TLG 0086 003 :: ARISTOTELES et CORPUS ARISTOTELICUM :: Ἀθηναίων πολιτεία

ARISTOTELES et CORPUS ARISTOTELICUM Phil.
(Stagirites Pellaeus Atheniensis: 4 B.C.)

Scholia: Cf. SCHOLIA IN ARISTOTELEM (5015)

Ἀθηναίων πολιτεία

Source: Oppermann, H. (ed.), Aristotelis Ἀθηναίων πολιτεία. Leipzig: Teubner, 1928 (repr. Stuttgart: Teubner, 1968): 1–98.

Citation: Section — subsection — (line)

Ath
.

1

.

1

— —Μύρωνος καθ’ ἱερῶν ὀμόσαντες ἀριστίνδην. καταγνωσθέντος δὲ τοῦ ἅγους, α[ὐ]τοὶ μὲν ἐκ τῶν τάφων ἐξεβλήθησαν, τὸ δὲ γένος αὐτῶν ἔφυγεν ἀειφυγίαν. Ἐ[πι]μενίδης δ’ ὁ Κρὴς ἐπὶ τούτοις ἐκάθηρε τὴν πόλιν.
Ath
.

2

.

1

Μετὰ δὲ ταῦτα συνέβη στασιάσαι τούς τε γνωρίμους
Ath
.

2

.

2

καὶ τὸ πλῆθος πολὺν χρόνον τὸν δῆμον. ἦν γὰρ αὐτῶν ἡ πολιτεία τοῖς τε ἄλλοις ὀλιγαρχικὴ πᾶσι, καὶ δὴ καὶ ἐδούλευον οἱ πένητες τοῖς πλουσίοις καὶ αὐτοὶ καὶ τὰ τέκνα καὶ αἱ γυναῖκες· καὶ ἐκαλοῦντο πελάται καὶ ἑκτήμοροι·
5κατὰ ταύτην γὰρ τὴν μίσθωσιν [ἠ]ργάζοντο τῶν πλουσίων τοὺς ἀγρούς (ἡ δὲ πᾶσα γῆ δι’ ὀλίγων ἦν), καὶ εἰ μὴ τὰς μισθώ‐ σεις ἀποδιδοῖεν, ἀγώγιμοι καὶ αὐτοὶ καὶ οἱ παῖδες ἐγίγνοντο· καὶ οἱ δανεισμοὶ πᾶσιν ἐπὶ τοῖς σώμασιν ἦσαν μέχρι Σόλωνος·
Ath
.

2

.

3

οὗτος δὲ πρῶτος ἐγένετο τοῦ δήμου προστάτης. χαλεπώ‐ τατον μὲν οὖν καὶ πικρότατον ἦν τοῖς πολλοῖς τῶν κατὰ τὴν πολιτείαν τὸ δουλεύειν· οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τοῖς ἄλλοις ἐδυσχέραινον· οὐδενὸς γὰρ ὡς εἰπεῖν ἐτύγχανον μετ‐
5έχοντες.1
Ath
.

3

.

1

Ἦν δ’ ἡ τάξις τῆς ἀρχαίας πολιτείας τῆς πρὸ Δράκοντος τοιάδε. τὰς μὲν ἀρχὰς [καθ]ίστασαν ἀριστίνδην καὶ πλουτίνδην. ἦρχον δὲ τὸ μὲν πρῶτον διὰ [βίου], μετὰ δὲ
Ath
.

3

.

2

ταῦτα [δε]καέτειαν. μέγισται δὲ καὶ πρῶται τῶν ἀρχῶν ἦσαν βασιλεὺς καὶ πολέμαρχος καὶ [ἄ]ρ[χω]ν· τούτων δὲ πρώτη μὲν ἡ τοῦ βασιλέως (αὕτη γὰρ ἦν πάτριος), δευτέρα δ’ ἐπικατέστη [πολ]εμαρχία, διὰ τὸ γενέσθαι τινὰς τῶν
5βασιλέων τὰ πολέμια μαλακούς, ὅθε[ν κ]αὶ τὸν Ἴωνα
Ath
.

3

.

3

μετε[πέ]μψαντο χρείας καταλαβούσης. τελευταία δ’ ἡ τ[οῦ ἄ]ρ[χ]οντ[ος· ο]ἱ μὲν γὰρ πλείους ἐπὶ Μέδοντος, ἔνιοι δ’ ἐπὶ Ἀκάστου φασὶ γενέσθαι [ταύ]την· τεκμήριον δ’ ἐπι‐ φέρουσιν, ὅτι οἱ ἐννέα ἄρχοντες ὀμνύουσι[ν] ἢ 〈μὴν〉 τὰ ἐπὶ
5Ἀκάστου ὅρκια ποιήσειν, ὡς ἐπὶ τούτου τῆς βασιλείας παραχωρησάντων τῶν Κοδ[ρι]δ[ῶν] ἀντὶ τῶν δοθεισῶν τῷ ἄρχοντι δωρεῶν. τοῦτο μὲν οὖν ὁποτέρως ποτ’ ἔχει, μικρὸν ἂν παραλλάττοι τοῖς χρόνοις. ὅτι δὲ τελευταία τού‐ των ἐγένετο τῶν ἀρχῶν, σημεῖον καὶ [τὸ] μηδὲν τῶν πα‐
10τρίων τὸν ἄρχ[ο]ντα διοικεῖν, ὥσπερ ὁ βασιλεὺς καὶ ὁ πολέ‐ μαρχος, ἀλλ’ ἁπλῶ[ς] τὰ ἐπίθετα· διὸ καὶ νεωστὶ γέ‐ γονεν ἡ ἀρχὴ μεγάλη, τοῖς ἐπ[ι]θέτοις αὐξηθε[ῖ]σα.
Ath
.

3

.

4

θ[εσ]μοθέται δὲ πολλοῖς ὕστερον ἔτεσιν ᾑρέθησαν, ἤδη
κατ’ ἐνιαυτὸν αἱρουμέ[νων] τὰς ἀρχάς, ὅπως ἀναγράψαν‐ τες τὰ θέσμια φυλάττωσι πρὸς τὴν τῶν ἀμφι[σ]βητ[ού]ν‐ των κρίσιν· διὸ καὶ μόνη τῶν ἀρχῶν οὐκ ἐγένετο πλείων2
Ath
.

3

.

5

ἐνιαυσίας. τοῖς μὲν οὖν χρόνοις τοσοῦτον προέχουσιν ἀλλή‐ λων. ἦσαν δ’ οὐχ ἅμα πάντες οἱ ἐννέα ἄρχοντες, ἀλλ’ ὁ μὲν βασιλεὺς εἶχε τὸ νῦν καλούμενον Βουκόλιον, πλη‐ σίον τοῦ πρυτανείου (σημεῖον δέ· ἔτι καὶ νῦν γὰρ τῆς τοῦ
5βασιλέως γυναικὸς ἡ σύμμειξις ἐνταῦθα γίγνεται τῷ Διονύσῳ καὶ ὁ γάμος), ὁ δὲ ἄρχων τὸ πρυτανεῖον, ὁ δὲ πολέμαρχος τὸ Ἐπιλύκειον (ὃ πρότερον μὲν ἐκαλεῖτο πολε‐ μαρχεῖον, ἐπεὶ δὲ Ἐπίλυκος ἀνῳκοδόμησε καὶ κατεσκεύα‐ σεν αὐτὸ πολεμαρ[χ]ήσας, Ἐπιλύκειον ἐκλήθη), θεσμο‐
10θέται δ’ εἶχον τὸ θεσμοθετεῖον. ἐπὶ δὲ Σόλωνος [ἅπ]αν‐ τες εἰς τὸ θεσμοθετεῖον συνῆλθον. κύριοι δ’ ἦσαν καὶ τὰς δίκας αὐτοτελεῖς [κρίν]ειν, καὶ οὐχ ὥσπερ νῦν προανα‐ κρίνειν. τὰ μὲν οὖν περὶ τὰς ἀρχὰς τοῦτον εἶχε τὸν τρόπον.
Ath
.

3

.

6

ἡ δὲ τῶν Ἀρεοπαγιτῶν βουλὴ τὴν μὲν τάξιν εἶχε τοῦ δια‐ τηρεῖν τοὺς νόμους, διῴκει δὲ τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν ἐν τῇ πόλει, καὶ κολάζουσα καὶ ζημιοῦσα πάντας τοὺς ἀκοσμοῦντας κυρίως. ἡ γὰρ αἵρεσις τῶν ἀρχόντων ἀρι‐
5στίνδην καὶ πλουτίνδην ἦν, ἐξ ὧν οἱ Ἀρεοπαγῖται καθί‐ σταντο. διὸ καὶ μόνη τῶν ἀρχῶν αὕτη μεμένηκε διὰ βίου καὶ νῦν.
Ath
.

4

.

1

Ἡ μὲν οὖν πρώτη πολιτεία ταύτην εἶχε τὴν ὑπογραφήν.
μετὰ δὲ ταῦτα χρόνου τινὸς οὐ πολλοῦ διελθόντος, ἐπ’ Ἀρισταίχμου ἄρχοντος, Δρά[κ]ων τοὺς θεσμοὺς ἔθηκεν·3
Ath
.

4

.

2

ἡ δὲ τάξις αὐτοῦ τόνδε τὸν τρόπον εἶχε. ἀπεδέδοτο μὲν ἡ πολιτεία τοῖς ὅπλα παρεχομένοις· ᾑροῦντο δὲ τοὺς μὲν ἐννέα ἄρχοντας καὶ τοὺς ταμίας οὐσίαν κεκτημένους οὐκ ἐλάττω δέκα μνῶν ἐλευθέραν, τὰς δ’ ἄλλας ἀρχὰς ‖ 〈τὰσ〉
5ἐλάττους ἐκ τῶν ὅπλα παρεχομένων, στρατηγοὺς δὲ καὶ ἱππάρχους οὐσίαν ἀποφαίνοντας οὐκ ἔλαττον ἢ ἑκατὸν μνῶν ἐλευθέραν, καὶ παῖδας ἐκ γαμετῆς γυναικὸς γνη‐ σίους ὑπὲρ δέκα ἔτη γεγονότας. τούτους δ’ ἔδει διε[γγ]υᾶν τοὺς πρυτάνεις καὶ τοὺς στρατηγοὺς καὶ τοὺς ἱππάρχους
10τοὺς ἕνους μέχρι εὐθυνῶν, ἐγγυητὰς δʹ ἐκ τοῦ αὐτοῦ τέ‐ λους δεχομένους, οὗπερ οἱ στρατηγοὶ καὶ οἱ ἵππαρχοι.
Ath
.

4

.

3

βουλεύειν δὲ τετρακοσίους καὶ ἕνα τοὺς λαχόντας ἐκ τῆς πολιτείας. κληροῦσθαι δὲ καὶ ταύτην καὶ τὰς ἄλλας ἀρχὰς τοὺς ὑπὲρ τριάκοντ’ ἔτη γεγονότας, καὶ δὶς τὸν αὐ‐ τὸν μὴ ἄρχειν πρὸ τοῦ πάντας ἐξελθεῖν· τότε δὲ πάλιν ἐξ
5ὑπαρχῆς κληροῦν. εἰ δέ τις τῶν βουλευτῶν, ὅταν ἕδρα βουλῆς ἢ ἐκκλησίας ᾖ, ἐκλείποι τὴν σύνοδον, ἀπέτινον ὁ μὲν πεντακοσιομέδιμνος τρεῖς δραχμάς, ὁ δὲ ἱππεὺς δύο,
Ath
.

4

.

4

ζευγίτης δὲ μίαν. ἡ δὲ βουλὴ ἡ ἐξ Ἀρείου πάγου φύλαξ ἦν τῶν νόμων καὶ διετήρει τὰς ἀρχάς, ὅπως κατὰ τοὺς νόμους ἄρχωσιν. ἐξῆν δὲ τῷ ἀδικουμένῳ πρὸ[ς τὴν τῶν] Ἀρεοπαγιτῶν βουλὴν εἰσαγγέλλειν, ἀποφαίνοντι παρ’ ὃν
Ath
.

4

.

5

ἀδικεῖται νόμον. ἐπὶ δὲ τοῖς σώ[μ]ασιν ἦσαν οἱ δανεισμοί,
καθάπερ εἴρηται, καὶ ἡ χώρα δι’ ὀλίγων ἦν.4
Ath
.

5

.

1

Τοιαύτης δὲ τῆς τάξεως οὔσης ἐν τῇ πολιτείᾳ, καὶ τῶν πολλῶν δουλευόντων τοῖς ὀλίγοις, ἀντέστη τοῖς γνωρίμοις
Ath
.

5

.

2

ὁ δῆμος. ἰσχυρᾶς δὲ τῆς στάσεως οὔσης καὶ πολὺν χρόνον ἀντικαθημένων ἀλλήλοις, εἵλοντο κοινῇ διαλλακτὴν καὶ ἄρχοντα Σόλωνα, καὶ τὴν πολιτείαν ἐπέτρεψαν αὐτῷ, ποιήσαντι τὴν ἐλεγείαν ἧς ἐστὶν ἀρχή·
5 γιγνώσκω, καί μοι φρενὸς ἔνδοθεν ἄλγεα κεῖται,
πρεσβυτάτην ἐσορῶν γαῖαν Ἰαονίας κλινομένην· ἐν ᾗ πρὸς ἑκατέρους ὑπὲρ ἑκατέρων μάχεται καὶ διαμφι‐ σβητεῖ, καὶ μετὰ ταῦτα κοινῇ παραινεῖ καταπαύειν τὴν
Ath
.

5

.

3

ἐνεστῶσαν φιλονικίαν. ἦν δ’ ὁ Σόλων τῇ μὲν [φύ]σει καὶ τῇ δόξῃ τῶν πρώτων, τῇ δ’ οὐσίᾳ καὶ τοῖς πράγμασι τῶν μέσων, ὡς ἔκ τε τῶν ἄλλων ὁμολογεῖται, καὶ αὐτὸς ἐν τοῖσδε τοῖς ποιήμασιν μαρτυρεῖ, παραινῶν τοῖς πλουσίοις
5μὴ πλεονεκτεῖν· ὑμεῖς δ’ ἡσυχάσαντες ἐνὶ φρεσὶ καρτερὸν ἦτορ,
οἳ πολλῶν ἀγαθῶν ἐς κόρον [ἠ]λάσατε, ἐν μετρίοισι τίθεσ[θ]ε μέγαν νόον. οὔτε γὰρ ἡμεῖς
πεισόμεθ’, οὔθ’ ὑμῖν ἄρτια τα[ῦτ’] ἔσεται.
10καὶ ὅλως αἰεὶ τὴν αἰτίαν τῆς στάσεως ἀνάπτει τοῖς πλου‐ σίοις· διὸ καὶ ἐν ἀρχῇ τῆς ἐλεγείας δεδοικέναι φησὶ ‘τήν τε φι[λαργυρ]ίαν τήν θ’ ὑπερηφανίαν‘, ὡς διὰ ταῦτα τῆς
ἔχθρας ἐνεστώσης.5
Ath
.

6

.

1

Κύριος δὲ γενόμενος τῶν πραγμάτων Σόλων τόν τε δῆ‐ μον ἠλευθέρωσε καὶ ἐν τῷ π[α]ρόντι καὶ εἰς τὸ μέλλον, κωλύσας δ[ανε]ίζειν ἐπὶ τοῖς σώμασιν, καὶ νόμους ἔθηκε καὶ χρεῶν ἀπ[ο]κοπὰς ἐποίησε, καὶ τῶν ἰδίων καὶ τῶν
5δ[η]μοσίων, ἃς σεισάχθειαν καλοῦσιν, ὡς ἀποσεισάμενοι
Ath
.

6

.

