τρέμουσιν οὐκ ἐξεστηκότες ἀλλὰ θαρροῦντες· ὧν εἰώθασι μα‐
10στιγοῦν τὸ σῶμα πλατεῖ νάρθηκι, εἰ δὲ μή, ταῖς χερσὶν ἀναθερμανθέντες. ἔοικε δὴ διὰ τὴν ὀξύτητα καὶ τὴν φορὰν τοῦ θερμοῦ ἀνωμαλία τις εἶναι περὶ τὸ σῶμα ταραχώδης. Διὰ τί οἱ ἀνδρεῖοι ὡς ἐπὶ τὸ πολὺ φίλοινοι; ἢ ὅτι οἱ ἀνδρεῖοι θερμοί, ἡ δὲ θερμότης περὶ τὰ στήθη. ἐνταῦθα γὰρ
15καὶ ὁ φόβος φαίνεται, γινόμενος κατάψυξίς τις. ὥστε περὶ τὴν καρδίαν ἧττον μὲν μένει, τοῖς δὲ πηδᾷ ψυχομένη. ὅσοι οὖν τὸν πνεύμονα ἔχουσιν ἔναιμον, θερμὸν ἔχουσι τοῦτον ὥσπερ οἰνωμένοι, ὥστε οὐ ψύχει ἡ φαντασία τοῦ δεινοῦ. οἱ δὲ τοιοῦτοι καὶ φιλοπόται. ἥ τε γὰρ τοῦ ποτοῦ ἐπιθυμία διὰ τὴν τούτου
20τοῦ μορίου θερμότητά ἐστιν (εἴρηται δὲ περὶ αὐτοῦ ἐν ἄλλοις) καὶ τοῦ παυστικοῦ ἡ ἐπιθυμία. ὁ δὲ οἶνος θερμὸς μὲν τὴν φύ‐ σιν, παύει δὲ τὴν δίψαν μᾶλλον τοῦ ὕδατος, καὶ μάλιστα τῶν αὐτῶν· δι’ ἣν αἰτίαν, εἴρηται ἐν ἄλλοις. διὸ καὶ οἱ ἐν τῇ περιπνευμονίᾳ καὶ οἱ μαινόμενοι ἀμφότεροι ἐπιθυμοῦσιν
25οἴνου· καίτοι τῶν μὲν διὰ τὴν θερμασίαν θερμὸς ὁ πνεύμων, τῶν δὲ διὰ τὴν ταραχήν. ἐπεὶ οὖν οἱ αὐτοὶ ὡς ἐπὶ τὸ πολὺ τῷ γένει διψητικοὶ καὶ ἀνδρεῖοι, οἴνου δὲ οἱ διψητικοὶ ἐπιθυ‐ μητικοί, οἱ δὲ τοιοῦτοι φιλοπόται, ἀναγκαῖον ὡς ἐπὶ τὸ πολὺ παρακολουθεῖν ἀλλήλοις τὰς φύσεις. διὸ καὶ οἱ οἰνωμένοι
30ἀνδρειότεροι τῶν μή. Διὰ τί μάλιστα τὴν ἀνδρείαν τιμῶσιν αἱ πόλεις, οὐ βελτίστην οὖσαν τῶν ἀρετῶν; ἢ ὅτι διατελοῦσιν ἢ πολεμοῦντες ἢ πολεμούμενοι, αὕτη δὲ ἐν ἀμφοῖν χρησιμωτάτη ἐστίν. τι‐ μῶσι δὲ οὐ τὰ βέλτιστα, ἀλλὰ τὰ αὑτοῖς βέλτιστα.
35 Διὰ τί οἱ φοβούμενοι μάλιστα τρέμουσι τὴν φωνὴν καὶ τὰς χεῖρας καὶ τὸ κάτω χεῖλος; ἢ διότι ἔκλειψίς ἐστι τὸ πάθος θερμοῦ ἐκ τῶν ἄνω τόπων· διὸ καὶ ὠχριῶσιν. διὰ μὲν οὖν τὸ ἐκ τοῦ στήθους ἡ φωνὴ τρέμει, ψυχομένου ᾧ κινεῖται.
ὁμοίως δὲ καὶ αἱ χεῖρες· ἐκ τοῦ στήθους γὰρ ἤρτηνται. τὸ δὲColumn end
Prob
.

948b

κάτω χεῖλος, ἀλλ’ οὐ τὸ ἄνωθεν, κάτω κρέμαται ᾗ ῥέπει· τὸ δὲ κάτωθεν ἄνω παρὰ φύσιν, ἀλλ’ ὑπὸ τοῦ θερμοῦ ἄνω ἠρεμεῖ· οὗ ὑφαιρουμένου διὰ τὸ ψύχεσθαι τρέμει. καὶ ἐν τοῖς θυμοῖς δὲ διὰ τὸ αὐτὸ ἀποκρεμάννυται τὸ χεῖλος. δῆλον
5δὲ ἐπὶ τῶν παιδίων· συνθεῖ γὰρ εἰς τὴν καρδίαν τὸ θερμόν. Διὰ τί οἱ φοβούμενοι τρέμουσι, καὶ μάλιστα τὴν φωνὴν καὶ τοῦ σώματος τὰς χεῖρας καὶ τὸ κάτω χεῖλος; ἢ διότι ἐκ τούτου τοῦ τόπου ἐκλείπει τὸ θερμὸν ἐν ᾧ ἡ φωνή; τὸ δὲ χεῖλος καὶ τὰς χεῖρας, ὅτι εὐκινητότατα καὶ ἥκιστα ἔναιμα.
10καὶ προΐενται μὲν τὴν χολήν, συσπῶσι δὲ τὰ αἰδοῖα, προΐεν‐ ται μὲν διὰ τὸ συντήκειν τὸ καταβαῖνον θερμόν, ἀνασπῶσι δέ, ὅτι ἔξωθεν φόβος· εἰς τοὐναντίον οὖν ἡ φυγή. Διὰ τί οἱ φοβούμενοι καὶ διψῶσι καὶ ῥιγῶσιν; ταῦτα δὲ ἐναντία τὰ πάθη. ἢ ῥιγοῦσι μὲν ψυχόμενοι, διψῶσι δὲ
15θερμαινόμενοι; διότι ἐν τῷ φοβεῖσθαι τὸ θερμὸν ἐκλείπει καὶ τὸ ὑγρὸν ἐκ τῶν ἄνω τόπων. δηλοῖ δὲ τὸ χρῶμα καὶ αἱ κοιλίαι· τὸ μὲν γὰρ πρόσωπον ὠχρόν, αἱ δὲ κοιλίαι ἐνίοτε λύονται. διὰ μὲν οὖν τὸ ἐκλείπειν τὸ θερμὸν ἐκ τῶν ἄνωθεν τὸ ῥῖγος γίνεται, διὰ δὲ τὸ ὑγρὸν ἡ δίψα.
20 Διὰ τί τοῦ τε φόβου λύπης τινὸς ὄντος καὶ τῆς ἀλγη‐ δόνος, οἱ μὲν ἀλγοῦντες ἀναβοῶσιν, οἱ δὲ φοβούμενοι σιωπῶ‐ σιν; ἢ οἱ μὲν ἀλγοῦντες κατέχουσι τὸ πνεῦμα (διὸ ἀθρόον ἐξιὸν μετὰ φωνῆς ἐξέρχεται), τῶν δὲ φοβουμένων κατέ‐ ψυκται τὸ σῶμα καὶ τὸ θερμὸν κάτω ἐνήνεκται, ὃ ποιεῖ
25πνεύματα. ᾗ οὖν ἐνήνεκται μάλιστα, ἐνταῦθα καὶ ποιεῖ αὐτά. διὸ καὶ ἀποψοφοῦσιν οἱ φοβούμενοι. ἡ δὲ φωνή ἐστι φορὰ πνεύματος ἄνω πως καὶ διά τινων γινομένη. τοῦ δὲ τοὺς ἀλγοῦντας κατέχειν τὸ πνεῦμα αἴτιον, ὅτι ταῖς ἐνυπαρ‐ χούσαις ἡμῖν βοηθείαις φύσει εὐθὺς πάντες παθόντες ἄνευ
30λογισμοῦ χρώμεθα, καθάπερ καὶ τὰ ἄλλα ζῷα· τὰ μὲν γὰρ κέρασι, τὰ δὲ ὀδοῦσι, τὰ δὲ ὄνυξιν ἀμύνεται. πρὸς δὲ τὰ ἀλγήματα πάντα ἢ τὰ πλεῖστα βοηθεῖ ἡ θερμότης. ὃ ποιεῖ ὁ κατέχων τὸ πνεῦμα· θερμαίνει γὰρ καὶ ἐκπέττει τὸ ἄλγημα, συστέλλων ἐντὸς τὸ θερμὸν τῷ πνεύματι.
35 Διὰ τί τοῖς φοβουμένοις αἱ κοιλίαι λύονται καὶ οὐρη‐ τιῶσιν; ἢ τὸ θερμὸν τὸ ἐν ἡμῖν ἐστὶν ὥσπερ ζῷον; τοῦτ’ οὖν φεύγει ὅ τι ἂν φοβηθῇ. ἔξωθεν οὖν γινομένων τῶν τε ὑπὸ τῆς ἀγωνίας φόβων καὶ τῶν τοιούτων, καὶ ἐκ τῶν ἄνωθεν εἰς
τὰ κάτω καὶ ἐκ τῶν ἐπιπολῆς εἰς τὰ ἐντός, ἐκθερμαινόμενοι
Prob
.

949a

δὲ οἱ περὶ τὴν κοιλίαν τόποι καὶ τὴν κύστιν διαλύονται, καὶ ποιοῦσιν αὐτὰς εὐτρεπεῖς. καὶ γὰρ τὰ ἄνηθα καὶ τὰ ἀψίν‐ θια, καὶ ὅσα οὐρητικά, θερμαντικά. ὁμοίως δὲ καὶ τὰ πρὸς τὴν κοιλίαν φάρμακα, τὰ κάτω θερμαντικά· καὶ τὰ μὲν
5τῶν εἰσενεχθέντων μόνων λυτικά, τὰ δὲ καὶ ἑτέραν σύντη‐ ξιν ποιεῖ, οἷον τὸ σκόροδον εἰς τὸ οὖρον. τὸ αὐτὸ δὲ τοῖς τοιού‐ τοις ἡ ἐκ τῶν ἐπιπολῆς θερμασία εἰς τούτους τοὺς τόπους συνιοῦσα δρᾷ. Διὰ τί οἱ φοβούμενοι συσπῶσι τὰ αἰδοῖα; εἰκὸς γὰρ
10ἦν τοὐναντίον, τοῦ θερμοῦ εἰς τοῦτον τὸν τόπον ἀθροιζομένου τῶν φοβουμένων, ἀνίεσθαι αὐτά. ἢ οἱ φοβούμενοι σχεδὸν ἅπαν‐ τες ὥσπερ ῥιγοῦντές εἰσιν; ἐκλελοιπότος οὖν ἐκ τῶν ἐπιπολῆς τοῦ θερμοῦ συσπῶσιν. διὸ καὶ βομβυλιάζουσιν οἱ δεινῶς δεδιό‐ τες. δοκεῖ δὲ συσπᾶν τὸ ἐπιπολῆς καὶ τὸ δέρμα τῶν ῥι‐
15γούντων, ἅτε τοῦ θερμοῦ ἐκκεκριμένου· διὸ καὶ φρίττουσιν. συ‐ σπᾶται δὲ καὶ ἡ ὀσχέα τοῦ αἰδοίου ἄνω, καὶ συνεφέλκονται καὶ οἱ ὄρχεις αὐτοῖς συστελλομένων. θᾶττον δὲ φαίνεται ἐπὶ τῶν ἀφροδισίων· ὁ γὰρ φόβος ἐκκρίνει, καὶ πολλοῖς τῶν ἀγωνιώντων καὶ τῶν περιφόβων συγκινεῖ ἡ τῆς γονῆς
20πρόεσις.
22ΚΗ. ΟΣΑ ΠΕΡΙ ΣΩΦΡΟΣΥΝΗΝ ΚΑΙ ΑΚΟΛΑΣΙΑΝ, ΚΑΙ
ΕΓΚΡΑΤΕΙΑΝ ΚΑΙ ΑΚΡΑΣΙΑΝ.
Διὰ τί ἔνιοι κάμνουσιν, ὅταν ἐθισθέντες ἀκολάστως ζῆν
25μὴ ἀκολάστως διαιτῶνται, οἷον Διονύσιος ὁ τύραννος, ἐπεὶ ἐν τῇ πολιορκίᾳ ἐπαύσατο πίνων ὀλίγον τινὰ χρόνον, εὐθὺς ἐφθισίασεν, ἕως πάλιν εἰς τὴν μέθην μετέβαλεν. ἢ μέγα μέν τι καὶ τὸ ἔθος ἐστὶν ἑκάστοις· φύσις γὰρ ἤδη γίνεται. καθάπερ ἂν ἰχθὺς ἐν ἀέρι ἢ ἄνθρωπος ἐν ὕδατι διατελῶν
30φαύλως ἂν ἴσχοι, οὕτω καὶ οἱ τὰ ἔθη μεταβάλλοντες χα‐ λεπῶς ἀπαλλάττουσιν, καὶ τὸ πάλιν εἰς τὰ εἰωθότα ἐλθεῖν σωτηρία γίνεται αὐτοῖς ὥσπερ εἰς φύσεως κατάστασιν. ἔτι δὲ καὶ συντηκτικοὶ γίνονται, εἰωθότες τροφῇ χρῆσθαι δαψι‐ λεῖ τῇ ἰδίᾳ· μὴ λαμβάνοντες γὰρ τὴν εἰωθυῖαν ὥσπερ ὅλως
35μὴ λαμβάνοντες διατίθενται. οὐ μὴν ἀλλὰ καὶ τὰ περιτ‐ τώματα τροφῇ μεμιγμένα πολλῇ ἀφανίζεται, αὐτὰ δὲ ἐπιπολάζει μόνα ὄντα, καὶ φέρεται εἰς ὄμματα ἢ πνεύ‐
μονα· προσενεγκαμένοις δὲ τροφὴν κατακεραννύμενα ὑδαρῆColumn end
Prob
.

949b

γίνεται καὶ ἀβλαβῆ. γίνεται δὲ τοῖς ἀκολάστως ζῶσι πλείω τὰ περιττώματα ἄχρι τινὸς λήξασι τοῦ εἰωθότος βίου, διὰ τὸ πολλὴν ἀκαταχώριστον ἐν αὐτοῖς ὕλην ὑπάρχειν ἐκ τοῦ προ‐ τέρου βίου, ἧς τηκομένης ὑπὸ τοῦ συμφύτου θερμοῦ, καθάπερ
5χιόνος πολλῆς, ῥεύματα ἁδρὰ συμβαίνει γίνεσθαι. Διὰ τί κατὰ δύο μόνας αἰσθήσεις ἀκρατεῖς λέγομεν, οἷον ἁφὴν καὶ γεῦσιν; ἢ διὰ τὰς ἀπὸ τούτων γινομένας ἡδο‐ νὰς ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις; ἅτε οὖν κοιναὶ οὖσαι ἀτιμό‐ ταταί εἰσι, διὸ καὶ μάλιστα ἢ μόναι ἐπονείδιστοί εἰσιν. ὥστε
10τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκό‐ λαστον εἶναι φαμέν, διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡτ‐ τᾶσθαι. Διὰ τί ἀκρατεῖς λέγονται κατὰ τὰς ἐπιθυμίας μόνον, οὔσης τῆς ἀκρασίας καὶ περὶ τὴν ὀργήν; ἢ ὅτι ἀκρατὴς μέν
15ἐστιν ὁ παρὰ τὸν λόγον τι πράττων καὶ ἀκρασία ἡ παρὰ τὸν λόγον ἀγωγή, εἰσὶ δὲ αἱ μὲν ἐπιθυμίαι ὡς ἐπίπαν εἰπεῖν παρὰ τὸν λόγον, αἱ δὲ ὀργαὶ μετὰ λόγου, οὐχ ὡς κε‐ λεύσαντος τοῦ λόγου, ἀλλ’ ὡς δηλώσαντος τὸν προπηλακισ‐ μὸν ἢ τὴν αἰτίαν.
20 Διὰ τί τὴν μὲν ἐγκράτειαν καὶ τὴν σωφροσύνην ἐπὶ τῶν νέων καὶ πλουσίων μάλιστα ἐξετάζομεν, τὴν δὲ δικαιο‐ σύνην ἐπὶ τῶν πενήτων; ἢ ὅτι οὗ μάλιστα δεῖταί τις, εἰ τούτου ἀπέχεται, μᾶλλον θαυμάζοιτ’ ἂν ἢ τῶν ἐναντίων; ὁ μὲν οὖν πένης εὐπορίας δεῖται, ὁ δὲ νέος καὶ πλούσιος ἀπο‐
25λαύσεως. Διὰ τί ἧττον ἀνέχονται διψῶντες ἢ πεινῶντες; πότερον ὅτι λυπηρότερον; σημεῖον δὲ τοῦ λυπηροτέρου, ὅτι ἥδιον τὸ διψῶντα πιεῖν ἢ πεινῶντα φαγεῖν. τὸ δὲ ἐναντίον τῷ ἡδεῖ λυπηρότερον. ἢ διότι μᾶλλον δεῖται τὸ θερμὸν τοῦ ὑγροῦ ἢ
30τὸ ξηρὸν ᾧ ζῶμεν; ἢ ὅτι δυοῖν ἡ δίψα ἐπιθυμία, ποτοῦ καὶ τροφῆς, ἡ δὲ πεῖνα ἑνὸς μόνου, τροφῆς; Διὰ τί ἧττον καρτεροῦμεν διψῶντες ἢ πεινῶντες; ἢ διότι λυπούμεθα μᾶλλον; σημεῖον δὲ τῆς λύπης ἡ ἡδονὴ σφοδροτέρα. εἶτα ὁ μὲν διψῶν δυοῖν ἐνδεής, τροφῆς τε καὶ
35καταψύξεως (ἄμφω γὰρ ἔχει τὸ ποτόν), ὁ δὲ πεινῶν θα‐ τέρου μόνον. Διὰ τί οἱ κατὰ τὴν τῆς ἁφῆς ἢ γεύσεως ἡδονήν, οὗ
ἂν ὑπερβάλλωσιν, ἀκρατεῖς λέγονται; οἵ τε γὰρ περὶ τὰ
Prob
.

950a

ἀφροδίσια ἀκόλαστοι, οἵ τε περὶ τὰς τῆς τροφῆς ἀπολαύ‐ σεις. τῶν δὲ κατὰ τὴν τροφὴν ἀπ’ ἐνίων μὲν ἐν τῇ γλώττῃ τὸ ἡδύ, ἀπ’ ἐνίων δὲ ἐν τῷ λάρυγγι, διὸ καὶ Φιλόξενος γε‐ ράνου φάρυγγα εὔχετο ἔχειν. οἱ δὲ κατὰ τὴν ὄψιν καὶ τὴν
5ἀκοὴν οὐκέτι. ἢ διὰ τὸ τὰς ἀπὸ τούτων γινομένας ἡδονὰς κοινὰς εἶναι ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις; ἅτε οὖν οὖσαι κοιναὶ ἀτιμόταταί εἰσι καὶ μάλιστα ἢ μόναι ἐπονείδιστοι, ὥστε τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον λέγομεν διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι. οὐσῶν
10δὲ τῶν αἰσθήσεων πέντε, τά τε ἄλλα ζῷα ἀπὸ δύο μόνων τῶν προειρημένων ἥδεται, κατὰ δὲ τὰς ἄλλας ἢ ὅλως οὐχ ἥδεται ἢ κατὰ συμβεβηκὸς τοῦτο πάσχει. ὁρῶν μὲν γὰρ ὁ ὁρῶν, ἢ καὶ ὀσφραινόμενος, χαίρει ὅτι ἀπολαύει· καὶ ὅταν πληρωθῇ, οὐδὲ τὰ τοιαῦτα ἡδέα αὐτῷ, ὥσπερ οὐδὲ ἡμῖν ἡ τοῦ
15ταρίχου ὀδμή, ὅταν ἄδην ἔχωμεν τοῦ φαγεῖν. ὅταν δὲ ἐν‐ δεεῖς ὦμεν, ἡδέα. ἡ δὲ τοῦ ῥόδου ἀεὶ ἡδεῖα. Διὰ τί ἧττον κατέχουσι τὸν γέλωτα παρόντων τῶν γνωρίμων; ἢ ὅταν σφόδρα ἐξηρτημένον ᾖ τι, εὐκίνητόν ἐστιν; ἡ δ’ εὔνοια εἰπεῖν μᾶλλον γελοῖον, ὥστε κινεῖ.
21 ΚΘ. ΟΣΑ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΝ ΚΑΙ ΑΔΙΚΙΑΝ. Διὰ τί μείζονος ὄντος ἀδικήματος, ἐάν τις βλάπτῃ εἰς τὸ μεῖζον ἀγαθόν, τῆς δὲ τιμῆς οὔσης μείζονος ἀγαθοῦ, ἡ τῶν χρημάτων ἀδικία μᾶλλον δοκεῖ, καὶ οἱ ἄδικοι μᾶλλον
25εἶναι δοκοῦσι περὶ τὰ χρήματα; ἢ διότι αἱροῦνται τὰ χρή‐ ματα μᾶλλον τῆς τιμῆς, καὶ πᾶσίν ἐστι κοινότατον, ἡ δὲ τιμὴ ὀλίγοις, καὶ ὀλιγάκις συμβαίνει ἡ χρῆσις αὐτῆς. Διὰ τί παρακαταθήκην δεινότερον ἀποστερεῖν ἢ δάνειον; ἢ ὅτι αἰσχρὸν ἀδικεῖν φίλον. ὁ μὲν οὖν τὴν παρακαταθήκην
30ἀποστερῶν φίλον ἀδικεῖ· οὐδεὶς γὰρ παρακατατίθεται μὴ πιστεύων. οὗ δὲ τὸ χρέος, οὐ φίλος· οὐ γὰρ δανείζει, ἐὰν ᾖ φί‐ λος, ἀλλὰ δίδωσιν. ἢ ὅτι μεῖζον τὸ ἀδίκημα· πρὸς γὰρ τῇ ζημίᾳ καὶ τὴν πίστιν παραβαίνει, δι’ ἥν, εἰ καὶ μηδὲν ἕτερον, δεῖ ἀπέχεσθαι τοῦ ἀδικεῖν. ἔτι τὸ μὴ τοῖς ἴσοις ἀμύνεσθαι
35φαῦλον· ὁ μὲν οὖν ἔδωκεν ὡς φίλῳ, ὁ δὲ ἀπεστέρησεν ὡς ἐχθρόν· ὁ δὲ δανείζων οὐχ ὡς φίλος ἔδωκεν. ἔτι τῶν μὲν ἡ δόσις φυλακῆς καὶ ἀποδόσεως χάριν, τῶν δὲ καὶ ὠφε‐
λείας· ἧττον δὲ ἀγανακτοῦμεν ἀποβάλλοντες, εἰ κέρδος θη‐Column end
Prob
.

