TLG 0086 029 :: ARISTOTELES et CORPUS ARISTOTELICUM :: Oeconomica

ARISTOTELES et CORPUS ARISTOTELICUM Phil.
(Stagirites Pellaeus Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN ARISTOTELEM (5015)

Oeconomica

Source: van Groningen, B.A., Wartelle, A. (eds.), Aristote. Économique. Paris: Les Belles Lettres, 1968: 1–35 (1343a1–1353b27).

Citation: Bekker page — (line)

Oec
.

1343a

(t)

ΟΙΚΟΝΟΜΙΚΟΣ ΠΡΩΤΟΣ
1 Ἡ οἰκονομικὴ καὶ 〈ἡ〉 πολιτικὴ διαφέρει οὐ μό‐ νον τοσοῦτον ὅσον οἰκία καὶ πόλις (ταῦτα μὲν γὰρ αὐταῖς ἐστι τὰ ὑποκείμενα), ἀλλὰ καὶ ὅτι ἡ μὲν πολιτικὴ ἐκ πολλῶν ἀρχόντων ἐστίν, ἡ οἰκονομικὴ δὲ μοναρχία.
5 Ἔνιαι μὲν οὖν τῶν τεχνῶν διῄρηνται, καὶ οὐ τῆς αὐτῆς ἐστι ποιῆσαι καὶ χρήσασθαι τῷ ποιηθέντι, ὥσπερ λύρᾳ καὶ αὐλοῖς· τῆς δὲ πολιτικῆς ἐστι καὶ πόλιν ἐξ ἀρχῆς συστήσασθαι καὶ ὑπαρχούσῃ χρήσασθαι καλῶς· ὥστε δῆλον ὅτι καὶ τῆς οἰκονο‐ μικῆς ἂν εἴη καὶ κτήσασθαι οἶκον καὶ χρήσασθαι αὐτῷ.
10 Πόλις μὲν οὖν οἰκιῶν πλῆθός ἐστι καὶ χώρας καὶ κτημά‐ των αὔταρκες πρὸς τὸ εὖ ζῆν. Φανερὸν δέ· ὅταν γὰρ μὴ δυ‐ νατοὶ ὦσι τούτου τυγχάνειν, διαλύεται καὶ ἡ κοινωνία. Ἔτι δὲ ἕνεκα τούτου συνέρχονται. Οὗ δὲ ἕνεκα ἕκαστόν ἐστι καὶ γέγονε, καὶ ἡ οὐσία αὐτοῦ τυγχάνει αὕτη οὖσα· ὥστε δῆλον
15ὅτι πρότερον γενέσει ἡ οἰκονομικὴ 〈τῆσ〉 πολιτικῆς ἐστι. Καὶ γὰρ τὸ ἔργον· μόριον γὰρ οἰκία πόλεώς ἐστι. Σκεπτέον οὖν περὶ τῆς οἰκονομικῆς καὶ τί τὸ ἔργον αὐτῆς. Μέρη δὲ οἰκίας ἄνθρωπός τε καὶ κτῆσίς ἐστιν. Ἐπεὶ δὲ πρῶτον ἐν τοῖς ἐλαχίστοις ἡ Φύσις ἑκάστου θεωρεῖται, καὶ
20περὶ οἰκίας ἂν ὁμοίως ἔχοι. Ὥστε καθ’ Ἡσίοδον δέοι ἂν ὑπάρχειν
21
οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ’ ἀροτῆρα. Τὸ μὲν γὰρ τῆς τροφῆς πρῶτον, τὸ δὲ τῶν ἐλευθέρων 〈δεύτε‐ ρον〉· ὥστε δέοι ἂν τὰ περὶ τὴν τῆς γυναικὸς ὁμιλίαν οἰκονομή‐ σασθαι καλῶς· τοῦτο δέ ἐστιν ὁποίαν τινὰ δεῖ ταύτην εἶναι
24παρασκευάσαι.
25 Κτήσεως δὲ πρώτη ἐπιμέλεια ἡ κατὰ φύσιν. Κατὰ φύσιν δὲ γεωργικὴ προτέρα, καὶ δεύτεραι ὅσαι ἀπὸ τῆς γῆς, οἷον μεταλλευτικὴ καὶ εἴ τις ἄλλη τοιαύτη. Ἡ δὲ γεωργι‐ κὴ μάλιστα, ὅτι δικαία· οὐ γὰρ ἀπ’ ἀνθρώπων, οὔθ’ ἑκόν‐ των, ὥσπερ καπηλεία καὶ αἱ μισθαρνικαί, οὔτ’ ἀκόντων,
30ὥσπερ αἱ πολεμικαί. Ἔτι δὲ καὶ τῶν κατὰ φύσιν· φύσει
Oec
.

1343b

γὰρ ἀπὸ τῆς μητρὸς ἡ τροφὴ πᾶσίν ἐστιν, ὥστε καὶ τοῖς ἀνθρώποις ἀπὸ τῆς γῆς.
2
Πρὸς δὲ τούτοις καὶ πρὸς ἀνδρείαν συμβάλλεται μεγάλα· οὐ γὰρ ὥσπερ αἱ βάναυσοι τὰ σώματα ἀχρεῖα ποιοῦσιν, ἀλλὰ δυνάμενα θυραυλεῖν καὶ
5πονεῖν· ἔτι δὲ δυνάμενα κινδυνεύειν πρὸς τοὺς πολεμίους· μόνων γὰρ τούτων τὰ κτήματα ἔξω τῶν ἐρυμάτων ἐστίν. Τῶν δὲ περὶ τοὺς ἀνθρώπους ἡ κατὰ γυναῖκα πρώτη ἐπιμέλεια. Κοινωνία γὰρ φύσει τῷ θήλει καὶ τῷ ἄρρενι μάλιστά ἐστιν. Ὑπόκειται γὰρ ἡμῖν ἐν ἄλλοις ὅτι πολλὰ
10τοιαῦτα ἡ φύσις ἐφίεται ἀπεργάζεσθαι, ὥσπερ καὶ τῶν ζῴων ἕκαστον· ἀδύνατον δὲ τὸ θῆλυ ἄνευ τοῦ ἄρρενος ἢ τὸ ἄρρεν ἄνευ τοῦ θήλεος ἀποτελεῖν τοῦτο· ὥστ’ ἐξ ἀνάγκης αὐ‐ τῶν ἡ κοινωνία συνέστηκεν.
13
Ἐν μὲν οὖν τοῖς ἄλλοις ζῴοις ἀλόγως τοῦτο ὑπάρχει, καὶ ἐφ’ ὅσον μετέχουσι τῆς φύσεως, ἐπὶ
15τοσοῦτον, καὶ τεκνοποιΐας μόνον χάριν· ἐν δὲ τοῖς ἡμέροις καὶ φρονιμωτέροις διήρθρωται μᾶλλον (φαίνονται γὰρ μᾶλλον βοήθειαι γινόμεναι καὶ εὔνοιαι καὶ συνεργίαι ἀλ‐ λήλοις)·
18 ἐν ἀνθρώπῳ δὲ μάλιστα, ὅτι οὐ μόνον τοῦ εἶναι, ἀλ‐ λὰ καὶ τοῦ εὖ εἶναι συνεργὰ ἀλλήλοις τὸ θῆλυ καὶ τὸ
20ἄρρεν ἐστί. Καὶ ἡ τῶν τέκνων κτῆσις οὐ λειτουργίας ἕνεκεν τῇ φύσει μόνον οὖσα τυγχάνει, ἀλλὰ καὶ ὠφελείας· ἃ γὰρ ἂν δυνάμενοι εἰς ἀδυνάτους πονήσωσι, πάλιν κομίζον‐ ται παρὰ δυναμένων ἀδυνατοῦντες ἐν τῷ γήρᾳ.
23
Ἅμα δὲ καὶ ἡ φύσις ἀναπληροῖ ταύτῃ τῇ περιόδῳ τὸ ἀεὶ εἶναι,
25ἐπεὶ κατ’ ἀριθμὸν οὐ δύναται, ἀλλὰ κατὰ τὸ εἶδος. Οὕτω προῳκονόμηται ὑπὸ τοῦ θείου ἑκατέρου ἡ φύσις, τοῦ τε ἀνδρὸς καὶ τῆς γυναικός, πρὸς τὴν κοινωνίαν· διείληπται γὰρ τῷ μὴ ἐπὶ ταὐτὰ πάντα χρήσιμον ἔχειν τὴν δύνα‐ μιν, ἀλλ’ ἔνια μὲν ἐπὶ τἀναντία, εἰς ταὐτὸν δὲ συντείνοντα·
30τὸ μὲν γὰρ ἰσχυρότερον, τὸ δ’ ἀσθενέστερον ἐποίησεν, ἵνα
Oec
.

1344a

τὸ μὲν φυλακτικώτερον ᾖ διὰ τὸν φόβον, τὸ δ’ ἀμυν‐ τικώτερον διὰ τὴν ἀνδρείαν, καὶ τὸ μὲν πορίζῃ τὰ ἔξωθεν, τὸ δὲ σῴζῃ τὰ ἔνδον· καὶ πρὸς τὴν ἐργασίαν τὸ μὲν δυνάμε‐ νον ἑδραῖον εἶναι, πρὸς δὲ τὰς ἔξωθεν θυραυλίας ἀσθενές, τὸ
5δὲ πρὸς μὲν τὰς ἡσυχίας χεῖρον, πρὸς δὲ τὰς κινήσεις ὑγιει‐ νόν· καὶ περὶ τέκνων τὴν μὲν γένεσιν κοινήν, τὴν δὲ ὠφέλειαν
ἴδιον· τῶν μὲν γὰρ τὸ θρέψαι, τῶν δὲ τὸ παιδεῦσαί ἐστιν. Πρῶτον μὲν οὖν [νόμοι πρὸς γυναῖκα] [καὶ] τὸ μὴ ἀδι‐ κεῖν· οὕτως γὰρ ἂν οὐδ’ αὐτὸς ἀδικοῖτο. Τοῦθ’ ὑφηγεῖται δὲ [ὃ]
10καὶ ὁ κοινὸς νόμος· καθάπερ οἱ Πυθαγόρειοι λέγουσιν, ὥσ‐ περ ἱκέτιν καὶ ἀφ’ ἑστίας ἠγμένην ὡς ἥκιστα δεῖν [δο‐ κεῖν] ἀδικεῖν· ἀδικία δὲ ἀνδρὸς αἱ θύραζε συνουσίαι γιγνό‐ μεναι.
13 Περὶ δὲ ὁμιλίας μήθ’ ὥστε 〈παρόντοσ〉 δεῖσθαι μήθ’ ὡς ἀπόντος ἀδυνατεῖν [ἡσυχάζειν], ἀλλ’ οὕτως ἐθίζειν ὥστε ἱκα‐
15νῶς ἔχειν παρόντος καὶ μὴ παρόντος. Εὖ δ’ ἔχει καὶ τὸ τοῦ Ἡσιόδου. παρθενικὴν δὲ γαμεῖν, ἵνα ἤθεα κεδνὰ διδάξῃς. Αἱ γὰρ ἀνομοιότητες τῶν ἠθῶν ἥκιστα φιλικόν.
18
Περὶ δὲ κοσμήσεως, ὥσπερ οὐδὲ τὰ ἤθη δεῖ ἀλαζονευομένους ἀλλή‐
20λοις πλησιάζειν, οὕτως οὐδὲ τὰ σώματα. Ἡ δὲ διὰ τῆς κοσ‐ μήσεως οὐδὲν διαφέρουσά ἐστι τῆς τῶν τραγῳδῶν ἐν τῇ σκευῇ πρὸς ἀλλήλους ὁμιλία. Τῶν δὲ κτημάτων πρῶτον μὲν καὶ ἀναγκαιότατον τὸ βέλτιστον καὶ οἰκονομικώτατον· τοῦτο δὲ ἦν ἄνθρωπος. Διὸ
25δεῖ πρῶτον δούλους παρασκευάζεσθαι σπουδαίους. Δούλων δὲ εἴδη δύο, ἐπίτροπος καὶ ἐργάτης. Ἐπεὶ δὲ ὁρῶμεν ὅτι
αἱ παιδεῖαι ποιούς τινας ποιοῦσι τοὺς νέους, ἀναγκαῖον καὶ παρασκευασάμενον τρέφειν οἷς τὰ ἐλευθέρια τῶν ἔργων προστακτέον.
29Ὁμιλία δὲ πρὸς δούλους ὡς μήτε ὑβρίζειν ἐᾶν
30μήτε ἀνιέναι· καὶ τοῖς μὲν ἐλευθεριωτέροις τιμῆς μεταδι‐ δόναι, τοῖς δ’ ἐργάταις τροφῆς πλῆθος. Καὶ ἐπειδὴ ἡ τοῦ οἴνου πόσις καὶ τοὺς ἐλευθέρους ὑβριστὰς ποιεῖ, καὶ πολλὰ ἔθνη ἀπέχεται καὶ τῶν ἐλευθέρων, οἷον Καρχηδόνιοι ἐπὶ στρατιᾶς, φανερὸν ὅτι τούτου ἢ μηδὲν ἢ ὀλιγάκις μεταδοτέον.
35 Ὄντων δὲ τριῶν, ἔργου καὶ κολάσεως καὶ τροφῆς, τὸ μὲν μήτε κολάζεσθαι, μήτ’ ἐργάζεσθαι, τροφὴν δ’ ἔχειν ὕβριν
Oec
.

1344b

ἐμποιεῖ· τὸ δὲ ἔργα μὲν ἔχειν καὶ κολάσεις, τροφὴν δὲ μή, βίαιον καὶ ἀδυναμίαν ποιεῖ. Λείπεται δὴ ἔργα παρ‐ έχειν καὶ τροφὴν ἱκανήν· ἀμίσθων γὰρ οὐχ οἷόν τε ἄρ‐ χειν, δούλῳ δὲ μισθὸς τροφή. Ὥσπερ δὲ καὶ τοῖς ἄλλοις
5ὅταν μὴ γίγνηται τοῖς βελτίοσι βέλτιον μηδὲ ἆθλα ᾖ ἀρετῆς καὶ κακίας, γίγνονται χείρους, οὕτω καὶ περὶ οἰκέτας. Διόπερ δεῖ ποιεῖσθαι σκέψιν καὶ διανέμειν τε καὶ ἀνιέναι κατ’ ἀξίαν ἕκαστα, καὶ τροφὴν καὶ ἐσθῆτα καὶ ἀργίαν καὶ κολάσεις λόγῳ καὶ ἔργῳ, μιμουμένους τὴν τῶν ἰατρῶν
10δύναμιν ἐν φαρμάκου λόγῳ, προσθεωροῦντας ὅτι ἡ τροφὴ οὐ φάρμακον διὰ τὸ συνεχές. Γένη δὲ ἂν εἴη πρὸς τὰ ἔργα βέλτιστα 〈τὰ〉 μήτε δειλὰ μήτε ἀνδρεῖα ἄγαν. Ἀμφότερα γὰρ ἀδικοῦσι. Καὶ γὰρ οἱ ἄγαν δειλοὶ οὐχ ὑπομένουσι καὶ οἱ θυμοειδεῖς οὐκ εὔαρχοι.
15Χρὴ δὲ καὶ τέλος ὡρίσθαι πᾶσι· δίκαιον γὰρ καὶ συμφέρον
τὴν ἐλευθερίαν κεῖσθαι ἆθλον. Βούλονται γὰρ πονεῖν, ὅταν ᾖ ἆθλον καὶ ὁ χρόνος ὡρισμένος. Δεῖ δὲ καὶ ἐξομηρεύειν ταῖς τεκνοποιΐαις· καὶ μὴ κτᾶσθαι ὁμοεθνεῖς πολλούς, ὥσπερ καὶ ἐν ταῖς πόλεσιν· καὶ τὰς θυσίας καὶ τὰς ἀπολαύσεις μᾶλ‐
20λον τῶν δούλων ἕνεκα ποιεῖσθαι ἢ τῶν ἐλευθέρων· πλείονα γὰρ ἔχουσιν οὗτοι οὗπερ ἕνεκα τὰ τοιαῦτα ἐνομίσθη. Εἴδη δὲ τοῦ οἰκονόμου τέτταρα 〈καθ’〉 ἃ δεῖ ἔχειν περὶ τὰ χρήματα. Καὶ γὰρ τὸ κτᾶσθαι δυνατὸν χρὴ εἶναι, καὶ φυλάττειν (εἰ δὲ μή, οὐδὲν ὄφελος τοῦ κτᾶσθαι· τῷ γὰρ
25ἠθμῷ ἀντλεῖν τοῦτ’ ἔστι, καὶ ὁ λεγόμενος τετρημένος πίθος)· ἔτι δὲ καὶ εἶναι κοσμητικὸν τῶν ὑπαρχόντων καὶ χρηστι‐ κόν· τούτων γὰρ ἕνεκα κἀκείνων δεόμεθα.
27
Διῃρῆσθαι δὲ δεῖ τούτων ἕκαστον, καὶ πλείω τὰ κάρπιμα εἶναι τῶν ἀκάρπων, καὶ τὰς ἐργασίας οὕτω νενεμῆσθαι ὅπως μὴ ἅμα
30κινδυνεύσωσιν ἅπασαι. Πρὸς δὲ φυλακὴν τοῖς τε Περσικοῖς συμφέρει χρῆσθαι καὶ τοῖς Λακωνικοῖς. Καὶ ἡ Ἀττικὴ δὲ οἰκονομία χρήσιμος· ἀποδιδόμενοι γὰρ ὠνοῦνται, καὶ ἡ τοῦ ταμιείου θέσις οὐκ ἔστιν ἐν ταῖς μικροτέραις οἰκονομίαις. Περσικὰ δὲ ἦν τὸ πάντα ἐπιτάττειν καὶ 〈τὸ〉 πάντ’ ἐφορᾶν
35αὐτόν, καθ’ ὃ ἔλεγε Δίων περὶ Διονυσίου· οὐδεὶς γὰρ ἐπιμε‐ λεῖται ὁμοίως τῶν ἀλλοτρίων καὶ τῶν οἰκείων, ὥστε ὅσα
Oec
.

1345a

ἐνδέχεται, δι’ ἑαυτοῦ ποιεῖσθαι χρὴ τὴν ἐπιμέλειαν. Καὶ τὸ τοῦ Πέρσου καὶ τὸ τοῦ Λίβυος ἀπόφθεγμα εὖ ἂν ἔχοι.
Ὁ μὲν γὰρ ἐρωτηθεὶς τί μάλιστα ἵππον πιαίνει, «ὁ τοῦ δε‐ σπότου ὀφθαλμός» ἔφη· ὁ δὲ Λίβυς ἐρωτηθεὶς ποία κόπρος
5ἀρίστη, «τὰ τοῦ δεσπότου ἴχνη» ἔφη.
5
Ἐπισκεπτέον οὖν τὰ μὲν αὐτόν, τὰ δὲ τὴν γυναῖκα, ὡς ἑκατέροις διαιρεῖται τὰ ἔργα τῆς οἰκονομίας. Καὶ τοῦτο ποιητέον ἐν μικραῖς οἰκονο‐ μίαις ὀλιγάκις, ἐν δ’ ἐπιτροπευομέναις πολλάκις. Οὐ γὰρ οἷόν τε μὴ καλῶς ὑποδεικνύντος καλῶς μιμεῖσθαι, οὔτ’ ἐν
10τοῖς ἄλλοις, οὔτ’ ἐν ἐπιτροπείᾳ, ὡς ἀδύνατον 〈ἂν〉 μὴ ἐπιμε‐ λῶν δεσποτῶν ἐπιμελεῖς εἶναι τοὺς ἐφεστῶτας.
11
Ἐπεὶ δὲ ταῦτα καὶ καλὰ πρὸς ἀρετὴν καὶ ὠφέλιμα πρὸς οἰκονομίαν, ἐγείρεσθαι χρὴ πρότερον δεσπότας οἰκετῶν καὶ καθεύδειν ὕστερον· καὶ μηδέποτε ἀφύλακτον 〈τὴν〉 οἰκίαν εἶναι, ὥσπερ
15πόλιν· ὅσα τε δεῖ ποιεῖν μήτε νυκτὸς μήτε ἡμέρας παριέναι· τό τε διανίστασθαι νύκτωρ· τοῦτο γὰρ καὶ πρὸς ὑγίειαν καὶ οἰκονομίαν καὶ φιλοσοφίαν χρήσιμον.
17
Ἐν μὲν οὖν ταῖς μικραῖς κτήσεσιν ὁ Ἀττικὸς τρόπος τῆς διαθέσεως τῶν ἐπι‐ καρπιῶν χρήσιμος· ἐν δὲ ταῖς μεγάλαις, διαμερισθέντων
20καὶ τῶν πρὸς ἐνιαυτὸν καὶ τῶν κατὰ μῆνα δαπανωμένων, ὁμοίως δὲ καὶ περὶ σκευῶν χρήσεως τῶν καθ’ ἡμέραν καὶ τῶν ὀλιγάκις, ταῦτα παραδοτέον τοῖς ἐφεστῶσιν. Ἐπὶ τούτοις καὶ τὴν ἐπίσκεψιν αὐτῶν διά τινος χρόνου ποιητέον, ἵνα μὴ λανθάνῃ τὸ σῳζόμενον καὶ τὸ ἐλλεῖπον.
24Οἰκίαν δὲ
25πρός τε τὰ κτήματα ἀποβλέποντα κατασκευαστέον καὶ πρὸς ὑγίειαν καὶ πρὸς εὐημερίαν αὐτῶν. Λέγω δὲ κτήματα μέν, οἷον καρποῖς καὶ ἐσθῆτι ποία συμφέρει, καὶ τῶν καρ‐ πῶν ποία ξηροῖς καὶ ποία ὑγροῖς, καὶ τῶν ἄλλων κτημά‐ των ποία ἐμψύχοις καὶ ποία ἀψύχοις, καὶ δούλοις καὶ
30ἐλευθέροις, καὶ γυναιξὶ καὶ ἀνδράσι, καὶ ξένοις καὶ ἀστοῖς. Καὶ πρὸς εὐημερίαν δὲ καὶ πρὸς ὑγίειαν δεῖ εἶναι εὔπνουν μὲν τοῦ θέρους, εὐήλιον δὲ τοῦ χειμῶνος. Εἴη δ’ ἂν [ἡ] τοιαύτη κατάβορρος οὖσα καὶ μὴ ἰσοπλατής.
33
Δοκεῖ δὲ καὶ ἐν ταῖς μεγάλαις οἰκονομίαις χρήσιμος εἶναι θυρωρὸς ὃς ἂν ᾖ
35ἄχρηστος τῶν ἄλλων ἔργων, πρὸς τὴν σωτηρίαν τῶν εἰσφε‐
Oec
.

1345b

ρομένων καὶ ἐκφερομένων. Πρὸς εὐχρηστίαν δὲ σκευ‐ ῶν τὸ Λακωνικόν· χρὴ γὰρ ἓν ἕκαστον ἐν τῇ αὑτοῦ χώρᾳ κεῖ‐
σθαι· οὕτω γὰρ ἂν ἕτοιμον ὂν οὐ ζητοῖτο.
7tΟΙΚΟΝΟΜΙΚΟΣ ΔΕΥΤΕΡΟΣ
7 Τὸν οἰκονομεῖν μέλλοντά τι κατὰ τρόπον τῶν τε τόπων, περὶ οὓς ἂν πραγματεύηται, μὴ ἀπείρως ἔχειν, καὶ τῇ φύσει εὐφυῆ εἶναι καὶ τῇ προαιρέσει φιλόπονόν τε καὶ
10δίκαιον· ὅ τι γὰρ ἂν ἀπῇ τούτων τῶν μερῶν, πολλὰ διαμαρ‐ τήσεται περὶ τὴν πραγματείαν ἣν μεταχειρίζεται. Οἰκο‐ νομίαι δέ εἰσι τέτταρες, ὡς ἐν τύπῳ διελέσθαι (τὰς γὰρ ἄλλας εἰς τοῦτο ἐμπιπτούσας εὑρήσομεν)· βασιλική, σατρα‐ πική, πολιτική, ἰδιωτική.
14Τούτων δὲ μεγίστη μὲν καὶ ἁπλουσ‐
15τάτη ἡ βασιλική, 〈...〉, ποικιλωτάτη δὲ καὶ ῥᾴστη ἡ πο‐ λιτική, ἐλαχίστη δὲ καὶ ποικιλωτάτη ἡ ἰδιωτική. Ἐπικοι‐ νωνεῖν μὲν τὰ πολλὰ ἀλλήλαις ἀναγκαῖόν ἐστιν· ὅσα δὲ μάλισ‐ τα δι’ αὐτῶν ἑκάστῃ συμβαίνει, ταῦτα ἐπισκεπτέον ἡμῖν ἐστιν. Πρῶτον μὲν τοίνυν τὴν βασιλικὴν ἴδωμεν. Ἔστι δὲ αὕτη
20δυναμένη μὲν τὸ καθόλου, εἴδη δὲ ἔχουσα τέτταρα· περὶ 〈τὸ〉 νόμισμα, περὶ τὰ ἐξαγώγιμα, περὶ τὰ εἰσαγώγιμα, πε‐ ρὶ τὰ ἀναλώματα.
22
Τούτων δὲ ἕκαστον. Περὶ μὲν τὸ νόμισμα λέγω ποῖον καὶ πότε [τίμιον ἢ εὔωνον] ποιητέον· περὶ δὲ
τὰ ἐξαγώγιμα καὶ εἰσαγώγιμα πότε καὶ τίνα παρὰ τῶν
25σατραπῶν ἐν τῇ ταγῇ ἐκλαβόντι αὐτῷ λυσιτελήσει δια‐ τίθεσθαι· περὶ δὲ τὰ ἀναλώματα τίνα περιαιρετέον καὶ πότε, καὶ πότερον δοτέον νόμισμα εἰς τὰς δαπάνας ἢ ἀν‐ τὶ νομίσματος ὤνια.
28
Δεύτερον δὲ τὴν σατραπικήν. Ἔστι δὲ ταύτης εἴδη ἓξ τῶν προσόδων [ἀπὸ γῆς, ἀπὸ τῶν ἐν τῇ
30χώρᾳ ἰδίων γινομένων, ἀπὸ ἐμπόρων, ἀπὸ τελῶν, ἀπὸ βοσκημάτων, ἀπὸ τῶν ἄλλων]. Αὐτῶν δὲ τούτων πρώτη μὲν καὶ κρατίστη ἡ ἀπὸ τῆς γῆς· αὕτη δέ ἐστιν ἣν οἱ μὲν ἐκ‐ φόριον, οἱ δὲ δεκάτην προσαγορεύουσιν. Δευτέρα δὲ ἡ ἀπὸ τῶν ἰδίων γινομένη, οὗ μὲν χρυσίον, οὗ δὲ ἀργύριον, οὗ δὲ
35χαλκός, οὗ δὲ ὁπόσα δύναται γίνεσθαι. Τρίτη δὲ καὶ ἡ ἀπὸ
Oec
.

1346a

τῶν ἐμπορίων. Τετάρτη δὲ καὶ ἡ ἀπὸ τῶν κατὰ γῆν τε καὶ ἀγοραίων τελῶν γινομένη. Πέμπτη δὲ ἡ ἀπὸ τῶν βοσ‐ κημάτων, ἐπικαρπία τε καὶ δεκάτη καλουμένη. Ἕκτη δὲ ἡ ἀπὸ τῶν ἀνθρώπων, ἐπικεφάλαιόν τε καὶ χειρωνάξιον προσ‐
5αγορευομένη.
5
Τρίτον δὲ τὴν πολιτικήν. Ταύτης δὲ κρατίστη μὲν πρόσοδος ἡ ἀπὸ τῶν ἰδίων ἐν τῇ χώρᾳ γινομένη. Εἶτα ἡ ἀπὸ τῶν ἐμπορίων καὶ διαγωγῶν. Εἶτα ἡ ἀπὸ τῶν ἐγκυκλίων.
8
Τέταρτον δὲ καὶ τελευταῖον τὴν ἰδιωτικήν. Αὕτη δέ ἐστιν ἀνώμαλος μὲν διὰ τὸ δεῖν μὴ πρὸς ἕνα σκο‐
10πὸν οἰκονομεῖν, ἐλαχίστη δὲ διὰ τὸ καὶ τὰς προσόδους καὶ
τὰ ἀναλώματα βραχέα γίνεσθαι. Αὐτῆς δὲ ταύτης κρα‐ τίστη μὲν πρόσοδος ἡ ἀπὸ γῆς γινομένη. Δευτέρα δὲ ἡ ἀπὸ τῶν ἄλλων ἐγκυκλημάτων. Τρίτη δὲ ἡ ἀπὸ ἀργυρίου. Χω‐ ρὶς δὲ τούτων ὃ πάσαις μὲν ἐπικοινωνεῖται ταῖς οἰκονομίαις
15(καὶ προσήκει σκοπεῖν αὐτὸ μὴ παρέργως), μάλιστα δὲ ταύτῃ, τὸ τἀναλώματα μὴ μείζω τῶν προσόδων γίνεσθαι. Ἐπεὶ τοίνυν τὰς διαιρέσεις εἰρήκαμεν, μετὰ τοῦτο πά‐ λιν νοητέον ἡμῖν ἡ σατραπεία, περὶ ἣν ἂν πραγματευώ‐ μεθα, ἢ πόλις, πότερον ἃ πάντα ἄρτι διειλόμεθα ἢ τὰ
20μέγιστα τούτων δυνατὴ φέρειν ἐστί· 〈εἰ δ’ ἐστί,〉 τούτοις χρη‐ στέον. Μετὰ δὲ τοῦτο ποῖαι τῶν προσόδων ἢ τὸ παράπαν οὐκ εἰσί, δυναταὶ δ’ εἰσὶ γενέσθαι, ἢ μικραὶ νῦν οὖσαι μείζους οἷαί [τινες] 〈τε〉 κατασκευασθῆναι, ἢ τῶν ἀναλωμάτων τῶν νῦν ἀναλουμένων τίνα τε καὶ πόσα περιαιρεθέντα 〈τὰ〉 ὅλα μηθὲν
24βλάψει.
25 Τὰ μὲν οὖν περὶ τὰς οἰκονομίας τε καὶ τὰ μέρη τὰ τούτων εἰρήκαμεν· ὅσα δέ τινες τῶν πρότερον πεπράγασιν εἰς πόρον χρημάτων, εἴ 〈τε〉 τεχνικῶς τι διῴκησαν, ἃ ὑπελαμ‐ βάνομεν ἀξιόλογα αὐτῶν εἶναι, συναγηόχαμεν. Οὐδὲ γὰρ ταύτην τὴν ἱστορίαν ἀχρεῖον ὑπολαμβάνομεν εἶναι. Ἔστι
30γὰρ ὅτε τούτων ἐφαρμόσει τι οἷς ἂν αὐτὸς πραγμα‐ τεύῃ. Κύψελος [ὁ] Κορίνθιος εὐξάμενος τῷ Διί, ἐὰν κύριος γένηται τῆς πόλεως, τὰ ὄντα Κορινθίοις πάντα ἀναθήσειν,
Oec
.

1346b

ἐκέλευσεν αὐτοὺς ἀπογράψασθαι. Ἀπογραψαμένων δὲ τούτων τὸ δέκατον μέρος παρὰ ἑκάστου ἔλαβε, τοῖς δὲ λοι‐ ποῖς ἐκέλευσεν ἐργάζεσθαι. Περιελθόντος δὲ τοῦ ἐνιαυτοῦ τὸ αὐτὸ τοῦτο ἐποίησεν, ὥστε συνέβαινεν ἐν δέκα ἔτεσι κεῖνόν τε
5ἅπαντα ἔχειν ἅπερ ἀνιέρωσε, τούς τε Κορινθίους ἕτερα κεκτῆσθαι. Λύγδαμις Νάξιος ἐκβαλὼν φυγάδας, ἐπειδὴ τὰ κτή‐ ματα αὐτῶν οὐθεὶς ἠθέλησεν ἀλλ’ ἢ βραχέος ἀγοράζειν, αὐτοῖς τοῖς φυγάσιν ἀπέδοτο· τά τε ἀναθήματα, ὅσα ἦν
10αὐτῶν ἔν τισιν ἐργαστηρίοις ἡμίεργα ἀνακείμενα, ἐπώλει τοῖς τε φυγάσι καὶ τῶν ἄλλων τῷ βουλομένῳ ὥστ’ ἐπι‐ γραφῆναι τὸ τοῦ πριαμένου ὄνομα. Βυζάντιοι δὲ δεηθέντες χρημάτων τὰ τεμένη τὰ δη‐ μόσια ἀπέδοντο, τὰ μὲν κάρπιμα χρόνον τινά, τὰ δὲ
15ἄκαρπα ἀεννάως· τά τε θιασωτικὰ καὶ τὰ πατριωτικὰ ὡσαύτως· καὶ ὅσα ἐν χωρίοις ἰδιωτικοῖς ἦν· ὠνοῦντο γὰρ πολλοῦ ὧν ἦν καὶ τὸ ἄλλο κτῆμα· τοῖς δὲ θιασώταις ἕτερα χωρία, τὰ δημόσια ὅσα ἦν περὶ τὸ γυμνάσιον ἢ τὴν ἀγορὰν ἢ τὸν λιμένα· τούς τε τόπους τοὺς ἀγοραίους ἐν
20οἷς ἐπώλει τίς τι· καὶ τῆς θαλάττης τὴν ἁλιείαν· καὶ τὴν τῶν ἁλῶν ἁλατοπωλίαν· τῶν τ’ ἐργαζομένων θαυματοποιῶν καὶ μάντεων καὶ φαρμακοπωλῶν καὶ τῶν ἄλλων τῶν τοιου‐ τοτρόπων 〈...〉, τὸ τρίτον δὲ μέρος τοῦ ἐργαζομένου ἀποτε‐ λεῖν ἔταξαν· τῶν τε νομισμάτων τὴν καταλλαγὴν ἀπέδοντο μιᾷ
25τραπέζῃ, ἑτέρῳ δὲ οὐκ ἦν οὐθενὶ οὔτε ἀποδόσθαι ἑτέρῳ οὔτε
πρίασθαι παρ’ ἑτέρου· εἰ δὲ μή, στέρησις ἦν.
26
Ὄντος δὲ νόμου αὐτοῖς μὴ εἶναι πολίτην ὃς ἂν μὴ ἐξ ἀστῶν ἀμφοτέρων ᾖ, χρημάτων δεηθέντες ἐψηφίσαντο τὸν ἐξ ἑνὸς ὄντα ἀστοῦ καταβαλόντα μνᾶς τριάκοντα εἶναι πολίτην.
29Ἐν σιτοδείᾳ
30δὲ γενόμενοι καὶ ἀποροῦντες χρημάτων κατήγαγον τὰ πλοῖα τὰ ἐκ τοῦ Πόντου. Χρόνου δὲ γενομένου τῶν ἐμπόρων ἀγα‐ νακτούντων, ἐτέλουν αὐτοῖς τόκους ἐπιδεκάτους, τοῖς δ’ ὠνου‐ μένοις τι ἔταξαν χωρὶς τῆς τιμῆς διδόναι τὸ ἐπιδέκατον.
Oec
.

1347a

Μετοίκων δέ τινων ἐπιδεδανεικότων ἐπὶ κτήμα‐ σιν, οὐκ οὔσης αὐτοῖς ἐγκτήσεως, ἐψηφίσαντο τὸ τρίτον μέρος εἰσφέροντα τοῦ δανείου τὸν βουλόμενον κυρίως ἔχειν τὸ κτῆ‐ μα.
4Ἱππίας Ἀθηναῖος τὰ ὑπερέχοντα τῶν ὑπερῴων εἰς
5τὰς δημοσίας ὁδοὺς καὶ τοὺς ἀναβαθμοὺς καὶ τὰ προφράγ‐ ματα καὶ τὰς θύρας τὰς ἀνοιγομένας ἔξω ἐπώλησεν· ὠνοῦντο οὖν ὧν ἦν τὰ κτήματα καὶ συνελέγη χρήματα οὕτω συχνά.
8 Τό τε νόμισμα τὸ ὂν Ἀθηναίοις ἀδόκιμον ἐποίησε, τάξας δὲ τιμὴν ἐκέλευσε πρὸς αὑτὸν ἀνακομίζειν. Συνελ‐
10θόντων δὲ ἐπὶ τῷ κόψαι ἕτερον χαρακτῆρα, ἐξέδωκε τὸ αὐτὸ ἀργύριον.
11
Ὅσοι τε τριηραρχεῖν ἢ φυλαρχεῖν ἢ χορη‐ γεῖν ἤ τινα εἰς ἑτέραν λειτουργίαν τοιαύτην ἤμελλον δαπα‐ νᾶν, τίμημα τάξας μέτριον ἐκέλευσε τὸν βουλόμενον ἀποτεί‐
σαντα τοῦτο ἐγγράφεσθαι εἰς τοὺς λελειτουργηκότας.
14Τῇ τε
15ἱερείᾳ τῇ τῆς Ἀθηνᾶς τῆς ἐν ἀκροπόλει ὑπὲρ τοῦ ἀποθανόν‐ τος φέρειν χοίνικα κριθῶν καὶ πυρῶν ἑτέραν καὶ ὀβολόν, καὶ ὅτῳ ἂν παιδάριον γένηται, τὸ αὐτὸ τοῦτο. Ἀθηναῖοι δὲ οἱ ἐν Ποτιδαίᾳ οἰκοῦντες δεόμενοι χρη‐ μάτων εἰς τὸν πόλεμον ἀπογράψασθαι ἅπασι συνέταξαν
20τὰς οὐσίας, μὴ ἁθρόας εἰς τὸν αὑτοῦ δῆμον ἕκαστον, ἀλλὰ κατὰ κτῆμα ἐν ᾧ τόπῳ ἕκαστον εἴη, ἵνα οἱ πένητες δύνων‐ ται ὑποτιμᾶσθαι· ὅτῳ δὲ μὴ ἦν κτῆμα μηθέν, τὸ σῶμα διμναῖον τιμήσασθαι. Ἀπὸ τούτων οὖν εἰσέφερον τὸ ἐπιγρα‐ φὲν ἕκαστος.
25 Σωσίπολις Ἀντισσαῖος, δεηθείσης τῆς πόλεως χρημάτων, εἰθισμένων δὲ αὐτῶν λαμπρῶς ἄγειν Διονύσια, ἐν οἷς ἄλλα τε πολλὰ ἀνήλισκον ἐξ ἐνιαυτοῦ παρασκευάζοντες καὶ ἱερεῖα πολυτελῆ, ὑπογύου δὲ οὔσης ταύτης τῆς ἑορτῆς, ἔπεισεν αὐτοὺς τῷ μὲν Διονύσῳ εὔξασθαι ἐς νέωτα ἀποδώσειν δι‐
30πλάσια, ταῦτα δὲ συναγαγόντας ἀποδόσθαι. Συνελέγη οὖν αὐτοῖς χρήματα οὐκ ὀλίγα πρὸς τὴν χρείαν. Λαμψακηνοὶ δὲ προσδοκίμων οὐσῶν τριηρῶν πολλῶν πρὸς αὐτούς, ὄντος 〈τοῦ〉 μεδίμνου τῶν ἀλφίτων τετραδρά‐ χμου, προσέταξαν τοῖς ἀγοραίοις πωλεῖν ἑξάδραχμον, καὶ
35τοῦ ἐλαίου τὸν χοᾶ ὄντα δραχμῶν 〈τριῶν〉 τεττάρων καὶ
τριωβόλου, τοῦ τε οἴνου καὶ τῶν ἄλλων ὡσαύτως. Τὴν μὲν οὖν
Oec
.

1347b

ἀρχαίαν τιμὴν ἐλάμβανεν ὁ ἰδιώτης, τὸ δὲ πλέον ἡ πόλις, καὶ εὐπόρησε χρημάτων. Ἡρακλεῶται πέμποντες ναῦς τετταράκοντα ἐπὶ τοὺς ἐν Βοσπόρῳ τυράννους, οὐκ εὐπορούμενοι χρημάτων, παρὰ
5τῶν ἐμπόρων συνηγόρασαν τόν τε σῖτον πάντα καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον καὶ τὴν ἄλλην ἀγοράν, χρόνου δι‐ ισταμένου ἐν ᾧ ἔμελλον ἀποδώσειν τὴν τιμήν. Τοῖς δὲ δὴ ἐμπόροις καλῶς εἶχε μὴ κοτυλίζειν, ἀλλ’ ἁθρόα τὰ φορτία πεπρᾶσθαι. Ἐκεῖνοί τε διαδόντες διμήνου μισθὸν παρῆ‐
10γον [ἀλλὰ] τὴν ἀγορὰν ἐν ὁλκάσιν, ἄνδρα 〈τε〉 ταμίαν ἐπέ‐ στησαν ἐφ’ ἑκάστῃ τῶν νεῶν. Ἀφικομένων δ’ εἰς τὴν πολε‐ μίαν αὐτῶν ἠγόραζον οἱ στρατιῶται παρὰ τούτων ἅπαντα. Πρότερον 〈οὖν〉 συλλεγέντι ἀργυρίῳ ἐδίδοσαν οἱ στρατηγοὶ πάλιν τὸν μισθόν, ὥστε συνέβαινε ταὐτὸ [τὸ] ἀργύριον δίδοσ‐
15θαι ἕως εἰς οἶκον ἀπῆλθον. Λακεδαιμόνιοι Σαμίων δεηθέντων χρήματα αὐτοῖς εἰς τὴν κάθοδον δοῦναι, ἐψηφίσαντο μίαν ἡμέραν καὶ αὐτοὺς καὶ τοὺς οἰκέτας καὶ τὰ ὑποζύγια νηστεῦσαι, ὅσον δὲ ἐδα‐ πάνα ἕκαστος, τοσοῦτον δοῦναι τοῖς Σαμίοις.
20 Χαλκηδόνιοι δέ, ξένων ἐν τῇ πόλει συχνῶν παρ’ αὐτοῖς γινομένων, ὀφείλοντες αὐτοῖς μισθὸν οὐκ ἠδύναντο
διαλῦσαι. Ἀνήγγειλαν οὖν, εἴ τις τῶν πολιτῶν ἢ μετοίκων σῦλον ἔχει κατὰ πόλεως ἢ ἰδιώτου καὶ βούλεται λαβεῖν, ἀπογράψασθαι. Ἀπογραψαμένων δὲ συχνῶν, τὰ πλοῖα τὰ
25πλέοντα εἰς τὸν Πόντον ἐσύλων μετὰ προφάσεως εὐλόγου. Ἔταξαν δὲ χρόνον ἐν ᾧ λόγον ὑπὲρ αὐτῶν ἔφασαν ποιή‐ σασθαι. Συλλεγέντων δὲ χρημάτων συχνῶν, τοὺς μὲν στρατιώτας ἀπήλλαξαν, ὑπὲρ δὲ τῶν σύλων διεδικάσαντο. Τοῖς δὲ μὴ δικαίως συληθεῖσιν ἡ πόλις ἀπὸ τῶν προσόδων
30ἀπεδίδου. Κυζικηνοὶ δὲ στασιάσαντες πρὸς ἀλλήλους, ἐπικρατή‐ σαντος τοῦ δήμου, τῶν δὲ πλουσίων συνειλημμένων, ὀφείλον‐ τες χρήματα στρατιώταις ἐψηφίσαντο μὴ θανατῶσαι τοὺς συνειλημμένους, ἀλλὰ χρήματα πραξαμένους φυγαδεῦσαι.
35 Χῖοι δέ, νόμου ὄντος αὐτοῖς ἀπογράψασθαι τὰ χρέα εἰς τὸ δημόσιον, δεηθέντες χρημάτων ἐψηφίσαντο τοὺς
Oec
.

1348a

ὀφείλοντας μὲν ἀποδοῦναι τῇ πόλει τὰ δάνεια, τὴν δὲ πόλιν ἐκ τῶν προσόδων τοὺς τόκους τοῖς δεδανεικόσι κατα‐ φέρειν, ἕως ἂν καὶ τὸ ἀρχαῖον εὐπορήσωσιν. Μαύσωλος ὁ Καρίας τύραννος, πέμποντος βασιλέως
5πρὸς αὐτὸν ἐπὶ τῷ τοὺς φόρους δοῦναι, συναγαγὼν τοὺς εὐπορωτάτους ἐν τῇ χώρᾳ ἔλεγεν ὅτι ὁ βασιλεὺς αἰτεῖ τοὺς φόρους, αὐτὸς δὲ οὐκ εὐπορεῖται. Κατασκευαστοὶ δ’ ἄνδρες αὐτῷ εὐθέως ἐπηγγέλλοντο ὅσον εἰσοίσει ἕκαστος. Τούτων δὲ τοῦτο πραξάντων, οἱ εὐπορώτεροι τὰ μὲν αἰσχυνόμενοι, τὰ
10δὲ φοβούμενοι πολλῷ τούτων πλείω ἐπηγγέλλοντο καὶ εἰσ‐ έφερον.
11 Πάλιν 〈δὲ〉 δεηθεὶς χρημάτων ἐξεκκλησιάσας τοῖς Μυλασσεῦσιν, ἔλεγεν ὅτι μητρόπολις οὖσα ἡ πόλις αὐτοῦ αὕτη ἀτείχιστός ἐστιν, ὁ δὲ βασιλεὺς ἐπ’ αὐτὸν στρατεύει. Ἐκέ‐ λευσεν οὖν τοὺς Μυλασσεῖς φέρειν ἕκαστον ὅτι πλεῖστα χρή‐
15ματα, φάσκων αὐτοὺς τοῖς νῦν εἰσενεχθεῖσι καὶ τὰ λοιπὰ σῴζειν. Εἰσενεχθέντων δὲ πολλῶν τὰ μὲν χρήματα εἶχε, τὸ δὲ τεῖχος οὐκ ἔφη τὸν θεὸν 〈ἐᾶν〉 ἐν τῷ παρόντι οἰκοδομεῖν. Κόνδαλος Μαυσώλου ὕπαρχος, ὁπότε διαπορευομένῳ αὐτῷ διὰ τῆς χώρας προσενέγκοι τις πρόβατον ἢ ὗν ἢ
20μόσχον, ἀπογραψάμενος τὸν δόντα καὶ τὸν χρόνον, ἀπα‐ γαγόντα εἰς οἶκον ἐκέλευε τρέφειν ἕως ἂν ἐπανέλθοι· ὁπότε δὲ δοκοίη χρόνος ἱκανὸς εἶναι, αὐτό τε τὸ τραφὲν καὶ τὴν ἐπικαρπίαν λογισάμενος ἀπῄτει.
23
Τῶν τε δένδρων τὰ ὑπερέχοντα ἢ πίπτοντα εἰς τὰς ὁδοὺς τὰς βασιλικὰς
25ἐπώλει 〈...〉 τὰς ἐπικαρπίας.
25
Τῶν δὲ στρατιωτῶν εἴ τις τελευ‐ τήσειε, διαπύλιον ἀπῄτει δραχμὴν τοῦ σώματος· ἅμα τε οὖν ἐντεῦθεν καὶ ἀργύριον ἐλάμβανεν, ἅμα τε οἱ ἡγεμόνες οὐ παρεκρούοντο αὐτόν, πότε τετελεύτηκεν ὁ στρατιώτης.
28
Τούς τε Λυκίους ὁρῶν ἀγαπῶντας τὸ τρίχωμα φορεῖν, ἔφησε γράμ‐
30ματα ἥκειν παρὰ βασιλέως κόμας ἀποστεῖλαι εἰς προκόμια· προστετάχθαι οὖν αὐτῷ ὑπὸ Μαυσώλου ἀποκεῖραι αὐτούς.
Ἔφησεν οὖν, εἰ βούλονται ἐπικεφάλαιον τακτὸν αὐτῷ δοῦναι, μεταπέμψασθαι ἐκ τῆς Ἑλλάδος κόμην· οἱ δὲ ἀσμένως ἔδοσαν ὃ ᾔτει, καὶ συνελέγη χρήματα πολλὰ ἀπὸ ὄχλου πολ‐
34λοῦ.
35 Ἀριστοτέλης Ῥόδιος ἄρχων Φωκαίας, ἀπορῶν χρημά‐ των, ὁρῶν στάσεις οὔσας δύο τῶν Φωκαίων, λόγους ἐποιήσατο
Oec
.

1348b

πρὸς τὴν ἑτέραν στάσιν ἐν ἀπορρήτοις, φάσκων αὑτῷ διδόναι χρήματα τοὺς ἑτέρους ἐφ’ ᾧ αὐτοῖς τὰ πράγματα ἐγκλῖναι, αὐτὸς δὲ μᾶλλον βούλεσθαι παρὰ τούτων λαβεῖν καὶ τὰ περὶ τὴν πόλιν τούτοις διοικεῖν παραδοῦναι. Ἀκού‐
5σαντες δὲ ταῦτα εὐθέως τὰ χρήματα οἱ παρόντες πορί‐ σαντες ὅσα ἐκέλευσεν ἔδωκαν· ὁ δὲ τοῖς ἑτέροις πάλιν ἔδειξεν ἃ εἰληφὼς εἴη παρὰ τῶν ἑτέρων· οἱ δὲ καὶ αὐτοὶ ἔφασαν οὐκ ἐλάττω δώσειν. Λαβὼν δὲ παρ’ ἀμφοτέρων κατήλλαξεν αὐτοὺς πρὸς ἀλλήλους.
9Τοῖς τε πολίταις κατι‐
10δὼν οὔσας δίκας πολλὰς καὶ μεγάλας, ἐκ πολλοῦ χρόνου ἀδικίας οὔσης διὰ πολέμου, δικαστήριον καθίσας προεῖπεν, ὅσοι ἂν μὴ δικάσωνται χρόνον ὃν προέθηκε, μηκέτι ἔσεσθαι ὑπὲρ τῶν προτέρων ἐγκλημάτων κρίσεις. Τότε δὴ παράβολον πολλῶν δικῶν 〈...〉 καὶ τὰς ἐκκλήτους μετ’ ἐπιτιμίων ἐφ’
15αὑτὸν ποιούμενος καὶ παρ’ ἑκατέρων ἀργύριον δι’ ἑτέρων λαμβάνων, συνήγαγεν οὐκ ὀλίγα χρήματα. Κλαζομένιοι δ’ ἐν σιτοδείᾳ ὄντες χρημάτων τε ἀπο‐
ροῦντες ἐψηφίσαντο παρ’ οἷς ἔλαιόν ἐστι τῶν ἰδιωτῶν, δα‐ νεῖσαι τῇ πόλει ἐπὶ τόκῳ· γίνεται δὲ πολὺς οὗτος ὁ καρπὸς
20ἐν τῇ χώρᾳ αὐτῶν. Δανεισάντων δὲ μισθωσάμενοι πλοῖα ἀπέστειλαν εἰς τὰ ἐμπόρια, ὅθεν αὐτοῖς ἧκε σῖτος, ὑποθήκης γενομένης τῆς τοῦ ἐλαίου τιμῆς.
22
Ὀφείλοντές 〈τε〉 στρατιώταις μισθὸν εἴκοσι τάλαντα καὶ οὐ δυνάμενοι, τόκον ἔφερον τοῖς ἡγεμόσι τέτταρα τάλαντα τοῦ ἐνιαυτοῦ· ἐπεὶ δὲ τοῦ μὲν
25ἀρχαίου ἀπέκοπτον οὐθέν, ἀεὶ δὲ μάτην ἐδαπάνων, νόμισμα ἔκοψαν σιδηροῦν εἰς ἀργυρίου λόγον εἴκοσι ταλάντων, εἶτα διδόντες τοῖς εὐπορωτάτοις ἐν τῇ πόλει κατὰ λόγον ἑκάστῳ ἀργύριον παρ’ ἐκείνων ἔλαβον ἴσον. Οἵ τε οὖν ἰδιῶται εἶχον εἰς τὰς καθ’ ἡμέραν χρείας ἀναλίσκειν καὶ ἡ πόλις τοῦ
30χρέους ἀπηλλάγη. Δεύτερον δὲ ἐκ τῶν προσόδων ἐκείνοις τόν τε τόκον 〈ὃν〉 κατέφερον ἀεὶ διαιροῦντες ἑκάστῳ πρὸς μέρος διεδίδοσαν, τοὺς δὲ σιδηροῦς ἐκομίζοντο. Σηλυβριανοὶ δὲ δεηθέντες χρημάτων, νόμου ὄντος αὐτοῖς σίτου μὴ ἐξαγωγὴν 〈εἶναι〉, [ἐν] λιμοῦ γενομένου, ἐκείνοις δὲ
35ὑπάρχοντος σίτου παλαιοῦ, ἐψηφίσαντο τῇ πόλει παραδοῦ‐ ναι τοὺς ἰδιώτας τὸν σῖτον τῆς τεταγμένης τιμῆς, ὑπολειπόμε‐
36νον ἕκαστον
Oec
.

1349a

ἐνιαυτοῦ τροφήν· εἶτα ἐξαγωγὴν ἔδωκαν τῷ βουλομένῳ, τάξαντες τιμὴν ἣν ἐδόκει καλῶς ἔχειν αὐτοῖς. Ἀβυδηνοὶ δέ, διὰ στασιασμὸν τῆς χώρας ἀργοῦ γενο‐ μένης καὶ τῶν μετοίκων οὐ προϊεμένων αὐτοῖς οὐδὲν διὰ
5τὸ καὶ ἔτι ὀφείλειν, ἐψηφίσαντο τὸν βουλόμενον τοῖς γεωρ‐
γοῖς δανείζειν ὡς ἐργάσωνται, ὡς πρώτοις αὐτοῖς ἐσομέ‐ νης τῆς κομιδῆς ἐκ τοῦ καρποῦ, τοῖς δὲ ἄλλοις ἐκ τῶν λειπομένων. Ἐφέσιοι δεηθέντες χρημάτων νόμον ἔθεντο μὴ φορεῖν
10χρυσὸν τὰς γυναῖκας, ὅσον δὲ νῦν ἔχουσι δανεῖσαι τῇ πόλει· τῶν τε κιόνων τῶν ἐν τῷ νεῷ τάξαντες ἀργύριον ὃ δεῖ καταβαλεῖν εἴων ἐπιγράφεσθαι τὸ ὄνομα τοῦ δόντος τὸ ἀργύριον ὡς ἀνατεθεικότος. Διονύσιος Συρακούσιος βουλόμενος χρήματα συναγα‐
15γεῖν, ἐκκλησίαν ποιήσας ἔφησεν ἑωρακέναι τὴν Δήμητραν, καὶ κελεύειν τὸν τῶν γυναικῶν κόσμον εἰς τὸ ἱερὸν ἀποκο‐ μίζειν· αὐτὸς μὲν οὖν τῶν παρ’ αὑτῷ γυναικῶν τὸν κόσμον τοῦτο πεποιηκέναι, ἠξίου δὲ καὶ τοὺς ἄλλους, μή τι μήνιμα παρὰ τῆς θεοῦ γένηται· τὸν δὲ μὴ τοῦτο ποιήσαντα ἔνοχον
20ἔφησεν ἱεροσυλίας ἔσεσθαι. Ἀνενεγκάντων δὲ πάντων ἃ εἶ‐ χον διά τε τὴν θεὸν καὶ δι’ ἐκεῖνον, θύσας τῇ θεῷ τὸν κόσμον ἀπηνέγκατο ὡς παρὰ τῆς θεοῦ δεδανεισμένος. Προελθόντος δὲ χρόνου καὶ τῶν γυναικῶν πάλιν φορουσῶν, ἐκέλευσε τὴν βου‐ λομένην χρυσοφορεῖν τάγμα τι ἀνατιθέναι ἐν τῷ ἱερῷ.
24Τριη‐
25ρεῖς τε ναυπηγεῖσθαι μέλλων ᾔδει ὅτι δεήσοιτο χρημάτων. Ἐκκλησίαν οὖν συναγαγὼν ἔφη πόλιν αὑτῷ τινα προδίδοσθαι, εἰς ἣν δεῖσθαι χρημάτων, ἠξίου τε αὑτῷ τοὺς πολίτας εἰσενέγ‐ και δύο στατῆρας ἕκαστον· οἳ δ’ εἰσήνεγκαν. Διαλιπὼν δὲ δύο
ἢ τρεῖς ἡμέρας, ὡς διημαρτηκὼς τῆς πράξεως, ἐπαινέσας
30αὐτοὺς ἀπέδωκεν ἑκάστῳ ὃ εἰσήνεγκαν. Ποιήσας δὲ τοῦτο ἀνεκτήσατο τοὺς πολίτας. Εἶτα πάλιν, οἰόμενοι ἀπολήψεσθαι, εἰσήνεγκαν· ὃ δὲ λαβὼν εἶχεν εἰς τὴν ναυπηγίαν.
32
Οὐκ εὐπορῶν δὲ ἀργυρίου νόμισμα ἔκοψε καττιτέρου, καὶ συναγα‐ γὼν ἐκκλησίαν πολλὰ τοῦ κεκομμένου νομίσματος ὑπερεῖ‐
35πεν· οἳ δὲ ἐψηφίσαντο καὶ μὴ βουλόμενοι ἕκαστος ὃ ἂν εἵλετο ἔχειν ὡς ἀργυροῦν ἀλλὰ μὴ καττιτέρινον.
36Πάλιν τε
Oec
.

1349b

δεηθεὶς χρημάτων ἠξίου τοὺς πολίτας εἰσενεγκεῖν αὑτῷ· οἳ δ’ οὐκ ἔφασαν ἔχειν. Ἐξενέγκας οὖν τὰ σκεύη τὰ παρ’ αὑτοῦ ἐπώλει, ὡς δὴ δι’ ἀπορίαν τοῦτο ποιῶν· ἀγοραζόντων δὲ Συρακουσίων, ἀπεγράφετο τί ἕκαστος ἀγοράσειεν· ἐπεὶ
5δὲ τὴν τιμὴν κατέβαλον, ἐκέλευσε τὸ σκεῦος ἀναφέρειν ἕκαστον ὃ ἠγόρασεν.
6
Τῶν τε πολιτῶν διὰ τὰς εἰσφορὰς οὐ τρεφόντων βοσκήματα, εἶπεν ὅτι ἱκανὰ ἦν αὑτῷ πρὸς το‐ σοῦτον· τοὺς οὖν νῦν τι κτησαμένους ἀτελεῖς ἔσεσθαι. Πολλῶν δὲ ταχὺ κτησαμένων πολλὰ βοσκήματα ὡς ἀτελῆ ἑξόντων,
10ἐπεὶ καιρὸν ᾤετο εἶναι, τιμήσασθαι κελεύσας ἐπέβαλε τέλος. Οἱ οὖν πολῖται ἀγανακτήσαντες ἐπὶ τῷ ἐξηπατῆ‐ σθαι, σφάζοντες ἐπώλουν. Ὡς δὲ πρὸς τοῦτο ἔταξε σφάζεσθαι ὅσα δεῖ τῆς ἡμέρας, οἳ δὲ πάλιν ἱερόθυτα ἐποίουν· ὃ δὲ
ἀπεῖπε θῆλυ μὴ θύειν.
14Πάλιν τε δεηθεὶς χρημάτων ἐκέ‐
15λευσεν ἀπογράψασθαι [χρημάτων] πρὸς αὑτὸν ὅσοι οἶκοί εἰσιν ὀρφανικοί. Ἀπογραψαμένων δὲ ἄλλων τὰ τούτων χρήματα ἀπεχρᾶτο ἕως ἕκαστος εἰς ἡλικίαν ἔλθοι.
17
Ῥή‐ γιόν τε καταλαβών, ἐκκλησίαν συναγαγὼν εἶπε διότι δι‐ καίως μὲν ἂν ἐξανδραποδισθεῖεν ὑπ’ αὐτοῦ, νῦν μέντοι τὰ
20εἰς τὸν πόλεμον ἀνηλωμένα χρήματα κομισάμενος καὶ ὑπὲρ ἑκάστου σώματος τρεῖς μνᾶς ἀφήσειν αὐτούς. Οἱ δὲ Ῥηγῖνοι ὅσα ποτ’ ἦν αὐτοῖς ἀποκεκρυμμένα ἐμφανῆ ἐποίουν καὶ οἱ ἄποροι παρὰ τῶν εὐπορωτέρων καὶ παρὰ τῶν ξένων δανειζόμενοι ἐπόρισαν ἃ ἐκέλευσε χρήματα.
25Λαβὼν δὲ ταῦτα παρ’ αὐτῶν τά τε σώματα πάντα οὐδὲν ἧττον ἀπέδοτο τά τε σκεύη, ἃ τότε ἦν ἀποκεκρυμμένα, ἐμφανῆ ἅπαντα ἔλαβε.
27
Δανεισάμενός τε παρὰ τῶν πολι‐ τῶν χρήματα ἐπ’ ἀποδόσει, ὡς ἀπῄτουν αὐτόν, ἐκέλευσεν ἀναφέρειν ὅσον ἔχει τις ἀργύριον πρὸς αὐτόν· εἰ δὲ μή,
30θάνατον ἔταξε τὸ ἐπιτίμιον. Ἀνενεχθέντος δὲ τοῦ ἀργυρίου, ἐπικόψας χαρακτῆρα ἐξέδωκε τὴν δραχμὴν δύο δυναμένην δραχμὰς καὶ τό τε ὀφειλόμενον πρότερον 〈...〉 ἀνήνεγκαν πρὸς αὐτόν.
33
Εἰς Τυρρηνίαν τε πλεύσας ναυσὶν ἑκατόν, ἔλαβεν ἐκ τοῦ τῆς Λευκοθέας ἱεροῦ χρυσίον τε καὶ ἀργύριον
35πολὺ καὶ τὸν ἄλλον κόσμον οὐκ ὀλίγον. Εἰδὼς δὲ ὅτι καὶ οἱ ναῦται πολλὰ ἔχουσιν, κήρυγμα ἐποιήσατο τὰ ἡμίσεα
Oec
.

1350a

ὧν ἔχει ἕκαστος ἀναφέρειν πρὸς αὑτόν, τὰ δ’ ἡμίσεα ἔχειν τὸν λαβόντα· τῷ δὲ μὴ ἀνενέγκαντι θάνατον ἔταξε τὸ ἐπιτίμιον. Ὑπολαβόντες δὲ οἱ ναῦται ἀνενεγκόντες τὰ ἡμίσεα τὰ κατάλοιπα ἔχειν, ἀδεῶς ἀνήνεγκαν· ὃ δ’ ἐπείπερ ἐκεῖνα
5ἔλαβεν, ἐκέλευσε πάλιν τὰ ἡμίσεα ἀναφέρειν. Μενδαῖοι δὲ τὰ μὲν ἀπὸ λιμένων καὶ τῶν ἄλλων τελῶν αὐτοῖς προσπορευόμενα [ἐχρῶντο] εἰς διοίκησιν τῆς πόλεως, τὰ δὲ ἀπὸ τῆς γῆς καὶ οἰκιῶν τέλη οὐκ ἔπραττον, ἀλλ’ ἀνέγραφον τοὺς ἔχοντας· ὁπότε δὲ δεηθεῖεν χρημάτων,
10ἀπεδίδοσαν 〈ὡσ〉 ὀφείλοντες· ἐκέρδαινον οὖν τὸν παρεληλυ‐ θότα χρόνον ἀτόκοις τοῖς χρήμασιν ἀποκεχρημένοι.
11
Πολεμοῦντες 〈δὲ〉 πρὸς Ὀλυνθίους καὶ δεόμενοι χρημάτων, ὄντων αὐτοῖς ἀνδραπόδων, ἐψηφίσαντο καταλειπομένου ἑνὶ ἑκάστῳ θήλεος καὶ ἄρρενος τὰ ἄλλα ἀποδόσθαι †τῇ πόλει ὡς ἐκδανεῖσαι τοὺς
15ἰδιώτας χρήματα.† Καλλίστρατος 〈Ἀθηναῖοσ〉, ἐν Μακεδονίᾳ πωλουμένου τοῦ ἐλλιμενίου ὡς ἐπὶ τὸ πολὺ εἴκοσι ταλάντων, ἐποίησεν εὑ‐ ρεῖν τὸ διπλάσιον· κατιδὼν γὰρ ὠνουμένους τοὺς εὐπορωτέρους ἀεὶ διὰ τὸ δεῖν ταλαντιαίους καθιστάναι τοὺς ἐγγύους τῶν εἴ‐
20κοσι ταλάντων, προεκήρυξεν ὠνεῖσθαι τὸν βουλόμενον καὶ τοὺς ἐγγύους καθιστάναι τοῦ τρίτου μέρους καὶ καθ’ ὁπόσον
ἕκαστος δύνηται πείθειν. Τιμόθεος Ἀθηναῖος πολεμῶν πρὸς Ὀλυνθίους καὶ ἀπο‐ ρούμενος ἀργυρίου, κόψας χαλκὸν διεδίδου τοῖς στρατιώταις.
25Ἀγανακτούντων δὲ τῶν στρατιωτῶν ἔφη αὐτοῖς τοὺς ἐμπό‐ ρους τε καὶ ἀγοραίους ἅπαντα ὡσαύτως πωλήσειν. Τοῖς δ’ ἐμπόροις προεῖπεν ὃν ἄν τις λάβῃ χαλκόν, τούτου πάλιν ἀγοράζειν τά τ’ ἐκ τῆς χώρας ὤνια καὶ τὰ ἐκ τῶν λειῶν ἀγόμενα· ὃς δ’ ἂν περιλειφθῇ αὐτοῖς χαλκός, πρὸς αὐτὸν
30ἀναφέροντας ἀργύριον λαμβάνειν.
30
Περὶ Κέρκυραν δὲ πο‐ λεμῶν καὶ ἀπόρως διακείμενος καὶ τῶν στρατιωτῶν αἰτούν‐ των τοὺς μισθοὺς καὶ ἀπειθούντων αὐτῷ καὶ πρὸς τοὺς ὑπ‐ εναντίους φασκόντων ἀποπορεύεσθαι, ἐκκλησίαν συναγαγὼν ἔφησεν οὐ δύνασθαι διὰ τοὺς χειμῶνας παραγενέσθαι αὑτῷ
35ἀργύριον, ἐπεὶ τοσαύτην εἶναι περὶ αὑτὸν εὐπορίαν, ὥστε τὴν προδεδομένην τριμήνου σιταρχίαν δωρεὰν αὐτοῖς διδόναι· οἳ
Oec
.

1350b

δὲ ὑπολαβόντες οὐκ ἄν ποτε προέσθαι τοσαῦτα χρή‐ ματα τὸν Τιμόθεον αὐτοῖς εἰ μὴ τῇ ἀληθείᾳ προσδόκιμα ἦν τὰ χρήματα πρὸς αὐτόν, ἡσυχίαν εἶχον ὑπὲρ τῶν μισθῶν ἕως ἐκεῖνος διῳκήσατο ἃ ἐβούλετο.
4Σάμον δὲ πολιορκῶν
5τοὺς καρποὺς καὶ τὰ ἐπὶ τῶν ἀγρῶν ἀπεδίδοτο αὐτοῖς τοῖς Σαμίοις, ὥστε εὐπόρησε χρημάτων εἰς μισθοὺς τοῖς στρατιώταις.
7Τῶν τε ἐπιτηδείων ἐπεὶ σπάνις ἦν ἐν τῷ στρα‐
τοπέδῳ διὰ τοὺς εἰσαφικνουμένους, ἀπηγόρευσε μὴ πωλεῖν σῖτον ἀληλεσμένον μηδὲ μέτρον ἔλαττον ἢ μέδιμνον, μηδὲ τῶν
10ὑγρῶν μηθὲν ἔλαττον ἢ μετρητήν. Οἱ μὲν οὖν ταξίαρχοί τε καὶ λοχαγοὶ ἀγοράζοντες ἁθρόα διεδίδοσαν τοῖς στρατιώ‐ ταις, οἱ δὲ εἰσαφικνούμενοι ἦγον αὑτοῖς τὰ ἐπιτήδεια· ὁπότε δὲ ἀπαλλάττοιντο, εἴ τι περίλοιπον εἴη αὐτοῖς, ἐπώ‐ λουν, ὥστε συνέβαινεν εὐπορεῖσθαι τοὺς στρατιώτας τῶν
15ἐπιτηδείων. Δατάμης Πέρσης ἔχων στρατιώτας τὰ μὲν καθ’ ἡμέραν πορίζειν ἐδύνατο ἐκ τῆς πολεμίας αὐτοῖς, νόμισμα δὲ οὐκ ἔχων διδόναι, ἀπαιτούμενος δὲ χρόνου γενομένου οὗ ὤφειλε, τεχνάζει τοιόνδε. Ἐκκλησίαν συναγαγὼν ἔφη οὐκ ἀπορεῖ‐
20σθαι χρημάτων, ἀλλ’ εἶναι αὑτῷ ἐν χωρίῳ τινί, λέγων ἐν ᾧ εἴη, καὶ ἀναζεύξας ἐβάδιζεν ἐπ’ αὐτό. Εἶτα, ὡς ἐγγὺς τοῦ χωρίου ἐγένετο, προελθὼν εἰς αὐτὸ ἔλαβεν ἐκ τῶν ἐνόν‐ των ἱερῶν ὅσος ἐνῆν κοῖλος ἄργυρος· εἶτ’ ἐπισκευάσας τὰς ἡμιόνους ὡς ἀγούσας ἀργύριον παραφαινούσας τε ταῦτα
25ἐβάδιζεν. Ἰδόντες δὲ οἱ στρατιῶται καὶ νομίσαντες ἅπαντα εἶναι ἄργυρον τὰ ἀγόμενα, ἐθάρρησαν ὡς κομιούμενοι τὸν μισθόν. Ὃ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἐλθόντας ἐπισημήνασθαι· ἦν δ’ εἰς τὴν Ἀμισὸν ὁδὸς πολλῶν τε ἡμερῶν καὶ χειμέ‐ ριος. Τὸν δὴ χρόνον τοῦτον ἀπεχρᾶτο τῷ στρατοπέδῳ τὰ
30ἐπιτήδεια μόνον διδούς.
30
Τούς 〈τε〉 τεχνίτας τοὺς ἐν τῷ στρατο‐ πέδῳ αὐτὸς εἶχε καὶ τοὺς καπήλους τοὺς μεταβαλλομένους
τι· ἄλλῳ δὲ οὐκ ἦν οὐθενὶ οὐθὲν τούτων ποιεῖν. Χαβρίας Ἀθηναῖος Ταῲ τῷ Αἰγυπτίων βασιλεῖ ἐκ‐ στρατεύοντι καὶ δεομένῳ χρημάτων συνεβούλευε τῶν τε
35ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος φάναι πρὸς τοὺς ἱερεῖς δεῖν παραλυθῆναι διὰ τὴν δαπάνην. Ἀκούσαντες δὲ
Oec
.

1351a

οἱ ἱερεῖς καὶ τὸ ἱερὸν παρ’ αὑτοῖς ἕκαστοι βουλόμενοι εἶναι καὶ εἶναι αὐτοὶ ἱερεῖς, ἐδίδοσαν χρήματα. Ἐπεὶ δὲ παρὰ πάντων εἰλήφει, προστάξαι αὐτοῖς ἐκέλευσεν εἰς μὲν τὸ ἱερὸν καὶ εἰς αὑτὸν τῆς δαπάνης ἧς πρότερον ἐποιοῦντο τὸ
5δέκατον μέρος ποιεῖσθαι, τὰ δὲ λοιπὰ αὑτῷ δανεῖσαι ἕως 〈ὁ〉 πόλεμος ὁ πρὸς βασιλέα διαλυθῇ. Ἀπ’ οἰκίας δὲ ἑκά‐ στης κελεῦσαι ἅπαντας εἰσενέγκαι τάξαντα ὃ δεῖ, καὶ ἀπὸ τοῦ σώματος ὡσαύτως. Τοῦ 〈δὲ〉 σίτου τοῦ πωλουμένου χω‐ ρὶς τῆς τιμῆς διδόναι τὸν πωλοῦντα καὶ ὠνούμενον ἀπὸ τῆς ἀρ‐
10τάβης τὸν ὀβολόν. Ἀπό 〈τε〉 τῶν πλοίων καὶ ἐργαστηρίων καὶ τῶν ἄλλην τινὰ ἐργασίαν παρεχόντων τῆς ἐργασίας μέρος τὸ δέκατον κελεῦσαι ἀποτελεῖν.
12
Ἐκστρατεύειν δ’ αὐτῷ μέλ‐ λοντι ἐκ τῆς χώρας, εἴ τίς τι ἔχει ἄσημον ἀργύριον ἢ χρυσίον, κελεῦσαι ἐνέγκαι πρὸς αὑτόν· ἐνεγκάντων δὲ τῶν
15πλείστων, ἐκέλευσε τούτῳ μὲν ἐκεῖνον χρᾶσθαι, τοὺς δὲ δα‐ νείσαντας συστῆσαι τοῖς νομάρχαις ὥστ’ ἐκ τῶν φόρων αὐτοῖς ἀποδοῦναι.
Ἰφικράτης Ἀθηναῖος, Κότυος συναγαγόντος στρατιώτας, ἐπόρισεν αὐτῷ χρήματα τρόπον τοιοῦτον. Ἐκέλευσε
20τῶν ἀνθρώπων ὧν ἦρχε προστάξαι κατασπεῖραι αὐτῷ γῆν τριῶν μεδίμνων· τούτου δὲ πραχθέντος συνελέγη σίτου πολὺ πλῆθος. Καταγαγὼν οὖν ἐπὶ τὰ ἐμπόρια ἀπέδοτο καὶ εὐπό‐ ρησε χρημάτων. Κότυς Θρᾷξ παρὰ Περινθίων ἐδανείζετο χρήματα
25εἰς τοὺς στρατιώτας [συναγαγεῖν], οἱ δὲ Περίνθιοι οὐκ ἐδί‐ δοσαν αὐτῷ. Ἠξίωσεν οὖν αὐτοὺς ἄνδρας γε τῶν πολιτῶν φρουροὺς δοῦναι εἰς χωρία τινά, ἵνα τοῖς ἐκεῖ στρατιώταις νῦν φρουροῦσι σχῇ ἀποχρήσασθαι. Οἱ δὲ τοῦτο ταχέως ἐποίησαν, οἰόμενοι τῶν χωρίων κύριοι ἔσεσθαι. Ὁ δὲ Κότυς
30τοὺς ἀποσταλέντας εἰς φυλακὴν ποιήσας τὰ χρήματα αὐτοὺς ἐκέλευσεν ἀποσταλέντας, ἃ ἐδανείζετο παρ’ αὐτῶν, κομίσασθαι. Μέντωρ Ῥόδιος Ἑρμείαν συλλαβὼν καὶ τὰ χωρία αὐτοῦ κατασχὼν τοὺς ἐπιμελητὰς εἴασε κατὰ χώραν τοὺς ὑπὸ
35τοῦ Ἑρμείου καθεστηκότας. Ἐπεὶ δὲ ἐθάρρησάν τε ἅπαν‐ τες καί, εἴ τί ποτ’ ἦν αὐτοῖς ἀποκεκρυμμένον ἢ ὑπεκκείμενον, μεθ’ αὑτῶν εἶχον, συλλαβὼν αὐτοὺς πάντα παρείλετο ἃ εἶχον.
Oec
.

1351b

Μέμνων Ῥόδιος κυριεύσας Λαμψάκου δεηθεὶς χρημάτων ἐπέγραψε τοῖς πλουσιωτάτοις αὐτῶν πλῆθός τι ἀρ‐ γυρίου, τούτοις δὲ τὴν κομιδὴν ἔσεσθαι παρὰ τῶν ἄλλων
πολιτῶν ἔφησεν. Ἐπεὶ δὲ οἱ ἄλλοι πολῖται εἰσήνεγκαν,
5ἐκέλευσε καὶ ταῦτα αὑτῷ δανεῖσαι [ἐν χρόνῳ] διειπάμενος ἐν ᾧ πάλιν αὐτοῖς ἀποδώσει.
6
Πάλιν τε δεηθεὶς χρημάτων ἠξίωσεν αὐτοὺς εἰσενέγκαι, κομίσασθαι δὲ ἐκ τῶν προσόδων· οἳ δ’ εἰσήνεγκαν ὡς διὰ ταχέων αὐτοῖς ἐσομένης τῆς κο‐ μιδῆς. Ἐπεὶ δὲ καὶ αἱ καταβολαὶ τῶν προσόδων παρῆσαν,
10ἔφησεν ἐπ’ αὐτῷ χρείαν εἶναι καὶ τούτων, ἐκείνοις δὲ ὕστε‐ ρον ἀποδώσειν σὺν τόκῳ.
11
Τῶν τε στρατευομένων παρ’ αὐτῷ παρῃρεῖτο τὰς σιταρχίας καὶ τοὺς μισθοὺς ἓξ ἡμερῶν τὸν ἐνιαυτόν, φάσκων ταύταις ταῖς ἡμέραις οὔτε φυλακὴν αὐτοῖς οὐδεμίαν οὔτε πορείαν οὔτε δαπάνην ποιεῖσθαι, τὰς
15ἐξαιρεσίμους λέγων.
15
Τόν τε πρὸ τοῦ χρόνον διδοὺς τοῖς στρατιώταις τῇ δευτέρᾳ τῆς νουμηνίας τὴν σιταρχίαν, τῷ μὲν πρώτῳ μηνὶ παρέβη τρεῖς ἡμέρας, τῷ δ’ ἐχομένῳ πέντε. Τοῦτον δὲ τὸν τρόπον προῆγεν, ἕως εἰς τὴν τριακάδα ἦλθεν. Χαρίδημος Ὠρείτης ἔχων τῆς Αἰολίδος τινὰ χωρία,
20ἐπιστρατεύοντος ἐπ’ αὐτὸν Ἀρταβάζου, χρημάτων ἐδεῖτο εἰς τοὺς στρατιώτας. Τὸ μὲν οὖν πρῶτον εἰσέφερον αὐτῷ, εἶτα οὐκέτι ἔφασαν ἔχειν. Ὁ δὲ Χαρίδημος, ὃ ᾤετο χωρίον εὐπο‐ ρώτατον εἶναι, ἐκέλευσεν [καὶ] εἴ τι νόμισμα ἔχουσιν ἤ τι ἄλλο σκεῦος ἀξιόλογον, εἰς ἕτερον χωρίον ἀποστέλλειν, πα‐
25ραπομπὴν δὲ δώσειν· ἅμα δὲ καὶ αὐτὸς τοῦτο ποιῶν φα‐
νερὸς ἦν. Πεισθέντων δὲ τῶν ἀνθρώπων, προαγαγὼν αὐτοὺς τῆς πόλεως μικρὸν καὶ ἐρευνήσας ἃ εἶχον, ἔλαβεν ὅσων ἐδεῖτο, ἐκείνους δὲ πάλιν εἰς τὸ χωρίον ἀπῆγεν.
28
Κήρυγμά τε ποιησάμενος ἐν ταῖς πόλεσιν ὧν ἦρχε, μηδένα μηδὲν
30ὅπλον κεκτῆσθαι ἐν τῇ οἰκίᾳ, εἰ δὲ μή, ἀποτείσειν ἀργύριον ὃ ἐπεκήρυξεν, ἠμέλει καὶ οὐδεμίαν ἐπιστροφὴν ἐποιεῖτο. Τῶν δὲ ἀνθρώπων οἰομένων τὸ κήρυγμα μάτην αὐτὸν πεποιῆσθαι, εἶχον ἃ ἔτυχον ἕκαστοι κεκτημένοι κατὰ χώραν. Ὃ δ’ ἔρευναν ἐξαίφνης ποιησάμενος τῶν οἰκιῶν, παρ’ οἷς εὗρεν
35ὅπλον τι, ἐπράττετο τὸ ἐπιτίμιον. Φιλόξενός τις Μακεδὼν Καρίας σατραπεύων δεηθεὶς χρημάτων Διονύσια ἔφασκε μέλλειν ἄγειν καὶ χοραγοὺς
Oec
.

1352a

προέγραψε τῶν Καρῶν τοὺς εὐπορωτάτους καὶ προσέ‐ ταττεν αὐτοῖς ἃ δεῖ παρασκευάζειν. Ὁρῶν δ’ αὐτοὺς δυσχερ‐ αίνοντας ὑποπέμπων τινὰς ἠρώτα τί βούλονται δόντες ἀπαλ‐ λαγῆναι τῆς λειτουργίας. Οἳ δὲ πολλῷ πλέον ἢ ὅσον ᾤοντο
5ἀναλώσειν ἔφασαν δώσειν τοῦ μὴ ὀχλεῖσθαι καὶ ἀπὸ τῶν ἰδίων ἀπεῖναι. Ὃ δὲ παρὰ τούτων λαβὼν ὃ ἐδίδοσαν, ἑτέ‐ ρους κατέγραψεν, ἕως ἔλαβε παρὰ τοῦτο, ὃ ἠβούλετο, καὶ προσόν. †παρ’ ἑκάστης† Εὐαίσης Σύρος Αἰγύπτου σατραπεύων, ἀφίστασθαι
10μελλόντων τῶν νομαρχῶν ἀπ’ αὐτοῦ αἰσθόμενος, καλέσας αὐτοὺς εἰς τὰ βασίλεια ἐκρέμασεν ἅπαντας, πρὸς δὲ τοὺς
οἰκείους ἐκέλευσε λέγειν ὅτι ἐν φυλακῇ εἰσιν. Ἕκαστος οὖν τῶν οἰκείων ἔπραττον ὑπὲρ ἑκάστου καὶ χρημάτων ἐξεωνοῦντο τοὺς συνειλημμένους. Ὃ δὲ διομολογησάμενος ὑπὲρ ἑκάστου
15καὶ λαβὼν τὰ ὁμολογηθέντα ἀπέδωκεν ἑκάστοις τὸν νεκρόν. Κλεομένης Ἀλεξανδρεὺς Αἰγύπτου σατραπεύων, λιμοῦ γενομένου ἐν μὲν τοῖς ἄλλοις τόποις σφόδρα, ἐν Αἰγύπτῳ δὲ μετρίως, ἀπέκλεισε τὴν ἐξαγωγὴν τοῦ σίτου. Τῶν δὲ νο‐ μαρχῶν φασκόντων οὐ δυνήσεσθαι τοὺς φόρους ἀποδοῦναι τῷ
20μὴ ἐξάγεσθαι τὸν σῖτον, ἐξαγωγὴν μὲν ἐποίησε, τέλος δὲ πολὺ τῷ σίτῳ ἐπέβαλεν, ὥστε συνέβαινεν αὐτῷ εἰ μὴ 〈...〉 ἐξα‐ γομένου ὀλίγου πολὺ τέλος λαμβάνειν, αὐτούς τε [νομάρχας] πεπαῦσθαι τῆς προφάσεως.
23
Διαπλέοντος δ’ αὐτοῦ τὸν νομόν, οὗ ἐστι θεὸς ὁ κροκόδειλος, ἡρπάσθη τις τῶν παίδων αὐτοῦ.
25Καλέσας οὖν τοὺς ἱερεῖς ἔφη πρότερος ἀδικηθεὶς ἀμύνεσθαι τοὺς κροκοδείλους, καὶ προσέταξε θηρεύειν αὐτούς. Οἱ δὲ ἱε‐ ρεῖς, ἵνα μὴ ὁ θεὸς αὐτῶν καταφρονηθῇ, συναγαγόντες ὅσον ἠδύναντο χρυσίον ἔδοσαν αὐτῷ καὶ οὕτως ἐπαύσατο.
28
Ἀλε‐ ξάνδρου 〈τε〉 τοῦ βασιλέως ἐντειλαμένου αὐτῷ οἰκίσαι πόλιν
30πρὸς τῇ Φάρῳ καὶ τὸ ἐμπόριον τὸ πρότερον ὂν ἐπὶ τοῦ Κα‐ νώβου ἐνταῦθα ποιῆσαι, καταπλεύσας εἰς τὸν Κάνωβον πρὸς τοὺς ἱερεῖς καὶ τοὺς κτήματα ἔχοντας ἐκεῖ ἐπὶ τούτῳ ἥκειν ἔφη ὥστε μετοικίσαι αὐτούς. Οἱ 〈δὲ〉 ἱερεῖς καὶ οἱ κάτοικοι εἰσενέγκαντες χρήματα ἔδωκαν ἵν’ ἐᾷ κατὰ χώραν αὐτοῖς
35τὸ ἐμπόριον. Ὃ δὲ λαβὼν τότε μὲν ἀπηλλάγη, εἶτα δὲ καταπλεύσας, ἐπεὶ ἦν εὐτρεπῆ αὐτῷ τὰ πρὸς τὴν οἰκοδο‐
Oec
.

1352b

μίαν, ᾔτει αὐτοὺς χρήματα ὑπερβάλλων τῷ πλήθει· τοῦτο γὰρ αὐτῷ τὸ διάφορον εἶναι, τὸ αὐτοῦ εἶναι τὸ ἐμπόριον καὶ μὴ ἐκεῖ. Ἐπεὶ δ’ οὐκ ἂν ἔφασαν δύνασθαι δοῦναι, μετ‐ ῴκισεν αὐτούς.
4Ἀποστείλας τέ τινα ἐπ’ ἀγοράσματα καὶ αἰσθό‐
5μενος ὅτι εὐώνων ἐπιτετύχηκεν, αὐτῷ δὲ μέλλει ἐκτετιμη‐ μένα λογίζεσθαι, πρὸς τοὺς συνήθεις τοῦ ἀγοραστοῦ ἔλεγεν ὅτι ἀκηκοὼς εἴη τὰ ἀγοράσματα αὐτὸν ὑπερτίμια ἠγορακέναι· αὐτὸς οὖν [οὐ] προσέξειν· καὶ ἅμα τὴν ἀβελτερίαν αὐτοῦ ἐλοι‐ δόρει μετ’ ὀργῆς προσποιητοῦ. Οἳ δὲ ταῦτα ἀκούοντες οὐκ
10ἔφασαν δεῖν πιστεύειν αὐτὸν τοῖς λέγουσί τι κατ’ ἐκείνου, ἕως αὐτὸς παραγενόμενος τὸν λόγον αὐτῷ δῷ. Ἀφικομένου δὲ τοῦ ἀγοραστοῦ ἀπήγγειλαν αὐτῷ τὰ παρὰ τοῦ Κλεομένους· ὃ δ’ ἐκείνοις τε βουλόμενος ἐνδείξασθαι καὶ τῷ Κλεομένει, ἀνή‐ νεγκε τὰς τιμὰς ὧνπερ ἦν ἠγορακώς.
14Τοῦ τε σίτου πωλουμένου
15ἐν τῇ χώρᾳ δεκαδράχμου, καλέσας τοὺς ἐργαζομένους ἠρώ‐ τησε πῶς βούλονται αὑτῷ ἐργάζεσθαι· οἳ δ’ ἔφασαν ἐλάττο‐ νος ἢ ὅσου ἂν τοῖς ἐμπόροις ἐπώλουν. Ὃ δ’ ἐκείνους μὲν ἐκέ‐
λευσεν αὑτῷ παραδιδόναι ὅσουπερ ἐπώλουν τοῖς ἄλλοις, αὐ‐ τὸς δὲ τάξας τριάκοντα καὶ δύο δραχμὰς τοῦ σίτου τιμὴν
20οὕτως ἐπώλει.
20 Τούς τε ἱερεῖς καλέσας ἔφησε πολὺ τὸ ἀνάλωμα ἐν τῇ χώρᾳ γίνεσθαι εἰς τὰ ἱερά· δεῖν οὖν καὶ τῶν ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος καταλυθῆναι. Οἱ δὲ ἱερεῖς καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ τὰ ἱερὰ χρήματα ἐδίδοσαν, οἰόμενοί τε αὐτὸν τῇ ἀληθείᾳ τοῦτο ποιεῖν, καὶ ἕκαστος βουλό‐
25μενος τό τε ἱερὸν τὸ αὑτοῦ εἶναι κατὰ χώραν καὐτὸς ἱερεύς. Ἀντιμένης Ῥόδιος ἡμιόλιος, γενομένου Ἀλεξάνδρου περὶ Βαβυλῶνα, ἐπόρισε χρήματα ὧδε. Νόμου ὄντος ἐν Βαβυ‐ λωνίᾳ παλαιοῦ δεκάτην εἶναι τῶν εἰσαγομένων, χρωμένου δὲ αὐτῷ οὐθενός, τηρήσας τούς τε σατράπας ἅπαντας προσδοκί‐
30μους ὄντας καὶ στρατιώτας οὐκ ὀλίγους [τε] καὶ πρέσβεις καὶ τεχνίτας †κλητοὺς ἄλλους τοὺς ἄγοντας† καὶ ἰδίᾳ ἀπο‐ δημοῦντας, καὶ δῶρα πολλὰ ἀναγόμενα, τὴν δεκάτην ἔπραττε κατὰ τὸν νόμον τὸν κείμενον.
33
Πάλιν τε πορίζων τἀνδράποδα τὰ ἐπὶ στρατοπέδῳ ὄντα ἐκέλευσε τὸν βουλόμενον ἀπογράφεσθαι
35ὁπόσου θέλει, τελεῖν δὲ τοῦ ἐνιαυτοῦ ὀκτὼ δραχμάς †ἀπο‐ τίσαι†, ἂν δὲ ἀποδρᾷ τὸ ἀνδράποδον, κομίζεσθαι τὴν τιμὴν
Oec
.

1353a

ἧς ἀνεγράψατο. Ἀπογραφέντων οὖν πολλῶν ἀνδρα‐
πόδων οὐκ ὀλίγον συνετέλει ἀργύριον. Εἰ δέ τι ἀποδραίη ἀνδρά‐ ποδον, ἐκέλευε τὸν σατράπην τῆς 〈...〉 ἐν ᾗ ἐστι τὸ στρατό‐ πεδον, ἀνασῴζειν 〈ἢ〉 τὴν τιμὴν τῷ κυρίῳ ἀποδοῦναι.
5 Ὀφέλας Ὀλύνθιος καταστήσας ἐπιμελητὴν εἰς τὸν νο‐ μὸν τὸν Ἀθριβίτην, ἐπεὶ προσελθόντες αὐτῷ οἱ νομάρχαι οἱ ἐκ τοῦ τόπου τούτου ἔφασαν βούλεσθαι πλείω αὐτοὶ πολὺ φέρειν, τὸν δ’ ἐπιμελητὴν τὸν νῦν καθεστηκότα ἀπαλλάξαι αὐτὸν ἠξίουν, ἐπερωτήσας αὐτοὺς εἰ δυνήσονται συντελεῖν
10ἅπερ ἐπαγγέλλονται, φησάντων αὐτῶν, τὸν μὲν ἐπιμελητὴν κατὰ χώραν εἴα, τοὺς δὲ φόρους πράττεσθαι ἐκέλευεν οὓς αὐ‐ τοὶ ὑπετιμήσαντο. Οὔτε οὖν ὃν κατέστησεν ἀτιμάσαι ἐδόκει οὔτ’ ἐκείνοις πλείους φόρους ἐπιβαλεῖν ἢ αὐτοὶ ἐτάξαντο, χρήματα δὲ πολλαπλάσια αὐτὸς ἐλάμβανεν.
15 Πυθοκλῆς Ἀθηναῖος Ἀθηναίοις συνεβούλευσε τὸν μό‐ λυβδον τὸν ἐκ τῶν Λαυρείων παραλαμβάνειν παρὰ τῶν ἰδιω‐ τῶν τὴν πόλιν, ὥσπερ ἐπώλουν, δίδραχμον, εἶτα τάξαντας αὐτοὺς τιμὴν ἑξαδράχμου οὕτω πωλεῖν. Χαβρίας· πληρωμάτων τε κατειλεγμένων εἰς ἑκατὸν
20καὶ εἴκοσι ναῦς, τῷ δὲ Ταῲ ἑξήκοντα μόνον οὐσῶν χρείας, προστάξαι τοῖς ἐκ τῶν ἑξήκοντα νεῶν αὐτοῦ τῶν ὑπομενου‐ σῶν τοὺς πλέοντας εἰς δίμηνον σιτηρεσιάσαι ἢ αὐτοὺς πλέειν. Οἳ δὲ βουλόμενοι ἐπὶ τῶν ἰδίων εἶναι ἔδωκαν ἃ προσέταξεν.
Ἀντιμένης· τούς τε θησαυροὺς τοὺς παρὰ τὰς ὁδοὺς τὰς
25βασιλικὰς ἀναπληροῦν ἐκέλευε τοὺς σατράπας κατὰ τὸν νό‐ μον τὸν τῆς χώρας· ὁπότε δὲ διαπορεύοιτο στρατόπεδον ἢ ἕτερος ὄχλος ἄνευ τοῦ βασιλέως, πέμψας τινὰ παρ’ αὑτοῦ ἐπώλει τὰ ἐκ τῶν θησαυρῶν.
Oec
.

1353b

Κλεομένης· προσπορευομένης τε τῆς νουμηνίας καὶ δέον τοῖς στρατιώταις σιταρχίαν δοῦναι, κατέπλευσεν ἐξεπί‐ τηδες· προπορευομένου δὲ τοῦ μηνὸς ἀναπλεύσας διέδωκε τὴν σιταρχίαν, εἶτα τοῦ εἰσιόντος μηνὸς διέλιπεν ἕως τῆς νουμη‐
5νίας. Οἱ μὲν οὖν στρατιῶται διὰ τὸ νεωστὶ εἰληφέναι τὴν σιτ‐ αρχίαν ἡσυχίαν εἶχον, ἐκεῖνος δὲ παραλλάξας ἕνα μῆνα παρὰ τὸν ἐνιαυτὸν †ἀφῄρει μισθὸν ἀεὶ μηνός†. †Σταβέλβιος ὁ Μυσῶν στρατιώταις μισθὸν συγκαλέσας† ἔφησεν αὑτῷ τῶν μὲν ἰδιωτῶν οὐδεμίαν χρείαν εἶναι, τῶν δὲ
10ἡγεμόνων, ὅταν 〈δὲ〉 δέηται στρατιωτῶν, ἐκείνων ἑκάστῳ δοὺς ἀργύριον ἀποστέλλειν ἐπὶ ξενολογίαν, τούς τε μισθοὺς οὓς δεῖ ἐκείνοις δοῦναι, τοῖς ἡγεμόσιν ἂν ἥδιον διδόναι· ἐκέ‐ λευσεν οὖν αὐτοὺς ἀποστέλλειν ἕκαστον τοὺς αὑτῶν καταλό‐ γους ἐκ τῆς χώρας.
14Τῶν δὲ ἡγεμόνων ὑπολαβόντων χρηματισ‐
15μὸν αὑτοῖς ἔσεσθαι, ἀπέστειλαν τοὺς στρατιώτας, καθάπερ ἐκεῖνος προσέταξε. Διαλιπὼν δὲ ὀλίγον χρόνον καὶ συναγα‐
γὼν αὐτοὺς οὔτε αὐλητὴν ἄνευ χοροῦ οὔτε ἡγεμόνας ἄνευ ἰδιω‐ τῶν οὐδὲν ἔφη χρησίμους εἶναι· ἐκέλευεν οὖν αὐτοὺς ἀπαλλάτ‐ τεσθαι ἐκ τῆς χώρας.
20 Διονύσιος· τά 〈τε〉 ἱερὰ περιπορευόμενος, εἰ μὲν τράπεζαν ἴδοι παρακειμένην χρυσῆν ἢ ἀργυρᾶν, ἀγαθοῦ δαίμονος κε‐ λεύσας ἐγχέαι ἐκέλευεν ἀφαιρεῖν· ὅσα δὲ τῶν ἀγαλμάτων φιάλην εἶχε προτετακότα, εἴπας ἂν ὅτι δέχομαι, ἐξαιρεῖν ἐκέλευε, [τὰ ἱμάτια] τά τε χρυσᾶ [καὶ τοὺς στεφάνους] πε‐
25ριῄρει τῶν ἀγαλμάτων φάσκων αὐτὸς καὶ κουφότερα καὶ εὐωδέστερα δοῦναι· εἶτα ἱμάτια μὲν λευκά, στεφάνους δὲ
λευκίνους περιετίθει.