2

τὸ βάρος. ἐν οἷς πειρῶνταί τιν[ες] διαβάλλ[ει]ν αὐτόν· συνέβη γὰρ τῷ Σόλωνι μέλλοντι ποιεῖν τὴν σεισάχθειαν προειπεῖν τισι τῶν [γν]ωρίμω[ν], ἔπειθ’ ὡς μὲν οἱ δημο‐ τικοὶ λέγουσι, παραστρατηγη[θ]ῆναι διὰ τῶν φίλων, ὡς
5δ’ οἱ β[ουλ]όμενοι βλασ[φ]ημεῖν, καὶ αὐτὸν κοινωνεῖν. δανεισάμενοι γὰρ οὗτοι συνεπρίαντο πολλὴν χώραν, καὶ μετ’ οὐ πολὺ τῆς τῶν χρεῶν ἀποκοπῆς γενομένης ἐπλού‐ τουν. ὅθεν φασὶ γενέσθαι τοὺς ὕστερον δοκοῦντας εἶναι
Ath
.

6

.

3

παλαιοπλούτους. οὐ μὴν ἀλλὰ πιθ[ανώ]τερος ὁ τῶν δημο‐ τικῶν λόγος· οὐ γὰρ ε[ἰκ]ὸς ἐν μὲν τοῖς ἄλλοις οὕτω μέτριον γενέσθαι καὶ κοινόν, [ὥ]στ’ ἐξὸν αὐτῷ τοὺς ἑ[τ]έρους ὑποποιησάμενον τυραννεῖν τῆς πόλεως, ἀμφοτέ‐
5ροις ἀπεχ[θέ]σθαι καὶ περὶ πλείονος ποιήσασθαι τὸ καλὸν καὶ τὴν τῆς πόλεως σωτηρίαν ἢ τὴν αὑτοῦ πλεονεξίαν, ἐν
Ath
.

6

.

4

οὕτω δὲ μικροῖς καὶ ἀνα[ξίο]ις καταρρυπαίνειν ἑαυτόν. ὅτι δὲ ταύτην ἔσχε τὴν ἐξουσίαν, τά τε πράγματα νοσοῦντα
μαρτυρεῖ, καὶ ἐν τοῖς ποιήμασιν αὐτὸς πολλαχοῦ μέμνηται, καὶ οἱ ἄλλοι συνομολογοῦσι πάντες. ταύτην μὲν οὖν χρὴ6
5νομίζειν ψευδῆ τὴν αἰτίαν εἶναι.
Ath
.

7

.

1

Πολιτείαν δὲ κατέστησε καὶ νόμους ἔθηκεν ἄλλους, τοῖς δὲ Δράκοντος θεσμοῖς ἐπαύσαντο χρώμενοι πλὴν τῶν φονι‐ κῶν. ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστη‐ σαν ἐν τῇ στοᾷ τῇ βασιλείῳ καὶ ὤμοσαν χρήσεσθαι πάντες.
5οἱ δ’ ἐννέα ἄρχοντες ὀμνύντες πρὸς τῷ λίθῳ κατεφάτιζον ἀναθήσειν ἀνδριάντα χρυσοῦν, ἐάν τινα παραβῶσι τῶν νό‐
Ath
.

7

.

2

μων· ὅθεν ἔτι καὶ νῦν οὕτως ὀμνύουσι. κατέκλεισεν δὲ τοὺς νόμους εἰς ἑκατὸν ἔτη καὶ διέταξε τὴν πολιτείαν
Ath
.

7

.

3

τόνδε 〈τὸν〉 τρόπον. τιμήματι διεῖλεν εἰς τέτταρα τέλη, καθάπερ διῄρητο καὶ πρότερον, εἰς πεντακοσιομέδιμνον καὶ ἱπ[πέα] καὶ ζευγίτην καὶ θῆτα. καὶ τὰς μὲ[ν ἄλλ]ας ἀρχὰς ἀπένειμεν ‖ ἄρχειν ἐκ πεντακοσιομεδίμνων καὶ ἱπ‐
5πέων καὶ ζευγιτῶν, τοὺς ἐννέα ἄρχοντας καὶ τοὺς ταμίας καὶ τοὺς πωλητὰς καὶ τοὺς ἕνδεκα καὶ τοὺς κωλακρέτας, ἑκάστοις ἀνάλογον τῷ μεγέθει τοῦ τιμήματος ἀποδιδοὺς τὴν ἀρχήν· τοῖς δὲ τὸ θητικὸν τελοῦσιν ἐκκλησίας καὶ
Ath
.

7

.

4

δικαστηρίων μετέδωκε μόνον. ἔδει δὲ τελεῖν πεντακοσιο‐ μέδιμνον μέν, ὃς ἂν ἐκ τῆς οἰκείας ποιῇ πεντακόσια μέτρα τὰ συνάμφω ξηρὰ καὶ ὑγρά, ἱππάδα δὲ τοὺς τριακόσια ποιοῦντας—ὡς δ’ ἔνιοί φασι τοὺς ἱπποτροφεῖν δυναμένους·7
5σημεῖον δὲ φέρουσι τό τε ὄνομα τοῦ τέλους, ὡς ἂν ἀπὸ τοῦ πράγματος κείμενον, καὶ τὰ ἀναθήματα τῶν ἀρχαίων· ἀνά‐ κειται γὰρ ἐν ἀκροπόλει εἰκὼν Διφίλου, ἐφ’ ᾗ ἐπιγέγρα‐ πται τάδε·
Διφίλου Ἀνθεμίων τήνδ’ ἀνέθηκε θεοῖς,
10
θητικοῦ ἀντὶ τέλους ἱππάδ’ ἀμειψάμενος. καὶ παρέστηκεν ἵππος ἐκμαρτυρῶν, ὡς τὴν ἱππάδα τοῦτο σημαίνουσαν. οὐ μὴν ἀλλ’ εὐλογώτερον τοῖς μέτροις διῃ‐ ρῆσθαι, καθάπερ τοὺς πεντακοσιομεδίμνους—ζευγίσιον δὲ τελεῖν τοὺς διακόσια τὰ συνάμφω ποιοῦντας. τοὺς δ’ ἄλ‐
15λους θητικόν, οὐδεμιᾶς μετέχοντας ἀρχῆς. διὸ καὶ νῦν ἐπειδὰν ἔρηται τὸν μέλλοντα κληροῦσθαί τιν’ ἀρχήν, ποῖον τέλος τελεῖ, οὐδ’ ἂν εἷς εἴποι θητικόν.
Ath
.

8

.

1

Τὰς δ’ ἀρχὰς ἐποίησε κληρωτὰς ἐκ προκρίτων, οὓς ἑκάστη προκρίνειε τῶν φυλῶν. προύκρινεν δ’ εἰς τοὺς ἐν‐ νέα ἄρχοντας ἑκάστη δέκα, καὶ τού[των ἐκ]λήρουν· ὅθεν ἔτι διαμένει ταῖς φυλαῖς τὸ δέκα κληροῦν ἑκάστην, εἶτ’ ἐκ
5τούτων κυαμεύειν. σημεῖον δ’ ὅτι κληρωτὰς ἐποίησεν ἐκ
τῶν τιμημάτων ὁ περὶ τῶν ταμιῶν νόμος, ᾧ χρώμενοι δια[τελ]οῦσιν ἔτι καὶ νῦν· κελεύει γὰρ κληροῦν τοὺς τα‐8
Ath
.

8

.

2

μίας ἐκ πεντακοσιομεδίμνων. [Σόλ]ων μὲν οὖν οὕτως ἐνομοθέτησεν περὶ τῶν ἐννέα ἀρχόντων· τὸ γὰρ ἀρχαῖον ἡ ἐν Ἀ[ρεί]ῳ [πάγῳ βου]λή, ἀνακαλεσαμένη καὶ κρίνασα καθ’ αὑτήν, τὸν ἐπιτήδειον ἐφ’ ἑκάστῃ τῶν ἀρχῶν ἐπ’
Ath
.

8

.

3

[ἐν]ια[υτ]ὸν [διατάξα]σα ἀπέστελλεν. φυλαὶ δ’ ἦσαν δʹ καθάπερ πρότερον, καὶ φυλοβασιλεῖς τέτταρες. [ἐκ] δὲ [τῆς] φυ[λῆ]ς ἑκάστης ἦσαν νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δὲ δώδεκα καθ’ ἑκάστην· ἦν δ’ ἐπὶ τῶν
5ναυκραριῶν ἀρχὴ καθεστηκυῖα ναύκραροι, τεταγμένη πρός τε τὰς εἰσφορὰς καὶ τὰς δαπ[άνας] τὰς γιγνομένας· διὸ καὶ ἐν τοῖς νόμοις τοῖς Σόλωνος οἷς οὐκέτι χρῶνται πολλαχο[ῦ γέ]γραπται, ‘τοὺς ναυκράρους εἰσπράττειν‘, καὶ ‘ἀναλί‐
Ath
.

8

.

4

σκειν ἐκ τοῦ ναυκραρικοῦ ἀργυρ[ίο]υ‘. β[ου]λὴν δ’ ἐποί‐ ησε τετρακοσίους, ἑκατὸν ἐξ ἑκάστης φυλῆς, τὴν δὲ τῶν Ἀρεοπαγιτῶν ἔταξεν ἐπὶ [τὸ] νομοφυλακεῖν, ὥσπερ ὑπῆρ‐ χεν καὶ πρότερον ἐπίσκοπος οὖσα τῆς πολιτείας, καὶ τά
5τε ἄλλα τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν πολιτ〈ικ〉ῶν διετήρει, καὶ τοὺς ἁμαρτάνοντας ηὔθυνεν κυρία οὖσα καὶ [ζη]μιοῦν καὶ κολάζειν, καὶ τὰς ἐκτίσεις ἀνέφερεν εἰς πό‐ λιν, οὐκ ἐπιγράφουσα τὴν πρόφασιν δι’ ὃ [τὸ ἐ]κτ[ίν]εσθαι,
καὶ τοὺς ἐπὶ καταλύσει τοῦ δήμου συνισταμένους ἔκρινεν,9
Ath
.

8

.

5

Σόλωνος θέντ[ος] νόμον εἰσα[γγ]ελ[ία]ς περὶ αὐτῶν. ὁρῶν δὲ τὴν μὲν πόλιν πολλάκις στασιάζουσαν, τῶν δὲ πολιτῶν ἐνίους διὰ τὴν ῥᾳθυμίαν [ἀγα]πῶντας τὸ αὐτόματον, νόμον ἔθηκεν πρὸς αὐτοὺς ἴδιον, ὃς ἂν στασιαζούσης τῆς πόλεως
5μ[ὴ] θῆται τὰ ὅπλα μηδὲ μεθ’ ἑτέρων, ἄτιμον εἶναι καὶ τῆς πόλεως μὴ μετέχειν.
Ath
.

9

.

1

Τὰ μὲν οὖν [περὶ τὰ]ς ἀρχὰς τ[οῦ]τον εἶχε τὸν τρόπον. δοκεῖ δὲ τῆς Σόλωνος πολιτείας τρία ταῦτ’ εἶναι τὰ δημο‐ τικώτατα· πρῶτον μὲν καὶ μέγιστον τὸ μὴ δανείζειν ἐπὶ τοῖς σώμασιν, ἔπειτα τὸ ἐξεῖναι τῷ βουλομένῳ τιμωρ[εῖ]ν
5ὑπὲρ τῶν ἀδικουμένων, τρίτον δὲ 〈ᾧ καὶ〉 μάλιστά φασιν ἰσχυκέναι τὸ πλῆθος, ἡ εἰς τὸ δικαστή[ριον] ἔφε[σι]ς· κύριος γὰρ ὢν ὁ δῆμος τῆς ψήφου, κύριος γίγνεται τῆς πολιτείας.
Ath
.

9

.

2

ἔτι δὲ καὶ διὰ τὸ μὴ γεγράφθ[αι το]ὺς νόμους ἁπλῶς μηδὲ σαφῶς, ἀλλ’ ὥσπερ ὁ τῶν κλήρων καὶ ἐπικλήρων, ἀνάγκη [πο]λλὰς ἀμφισβητήσεις γίγνεσθαι, καὶ πάντα βραβεύειν καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τὸ δικαστήρ[ιον]. οἴονται μὲν οὖν
5τινες ἐπίτηδες ἀσαφεῖς αὐτὸν ποιῆσαι τοὺς νόμους, ὅπως ᾖ τῆς κρίσεως [ὁ] δῆ[μος κ]ύριος. οὐ μὴν εἰκός, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι καθόλου περιλαβεῖν τὸ βέλτιστον· οὐ γὰρ [δ]ίκ[αιον] ἐκ τῶν νῦν γιγνομέων, ἀλλ’ ἐκ τῆς ἄλλης πολιτείας θεωρεῖν τὴν ἐκείνου βούλησιν.
Ath
.

10

.

1

Ἐν μὲν οὖν τοῖς νόμοις ταῦτα δοκεῖ θεῖναι δημοτικά, πρὸ δὲ τῆς νομοθεσίας ποιήσας τὴν τῶν χ[ρ]εῶν [ἀπο]κο‐
πήν, καὶ μετὰ ταῦτα τήν τε τῶν μέτρων καὶ σταθμῶν καὶ10
Ath
.

10

.

2

τὴν τοῦ νομίσματος αὔξησιν. ἔπ’ ἐκείνου γὰρ ἐγένετο καὶ τὰ μέτρα μείζω τῶν Φειδωνείων, καὶ ἡ μνᾶ, πρότερον ἔχ[ο]υσα [σ]ταθμὸν ἑβδομήκοντα δραχμάς, ἀνεπληρώθη ταῖς ἑκατόν. ‖ ἦν δ’ ὁ ἀρχαῖος χαρακτὴρ δίδραχμον.
5ἐποίησε δὲ καὶ σταθμὰ πρὸς τ[ὸ] νόμισμα, τ[ρ]εῖς καὶ ἑξήκοντα μνᾶς τὸ τάλαντον ἀγούσας, καὶ ἐπιδιενεμήθησαν [αἱ τ]ρεῖς μναῖ τῷ στατῆρι καὶ τοῖς ἄλλοις σταθμοῖς.
Ath
.

11

.

1

Διατάξας δὲ τὴν πολιτείαν ὅνπερ εἴρηται τρόπον, ἐπειδὴ προσιόντες αὐτῷ περὶ τῶν νόμων ἠνώχλουν, τὰ μὲν ἐπιτι‐ μῶντες τὰ δὲ ἀνακρίνοντες, βουλόμενος μήτε ταῦτα κινεῖν, μήτ’ ἀπεχθάνεσθαι παρών, ἀποδημίαν ἐποιή‐
5σατο κατ’ ἐμπορίαν ἅμα καὶ θεωρίαν εἰς Αἴγυπτον, ε[ἰπ]ὼν ὡς οὐχ [ἥ]ξει δέκα ἐτῶν. οὐ γὰρ οἴεσθαι δίκαιον εἶναι τοὺς νόμους ἐξηγεῖσθαι παρών, ἀλλ’ ἕκαστον τὰ γεγραμ‐
Ath
.

11

.

2

μένα ποιεῖν. ἅμα δὲ καὶ συνέβαινεν αὐτῷ τῶν τε γνωρί‐ μων διαφόρους γεγενῆσθαι πολλοὺς διὰ τὰς τῶν χρεῶν ἀποκοπάς, καὶ τὰς στάσεις ἀμφοτέρας μεταθέσθαι διὰ τὸ παράδοξον αὐτοῖς γενέσθαι τὴν κατάστασιν. ὁ μὲν γὰρ
5δῆμος ᾤετο πάντ’ ἀνάδαστα ποιήσειν αὐτόν, οἱ δὲ γνώ‐
ριμοι πάλιν εἰς τὴν αὐτὴν τάξιν ἀποδώσειν, ἢ μ[ικ]ρ[ὸ]ν παραλλάξ[ειν]. 〈ὁ δὲ〉 Σόλων ἀμφοτέροις ἠναντιώθη, καὶ ἐξὸν αὐτῷ μεθ’ ὁποτέρων ἐβούλετο συστά[ντ]α τυραννεῖν, εἵλετο πρὸς ἀμφοτέρους ἀπεχθέσθαι, σώσας τὴν πατρίδα11
10καὶ τὰ βέ[λτι]στα νομοθετήσας.
Ath
.

12

.

1

Ταῦτα δ’ ὅτι τοῦτον 〈τὸν〉 τρόπον ἔσχεν οἵ τ’ ἄλλοι συμφωνοῦσι πάντες, καὶ αὐτὸς ἐν τῇ ποιήσει μέμνηται περὶ αὐτῶν ἐν τοῖσδε· δήμῳ μὲν γὰρ ἔδωκα τόσον γέρας, ὅσσον ἀπαρκεῖ,
5 τιμῆς οὔτ’ ἀφελὼν οὔτ’ ἐπορεξάμενος· οἳ δ’ εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί, καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν. ἔστην δ’ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι, νικᾶν δ’ οὐκ εἴας’ οὐδετέρους ἀδίκως.
Ath
.

12

.

2

πάλιν δ’ ἀποφαινόμενος περὶ τοῦ πλήθους, ὡς αὐτῷ δεῖ χρῆσθαι· δῆμος δ’ ὧδ’ ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο,
μήτε λίαν ἀνεθεὶς μήτε βιαζόμενος.
5τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται ἀνθρώποισιν, ὅσοις μὴ νόος ἄρτιος ᾖ.
Ath
.

12

.

3

καὶ πάλιν δ’ ἑτέρωθί που λέγει περὶ τῶν διανείμασθαι τὴν γῆν βουλομένων· οἳ δ’ ἐφ’ ἁρπαγαῖσιν ἦλθον, ἐλπίδ’ εἶχον ἀφνεάν,
κἀδόκουν ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν,12
5καί με κωτίλλοντα λείως τραχὺν ἐκφανεῖν νόον. χαῦνα μὲν τότ’ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι λοξ[ὸν ὀ]φθαλμοῖς’ ὁρῶσι πάντες ὥστε δήιον. οὐ χρεών· ἃ μὲν γὰρ εἶπα, σὺν θεοῖσιν ἤνυσα, ἄ[λλ]α δ’ ο[ὐ] μάτην ἔερδον, οὐδέ μοι τυραννίδος
10ἁνδάνει βίᾳ τι [ῥέζ]ειν, οὐδὲ πιεί[ρ]ας χθονὸς πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίαν ἔχειν.
Ath
.

12

.

4

[πάλιν] δὲ καὶ περὶ τῆς ἀπ[οκ]οπῆς τῶν χ[ρε]ῶν καὶ τῶν δουλευόντων μὲν πρότερον, ἐλευθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν·
ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξ[υ]νήγαγον
5δῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην; συμμαρτυροίη ταῦτ’ ἂν ἐν δίκῃ Χρόνου μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε ὅρους ἀνεῖλον πολλαχῇ πεπηγότας,
10πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα. πολλοὺς δ’ Ἀθήνας, πατρίδ’ εἰς θεόκτιτον, ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως, ἄλλον δικαίως, τοὺς δ’ ἀναγκαίης ὑπὸ χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ’ Ἀττικὴν
15ἱέντας, ὡς ἂν πολλαχῇ πλανωμένους·
τοὺς δ’ ἐνθάδ’ αὐτοῦ δουλίην ἀεικέα ἔχοντας, ἤθη δεσποτῶν τρομευμέν[ους], ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει νομοῦ βίην τε καὶ δίκην συναρμόσας13
20ἔρεξα καὶ διῆλθον ὡς ὑπεσχ[ό]μην. θεσμοὺς δ’ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ, εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην, ἔγραψα. κέντρον δ’ ἄλλος ὡς ἐγὼ λαβών, κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ,
25οὐκ ἂν κατέσχε δῆμον. εἰ γὰρ ἤθελον ἃ τοῖς ἐναντίο[ισι]ν ἥνδανεν τότε, αὖθις δ’ ἃ τοῖσιν οὕτεροι φρασαίατο, πολλῶν ἂν ἀνδρῶν ἥδ’ ἐχηρώθη πόλις. τῶν οὕνεκ’ ἀλκὴν πάντοθεν ποιούμενος
30ὡς ἐν κυσὶν πολλῇσιν ἐστράφην λύκος.
Ath
.

12

.

5

καὶ πάλιν ὀνειδίζων πρὸς τὰς ὕστερον αὐτῶν μεμψιμοιρίας ἀμφοτέρων·
δήμῳ μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι,
ἃ νῦν ἔχουσιν οὔποτ’ ὀφθαλμοῖσιν ἂν
5εὕδοντες εἶδον. ὅσοι δὲ μείζους καὶ βίαν ἀμείνονες, αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο.
εἰ γάρ τις ἄλλος, φησί, ταύτης τῆς τιμῆς ἔτυχεν, οὐκ ἂν κατέσχε δῆμον οὐδ’ ἐπαύσατο,14
10πρὶν ἀνταράξας πῖαρ ἐξεῖλεν γάλα. ‖ ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίῳ ὅρος κατέστην.
Ath
.

13

.

1

Τὴν μὲν οὖν ἀποδημίαν ἐποιήσατο διὰ ταύτας τὰς αἰτίας. Σόλωνος δ’ ἀποδημήσαντος, ἔτι τῆς πόλεως τετα‐ ραγμένης ἐπὶ μὲν ἔτη τέτταρα διῆγον ἐν ἡσυχίᾳ· τῷ δὲ πέμ‐ πτῳ μετὰ τὴν Σόλωνος ἀρχὴν οὐ κατέστησαν ἄρχοντα
5διὰ τὴν στ[άσ]ιν, καὶ πάλιν ἔτει πέμπτῳ διὰ τὴν αὐτὴν αἰτίαν
Ath
.

13

.

2

ἀναρχίαν ἐποίησαν. μετὰ δὲ ταῦτα διὰ τῶν αὐτῶν χρόνων Δαμασίας αἱρεθεὶς ἄρχων ἔτη δύο καὶ δύο μῆνας ἦρξεν, ἕως ἐξηλάθη βίᾳ τῆς ἀρχῆς. εἶτ’ ἔδοξεν αὐτοῖς διὰ τὸ στασιάζειν ἄρχοντας ἑλέσθαι δέκα, πέντε μὲν εὐπατρι‐
5δῶν, τρεῖς δὲ ἀ[γ]ροίκων, δύο δὲ δημιουργῶν, καὶ οὗτοι τὸν μετὰ Δαμασίαν ἦρξαν ἐνιαυτόν. ᾧ καὶ δῆλον ὅτι μεγίστην εἶχεν δύναμιν ὁ ἄρχων· φαίνονται γὰρ αἰεὶ στα‐
Ath
.

13

.

3

σιάζοντες περὶ ταύτης τῆς ἀρχῆς. ὅλως δὲ διετέλουν νο‐ σοῦντες τὰ πρὸς ἑαυτούς, οἱ μὲν ἀρχὴν καὶ πρόφασιν ἔχον‐ τες τὴν τῶν χρεῶν ἀποκοπήν (συνεβεβήκει γὰρ αὐτοῖς γεγονέναι πένησιν), οἱ δὲ τῇ πολιτείᾳ δυσχεραίνοντες διὰ τὸ
5μεγάλην γεγονέναι μεταβολήν, ἔνιοι δὲ διὰ [τὴν] πρὸς ἀλλή‐
Ath
.

13

.

4

λους φιλονικίαν. ἦσαν δ’ αἱ στάσεις τρεῖς· μία μὲν τῶν παραλίων, ὧν προειστήκει Μεγακλῆς ὁ Ἀλκμέωνος, οἵπερ ἐδόκουν μάλιστα διώκειν τὴν μέσην πολιτείαν. ἄλλη δὲ τῶν πεδιακῶν, οἳ τὴν ὀλιγαρχίαν ἐζήτουν· ἡγεῖτο δ’ αὐτῶν15
5Λυκοῦργος. τρίτη δ’ ἡ τῶν διακρίων, ἐφ’ ᾗ τεταγμένος ἦν
Ath
.

13

.

5

Πεισίστρατος, δημοτι[κ]ώτατος εἶναι δοκῶν. προσεκεκό‐ σμηντο δὲ τούτοις οἵ τε ἀφ[ῃ]ρημένοι τὰ χρέα διὰ τὴν ἀπορ[ί]αν, καὶ οἱ τῷ γένει μὴ καθαροὶ διὰ τὸν φόβον· σημεῖον δ’, ὅτι μετὰ τὴν [τῶν] τυράννων κατάλυσιν ἐποίησαν
5διαψηφισμόν, ὡς πολλῶν κοινωνούντων τῆς πολιτείας οὐ προσῆκον. εἶχον δ’ ἕκαστοι τὰς ἐπωνυμίας ἀπὸ τῶν τόπων ἐν οἷς ἐγεώργουν.
Ath
.

14

.

1

Δημοτικώτατος δ’ εἶναι δοκῶν ὁ Πεισίστρατος καὶ σφόδρ’ εὐδοκιμηκὼς ἐν τῷ πρὸς Μεγαρέας πολέμῳ, κατατραυ‐ ματίσας ἑαυτὸν συνέπεισε τὸν δῆμον, ὡς ὑπὸ τῶν ἀντι‐ στασιωτῶν ταῦτα πεπονθώς, φυλακὴν ἑαυτῷ δοῦναι τοῦ
5σώματος, Ἀριστίωνος γράψαντος τὴν γνώμην. λαβὼν δὲ τοὺς κορυνηφόρους καλουμένους, ἐπαναστὰς μετὰ τούτων τῷ δήμῳ, κατέσχε τὴν ἀκρόπολιν ἔτει δευτέρῳ καὶ τρια‐ κοστῷ μετὰ τὴν τῶν νόμων θέσιν, ἐπὶ Κωμέου ἄρχοντος.
Ath
.

14

.

2

λέγεται δὲ Σόλωνα Πεισιστράτου τὴν φυλακὴν αἰτοῦντος ἀντιλέξαι καὶ εἰπεῖν ὅτι τῶν μὲν εἴη σοφώτερος, τῶν δ’ ἀνδρειό[τε]ρος· ὅσοι μὲν γὰρ ἀγνοοῦσι Πεισίστρατον
ἐπιτιθέμενον τυραν[νίδι], σοφώτερος εἶναι τούτων, ὅσοι16
5δ’ εἰδότες κατασιωπῶσιν, ἀνδρειότερος. ἐπεὶ δὲ λέγων [οὐκ ἔ]πειθεν, ἐξαράμενος τὰ ὅπλα πρὸ τῶν θυρῶν, αὐτὸς μὲν ἔφη βεβοηθηκέναι τῇ πατρίδι, καθ’ ὅσον ἦν δυνατός (ἤδη γὰρ σφόδρα πρεσβύτης ἦν), ἀξιοῦν δὲ καὶ τοὺς ἄλ‐
Ath
.

14

.

3

λους ταὐτὸ τοῦτο ποιεῖν. Σόλων μὲν [οὖν ο]ὐδὲν ἤνυσεν τότε παρακαλῶν. Πεισίστρατος δὲ λαβὼν τὴν ἀρχὴν διῴκει τὰ κοινά, πολιτικῶς μᾶλλον ἢ τυραννικῶς. οὔπω δὲ τῆς ἀρχῆς ἐρριζωμένης, ὁμοφρονήσαντες οἱ περὶ τὸν Μεγακλέα
5καὶ τὸν Λυκοῦργον, ἐξέβαλον αὐτὸν ἕκτῳ ἔτει μετὰ τὴν
Ath
.

14

.

4

πρώτην κατάστασιν, ἐφ’ Ἡγησίου ἄρχοντος. ἔτει δὲ δω‐ δεκάτῳ μετὰ ταῦτα περιελαυνόμενος ὁ Μεγακλῆς τῇ στά‐ σει, πάλιν ἐπικηρυκευσάμενος πρὸς τὸν Πεισίστρατον, ἐφ’ ᾧ τε τὴν θυγατέρα αὐτοῦ λήψεται, κατήγαγεν αὐτὸν ἀρ‐
5χαίως καὶ λίαν ἁπλῶς. προδιασπείρας γὰρ λόγον, ὡς τῆς Ἀθηνᾶς καταγούσης Πεισίστρατον, καὶ γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών, ὡς μὲν Ἡρόδοτός φησιν ἐκ τοῦ δήμου τῶν Παιανιέων, ὡς δ’ ἔνιοι λέγουσιν ἐκ τοῦ Κολλυ‐ τοῦ στεφανόπωλιν Θρᾷτταν, ᾗ ὄνομα Φύη, τὴν θεὸν ἀπο‐
10μιμησάμενος τῷ κόσμῳ, συνεισήγαγεν μετ’ αὐτοῦ· καὶ ὁ μὲν Πεισίστρατος ἐφ’ ἅρματος εἰσήλαυνε, παραιβατούσης τῆς γυναικός, οἱ δ’ ἐν τῷ ἄστει προσκυνοῦντες ἐδέχοντο
θαυμάζοντες.17
Ath
.

15

.

1

Ἡ μὲν οὖν πρώτη κάθοδος ἐγένετο τοιαύτη. μετὰ δὲ ταῦτα ὡσ ἐξέπεσε τὸ δεύτερον, ἔτει μάλιστα ἑβδόμῳ μετὰ τὴν κάθοδον, (οὐ γὰρ πολὺν χρόνον κατέσχεν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τῇ τοῦ Μεγακλέους θυγατρὶ συγγίγνεσθαι,
Ath
.

15

.

2

φοβηθεὶς ἀμφοτέρας τὰς στάσεις ὑπεξῆλθεν). καὶ πρῶτον μὲν συνῴκισε περὶ τὸν Θερμαῖον κόλπον χωρίον ὃ καλεῖ‐ ται Ῥαίκηλος, ἐκεῖθεν δὲ παρῆλθεν εἰς τοὺς περὶ Πάγ‐ γαιον τόπους, ὅθεν χρηματισάμενος καὶ στρατιώτας μι‐
5σθωσάμενος, ἐλθὼν εἰς Ἐρέτριαν ἑνδεκάτῳ πάλιν ἔτει τό‐ 〈τε〉 πρῶτον ἀνασώσασθαι βίᾳ τὴν ἀρχὴν ἐπεχείρει, συμ‐ προθυμουμένων αὐτῷ πολλῶν μὲν καὶ ἄλλων, μάλιστα δὲ Θηβαίων καὶ Λυγδάμιος τοῦ Ναξίου, ἔτι δὲ τῶν ἱππέων
Ath
.

15

.

3

τῶν ἐχόντων ἐν Ἐρετρίᾳ τὴν πολιτείαν. ‖ νικήσας δὲ τὴν ἐπὶ Παλληνίδι μάχην καὶ λαβὼν τὴν [π]όλιν καὶ παρε‐ λόμενος τοῦ δήμου τὰ ὅπλα, κατεῖχεν ἤδη τὴν τυρρανίδα βεβαίως· καὶ Νάξον ἑλὼν ἄρχοντα κατέστησε Λύγδαμιν.
Ath
.

15

.

4

παρεῖλε δὲ τοῦ δήμου τὰ ὅπλα τόνδε τὸν τρόπον. ἐξοπλα‐ σίαν ἐν τῷ Θησείῳ ποιησάμενος ἐκκλησιάζειν ἐπεχείρει,
καὶ [χρόνον προσηγό]ρευεν μικρόν, οὐ φασκόντων δὲ κατ‐ ακούειν, ἐκέλευσεν αὐτοὺς προσαναβῆναι πρὸς τὸ πρόπυλον18
5τῆς ἀκροπόλεως, ἵνα γεγωνῇ μᾶλλον. ἐν ᾧ δ’ ἐκεῖνος διέτριβε δημηγορῶν, ἀνελόντες οἱ ἐπὶ τούτῳ τεταγμένοι τ[ὰ ὅπλ]α, καὶ [κατα]κλείσαντες εἰς τὰ πλησίον οἰκήματα τοῦ Θησείου, διεσήμηναν ἐλθόντες πρὸς τὸν Πεισίστρα‐ τον. ὁ δὲ ἐπεὶ τὸν ἄλλον λόγον ἐπετέλεσεν, εἶπε καὶ περὶ
10τῶν ὅπλων τὸ γεγονός, ὡς οὐ χρὴ θαυμάζειν οὐδ’ ἀθυμεῖν, ἀλλ’ ἀπελθόντας ἐπὶ τῶν ἰδίων εἶναι, τῶν δὲ κοινῶν αὐ[τὸς] ἐπ[ι]μελήσεσθαι πάντων.
Ath
.

16

.

1

Ἡ μὲν οὖν Πεισιστράτου τυραννὶς ἐξ ἀρχῆς τε κατέστη
Ath
.

16

.

2

τοῦτον τὸν τρόπον, καὶ μεταβολὰς ἔσχεν τοσαύτας. διῴκει δ’ ὁ Πεισίστρατος, ὥσπερ εἴρηται, τὰ περὶ τὴν πόλιν μετρίως καὶ μᾶλλον πολιτικῶς ἢ τυραννικῶς. ἔν τε γὰρ τοῖς ἄλλοις φιλάνθρωπος ἦν καὶ πρᾷος καὶ τοῖς ἁμαρτά‐
5νουσι συγγνωμονικός, καὶ δὴ καὶ τοῖς ἀ[πό]ροις προεδά‐ νειζε χρήματα πρὸς τὰς ἐργασίας, ὥστε διατρέφεσθαι
Ath
.

16

.

3

γεωργοῦντας. τοῦτο δ’ ἐποίει δυοῖν χάριν, ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν, ἀλλὰ διεσπαρμένοι κατὰ τὴν χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες, μήτ’ ἐπιθυμῶσι μήτε σχολάζω[σι]ν ἐπιμελεῖσθαι
Ath
.

16

.

4

τῶν κοινῶν. ἅμα δὲ συνέβαινεν αὐτῷ καὶ τὰς προσόδους γίγνεσθαι μείζους, ἐξεργαζομένης τῆς χώρας. ἐπράττετο
Ath
.

16

.

5

γὰρ ἀπὸ τῶν γιγνομένων δεκάτην. διὸ καὶ τοὺς κατὰ δή‐
μους κατεσκεύασε δικαστάς, καὶ αὐτὸς ἐξῄει πολλάκις εἰς τὴν χώραν, ἐπισκοπῶν καὶ διαλύων τοὺς διαφερομένους, ὅπως μὴ καταβαίνοντες εἰς τὸ ἄστυ παραμελῶσι τῶν ἔργων.19
Ath
.

16

.

6

τοιαύτης γάρ τινος ἐξόδου τῷ Πεισιστράτῳ γιγνομένης, συμβῆναί φασι τὰ περὶ τὸν ἐν τῷ [Ὑμ]ηττῷ γεωργοῦντα τὸ κληθὲν ὕστερον χωρίον ἀτελές. ἰδὼν γάρ τινα παντε‐ λῶ[ς π]έτρας σκάπτοντα καὶ ἐργαζόμενον, διὰ τὸ θαυμά‐
5σαι τὸν παῖδα ἐκέλευσεν ἐρέσθαι, τί γίγνεται ἐκ τοῦ χω‐ ρίου. ὁ δ’ ‘ὅσα κακὰ καὶ ὀδύναι‘ ἔφη, ‘καὶ τούτων τῶν κακῶν καὶ τῶν ὀδυνῶν Πεισίστρατον δεῖ λαβεῖν τὴν δεκά‐ την.‘ ὁ μὲν οὖν ἄνθρωπος ἀπεκρίνατο ἀγνοῶν, ὁ δὲ Πει‐ σίστρατος ἡσθεὶς διὰ τὴν παρρησίαν καὶ τὴν φιλερ[γ]ίαν
Ath
.

16

.

7

ἀτελῆ πάντων ἐποίησεν αὐτόν. οὐδὲν δὲ τὸ πλῆθος οὐδ’ ἐν τοῖς ἄλλοις παρώχλε[ι] κατὰ τὴν ἀρχήν, ἀλλ’ αἰεὶ παρεσκε[ύ]αζεν εἰρήνην καὶ ἐτήρει τὴν ἡσυχίαν· διὸ καὶ πολλάκ[ις ἐ]θρ[ύλλο]υν ὡς ἡ Πεισιστράτου τυραννὶς ὁ ἐπὶ
5Κρόν[ου] βίος εἴη· συνέβη γὰρ ὕστερον δια[δε]ξ[α]μένων
Ath
.

16

.

8

τῶν υἱέων πολλῷ γενέσθαι τραχυτέραν τὴν ἀρχήν. μέ‐ γιστον δὲ πάντων ἦ[ν] τῶν εἰ[ρη]μένων τὸ δημοτικὸν εἶναι τῷ ἤθει καὶ φιλάνθρωπον. ἔν τε γὰρ τοῖς ἄλλο[ις]
ἐβ[ούλ]ετο πάντα διοικεῖν κατὰ τοὺς νόμους, οὐδεμίαν20
5ἑαυτῷ πλεονεξίαν διδούς, [κ]αί [ποτ]ε προσκληθεὶς φόνου δίκην εἰς Ἄρειον πάγον, αὐτὸς μὲν ἀπήντησεν ὡς ἀπο[λο]‐
Ath
.

16

.

9

γησόμενος, ὁ δὲ προσκαλεσάμενος φοβηθεὶς ἔλιπεν. διὸ καὶ πολὺν χρόνον ἔμεινεν 〈ἐν〉 [τῇ ἀρ]χ[ῇ], καὶ [ὅ]τ’ ἐκ‐ πέσοι πάλιν ἀνελάμβανε ῥᾳδίως. ἐβούλοντο γὰρ καὶ τῶν γνωρίμων καὶ τῶν δημοτικῶν οἱ πολλοί. τοὺς μὲν γὰρ
5ταῖς ὁμιλίαις, τοὺς δὲ ταῖς εἰς τὰ ἴδια βοηθείαις προσ[ή]‐
Ath
.

16

.

10

γετο, καὶ πρὸς ἀμφοτέρους ἐπεφύκει καλῶς. ἦσαν δὲ καὶ τοῖς Ἀθηναίοις οἱ περὶ τῶν τυράννων νόμοι πρᾷοι κατ’ ἐκείνους τοὺς καιρούς, οἵ τ’ ἄλλοι καὶ δὴ καὶ ὁ μάλιστα καθήκων πρὸς τὴν τῆς τυραννίδος 〈κατάστασιν〉. νόμος
5γὰρ αὐτοῖς ἦν ὅδε. ‘θέσμια τάδε Ἀθηναίων καὶ πάτρια· ἐάν τινες τυραννεῖν ἐπανιστῶνται ἐπὶ τυραννίδι, ἢ συγκα‐ θιστῇ τὴν τυραννίδα, ἄτιμον εἶναι καὶ αὐτὸν καὶ γένος.‘
Ath
.

17

.

1

Πεισίστρατος μὲν οὖν ἐγκατεγήρασε τῇ ἀρχῇ, καὶ ἀπέ‐ θανε νοσήσας ἐπὶ Φιλόνεω ἄρχοντος, ἀφ’ οὗ μὲν κατέστη τὸ πρῶτον τύραννος, ἔτη τριάκοντα καὶ τρία βιώσας, ἃ δ’
Ath
.

17

.

2

ἐν τῇ ἀρχῇ διέμεινεν, ἑνὸς δέοντα εἴκοσι. ἔφευγε γὰρ τὰ λοιπά. διὸ καὶ φανερῶς ληροῦσιν 〈οἱ〉 φάσκοντες ‖ ἐρώ‐ μενον εἶναι Πεισίστρα[τον] Σόλωνος, καὶ στρατηγεῖν ἐν τῷ πρὸς Μεγαρέας πολέμῳ περὶ Σαλαμῖνος· οὐ γὰρ ἐν‐
5δέχεται ταῖς ἡλικίαις, ἐάν τις ἀναλογίζηται τὸν ἑκατέρου
Ath
.

17

.

3

βίον καὶ ἐφ’ οὗ ἀπέθανεν ἄρχοντος. τελευτήσαντος δὲ Πεισιστράτου, κατεῖχον οἱ υἱεῖς τὴν ἀρχὴν, προάγοντες τὰ πράγματα τὸν αὐτὸν τρόπον. ἦσαν δὲ δύο μὲν ἐκ τῆς γαμετῆς Ἱππίας καὶ Ἵππαρχος, δύο δ’ ἐκ τῆς Ἀργείας21
5Ἰοφῶν καὶ Ἡγησίστρατος, ᾧ παρωνύμιον ἦν Θέτταλος.
Ath
.

17

.

4

〈ἐπ〉έγημεν γὰρ Πεισίστρατος ἐξ Ἄργους ἀνδρὸς Ἀρ‐ γείου θυγατέρα, ᾧ ὄνομα ἦν Γοργίλος, Τιμώνασσαν, ἣν πρότερον ἔσχεν γυναῖκα Ἀρχῖνος ὁ Ἀμπρακιώτης τῶν Κυψελιδῶν. ὅθεν καὶ ἡ πρὸς τοὺς Ἀργείους ἐνέστη φιλία,
5καὶ συνεμαχέσαντο χίλιοι τὴν ἐπὶ Παλληνίδι μάχην, Ἡγη‐ σιστράτου κομίσαντος. γῆμαι δέ φασι τὴν Ἀργείαν οἱ μὲν ἐκπεσόντα τὸ πρῶτον, οἱ δὲ κατέχοντα τὴν ἀρχήν.
Ath
.

18

.

1

Ἦσαν δὲ κύριοι μὲν τῶν πραγμάτων διὰ τὰ ἀξιώματα καὶ διὰ τὰς ἡλικίας Ἵππαρχος καὶ Ἱππίας, πρεσβύτερος δὲ ὢν ὁ Ἱππίας καὶ τῇ φύσει πολιτικὸς καὶ ἔμφρων ἐπε‐ στάται τῆς ἀρχῆς. ὁ δὲ Ἵππαρχος παιδιώδης καὶ ἐρωτι‐
5κὸς καὶ φιλόμουσος ἦν, (καὶ τοὺς περὶ Ἀνακρέοντα καὶ Σιμωνίδην καὶ τοὺς ἄλλους ποιητὰς οὗτος ἦν ὁ μεταπεμπό‐
Ath
.

18

.

2

μενος), Θέτταλος δὲ νεώτερος πολὺ καὶ τῷ βίῳ θρασὺς καὶ ὑβριστής, ἀφ’ οὗ καὶ συνέβη τὴν ἀρχὴν αὐτοῖς γενέσθαι πάντων τῶν κακῶν. ἐρασθεὶς γὰρ τοῦ Ἁρμοδίου καὶ δια‐ μαρτάνων τῆς πρὸς αὐτὸν φιλίας, οὐ κατεῖχε τὴν ὀργήν,
5ἀλλ’ ἔν τε τοῖς ἄλλοις ἐνεσημαίνετο πικρῶς, καὶ τὸ τελευ‐ ταῖον μέλλουσαν αὐτοῦ τὴν ἀδελφὴν κανηφορεῖν Παναθη‐
ναίοις ἐκώλυσεν, λοιδορήσας τι τὸν Ἁρμόδιον ὡς μαλακὸν ὄντα, ὅθεν συνέβη παροξυνθέντα τὸν Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα πράττειν τὴν πρᾶξιν μετεχόντων πολλῶν.22
Ath
.

18

.

3

ἤδη δὲ παρατηροῦντες ἐν ἀκροπόλει τοῖς Παναθηναίοις Ἱππίαν (ἐτύγχανεν γὰρ οὗτος μὲν [δ]εχόμενος, ὁ δ’ Ἵπ‐ παρχος ἀποστέλλων τὴν πομπήν), ἰδόντες τινὰ τῶν κοι‐ νωνούντων τῆς πρά[ξ]εως φιλανθρώπως ἐντυγχάνοντα τῷ
5Ἱππίᾳ, καὶ νομίσαντες μηνύειν, βουλόμενοί τι δρᾶσαι πρὸ τῆς συλλήψεως, καταβάντες καὶ προεξαναστάντες τῶν [ἄλλω]ν, τὸν μὲν Ἵππαρχον διακοσμοῦντα τὴν πομπὴν παρὰ τὸ Λεωκόρειον ἀπέκτειναν, τὴν δ’ ὅλην ἐλυμήναντο
Ath
.

18

.

4

πρᾶξιν. αὐτῶν δ’ ὁ μὲν Ἁρμόδιος εὐθέως ἐτελεύτησεν ὑπὸ τῶν δορ[υ]φόρων, ὁ δ’ Ἀριστογείτων ὕστερον, συλ‐ ληφθεὶς καὶ πολὺν χρόνον αἰκισθείς. κατηγόρησεν δ’ ἐν ταῖς ἀνάγκαις πολλῶν, οἳ καὶ τῇ φύσει τῶν ἐπιφανῶν καὶ
5φίλοι τοῖς τυράννοις ἦσαν. οὐ γὰρ ἐδύναντο παραχρῆμα λαβεῖν οὐδὲν ἴχνος τῆς πράξεως, ἀλλ’ ὁ λεγόμενος λόγος, ὡς ὁ Ἱππίας ἀποστήσας ἀπὸ τῶν ὅπλων τοὺς πομπεύον‐ τας, ἐφώρασε τοὺς τὰ ἐγχειρίδια ἔχοντας, οὐκ ἀληθής ἐστιν· οὐ γὰρ ἔπεμπον τό〈τε〉 μεθ’ ὅπλων, ἀλλ’ ὕστερον
Ath
.

18

.

5

τοῦτο κατεσκεύασεν ὁ δῆμος. κατηγόρει δὲ τῶν τοῦ τυ‐ ράννου φίλων, ὡς μὲν οἱ δημοτικοί φασιν ἐπίτηδες, ἵνα ἀσεβήσαιεν ἅμα καὶ γένοιντο ἀσθενεῖς, ἀνελόντες τοὺς ἀναιτίους καὶ φίλους ἑαυτῶν, ὡς δ’ ἔνιοι λέγουσιν οὐχὶ
Ath
.

18

.

6

πλαττόμενος, ἀλλὰ τοὺς συνειδότας ἐμήνυεν. καὶ τέλος
ὡς οὐκ ἐδύνατο πάντα ποιῶν ἀποθανεῖν, ἐπαγγειλάμενος ὡς ἄλλους μηνύσων πολλούς, καὶ πείσας αὑτῷ τὸν Ἱππίαν δοῦναι τὴν δεξιὰν πίστεως χάριν, ὡς ἔλαβεν ὀνειδίσας ὅτι23
5τῷ φονεῖ τἀδελφοῦ τὴν δεξιὰν δέδωκε, οὕτω παρώξυνε τὸν Ἱππίαν, ὥσθ’ ὑπὸ τῆς ὀργῆς οὐ κατέσχεν ἑαυτόν, ἀλλὰ σπασάμενος τὴν μάχαιραν διέφθειρεν αὐτόν.
Ath
.

19

.

1

Μετὰ δὲ ταῦτα συνέβαινεν πολλῷ τραχυτέραν εἶναι τὴν τυραννίδα· καὶ γὰρ διὰ τὸ τιμωρεῖν τἀδελφῷ καὶ διὰ τὸ πολλοὺς ἀνῃρηκέναι καὶ ἐκβεβληκέναι, πᾶσιν ἦν ἄπιστος
Ath
.

19

.

2

καὶ πικρός. ἔτει δὲ τετάρτῳ μάλιστα μετὰ τὸν Ἱππάρχου θάνατον, ἐπεὶ κακῶς εἶχεν τὰ ἐν τῷ ἄστει, τὴν Μουνιχίαν ἐπεχείρησε τειχίζειν, ὡς ἐκεῖ μεθιδρυσόμενος. ἐν τούτοις δ’ ὢν ἐξέπεσεν ὑπὸ Κλεομένους τοῦ Λακεδαιμονίων βασι‐
5λέως, χρησμῶν γιγνομένων ἀεὶ τοῖς Λάκωσι καταλύειν τὴν
Ath
.

19

.

3

τυραννίδα διὰ τοιάνδ’ αἰτίαν. οἱ φυγάδες ὧν οἱ Ἀλκμεω‐ νίδαι προειστήκεσαν, αὐτοὶ μὲν δι’ αὑτῶν οὐκ ἐδύναντο ποιήσασθαι τὴν κάθοδον, ἀλλ’ αἰεὶ προσέπταιον. ‖ ἔν τε γὰρ τοῖς ἄλλοις οἷς ἔπραττον διεσφάλλοντο, καὶ τειχί‐
5σαντες ἐν τῇ χώρᾳ Λειψύδριον τὸ ὑπὲρ Πάρνηθος, εἰς ὃ συνεξῆλθόν τινες τῶν ἐκ τοῦ ἄστεως, ἐξεπολιορκήθησαν ὑπὸ τῶν τυράννων, ὅθεν ὕστερον μετὰ ταύτην τὴν συμ‐ φορὰν ᾖδον ἐν τοῖς σκολιοῖς αἰεί·
αἰαῖ Λειψύδριον προδωσέταιρον,
10οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι ἀγαθούς τε καὶ εὐπατρίδας,
οἳ τότ’ ἔδειξαν οἵων πατέρων ἔσαν.24
Ath
.

19

.

4

ἀποτυγχάνοντες οὖν ἐν ἅπασι τοῖς ἄλλοις, ἐμισθώσαντο τὸν ἐν Δελφοῖς νεὼν οἰκοδομεῖν, ὅθεν εὐπόρησαν χρημά‐ των πρὸς τὴν τῶν Λακώνων βοήθειαν. ἡ δὲ Πυθία προ‐ έφερεν αἰεὶ τοῖς Λακεδαιμονίοις χρηστηριαζομένοις ἐλευ‐
5θεροῦν τὰς Ἀθήνας, εἰς τοῦθ’ ἕως προύτρεψε τοὺς Σπαρ‐ τιάτας, καίπερ ὄντων ξένων αὐτοῖς τῶν Πεισιστρατιδῶν· συνεβάλλετο δὲ οὐκ ἐλάττω μοῖραν τῆς ὁρμῆς τοῖς Λάκω‐ σιν ἡ πρὸς τοὺς Ἀργείους τοῖς Πεισιστρατίδαις ὑπάρ‐
Ath
.

19

.

5

χουσα φιλία. τὸ μὲν οὖν πρῶτον Ἀγχίμολον ἀπέστειλαν κατὰ θάλατταν ἔχοντα στρατιάν· ἡττηθέντος δ’ αὐτοῦ καὶ τελευτήσαντος, διὰ τὸ Κινέαν βοηθῆσαι τὸν Θετταλὸν ἔχοντα χιλίους ἱππεῖς, προσοργισθέντες τῷ γενομένῳ,
5Κλεομένην ἐξέπεμψαν τὸν βασιλέα στόλον ἔχοντα μείζω κατὰ γῆν, ὃς ἐπεὶ τοὺς τῶν Θετταλῶν ἱππεῖς ἐνίκησεν, κωλύοντας αὐτὸν εἰς τὴν Ἀττικὴν παριέναι, κατακλείσας τὸν Ἱππίαν εἰς τὸ καλούμενον Πελαργικὸν τεῖχος, ἐπο‐
Ath
.

19

.

6

λιόρκει μετὰ τῶν Ἀθηναίων. προσκαθημένου δ’ αὐτοῦ, συνέπεσεν ὑπεξιόντας ἁλῶναι τοὺς τῶν Πεισιστρατιδῶν υἱεῖς. ὧν ληφθέντων ὁμολογίαν ἐπὶ τῇ τῶν παίδων σωτη‐ ρίᾳ ποιησάμενοι, καὶ τὰ ἑαυτῶν ἐν πένθ’ ἡμέραις ἐκκο‐
5μισάμενοι, παρέδωκαν τὴν ἀκρόπολιν τοῖς Ἀθηναίοις ἐπὶ Ἁρπακτίδου ἄρχοντος, κατασχόντες τὴν τυραννίδα μετὰ
τὴν τοῦ πατρὸς τελευτὴν ἔτη μάλιστα ἑπτακαίδεκα, τὰ δὲ σύμπαντα σὺν οἷς ὁ πατὴρ ἦρξεν ἑνὸς δεῖ πεντή‐ κοντα.25
Ath
.

20

.

1

Καταλυθείσης δὲ τῆς τυραννίδος, ἐστασίαζον πρὸς ἀλλή‐ λους Ἰσαγόρας ὁ Τεισάνδρου φίλος ὢν τῶν τυράννων, καὶ Κλεισθένης τοῦ γένους ὢν τῶν Ἀλκμεωνιδῶν. ἡττώ‐ μενος δὲ ταῖς ἑταιρείαις ὁ Κλεισθένης, προσηγάγετο τὸν
Ath
.

20

.

2

δῆμον, ἀποδιδοὺς τῷ πλήθει τὴν πολιτείαν. ὁ δὲ Ἰσαγό‐ ρας ἐπιλειπόμενος τῇ δυνάμει, πάλιν ἐπικαλεσάμενος τὸν Κλεομένην ὄντα ἑαυτῷ ξένον, συνέπεισεν ἐλαύνειν τὸ ἅγος, διὰ τὸ τοὺς Ἀλκμεωνίδας δοκεῖν εἶναι τῶν ἐναγῶν.
Ath
.

20

.

3

ὑπεξελθόντος δὲ τοῦ Κλεισθένους, 〈ἀφικόμενος ὁ Κλεο‐ μένησ〉 μετ’ ὀλίγων, ἡγηλάτει τῶν Ἀθηναίων ἑπτακοσίας οἰκίας. ταῦτα δὲ διαπραξάμενος, τὴν μὲν βουλὴν ἐπειρᾶτο καταλύειν, Ἰσαγόραν δὲ καὶ τριακοσίους τῶν φίλων μετ’
5αὐτοῦ κυρίους καθιστάναι τῆς πόλεως. τῆς δὲ βουλῆς ἀντιστάσης καὶ συναθροισθέντος τοῦ πλήθους, οἱ μὲν περὶ τὸν Κλεομένην καὶ Ἰσαγόραν κατέφυγον εἰς τὴν ἀκρό‐ πολιν, ὁ δὲ δῆμος δύο μὲν ἡμέρας προσκαθεζόμενος ἐπο‐ λιόρκει, τῇ δὲ τρίτῃ Κλεομένην μὲν καὶ τοὺς μετ’ αὐτοῦ
10πάντας ἀφεῖσαν ὑποσπόνδους, Κλεισθένην δὲ καὶ τοὺς ἄλ‐ λους φυγάδας μετεπέμψαντο. κατασχόντος δὲ τοῦ δήμου
Ath
.

20

.

4

τὰ πράγματα, Κλεισθένης ἡγεμὼν ἦν καὶ τοῦ δήμου προ‐ στάτης. αἰτιώτατοι γὰρ σχεδὸν ἐγένοντο τῆς ἐκβολῆς τῶν
τυράννων οἱ Ἀλκμεωνίδαι, καὶ στασιάζοντες τὰ πολλὰ26
Ath
.

20

.

5

διετέλεσαν. ἔτι δὲ πρότερον τῶν Ἀλκμεωνιδῶν Κήδων ἐπέθετο τοῖς τυράννοις, διὸ καὶ ᾖδον καὶ εἰς τοῦτον ἐν τοῖς σκολιοῖς·
ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ’ ἐπιλήθου,
5εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.
Ath
.

21

.

1

Διὰ μὲν οὖν ταύτας τὰς αἰτίας ἐπίστευεν ὁ δῆμος τῷ Κλεισθένει. τότε δὲ τοῦ πλήθους προεστηκώς, ἔτει τετάρ‐
Ath
.

21

.

2

τῳ μετὰ τὴν τῶν τυράννων κατάλυσιν, ἐπὶ Ἰσαγόρου ἄρ‐ χοντος, πρῶτον μὲν συνένειμε πάντας εἰς δέκα φυλὰς ἀντὶ τῶν τεττάρων, ἀναμεῖξαι βουλόμενος, ὅπως μετάσχωσι πλείους τῆς πολιτείας· ὅθεν ἐλέχθη καὶ τὸ μὴ φυλοκρινεῖν,
Ath
.

21

.

3

‖ πρὸς τοὺς ἐξετάζειν τὰ γένη βουλομένους. ἔπειτα τὴν βουλὴν πεντακοσίο[υ]ς ἀντὶ τετρακοσίων κατέστησεν, πεν‐ τήκοντα ἐξ ἑκάστης φυλῆς. τότε δ’ ἦσαν ἑκατόν. διὰ τοῦτο δὲ οὐκ εἰς δώδεκα φυλὰς συνέταξεν, ὅπω[ς] αὐτῷ μὴ
5συμβαίνῃ μερίζειν πρὸς τὰς προϋπαρχούσας τριττῦς. ἦσαν γὰρ ἐκ δʹ φυλῶν δώδεκα τριττύες, ὥστ’ οὐ [συν]έπιπτεν
Ath
.

21

.

4

〈ἂν〉 ἀναμίσγεσθαι τὸ πλῆθος. διένειμε δὲ καὶ τὴν χώραν κατὰ δήμους τριάκοντα μέρη, δέκα μὲν τῶν περὶ τὸ ἄστυ, δέκα δὲ τῆς παραλίας, δέκα δὲ τῆς μεσογείου, καὶ ταύτας
ἐπονομάσας τριττῦς, ἐκλήρωσεν τρεῖς εἰς τὴν φυλὴν ἑκά‐27
5στην, ὅπως ἑκάστη μετέχῃ πάντων τῶν τόπων. καὶ δη‐ μότας ἐποίησεν ἀλλήλων τοὺς οἰκοῦντας ἐν ἑκάστῳ τῶν δήμων, ἵνα μὴ πατρόθεν προσαγορεύοντες ἐξελέγχωσιν τοὺς νεοπολίτας, ἀλλὰ τῶν δήμων ἀναγορεύωσιν. ὅθεν
Ath
.

21

.

5

καὶ καλοῦσιν Ἀθηναῖοι σφᾶς αὐτοὺς τῶν δήμων. κατέ‐ στησε δὲ καὶ δημάρχους, τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. καὶ γὰρ τοὺς δήμους ἀντὶ τῶν ναυκραριῶν ἐποίησεν. προσηγόρευσε δὲ τῶν δήμων τοὺς
5μὲν ἀπὸ τῶν τόπων, τοὺς δὲ ἀπὸ τῶν κτισάντων· οὐ γὰρ
Ath
.

21

.

6

ἅπαντες ὑπῆρχον ἐν τοῖς τόποις. τὰ δὲ γένη καὶ τὰς φρα‐ τρίας καὶ τὰς ἱερωσύνας εἴασεν ἔχειν ἑκάστους κατὰ τὰ πάτρια. ταῖς δὲ φυλαῖς ἐποίησεν ἐπωνύμους ἐκ τῶν προ‐ κριθέντων ἑκατὸν ἀρχηγετῶν, οὓς ἀνεῖλεν ἡ Πυθία δέκα.
Ath
.

22

.

1

Τούτων δὲ γενομένων δημοτικωτέρα πολὺ τῆς Σόλωνος ἐγένετο ἡ πολιτεία. καὶ γὰρ συνέβη τοὺς μὲν Σόλωνος νόμους ἀφανίσαι τὴν τυραννίδα διὰ τὸ μὴ χρῆσθαι, και‐ [ν]οὺς δ’ ἄλλους θεῖναι τὸν Κλεισθένη στοχαζόμενον τοῦ
5πλήθους, ἐν οἷς ἐτέθη καὶ ὁ περὶ τοῦ ὀστρακισμοῦ νόμος.
Ath
.

22

.

2

πρῶτον μὲν οὖν ἔτει πέμπτῳ μετὰ ταύτην τὴν κατάστασιν, ἐφ’ Ἑρμοκρέοντος ἄρχοντος, τῇ βουλῇ τοῖς πεντακο‐
σίοις τὸν ὅρκον ἐποίησαν, ὃν ἔτι καὶ νῦν ὀμνύουσιν. ἔπειτα τοὺς στρατηγοὺς ᾑροῦντο κατὰ φυλάς, ἐξ ἑκάστης φυλῆς28
5ἕνα, τῆς δὲ ἁπάσης στρατιᾶς ἡγεμὼν ἦν ὁ πολέμαρχος.
Ath
.

22

.

3

ἔτει δὲ μετὰ ταῦτα δωδεκάτῳ νικήσαντες τὴν ἐν Μαρα‐ θῶνι μάχην, ἐπὶ Φαινίππου ἄρχοντος, διαλιπόντες ἔτη δύο μετὰ τὴν νίκην, θαρροῦντος ἤδη τοῦ δήμου, τότε πρῶτον ἐχρήσαντο τῷ νόμῳ τῷ περὶ τὸν ὀστρακισμόν, ὃς ἐτέθη
5διὰ τὴν ὑποψίαν τῶν ἐν ταῖς δυνάμεσιν, ὅτι Πεισίστρατος
Ath
.

22

.

4

δημαγωγὸς καὶ στρατηγὸς ὢν τύραννος κατέστη. καὶ πρῶτος ὠστρακίσθη τῶν ἐκείνου συγγενῶν Ἵππαρχος Χάρμου Κολλυτεύς, δι’ ὃν καὶ μάλιστα τὸν νόμον ἔθηκεν ὁ Κλεισθένης, ἐξελάσαι βουλόμενος αὐτόν. οἱ γὰρ Ἀθη‐
5ναῖοι τοὺς τῶν τυράννων φίλους, ὅσοι μὴ συνεξαμαρτά‐ νοιεν ἐν ταῖς ταραχαῖς, εἴων οἰκεῖν τὴν πόλιν, χρώμενοι τῇ εἰωθυίᾳ τοῦ δήμου πρᾳότητι· ὧν ἡγεμὼν καὶ προστά‐
Ath
.

22

.

5

της ἦν Ἵππαρχος. εὐθὺς δὲ τῷ ὑστέρῳ ἔτει, ἐπὶ Τελεσίνου ἄρχοντος, ἐκυάμευσαν τοὺς ἐννέα ἄρχοντας κατὰ φυλὰς ἐκ τῶν προκριθέντων ὑπὸ τῶν δήμων πεντακοσίων, τότε μετὰ τὴν τυραννίδα πρῶτον. οἱ δὲ πρότεροι πάντες ἦσαν
5αἱρετοί. καὶ ὠστρακίσθη Μεγακλῆς Ἱπποκράτους Ἀλω‐
Ath
.

22

.

6

πεκῆθεν. ἐπὶ μὲν οὖν ἔτη γʹ τοὺς τῶν τυράννων φίλους ὠστράκιζον, ὧν χάριν ὁ νόμος ἐτέθη, μετὰ δὲ ταῦτα τῷ τετάρτῳ ἔτει καὶ τῶν ἄλλων εἴ τις δοκοίη μείζων εἶναι μεθίσταντο· καὶ πρῶτος ὠστρακίσθη τῶν ἄπωθεν τῆς
Ath
.

22

.

7

τυραννίδος Ξάνθιππος ὁ Ἀρίφρονος. ἔτει δὲ τρίτῳ μετὰ ταῦτα Νικοδήμου ἄρχοντος, ὡς ἐφάνη τὰ μέταλλα τὰ ἐν Μαρωνείᾳ, καὶ περιεγένετο τῇ πόλει τάλαντα ἑκατὸν ἐκ τῶν ἔργων, συμβουλευόντων τινῶν τῷ δήμῳ διανείμασθαι29
5τὸ ἀργύριον, Θεμιστοκλῆς ἐκώλυσεν, οὐ λέγων ὅ τι χρή‐ σεται τοῖς χρήμασιν, ἀλλὰ δανεῖσαι κελεύων τοῖς πλουσιω‐ τάτοις Ἀθηναίων ἑκατὸν ἑκάστῳ τάλαντον, εἶτ’ ἐὰν μὲν ἀρέσκῃ τὸ ἀνάλωμα, τῆς πόλεως εἶναι τὴν δαπάνην, εἰ δὲ μή, κομίσασθαι τὰ χρήματα παρὰ τῶν δανεισαμένων. λα‐
10βὼν δ’ ἐπὶ τούτοις ἐναυπηγήσατο τριήρεις ἑκατόν, ἑκάστου ναυπηγουμένου τῶν ἑκατὸν μίαν, αἷς ἐναυμάχησαν ἐν Σα‐ λαμῖνι πρὸς τοὺς βαρβάρους. ὠστρακίσθη δ’ ἐν τούτοις
Ath
.

22

.

8

τοῖς καιροῖς Ἀριστείδης ὁ Λυσιμάχου. τετάρτῳ δ’ ἔτει κατεδέξαντο πάντας τοὺς ὠστρακισμένους ἄρχοντος Ὑψηχίδου, διὰ τὴν Ξέρξου στρατείαν· καὶ τὸ λοιπὸν ὥρι‐ σαν τοῖς ὀστρακιζομένοις, ἐντὸς Γεραιστοῦ καὶ Σκυλ‐
5λαίου κατοικεῖν, ἢ ἀτίμους εἶναι καθάπαξ.
Ath
.

23

.

1

Τότε μὲν οὖν μέχρι τούτου προῆλθεν ἡ πόλις, ἅμα τῇ δημοκρατίᾳ κατὰ μικρὸν αὐξανομένη· μετὰ δὲ τὰ Μηδικὰ πάλιν ἴσχυσεν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ καὶ διῴκει τὴν πόλιν, οὐδενὶ δόγματι λαβοῦσα τὴν ἡγεμονίαν, ἀλλὰ διὰ
5τὸ γενέσθαι τῆς περὶ Σαλαμῖνα ναυμαχίας αἰτία. τῶν γὰρ
στρατηγῶν ἐξαπορησάντων τοῖς πράγμασι, καὶ κηρυξάν‐ των σῴ[ζ]ειν ἕκαστον ἑαυτόν, πορίσασα δραχμὰς ἑκάστῳ30
Ath
.

23

.

2

ὀκτὼ διέδωκε καὶ ἐνεβίβασεν εἰς τὰς ναῦς. διὰ ταύτην δὴ τὴν αἰτίαν παρεχώρουν αὐτῆς τῷ ἀξιώματι, καὶ ἐπολι‐ τεύθησαν Ἀθηναῖοι καλῶς καὶ κατὰ τούτους τοὺς και‐ ρούς. συνέβη γὰρ αὐτοῖς κατὰ τὸν χρόνον τοῦτον τά τε
5περὶ τὸν πόλεμον ἀσκῆσαι, καὶ παρὰ τοῖς Ἕλλησιν εὐδο‐ κιμῆσαι, καὶ τὴν τῆς θαλάττης ἡγεμονίαν λαβεῖν, ἀκόντων
Ath
.

23

.

3

Λακεδαιμονίων. ἦσαν δὲ προστάται τοῦ δήμου κατὰ τού‐ τους τοὺς καιροὺς Ἀριστείδης ὁ Λυσιμάχου καὶ Θεμιστο‐ κλῆς ὁ Νεοκλέους, ὁ μὲν τὰ πολέμια δοκῶν, ὁ δὲ τὰ πολι‐ τικὰ δεινὸς εἶναι καὶ δικαιοσύνῃ τῶν καθ’ ἑαυτὸν διαφέ‐
5ρειν· διὸ καὶ ἐχρῶντο τῷ μὲν στρατηγῷ, τῷ δὲ συμβούλῳ.
Ath
.

23

.

4

τὴν μὲν οὖν τῶν τειχῶν ἀνοικοδόμησιν κοινῇ διῴκησαν, καίπερ διαφερόμενοι πρὸς ἀλλήλους, ἐπὶ δὲ τὴν ἀπόστασιν τὴν τῶν Ἰώνων ἀπὸ τῆς τῶν Λακεδαιμονίων συμμαχίας Ἀριστείδης ἦν ὁ προτρέψας, τηρήσας τοὺς Λάκωνας δια‐
Ath
.

23

.

5

βεβλημένους διὰ Παυσανίαν. διὸ καὶ τοὺς φόρους οὗτος ἦν ὁ τάξας ταῖς πόλεσιν τοὺς πρώτους, ἔτει τρίτῳ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, ἐπὶ Τιμοσθένους ἄρχοντος, καὶ τοὺς ὅρκους ὤμοσεν τοῖς Ἴωσ[ιν], ‖ ὥστε τὸν αὐτὸν
5ἐχθρὸν εἶναι καὶ φίλον, ἐφ’ οἷς καὶ τοὺς μύδρους ἐν τῷ
πελάγει καθεῖσαν.31
Ath
.

24

.

1

Μετὰ δὲ ταῦτα θαρρούσης ἤδη τῆς πόλεως, καὶ χρημά‐ των ἡθροισμένων πολλῶν, συνεβούλευεν ἀντιλαμβάνεσθαι τῆς ἡγεμονίας, καὶ καταβάντας ἐκ τῶν ἀγρῶν οἰκεῖν ἐν τῷ ἄστει· τροφὴν γὰρ ἔσεσθαι πᾶσι, τοῖς μὲν στρατευο‐
5μένοις, τοῖς δὲ φρουροῦσι, τοῖς δὲ τὰ κοινὰ πράττουσι·
Ath
.

24

.

2

εἶθ’ οὕτω κατασχήσειν τὴν ἡγεμονίαν. πεισθέντες δὲ ταῦτα καὶ λαβόντες τὴν ἀρχὴν τοῖς τε συμμάχοις δεσποτι‐ κωτέρως ἐχρῶντο, πλὴν Χίων καὶ Λεσβίων καὶ Σαμίων· (τούτους δὲ φύλακας εἶχον τῆς ἀρχῆς, ἐῶντες τάς τε πολι‐
Ath
.

24

.

3

τείας παρ’ αὐτοῖς καὶ ἄρχειν ὧν ἔτυχον ἄρχοντες.) κατέ‐ στησαν δὲ καὶ τοῖς πολλοῖς εὐπορίαν τροφῆς, ὥσπερ Ἀριστείδης εἰσηγήσατο. συνέβαινεν γὰρ ἀπὸ τῶν φόρων καὶ τῶν τελῶν καὶ τῶν συμμάχων πλείους ἢ δισμυρίους
5ἄνδρας τρέφεσθαι. δικασταὶ μὲν γὰρ ἦσαν ἑξακισχίλιοι, τοξόται δ’ ἑξακόσιοι καὶ χίλιοι, καὶ πρὸς τούτοις ἱππεῖς χίλιοι καὶ διακόσιοι, βουλὴ δὲ πεντακόσιοι, καὶ φρουροὶ νεωρίων πεντακόσιοι, καὶ πρὸς τούτοις ἐν τῇ πόλει φρου‐ ροὶ νʹ, ἀρχαὶ δ’ ἔνδημοι μὲν εἰς ἑπτακοσίους ἄνδρας, ὑπερό‐
10ριοι δ’ εἰς †ἑπτακοσίους· πρὸς δὲ τούτοις ἐπεὶ συνεστή‐ σαντο τὸν πόλεμον ὕστερον, ὁπλῖται μὲν δισχίλιοι καὶ πεν‐ τακόσιοι, νῆες δὲ φρουρίδες εἴκοσι, ἄλλαι δὲ νῆες αἱ τοὺς φόρους ἄγουσαι ** τοὺς ἀπὸ τοῦ κυάμου δισχιλίους
ἄνδρας. ἔτι δὲ πρυτανεῖον καὶ ὀρφανοὶ καὶ δεσμωτῶν32
15φύλακες· ἅπασι γὰρ τούτοις ἀπὸ τῶν κοινῶν ἡ διοί‐ κησις ἦν.
Ath
.

25

.

1

Ἡ μὲν οὖν τροφὴ τῷ δήμῳ διὰ τούτων ἐγίγνετο. ἔτη δὲ ἑπτακαίδεκα μάλιστα μετὰ τὰ Μηδικὰ διέμεινεν ἡ πολι‐ τεία προεστώτων τῶν Ἀρεοπαγιτῶν, καίπερ ὑποφερο‐ μένη κατὰ μικρόν. αὐξανομένου δὲ τοῦ πλήθους, γενό‐
5μενος τοῦ δήμου προστάτης Ἐφιάλτης ὁ Σοφωνίδου, ‖ δοκῶν καὶ ἀδωροδόκητος εἶναι καὶ δίκαιος πρὸς τὴν πολι‐
Ath
.

25

.

2

τείαν, ἐπέθετο τῇ βουλῇ. καὶ πρῶτον μὲν ἀνεῖλεν πολλοὺς τῶν Ἀρεοπαγιτῶν, ἀγῶνας ἐπιφέρων περὶ τῶν διῳκη‐ μένων. ἔπειτα τῆς βουλῆς ἐπὶ Κόνωνος ἄρχοντος ἅπαντα περιεῖλε τὰ ἐπίθετα δι’ ὧν ἦν ἡ τῆς πολιτείας φυλακή,
5καὶ τὰ μὲν τοῖς πεντακοσίοις, τὰ δὲ τῷ δήμῳ καὶ τοῖς
Ath
.

25

.

3

δικαστηρίοις ἀπέδωκεν. ἔπρα[ξ]ε δὲ ταῦτα συναιτίου γενο‐ μένου Θεμιστοκλέους, ὃς ἦν μὲν τῶν Ἀρεοπαγιτῶν, ἔμελλε δὲ κρίνεσθαι μηδισμοῦ. βουλόμενος δὲ καταλυθῆναι τὴν βουλὴν ὁ Θεμιστοκλῆς πρὸς μὲν τὸν Ἐφιάλτην ἔλεγεν ὅτι
5συναρπάζειν αὐτὸν ἡ βουλὴ μέλλει, πρὸς δὲ τοὺς Ἀρεοπα‐ γίτας, ὅτι δείξει τινὰς συνισταμένους ἐπὶ καταλύσει τῆς πολιτείας. ἀγαγὼν δὲ τοὺς αἱρεθέντας τῆς βουλῆς οὗ διέτριβεν ὁ Ἐφιάλτης, ἵνα δείξῃ τοὺς ἀθροιζομένους, διε‐
Ath
.

25

.

4

λέγετο μετὰ σπουδῆς αὐτοῖς. ὁ δ’ Ἐφιάλτης ὡς εἶδεν καταπλαγείς, καθίζει μονοχίτων ἐπὶ τὸν βωμόν. θαυ‐
μασάντων δὲ πάντων τὸ γεγον[ός], καὶ μετὰ ταῦτα συνα‐ θροισθείσης τῆς βουλῆς τῶν πεντακοσίων, κατηγόρουν33
5τῶν Ἀρεοπαγιτῶν ὅ τ’ Ἐφιάλτης καὶ 〈ὁ〉 Θεμιστοκλῆς, καὶ πάλιν ἐν τῷ δήμῳ τὸν αὐτὸν τρόπον, ἕως περιείλοντο αὐτῶν τὴν δύναμιν. καὶ *** ἀνῃρέθη δὲ καὶ ὁ Ἐφιάλτης δολοφονηθεὶς μετ’ οὐ πολὺν χρόνον δι’ Ἀριστοδίκου τοῦ Ταναγραίου.
Ath
.

26

.

1

Ἡ μὲν οὖν τῶν Ἀρεοπαγιτῶν βουλὴ τοῦτον τὸν τρόπον ἀπεστερήθη τῆς ἐπιμελείας. μετὰ δὲ ταῦτα συνέβαινεν ἀνίεσθαι μᾶλλον τὴν πολιτείαν διὰ τοὺς προθύμως δημα‐ γωγοῦντας. κατὰ γὰρ τοὺς καιροὺς τούτους συνέπεσε μηδ’
5ἡγεμόνα ἔχειν τοὺς ἐπιεικεστέρους, ἀλλ’ αὐτῶν προεστάναι Κίμωνα τὸν Μιλτιάδου, †νεώτερον ὄντα καὶ πρὸς τὴν πό‐ λιν ὀψὲ προσελθόντα, πρὸς δὲ τούτοις ἐφθάρθαι τοὺς πολ‐ λοὺς κατὰ πόλεμον. τῆς γὰρ στρατείας γιγνομένης ἐν τοῖς τότε χρόνοις ἐκ καταλόγου, καὶ στρατηγῶν ἐφισταμένων
10ἀπείρων μὲν τοῦ πολεμεῖν, τιμωμένων δὲ διὰ τὰς πατρικὰς δόξας, αἰεὶ συνέβαινεν τῶν ἐξιόντων ἀνὰ δισχιλίους ἢ τρισ‐ χιλίους ἀπόλλυσθαι, ὥστε ἀναλίσκεσθαι τοὺς ἐπιεικεῖς καὶ
Ath
.

26

.

2

τοῦ δήμου καὶ τῶν εὐπόρων. τὰ μὲν οὖν ἄλλα πάντα διῴ‐ κουν οὐχ ὁμοίως καὶ πρότερον τοῖς νόμοις προσέχοντες, τὴν δὲ τῶν ἐννέα ἀρχόντων αἵρεσιν οὐκ ἐκίνουν, ἀλλ’ ἕκτῳ ἔτει μετὰ τὸν Ἐφιάλτου θάνατον ἔγνωσαν καὶ ἐκ ζευγι‐
5τῶν προκρίνεσθαι τοὺς κληρωσομένους τῶν ἐννέα ἀρχόν‐ των, καὶ πρῶτος ἦρξεν ἐξ αὐτῶν Μνησιθείδης. οἱ δὲ πρὸ τούτου πάντες ἐξ ἱππέων καὶ πεντακοσιομεδίμνων ἦσαν
(οἱ 〈δὲ〉 ζευγῖται τὰς ἐγκυκλίους ἦρχον), εἰ μή τι παρεω‐34
Ath
.

26

.

3

ρᾶτο τῶν ἐν τοῖς νόμοις. ἔτει δὲ πέμπτῳ μετὰ ταῦτα ἐπὶ Λυσικράτους ἄρχοντος οἱ τριάκοντα δικασταὶ κατέστησαν πάλιν οἱ καλούμενοι κατὰ δήμους. καὶ τρίτῳ μετὰ τοῦτον ἐπὶ Ἀντιδότου διὰ τὸ πλῆθος τῶν πολιτῶν Περικλέους
5εἰπόντος ἔγνωσαν μὴ μετέχειν τῆς πόλεως, ὃς ἂν μὴ ἐξ ἀμφοῖν ἀστοῖν ᾖ γεγονώς.
Ath
.

27

.

1

Μετὰ δὲ ταῦτα πρὸς τὸ δημαγωγεῖν ἐλθόντος Περικλέ‐ ους, καὶ πρῶτον εὐδοκιμήσαντος, ὅτε κατηγόρησε τὰς εὐθύ‐ νας Κίμωνος στρατηγοῦντος νέος ὤν, δημοτικωτέραν ἔτι συνέβη γενέσθαι τὴν πολιτείαν. καὶ γὰρ τῶν Ἀρεοπαγι‐
5τῶν ἔνια παρείλετο, καὶ μάλιστα προύτρεψεν τὴν πόλιν ἐπὶ τὴν ναυτικὴν δύναμιν, ἐξ ἧς συνέβη θαρρήσαντας τοὺς πολλοὺς ἅπασαν τὴν πολιτείαν μᾶλλον ἄγειν εἰς αὑτούς.
Ath
.

27

.

2

μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἑνὸς δεῖ πεντηκοστῷ ἔτει, ἐπὶ Πυθοδώρου ἄρχοντος, ὁ πρὸς Πελοποννησίους ἐνέστη πόλεμος, ἐν ᾧ κατακλεισθεὶς ὁ δῆμος ἐν τῷ ἄστει, καὶ συνεθισθεὶς ἐν ταῖς στρατείαις μισθοφορεῖν, τὰ μὲν
5ἑκὼν τὰ δὲ ἄκων προῃρεῖτο τὴν πολιτείαν διοικεῖν αὐτός.
Ath
.

27

.

3

ἐποίησε δὲ καὶ μισθοφόρα τὰ δικαστήρια Περικλῆς πρῶ‐ τος, ἀντιδημαγωγῶν πρὸς τὴν Κίμωνος εὐπορίαν. ὁ γὰρ Κίμων ἅτε τυραννικὴν ἔχων οὐσίαν, πρῶτον μὲν τὰς κοινὰς λῃτουργίας ἐλῃτούργει λαμπρῶς, ἔπειτα τῶν δημοτῶν
5ἔτρεφε πολλούς. ἐξῆν γὰρ τῷ βουλομένῳ Λακιαδῶν, καθ’ ἑκάστην τὴν ἡμέραν ἐλθόντι παρ’ αὐτὸν ἔχειν τὰ μέτρια. ἔτι δὲ τὰ χωρία πάντα ἄφρακτα ἦν, ὅπως ἐξῇ τῷ βουλο‐35
Ath
.

27

.

4

μένῳ τῆς ὀπώρας ἀπολαύειν. πρὸς δὴ ταύτην τὴν χορη‐ γίαν ἐπιλειπόμενος ὁ Περικλῆς τῇ οὐσίᾳ, συμβουλεύσαντος αὐτῷ Δαμωνίδου τοῦ Οἴηθεν (ὃς ἐδόκει τῶν πολλῶν εἰσηγητὴς εἶναι τῷ Περικλεῖ· διὸ καὶ ὠστράκισαν αὐτὸν
5ὕστερον), ἐπεὶ τοῖς ἰδίοις ἡττᾶτο, διδόναι τοῖς πολλοῖς τὰ αὑτῶν, κατεσκεύασε μισθοφορὰν τοῖς δικαστηρίοις· ἀφ’ ὧν αἰτιῶνταί τινες χείρω γενέσθαι, κληρουμένων ἐπιμελῶς ἀεὶ μᾶλλον τῶν τυχόντων ἢ τῶν ἐπιεικῶν ἀνθρώπων. ἤρ‐
Ath
.

27

.

5

ξατο δὲ μετὰ ταῦτα καὶ τὸ δεκάζειν, πρώτου καταδείξαν‐ τος Ἀνύτου μετὰ τὴν ἐν Πύλῳ στρατηγίαν. κρινόμενος γὰρ ὑπό τινων διὰ τὸ ἀποβαλεῖν Πύλον, δεκάσας τὸ δικα‐ στήριον ἀπέφυγεν.
Ath
.

28

.

1

Ἕως μὲν οὖν Περικλῆς προειστήκει τοῦ δήμου, βελτίω τὰ κατὰ τὴν πολιτείαν ἦν, τελευτήσαντος δὲ Περικλέους πολὺ χείρω. πρῶτον γὰρ τότε προστάτην ἔλαβεν ὁ δῆμος οὐκ εὐδοκιμοῦντα παρὰ τοῖς ἐπιεικέσιν· ἐν δὲ τοῖς πρότε‐
Ath
.

28

.

2

ρον χρόνοις ἀεὶ διετέλουν οἱ ἐπιεικεῖς δημαγωγοῦντες. ἐξ ἀρχῆς μὲν γὰρ καὶ πρῶτος ἐγένετο προστάτης τοῦ δήμου
Σόλων, δεύτερος δὲ Πεισίστρατος, τῶν εὐγενῶν καὶ γνωρί‐ μων· καταλυθείσης δὲ τῆς τυραννίδος Κλεισθένης, τοῦ36
5γένους ὢν τῶν Ἀλκμεωνιδῶν, καὶ τούτῳ μὲν οὐδεὶς ἦν ἀντιστασιώτης, ὡς ἐξέπεσον οἱ περὶ τὸν Ἰσαγόραν. μετὰ δὲ ταῦτα τοῦ μὲν δήμου προειστήκει Ξάνθιππος, τῶν δὲ γνωρίμων Μιλτιάδης, ἔπειτα Θεμιστοκλῆς καὶ Ἀριστεί‐ δης· μετὰ δὲ τούτους Ἐφιάλτης μὲν τοῦ δήμου, Κίμων δ’
10ὁ Μιλτιάδου τῶν εὐπόρων· εἶτα Περικλῆς μὲν τοῦ δήμου,
Ath
.

28

.

3

Θουκυδίδης δὲ τῶν ἑτέρων, κηδεστὴς ὢν Κίμωνος. Περι‐ κλέους δὲ τελευτήσαντος, τῶν μὲν ἐπιφανῶν προειστήκει Νικίας ὁ ἐν Σικελίᾳ τελευτήσας, τοῦ δὲ δήμου Κλέων ὁ Κλεαινέτου, ὃς δοκεῖ μάλιστα διαφθεῖραι τὸν δῆμον
5ταῖς ὁρμαῖς, καὶ πρῶτος ἐπὶ τοῦ βήματος ἀνέκραγε καὶ ἐλοιδορήσατο, καὶ περιζωσάμενος ἐδημηγόρησε, τῶν ἄλλων ἐν κόσμῳ λεγόντων. εἶτα μετὰ τούτους τῶν μὲν ἑτέρων Θηραμένης ὁ Ἅγνωνος, τοῦ δὲ δήμου Κλεοφῶν ὁ λυροποιός, ὃς καὶ τὴν διωβελίαν ἐπόρισε πρῶτος· καὶ
10χρόνον μέν τινα διεδίδου, μετὰ δὲ ταῦτα κατέλυσε Καλλι‐ κράτης Παιανιεύς, πρῶτος ὑποσχόμενος ἐπιθήσειν πρὸς τοῖν δυοῖν ὀβολοῖν ἄλλον ὀβολόν. τούτων μὲν οὖν ἀμφο‐ τέρων θάνατον κατέγνωσαν ὕστερον· εἴωθεν γὰρ κἂν ἐξαπατηθῇ τὸ πλῆθος ὕστερον μισεῖν τούς τι προαγαγόν‐
Ath
.

28

.

4

τας ποιεῖν αὐτοὺς τῶν μὴ καλῶς ἐχόντων. ἀπὸ δὲ Κλεο‐ φῶντος ἤδη διεδέχοντο συνεχῶς τὴν δημαγωγίαν οἱ μά‐ λιστα βουλόμενοι θρασύνεσθαι καὶ χαρίζεσθαι τοῖς πολ‐
Ath
.

28

.

5

λοῖς πρὸς τὸ παραυτίκα βλέποντες. δοκοῦσι δὲ βέλτιστοι γεγονέναι τῶν Ἀθήνησι πολιτευσαμένων μετὰ τοὺς ἀρ‐ χαίους Νικίας καὶ Θουκυδίδης καὶ Θηραμένης. καὶ περὶ μὲν Νικίου καὶ Θουκυδίδου πάντες σχεδὸν ὁμολογοῦσιν37
5ἄνδρας γεγονέναι οὐ μόνον καλοὺς κἀγαθούς, ἀλλὰ καὶ πολιτικοὺς καὶ τῇ πόλει πάσῃ πατρικῶς χρωμένους, περὶ δὲ Θηραμένους, διὰ τὸ συμβῆναι κατ’ αὐτὸν ταραχώδεις τὰς πολιτείας, ἀμφισβήτησις τῆς κρίσεώς ἐστι. δοκεῖ μέντοι μὴ παρέργως ἀποφαινομένοις οὐχ ὥσπερ αὐτὸν
10διαβάλλουσι πάσας τὰς πολιτείας καταλύειν, ἀλλὰ πάσας προάγειν ἕως μηδὲν παρανομοῖεν, ὡς δυνάμενος πολιτεύ‐ εσθαι κατὰ πάσας, ὅπερ ἐστὶν ἀγαθοῦ πολίτου ἔργον, παρα‐ νομούσαις δὲ οὐ συγχω[ρ]ῶν, ἀλλ’ ἀπεχθανόμενος.
Ath
.

29

.

1

Ἕως μὲν οὖν ἰσόρροπα τὰ πράγματα κατὰ τὸν πόλεμον ἦν, διεφύλαττον τὴν δημοκρατίαν. ἐπεὶ δὲ μετὰ τὴν ἐν Σικελίᾳ γενομένην συμφορὰν ἰσχυρότερα τὰ τῶν Λακεδαι‐ μονίων ἐγένετο διὰ τὴν πρὸς βασιλέα συμμαχίαν, ἠναγ‐
5κάσθησαν κι[νήσα]ντες τὴν δημοκρατίαν καταστῆσαι τὴν ἐπὶ τῶν τετρακοσίων πολιτείαν, εἰπόντος τὸν μὲν πρὸ τοῦ ψηφίσματος λόγον Μηλοβίου, τὴν δὲ γνώμην γράψαντος Πυθοδώρου το[ῦ Ἀναφλ]υ[σ]τίου, μάλιστα δὲ συμπεισθέν‐ των τῶν πολλῶν διὰ τὸ νομίζειν βασιλέα μᾶ[λ]λον ἑαυ‐
10τοῖς συμπολεμήσειν, ἐὰν δι’ ὀλίγων ποιήσωνται τὴν πολι‐38
Ath
.

29

.

2

τείαν. ‖ ἦν δὲ τὸ ψήφισμα τὸ Πυθοδώρου τοιόνδε· τὸν δῆμον ἑλέσθαι μετὰ τῶν προϋπαρχόντων δέκα προβούλων ἄλλους εἴκοσι ἐκ τῶν ὑπὲρ τετταράκοντα ἔτη γεγονότων, οἵτινες ὀμόσαντες ἦ μὴν συγγράψειν ἃ ἂν ἡγῶνται βέλ‐
Ath
.

29

.

3

τιστα εἶναι τῇ πόλει, συγγράψουσι περὶ τῆς σωτηρίας· ἐξεῖναι δὲ καὶ τῶν ἄλλων τῷ βουλομένῳ γράφειν, ἵν’ ἐξ ἁπάντων αἱρῶνται τὸ ἄριστον. Κλειτοφῶν δὲ τὰ μὲν ἄλλα καθάπερ Πυθόδωρος εἶπεν, προσαναζητῆσαι δὲ τοὺς
5αἱρεθέντας ἔγραψεν καὶ τοὺς πατρίους νόμους, οὓς Κλει‐ σθένης ἔθηκεν ὅτε καθίστη τὴν δημοκρατίαν, ὅπως 〈ἂν〉 ἀκούσαντες καὶ τούτων βουλεύσωνται τὸ ἄριστον, ὡς οὐ δημοτικὴν ἀλλὰ παραπλησίαν οὖσαν τὴν Κλεισθένους πο‐
Ath
.

29

.

4

λιτείαν τῇ Σόλωνος. οἱ δ’ αἱρεθέντες πρῶτον μὲν ἔγραψαν ἐπάναγκες εἶναι τοὺς πρυτάνεις ἅπαντα τὰ λεγόμενα περὶ τῆς σωτηρίας ἐπιψηφίζειν, ἔπειτα τὰς τῶν παρανόμων γραφὰς καὶ τὰς εἰσαγγελίας καὶ τὰς προσκλήσεις ἀνεῖλον,
5ὅπως ἂν οἱ ἐθέλοντες Ἀθηναίων συμβουλεύωσι περὶ τῶν προκειμένων. ἐὰν δέ τις τούτων χάριν ἢ ζημιοῖ ἢ προσ‐ καλῆται ἢ εἰσάγῃ εἰς δικαστήριον, ἔνδειξιν αὐτοῦ εἶναι καὶ ἀπαγωγὴν πρὸς τοὺς στρατηγούς, τοὺς δὲ στρατηγοὺς
Ath
.

29

.

5

παραδοῦναι τοῖς ἕνδεκα θανάτῳ ζημιῶσαι. μετὰ δὲ ταῦτα τὴν πολιτείαν διέταξαν τόνδε 〈τὸν〉 τρόπον. τὰ μὲν χρή‐ ματα 〈τὰ〉 προσιόντα μὴ ἐξεῖναι ἄλλοσε δαπανῆσαι ἢ εἰς τὸν πόλεμον, τὰς δ’ ἀρχὰς ἀμίσθους ἄρχειν ἁπάσας ἕως
5ἂν ὁ πόλεμος ᾖ, πλὴν τῶν ἐννέα ἀρχόντων καὶ τῶν πρυτά‐ νεων οἳ ἂν ὦσιν· τούτους δὲ φέρειν τρεῖς ὀβολοὺς ἕκαστον τῆς ἡμέρας. τὴν δ’ ἄλλην πολιτείαν ἐπιτρέψαι πᾶσαν Ἀθηναίων τοῖς δυνατωτάτοις καὶ τοῖς σώμασιν καὶ τοῖς χρήμασιν λῃτουργεῖν, μὴ ἔλαττον ἢ πεντακισχιλίοις, ἕως39
10ἂν ὁ πόλεμος ᾖ. κυρίους δ’ εἶναι τούτους καὶ συνθήκας συντίθεσθαι πρὸς οὓς ἂν ἐθέλωσιν. ἑλέσθαι δὲ καὶ τῆς φυλῆς ἑκάστης δέκα ἄνδρας ὑπὲρ τετταράκοντα ἔτη γεγο‐ νότας, οἵτινες καταλέξουσι τοὺς πεντακισχιλίους ὀμό‐ σαντες καθ’ ἱερῶν τελείων.
Ath
.

30

.

1

Οἱ μὲν οὖν αἱρεθέντες ταῦτα συνέγραψαν. κυρωθέντων δὲ τούτων, εἵλοντο σφῶν αὐτῶν οἱ πεντακισχίλιοι τοὺς ἀναγράψοντας τὴν πολιτείαν ἑκατὸν ἄνδρας. οἱ δ’ αἱρε‐
Ath
.

30

.

2

θέντες ἀνέγραψαν καὶ ἐξήνεγκαν τάδε· βουλεύειν μὲν κατ’ ἐνιαυτὸν τοὺς ὑπὲρ τριάκοντα ἔτη γεγονότας ἄνευ μισθο‐ φορᾶς· τούτων δ’ εἶναι τοὺς στρατηγοὺς καὶ τοὺς ἐννέα ἄρχοντας καὶ τὸν ἱερομνήμονα καὶ τοὺς ταξιάρχους καὶ
5ἱππάρχους καὶ φυλάρχους καὶ ἄρχοντας εἰς τὰ φρούρια καὶ ταμίας τῶν ἱερῶν χρημάτων τῇ θε[ῷ] καὶ τοῖς ἄλλοις θεοῖς δέκα καὶ ἑλληνοταμίας καὶ τῶν ἄλλων ὁσίων χρη‐ μάτων ἁπάντων εἴκοσιν οἳ διαχειριοῦσιν, καὶ ἱεροποιοὺς καὶ ἐπιμελητὰς δέκα ἑκατέρους· αἱρεῖσθαι δὲ πάντας τού‐
10τους ἐκ προκρίτων, ἐκ τῶν ἀεὶ βουλευόντων πλείους προ‐ κρίνοντας· τὰς δ’ ἄλλας ἀρχὰς ἁπάσας κληρωτὰς εἶναι
καὶ μὴ ἐκ τῆς βουλῆς. τοὺς δὲ ἑλληνοταμίας οἳ ἂν δια‐40
Ath
.

30

.

3

χειρίζωσι τὰ χρήματα μὴ συμβουλεύειν. βουλὰς δὲ ποιῆσαι τέτταρας ἐκ τῆς ἡλικίας τῆς εἰρημένης εἰς τὸν λοιπὸν χρό‐ νον, καὶ τούτων τὸ λαχὸν μέρος βουλεύειν, νεῖμαι δὲ καὶ τοὺς ἄλλους πρὸς τὴν λῆξιν ἑκάστην. τοὺς δ’ ἑκατὸν
5ἄνδρας διανεῖμαι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους τέτταρα
Ath
.

30

.

4

μέρη ὡς ἰσαίτατα καὶ διακληρῶσαι καὶ εἰς ἐνιαυτὸν βου‐ λεύειν. 〈βουλεύεσθαι〉 δὲ ᾗ ἂν δοκῇ αὐτοῖς ἄριστα ἕξειν περί τε τῶν χρημάτων, ὅπως ἂν σῷα ᾖ καὶ εἰς τὸ δέον ἀναλίσκηται, καὶ περὶ τῶν ἄλλων ὡς ἂν δύνωνται
5ἄριστα· κἄν τι θέλωσιν βουλεύσασθαι μετὰ πλειόνων, ἐπεισκαλεῖν ἕκαστον ἐπείσκλητον ὃν ἂν ἐθέλῃ τῶν ἐκ τῆς αὐτῆς ἡλικίας. τὰς δ’ ἕδρας ποιεῖν τῆς βουλῆς κατὰ πεν‐ θήμερον, ἐὰν μὴ δέωνται πλειόνων. πληροῦν δὲ τὴν βουλὴν τοὺς ἐννέα ἄρχοντας. τὰς δὲ χειροτονίας κρίνειν πέντε
10τοὺς λαχόντας ἐκ τῆς βουλῆς, καὶ ἐκ τούτων ἕνα κληροῦ‐
Ath
.

30

.

5

σθαι καθ’ ἑκάστην ἡμέραν τὸν ἐπιψηφιοῦντα. κληροῦν δὲ τοὺς λαχόντας πέντε τοὺς ἐθέλοντας προσελθεῖν ἐναντίον τῆς βουλῆς, πρῶτον μὲν ἱερῶν, δεύτερον δὲ κήρυξιν, τρί‐ τον πρεσβείαις, τέταρτον τῶν ἄλλων· τὰ δὲ τοῦ πολέμου
5ὅταν δέῃ ἀκληρωτὶ προσαγαγόντας τοὺς στρατηγοὺς χρη‐
Ath
.

30

.

6

ματίζεσθαι. τὸν δὲ μὴ ἰόντα εἰς τὸ βουλευτήριον τῶν βου‐
λευόντων τὴν ὥραν τὴν προρρηθεῖσαν ὀφείλειν δραχμὴν τῆς ἡμέρας ἑκάστης, ἐὰν μὴ εὑρισκόμενος ἄφεσιν τῆς βου‐ λῆς ἀπῇ. ‖41
Ath
.

31

.

1

Ταύτην μὲν οὖν εἰς τὸν μέλλοντα χρόνον ἀνέγραψαν τὴν πολιτείαν, ἐν δὲ τῷ παρόντι καιρῷ τήνδε· βουλεύειν μὲν τετρακοσίους κατὰ τὰ πάτρια, τετταράκοντα ἐξ ἑκά‐ στης φυλῆς, ἐκ προκρίτων [ο]ὓς ἂν ἕλωνται οἱ φυλέται τῶν
5ὑπὲρ τριάκοντα ἔτη γεγονότων. τούτους δὲ τάς τε ἀρχὰς καταστῆσαι, καὶ περὶ τοῦ ὅρκου ὅντινα χρὴ ὀμόσαι γράψαι, 〈καὶ〉 περὶ τῶν νόμων καὶ τῶν εὐθυ[νῶ]ν καὶ τῶν ἄλλων
Ath
.

31

.

2

πράττειν ᾗ ἂν ἡγῶνται συμφέρειν. τοῖς δὲ νόμοις οἳ ἂν τεθῶσιν περὶ τῶν πολιτικῶν χρῆσθαι, καὶ μὴ ἐξεῖναι μετα‐ κινεῖν μηδ’ ἑτέρους θέσθαι. τῶν δὲ στρατηγῶν τὸ νῦν εἶναι τὴν αἵρεσιν ἐξ ἁπάντων ποιεῖσθαι τῶν πεντακισχι‐
5λίων, τὴν δὲ βουλὴν ἐπειδὰν καταστῇ, ποιήσασαν ἐξέτασιν 〈ἐν〉 ὅπλοις ἑλέσθαι δέκα ἄνδρας καὶ γραμματέα τούτοις, τοὺς δὲ αἱρεθέντας ἄρχειν τὸν εἰσιόντα ἐνιαυτὸν αὐτοκράτο‐ ρας, καὶ ἄν τι δέωνται συμβουλεύεσθαι μετὰ τῆς βουλῆς.
Ath
.

31

.

3

ἑλέσθαι δὲ καὶ ἵππαρχον ἕνα καὶ φυλάρχους δέκα. τὸ δὲ λοιπὸν τὴν αἵρεσιν ποιεῖσθαι τούτων τὴν βουλὴν κατὰ τὰ γεγραμμένα. τῶν δ’ ἄλλων ἀρχῶν πλὴν τῆς βουλῆς καὶ τῶν στρατηγῶν μὴ ἐξεῖναι μήτε τούτοις μήτε ἄλλῳ μη‐
5δενὶ πλέον ἢ ἅπαξ ἄρξαι τὴν αὐτὴν ἀρχήν. εἰς δὲ τὸν ἄλλον
χρόνον ἵνα νεμηθῶσιν οἱ τετρακόσιοι εἰς τὰς τέτταρας λήξεις, ὅταν τοῖσ αὐτοῖς γίγνηται μετὰ τῶν ἄλλων βου‐ λεύειν, διανειμάντων αὐτοὺς οἱ ἑκατὸν ἄνδρες.42
Ath
.

32

.

1

Οἱ μὲν οὖν ἑκατὸν οἱ ὑπὸ τῶν πεντακισχιλίων αἱρεθέντες ταύτην ἀνέγραψαν τὴν πολιτείαν. ἐπικυρωθέντων δὲ τού‐ των ὑπὸ τοῦ πλήθους, ἐπιψηφίσαντος Ἀριστομάχου, ἡ μὲν βουλὴ 〈ἡ〉 ἐπὶ Καλλίου πρὶν διαβουλεῦσαι κατελύθη
5μηνὸς Θαργηλιῶνος τετράδι ἐπὶ δέκα, οἱ δὲ τετρακόσιοι εἰσῄεσαν ἐνάτῃ φθίνοντος Θαργηλιῶνος· ἔδει δὲ τὴν εἰλη‐ χυῖαν τῷ κυάμῳ βουλὴν εἰσιέναι δʹ ἐπὶ δέκα Σκιροφοριῶ‐
Ath
.

32

.

2

νος. ἡ μὲν οὖν ὀλιγαρχία τοῦτον κατέστη τὸν τρόπον, ἐπὶ Καλλίου μὲν ἄρχοντος, ἔτεσιν δ’ ὕστερον τῆς τῶν τυράν‐ νων ἐκβολῆς μάλιστα ἑκατὸν, αἰτίων μάλιστα γενομένων Πεισάνδρου καὶ Ἀντιφῶντος καὶ Θηραμένους, ἀνδρῶν καὶ
5γεγενημένων εὖ καὶ συνέσει καὶ γνώμῃ δοκούντων δια‐
Ath
.

32

.

3

φέρειν. γενομένης ‖ δὲ ταύτης τῆς πολιτείας, οἱ μὲν πεντα‐ κισχίλιοι λόγῳ μόνον ᾑρέθησαν, οἱ δὲ τετρακόσιοι μετὰ τῶν δέκα τῶν αὐτοκρατόρων εἰσελθόντες εἰς τὸ βουλευτή‐ ριον ἦρχον τῆς πόλεως, καὶ πρὸς Λακεδαιμονίους πρεσβευ‐
5σάμενοι κατελύοντο τὸν πόλεμον, ἐφ’ οἷς ἑκάτεροι τυγχά‐ νουσιν ἔχοντες· οὐχ ὑπακουόντων δ’ ἐκείνων, εἰ μὴ καὶ τὴν ἀρχὴν τῆς θαλάττης ἀφήσουσιν, οὕτως ἀπέστησαν.
Ath
.

33

.

1

Μῆνας μὲν οὖν ἴσως τέτταρας διέμεινεν ἡ τῶν τετρακο‐
σίων πολιτεία, καὶ ἦρξεν ἐξ αὐτῶν Μνησίλοχος δίμηνον ἐπὶ Θεοπόμπου ἄρχοντος, 〈ὃσ〉 ἦρξε τοὺς ἐπιλοίπους δέκα μῆνας. ἡττηθέντες δὲ τῇ περὶ Ἐρέτριαν ναυμαχίᾳ, καὶ43
5τῆς Εὐβοίας ἀποστάσης ὅλης πλὴν Ὠρεοῦ, χαλεπῶς ἐνεγ‐ κόντες ἐπὶ τῇ συμφορᾷ μάλιστα τῶν προγεγενημένων (πλείω γὰρ ἐκ τῆς Εὐβοίας ἢ τῆς Ἀττικῆς ἐτύγχανον ὠφελούμενοι), κατέλυσαν τοὺς τετρακοσίους, καὶ τὰ πρά‐ γματα παρέδωκαν τοῖς πεντακισχιλίοις τοῖς ἐκ τῶν ὅπλων,
Ath
.

33

.

2

ψηφισάμενοι μηδεμίαν ἀρχὴν εἶναι μισθοφόρον. αἰτιώ‐ τατοι δ’ ἐγένοντο τῆς καταλύσεως Ἀριστοκράτης καὶ Θηραμένης, οὐ συναρεσκόμενοι τοῖς ὑπὸ τῶν τετρακοσίων γιγνομένοις. ἅπαντα γὰρ δι’ αὑτῶν ἔπραττον, οὐδὲν ἐπανα‐
5φέροντες τοῖς πεντακισχιλίοις. δοκοῦσι δὲ καλῶς πολι‐ τευθῆναι κατὰ τούτους τοὺς καιρούς, πολέμου τε καθε‐ στῶτος καὶ ἐκ τῶν ὅπλων τῆς πολιτείας οὔσης.
Ath
.

34

.

1

Τούτους μὲν οὖν ἀφείλετο τὴν πολιτείαν ὁ δῆμος διὰ τάχους. ἔτει δ’ ἕκτῳ μετὰ τὴν τῶν τετρακοσίων κατά‐ λυσιν, ἐπὶ Καλλίου τοῦ Ἀγγελῆθεν ἄρχοντος, γενομένης τῆς ἐν Ἀργινούσσαις ναυμαχίας, πρῶτον μὲν τοὺς δέκα
5στρατηγοὺς τοὺς τῇ ναυμαχίᾳ νικῶντας συνέβη κριθῆναι
μιᾷ χειροτονίᾳ πάντας, τοὺς μὲν οὐδὲ συνναυμαχήσαντας, τοὺς δ’ ἐπ’ ἀλλοτρίας νεὼς σωθέντας, ἐξαπατηθέντος τοῦ δήμου διὰ τοὺς παροργίσαντας· ἔπειτα βουλομένων Λακε‐ δαιμονίων ἐκ Δεκελείας ἀπιέναι καὶ ἐφ’ οἷς ἔχουσιν ἑκά‐44
10τεροι εἰρήνην ἄγειν, ἔνιοι μὲν ἐσπούδαζον, τὸ δὲ πλῆθος ‖ οὐχ ὑπήκουσεν ἐξαπατηθέντες ὑπὸ Κλεοφῶντος, ὃς ἐκώ‐ λυσε γενέσθαι τὴν εἰρήνην, ἐλθὼν εἰς τὴν ἐκκλησίαν με‐ θύων καὶ θώρακα ἐνδεδυκώς, οὐ φάσκων ἐπιτρέψειν ἐὰν
Ath
.

34

.

2

μὴ πάσας ἀφῶσι Λακεδαιμόνιοι τὰς πόλεις. οὐ χρησά‐ μενοι δὲ καλῶς τότε τοῖς πράγμασι, μετ’ οὐ πολὺν χρόνον ἔγνωσαν τὴν ἁμαρτίαν. τῷ γὰρ ὕστερον ἔτει, ἐπ’ Ἀλεξίου ἄρχοντος, ἠτύχησαν τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, ἐξ
5ἧς συνέβη κύριον γενόμενον τῆς πόλεως Λύσανδρον
Ath
.

34

.

3

καταστῆσαι τοὺς τριάκοντα τρόπῳ τοιῷδε. τῆς εἰρήνης γενομένης αὐτοῖς ἐφ’ ᾧ τε πολιτεύσονται τὴν πάτριον πολιτείαν, οἱ μὲν δημοτικοὶ διασῴζειν ἐπειρῶντο τὸν δῆ‐ μον, τῶν δὲ γνωρίμων οἱ μὲν ἐν ταῖς ἑταιρείαις ὄντες, καὶ
5τῶν φυγάδων οἱ μετὰ τὴν εἰρήνην κατελθόντες ὀλιγαρ‐ χίας ἐπεθύμουν, οἱ δ’ ἐν ἑταιρείᾳ μὲν οὐδεμιᾷ συγκαθε‐ στῶτες, [ἄ]λλως δὲ δοκοῦντες οὐδενὸς ἐπιλείπεσθαι τῶν πολιτῶν, τὴν πάτριον πολιτείαν ἐζήτουν· ὧν ἦν μὲν καὶ
Ἀρχῖνος καὶ Ἄνυτος καὶ Κλειτοφῶν καὶ Φορμίσιος καὶ45
10ἕτεροι πολλοί, προειστήκει δὲ μάλιστα Θηραμένης. Λυσάν‐ δρου δὲ προσθεμένου τοῖς ὀλιγαρχικοῖς, καταπλαγεὶς ὁ δῆμος ἠναγκάσθη χειροτονεῖν τὴν ὀλιγαρχίαν. ἔγραψε δὲ τὸ ψήφισμα Δρακοντίδης Ἀφιδναῖος.
Ath
.

35

.

1

Οἱ μὲν οὖν τριάκοντα τοῦτον τὸν τρόπον κατέστησαν ἐπὶ Πυθοδώρου ἄρχοντος. γενόμενοι δὲ κύριοι τῆς πόλεως, τὰ μὲν ἄλλα τὰ δόξαντα περὶ τῆς πολιτείας παρεώρων, πεντακοσίους δὲ βουλευτὰς καὶ τὰς ἄλλας ἀρχὰς κατα‐
5στήσαντες ἐκ προκρίτων ἐκ τῶν χιλίων, καὶ προσελό‐ μενοι σφίσιν αὐτοῖς τοῦ Πειραιέως ἄρχοντας δέκα, καὶ τοῦ δεσμωτηρίου φύλακας ἕνδεκα, καὶ μαστιγοφόρους τριακο‐
Ath
.

35

.

2

σίους ὑπηρέτας κατεῖχον τὴν πόλιν δι’ ἑαυτῶν. τὸ μὲν οὖν πρῶτον μέτριοι τοῖς πολίταις ἦσαν καὶ προσεποιοῦντο διώκειν τὴν πάτριον πολιτείαν, καὶ τούς τ’ Ἐφιάλτου καὶ Ἀρχεστράτου νόμους τοὺς περὶ τῶν Ἀρεοπαγιτῶν καθεῖ‐
5λον ἐξ Ἀρείου πάγο[υ], καὶ τῶν Σόλωνος θεσμῶν ὅσοι διαμφισβητήσεις ἔσχον, καὶ τὸ κῦρος ὃ ἦν ἐν τοῖς δικα‐ σταῖς κατέλυσαν, ὡς ἐπανορθοῦντες καὶ ποιοῦντες ἀναμ‐ φισβήτητον τὴν πολιτείαν, οἷον ‖ 〈τὸν〉 περὶ τοῦ δοῦναι τὰ ἑαυτοῦ ᾧ ἂν ἐθέλῃ κύριον ποιήσαντες καθάπαξ· τὰς δὲ
10προσούσας δυσκολίας, ‘ἐὰν μὴ μανιῶν ἢ γηρῶν ἢ γυναικὶ πιθόμενοσ‘, ἀφεῖλον ὅπως μὴ ᾖ τοῖς συκοφάνταις ἔφοδος·46
Ath
.

35

.

3

ὁμοίως δὲ τοῦτ’ ἔδρων καὶ ἐπὶ τῶν ἄλλων. κατ’ ἀρχὰς μὲν οὖν ταῦτ’ ἐποίουν, καὶ τοