TLG 0086 011 :: ARISTOTELES et CORPUS ARISTOTELICUM :: Epistulae

ARISTOTELES et CORPUS ARISTOTELICUM Phil.
(Stagirites Pellaeus Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN ARISTOTELEM (5015)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 172–174.

Citation: Epistle — (line)

Ep
.

t

ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΕΠΙΣΤΟΛΑΙ.
Ep
.

1

(t)

Φιλίππῳ.
1 Οἱ τὰς ἡγεμονίας ἀναλαμβάνοντες πρὸς εὐεργεσίαν τῶν ἀρχομένων οὐχ ὑπὸ τῆς τύχης ἀλλ’ οὐδ’ ὑπὸ τῆς φύσεως προηγμένοι τὰς ἀρχὰς ἐμπιστεύονται, αἳ μεταπίπτειν εἰώθασιν, ἀλλ’ ἐπὶ ταῖς ἀρεταῖς μέγα
5φρονοῦσιν εὖ καὶ σφόδρα σοφῶς πολιτευόμενοι. οὐ‐ δὲν γὰρ τῶν ἐν ἀνθρώποις βέβαιον, καὶ ἐχυρὸν οὐδ’ ὃ μέχρι τῆς ἑσπέρας ἥλιος τραχείᾳ ῥοπῇ συναλ‐ λοιοῖ καὶ μεταφέρει. ποικίλλουσα τοὺς βίους ἅπαντας καθάπερ τραγῳδίας ὑποκρίσει τοῖς ἡμετέροις κακοῖς ἡ
10τύχη μετασκευάζει, εἴπερ μὴ διεψεύσμεθα τῆς ἀλη‐ θείας, ὅτι τὸν αὐτὸν τρόπον ὅνπερ τῶν ἐκ γῆς φυομέ‐ νων ἕκαστα, καὶ τοὺς ἄνδρας ἀνθεῖν ποτὲ συμβαίνει καὶ τὰς ἀκμὰς ἐν χρόνοις τισὶν ἀναλαμβανομένους πολὺ τῶν ἄλλων διαφέρειν. διὸ πειρῶ μήτε τῆς
15Ἑλλάδος τυραννικώτερον προΐστασθαι μήτε τοῖς ῥή‐ μασι σοβαρώτερον· τὸ μὲν γὰρ προπετείας ἐστὶ ση‐ μεῖον, τὸ δὲ ὁμολογουμένης ἀβουλίας τεκμήριον. δεῖ γὰρ τοὺς νοῦν ἔχοντας τῶν δυναστευόντων μὴ διὰ τὰς ἀρχὰς ἀλλὰ διὰ τῶν ἀρχῶν θαυμάζεσθαι, ἵνα τῆς τύ‐
20χης μεταπεσούσης τῶν αὐτῶν ἐγκωμίων ἀξιῶνται. τὰ δ’ ἄλλα εὖ πρᾶττε, ψυχὴν πρὸς φιλοσοφίαν σῶμα δὲ πρὸς ὑγίειαν ἄγων, καὶ ** ἐπιμελούμενος.
Ep
.

2

(t)

Ἀλεξάνδρῳ.
1 Ἀπορῶ τίνων ἢ ποίων ἀρχή με λάβῃ πρός σε· ἐφ’ ἃ γὰρ ἂν ἐπισκοπῶν ἐπιβάλω τὴν διάνοιαν, πάντα μοι φαίνεται μεγάλα καὶ θαυμαστά, καὶ λήθης οὐδὲν ἄξιον ὁρῶ, μνήμης δὲ οἰκεῖα καὶ προτρέψεως. ὧν
5οὐδὲν οὐδεὶς ἀμαυρώσει χρόνος· αἱ γὰρ καλαὶ τῶν δι‐ δασκάλων παραινέσεις καὶ προτρέψεις θεατὴν ἔχουσι τὸν αἰῶνα. διὸ πειρῶ τὴν ἀρχὴν μὴ εἰς ὕβριν ἀλλ’ εἰς εὐεργεσίαν κατατίθεσθαι, ἧς οὐδὲν μεῖζον τῶν ἐν βίῳ ὑπάρχειν πέφυκε. διὸ καὶ τὸ θνητὸν τῆς φύσεως
10πολλάκις ὑπὸ τοῦ χρεὼν διαλυόμενον ἄφθαρτον διὰ τὸ μέγεθος τῶν ἔργων κέκτηται τὴν μνήμην. τούτων οὖν τὴν ἔννοιαν ἔχε· οὐ γὰρ ἀλόγως ἠνέχθης ὡς ἔνιοι, οἳ ἀτόπως καὶ τὰς γνώμας διετέθησαν. σοὶ καὶ γένος ἔντιμον καὶ βασιλεία πατρῷος καὶ παιδεία βέβαιος
15καὶ δόξα περίβλεπτος, καὶ ὅσον ταῖς ἀφορμαῖς τῆς
τύχης διαφέρεις, τοσοῦτον καὶ ταῖς ἀρεταῖς τῶν κα‐ λῶν πρωτεύειν σε δεῖ. τὰ δ’ ἄλλα πρᾶττε μὲν τὰ συμφέροντα, ἐπιτέλει δὲ τὰ δόξαντα.172
Ep
.

3

(t)

Φιλίππῳ.
1 Οἱ πολλοὶ τῶν φιλοσόφων τὴν εὐεργεσίαν θεῷ ἰσό‐ μοιρον παρεσκεύασαν· ὡς γὰρ ἁπλῶς εἰπεῖν χάριτος δόσις καὶ ἀμοιβὴ συνέχει τοὺς τῶν ἀνθρώπων βίους, τῶν μὲν διδόντων, τῶν δὲ λαμβανόντων, τῶν δ’ αὖ
5πάλιν ἀνταποδιδόντων. διὸ καλὸν καὶ δίκαιόν ἐστι πάντας μὲν τοὺς ἀναξίως ἀτυχοῦντας ἐλεεῖν· οἶκτος μὲν γὰρ ἡμέρου ψυχῆς ἐστὶ σημεῖον, χαλεπότης δὲ ἀπαιδεύτου· αἰσχρὸν γὰρ καὶ σχέτλιον ἀρετὴν ἀτυχοῦ‐ σαν περιορᾶν. ὅθεν ἐπαινῶ καὶ τὸν ἡμέτερον γνώρι‐
10μον Θεόφραστον λέγοντα τὴν χάριν ἀμεταμέλητον εἶναι καὶ καλὸν καρπὸν φέρειν τὸν παρὰ τῶν εὖ παθόντων ἔπαινον. διόπερ δεῖ τοὺς νοῦν ἔχοντας τῶν ἀνθρώπων εἰς πολλοὺς αὐτὴν κατατίθεσθαι, νομίζοντας χωρὶς τῆς εὐφημίας ἔρανόν τινα τοῦτον αὐτοῖς ὑπάρξειν ἐν
15ταῖς μεταβολαῖς τῶν πραγμάτων, καὶ εἴγε μὴ πάντας, ἀλλ’ ἕνα τινὰ τῶν εὐεργετηθέντων ἀποδώσειν τὴν χάριν. ὅθεν πειρῶ πρόθυμος μὲν εἶναι ταῖς εὐεργεσίαις, ἔπο‐ χος δὲ τοῖς θυμοῖς· τὸ μὲν γὰρ βασιλικόν τε καὶ ἥμε‐ ρον, τὸ δὲ βάρβαρόν τε καὶ στυγητόν. τὰ δ’ ἄλλα
20καθὼς ἂν δοκιμάζῃς πρᾶττε μὴ παρορῶν τὰς λυσιτε‐ λεῖς ψήφους.
Ep
.

4

(t)

Τῷ αὐτῷ.
1 Οἱ διάραντες τῶν βασιλέων ἐπὶ φρονήσει καὶ ταῖς ὑπεροχαῖς τῶν ἄστρων ψαύσαντες εὐεργετοῦσιν οὐδὲ πρὸς τοὺς αὐτοὺς πολιτευόμενοι καιρούς, ἀλλὰ καὶ θεωροῦντες τὸ τῆς τύχης ἄστατον θησαυρίζουσι τὴν
5χάριν πρὸς ἑκάτερα, ἐν μὲν ταῖς εὐπραγίαις τιμῆς βουλόμενοι μεταλαμβάνειν (τιμὴ γὰρ οἰκεῖον ἀρετῆς ἐστίν), ἐν δὲ τοῖς συμπτώμασι βοηθείας· αἱ γὰρ συμ‐ φοραὶ τἀναγκαῖα κρίνουσι τῶν καλῶν πρότερα. σαφέ‐ στατος γὰρ εὐνοίας ἔλεγχος ὁ τῆς τύχης καιρός· ἀπαιτεῖ
10γὰρ οὐ λόγους ἀλλὰ πράξεις δεόντως, ἡ γὰρ τῶν εὐνοούν‐ των ὄψις ὥσπερ ἐν πελάγει χειμαζομένῳ παρεφάνη γῆ. πᾶσα γὰρ ὡς ἔοικεν ἐν ἐρήμῳ πεσοῦσα τύχη σκοπὸς ἀληθῶς ἔκκειται τοῖς πολεμεῖν ἢ ἀδικεῖν ἢ συκοφαν‐ τεῖν αἱρουμένοις, μόνη δ’ ἡ τῶν σπουδαίων διαγωγὴ τὸ
15τῆς τύχης εὐκίνητον οὐκ ἀπαρνεῖται, φέρουσα δ’ εὐ‐ λόγως πᾶν τὸ προσπῖπτον ἐκ τῶν κατὰ Πλάτωνα κρειτ‐ τόνων εὖ διατίθεται. διὸ καὶ τὴν ταχυτῆτα τῶν πρα‐ γμάτων εὐλαβοῦ καὶ τὸν κύκλον τῆς μεταπτώσεως τήρει καὶ τὰς ἐν τῷ ζῆν ψήφους λογίζου· πολλὰ γὰρ ἡ
20ταὐτομάτου φορὰ κομίζει τῷ βίῳ καὶ ῥοπὰς αὐτονό‐ μους ποιεῖ. τοῖς μὲν ἀγνοοῦσι μετάνοιαν δίδου, τοῖς δ’ εὐνοοῦσι τὰς χάριτας προχείρους νέμε· ταῦτα γὰρ πράττων οὐχ ἅπαξ ἀλλὰ δι’ ὅλου συντηρῶν ἀσφαλέ‐ στατα καὶ ἀκίνδυνα τὰ τῆς ἡγεμονίας ἕξεις μέλαθρα.
25ὡς μὲν ὑπὲρ μεγάλων ὀλίγα, ὡς δὲ πρὸς σέ, πάντα
σχεδὸν εἴρηται.173
Ep
.

5

(t)

Θεοφράστῳ.
1 Ἡ πρόχειρος ἀδικία τῆς πολυχρονίου λυσιτελε‐ στέρα πέφυκεν ὑπάρχειν· ἣ μὲν γὰρ ὀλιγοχρόνιον ἔχει καὶ τὴν μνήμην καὶ τὴν βλάβην, ἣ δὲ γηράσκουσα καὶ περιπεποιημένη τὴν δυσμένειαν ἔχθραν ἀίδιον
5παρασκευάζει, καὶ τῇ μὲν πολλάκις λόγον δωρησά‐ μενοι γαληνισμὸν ηὕρομεν, τῇ δὲ καὶ μερίσαντες τὰς τρικυμίας σάλον καὶ ἀνίας εἴδομεν πορθμόν. διό φημι δεῖν τὴν ἑταιρίαν μάλιστα μὲν μὴ ἀδικεῖν, οὐδὲ γὰρ εὔλογον ἔχει τὴν πρόφασιν· εἰ δὲ μή γε, ἀκουσίως
10τοῦτο πράξασαν θᾶττον διαλύεσθαι τὴν ἔχθραν· τὸ μὲν γὰρ μὴ ἀδικεῖν ἴσως ὑπὲρ ἄνθρωπόν ἐστι, τὸ δὲ πλα‐ νηθέντα διασώσασθαι ἐπιφέρει τι καλόν, καὶ σφόδρα τοῦτο εὐσταθοῦς διανοίας ἴδιόν ἐστι. τὰ δ’ ἄλλα ἔρρωσο.
Ep
.

6

(t)

Ἀριστοτέλλης βασιλεῖ Ἀλεξάνδρῳ εὖ πράττειν.
1 Ἔγραψάς μοι περὶ τῶν ἀκροαματικῶν λόγων οἰόμενος δεῖν αὐτοὺς φυλάττειν ἐν ἀπορρήτοις. ἴσθι οὖν αὐτοὺς καὶ ἐκδεδομένους καὶ μὴ ἐκδεδομένους· ξυνετοὶ γάρ
εἰσι μόνοις τοῖς ἡμῶν ἀκούσασιν.174