950b

ρεύομεν, οἷον οἱ ἁλιεῖς τὰ δελέατα· προφανὴς γὰρ ὁ κίν‐ δυνος. ἔτι παρακατατίθενται μὲν ὡς ἐπὶ τὸ πολὺ οἱ ἐπιβου‐ λευόμενοι καὶ ἀτυχοῦντες, δανείζουσι δὲ οἱ εὐποροῦντες· δεινό‐ τερον δέ ἐστι τὸν ἀτυχοῦντα ἢ τὸν εὐτυχοῦντα ἀδικεῖν.
5 Διὰ τί ἐνίοις δικαστηρίοις τοῖς γένεσι μᾶλλον ἢ ταῖς διαθήκαις ψηφιοῦνται; ἢ ὅτι γένους μὲν οὐκ ἔστι καταψεύσα‐ σθαι, ἀλλὰ τὸ ὂν ἀποφαίνειν· διαθῆκαι δὲ πολλαὶ ψευδεῖς ἤδη ἐξηλέγχθησαν οὖσαι. Διὰ τί ἡ πενία παρὰ τοῖς χρηστοῖς τῶν ἀνθρώπων
10μᾶλλον ἢ παρὰ τοῖς φαύλοις ἐστίν; ἢ διὰ τὸ ὑπὸ πάντων μισεῖσθαι καὶ ἐξελαύνεσθαι πρὸς τοὺς ἐπιεικεῖς καταφεύγει, οἰομένη μάλιστα παρὰ τούτοις σωτηρίας τυχεῖν καὶ διαμεῖ‐ ναι· εἰ δὲ πρὸς πονηροὺς ἔλθοι, οὐκ ἂν διαμεῖναι ἐν τῇ αὐτῇ δυνάμει αὐτούς, ἀλλ’ ἢ κλέπτειν ἢ ληΐζεσθαι, ὧν γινομένων
15οὐκ ἂν ἔτι εἶναι αὐτὴν παρ’ αὐτοῖς. ἢ ὅτι τοὺς ἐπιεικεῖς οἴε‐ ται τῶν ἀνθρώπων ἄριστα ἂν αὐτῇ χρῆσθαι, καὶ ἥκιστα ἂν ὑβρισθῆναι ὑπ’ αὐτῶν. καθάπερ οὖν τὰς τῶν χρημάτων πα‐ ρακαταθήκας πρὸς τοὺς ἐπιεικεῖς τιθέμεθα, οὕτω καὶ αὐτὴ ὑπὲρ αὑτῆς διατάττεται. ἢ ὅτι θήλεια οὖσα ἀπορωτέρα ἐστίν,
20ὥστε τῶν ἐπιεικῶν δεῖται. ἢ ὅτι αὐτὴ κακὸν οὖσα πρὸς τὸ κακὸν οὐκ ἂν ἔλθοι· εἰ γὰρ τὸ κακὸν ἕλοιτο, παντάπασιν ἂν δυσίατον εἴη. Διὰ τί οὐχ ὁμοίως αἱ ἀδικίαι μείζους περὶ τὰ ῥήματα καὶ τὰ ἄλλα, οἷον ὁ μικρὸν εἰπὼν οὐκ ἂν καὶ τὸ ἀπόρρητον
25εἴποι, ἀλλ’ ὁ ἕνα προδοὺς καὶ πόλιν, ὥσπερ ὁ ὀβολὸν ἀπο‐ στερήσας καὶ τάλαντον; ἢ ὅτι ἀπὸ μείζονος ἀδικίας ἔνια ἐλάττω ἐστὶ δι’ ἀδυναμίαν. Διὰ τί παρακαταθήκην αἰσχρὸν ἀποστερῆσαι μικρὰν ἢ πολὺ δανεισάμενον; ἢ ὅτι ὁ τὴν παρακαταθήκην ἀποστερῶν
30τὸν ὑπολαβόντα εἶναι αὐτὸν ἐπιεικῆ ἐξαπατᾷ; ἢ ὅτι ὁ τοῦτο κἂν ἐκεῖνο ποιήσειεν; Διὰ τί ἄνθρωπος μάλιστα παιδείας μετέχων ζῴων ἁπάντων ἀδικώτατόν ἐστιν; ἢ ὅτι πλείστου λογισμοῦ κεκοινώ‐ νηκεν; μάλιστα οὖν τὰς ἡδονὰς καὶ τὴν εὐδαιμονίαν ἐξήτακεν·
35ταῦτα δ’ ἄνευ ἀδικίας οὐκ ἔστιν. Διὰ τί ὁ πλοῦτος ὡς ἐπὶ τὸ πολὺ παρὰ τοῖς φαύλοις μᾶλλον ἢ τοῖς ἐπιεικέσιν ἐστίν; ἢ διότι τυφλὸς ὢν τὴν διά‐
νοιαν οὐ δύναται κρίνειν οὐδὲ αἱρεῖσθαι τὸ βέλτιστον;
Prob
.

951a

Διὰ τί δικαιότερον εἶναι νενόμισται τοῖς τετελευτηκόσιν ἢ τοῖς ζῶσιν ἐπαμύνειν; ἢ ὅτι οἱ μὲν ζῶντες δύναιντ’ ἂν αὑτοῖς ἐπαρκέσαι, ὁ δὲ τετελευτηκὼς οὐκέτι; Διὰ τί ὑγιαίνοντι μὲν ὁ συνὼν οὐδὲν ὑγιέστερος γίνεται,
5οὐδὲ ἰσχυρῷ ἢ καλῷ εἰς τὰς ἕξεις ἐπιδίδωσιν οὐθέν, δικαίῳ δὲ καὶ σώφρονι καὶ ἀγαθῷ; ἢ διότι τὰ μὲν ἀμίμητα τὰ δὲ μιμητὰ τῇ ψυχῇ; ἀγαθὸς δὲ τῇ ψυχῇ, ὑγιὴς δὲ τῷ σώματι· ἐθίζεται οὖν χαίρειν ὀρθῶς καὶ λυπεῖσθαι. ὁ δὲ ὑγιεῖ συνὼν οὐκέτι· οὐ γὰρ ἐν τῷ τισὶ χαίρειν ἢ μὴ ὁ ὑγιής·
10οὐθὲν γὰρ τούτων ποιεῖ ὑγίειαν. Διὰ τί δεινότερον γυναῖκα ἀποκτεῖναι ἢ ἄνδρα; καίτοι βέλτιον τὸ ἄρρεν τοῦ θήλεος φύσει. ἢ διότι ἀσθενέστερον, ὥστε ἐλάττω ἀδικεῖ. ἢ ὅτι οὐ νεανικὸν τὸ ἰσχυρίζεσθαι πρὸς τὸ πολὺ ἧττον;
15 Διὰ τί ποτε τῷ φεύγοντι ἐν τῷ δικαστηρίῳ τὴν δεξιὰν στάσιν διδόασιν; ἢ διότι ἐπανισοῦν βούλονται; πλεονεκτοῦντος οὖν τοῦ διώκοντος τὴν στάσιν τῷ φεύγοντι διδόασιν. εἶθ’ ὡς ἐπὶ τὸ πολὺ οἱ φεύγοντες παραφυλάττονται· ἐπὶ δεξιὰ δὲ ἡ φυλακὴ γίνεται, ἐὰν ὁ φεύγων ἔχῃ τὴν ἐν δεξιᾷ στάσιν.
20 Διὰ τί ποτε, ὅταν τῷ φεύγοντι καὶ τῷ διώκοντι φαί‐ νωνται αἱ ψῆφοι ἴσαι, ὁ φεύγων νικᾷ; ἢ ὅτι ὁ μὲν φεύ‐ γων ἐν τῷ ἀγῶνι μόνον ἀκήκοεν αὐτοῦ πρὸς ἃ δεῖ αὐτὸν ἀπηγορεῖσθαι, καὶ τοὺς μάρτυρας παρασχέσθαι πρὸς τὰ κατηγορημένα ἔχεσθαι, εἴ τι μέλλουσιν ὠφεληθῆναι; οὐ ῥᾴ‐
25διον δὲ τὸ μαντεύσασθαί τινα ὧν δεῖ αὐτὸν παρασκευάσα‐ σθαι ἢ μάρτυρας ἢ ἄλλο τεκμήριον ὅτι οὐθὲν ἀδικεῖ. τῷ δὲ διώκοντι ἔστιν ὅπως βούλεται, καὶ πρὸ τοῦ τὴν δίκην κλητεύ‐ σασθαι, ἐνστήσασθαι τὸ πρᾶγμα, καὶ ἤδη κεκληκότα, πλα‐ σάμενον ὅ τι βούλεται πιθανόν, κατηγορεῖν αὐτοῦ. ὁρῶν δὴ
30κατὰ πάντα ταῦτα ἐλαττούμενον ὁ νομοθέτης τὸν φεύγοντα, προσέθετο τῷ φεύγοντι ὅ τι ἂν οἱ δικασταὶ ἀμφιδοξήσωσιν. ἀλλὰ μὴν καὶ τοῦτ’ ἄν τις ἴδοι. ἐν γὰρ τοῖς φόβοις ὄντες πολλὰ παραλιμπάνουσιν ὧν αὐτοὺς ἔδει εἰπεῖν ἢ πρᾶξαι, οἱ δὲ φεύγοντες ἀεὶ ἐν μείζοσι κινδύνοις ὡς ἐπὶ τὸ πολὺ τυγ‐
35χάνουσιν ὄντες, ὥστ’ εἰ παραλιμπάνουσιν ὧν δεῖ αὐτούς, εἴπερ ἐξισοῦνται τοῖς δικαίοις, δῆλον ὅτι εἰ μὴ παρελίμπανον,
ἐκράτουν ἄν. ἔτι δὲ ἕκαστος ἡμῶν μᾶλλον ἂν προέλοιτο τοῦColumn end
Prob
.

951b

ἀδικοῦντος ἀποψηφίσασθαι ὡς οὐκ ἀδικεῖ ἢ τοῦ μὴ ἀδικοῦντος καταψηφίσασθαι ὡς ἀδικεῖ, οἷον εἴ τις φεύγει δουλείας ἢ ἀνδροφονίας. τούτων γὰρ ἑκάστου ὄντων, ἃ κατηγορεῖ αὐτῶν, μᾶλλον ἂν ἀποψηφίσασθαι ἑλοίμεθα ἢ μὴ ὄντων κατα‐
5ψηφίσασθαι. ἔστι γάρ, ὅταν τις ἀμφιδοξῇ, τὰ ἐλάττω τῶν ἁμαρτημάτων αἱρετέον. δεινὸν γὰρ καὶ τὸ τοῦ δούλου ὡς ἐλεύθερός ἐστι καταγνῶναι· πολὺ δὲ δινότερον, ὅταν τις τοῦ ἐλευθέρου ὡς δούλου καταψηφίσηται. ἔτι δὲ ἐὰν ὁ μὲν τύχῃ ἐγκαλῶν ὁ δὲ ἀμφισβητῶν ὑπὲρ ὁτουοῦν, οὐκ εὐθὺς
10οἰόμεθα δεῖν ἀποδοῦναι τῷ ἐγκαλοῦντι, ἀλλὰ νέμεσθαι τὸν κεκτημένον, ἕως ἂν κριθῇ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν πλειόνων, ὅταν ἰσάζῃ τὸ πλῆθος τῶν τε φασκόντων ἀδικεῖν καὶ τῶν μὴ ὁμολογούντων, ὥσπερ ὅτε ἐξ ἀρχῆς ὁ μὲν ἐνε‐ κάλει ὁ δὲ ἀπηρνεῖτο, οὐκ οἰόμεθα δεῖν τὸν νομοθέτην προσ‐
15τιθέναι τῷ ἐγκαλοῦντι, ἀλλὰ τὸν φεύγοντα κύριον εἶναι, ἕως ἂν ὑπεροχήν τινα ἔχῃ ὁ ἀδικῶν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν κριτῶν, ἐπειδὴ οὐδεμίαν ὑπεροχὴν ἰσασθεισῶν τῶν ψήφων, κατὰ χώραν εἴασεν ὁ νομοθέτης ἔχειν. ἔτι δὲ τῶν μὲν ἀξιο‐ λόγων ἁμαρτημάτων μεγάλαι καὶ αἱ κολάσεις εἰσίν, ὥστε
20ἀδίκως μὲν καταψηφισαμένοις καὶ μὴ γνοῦσιν οὐκ ἔστιν ἐπανορθοῦσθαι καιρὸν λαβόντας· ἀπολύσασι δὲ παρὰ τὸ προσῆκον, εἰ μὲν οὕτως εὐλαβῶς ὥστε μηθὲν ἔτι ποτὲ ἁμαρ‐ τεῖν, τί ἂν καὶ μέγα ἡμαρτηκότες οἱ κριταὶ εἴησαν, τοιοῦτον ἄνθρωπον ἀπολύσαντες θανάτου; εἰ δέ τι ἐξ ὑστέρου ἁμαρ‐
25τάνοι, δι’ ἀμφότερα ἂν αὐτὸν κολάζεσθαι ἀξιοῖ. ἢ ὅτι ἀδι‐ κωτέρου μέν ἐστιν ἀνδρὸς ταῦτα ἀδικεῖν ἃ ἧττον εἰκός ἐστιν ἀδίκως ἐγκαλεῖσθαι; τὸ μὲν γὰρ ἀδικεῖν καὶ δι’ ὀργὴν καὶ διὰ φόβον καὶ δι’ ἐπιθυμίαν καὶ δι’ ἄλλα πολλὰ γί‐ νεται, καὶ οὐ μόνον ἐκ προνοίας· τὸ δὲ ἀδίκως ἐγκαλεῖν ὡς
30τὸ πολὺ ἐκ προνοίας ἐστίν. ὥστε ἐπεὶ ἴσαι αἱ ψῆφοι γεγό‐ νασι, τὸ δὲ ἀδίκως τὸν ἐγκαλοῦντα ἐγκαλεῖν καὶ τὸν φεύ‐ γοντα ἀδικεῖν, φαύλου κριθέντος τοῦ ἀδίκως ἐγκαλοῦντος τὸ νικᾶν τῷ φεύγοντι ὁ νομοθέτης ἀπένειμεν. ἔτι δὲ καὶ αὐτοὶ οὕτως ἔχομεν πρὸς τοὺς θεράποντας, ὥστε ὅταν ὑπο‐
35πτεύσωμέν τι αὐτοὺς ἡμαρτηκέναι καὶ μηθὲν ἀκριβὲς ἔχω‐ μεν, ἀλλ’ ὅμως αὐτοὺς ὑπολαμβάνωμεν πεπραχέναι, οὐκ
εὐθὺς ἐπὶ τὸ κολάζειν ἐρχόμεθα· καὶ ἐὰν μηθὲν μᾶλλον
Prob
.

952a

δυνώμεθα ἐξετάσαι, ἀφίεμεν ταύτης τῆς αἰτίας. ἔτι μείζω μὲν ἀδικεῖ ὁ ἐκ προνοίας ἀδικῶν ἢ ὁ μὴ ἐκ προνοίας. ὁ μὲν δὴ συκοφαντῶν ἀεὶ ἐκ προνοίας ἀδικεῖ, ὁ δὲ ἕτερόν τι ἀδικῶν τὰ μὲν δι’ ἀνάγκην τὰ δὲ δι’ ἄγνοιαν, τὰ δὲ ὅπως
5ἔτυχεν ἀδικεῖν αὐτῷ συμπίπτει. ὅταν δὲ ἴσαι γένωνται αἱ ψῆφοι, ὁ μὲν διώκων κέκριται ὑπὸ τῶν ἡμίσεων ἐκ προ‐ νοίας ἀδικεῖν, ὁ δὲ φεύγων ὑπὸ τῶν λοιπῶν αὖ ἀδικεῖν μὲν οὐ μέντοι γε ἐκ προνοίας, ὥστε ἐπεὶ ἀδικεῖν μείζω κέκριται ὁ διώκων τοῦ φεύγοντος, εἰκότως ὁ νομοθέτης νικᾶν ἔκρινε
10τὸν τὰ ἐλάττω ἀδικοῦντα. ἔτι δὲ ἀεὶ μὲν ἀδικώτερός ἐστιν ὁ μὴ οἰόμενος λανθάνειν ὃν ἀδικεῖ καὶ ὅμως ἀδικῶν, ἢ ὁ οἰόμενος λανθάνειν. ὁ μὲν γὰρ ἀδίκως τινὶ ἐγκαλῶν οὐκ οἴεται λανθάνειν τοῦτον ὃν συκοφαντεῖ, οἱ δ’ ἄλλο τι ἀδι‐ κοῦντες ὡς ἐπὶ τὸ πολὺ οἰόμενοι λανθάνειν ὂν ἀδικοῦσιν
15ἐπιχειροῦσιν ἀδικεῖν, ὥστε ἀδικώτεροι ἂν κρίνοιντο οἱ διώ‐ κοντες ἢ οἱ φεύγοντες. Διὰ τί ποτε, ἐὰν μέν τις ἐκ βαλανείου κλέψῃ ἢ ἐκ παλαίστρας ἢ ἐξ ἀγορᾶς ἢ τῶν τοιούτων τινός, θανάτῳ ζη‐ μιοῦται, ἐὰν δέ τις ἐξ οἰκίας, διπλοῦν τῆς ἀξίας τοῦ κλέμμα‐
20τος ἀποτίνει; ἢ ὅτι ἐν μὲν ταῖς οἰκίαις φυλάξαι ὁπωσοῦν ἔστιν· καὶ γὰρ ὁ τοῖχος ἰσχυρὸς καὶ κλεῖς ἐστί, καὶ οἰκέταις τοῖς ἐν τῇ οἰκίᾳ πᾶσιν ἐπιμελές ἐστιν ὅπως σώζηται τὰ ἐνόντα. ἐν δὲ τῷ βαλανείῳ, καὶ ἐν τοῖς οὕτω κοινοῖς οὖσιν ὥσπερ τὸ βαλανεῖον, ῥᾴδιον τῷ βουλομένῳ κακουργεῖν· οὐδὲν
25γὰρ ἰσχυρὸν ἔχουσι πρὸς τὴν φυλακὴν οἱ τιθέντες ἀλλ’ ἢ τὸ αὑτῶν ὄμμα, ὥστε ἂν μόνον τις παραβλέψῃ, ἐπὶ τῷ κλέπτοντι ἤδη γίνεται. διὸ ὁ νομοθέτης οὐχ ἱκανοὺς ὄντας ἡγησάμενος εἶναι φύλακας, τὸν νόμον αὐτοῖς ἐπέστησεν ἀπειλοῦντα σφοδρῶς ὡς οὐ βιωσομένοις ἐάν τι σφετερίζων‐
30ται τῶν ἀλλοτρίων. ἔτι δὲ εἰς μὲν τὴν οἰκίαν ἐπὶ τῷ κεκτη‐ μένῳ ἐστὶν ὅν τινα ἂν βούληται εἰσδέχεσθαι, καὶ ᾧ μὴ πι‐ στεύει εἰσφέρεσθαι· τῷ δὲ ἐν τῷ βαλανείῳ θεμένῳ τι οὐκ ἔξεστιν οὐθένα κωλῦσαι οὔτε εἰσιέναι, οὔτε εἰσελθόντα μὴ παρὰ κλέπτην τὸ αὑτοῦ ἱμάτιον θέσθαι ἀποδύντα ἄν· ἀλλ’ ὡς οὐ
35βούλεται, ἐν τῷ αὐτῷ ἥ τε τοῦ κλέπτου ἐσθὴς καὶ ἡ τοῦ μέλ‐ λοντος ἀπολλύναι ἀναμεμιγμέναι κεῖνται. διὸ ὁ νομοθέτης
τῷ μὲν ἑκόντι εἰσδεξαμένῳ τὸν κλέπτην καὶ αὐτῷ ἡματρη‐Column end
Prob
.

952b

κότι οὐ λίαν μεγάλαις τιμωρίαις βεβοήθηκεν, τοῖς δὲ ἐξ ἀνάγκης κοινωνοῦσι τῆς εἰς τὸ βαλανεῖον εἰσόδου καὶ τῆς ἀναμίξεως μεγάλας τιμωρίας φανερός ἐστι καθιστὰς τοῖς κλέπτουσιν. ἔτι δὲ οἱ μὲν ἐν τοῖς οὕτω κοινοῖς οὖσι τῷ βουλο‐
5μένῳ εἰσιέναι κλέπτοντες καταφανεῖς ἅπασι γίνονται ὅτι φανεροί εἰσιν, ὥστε περιγενόμενοι οὐδὲ καρπισμοῦ ἔτι χάριν ἐπιεικεῖς εἶναι δοκεῖν βούλονται, ὡς μάτην αὐτοῖς ὂν πρὸς τοὺς γνόντας πλάττεσθαι ὅτι ἐπιεικεῖς εἰσίν· καταφανῶς οὖν ἤδη πονηροὶ διατελοῦσιν ὄντες. οἱ δὲ ἑνὶ μόνῳ φανεροὶ γενόμενοι
10πρὸς τοὺς ἄλλους ἐπιχειροῦσι πείθειν, ἀποτίσαντές τι, ὅπως μὴ καταφανεῖς αὐτοὺς ποιήσῃ· διὸ οὐ παντελῶς ἂν εἶεν πονηροὶ διὰ τέλους, ἀνθ’ ὧν ὁ νομοθέτης ἐλάττω αὐτοῖς τὰ ἐπιζήμια ἐποίησεν. ἔτι δὲ τῶν ἁμαρτιῶν μάλιστα αἰσχύνουσι τὴν πό‐ λιν αἱ ἐν τοῖς κοινοτάτοις συλλόγοις τε καὶ συνόδοις γινό‐
15μεναι, ὥσπερ καὶ τιμὴν φέρουσι πολὺ μάλιστα αἱ ἐν τῷ κοινῷ εὐταξίαι· καταφανεῖς γὰρ μάλιστα διὰ τῶν τοιούτων καὶ αὐτοῖς καὶ τοῖς ἄλλοις. συμβαίνει οὖν οὐ μόνον ἰδίᾳ τὸν ἀπολέσαντα βλάπτεσθαι ἐκ τῶν τοιούτων τινός, ἀλλὰ καὶ πρὸς τὴν πόλιν λοιδορίας γίνεσθαι. διὸ καὶ τὸν κλέψαντα
20ταῖς μείζοσι ζημίαις ἐκόλασε τῶν ἐξ οἰκίας τινὸς ἀφελο‐ μένων. ἔτι δὲ καὶ ὁ ἐξ οἰκίας τινὸς ἀπολέσας ἐν τοιούτῳ τόπῳ τυγχάνει ὤν, ὅθεν ῥᾴδιον μήτε παθόντα μήτε χλευα‐ σθέντα ὑπό τινων, οἴκοι ὄντα τὸ ἀτύχημα φέρειν. τῷ δ’ ἥ τε ἀποχώρησις ἐργώδης γεγυμνωμένῳ, προσέτι δὲ χλευά‐
25ζεσθαι ὑπό τινων ὑπάρχει τοῖς πολλοῖς, ὃ πολὺ δυσχερέ‐ στερόν ἐστι τῆς ἀπωλείας. διὸ καὶ ὁ νομοθέτης μείζους αὐτοῖς ζημίας ἐνέγραψεν. ἔτι δὲ παραπλήσια τούτοις πολλὰ φαί‐ νονται νενομοθετηκότες, οἷον καὶ ἐὰν μέν τις ἄρχοντα κα‐ κῶς εἴπῃ, μεγάλα τὰ ἐπιτίμια, ἐὰν δέ τις ἰδιώτην, οὐθέν.
30καὶ καλῶς· οἴεται γὰρ τότε οὐ μόνον εἰς τὸν ἄρχοντα ἐξα‐ μαρτάνειν τὸν κακηγοροῦντα, ἀλλὰ καὶ εἰς τὴν πόλιν ὑβρί‐ ζειν. τὸν αὐτὸν δὲ τρόπον καὶ τὸν ἐν τῷ λιμένι κλέ‐ πτοντα οὐ μόνον τὸν ἰδιώτην βλάπτειν, ἀλλὰ καὶ τὴν πόλιν αἰσχύνειν. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις, οὗ κοινῇ που συνερ‐
35χόμεθα. Διὰ τί ἐν τοῖς δικαστηρίοις ἐὰν ἴσαι γένωνται ψῆφοι
τοῖς ἀντιδίκοις, ὁ φεύγων νικᾷ; ἢ ὅτι ὁ φεύγων ὑπὸ τοῦ
Prob
.

953a

διώκοντος οὐθὲν πέπονθεν, ἀλλ’ ἐν τοῖς ἴσοις αὐτῷ ἤδη ἔμελλε νικᾶν; Διὰ τί ἐπὶ μὲν κλοπῇ θάνατος ἡ ζημία, ἐπὶ δὲ ὕβρει, μείζονι οὔσῃ ἀδικίᾳ, τίμησις τί χρὴ παθεῖν ἢ ἀποτῖσαι; ἢ διότι
5τὸ μὲν ὑβρίζειν ἀνθρώπινόν ἐστι πάθος, καὶ πάντες πλέον ἢ ἔλαττον αὐτοῦ μετέχουσι, τὸ δὲ κλέπτειν οὐ τῶν ἀναγκαίων; καὶ ὅτι ὁ κλέπτειν ἐπιχειρῶν καὶ ὑβρίζειν ἂν προέλοιτο.
9Λ. ΟΣΑ ΠΕΡΙ ΦΡΟΝΗΣΙΝ ΚΑΙ ΝΟΥΝ ΚΑΙ ΣΟΦΙΑΝ.
10 Διὰ τί πάντες ὅσοι περιττοὶ γεγόνασιν ἄνδρες ἢ κατὰ φιλοσοφίαν ἢ πολιτικὴν ἢ ποίησιν ἢ τέχνας φαίνονται με‐ λαγχολικοὶ ὄντες, καὶ οἱ μὲν οὕτως ὥστε καὶ λαμβάνεσθαι τοῖς ἀπὸ μελαίνης χολῆς ἀρρωστήμασιν, οἷον λέγεται τῶν τε ἡρωϊκῶν τὰ περὶ τὸν Ἡρακλέα. καὶ γὰρ ἐκεῖνος ἔοικε
15γενέσθαι ταύτης τῆς φύσεως, διὸ καὶ τὰ ἀρρωστήματα τῶν ἐπιληπτικῶν ἀπ’ ἐκείνου προσηγόρευον οἱ ἀρχαῖοι ἱερὰν νόσον. καὶ ἡ περὶ τοὺς παῖδας ἔκστασις καὶ ἡ πρὸ τῆς ἀφανίσεως ἐν Οἴτῃ τῶν ἑλκῶν ἔκφυσις γενομένη τοῦτο δηλοῖ· καὶ γὰρ τοῦτο γίνεται πολλοῖς ἀπὸ μελαίνης χολῆς. συνέβη δὲ καὶ
20Λυσάνδρῳ τῷ Λάκωνι πρὸ τῆς τελευτῆς γενέσθαι τὰ ἕλκη ταῦτα. ἔτι δὲ τὰ περὶ Αἴαντα καὶ Βελλεροφόντην, ὧν ὁ μὲν ἐκστατικὸς ἐγένετο παντελῶς, ὁ δὲ τὰς ἐρημίας ἐδίωκεν, διὸ οὕτως ἐποίησεν Ὅμηρος “αὐτὰρ ἐπεὶ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο, ὃν
25θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων.” καὶ ἄλλοι δὲ πολλοὶ τῶν ἡρώων ὁμοιοπαθεῖς φαίνονται τούτοις. τῶν δὲ ὕστερον Ἐμπεδοκλῆς καὶ Πλάτων καὶ Σωκράτης καὶ ἕτεροι συχνοὶ τῶν γνωρίμων. ἔτι δὲ τῶν περὶ τὴν ποίησιν οἱ πλεῖ‐ στοι. πολλοῖς μὲν γὰρ τῶν τοιούτων γίνεται νοσήματα ἀπὸ
30τῆς τοιαύτης κράσεως τῷ σώματι, τοῖς δὲ ἡ φύσις δήλη ῥέπουσα πρὸς τὰ πάθη. πάντες δ’ οὖν ὡς εἰπεῖν ἁπλῶς εἰσί, καθάπερ ἐλέχθη, τοιοῦτοι τὴν φύσιν. δεῖ δὴ λαβεῖν τὴν αἰτίαν πρῶτον ἐπὶ παραδείγματος προχειρισαμένους. ὁ γὰρ οἶνος ὁ πολὺς μάλιστα φαίνεται παρασκευάζειν τοιούτους οἵους
35λέγομεν τοὺς μελαγχολικοὺς εἶναι, καὶ πλεῖστα ἤθη ποιεῖν πινόμενος, οἷον ὀργίλους, φιλανθρώπους, ἐλεήμονας, ἰταμούς· ἀλλ’ οὐχὶ τὸ μέλι οὐδὲ τὸ γάλα οὐδὲ τὸ ὕδωρ οὐδ’ ἄλλο τῶν τοιούτων οὐδέν. ἴδοι δ’ ἄν τις ὅτι παντοδαποὺς ἀπεργάζεται,
θεωρῶν ὡς μεταβάλλει τοὺς πίνοντας ἐκ προσαγωγῆς· πα‐Column end
Prob
.

953b

ραλαβὼν γὰρ ἀπεψυγμένους ἐν τῷ νήφειν καὶ σιωπηλοὺς μικρῷ μὲν πλείων ποθεὶς λαλιστέρους ποιεῖ, ἔτι δὲ πλείων ῥητορικοὺς καὶ θαρραλέους, προϊόντας δὲ πρὸς τὸ πράττειν ἰταμούς, ἔτι δὲ μᾶλλον πινόμενος ὑβριστάς, ἔπειτα μανικούς,
5λίαν δὲ πολὺς ἐκλύει καὶ ποιεῖ μωρούς, ὥσπερ τοὺς ἐκ παί‐ δων ἐπιλήπτους ἢ καὶ ἐχομένους τοῖς μελαγχολικοῖς ἄγαν. ὥσπερ οὖν ὁ εἷς ἄνθρωπος μεταβάλλει τὸ ἦθος πίνων καὶ χρώμενος τῷ οἴνῳ ποσῷ τινί, οὕτω καθ’ ἕκαστον τὸ ἦθος εἰσί τινες ἄνθρωποι. οἷος γὰρ οὗτος μεθύων νῦν ἐστίν, ἄλλος τις
10τοιοῦτος φύσει ἐστίν, ὁ μὲν λάλος, ὁ δὲ κεκινημένος, ὁ δὲ ἀρίδακρυς· ποιεῖ γάρ τινας καὶ τοιούτους, διὸ καὶ Ὅμηρος ἐποίησε “καί μέ φησι δάκρυ πλώειν βεβαρημένον οἴνῳ.” καὶ γὰρ ἐλεήμονές ποτε γίνονται καὶ ἄγριοι καὶ σιωπηλοί· ἔνιοι γὰρ αὖ ἀποσιωπῶσι, καὶ μάλιστα τῶν μελαγχολικῶν ὅσοι
15ἐκστατικοί. ποιεῖ δὲ καὶ φιλητικοὺς ὁ οἶνος· σημεῖον δὲ ὅτι προάγεται ὁ πίνων καὶ τῷ στόματι φιλεῖν, οὓς νήφων οὐδ’ ἂν εἷς φιλήσειεν ἢ διὰ τὸ εἶδος ἢ διὰ τὴν ἡλικίαν. ὁ μὲν οὖν οἶνος οὐ πολὺν χρόνον ποιεῖ περιττόν, ἀλλ’ ὀλίγον, ἡ δὲ φύσις ἀεί, ἕως τις ἂν ᾖ· οἱ μὲν γὰρ θρασεῖς, οἱ δὲ σιωπη‐
20λοί, οἱ δὲ ἐλεήμονες, οἱ δὲ δειλοὶ γίνονται φύσει. ὥστε δῆ‐ λον ὅτι διὰ τὸ αὐτὸ ποιεῖ ὅ τε οἶνος καὶ ἡ φύσις ἑκάστου τὸ ἦθος· πάντα γὰρ κατεργάζεται τῇ θερμότητι ταμιευό‐ μενα. ὅ τε δὴ χυμὸς καὶ ἡ κρᾶσις ἡ τῆς μελαίνης χολῆς πνευματικά ἐστιν· διὸ καὶ τὰ πνευματώδη πάθη καὶ τὰ
25ὑποχόνδρια μελαγχολικὰ οἱ ἰατροί φασιν εἶναι. καὶ ὁ οἶνος δὲ πνευματώδης τὴν δύναμιν. διὸ δή ἐστι τὴν φύσιν ὅμοια ὅ τε οἶνος καὶ ἡ κρᾶσις. δηλοῖ δὲ ὅτι πνευματώδης ὁ οἶνός ἐστιν ὁ ἀφρός· τὸ μὲν γὰρ ἔλαιον θερμὸν ὂν οὐ ποιεῖ ἀφρόν, ὁ δὲ οἶνος πολύν, καὶ μᾶλλον ὁ μέλας τοῦ λευκοῦ,
30ὅτι θερμότερος καὶ σωματωδέστερος. καὶ διὰ τοῦτο ὅ τε οἶνος ἀφροδισιαστικοὺς ἀπεργάζεται, καὶ ὀρθῶς Διόνυσος καὶ Ἀφρο‐ δίτη λέγονται μετ’ ἀλλήλων εἶναι, καὶ οἱ μελαγχολικοὶ οἱ πλεῖστοι λάγνοι εἰσίν. ὅ τε γὰρ ἀφροδισιασμὸς πνευμα‐ τώδης. σημεῖον δὲ τὸ αἰδοῖον, ὡς ἐκ μικροῦ ταχεῖαν ποιεῖ‐
35ται τὴν αὔξησιν διὰ τὸ ἐμφυσᾶσθαι. καὶ ἔτι πρὶν δύνα‐ σθαι προΐεσθαι σπέρμα, γίνεταί τις ἡδονὴ ἐπὶ παισὶν οὖσιν, ὅταν ἐγγὺς ὄντες τοῦ ἡβᾶν ξύωνται τὰ αἰδοῖα δι’ ἀκολα‐ σίαν· γίνεται δὲ δῆλον διὰ τὸ πνεῦμα διεξιέναι διὰ τῶν
πόρων, δι’ ὧν ὕστερον τὸ ὑγρὸν φέρεται. ἥ τε ἔκχυσις τοῦ
Prob
.

954a

σπέρματος ἐν ταῖς ὁμιλίαις καὶ ἡ ῥῖψις ὑπὸ τοῦ πνεύμα‐ τος ὠθοῦντος φανερὸν γίνεσθαι. ὥστε καὶ τῶν ἐδεσμάτων καὶ ποτῶν εὐλόγως ταῦτ’ ἐστὶν ἀφροδισιαστικά, ὅσα πνευ‐ ματώδη τὸν περὶ τὰ αἰδοῖα ποιεῖ τόπον. διὸ καὶ ὁ μέ‐
5λας οἶνος οὐδενὸς ἧττον τοιούτους ἀπεργάζεται, οἷοι καὶ οἱ μελαγχολικοὶ πνευματώδεις. δῆλοι δ’ εἰσὶν ἐπ’ ἐνίων· σκληροὶ γὰρ οἱ πλείους τῶν μελαγχολικῶν, καὶ αἱ φλέ‐ βες ἐξέχουσιν· τούτου δ’ αἴτιον οὐ τὸ τοῦ αἵματος πλῆθος, ἀλλὰ τοῦ πνεύματος. διότι δὲ οὐδὲ πάντες οἱ μελαγχολι‐
10κοὶ σκληροὶ οὐδὲ μέλανες, ἀλλ’ οἱ μᾶλλον κακόχυμοι, ἄλλος λόγος· περὶ οὗ δὲ ἐξ ἀρχῆς προειλόμεθα διελθεῖν, ὅτι ἐν τῇ φύσει εὐθὺς ὁ τοιοῦτος χυμὸς ὁ μελαγχολικὸς κεράννυται· θερμοῦ γὰρ καὶ ψυχροῦ κρᾶσίς ἐστιν· ἐκ τούτων γὰρ τῶν δυοῖν ἡ φύσις συνέστηκεν. διὸ καὶ ἡ μέλαινα
15χολὴ καὶ θερμότατον καὶ ψυχρότατον γίνεται. τὸ γὰρ αὐτὸ πάσχειν πέφυκε ταῦτ’ ἄμφω, οἷον καὶ τὸ ὕδωρ ὂν ψυχρόν, ὅμως ἐὰν ἱκανῶς θερμανθῇ, οἷον τὸ ζέον, τῆς φλογὸς αὐτῆς θερμότερόν ἐστι, καὶ λίθος καὶ σίδηρος διά‐ πυρα γενόμενα μᾶλλον θερμὰ γίνεται ἄνθρακος, ψυχρὰ
20ὄντα φύσει. εἴρηται δὲ σαφέστερον περὶ τούτων ἐν τοῖς περὶ πυρός. καὶ ἡ χολὴ δὲ ἡ μέλαινα φύσει ψυχρὰ καὶ οὐκ ἐπιπολαίως οὖσα, ὅταν μὲν οὕτως ἔχῃ ὡς εἴρηται, ἐὰν ὑπερβάλλῃ ἐν τῷ σώματι, ἀποπληξίας ἢ νάρκας ἢ ἀθυ‐ μίας ποιεῖ ἢ φόβους, ἐὰν δὲ ὑπερθερμανθῇ, τὰς μετ’
25ᾠδῆς εὐθυμίας καὶ ἐκστάσεις καὶ ἐκζέσεις ἑλκῶν καὶ ἄλλα τοιαῦτα. τοῖς μὲν οὖν πολλοῖς ἀπὸ τῆς καθ’ ἡμέραν τρο‐ φῆς ἐγγινομένη οὐδὲν τὸ ἦθος ποιεῖ διαφόρους, ἀλλὰ μόνον νόσημά τι μελαγχολικὸν ἀπειργάσατο. ὅσοις δὲ ἐν τῷ φύσει συνέστη κρᾶσις τοιαύτη, εὐθὺς οὗτοι τὰ ἤθη γίνονται
30παντοδαποί, ἄλλος κατ’ ἄλλην κρᾶσιν· οἷον ὅσοις μὲν πολλὴ καὶ ψυχρὰ ἐνυπάρχει, νωθροὶ καὶ μωροί, ὅσοις δὲ λίαν πολλὴ καὶ θερμή, μανικοὶ καὶ εὐφυεῖς καὶ ἐρωτικοὶ καὶ εὐκίνητοι πρὸς τοὺς θυμοὺς καὶ τὰς ἐπιθυμίας, ἔνιοι δὲ καὶ λάλοι μᾶλλον. πολλοὶ δὲ καὶ διὰ τὸ ἐγγὺς εἶναι τοῦ
35νοεροῦ τόπου τὴν θερμότητα ταύτην νοσήμασιν ἁλίσκονται μανικοῖς ἢ ἐνθουσιαστικοῖς, ὅθεν Σίβυλλαι καὶ Βάκιδες καὶ οἱ ἔνθεοι γίνονται πάντες, ὅταν μὴ νοσήματι γένωνται ἀλλὰ φυσικῇ κράσει. Μαρακὸς δὲ ὁ Συρακούσιος καὶ ἀμείνων ἦν
ποιητής, ὅτ’ ἐκσταίη. ὅσοις δ’ ἂν ἐπανθῇ τὴν ἄγαν θερμό‐Column end
Prob
.

954b

τητα πρὸς τὸ μέσον, οὗτοι μελαγχολικοὶ μέν εἰσι, φρονι‐ μώτεροι δέ, καὶ ἧττον μὲν ἔκτοποι, πρὸς πολλὰ δὲ διαφέ‐ ροντες τῶν ἄλλων, οἱ μὲν πρὸς παιδείαν, οἱ δὲ πρὸς τέ‐ χνας, οἱ δὲ πρὸς πολιτείαν. πολλὴν δὲ καὶ εἰς τοὺς κινδύνους
5ποιεῖ διαφορὰν ἡ τοιαύτη ἕξις τοῦ ἐνίοτε ἀνωμάλους εἶναι μὲν τοῖς φόβοις πολλοὺς τῶν ἀνδρῶν. ὡς γὰρ ἂν τύχωσι τὸ σῶμα ἔχοντες πρὸς τὴν τοιαύτην κρᾶσιν, διαφέρουσιν αὐτοὶ αὑτῶν. ἡ δὲ μελαγχολικὴ κρᾶσις, ὥσπερ καὶ ἐν ταῖς νόσοις ἀνωμάλους ποιεῖ, οὕτω καὶ αὐτὴ ἀνώμαλός ἐστιν·
10ὁτὲ μὲν γὰρ ψυχρά ἐστιν ὥσπερ ὕδωρ, ὁτὲ δὲ θερμή. ὥστε φοβερόν τι ὅταν εἰσαγγελθῇ, ἐὰν μὲν ψυχροτέρας οὔσης τῆς κράσεως τύχῃ, δειλὸν ποιεῖ· προωδοπεποίηκε γὰρ τῷ φόβῳ, καὶ ὁ φόβος καταψύχει. δηλοῦσι δὲ οἱ περίφοβοι· τρέμουσι γάρ. ἐὰν δὲ μᾶλλον θερμή, εἰς τὸ μέτριον κα‐
15τέστησεν ὁ φόβος, καὶ ἐν αὐτῷ καὶ ἀπαθῆ. ὁμοίως δὲ καὶ πρὸς τὰς καθ’ ἡμέραν ἀθυμίας· πολλάκις γὰρ οὕτως ἔχο‐ μεν ὥστε λυπεῖσθαι, ἐφ’ ὅτῳ δέ, οὐκ ἂν ἔχοιμεν εἰπεῖν· ὁτὲ δὲ εὐθύμως, ἐφ’ ᾧ δ’, οὐ δῆλον. τὰ δὴ τοιαῦτα πάθη καὶ τὰ παλαιὰ λεχθέντα κατὰ μέν τι μικρὸν πᾶσι γίνεται·
20πᾶσι γὰρ μέμικταί τι τῆς δυνάμεως· ὅσοις δ’ εἰς βάθος, οὗτοι δ’ ἤδη ποιοί τινές εἰσι τὰ ἤθη. ὥσπερ γὰρ τὸ εἶδος ἕτεροι γίνονται οὐ τῷ πρόσωπον ἔχειν, ἀλλὰ τῷ ποιόν τι τὸ πρόσωπον, οἱ μὲν καλόν, οἱ δὲ αἰσχρόν, οἱ δὲ μηθὲν ἔχον‐ τες περιττόν, οὗτοι δὲ μέσοι τὴν φύσιν, οὕτω καὶ οἱ μὲν μι‐
25κρὰ μετέχοντες τῆς τοιαύτης κράσεως μέσοι εἰσίν, οἱ δὲ πλήθους ἤδη ἀνόμοιοι τοῖς πολλοῖς. ἐὰν μὲν γὰρ σφόδρα κατακορὴς ᾖ ἡ ἕξις, μελαγχολικοί εἰσι λίαν, ἐὰν δέ πως κραθῶσι, περιττοί. ῥέπουσι δ’, ἂν ἀμελῶσιν, ἐπὶ τὰ με‐ λαγχολικὰ νοσήματα, ἄλλοι περὶ ἄλλο μέρος τοῦ σώμα‐
30τος· καὶ τοῖς μὲν ἐπιληπτικὰ ἀποσημαίνει, τοῖς δὲ ἀπο‐ πληκτικά, ἄλλοις δὲ ἀθυμίαι ἰσχυραὶ ἢ φόβοι, τοῖς δὲ θάρρη λίαν, οἷον καὶ Ἀρχελάῳ συνέβαινε τῷ Μακεδονίας βασιλεῖ. αἴτιον δὲ τῆς τοιαύτης δυνάμεως ἡ κρᾶσις, ὅπως ἂν ἔχῃ ψύξεώς τε καὶ θερμότητος. ψυχροτέρα μὲν γὰρ οὖσα τοῦ
35καιροῦ δυσθυμίας ποιεῖ ἀλόγους· διὸ αἵ τ’ ἀγχόναι μάλιστα τοῖς νέοις, ἐνίοτε δὲ καὶ πρεσβυτέροις. πολλοὶ δὲ καὶ μετὰ τὰς μέθας διαφθείρουσιν ἑαυτούς. ἔνιοι δὲ τῶν μελαγχολι‐ κῶν ἐκ τῶν πότων ἀθύμως διάγουσιν· σβέννυσι γὰρ ἡ τοῦ
οἴνου θερμότης τὴν φυσικὴν θερμότητα. τὸ δὲ θερμὸν τὸ περὶ
Prob
.

955a

τὸν τόπον ᾧ φρονοῦμεν καὶ ἐλπίζομεν ποιεῖ εὐθύμους. καὶ διὰ τοῦτο πρὸς τὸ πίνειν εἰς μέθην πάντες ἔχουσι προθύμως, ὅτι πάντας ὁ οἶνος ὁ πολὺς εὐέλπιδας ποιεῖ, καθάπερ ἡ νεότης τοὺς παῖδας· τὸ μὲν γὰρ γῆρας δύσελπί ἐστιν, ἡ δὲ
5νεότης ἐλπίδος πλήρης. εἰσὶ δέ τινες ὀλίγοι οὓς πίνοντας δυσθυμίαι λαμβάνουσι, διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἣν καὶ μετὰ τοὺς πότους ἐνίους. ὅσοις μὲν οὖν μαραινομένου τοῦ θερμοῦ αἱ ἀθυμίαι γίνονται, μᾶλλον ἀπάγχονται. διὸ καὶ οἱ νέοι ἢ καὶ οἱ πρεσβῦται μᾶλλον ἀπάγχονται· τὸ μὲν γὰρ
10γῆρας μαραίνει τὸ θερμόν, τῶν δὲ τὸ πάθος φυσικὸν ὂν καὶ αὐτὸ τὸ μαραινόμενον θερμόν. ὅσοις δὲ σβεννυμένου, ἐξαίφνης οἱ πλεῖστοι διαχρῶνται ἑαυτούς, ὥστε θαυμάζειν πάντας διὰ τὸ μηθὲν ποιῆσαι σημεῖον πρότερον. ψυχροτέρα μὲν οὖν γινομένη ἡ κρᾶσις ἡ ἀπὸ τῆς μελαίνης χολῆς, ὥσ‐
15περ εἴρηται, ποιεῖ ἀθυμίας παντοδαπάς, θερμοτέρα δὲ οὖσα εὐθυμίας. διὸ καὶ οἱ μὲν παῖδες εὐθυμότεροι, οἱ δὲ γέρον‐ τες δυσθυμότεροι. οἱ μὲν γὰρ θερμοί, οἱ δὲ ψυχροί· τὸ γὰρ γῆρας κατάψυξίς τις. συμβαίνει δὲ σβέννυσθαι ἐξαί‐ φνης ὑπό τε τῶν ἐκτὸς αἰτιῶν, ὡς καὶ παρὰ φύσιν τὰ πυ‐
20ρωθέντα, οἷον ἄνθρακα ὕδατος ἐπιχυθέντος. διὸ καὶ ἐκ μέ‐ θης ἔνιοι ἑαυτοὺς διαχρῶνται· ἡ γὰρ ἀπὸ τοῦ οἴνου θερμότης ἐπείσακτός ἐστιν, ἧς σβεννυμένης συμβαίνει τὸ πάθος. καὶ μετὰ τὰ ἀφροδίσια οἱ πλεῖστοι ἀθυμότεροι γίνονται, ὅσοι δὲ περίττωμα πολὺ προΐενται μετὰ τοῦ σπέρματος, οὗτοι
25εὐθυμότεροι· κουφίζονται γὰρ περιττώματός τε καὶ πνεύ‐ ματος καὶ θερμοῦ ὑπερβολῆς. ἐκεῖνοι δὲ ἀθυμότεροι πολλά‐ κις· καταψύχονται γὰρ ἀφροδισιάσαντες διὰ τὸ τῶν ἱκα‐ νῶν τι ἀφαιρεθῆναι· δηλοῖ δὲ τοῦτο τὸ μὴ πολλὴν τὴν ἀπορ‐ ροὴν γεγονέναι. ὡς οὖν ἐν κεφαλαίῳ εἰπεῖν, διὰ μὲν τὸ ἀνώ‐
30μαλον εἶναι τὴν δύναμιν τῆς μελαίνης χολῆς ἀνώμαλοί εἰσιν οἱ μελαγχολικοί· καὶ γὰρ ψυχρὰ σφόδρα γίνεται καὶ θερμή. διὰ δὲ τὸ ἠθοποιὸς εἶναι (ἠθοποιὸν γὰρ τὸ θερ‐ μὸν καὶ ψυχρὸν μάλιστα τῶν ἐν ἡμῖν ἐστίν) ὥσπερ ὁ οἶνος πλείων καὶ ἐλάττων κεραννύμενος τῷ σώματι ποιεῖ τὸ ἦθος
35ποιούς τινας ἡμᾶς. ἄμφω δὲ πνευματικά, καὶ ὁ οἶνος καὶ ἡ μέλαινα χολή. ἐπεὶ δ’ ἔστι καὶ εὔκρατον εἶναι τὴν ἀνω‐ μαλίαν καὶ καλῶς πως ἔχειν, καὶ ὅπου δεῖ θερμοτέραν εἶναι τὴν διάθεσιν καὶ πάλιν ψυχράν, ἢ τοὐναντίον διὰ τὸ ὑπερβολὴν ἔχειν, περιττοὶ μέν εἰσι πάντες οἱ μελαγχολικοί,
40οὐ διὰ νόσον, ἀλλὰ διὰ φύσιν.Column end
Prob
.

955b

Διὰ τί κατ’ ἐνίας μὲν τῶν ἐπιστημῶν ἕξιν ἔχειν λέ‐ γομεν, κατ’ ἐνίας δὲ οὔ; ἢ καθ’ ὅσας εὑρετικοί ἐσμεν, ἕξιν ἔχειν λεγόμεθα; τὸ γὰρ εὑρίσκειν ἀπὸ ἕξεως. Διὰ τί τῶν ζῴων ὁ ἄνθρωπος φρονιμώτατον; πότερον
5ὅτι μικροκεφαλώτατον κατὰ λόγον τοῦ σώματος; ἢ ὅτι ἀνωμάλως ἐλάχιστον; διὰ γὰρ τοῦτο καὶ μικροκέφαλον, καὶ αὐτῶν οἱ τοιοῦτοι μᾶλλον τῶν μεγαλοκεφάλων φρονι‐ μώτεροι. Διὰ τί δοκεῖ ἡμῖν πλείων εἶναι ἡ ὁδός, ὅταν μὴ εἰδό‐
10τες πόση τίς ἐστι βαδίζωμεν, μᾶλλον ἢ ὅταν εἰδότες, ἐὰν τὰ ἄλλα ὁμοίως τύχωμεν ἔχοντες; ἢ ὅτι τὸ εἰδέναι [πόση] ἐστὶν εἰδέναι τὸν ἀριθμόν; τὸ γὰρ ἄπειρον καὶ ἀναρίθμητον ταὐτόν, καὶ πλέον ἀεὶ τὸ ἄπειρον τοῦ ὡρισμένου. ὥσπερ οὖν εἰ ᾔδει ὅτι τοσήδε ἐστί, πεπερασμένην αὐτὴν ἀνάγκη εἶναι,
15οὕτως εἰ μὴ οἶδε πόση τίς ἐστιν, ὡς ἀντιστρέφοντος παραλο‐ γίζεται ἡ ψυχή, καὶ φαίνεται αὕτη εἶναι ἄπειρος, ἐπεὶ τὸ ποσὸν ὡρισμένον ἐστὶ καὶ τὸ ὡρισμένον ποσόν. ὅταν τοί‐ νυν μὴ φαίνηται ὡρισμένον, ὥσπερ ἄπειρον δόξει εἶναι, διὰ τὸ τὸ πεφυκὸς ὡρίσθαι, ἂν μὴ ᾖ ὡρισμένον, ἄπειρον εἶναι,
20καὶ τὸ φαινόμενον μὴ ὡρίσθαι φαίνεσθαι ἀνάγκη πως ἀπέραντον. Διὰ τί πρεσβύτεροι μὲν γινόμενοι μᾶλλον νοῦν ἔχομεν, νεώτεροι δὲ ὄντες θᾶττον μανθάνομεν; ἢ ὅτι ὁ θεὸς ὄργανα ἐν ἑαυτοῖς ἡμῖν δέδωκε δύο, ἐν οἷς χρησόμεθα τοῖς ἐκτὸς
25ὀργάνοις, σώματι μὲν χεῖρα, ψυχῇ δὲ νοῦν. ἔστι γὰρ καὶ ὁ νοῦς τῶν φύσει ἐν ἡμῖν ὥσπερ ὄργανον ὑπάρχων· αἱ δὲ ἄλλαι ἐπιστῆμαι καὶ τέχναι τῶν ὑφ’ ἡμῶν ποιητῶν εἰσίν, ὁ δὲ νοῦς τῶν φύσει. καθάπερ οὖν τῇ χειρὶ οὐκ εὐθὺς γενό‐ μενοι χρώμεθα βέλτιστα, ἀλλ’ ὅταν ἡ φύσις αὐτὴν ἐπιτε‐
30λέσῃ (προϊούσης γὰρ τῆς ἡλικίας ἡ χεὶρ μάλιστα δύναται ἀποτελεῖν τὸ ἑαυτῆς ἔργον), τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς τῶν φύσει οὐ εὐθὺς ἀλλ’ ἐπὶ γήρως ἡμῖν μάλιστα παραγί‐ νεται καὶ τότε ἀποτελεῖται μάλιστα, ἂν μὴ ὑπό τινος πη‐ ρωθῇ, καθάπερ καὶ τὰ ἄλλα τὰ φύσει ὑπάρχοντα. ὕστερον
35δὲ τῆς τῶν χειρῶν δυνάμεως ὁ νοῦς παραγίνεται ἡμῖν, ὅτι καὶ τὰ τοῦ νοῦ ὄργανά ἐστι τῶν τῆς χειρός. ἔστι γὰρ νοῦ μὲν ὄργανον ἐπιστήμη (τούτῳ γάρ ἐστι χρήσιμος, καθάπερ αὐλοὶ αὐλητῇ), χειρῶν δὲ πολλὰ τῶν φύσει ὄντων· ἡ δὲ φύσις αὐτή τε ἐπιστήμης πρότερον, καὶ τὰ ὑπ’ αὐτῆς γινόμενα.
40ὧν δὲ τὰ ὄργανα πρότερα, καὶ τὰς δυνάμεις πρότερον εἰκὸς
Prob
.

956a

ἐγγίνεσθαι ἡμῖν· τούτοις γὰρ χρώμενοι ἕξιν λαμβάνομεν, καὶ ἔχει ὁμοίως τὸ ἑκάστου ὄργανον πρὸς αὐτό· καὶ ἀνά‐ παλιν, ὡς τὰ ὄργανα πρὸς ἄλληλα, οὕτω τὰ ὄργανα πρὸς αὐτά. ὁ μὲν οὖν νοῦς διὰ ταύτην τὴν αἰτίαν πρεσβυτέροις
5οὖσιν ἡμῖν μᾶλλον ἐγγίνεται. μανθάνομεν δὲ θᾶττον νεώτε‐ ροι ὄντες διὰ τὸ μηδέν πω ἐπίστασθαι. ὅταν δὲ ἐπιστώμεθα, οὐκέτι ὁμοίως δυνάμεθα. δυνάμεθα δὲ ἔχεσθαι, καθάπερ καὶ μνημονεύομεν μᾶλλον οἷς ἂν ἕωθεν πρῶτον ἐντυγχά‐ νωμεν, ἔπειτα προϊούσης τῆς ἡμέρας οὐκέτι ὁμοίως διὰ τὸ
10πολλοῖς ἐντετυχηκέναι. Διὰ τί ἀνθρώπῳ πειστέον μᾶλλον ἢ ἄλλῳ ζῴῳ; πό‐ τερον ὥσπερ Πλάτων Νεοκλεῖ ἀπεκρίνατο, ὅτι ἀριθμεῖν μό‐ νον ἐπίσταται τῶν ἄλλων ζῴων; ἢ ὅτι θεοὺς νομίζει μόνον; ἢ ὅτι μιμητικώτατον; μανθάνειν γὰρ δύναται διὰ τοῦτο.
15 Διὰ τί οὐ χαίρομεν θεώμενοι οὐδὲ ἐλπίζοντες ὅτι τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας, οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐθέν, εἰ μὴ τῇ θεωρίᾳ, αὕτη δὲ ὁμοίως ἐστὶν ἡδεῖα κἂν εἰ τρισὶν ὀρθαῖς ἢ πλείοσιν ἴσας ἔσχεν. ἀλλ’ ὅτι Ὀλυμπίᾳ ἐνικῶμεν, καὶ περὶ τῆς ναυμαχίας τῆς ἐν
20Σαλαμῖνι, χαίρομεν καὶ μεμνημένοι καὶ ἐλπίζοντες τοι‐ αῦτα, ἀλλ’ οὐ τἀναντία τοῖς τοιούτοις. ἢ ὅτι ἐπὶ μὲν τοῖς τοιούτοις χαίρομεν ὡς γενομένοις ἢ οὖσιν, ἐπὶ δὲ τοῖς κατὰ φύσιν ὡς κατὰ ἀλήθειαν θεωρίας ἡδονήν, ὡς ἔχει, μόνην ἡμῖν ποιεῖν, τὰς δὲ πράξεις τὴν ἀπὸ τῶν συμβαινόντων ἀπ’
25αὐτῶν. ἀνομοίων οὖν οὐσῶν τῶν πράξεων, καὶ τὰ ἀποβαί‐ νοντα ἀπ’ αὐτῶν γίνεται τὰ μὲν λυπηρὰ τὰ δὲ ἡδέα· φεύ‐ γομεν δὲ καὶ διώκομεν καθ’ ἡδονὴν καὶ λύπην ἅπαντα. Διὰ τί μέχρι ὑγείας πραγματεύονται οἱ ἰατροί; ἰσχναίνει γάρ, εἶτα ἐκ τούτου ξηραίνει, εἶτα ὑγείαν ἐποίησεν,
30εἶτα ἐνταῦθα ἔστη. πότερον οὐκ ἔστι δυνατὸν ἐκ τούτου γενέ‐ σθαι ἄλλο; ἢ εἰ δυνατόν, ἄλλης ἐπιστήμης, καὶ ἔσται ὅ τις ἐξ ὑγείας ποιήσει ἄλλο τι; εἰ δὴ γίνεται ἐκ τῶν ἐναντίων καὶ τῶν μεταξύ, δῆλον ὅτι ἀρρωστεῖ, ἢ ξηρότερος ἢ ὑγρό‐ τερος ἤ τι τοιοῦτον. ποιεῖ δὴ ἐκ ψύχους ἧττον σφόδρα, καὶ
35τέλεον ὡδὶ θερμὸν καὶ ὡδὶ ξηρὸν ἢ ὑγρὸν μεταβαῖνον ἐκ τῶν ἐναντίων, ἢ μεταξύ, ἕως ἂν ἔλθῃ εἰς τὸ οὕτως ἔχειν, ὃ ἦν τοῦ ὑγιαίνειν· ἔκ τε τούτου οὐ πέφυκεν ἄλλο τι ὂν ἢ τὸ μεταξύ. δύναται μὲν οὖν ποιῆσαι ὁ ἔχων. ὡς γὰρ ἦλθεν, ἀναλῦσαι δύναται καὶ ἀπελθεῖν, οὐ μὴν ἥ γε τέχνη τούτου
40ἐστίν. ἀεὶ γὰρ βέλτιον. ὥστε οὐδὲ ἄλλη, οὔτε αὐτὴ ποιήσειColumn end
Prob
.

956b

ἐξ ὑγείας ἄλλο τι· οὐθὲν γὰρ ἐγίνετο ἢ τὸ ἐναντίον τούτου, εἴ‐ περ ἡ αὐτὴ ἐπιστήμη. οὕτω καὶ ἐπὶ οἰκίας οὐδὲν ποιήσειεν ἂν τοὐναντίον· οὐκ ἔστιν ἐν ἄλλῃ τέχνη ἐκ τούτου ποιήσουσα, πλὴν ὡς μέρους, οἷον ἡ σκυτικὴ ὑπόδημα ἐκ προσχίσματος. ἐξ ἑκα‐
5τέρου γὰρ γίνεται διττῶς, ἢ συντιθεμένου ἢ φθειρομένου. Διὰ τί τὸν φιλόσοφον τοῦ ῥήτορος οἴονται διαφέρειν; ἢ ὅτι ὁ μὲν φιλόσοφος περὶ αὐτὰ τὰ εἴδη τῶν πραγμάτων διατρίβει, ὁ δὲ περὶ τὰ μετέχοντα, οἷον ὁ μὲν τί ἐστιν ἀδι‐ κία, ὁ δὲ ὡς ἄδικος ὁ δεῖνα, καὶ ὁ μὲν τί ἡ τυραννίς, ὁ δὲ
10οἷόν τι ὁ τύραννος. Διὰ τί οἱ Διονυσιακοὶ τεχνῖται ὡς ἐπὶ τὸ πολὺ πονη‐ ροί εἰσιν; ἢ ὅτι ἥκιστα λόγου σοφίας κοινωνοῦσι διὰ τὸ περὶ τὰς ἀναγκαίας τέχνας τὸ πολὺ μέρος τοῦ βίου εἶναι, καὶ ὅτι ἐν ἀκρασίαις τὸ πολὺ τοῦ βίου εἰσίν, τὰ δὲ καὶ ἐν ἀπορίαις;
15ἀμφότερα δὲ φαυλότητος παρασκευαστικά. Διὰ τί οἱ ἐξ ἀρχῆς τῆς μὲν κατὰ τὸ σῶμα ἀγωνίας ἆθλόν τι προὔταξαν, σοφίας δὲ οὐθὲν ἔθηκαν; ἢ ὅτι ἐπιεικῶς δεῖ τοὺς κριτάς, ἃ παρὰ διάνοιάν ἐστιν, ἢ μηθὲν χείρους τῶν ἀγωνιστῶν εἶναι ἢ κρείττους; εἰ δὲ ἔδει σοφίᾳ τοὺς πρωτεύον‐
20τας ἀγωνίζεσθαι καὶ ἆθλον προὐτέτακτο, κριτῶν ἂν ἠπόρουν αὐτοῖς. ἐπὶ δὲ τῶν γυμνικῶν ἀγώνων ἅπαντός ἐστι κρῖναι, τῇ ὄψει μόνῃ θεασάμενον. ἔτι δὲ ὁ ἐξ ἀρχῆς κατασκευά‐ ζων οὐκ ἐβούλετο τοιαύτην ἀγωνίαν προθεῖναι τοῖς Ἕλλησιν, ἐξ ὧν ἔμελλον στάσεις καὶ ἔχθραι μεγάλαι ἔσεσθαι· οἷον
25οἱ ἄνθρωποι, ὅταν τις ἢ ἐκκριθῇ ἢ προσδεχθῇ εἴς τι τῶν κατὰ τὸ σῶμα ἀθλημάτων, οὐ πάντῃ χαλεπῶς φέρουσιν οὐδὲ εἰς ἔχθραν καθίστανται τοῖς κρίνουσιν, ὑπὲρ δὲ τοῦ φρονιμωτέ‐ ρους ἢ μοχθηροτέρους εἶναι τοῖς κρίνουσι μάλιστα ὀργίζονται καὶ ἀγανακτοῦσιν. στασιῶδες δὲ καὶ μοχθηρὸν τὸ τοιοῦτόν
30ἐστιν. ἔτι δὲ δεῖ τῆς ἀγωνίας τὸ ἆθλον κρεῖττον εἶναι. ἐπὶ μὲν γὰρ τῶν γυμνικῶν ἀθλημάτων τὸ ἆθλον αἱρετώτερον καὶ βέλ‐ τιον τῆς ἀγωνίας· σοφίας δὲ τί ἂν ἆθλον βέλτιον γένοιτο; Διὰ τί ἄλλο νοεῖ καὶ ποιεῖ ἄνθρωπος μάλιστα; ἢ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη; ἢ ὅτι ὁ μὲν νοῦς πολλῶν
35ἐστίν, ἡ δὲ ὄρεξις ἑνός; ὁ μὲν οὖν ἄνθρωπος τῷ νῷ τὰ πλεῖστα ζῇ, τὰ δὲ θηρία ὀρέξει καὶ θυμῷ καὶ ἐπιθυμίᾳ. Διὰ τί φρόνιμοί τινες κτώμενοι οὐ χρώμενοι διατελοῦσιν; πότερον ὅτι τῷ ἔθει χρῶνται; ἢ διὰ τὸ ἐν ἐλπίδι ἡδύ; ὅτι ἡ αἴσθησις καὶ ἡ διάνοια τῷ ἠρεμεῖν τὴν ψυχὴν
40ἐνεργεῖ· ὃ καὶ ἡ ἐπιστήμη δοκεῖ εἶναι, ὅτι τὴν ψυχὴν ἵστησιν·
Prob
.

957a

κινουμένης γὰρ καὶ φερομένης οὔτε αἰσθέσθαι οὔτε διανοηθῆναι δυνατόν. διὸ καὶ τὰ παιδία καὶ οἱ μεθύοντες καὶ οἱ μαι‐ νόμενοι ἀνόητοι· διὰ γὰρ τὸ πλῆθος τοῦ θερμοῦ τοῦ ἐνυπάρ‐ χοντος πλείστη κίνησις αὐτοῖς καὶ σφοδροτάτη συμβαίνει,
5ληγούσης δὲ ταύτης ἐμφρονέστεροι γίνονται· ἀταράχου γὰρ οὔσης τῆς διανοίας μᾶλλον ἐφιστάναι δύνανται αὐτήν. οἵ τ’ ἐν τῷ καθεύδειν ἐνυπνιαζόμενοι ἱσταμένης τῆς διανοίας, καὶ καθ’ ὅσον ἠρεμεῖ, ὀνειρώττουσιν. μάλιστα γὰρ ἐν τοῖς ὕπνοις ἡ ψυχὴ κινεῖται. περιισταμένου γὰρ τοῦ θερμοῦ ἐκ τοῦ ἄλλου
10σώματος εἰς τὸν ἐντὸς τόπον, τότε πλείστη καὶ σφοδροτάτη κίνησις ὑπάρχει, οὐχ ὥσπερ οἱ πολλοὶ ὑπολαμβάνουσι τότε ἠρεμεῖν καὶ καθ’ αὑτὴν εἶναι, καὶ μάλιστα ὅταν μηδὲν ἴδωσιν ἐνύπνιον. συμβαίνει δὲ τοὐναντίον· διὰ γὰρ τὸ ἐν πλείστῃ κινή‐ σει εἶναι καὶ μηδὲ κατὰ μικρὸν ἠρεμεῖν, οὐδὲ διανοεῖσθαι
15δύναται. ἐν πλείστῃ δὲ κινήσει, ὅταν ἥδιστα καθεύδῃ, εἰκό‐ τως ἐστίν, ὅτι τότε μάλιστα καὶ πλεῖστον θερμὸν ἀθροίζεται εἰς τὸν εἴσω τόπον. ὅτι δὲ ἐν τῇ κινήσει οὖσα ἡ ψυχὴ οὐ μόνον ὕπαρ ἀλλ’ οὐδ’ ἐν τοῖς ὕπνοις δύναται διανοεῖσθαι, κἀκεῖνο σημεῖον· ἐν γὰρ τοῖς μετὰ τὴν πρόσεσιν τῶν σιτίων
20ὕπνοις ἥκιστα ἔστιν ἐνύπνια ὁρᾶν. τότε δὲ μάλιστα συμβαί‐ νει κινεῖσθαι αὐτὴν διὰ τὴν ἐπεισενεχθεῖσαν τροφήν. τό τε ἐνύπνιόν ἐστιν, ὅταν διανοουμένοις καὶ πρὸ ὀμμάτων τιθεμέ‐ νοις ὕπνος ἐπέλθῃ. διὸ καὶ ταῦτα μάλιστα ὁρῶμεν ἃ πράτ‐ τομεν ἢ μέλλομεν ἢ βουλόμεθα· περὶ γὰρ τούτων μάλιστα
25πλειστάκις λογισμοὶ καὶ φαντασίαι ἐπιγίνονται. καὶ οἱ βελ‐ τίους βελτίω τὰ ἐνύπνια ὁρῶσι διὰ ταῦτα, ὅτι καὶ ἐγρηγο‐ ρότες περὶ βελτιόνων διανοοῦνται, οἱ δὲ χεῖρον ἢ τὴν διάνοιαν ἢ τὸ σῶμα διακείμενοι χείρω. καὶ γὰρ ἡ τοῦ σώματος διά‐ θεσις πρὸς τὴν τῶν ἐνυπνίων φαντασίαν συμβλητικόν· τοῦ
30γὰρ νοσοῦντος καὶ αἱ τῆς διανοίας προθέσεις φαῦλαι, καὶ ἔτι διὰ τὴν ἐν τῷ σώματι ταραχὴν ἐνοῦσαν ἡ ψυχὴ οὐ δύ‐ ναται ἠρεμεῖν. οἱ δὲ μελαγχολικοὶ διὰ τοῦτο ἐξάττουσιν ἐν τοῖς ὕπνοις, ὅτι πλείονος τῆς θερμασίας οὔσης μᾶλλον τοῦ μετρίου ἡ ψυχὴ ἐν κινήσει, σφοδροτέρας δὲ τῆς κινήσεως
35οὔσης οὐ δύνανται καθεύδειν.
37
ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ. Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρ‐ μῶν; ἢ ὅτι ἀναπνοὴ ταύτῃ γίνεται τῷ ὑγρῷ; δακρύει γὰρ
40ὁ ὀφθαλμὸς μετὰ τὴν τρῖψιν· ὁ δὲ πταρμὸς διὰ πλῆθοςColumn end
Prob
.

957b

ὑγροῦ. ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος; ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί. διὰ τοῦτο δὲ κἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύε‐ ται ὁ πταρμός.
5 Διὰ τί τῷ ἑνὶ ὀφθαλμῷ ἀκριβέστερον ὁρῶσιν ἢ τοῖν δυοῖν; ἢ ὅτι πλείους οὖσαι κινήσεις τοῖν δυοῖν γίνονται, οἷον τοῖς διεστραμμένοις; οὔκουν μία ἡ κίνησις, τοῦ δὲ ἑνὸς ἁπλῆ. ἧττον οὖν ὁρῶσιν ἀκριβέστερον. Διὰ τί ὀργιζόμενοι μὲν τοὺς ὀφθαλμοὺς μᾶλλον ἐπιδι‐
10δόασι πρὸς τὸ ἐρυθριᾶν, αἰσχυνόμενοι δὲ τὰ ὦτα; ἢ διότι οἱ μὲν καταψύχονται ἐν τῇ αἰδοῖ (ἐν ὀφθαλμοῖς γὰρ αἰδώς) ἀντιβλέπειν οὐ δύνανται; καὶ ἡ δειλία κατάψυξίς τίς ἐστιν ἐνταῦθα. μεθίσταται δὲ εἰς τοὐναντίον τῷ ἔμπροσθεν τὸ ὄπι‐ σθεν. τὰ δὲ ὦτα ἀντίκειται· διὸ καὶ μάλιστα ἐρυθριῶσιν
15αἰσχυνόμενοι. ἐν δὲ τῷ κνήθεσθαι ἐπὶ τὸ αἰσθητικώτερον καὶ κινητικώτερον ἡ βοήθεια ὡς ἀδικουμένου· φοβουμένοις γὰρ ἐνταῦθα ἐκλείπει μάλιστα. Διὰ τί θατέρου καταληφθέντος ὀφθαλμοῦ ὁ ἕτερος ἀτε‐ νίζει μᾶλλον; ἢ διότι ἐκ ταὐτοῦ ἤρτηνται αἱ ἀρχαὶ τῶν
20ὀφθαλμῶν; θατέρου οὖν κινουμένου καὶ ἡ κοινὴ ἀρχὴ κινεῖται, ἐκείνης δὲ κινουμένης καὶ ὁ ἕτερος. ληφθέντος οὖν θατέρου ἡ κίνησις κινήσει αὐτόν, ὥστε δύναται ἀτενίζειν μᾶλλον. Διὰ τί οἱ ἐκ γενετῆς τυφλοὶ οὐ γίνονται φαλακροί; ἢ ὅτι πημαίνει τὰ ὄμματα ὑγρότης οὖσα πολλὴ ἐν τῷ περὶ
25τὴν κεφαλὴν τόπῳ; διὸ τῶν ῥευματικῶν εἰς τοὺς ὀφθαλμοὺς τάς τε περὶ τοὺς κροτάφους φλέβας κάουσι, πυκνοῦντες τοὺς τῶν ὑγρῶν πόρους, καὶ ξύουσι τὴν κεφαλήν, διατέμνοντες τὸ ἐν αὐτῇ δέρμα. ἐπεὶ οὖν πημαίνει τοὺς ὀφθαλμοὺς τὸ ἐν αὐτῇ περίττωμα γινόμενον, κωλύοι ἂν αὐτοὺς ταὐτὸ τοῦτο ἐξ ἀρ‐
30χῆς γίνεσθαι, πλέον συνιστάμενον ἐν αὐτῇ. ἐπεὶ δὲ ἐκ πε‐ ριττωμάτων θρὶξ φύεται, τοῦτο δὲ ἐν τῇ τῶν τυφλῶν κε‐ φαλῇ ἐκ γενετῆς ἐστὶ πολύ, εἰκότως οὐκ εἰσὶ φαλακροί. Διὰ τί οἱ ἐξόφθαλμοι καπνίζονται μᾶλλον; ἢ ὅτι τά‐ χιστα προσπίπτει πρὸς τὰ προέχοντα;
35 Διὰ τί εἰς μὲν τὰ δεξιὰ ἀμφοτέρας τὰς ὄψεις ἅμα διαστρέφειν δυνάμεθα, καὶ εἰς τὰ ἀριστερὰ καὶ πρὸς τὴν ῥῖνα, καὶ εἰς τὸ ἀριστερὸν δὲ ἢ τὸ δεξιὸν τὴν ἑτέραν, ἅμα δὲ εἰς τὸ δεξιὸν καὶ ἀριστερὸν ἀδυνατοῦμεν; ὁμοίως δὲ καὶ εἰς τὸ κάτω καὶ εἰς τὸ ἄνω· ἅμα μὲν γὰρ ἐπὶ ταὐτὸ δυνάμεθα,
40χωρὶς δὲ οὔ. ἢ ὅτι αἱ ὄψεις δύο οὖσαι ὁμοίως ἐξ ἑνὸς συνήρ‐
Prob
.

958a

τηνται; ὅσα δὲ τοιαῦτα, ἄκρου θατέρου κινουμένου ἀνάγκη θά‐ τερον ἀκολουθεῖν ἐπὶ ταὐτό. τῷ γὰρ ἑτέρῳ ἄκρῳ ἡ ἀρχὴ θάτερον ἄκρον. εἰ οὖν τὸ ἓν ἀδύνατον ἅμα εἰς τἀναντία κι‐ νεῖσθαι, ἀδύνατον καὶ τὰς ὄψεις. τὰ μὲν γὰρ ἄκρα εἰς
5τἀναντία ἂν κινοῖτο, εἰ τὸ μὲν ἄνω τὸ δὲ κάτω κινοῖτο, ἡ δὲ ἀρχὴ ἀμφοῖν ἂν ἀκολουθοίη· ὅπερ ἀδύνατον. ἡ δὲ δια‐ στροφή ἐστι τῶν ὀμμάτων διὰ τὸ ἀρχὴν ἔχειν τὰς σφαίρας, καὶ μέχρι τοῦ στρέφεσθαι εἰς τὰ ἄνω καὶ κάτω καὶ εἰς πλά‐ γιον. ὅταν οὖν ἔχουσαι ὡς ἂν ὁμοίως ἔχοιεν τῇ θέσει ἀλλή‐
10λαις, καὶ ἐν μέσῳ τοῦ ἐπὶ τὸ ἄνω καὶ κάτω κινεῖσθαι, καὶ εἰς πλάγιον ἐπὶ τοῦ αὐτοῦ σημείου ἑαυτῶν λάβωσι τὴν ὄψιν, αὗται μὲν ἀδιάστροφοί τε καὶ μάλιστα ἀκίνητοι τῇ θέσει· ὅσαι δὲ ἐπὶ ταὐτοῦ σημείου λάβωσι τὰς ὄψεις, ἀδιάστροφοι μέν εἰσι, διαφέρουσι δὲ ἀλλήλων. καίτοι κρύπτεται τοῦ μέ‐
15λανός τι καὶ τοῖς ἄνω βάλλουσι τὰ λευκά, οἷον μελλέπταρ‐ μοι· ἕτεροι δὲ εἰς τὸ πλάγιον, ὥσπερ οἱ μανικοί, οἱ δὲ εἰς τοὺς μυκτῆρας, ὥσπερ τὰ τραγικὰ πρόσωπα καὶ οἱ στρυφνοί· σύννουν γὰρ τὸ βλέμμα. ὅσοι δὲ μήθ’ ὁμοίως κειμένων τῶν σφαιρῶν ἐπὶ ταὐτῷ σημείῳ ἔχουσι τὰς ὄψεις, ἢ ὁμοίως μὲν
20κειμένων μὴ ἐπὶ τῷ αὐτῷ δέ, οὗτοι διεστραμμένοι εἰσίν· διὸ ὑποβλέπουσι καὶ συνάγουσι τὰ ὄμματα. πειρῶνται γὰρ ἐπὶ ταὐτὸν καταστῆσαι σχῆμα τὴν σφαῖραν. ὥστε τὸν μὲν ἐῶσι, τὸν δὲ σχηματίζουσι τῶν ὀφθαλμῶν. ἐὰν γὰρ μὴ κατ’ αὐτὸ σημεῖον τεθῶσιν αἱ ὄψεις, ἀνάγκη διεστράφθαι. ὥσ‐
25περ γὰρ τοῖς ὑποβάλλουσιν ὑπὸ τὸν ὀφθαλμὸν [τὸ ἓν] δύο φαίνεται (καὶ γὰρ ἐκείνοις κεκίνηται ἡ ἀρχή), καὶ τούτοις ὁμοίως. ἐὰν μὲν οὖν ἄνω κινηθῇ ὁ ὀφθαλμός, τὸ πέρας κάτω τῆς ὄψεως γίνεται, ἐὰν δὲ κάτω, ἄνω τὸ πέρας. ἐν ἑνὶ δὲ ὀφθαλμῷ μεθισταμένῳ κινεῖσθαι μὲν τὸ ὁρώμενον
30δοκεῖ διὰ ταῦτα ἄνω ἢ κάτω, ὅτι καὶ ἡ ὄψις, δύο δὲ οὐ φαίνεται, ἂν μὴ δύο αἱ ὄψεις ὦσι, καὶ διαστρέφει. τοιαύτη μὲν τῷ ἑτεροφθάλμῳ γίνεται, ὥστε δύο φαίνε‐ σθαι· κατὰ τὴν θέσιν δὲ γίνεται τῷ μὴ κατὰ μέσον τοῦ ὄμματος κεῖσθαι.
35 Διὰ τί οἱ μύωπες μικρὰ γράμματα γράφουσιν; ἄτο‐ πον γὰρ τὸ μὴ ὀξὺ ὁρῶντας ποιεῖν ἔργον ὀξὺ ὁρώντων. πό‐ τερον ὅτι μεγάλα φαίνεται τὰ μικρά, ἐὰν ᾖ ἐγγύς· οἱ δὲ προσάγοντες γράφουσιν; ἢ διὰ τὸ συνάγοντας τὰ βλέφαρα
γράφειν; δι’ ἀσθένειαν γὰρ τῆς ὄψεως, ἂν μὲν ἀναπεπτα‐Column end
Prob
.

958b

μένοις γράφωσι τοῖς ὄμμασι, διασπωμένη ἡ ὄψις ἀμβλὺ ὁρᾷ, οὕτω δὲ ἀθρόως προσπίπτει· γωνίαν δὲ μικρὰν ποιοῦσα ἐξ ἀνάγκης ποιεῖ μικρὰ γράφειν. Διὰ τί ὀφθαλμιάσαντες ἔνιοι ὀξύτερον ὁρῶσιν; ἢ διὰ
5τὸ ἀποκεκαθάρθαι τὰ ὄμματα; πολλάκις γὰρ ἡ ἔξω πυ‐ κνότης ἀποστέγει τὴν ὄψιν, ἀποδακρύσαντι δὲ λύεται. διὸ καὶ τὸ ἀποδάκνεσθαι συμφέρει, οἷον κρόμμυον· θάτερον δὲ πολέμιον, οἷον ὀρίγανον. Διὰ τί τῇ μιᾷ ὄψει ἀπαθέστεροι; ἢ διότι ἔλαττον ἡ
10ψυχὴ πάσχει, ὥστε ἔλαττον τὸ πάθος. Διὰ τί τοῖς διισταμένοις δύο φαίνεται; ἢ διότι οὐκ ἀφικνεῖται ἐπὶ τὸ αὐτὸ σημεῖον ἑκατέρου τῶν ὀμμάτων ἡ κίνησις; ὥσπερ οὖν δύο ὁρᾶν τὸ δὶς ὁρᾶν οἴεται ἡ ψυχή. ὅμοιον καὶ ἐπὶ τῶν δακτύλων τῆς ἐπαλλάξεως· δύο γὰρ
15τὸ ἓν δοκεῖ ὡς δὶς ἁπτομένῃ ἑνί. Διὰ τί οὐ διαφέρουσιν αἱ αἰσθήσεις αἱ ἐν τοῖς δεξιοῖς τῶν ἀριστερῶν, ἐν δὲ τοῖς ἄλλοις πᾶσι κρείττω τὰ δεξιά; πότερον διὰ τὸ ἔθος, ὅτι εὐθὺς ὁμοίως ἀμφοῖν ἐθιζόμεθα αἰσθάνεσθαι; τὰ δὲ δεξιὰ τῷ ἔθει δοκεῖ διαφέρειν, ἐπεὶ ἐθι‐
20σθεῖσιν ἀμφιδέξιοι γίνονται. ἢ ὅτι τὸ μὲν αἰσθάνεσθαι πά‐ σχειν τί ἐστι, τὰ δὲ δεξιὰ διαφέρει τῷ ποιητικώτερα εἶναι καὶ ἀπαθέστερα τῶν ἀριστερῶν. Διὰ τί ἐν μὲν τοῖς ἄλλοις κρείττω τὰ δεξιά, ἐν δὲ ταῖς αἰσθήσεσιν ὅμοια; ἢ διότι ταῦτα μὲν ὁμοίως ἐθιζόμεθα
25κατ’ ἀμφότερα τῷ ἔθει; ἔτι τὸ μὲν αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἡ δὲ τῶν δεξιῶν διαφορὰ τῷ εἰς τὸ ποιεῖν καὶ οὐκ εἰς τὸ πάσχειν. Διὰ τί τὸ γυμνάζεσθαι ἀσύμφορον πρὸς ὀξυωπίαν; ἢ ὅτι ξηρὸν ποιεῖ τὸ ὄμμα ἡ γυμνασία, ὥσπερ καὶ τὸ ἄλλο
30σῶμα; ἡ δὲ ξηρότης σκληρύνει τὸ δέρμα πᾶν, ὥστε καὶ τὸ ἐπὶ τῇ κόρῃ. διὸ καὶ οἱ πρεσβῦται οὐκ ὀξὺ ὁρῶσιν· καὶ γὰρ τῶν γερόντων σκληρόδερμα, ἅμα δὲ καὶ ῥυσά, ὥστε ἐπικα‐ λύπτεται ἡ ὄψις. Διὰ τί οἱ μύωπες βλέπουσι μὲν οὐκ ὀξύ, γράφουσι δὲ
35μικρά; καίτοι τὸ μικρὸν ὀξὺ βλέποντος καθορᾶν ἐστίν. ἢ διότι ἀσθενῆ ἔχοντες τὴν ὄψιν συνάγουσι τὰ βλεφαρὰ εἰς μικρόν; ἀθρόα γὰρ ἐξιοῦσα ἡ ὄψις μᾶλλον ὁρᾷ, ἀναπεπτα‐ μένου δὲ τοῦ ὄμματος διασπᾶται. διὰ μὲν οὖν τὴν ἀσθένειαν
συνάγουσι τὸ βλέφαρον, διὰ δὲ τὸ ἐκ μικροῦ ὁρᾶν μικρὸν
Prob
.

959a

μέγεθος ὁρῶσιν. ὅσον δὲ ὁρῶσι μέγεθος, τοσοῦτον καὶ γρά‐ φουσιν. Διὰ τί οἱ μύωπες συνάγοντες τὰ βλέφαρα ὁρῶσιν; ἢ δι’ ἀσθένειαν τῆς ὄψεως, ὥσπερ καὶ οἱ πρὸς τὰ πόρρω τὴν
5χεῖρα προσάγοντες, οὕτω καὶ τὰ βλέφαρα πρὸς τὰ ἐγγὺς προστίθενται ὥσπερ χεῖρα; τοῦτο δὲ ποιοῦσιν, ἵνα ἀθροωτέρα ἡ ὄψις ἐξίῃ, δι’ ἐλάττονος ἐξιοῦσα, καὶ μὴ εὐθὺς ἐξ ἀνα‐ πεπταμένου ἐξιοῦσα διασπασθῇ. ὁρᾷ δὲ ἡ πλείων μεῖζον. Διὰ τί εἰς τὸ πλάγιον κινοῦσι τὸν ὀφθαλμὸν οὐ φαίνε‐
10ται δύο τὸ ἕν; ἢ ὅτι ἐπὶ τῆς αὐτῆς γίνεται γραμμῆς ἡ ἀρχή; δύο δὲ φαίνεται ταύτης μεταβαλλούσης ἄνω ἢ κάτω. εἰς δὲ πλάγιον οὐδὲν διαφέρει, ἐὰν μὴ ἅμα καὶ ἄνω. τί δὴ ἐπὶ μὲν τῆς ὄψεως ἔστιν ὥστε φαίνεσθαι τὸ ἓν δύο, ἄν πως τεθῶσιν οἱ ὀφθαλμοὶ πρὸς ἀλλήλους, ἐπὶ δὲ τῶν ἄλ‐
15λων αἰσθήσεων οὐκ ἔστιν; ἢ καὶ ἐπὶ τῆς ἁφῆς γίνεται τῇ ἐπαλλάξει τῶν δακτύλων τὸ ἓν δύο; ἐπὶ δὲ τῶν ἄλλων οὐ γίνεται, ὅτι οὔτε ἔξω ἀποτεινομένων αἰσθάνεται, οὐδὲ δύο. γίνεται δὲ διὰ τοῦτο διόπερ καὶ ἐπὶ τῶν δακτύλων· μιμεῖ‐ ται γὰρ τὴν ὄψιν.
20 Διὰ τί τοῦ μὲν ἄλλου σώματος τὰ ἀριστερὰ ἀσθενέστερα, τῶν δὲ ὀφθαλμῶν οὔ, ἀλλ’ ὁμοίως ὀξύ; ἢ ὅτι τὰ μὲν δεξιὰ τῷ ποιητικὰ εἶναι διαφέρουσι, τῷ δὲ παθητικὰ οὐ διαφέρουσιν; αἱ δὲ ὄψεις παθητικαί. Διὰ τί τῇ ὄψει πρὸς μὲν τὰ ἄλλα ἀτενίζοντες χεῖρον
25διατιθέμεθα, πρὸς δὲ τὰ χλωρὰ καὶ ποώδη, οἷον λάχανα καὶ τὰ τούτοις ὅμοια, βέλτιον; ἢ ὅτι πρὸς μὲν τὸ λευκὸν καὶ μέλαν ἥκιστα δυνάμεθα ἀτενίζειν (ἄμφω γὰρ λυμαίνεται τὴν ὄψιν), τὰ δὲ τοιαῦτα τῶν χρωμάτων μέσον ἔχει τού‐ των· διὸ μετρίως τῆς ὄψεως διατιθεμένης οὐδὲ ἐξαδυνατοῦμεν
30αὐτῇ, βέλτιον δὲ διατιθέμεθα. τάχα δὲ ἴσως καθάπερ ἐπὶ τῶν σωμάτων σφοδρότερον πονοῦντες χεῖρον ἔχομεν, τὸ μέ‐ σον δὲ βέλτιστα διατίθησι, τὸν αὐτὸν τρόπον καὶ τὴν ὄψιν. πρὸς μὲν γὰρ στερεὰ ἀτενίζοντες πονοῦμεν αὐτήν, πρὸς δὲ τὰ ὑγρὰ μηδενὸς ἀντιφράττοντος οὐ διαπονοῦμεν. τὰ δὲ χλωρὰ
35στερεά τε μετρίως, καὶ ὑγρὸν ἐν αὐτοῖς ἱκανόν. διὸ βλάπτει τε οὐθέν, καὶ διαναγκάζει τὴν ὄψιν πρὸς τούτοις εἶναι διὰ τὸ τὴν τοῦ χρώματος κρᾶσιν σύμμετρον ἔχειν πρὸς τὴν ὄψιν. Διὰ τί τὰ μὲν ἄλλα ἀμφοτέροις τοῖς ὀφθαλμοῖς μᾶλλον ὁρῶμεν, τὸ δὲ εὐθὺ τὸ ἐπὶ τῶν στίχων τῷ ἑνὶ προσ‐
40άγοντες πρὸς τὰ γράμματα μᾶλλον καθορῶμεν; ἢ ἀμφό‐Column end
Prob
.

959b

τεραι μὲν αἱ ὄψεις συμπίπτουσαι, καθάπερ λέγουσιν οἱ περὶ τὰ ὀπτικά, ταραχὴν παρέχουσιν, ἐπειδὰν δὲ τῇ μιᾷ θεω‐ ρῶμεν, πρὸς εὐθεῖαν τὴν ὄψιν, ὥσπερ πρὸς κανόνα, μᾶλλον φαίνεται τὸ εὐθύ.
5 Διὰ τί ὁ καπνὸς τοὺς ὀφθαλμοὺς μᾶλλον δάκνει; ἢ ὅτι μόνοι ἀσθενέστατοι; ἀεὶ γὰρ τὰ ἔσω τοῦ σώματος ἀσθε‐ νέστατα. σημεῖον δὲ ὅτι καὶ τὸ ὄξος καὶ ἕκαστον τῶν δρι‐ μέων τὴν μὲν ἔξω σάρκα οὐ δάκνει, τὴν δὲ ἐντός, ὅτι ἀραιο‐ τάτη τοῦ σώματος καὶ μάλιστ’ ἔχει πόρους· αἱ γὰρ ὄψεις
10διά τινων πόρων ἐκπίπτουσιν, ὥστε τὸ ἔσω δηκτικώτατον ἀπὸ τῆς σαρκὸς ἀποπίπτει. ὁμοίως δὲ καὶ τὸ κρόμμυον, καὶ ὅσα ἄλλα δάκνει τοὺς ὀφθαλμούς. τὸ δὲ ἔλαιον μάλιστα τῶν ὑγρῶν, ὅτι λεπτομερέστατον· τοιοῦτον δ’ ὂν εἰσδύνει διὰ τῶν πόρων· τὸ δ’ ὄξος ἐν φαρμάκῳ τῇ ἄλλῃ σαρκί.
15 Διὰ τί ὁ ὀφθαλμὸς μόνον τοῦ σώματος, ἀσθενέστατος ὤν, οὐ ῥιγοῖ; ἢ ὅτι πίων ἐστὶν ὁ ὀφθαλμός, σαρκὸς δὲ οὐθέν; τὰ δὲ τοιαῦτα ἄριγά ἐστιν. οὐ γὰρ δὴ ὅτι γε πῦρ ἐστὶν ἡ ὄψις, διὰ τοῦτο οὐ ῥιγοῖ· οὐ γὰρ τοιοῦτόν γέ ἐστι τὸ πῦρ ὥστε θερμαίνειν.
20 Διὰ τί δάκρυα, ἐὰν μὲν κλαίοντες ἀφίωμεν, θερμά ἐστιν, ἐὰν δὲ πονοῦντες τοὺς ὀφθαλμοὺς δακρύωμεν, ψυχρά; ἢ ὅτι τὸ μὲν ἄπεπτον ψυχρόν, τὸ δὲ πεπεμμένον θερμόν; ἡ δὲ μαλακία ὅλως πᾶσά ἐστιν ἐξ ἀπεψίας, καὶ τῶν τοὺς ὀφθαλμοὺς πονούντων ἄπεπτόν ἐστι τὸ δάκρυον· διὸ ψυχρόν.
25διὰ τοῦτο καὶ οἱ ἰατροὶ οἴονται σημεῖον εἶναι μεγάλης νόσου τοὺς ψυχροὺς ἱδρῶτας, τοὺς δὲ θερμοὺς τοὐναντίον ἀπαλλακτι‐ κούς. ὅταν μὲν γὰρ ᾖ τὸ περίττωμα πολύ, οὐ δύναται τὸ ἐντὸς θερμὸν πέττειν, ὥστε ἀνάγκη ψυχρὸν εἶναι· ὅταν δὲ ὀλίγον, κρατεῖ. γίνονται δὲ ἐκ τῶν περιττωμάτων αἱ ἀρ‐
30ρωστίαι. Διὰ τί ποτε εὐκινήτων ὄντων τῶν δεξιῶν μερῶν ὁ ὀφθαλμὸς ὁ ἀριστερὸς μᾶλλον τοῦ δεξιοῦ συνάγεται; ἢ ὅτι τὰ ἀριστερὰ πάντα ὑγρότερα τῶν δεξιῶν ἐστί, τὰ δὲ ὑγρότερα μᾶλλον συνάγεσθαι πέφυκεν· εἶτα εἰς τὸ δεξιὸν
35μᾶλλον ἀποτελεῖν δύναται, τοῦ ἀριστεροῦ δυναμένου καὶ καθ’ αὑτό. Διὰ τί ἀμφότεροι κατὰ ἀσθένειάν τινα τῶν ὀφθαλ‐ μῶν διακείμενοι, ὅ τε μύωψ καὶ ὁ πρεσβύτης, ὁ μὲν ἐγγὺς προσάγει, ἄν τι βούληται ἰδεῖν, ὁ δὲ πόρρω ἀπάγει; ἢ ὅτι
40οὐχ ὁμοία ἡ ἀσθένεια παρέπεται αὐτοῖς; ὁ μὲν γὰρ πρεσ‐
Prob
.

960a

βύτης αὐτὸ ἰδεῖν ἀδύνατός ἐστιν· οὗ δὴ συμπίπτει ἡ ὄψις αὐτῷ, ἀπάγει τὸ θεώμενον, ἅτε καὶ μάλιστα μέλλων ὄψε‐ σθαι· πόρρω δὲ συμπίπτει. ὁ δὲ αὐτὸ μὲν ὁρᾷ, ποῖα δὲ κοῖλα καὶ ποῖα ἐξέχοντα τοῦ ὁρωμένου, οὐκέτι δύναται κρίνειν,
5ἀλλὰ περὶ ταῦτα ἀπατᾶται. τὰ δὲ κοῖλα καὶ τὰ ἐξέχοντα μάλιστα τῇ αὐγῇ κρίνεται. πόρρωθεν μὲν οὖν οὐ δύναται τῇ αὐγῇ καταμαθεῖν πῶς ἐπιβάλλει ἐπὶ τὸ ὁρατόν· ἐγγύθεν δὲ μᾶλλον καταφανής ἐστιν. Διὰ τί τῶν ζῴων ἄνθρωπος ἢ μόνον ἢ μάλιστα δια‐
10στρέφεται; ἢ ὅτι ἢ μόνον ἢ μάλιστα ἐπίληπτον ἐν τῇ νεό‐ τητι γίνεται, ὅτε καὶ διαστρέφεσθαι συμβαίνει πᾶσιν; Διὰ τί οἱ ἄνθρωποι μόνοι τῶν ἄλλων ζῴων τὰ ὄμ‐ ματα διαστρέφονται; πότερον διὰ τὸ ἐλάχιστον διάστημα εἶναι τῶν ὀμμάτων, καὶ ἐπ’ εὐθείας, ὥστε εὔδηλον σφόδρα
15γίνεται τὸ μὴ κατωρθωμένον. ἢ διότι τῶν ἄλλων μονόχροα τὰ ὄμματά ἐστι μᾶλλον· εἰ δ’ ἦν ἓν χρῶμά τι τοῦ ὄμμα‐ τος, οὐκ ἦν διαστροφή. ἢ διότι μόνοι ἐν τῷ γένει ἐπίληπτοι γίνονται τῶν ζῴων, ἡ δ’ ἐπίληψις διαστροφὴν ποιεῖ, ὅταν γένηται, ὥσπερ καὶ τῶν ἄλλων μορίων· ἀλλ’ ἐνίοις ὀψὲ
20παντελῶς γίνεται ἡ διαστροφή, ὅσοις τὸ ἀρρώστημα. Διὰ τί πρὸς τὸν λύχνον καὶ πρὸς τὸν ἥλιον προστησά‐ μενοι τὴν χεῖρα πρὸ τοῦ φωτὸς μᾶλλον ὁρῶμεν; ἢ ὅτι τὸ ἀπὸ τοῦ ἡλίου καὶ λύχνου φῶς προσπῖπτον μὲν ἡμῶν πρὸς τὴν ὄψιν ἀσθενεστέραν ποιεῖ δι’ ὑπερβολήν; φθείρει γὰρ αὐτὰ
25καὶ τὰ συγγενῆ τῇ ὑπερβολῇ. εἰρχθέντα δὲ ὑπὸ τῆς χει‐ ρὸς τὴν μὲν ὄψιν οὐ πημαίνει, τὸ δὲ ὁρώμενον ὁμοίως ἐστὶν ἐν φωτί. διὸ ἡ μὲν μᾶλλον δρᾷ, τὸ δὲ ὁρώμενον οὐδὲν ἧττον ὁρᾶται. Διὰ τί χεὶρ μὲν καὶ ποὺς διαφορὰν ἔχει πρὸς τὰ δε‐
30ξιὰ τὰ ἀριστερά, ὄμμα δὲ καὶ ἀκοὴ οὔ; ἢ ὅτι τὰ στοιχεῖα τὰ εἰλικρινῆ ἀδιάφορα, ἐν δὲ τοῖς ἐκ τῶν στοιχείων ἡ δια‐ φορά; αὗται δὲ αἱ αἰσθήσεις εἰσὶν ἐξ εἰλικρινῶν, ἡ μὲν ὄψις πυρός, ἡ δ’ ἀκοὴ ἀέρος.
35
ΛΒ. ΟΣΑ ΠΕΡΙ ΩΤΑ. Διὰ τί τὰ ὦτα ὄντα ἀναιμότατα τοῦ προσώπου, ὅταν αἰσχύνωνται, ἐρυθριᾷ μάλιστα; πότερον ὅτι εἰς τὸ κενὸν μάλιστα πορεύεσθαι πέφυκε τὸ ἀλλότριον ὑγρόν, ὥστε ὅταν διαλυθῇ ὑπὸ τῆς θερμότητος, ἣ γίνεται αἰσχυνομένοις, συν‐
40έρχεται εἰς ταῦτα; ἢ διότι ἐπὶ τοῖς κροτάφοις ἐπίκεινται,Column end
Prob
.

960b

εἰς οὓς τὸ ὑγρὸν ἀθροίζεται μάλιστα; αἰσχυνομένων δὲ εἰς τὸ πρόσωπον ἔρχεται ἡ ὑγρότης· διὸ καὶ ἐρυθριῶσιν. τοῦ δὲ προσώπου ἥκιστα βάθος ἔχει τὰ ὦτα· καὶ φύσει θερμότατα καὶ εὔχροα, ἐὰν μὴ ἀπηρτημένα πόρρωθεν ᾖ τῷ ψύχει.
5διὸ καὶ εὐχρούστατον τῶν ἐν τῷ προσώπῳ μορίων. ὥστε ὅταν σκεδασθῇ ἡ θερμότης, μάλιστα ἐπιπολῆς οὖσα ἐν τούτοις ποιεῖ ἐρυθριᾶν. Διὰ τί τὰ ὦτα ἐν τῇ θαλάττῃ ῥήγνυται τοῖς κολυμ‐ βῶσιν; πότερον διὰ τὸ κατέχειν τὸ πνεῦμα πληρούμενον βιά‐
10ζεται; ἢ εἰ τοῦτ’ αἴτιον, ἔδει καὶ ἐν τῷ ἀέρι. ἢ ὅτι μὴ ὑπεῖ‐ κον διακόπτεται θᾶττον, καὶ ἀπὸ σκληροτέρου ἢ μαλακοῦ; τὸ οὖν πεφυσημένον ἧττον ὑπείκει. τὰ δὲ ὦτα, ὥσπερ εἴρη‐ ται, ὑπὸ τοῦ κατέχεσθαι τὸ πνεῦμα ἐμφυσᾶται, ὥστε τὸ ὕδωρ, σκληρότερον ὂν τοῦ ἀέρος, προσπῖπτον διακόπτει.
15 Διὰ τί οἱ κολυμβηταὶ σπόγγους περὶ τὰ ὦτα κατα‐ δοῦνται; ἢ ἵνα ἡ θάλαττα βίᾳ ἰοῦσα μὴ ῥηγνύῃ τὰ ὦτα. οὕτω μὲν γὰρ οὐ γίνεται, ὥσπερ ἀφῃρημένων, πλήρη. Διὰ τί ὁ ἐν τοῖς ὠσὶ ῥύπος πικρός ἐστιν; ἢ διότι ἱδρώς ἐστι σαπρός; ἔστιν οὖν ἁλμυρὸν σαπρόν. τὸ δὲ σαπρὸν ἁλ‐
20μυρὸν πικρόν. Διὰ τί οἱ σπογγεῖς διατέμνονται τὰ ὦτα καὶ τοὺς μυκτῆρας; ἢ ὅπως εὐπνούστεροι ὦσι; ταύτῃ γὰρ ἐξιέναι δο‐ κεῖ τὸ πνεῦμα. ἀνατέμνουσι δὲ καὶ τὸν τόπον καὶ πρὸς εὔπνοιαν· πονεῖν γὰρ δή φασι μᾶλλον αὐτοὺς ἐν τῇ δυσ‐
25πνοίᾳ, τῷ μὴ δύνασθαι προΐεσθαι θύραζε· ὅταν δὲ ὥσπερ ἐξεράσωσι, κουφίζονται. ἄτοπον οὖν εἰ μὴ δύνανται τυγχά‐ νειν ἀναπνοῆς καταψύξεως χάριν· ἀλλ’ ἔοικε τοῦτο ἀναγ‐ καιότερον εἶναι. ἢ εὐλόγως ὁ πόνος πλείων κατέχουσιν, ὀγ‐ κουμένων καὶ διατεινομένων; φαίνεται δὲ καὶ αὐτόματός τις
30εἶναι φορὰ τοῦ πνεύματος ἔξω· εἰ δὲ καὶ εἴσω, σκεπτέον. ἔοικε δέ· ὁμοίως γὰρ ἀναπνοὴν ποιοῦσι τοῖς κολυμβηταῖς λέβητα καταφέντες. οὐ πίμπλαται γὰρ οὗτος τοῦ ὕδατος, ἀλλὰ τηρεῖ τὸν ἀέρα. μετὰ βίας γὰρ ἡ κάθεσις. ὀρθὸν γὰρ ὁτιοῦν παρεγκλιθὲν εἰσρεῖ.
35 Διὰ τί ἔνιοι τὰ ὦτα σκαλεύοντες βήττουσιν; ἢ ὅτι ἐπὶ τοῦ αὐτοῦ πόρου τῷ πνεύμονι καὶ τῇ ἀρτηρίᾳ ἡ ἀκοή; σημεῖον δέ, ὅτι ἀναπηροῦνται καὶ γίνονται ἐνεοί. θερμαινομένου οὖν τῇ τρίψει συντήκεται ἐπὶ τὴν ἀρτηρίαν ἀπὸ τοῦ πόνου κάτωθεν ὑγρόν· ὃ ποιεῖ τὴν βῆχα.
40Διὰ τί τὸ ἀριστερὸν οὖς θᾶττον συμφύεται ὡς ἐπὶ τὸ
Prob
.

961a

πολύ, ὅταν τρυπηθῇ; διὸ καὶ αἱ γυναῖκες τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ καλοῦσι τῶν ὤτων. ἢ ὅτι τὰ ἀριστερὰ ὑγρὰ καὶ θερμὰ μᾶλλον, συμφύεται δὲ τὰ τοιαῦτα μάλιστα. διὸ καὶ ἐν φυτοῖς τοῖς χλωροῖς ἡ σύμφυσις· καὶ τὰ τῶν νέων
5δὲ ἕλκη μᾶλλον συμφύεται ἢ τὰ τῶν πρεσβυτέρων. ση‐ μεῖον δὲ ὅτι ὑγρὰ μᾶλλον καὶ ὅλως θηλυκώτερα τὰ ἀρι‐ στερά. Διὰ τί τοῖς μὲν αἰσχυνομένοις ἄκρα τὰ ὦτα ἐπιφοι‐ νίσσεται, τοῖς δὲ ὀργιζομένοις οἱ ὀφθαλμοί; ἢ ὅτι ἡ μὲν
10αἰδὼς ἐν ὀφθαλμοῖς κατάψυξίς τις μετὰ φόβου, ὥστε εἰκό‐ τως ἀπολείπει τὸ θερμὸν τοὺς ὀφθαλμούς· χωριζόμενον δὲ εἰς τὸν δεκτικώτατον φέρεται τόπον. τοιοῦτος δὲ ὁ ἐν τοῖς ἄκροις τῶν ὤτων· ὁ γὰρ ἄλλος ὀστώδης. ὀργιζομένοις δ’ ἐπανέρ‐ χεται τὸ θερμόν. μάλιστα δὲ γίνεται φανερὸν ἐν τοῖς
15ὀφθαλμοῖς διὰ τὴν χρόαν οὖσαν λευκήν. Διὰ τί ὁ ἦχος ὁ ἐν τοῖς ὠσίν, ἐάν τις ψοφήσῃ, παύε‐ ται; ἢ ὅτι ὁ μείζων ψόφος τὸν ἐλάττω ἐκκρούεται; Διὰ τί, ἐὰν εἰς τὸ οὖς ὕδωρ ἐγχυθῇ, ἔλαιον προσεγ‐ χέονται, οὐ δυναμένου τοῦ ἐνόντος ὑγροῦ ἐξελθεῖν δι’ ἄλλου ὑγροῦ;
20πότερον διὰ τὸ ἐπιπολῆς γίνεσθαι τὸ ἔλαιον τοῦ ὕδατος, καὶ διὰ γλισχρότητα αὐτοῦ ἔχεσθαι τὸ ὕδωρ ἐξιόντος τοῦ ἐλαίου, ἵνα συνεξίῃ τὸ ὕδωρ; ἢ ἵνα ὀλισθηροῦ τοῦ ὠτὸς γενομένου ἐξέλθη τὸ ὕδωρ; τὸ γὰρ ἔλαιον λεῖον ὂν ποιεῖ ὀλισθαίνειν. Διὰ τί ἧττον ὦτα ῥήγνυται τοῖς κολυμβῶσιν, ἐὰν
25προσεγχέωσιν εἰς τὰ ὦτα ἔλαιον; ἢ τοῦ μὲν ῥήγνυσθαι τὰ ὦτα εἴρηται πρότερον ἡ αἰτία, τὸ δὲ ἔλαιον ἐγχυθὲν εἰς τὰ ὦτα τὴν ὕστερον θάλατταν ἀπολισθαίνειν ποιεῖ, καθάπερ ἐπὶ τῶν ἔξω τοῦ σώματος συμβαίνει τοῖς ἀληλιμμένοις. ὀλι‐ σθαίνουσα δὲ πληγὴν οὐ ποιεῖ εἰς τὸ ἐντὸς τοῦ ὠτός, διόπερ οὐ
30ῥήγνυσιν. Διὰ τί τῶν ὤτων ἀναίμων ὄντων μάλιστα οἱ αἰσχυνό‐ μενοι ἐρυθριῶσιν; ἢ ἕκαστον εἰς τὸ κενὸν ἑκάστου μάλιστα φέ‐ ρεται; δοκεῖ δὲ τοῦ αἰσχυνομένου ἄνω θερμὸν φέρεσθαι τὸ αἷμα. εἰς οὖν τὸ κενώτατον ἐρυθριᾶν ποιεῖ. τὸ δ’ αὐτὸ τοῦτο
35καὶ ἐπὶ τῶν γνάθων. ἔτι δὲ καὶ ὅτι λεπτότατον τὸ δέρμα τὸ περιτεταμένον, μάλιστα δὴ φαίνεται δι’ αὐτά. Διὰ τί οὐδεὶς χασμώμενος τὸ οὖς σκαλεύει; ἢ ὅτι ὅτε χασμᾶται, ἐμφυσᾶται καὶ ἡ μῆνιγξ, δι’ ἧς ἀκούει; σημεῖον δέ· ἥκιστα γὰρ ἀκούουσι χασμώμενοι. τὸ γὰρ πνεῦμα, ὥσπερ
40καὶ κατὰ τὸ στόμα, καὶ εἰς τὰ ὦτα ἐντὸς πορευόμενον, ἐξω‐Column end
Prob
.

961b

θεῖται τὸν ὑμένα καὶ κωλύει τὸν ψόφον εἰσιέναι. ἐὰν οὖν οὕτως ἔχοντος ἅψηται τῆς ἀκοῆς ὡς σκαλεύειν, μάλιστ’ ἂν βλάψειεν· πρὸς ἀντιπῖπτον γὰρ ἡ πληγὴ γίνεται, καὶ οὐ πρὸς ὑπεῖκον τὸ τοῦ πνεύματος. τὸ δὲ δέρμα καὶ τὴν μή‐
5νιγγα ἀφεστάναι τῶν στερεῶν δῆλον. ὥστε πόνον μάλιστα οὕτω ποιεῖ, καὶ τραυματίζοι ἄν.
8
ΛΓ. ΟΣΑ ΠΕΡΙ ΜΥΚΤΗΡΑ. Διὰ τί ὁ πταρμὸς λυγμὸν μὲν παύει, ἐρυγμὸν δὲ οὐ
10παύει; ἢ διότι οὐ τοῦ αὐτοῦ τόπου τὸ πάθος ἑκάτερον, ἀλλ’ ὁ μὲν ἐρυγμὸς κοιλίας, ὁ δὲ λυγμὸς τοῦ περὶ τὸν πνεύμονα κατάψυξις καὶ ἀπεψία πνεύματος καὶ ὑγροῦ; κοινωνοῦσι δὲ οἱ περὶ τὸν ἐγκέφαλον τόποι τῷ πνεύμονι, οἷον τοῖς ὠσίν. φανερὸν δέ· ἅμα γὰρ ἐνεοὶ καὶ κωφοὶ γίνονται, καὶ αἱ νό‐
15σοι ἀντιπεριίστανται αἱ τοῦ ὠτὸς εἰς τὰ τοῦ πνεύμονος πάθη. ἐνίοις δὲ σκαλεύουσι τὸ οὖς βῆχες ἐγγίνονται. τὸ δὲ περὶ τὸν πταρνύμενον τόπον εἶναι τῆς ῥινὸς κοινωνίαν τῷ πνεύμονι δηλοῖ ἡ ἀναπνοὴ κοινὴ οὖσα. ὥστε πτάρνυται μὲν θερμαινο‐ μένου αὐτοῦ· τῷ δὲ συμπάσχειν ὁ κάτω τόπος, ἐν ᾧ ἐστὶν ὁ
20λυγμός. ἡ δὲ θερμασία πέττει. διὸ ὄξος τε παύει λυγμὸν καὶ ἡ ἀπνευστία, ἐὰν ἠρεμαία ᾖ ἡ λύγξ. ἐκθερμαίνει γὰρ τὸ πνεῦμα κατεχόμενον. ὥστε καὶ ἐν τῷ πταρμῷ ἡ ἀντι‐ κατάσχεσις γενομένη τοῦ πνεύματος τοῦτο ποιεῖ, καὶ οἰκείως ἡ ἔκπνευσις γίνεται, καὶ ἐκ τοῦ ἄνω τόπου· ἀδύνατον γὰρ
25πτάρειν μὴ ἐκπνέοντα. ἡ οὖν ὁρμὴ ῥήγνυσι τὸ ἐγκατειλημ‐ μένον πνεῦμα, ὃ ποιεῖ τὸν λυγμόν. Διὰ τί, ἐάν τις μέλλων πτάρνυσθαι τρίψῃ τὸν ὀφθαλ‐ μόν, ἧττον πτάρνυται; ἢ διότι τὸ ποιοῦν τὸν πταρμὸν θερμό‐ της τίς ἐστιν, ἡ δὲ τρῖψις θερμότητα ποιεῖ, ἣ διὰ τὸ πλη‐
30σίον εἶναι τῶν ὀφθαλμῶν τὸν τόπον ᾧ πτάρνυται, ἀφανίζει τὴν ἑτέραν, ὥσπερ τὸ ἔλαττον πῦρ ὑπὸ τοῦ πλείονος μαραι‐ νόμενον. Διὰ τί δὶς πτάρνυται ὡς ἐπὶ τὸ πολύ, καὶ οὐχ ἅπαξ ἢ πλεονάκις; ἢ διότι δύο εἰσὶ μυκτῆρες; καθ’ ἕτερον οὖν διέ‐
35σχισται τὸ φλέβιον, δι’ οὗ πνεῦμα ῥεῖ. Διὰ τί πρὸς τὸν ἥλιον βλέψαντες πτάρνυνται μᾶλλον; ἢ διότι κινεῖ θερμαίνων· καθάπερ οὖν πτεροῖς θιγγάνοντες. ἀμφότεροι γὰρ τὸ αὐτὸ ποιοῦσιν· τῇ γὰρ κινήσει θερμαίνον‐ τες ἐκ τοῦ ὑγροῦ θᾶττον πνεῦμα ποιοῦσιν. τούτου δὲ ἡ ἔξοδος
40πταρμός.
Prob
.

962a

Διὰ τί λύγγα παύει πταρμὸς καὶ πνεύματος ἐπίσχε‐ σις καὶ ὄξος; ἢ ὅτι ὁ μὲν πταρμός, διότι ἀντιπερίστασίς ἐστι τοῦ κάτω πνεύματος, ὥσπερ αἱ ἄνω φαρμακεῖαι πρὸς τὴν κάτω κοιλίαν; ἡ δὲ ἀπνευστία τὰς ἀσθενεῖς λύγγας,
5ὅτι ἡ μικρὰ ὁρμὴ τοῦ πνεύματος ἡ ἀνιοῦσα, ὥσπερ περὶ τὴν βῆχα, ἐάν τις κατάσχῃ, παύεται, οὕτω καὶ ἐνταῦθα καὶ κατέσπασε καὶ κατέπνιξε καὶ συναπεβιάσατο. τὸ δὲ ὄξος παύει, ὅτι τὸ περιεστὸς ὑγρὸν καὶ κωλῦον ἀπερυγεῖν ἐπνευ‐ μάτωσε τῇ θερμασίᾳ. ἔστι γὰρ ἐρυγμὸς μέν, ὅταν πνευμα‐
10τωθῇ τὸ ἐν τῇ ἄνω κοιλίᾳ ὑγρὸν καὶ πεφθῇ, ἡ δὲ λύγξ, ὅταν ὑπὸ ὑγροῦ κατέχηται πνεῦμα περιττὸν περὶ τὸν πνευ‐ ματικὸν τόπον. τοῦτο γὰρ ὁρμῶν καὶ μὴ δυνάμενον διακό‐ ψαι σπασμὸν ποιεῖ, ὁ δὲ σπασμὸς οὗτος καλεῖται λύγξ. καὶ διὰ τοῦτο ῥιγώσαντας λὺγξ λαμβάνει, ὅτι τὸ ψῦχος
15τὸ ὑγρὸν ποιεῖ συστὰν ἐκ τοῦ πνεύματος ἔτι· περιλαμβανό‐ μενον δὲ τὸ ἄλλο πηδᾷ· οὗ ἡ κίνησις λυγμός ἐστιν. Διὰ τί ἐνίοις ὕδωρ ψυχρὸν προσχέομεν [καὶ] πρὸς τὸ πρόσωπον, ἡνίκα αἷμα ῥεῖ ἐκ τῶν μυκτήρων; ἢ ἀντιπεριίστα‐ ται εἴσω τὸ θερμόν; ἂν οὖν ἐπιπολῆς τύχῃ αἷμα, ἐξυγραί‐
20νει μᾶλλον. Διὰ τί τὸν μὲν πταρμὸν θεὸν ἡγούμεθα εἶναι, τὴν δὲ βῆχα ἢ τὴν κόρυζαν οὔ; ἢ διότι ἐκ τοῦ θειοτάτου τῶν περὶ ἡμᾶς τῆς κεφαλῆς, ὅθεν ὁ λογισμός ἐστι, γίνεται; ἢ ὅτι τὰ μὲν ἄλλα ἀπὸ νοσούντων γίνεται, τοῦτο δὲ οὔ;
25 Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρ‐ μῶν; ἢ ὅτι ἀνάπνοια ταύτῃ γίνεται τῷ ὑγρῷ; δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τρῖψιν, ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγρό‐ τητος. ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος, ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν
30τῇ ῥινί. διὰ ταῦτα δὲ κἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύε‐ ται ὁ πταρμός. Διὰ τί τῶν μὲν ἄλλων πνευμάτων αἱ ἔξοδοι, οἷον φύ‐ σης καὶ ἐρυγμοῦ, οὐχ ἱεραί, ἡ δὲ τοῦ πταρμοῦ ἱερά; πότερον ὅτι τριῶν τόπων ὄντων, κεφαλῆς καὶ θώρακος καὶ τῆς κάτω
35κοιλίας, ἡ κεφαλὴ θειότατον; ἔστι δὲ φῦσα μὲν ἀπὸ τῆς κάτω κοιλίας πνεῦμα, ἐρυγμὸς δὲ τῆς ἄνω, ὁ δὲ πταρμὸς τῆς κεφαλῆς. διὰ τὸ ἱερώτατον οὖν εἶναι τὸν τόπον καὶ τὸ πνεῦμα τὸ ἐντεῦθεν ὡς ἱερὸν προσκυνοῦσιν. ἢ ὅτι ἅπαντα τὰ πνεύματα σημαίνει τοὺς εἰρημένους τόπους βέλτιον ἔχειν ὡς
40ἐπὶ τὸ πολύ; μὴ διαχωρούντων γὰρ κουφίζει τὸ πνεῦμα διε‐Column end
Prob
.

962b

ξιόν, ὥστε καὶ ὁ πταρμὸς τὸν περὶ τὴν κεφαλὴν τόπον, ὅτι ὑγιαίνει καὶ δύναται πέττειν. ὅταν γὰρ κρατήσῃ ἡ ἐν τῇ κεφαλῇ θερμότης τὴν ὑγρότητα, τὸ πνεῦμα τότε γίνεται πταρμός. διὸ καὶ τοὺς ἐκθνήσκοντας κινοῦσι πταρμικῷ, ὡς
5ἐὰν μὴ τούτῳ δύνωνται πάσχειν, ἀσώτους ὄντας. ὥστε ὡς σημεῖον ὑγείας τοῦ ἀρρώστου καὶ ἱερωτάτου τόπου προσκυνοῦσιν ὡς ἱερόν, καὶ φήμην ἀγαθὴν ποιοῦνται. Διὰ τί ἄνθρωπος πτάρνυται μάλιστα τῶν ἄλλων ζῴων; πότερον ὅτι τοὺς πόρους εὐρεῖς ἔχει, δι’ ὧν τὸ πνεῦμα καὶ ἡ
10ῥύμη εἰσέρχεται; τούτοις γὰρ πληρουμένοις πνεύματος πτάρ‐ νυται. ὅτι δ’ εὐρεῖς, σημεῖον ὅτι ἥκιστα ὀσφραντικὸν τῶν ζῴων. ἀκριβέστεροι δὲ οἱ λεπτοὶ πόροι. εἰ οὖν εἰς μὲν τοὺς εὐρεῖς πλεῖον καὶ πλεονάκις εἰσέρχεται τὸ ὑγρόν, οὗ πνευ‐ ματουμένου ὁ πταρμὸς γίνεται, τοιούτους δὲ μάλιστα τῶν ζῴων
15οἱ ἄνθρωποι ἔχουσι, πλειστάκις ἂν πτάρνυντο εἰκότως, ὅσοις ἐλάχιστοι οἱ μυκτῆρες, ὥστε τὸ θερμανθὲν ὑγρὸν ταχὺ ἐξιέ‐ ναι δύναται πνεῦμα γενόμενον· ἐν δὲ τοῖς ἄλλοις διὰ μῆ‐ κος καταψύχεται πρότερον. Διὰ τί οἱ μὲν ἀπὸ μέσων νυκτῶν ἄχρι μέσης ἡμέρας
20οὐκ ἀγαθοὶ πταρμοί, οἱ δὲ ἀπὸ μέσης ἡμέρας ἄχρι μέσων νυκτῶν; ἢ ὅτι ὁ μὲν πταρμὸς μᾶλλον δοκεῖ ἐπισχεῖν τοὺς ἀρχομένους καὶ ἐν τῇ ἀρχῇ; διὸ ὅταν μέλλωσιν ἀρχομένοις συμβῆναι, μάλιστα ἀποτρεπόμεθα τοῦ πράττειν. ἡ μὲν οὖν ἠὼς καὶ τὸ ἀπὸ μέσων νυκτῶν οἷον ἀρχή τις· διὸ εὐλαβού‐
25μεθα πτάρειν, μὴ κωλύσωμεν ὡρμημένον. πρὸς δείλης δὲ καὶ ἐπὶ μέσας νύκτας οἷον τελευτή τις καὶ ἐναντίον ἐκείνῳ, ὥστε ἐν τῷ ἐναντίῳ ταὐτὸν αἱρετέον. Διὰ τί οἱ πρεσβῦται χαλεπῶς πτάρνυνται; πότερον οἱ πόροι συμπεπτώκασι δι’ ὧν τὸ πνεῦμα; ἢ ὅτι αἴρειν τὰ
30ἄνω οὐκέτι δυνάμενοι ῥᾳδίως, εἶτα βίᾳ ἀφιᾶσι κάτω; Διὰ τί, ἐάν τις ἀπνευστιάζῃ, ἡ λὺγξ παύεται; ἢ διότι ἡ μὲν ὑπὸ καταψύξεως γίνεται (διὸ καὶ οἱ φοβούμενοι καὶ οἱ ῥιγοῦντες λύζουσιν), κατεχόμενον δὲ τὸ πνεῦμα ἐκθερμαίνει τὸν ἐντὸς τόπον;
35 Διὰ τί οἱ κωφοὶ ἐκ τῶν μυκτήρων διαλέγονται ὡς ἐπὶ τὸ πολύ; ἢ ὅτι ὁ πνεύμων ἐστὶ τούτοις πεπονηκώς; τοῦτο γάρ ἐστιν ἡ κωφότης, πλήρωσις τοῦ τόπου τοῦ πνευμονικοῦ. οὔκουν ῥᾳδίως ἡ φωνὴ φέρεται, ἀλλ’ ὥσπερ τὸ πνεῦμα τῶν πνευ‐ στιώντων ἢ ἀσθμαινόντων δι’ ἀδυναμίαν ἀθρόον, οὕτως ἐκείνοις
40ἡ φωνή. βιάζεται οὖν καὶ διὰ τῶν μυκτήρων. βιαζομένη
Prob
.

963a

δὲ τῇ τρίψει ποιεῖ τὸν ἦχον. ἔστι γὰρ ἡ διὰ τῶν ῥινῶν διά‐ λεκτος γινομένη, ὅταν τὸ ἄνω τῆς ῥινὸς εἰς τὸν οὐρανόν, ᾗ συντέτρηται, κοῖλον γένηται· ὥσπερ κώδων γὰρ ὑπηχεῖ, τοῦ κάτωθεν στενοῦ ὄντος.
5 Διὰ τί μόνον ὁ πταρμὸς ἡμῖν καθεύδουσιν οὐ γίνεται, ἀλλ’ ὡς εἰπεῖν ἅπαντα ἐγρηγορόσιν; ἢ ὅτι ὁ μὲν πταρμὸς γίνεται καὶ ὑπὸ θερμοῦ τινὸς κινήσαντος τὸν τόπον τοῦτον ἀφ’ οὗ γίνεται· διὸ καὶ ἀνακύπτομεν πρὸς τὸν ἥλιον, ὅταν βου‐ λώμεθα πτάρειν· ὅτι καθευδόντων ἡμῶν ἀντιπεριίσταται τὸ
10θερμὸν ἐντός. διὸ καὶ γίνεται τὰ κάτω θερμὰ τῶν καθευ‐ δόντων, καὶ τὸ πνεῦμα τὸ πολὺ αἴτιόν ἐστι τοῦ ἐξονειρώττειν ἡμᾶς. εἰκότως οὖν οὐ πταρνύμεθα· ἀπαλλαγέντος γὰρ τοῦ θερμοῦ τοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκε τὸ ἐνταῦθα ὑγρόν, οὗ ἐξαερουμένου γίνεται ὁ πταρμός, καὶ τὸ συμβαῖνον
15πάθος εἰκὸς μὴ γίνεσθαι. ἀποψοφοῦσι δὲ μᾶλλον ἢ πτάρ‐ νυνται, καὶ ἐρεύγονται καθεύδοντες ἢ ἐγρηγορότες, ὅτι ἐκ‐ θερμαινομένου τοῦ περὶ τὴν κοιλίαν τόπου ἐν τοῖς ὕπνοις μᾶλ‐ λον ἐκπνευματοῦσθαι συμβαίνει τὰ περὶ αὐτὴν ὑγρά, πνευ‐ ματούμενα δὲ εἰς τοὺς ἔγγιστα τόπους φέρεσθαι. ἐνταῦθα γὰρ
20καὶ συναπωθεῖται ὑπὸ τοῦ ἐν τῷ ὕπνῳ γινομένου πνεύματος. καθεκτικώτερος γάρ ἐστιν ἢ προετικώτερος ὁ καθεύδων τοῦ πνεύματος, διὸ καὶ συστέλλει τὸ θερμὸν ἐντός. ὁ δὲ κατέ‐ χων τὸ πνεῦμα ὠθεῖ κάτω αὐτό· παρὰ φύσιν γάρ ἐστι τῷ πνεύματι ἡ κάτω φορά, διὸ καὶ χαλεπόν ἐστι κατέχειν τὸ
25πνεῦμα. τὸ δ’ αὐτὸ αἴτιον καὶ τοῦ καθεύδειν ἡμῖν ἐστίν. οὔσης γὰρ τῆς ἐγρηγόρσεως κινήσεως, ταύτης δ’ ἐν τοῖς αἰσθη‐ τηρίοις ἡμῶν γινομένης μάλιστα ἐν τῷ ἐγρηγορέναι ἡμᾶς, δῆλον ὡς καὶ ἠρεμούντων ἡμῶν καθεύδοιμεν ἄν. ἐπεὶ δὲ τὸ μὲν πῦρ κινητικόν ἐστι τῶν ἐν ἡμῖν μορίων, τοῦτο δ’ ἐν τῷ
30ὕπνῳ ἐντὸς περιίσταται, λιπὸν τὸν περὶ τὴν κεφαλὴν τόπον οὗ ἐστὶ τὸ αἰσθητήριον, ἠρεμοίη ἂν μάλιστα ἡμῶν τότε τὰ αἰσθητήρια· ὃ εἴη ἂν αἴτιον τοῦ καθεύδειν. Διὰ τί πτάραντες καὶ οὐρήσαντες φρίττουσιν; ἢ ὅτι κε‐ νοῦνται αἱ φλέβες ἀμφοτέροις τούτοις τοῦ πρότερον ἐνυπάρ‐
35χοντος ἀέρος θερμοῦ, κενωθέντων δὲ ἄλλος ἀὴρ ἔξωθεν εἰσέρ‐ χεται ψυχρότερος τοῦ προϋπάρχοντος ἐν ταῖς φλεψίν· τοιοῦ‐ τος δ’ εἰσιὼν ποιεῖ φρίττειν. Διὰ τί τοὺς λυγμοὺς οἱ πταρμοὶ παύουσιν; ἢ ὅτι ὁ λυγμὸς οὐχ ὥσπερ οἱ ἐρυγμοὶ ἀπὸ τῆς τὰ σιτία δεχομένης
40κοιλίας ἐστὶν ἀλλ’ ἀπὸ τοῦ πνεύματος, συμβαίνει δὲ μάλισταColumn end
Prob
.

963b

ἀπὸ καταψύξεως ἐκ ῥίγους καὶ λύπης καὶ φαρμακείας τῆς ἄνω μάλιστα γίνεσθαι. θερμὸς γὰρ ὢν φύσει ὁ τόπος, ὅταν καταψυχθῇ, οὐ προσίεται τὸ πνεῦμα πᾶν, ἀλλ’ ὥσπερ πομ‐ φόλυγας ποιεῖ· διὸ καὶ τὸ πνεῦμα κατασχοῦσι παύεται
5(ἐκθερμαίνεται γὰρ ὁ τόπος), καὶ τὸ ὄξος, θερμαντικὸν ὄν, προσφερόμενον. τοῦ δὴ θερμοῦ συμβαίνοντος ἀπὸ θερμασίας καὶ τοῦ ἐγκεφάλου, τῶν ἄνω τόπων εἰς τὸν πνεύμονα συντε‐ τρημένων, θερμοῦ τοῦ πνεύμονος ὄντος, ἥ τε πρὸ τοῦ πταρμοῦ κατοχὴ καὶ ἡ ἄνωθεν κατάκρουσις λύει τὸ πάθος.
10 Διὰ τί οἱ οὐλότριχες, καὶ οἷς ἐπέστραπται τὸ τρίχιον, ὡς ἐπὶ τὸ πολὺ σιμότεροι; ἢ εἴπερ ἡ οὐλότης ἐν παχύτητι, ἡ δὲ παχύτης μετὰ σκληρότητος, σκληρὸν δ’ ὂν τὸ αἷμα θερμόν, ἡ δὲ θερμότης οὐ ποιεῖ περίττωσιν, τὸ δὲ ὀστοῦν ἐκ περιττώματος, ὁ δὲ χόνδρος ὀστοῦν, εὐλόγως ἂν ἔκλειψις
15εἴη τοῦ μορίου; σημεῖον δὲ τὸ τὰ παιδία πάντα εἶναι σιμά.
17 ΛΔ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΣΤΟΜΑ ΚΑΙ ΤΑ ΕΝ ΑΥΤῼ. Διὰ τί οἱ μανοὺς ἔχοντες τοὺς ὀδόντας οὐ μακρόβιοι; ἢ ὅτι τὰ μακρόβια πλείους ἔχουσιν, οἷον τὰ ἄρσενα τῶν θηλειῶν,
20ἄνδρες γυναικῶν, πρόβατα προβάτων. οἱ οὖν ἀραιώδοντες ὥσπερ ἂν ἐλάττονας ἔχουσιν ὀδόντας ἐοίκασιν. Διὰ τί οἱ ὀδόντες ἰσχυρότεροι τῶν σαρκῶν ὄντες ὅμως τοῦ ψυχροῦ αἰσθάνονται μᾶλλον; ἢ ὅτι ἐπὶ τοὺς πόρους προσ‐ πεφύκασιν, ἐν οἷς ὀλίγον ὂν τὸ θερμὸν ταχὺ ὑπὸ τοῦ ψυχροῦ
25κρατούμενον ποιεῖ τὴν ἀλγηδόνα; Διὰ τί τοῦ ψυχροῦ μᾶλλον αἰσθάνονται οἱ ὀδόντες ἢ τοῦ θερμοῦ, ἡ δὲ σὰρξ τοὐναντίον; πότερον ὅτι ἡ μὲν σὰρξ τοῦ μέσου καὶ εὔκρατος, οἱ δὲ ὀδόντες ψυχροί, ὥστε τοῦ ἐναντίου μᾶλλον αἰσθητικοί; ἢ διότι λεπτῶν πόρων εἰσίν, ἐν οἷς μι‐
30κρὸν τὸ θερμόν, ὥστε ταχὺ πάσχουσιν ὑπὸ τοῦ ἐναντίου; ἡ δὲ σὰρξ θερμόν, ὥστε οὐδὲν πάσχει ὑπὸ τοῦ ψυχροῦ, τοῦ δὲ θερ‐ μοῦ ταχὺ αἰσθάνεται· ὥσπερ γὰρ πῦρ ἐπὶ πυρὶ γίνεται. Διὰ τί ἡ γλῶττα σημαντικὸν πολλῶν; καὶ γὰρ τῶν πυρετῶν ἐν τοῖς ὀξέσι νοσήμασι, καὶ ἐὰν χάλαζαι ἐνῶσιν·
35καὶ τῶν ποικίλων προβάτων ποικίλαι. ἢ ὅτι ὑγρότητος δεκτι‐ κόν, καὶ ἐπὶ τῷ πνεύμονι ἐπίκειται, οὗ ἡ ἀρχὴ ἐπὶ τῶν πυρε‐ τῶν. πολύχροα δὲ πάντα διὰ τὴν πολύχροιαν τῶν ὑγρῶν· βάπτεται δὲ πρῶτον δι’ οὗ πρῶτον ἠθεῖται· ἡ δὲ γλῶττα τοιοῦτον. αἵ τε χάλαζαι διὰ τὸ σομφὴν εἶναι συλλέγονται·
40ἔστι γὰρ ἡ χάλαζα οἱονεὶ ἴονθος ἄπεπτος ἐν τοῖς ἐντός.
Prob
.

964a

Διὰ τί ἡ γλῶττα γλυκεῖα μὲν οὐ γίνεται, πικρὰ δὲ καὶ ἁλμυρὰ καὶ ὀξεῖα; ἢ ὅτι διαφθοραὶ ταῦτ’ ἐστί, τῆς δὲ φύσεως οὐκ αἰσθάνεται; Διὰ τί, ὅσας ἂν χρόας ἔχῃ τὸ δέρμα, τοσαύτας ἔχει
5καὶ ἡ γλῶττα; πότερον ὅτι ἓν μέρος ἐστὶν ὥσπερ ἄλλο τι τῶν ἔξωθεν, ἀλλ’ ἐντὸς περιείληπται; διὰ δὲ τὸ λεπτὸν εἶναι ταύτῃ τὸ δέρμα καὶ ἡ μικρὰ ποικιλία ἐμφαίνεται. ἢ διότι τὸ ὕδωρ ἐστὶν ὃ ποιεῖ μεταβάλλειν τὰς χρόας; ἡ δὲ γλῶττα μάλιστα πάσχει ὑπὸ τοῦ πόματος.
10 Διὰ τί ἐκ τοῦ στόματος καὶ θερμὸν καὶ ψυχρὸν πνέουσιν; φυσῶσι μὲν γὰρ ψυχρόν, ἀάζουσι δὲ θερμόν. σημεῖον δὲ ὅτι θερμαίνει, ἐὰν πλησίον προσάγῃ τις τὴν χεῖρα τοῦ στό‐ ματος. ἢ ἀμφοτέρως ὁ ἀὴρ κινούμενος ψυχρός· ὁ δὲ φυ‐ σῶν κινεῖ τὸν ἀέρα οὐκ ἀθρόως, ἀλλὰ διὰ στενοῦ τοῦ στόματος·
15ὀλίγον οὖν ἐκπνέων πολὺν κινεῖ τὸν θύραθεν, ἐν ᾧ τὸ θερμὸν ὂν τὸ ἐκ τοῦ στόματος οὐ φαίνεται δι’ ὀλιγότητα. ὁ δὲ ἀάζων ἀθρόον ἐκπνεῖ· διὸ θερμόν. ἔστι γὰρ φυσασμοῦ τῷ διαφέ‐ ρειν τῇ συστροφῇ· ὁ δ’ ἀασμὸς ἀθρόου ἔκπνευσις. Διὰ τί, ἐὰν σφόδρα καὶ ἀθρόον ἐκπνεύσωσιν, ἀδυνα‐
20τοῦσι πάλιν ἐκπνεῦσαι; ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τοῦ ἀναπνεῦ‐ σαι· ἀδυνατοῦσι γὰρ δὶς ἐφεξῆς ποιεῖν αὐτό. ἢ ὅτι τὸ μὲν δίωσίς τίς ἐστι, τὸ δὲ συναγωγὴ τόπου· ἃ ἄχρι τινός ἐστι δυνατὰ γίνεσθαι. φανερὸν οὖν ὅτι ἐναλλὰξ ἀνάγκη ἄμφω γίνεσθαι, καὶ ἀδύνατον δὶς ἐφεξῆς.
25 Διὰ τί ἑτέρου τόπου ὄντος ᾗ τὰ σῖτα καὶ τὸ ποτὸν διε‐ ξέρχεται καὶ ᾗ ἀναπνέομεν, ἐὰν μείζω ψωμὸν καταπίω‐ μεν, πνιγόμεθα; οὐδὲν δὴ ἄτοπον· οὐ γὰρ μόνον ἐάν τι ἐμ‐ πέσῃ εἰς τὸν τόπον τοῦτον, ἀλλὰ κἂν ἔτι φραχθῇ, οὕτω μᾶλ‐ λον πνιγόμεθα. ταῦτα δὲ παράλληλά ἐστι, καθ’ ὅ τε τὰ
30σιτία δεχόμεθα καὶ καθ’ ὃ ἀναπνέομεν. ὅταν οὖν ἐμπέσῃ μείζων ψωμός, καὶ ἡ ἀναπνοὴ συμφράττει, ὥστε μὴ εἶναι τῷ πνεύματι ἔξοδον. Διὰ τί, ὅσοι τὴν διὰ χειρὸς τομὴν ἔχουσι δι’ ὅλης, μα‐ κροβιώτατοι; ἢ διότι τὰ ἄναρθρα βραχύβια καὶ ἀσθενῆ;
35σημεῖον δὲ τῆς μὲν ἀσθενείας τὰ νέα, τῆς δὲ βραχυβιότητος τὰ ἔνυγρα. δῆλον ἄρα ὅτι τὰ ἠρθρωμένα τοὐναντίον. τοιαῦτα δέ, ὧν καὶ τὰ φύσει ἄναρθρα μάλιστα ἤρθρωται. τῆς δὲ χειρὸς τὸ ἔσω ἀναρθρότατον.
Διὰ τί ἐν τῷ μακρὸν ἀναπνεῖν ἑλκόντων μὲν εἴσω τὸColumn end
Prob
.

964b

πνεῦμα συμπίπτει ἡ κοιλία, ἐκπνεόντων δὲ πληροῦται; πι‐ θανὸν δ’ ἐστὶ τοὐναντίον συμβαίνειν. ἢ ὅτι τῶν μὲν ἀναπνεόν‐ των συμπιεζουμένη ταῖς πλευραῖς κάτω, καθάπερ αἱ φῦσαι, προσογκεῖν φαίνεται;
5 Διὰ τί ἀναπνέομεν; ἢ καθάπερ τὸ ὑγρὸν εἰς πνεῦμα διαλύεται, οὕτω καὶ τὸ πνεῦμα εἰς τὸ πῦρ; τὸ τῆς φύσεως οὖν θερμὸν ὅταν τὸ πολὺ τοῦ πνεύματος πῦρ ποιήσῃ, ἀλγη‐ δόνα ἐμποιεῖ, τοῖς δὲ πόροις καὶ ὄγκον· διόπερ ἐξωθοῦμεν τὸ πῦρ μετὰ τοῦ πνεύματος. ὅταν δὲ ἐξέλθῃ τὸ πνεῦμα καὶ
10τὸ πῦρ, συμπιπτόντων τῶν πόρων καὶ καταψυχομένων ἀλ‐ γηδόνες γίνονται· ἕλκομεν οὖν τὸ πνεῦμα πάλιν. εἶτα ἀνοί‐ ξαντες τοῦ σώματος τοὺς πόρους καὶ βοηθήσαντες, πάλιν γί‐ νεται τὸ πῦρ, καὶ πάλιν ἀλγοῦντες ἐκπέμπομεν, καὶ διὰ τέ‐ λους τοῦτο πράττομεν, καθάπερ καὶ σκαρδαμύσσομεν κατὰ
15τὸ καταψύχεσθαι τὸ περὶ τὸν ὀφθαλμὸν σῶμα καὶ ξηραί‐ νεσθαι. καὶ βαδίζομεν οὖν προσέχοντες τῇ βαδίσει τὸν νοῦν, κυβερνωμένης δὲ τῆς διανοίας αὐτοῖς .... τοῦτον οὖν τὸν τρόπον καὶ τὰ περὶ τὴν ἀναπνοὴν ποιοῦμεν· μηχανώμενοι γὰρ τὸν ἀέρα ἕλκειν ἀναπνέομεν, καὶ πάλιν ἕλκομεν.
21
ΛΕ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΥΠΟ ΤΗΝ ΑΦΗΝ. Διὰ τί μᾶλλον φρίττομεν ἑτέρου θιγόντος πως ἢ αὐτοὶ ἡμῶν; ἢ ὅτι αἰσθητικωτέρα ἡ ἁφὴ τοῦ ἀλλοτρίου ἢ ἡ τοῦ οἰκείου; τὸ γὰρ συμφυὲς ἀναίσθητον. καὶ φοβερώτερον τὸ
25λάθρᾳ καὶ ἐξαπιναίως γινόμενον, ὁ δὲ φόβος κατάψυξις· ἡ δὲ ἀλλοτρία ἁφὴ πρὸς τὴν οἰκείαν ἄμφω ταῦτα ἔχει καὶ ὅλως δὲ παθητικὸν ἕκαστον πέφυκεν ἢ μᾶλλον ἢ μόνον ὑπ’ ἄλλου ἢ ὑφ’ αὑτοῦ, οἷον καὶ ἐπὶ τοῦ γαργαλίζεσθαι συμβαίνει.
30 Διὰ τί γαργαλίζονται τὰς μασχάλας καὶ τὰ ἐντὸς τῶν ποδῶν; ἢ διὰ τὴν λεπτότητα τοῦ δέρματος; καὶ ὧν ἀσυνήθης ἡ ἁφή, οἷον τούτων καὶ τοῦ ὠτός; Διὰ τί φρίττουσιν οὐκ ἐπὶ τοῖς αὐτοῖς πάντες; ἢ ὅτι οὐδ’ ἐπὶ τοῖς αὐτοῖς πάντες ἡδόμεθα, ὥσπερ οὐδὲ λυπούμεθα ἐπὶ
35τοῖς αὐτοῖς πάντες; ὁμοίως δὴ οὐ φρίττομεν ἐπὶ τοῖς αὐτοῖς· ἔστι γὰρ ἡ αὐτὴ κατάψυξίς τις. διὸ οἱ μὲν τοῦ ἱματίου δακνο‐ μένου φρίττουσιν, οἱ δὲ πρίονος ἀκονουμένου ἢ ἑλκομένου, οἱ δὲ κισήρεως τεμνομένης, οἱ δὲ ὄνου λίθον ἀλοῦντος.
Διὰ τί τοῦ μὲν θέρους ὄντος θερμοῦ, τοῦ δὲ χειμῶνος ψυ‐
Prob
.

965a

χροῦ, τὰ σώματα θιγγανόντων ψυχεινότερά ἐστι τοῦ θέρους ἢ τοῦ χειμῶνος; πότερον ὅτι ὁ ἱδρὼς καὶ ἡ ἴδισις καταψύχει τὰ σώματα, τοῦτο δ’ ἐν μὲν τῷ θέρει γίνεται, ἐν δὲ τῷ χειμῶνι οὔ. ἢ ὅτι ἀντιπεριίσταται ἐναντίως τὸ ψυχρὸν καὶ
5τὸ θερμὸν τῇ ὥρᾳ, καὶ ἔσω φεύγει ἐν τῷ θέρει, διὸ καὶ ἱδρῶτα ἀνίησιν· ἐν δὲ τῷ χειμῶνι ἀποστέγει τὸ ψῦχος καὶ ἀτμίζει τὸ σῶμα ὥσπερ ἡ γῆ; Διὰ τί φρίττουσιν αἱ τρίχες ἐν τῷ δέρματι; ἢ ὅταν σπάσωσι τὸ δέρμα, εἰκότως ἐξανέστησαν; συσπῶσι δὲ καὶ
10ὑπὸ ῥίγους καὶ ὑπ’ ἄλλων παθῶν. Διὰ τί αὐτὸς αὑτὸν οὐθεὶς γαργαλίζει; ἢ ὅτι καὶ ὑπ’ ἄλλου ἧττον, ἐὰν προαίσθηται, μᾶλλον δ’, ἂν μὴ ὁρᾷ; ὥσθ’ ἥκιστα γαργαλισθήσεται, ὅταν μὴ λανθάνῃ τοῦτο πά‐ σχων. ἔστι δὲ ὁ γέλως παρακοπή τις καὶ ἀπάτη. διὸ καὶ
15τυπτόμενοι εἰς τὰς φρένας γελῶσιν· οὐ γὰρ ὁ τυχὼν τό‐ πος ἐστὶν ᾧ γελῶσιν. τὸ δὲ λαθραῖον ἀπατητικόν. διὰ τοῦτο καὶ γίνεται ὁ γέλως καὶ οὐ γίνεται ὑπ’ αὐτοῦ. Διὰ τί ποτε τὰ χείλη μάλιστα γαργαλιζόμεθα; ἢ διότι δεῖ τὸ γαργαλιζόμενον μὴ πρόσω τοῦ αἰσθητικοῦ εἶναι;
20ἔστι δὲ τὰ χείλη περὶ τὸν τόπον τοῦτον μάλιστα. διὰ τοῦτο δὲ γαργαλίζεται τὰ χείλη τῶν περὶ τὴν κεφαλὴν τόπων, ἅ ἐστιν εὔσαρκα. εὐκινητότατα οὖν μάλιστά ἐστιν. Διὰ τί, ἐάν τις τὸν περὶ τὰς μασχάλας τόπον κνήσῃ, ἐκγελῶσιν, ἐὰν δέ τινα ἄλλον, οὔ; ἢ διὰ τί πτερῷ τὰς
25ῥῖνας κνήσαντες πτάρνυνται; ἢ τόποι εἰσὶ τῶν φλεβίων, ὧν καταψυχομένων ἢ τοὐναντίον πασχόντων ὑγραίνονται; ἢ εἰς πνεῦμα ἐκ τοῦ ὑγροῦ διαλύεται; ὥσπερ ἐὰν τὰς ἐπὶ τοῦ τραχήλου πιέσῃ τις φλέβας, καθεύδουσιν. ἡ μὲν ἡδονὴ θερμασία τίς ἐστιν· τοῦτο δέ, ὅταν πλέον τὸ πνεῦμα ἐγγέ‐
30νηται, ἀθρόον ἔξω ἀφίεμεν. ὡσαύτως καὶ ἐπὶ πταρμῷ τῷ πτερῷ διαθερμάναντες καὶ κινήσαντες διελύσαμεν εἰς πνεῦμα· πλέονος δὲ γενομένου ἐξεώσαμεν. Διὰ τί μετὰ τὰ σιτία φρίττομεν πολλάκις; ἢ ὅτι ψυχρὰ εἰσπορευόμενα ἀπὸ πρώτης κρατεῖ μᾶλλον τοῦ φυ‐
35σικοῦ θερμοῦ ἢ κρατεῖται; Διὰ τί τὸ περιαγόμενον ἐναλλὰξ τοῖς δακτύλοις δύο φαίνεται; ἢ διότι δυσὶν αἰσθητηρίοις ἁπτόμεθα; τοῖς γὰρ ἐντὸς τῶν δακτύλων, κατὰ φύσιν ἔχοντες τὴν χεῖρα, ἀμ‐
φοτέροις οὐ δυνατὸν εἰπεῖν.Column end
Prob
.

965b

Λϛ. ΟΣΑ ΠΕΡΙ ΠΡΟΣΩΠΟΝ. Διὰ τί τοῦ προσώπου τὰς εἰκόνας ποιοῦνται; πότερον ὅτι τοῦτο δηλοῖ ποῖοί τινες; ἢ ὅτι μάλιστα γινώσκεται; Διὰ τί τὸ πρόσωπον ἰδίουσι μάλιστα, ἀσαρκότατον ὄν;
5ἢ διότι εὐΐδρωτα μὲν ὅσα ὕφυγρα καὶ ἀραιά, ἡ δὲ κε‐ φαλὴ τοιαύτη; ὑγρότητα γὰρ οἰκείαν ἔχει πλείστην. δη‐ λοῦσι δ’ αἱ φλέβες τείνουσαι ἐντεῦθεν, καὶ οἱ κατάρροι γι‐ νόμενοι ἐξ αὐτῆς, καὶ ὁ ἐγκέφαλος ὑγρός, καὶ οἱ πόροι πολλοί· σημεῖον δ’ αἱ τρίχες, ὅτι πολλοὶ πόροι εἰσὶ πε‐
10ραίνοντες ἔξω. οὔκουν ἐκ τῶν κάτω ὁ ἱδρώς, ἀλλ’ ἐκ τῆς κεφαλῆς γίνεται. διὸ ἰδίουσι καὶ πρῶτον μάλιστα τὸ μέ‐ τωπον· ὑπόκειται γὰρ τὸ πρῶτον. τὸ δ’ ὑγρὸν κάτω ῥεῖ, ἀλλ’ οὐκ ἄνω. Διὰ τί ἐν τῷ προσώπῳ μάλιστα οἱ ἴονθοι; ἢ διότι
15μανὸς ὁ τόπος καὶ ὑγρότητα ἔχει; σημεῖον δὲ ἥ τε τῶν τριχῶν ἔκφυσις καὶ ἡ τῶν αἰσθήσεων δύναμις· ὁ δὲ ἴον‐ θος ὥσπερ ἐξάνθημα ὑγρότητός τινος ἀπέπτου.
19ΛΖ. ΟΣΑ ΠΕΡΙ ΟΛΟΝ ΤΟ ΣΩΜΑ.
20 Διὰ τί ἀεὶ τοῦ σώματος ῥέοντος, καὶ τῆς ἀπορροῆς γινομένης ἐκ τῶν περιττωμάτων, οὐ κουφίζεται τὸ σῶμα, ἐὰν μὴ ἰδίῃ; ἢ διότι ἐλάττων ἡ ἔκκρισις γίνεται; ὅταν γὰρ ἐξ ὑγροῦ μεταβάλλῃ εἰς ἀέρα, πλέον γίνεται ἐξ ἐλάττονος· τὸ γὰρ διακρινόμενον πλέον, ὥστε ἐν πλείονι
25χρόνῳ ἡ ἔκκρισις. Διὰ τί δὲ τοῦτο; ἢ διότι δι’ ἐλαττόνων πόρων ἡ ἔξο‐ δός ἐστιν; τὸ γὰρ γλίσχρον καὶ τὸ κολλῶδες μετὰ μὲν τοῦ ὑγροῦ ἐκκρίνεται διὰ τὴν κατάμιξιν, μετὰ δὲ τοῦ πνεύ‐ ματος ἀδυνατεῖ. μάλιστα δὲ τοῦτ’ ἐστὶ τὸ λυποῦν. διὸ καὶ
30οἱ ἔμετοι τῶν ἱδρώτων κουφίζουσι μᾶλλον, ὅτι συνεξάγουσι τοῦτο, ἅτε παχύτεροι καὶ σωματωδέστεροι ὄντες. ἢ καὶ ὅτι τῇ μὲν σαρκὶ πόρρω οὗτος ὁ τόπος, ἐν ᾧ τὸ γλίσχρον καὶ κολλῶδες, ὥστε ἔργον μεταστῆσαι, τῇ δὲ κοιλίᾳ ἐγγύς; ἢ γὰρ ἐν ταύτῃ γίνεται ἢ πλησίον· διὸ καὶ δυσεξάγωγος
35ἄλλως. Διὰ τί αἱ τρίψεις σαρκοῦσιν; ἢ ὅτι αὐξητικώτατον τῶν ἐν τῷ σώματι τὸ θερμόν ἐστιν; τοῦ μὲν γὰρ ἐνυπάρ‐ χοντος μείζους οἱ ὄγκοι γίνονται διὰ τὸ ἀεὶ αὐτὸ ἐν κινή‐
σει εἶναι καὶ εἰς τὸ ἄνω φέρεσθαι καὶ πνευματοῦν τὰ ἐν
Prob
.

966a

ἡμῖν ὑγρά, ὃ ἐν τῇ τρίψει γίνεται· ἐκλείποντος δὲ φθίνει καὶ ἐλαττοῦται τὸ σῶμα. ἢ ὅτι ὀγκοτέρα τῆς τροφῆς γί‐ νεται ἡ σὰρξ διὰ τὴν θερμασίαν; ἅπαν γὰρ τὸ θερμὸν ἐπισπαστικὸν τοῦ ὑγροῦ ἐστίν, ἡ δ’ εἰς τὴν σάρκα διαδιδομένη
5τροφὴ ὑγρά ἐστι, καὶ ἐπιδέχεται τὴν τροφὴν μᾶλλον διὰ τὴν ἀραίωσιν· ἀραιοτέρα γὰρ γινομένη μᾶλλον δύναται δέχεσθαι ὥσπερ σπογγιά. ἡ δὲ τρῖψις εὔπνουν καὶ ἀραιὰν ποιεῖ τὴν σάρκα, καὶ κωλύει συστάσεις γίνεσθαι κατὰ τὸ σῶμα. τούτου δὲ μὴ ὄντος οὐδὲ συντήξεις γίνονται· αἱ
10γὰρ ἀτροφίαι καὶ αἱ συντήξεις ἐκ τῶν ἀθροισθέντων εἰσίν. εὐπνούστερα δὲ καὶ ἀραιότερα καὶ ὁμαλέστερα γινόμενα εἰκὸς μᾶλλον ὀγκοῦσθαι. τῆς τε γὰρ τροφῆς δεκτικώτερα καὶ τῶν ἐκκρίσεων προετικώτερα γίνεται, ὅτι οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγίειαν, ἀλλ’ ἀραιοῦν· ὥσπερ γὰρ πόλις
15ὑγιεινή ἐστι καὶ τόπος εὔπνους (διὸ καὶ ἡ θάλαττα ὑγιεινή), οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλλον ὑγιεινόν ἐστι τοῦ ἐναν‐ τίως ἔχοντος. δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηδέν, ἢ τούτου ὡς τάχιστα ἀπαλλάττεσθαι· καὶ δεῖ οὕτως ἔχειν τὸ σῶμα ὥστε λαμβάνον εὐθὺς ἐκκρίνειν τὴν περίττωσιν, καὶ εἶναι ἐν
20κινήσει ἀεὶ καὶ μηδέποτε ἠρεμεῖν. τὸ μὲν γὰρ μένον σή‐ πεται, ὥσπερ καὶ ὕδωρ τὸ μὴ κινούμενον· σηπόμενον δὲ νόσον ποιεῖ· τὸ δὲ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χω‐ ρίζεται. τοῦτο οὖν πυκνουμένης μὲν τῆς σαρκὸς οὐ γίνεται (ὡσπερεὶ γὰρ ἐμφράττονται οἱ πόροι), ἀραιουμένης δὲ συμ‐
25βαίνει. διὸ καὶ οὐ δεῖ ἐν τῷ ἡλίῳ γυμνὸν βαδίζειν (συνί‐ σταται γὰρ ἡ σὰρξ καὶ κομιδῇ ἀποσαρκοῦται· τὸ μὲν γὰρ ἐντὸς ὑγρὸν διαμένει, τὸ δ’ ἐπιπολῆς ἀπαλλάττεται ἐξατ‐ μιζόμενον, ὥσπερ καὶ τὰ κρέα τὰ ὀπτὰ τῶν ἑφθῶν μᾶλ‐ λον τὰ ἐντὸς ὑγρά ἐστιν) οὐδὲ τὰ στήθη γυμνὰ ἔχοντα
30βαδίζειν ἐν ἡλίῳ (ἀπὸ γὰρ τῶν ἄριστα ᾠκοδομημένων τοῦ σώματος ὁ ἥλιος φέρει, ὃ ἥκιστα δεῖται ἀφαιρέσεως), ἀλλὰ μᾶλλον τὰ ἐντὸς ξηραντέον. ἐκεῖθεν μὲν οὖν διὰ τὸ πόρρω εἶναι, ἐὰν μὴ μετὰ πόνου, οὐκ ἔστιν ἱδρῶτα ἄγειν· ἀπὸ τού‐ των δὲ διὰ τὸ πρόχειρα εἶναι ῥᾴδιον ἀναλῶσαι τὸ ὑγρόν.
35 Διὰ τί ψυχθέντες ἀπὸ τῆς αὐτῆς θερμασίας καιό‐ μεθα μᾶλλον καὶ ἀλγοῦμεν; πότερον διὰ τὴν πυκνότητα στέγει ἡ σὰρξ τὸ προσπῖπτον θερμόν; διὸ μόλιβδος ἐρίου θερμότερος. ἢ βίαιος γίνεται τοῦ θερμοῦ ἡ δίοδος διὰ τὸ
πεπηγέναι ὑπὸ ψυχροῦ τὸ σῶμα;Column end
Prob
.

966b

Διὰ τί αἱ ξηροτριβίαι στερεὰν τὴν σάρκα παρασκευά‐ ζουσιν; ἢ ὅτι διὰ τὴν τρῖψιν τῆς θερμασίας ἐπιγινομένης τὸ ὑγρὸν καταναλίσκεται. πρὸς δὲ τούτοις ἡ σὰρξ τριβο‐ μένη πυκνοῦται· ἅπαντα δὲ ὅσα πλείονος τρίψεως τυγχά‐
5νει πυκνοῦται καὶ στερεὰ γίνεται. θεωρῆσαι δὲ τὸ τοιοῦτον ἔστιν ἐπὶ πολλῶν· τὸ γὰρ σταῖς ἢ πηλὸς ἢ ἄλλο τι τῶν τοιούτων, ἐὰν μὲν ὕδωρ ἐπιχέας ἕλκῃς, ὑγρὰ καὶ κλυδῶντα διαμένει, ἐὰν δὲ πλείω τρῖψιν προσάγῃς, πυκνοῦταί τε καὶ στερεοῦται ταχέως καὶ γλίσχρα γίνεται.
10 Διὰ τί αἱ τρίψεις μᾶλλον σαρκοῦσι τῶν δρόμων; ἢ ὅτι οἱ μὲν δρόμοι περιψύχουσι τὴν σάρκα καὶ οὐ δεκτικὴν τροφῆς παρασκευάζουσιν, ἀλλὰ τὰ μὲν συσσείεται κάτω, τὰ δ’ ἐπὶ πολλοῦ τοῦ φυσικοῦ θερμοῦ ἐπιτελουμένου παντελῶς λεπτυνόμενα εἰς πνεῦμα διακρίνεται; ἡ δὲ παλάμη τῇ
15τρίψει τὴν σάρκα ἀραιὰν καὶ δεκτικὴν αὐτῆς παρασκευά‐ ζει. καὶ ἡ ἔξωθεν δὲ ἁφὴ ἐναντιουμένη διὰ τῆς πιλήσεως τῇ φορᾷ αὐτὸν συνέχει μᾶλλον, καὶ ἀνάκλασιν τῆς σαρ‐ κὸς ποιεῖται.
20
ΛΗ. ΟΣΑ ΠΕΡΙ ΧΡΟΑΝ. Διὰ τί τὸν μὲν κηρὸν καὶ τοὔλαιον λευκαίνει ὁ ἥλιος, τὴν δὲ σάρκα μελαίνει; ἢ ὅτι τὰ μὲν λευκαίνει ἀπάγων τὸ ὕδωρ (φύσει γὰρ τὸ ὑγρὸν μέλαν διὰ τὴν μῖξιν τοῦ γεώδους ὕδατος), τὴν δὲ σάρκα ἐπικαίει;
25 Διὰ τί οἱ ἁλιεῖς καὶ πορφυρεῖς καὶ ἁπλῶς οἱ τὴν θάλατταν ἐργαζόμενοι πυρροί εἰσιν; πότερον ὅτι ἡ θάλαττα θερμὴ καὶ αὐχμώδης ἐστὶ διὰ τὴν ἅλμην; τὸ δὲ τοιοῦτον πυρρὰς ποιεῖ τὰς τρίχας, καθάπερ ἥ τε κονία καὶ τὸ ἀρ‐ σενικόν. ἢ τὰ μὲν ἐκτὸς γίνονται θερμότεροι, τὰ δ’ ἐντὸς
30περιψύχονται διὰ τὸ βρεχομένων αὐτῶν ἀεὶ ξηραίνεσθαι ὑπὸ τοῦ ἡλίου τὰ πέριξ; τούτων δὲ τοῦτο πασχόντων αἱ τρί‐ χες ξηραινόμεναι λεπτύνονται καὶ πυρροῦνται. καὶ πάντες δὲ οἱ πρὸς ἄρκτον πυρρότριχες καὶ λεπτότριχές εἰσιν. Διὰ τί οἱ μὲν ἐν ἱματίῳ δρόμοι καὶ ἡ τοῦ ἐλαίου εἰς
35ἱμάτιον χρῖσις εὔχρους ποιεῖ, οἱ δὲ γυμνοὶ δρόμοι ἄχρους; ἢ ὅτι ἡ μὲν εὔπνοια εὔχροιαν ποιεῖ, ἡ δὲ κατάπνιξις τοὐ‐ ναντίον. διὰ δὴ τὸ συνθερμαινόμενον τὸ ἐπιπολῆς ὑγρὸν μὴ διαψύχεσθαι ἄχροιαν ποιεῖ. ἄμφω δὲ ταὐτὸν ποιεῖ,
ἡ ἐν τῷ ἱματίῳ ἴδισις καὶ ἡ εἰς τὸ ἱμάτιον ἄλειψις· ἐγ‐
Prob
.

967a

κατακλείεται γὰρ ἡ θερμότης. οἱ δὲ γυμνοὶ δρόμοι ἄχρουν ποιοῦσι διὰ τοὐναντίον, ὅτι καταψύχει ὁ ἀὴρ τὰς συνιστα‐ μένας ἐκκρίσεις καὶ διαπνεῖ τὸ σῶμα. ἔτι τὸ ἔλαιον ὑγρὸν ὂν καὶ λεπτόν, ὑπαλειφθὲν καὶ τοὺς πόρους ἐμφρᾶττον,
5οὔτε τὸ ἐκ τοῦ σώματος ὑγρὸν καὶ πνεῦμα ἔξω ῥεῖν ἐᾷ, οὔτε τὸ ἐκτὸς πνεῦμα ἐντός. διὸ καταπνιγόμενα ἐν τῷ σώματι ὑγρὰ περιττώματα σηπόμενα ἄχροιαν ποιεῖ. Διὰ τί ἡ εὔπνοια εὔχρους ποιεῖ; ἢ ὅτι ἄχροια ἔοικεν εἶναι οἷον σῆψίς τις χρωτός; ὅταν οὖν τὸ ἐπιπολῆς ὑγρὸν
10καὶ θερμὸν ᾖ, τοῦτο συμβαίνει χλωρὸν γίνεσθαι, ἐὰν μὴ ψυχθῇ καὶ ἀποπνεύσῃ τὸ θερμόν. Διὰ τί οἱ μὲν ἱδρώσαντες ἐκ τῶν γυμνασίων εὔχροοί εἰσιν εὐθύς, οἱ δὲ ἀθληταὶ ἄχροοι; ἢ διότι ὑπὸ μὲν τοῦ μετρίου πόνου τὸ θερμὸν ἐκκάεται καὶ ἐπιπολάζει, ὑπὸ δὲ
15τῶν πολλῶν ἐξηθεῖται μετὰ τοῦ ἱδρῶτος καὶ τοῦ πνεύματος, ἀραιουμένου τοῦ σώματος ἐν τῷ πονεῖν; ὅταν μὲν οὖν ἐπιπο‐ λάσῃ τὸ θερμόν, εὔχροοι γίνονται, καθάπερ οἵ τε θερμαι‐ νόμενοι καὶ αἰσχυνόμενοι· ὅταν δὲ ἐκλίπῃ, ἄχροοι. οἱ μὲν οὖν ἰδιῶται μέτρια γυμνάζονται, οἱ δὲ ἀθληταὶ πολλά.
20 Διὰ τί μᾶλλον καίονται ὑπὸ τοῦ ἡλίου οἱ καθεζόμενοι τῶν γυμναζομένων; ἢ ὅτι οἱ ἐν κινήσει ὄντες ὥσπερ ῥιπί‐ ζονται ὑπὸ τοῦ πνεύματος διὰ τὸ κινεῖν τὸν ἀέρα, οἱ δὲ καθήμενοι οὐ πάσχουσι τοῦτο; Διὰ τί ὁ μὲν ἥλιος ἐπικάει, τὸ δὲ πῦρ οὔ; ἢ διότι
25λεπτότερός ἐστιν ὁ ἥλιος, καὶ μᾶλλον δύναται διαδύεσθαι εἰς τὴν σάρκα; τὸ δὲ πῦρ, ἐὰν καὶ ἐπικαύσῃ, ἄνω μόνον ποιεῖ
τὸ χρῶμα, τὰς φοῖδας καλουμένας· εἴσω δὲ οὐκ εἰσδύεται.Column end
Prob
.

967b

Διὰ τί τὸ πῦρ οὐ ποιεῖ μέλανας, ὁ δὲ ἥλιος ποιεῖ· τὸν δὲ κέραμον ποιεῖ, ὁ δὲ ἥλιος οὔ; ἢ οὐχ ὁμοίως ἑκάτε‐ ρον ποιεῖ, ἀλλ’ ὁ μὲν ἐπικάων τὴν χρόαν μελαίνει, τὸ δὲ πῦρ τὸν κέραμον ἀναπιμπλᾷ, ᾗ ἀναφέρει ἀσβόλῳ. τοῦτο
5δ’ ἐστὶ λεπτῆς μαρίλης, ἀποθραυομένων ἅμα καὶ καομένων τῶν ἀνθράκων. τοὺς δ’ ἀνθρώπους ὁ μὲν ἥλιος μελαίνει, τὸ δὲ πῦρ οὔ, ὅτι τοῦ μὲν μαλθακὴ ἡ θερμότης, καὶ διὰ μι‐ κρομέρειαν δύναται τὸ δέρμα αὐτὸ κάειν· ὥστε διὰ μὲν τὸ τῆς σαρκὸς μὴ ἅπτεσθαι οὐκ ἀλγεινόν, διὰ δὲ τὸ κάειν
10μέλαν ποιεῖ. τὸ δὲ πῦρ ἢ οὐχ ἅπτεται ἢ εἴσω διέρχεται, ἐπεὶ μέλανα καὶ τὰ πυρίκαυστα γίνεται, ἀλλ’ οὐ μόνον ἐκεῖνον τὸν τόπον κάει οὗ ἡ χροιά. Διὰ τί οἱ γηράσκοντες μελάντεροι γίνονται; ἢ ὅτι πᾶν σηπόμενον μελάντερον γίνεται, πλὴν εὐρῶτος; τοῦτο δ’
15ἐστὶ γῆρας καὶ σαπρότης. ἔτι ἐπειδὴ τὸ αἷμα ξηραινόμε‐ νον μελάντερον γίνεται, εἰκότως ἂν μελάντεροι εἶεν οἱ πρεσ‐ βύτεροι· τοῦτο γάρ ἐστι τὸ χρῷζον ἡμῶν τὰ σώματα φυ‐ σικῶς. Διὰ τί περὶ τὴν τῶν σιτίων ἐργασίαν, οἱ μὲν περὶ
20τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς πυροὺς εὐεκτικοί; ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς, ὥστε καὶ αἱ ἀπόρροιαι; Διὰ τί ὁ μὲν ἥλιος τὸ μὲν ἔλαιον λευκαίνει, τὴν δὲ σάρκα μελαίνει; ἢ ὅτι τοῦ μὲν ἐλαίου ἀπάγει τὸ γεῶδες;
25τοῦτο δὲ ἦν τὸ μέλαν, ὥσπερ τὸ γεῶδες τοῦ οἴνου. τὴν δὲ σάρκα μελαίνει, ὅτι κάει· τὸ γὰρ γεῶδες καόμενον ἅπαν
γίνεται μέλαν.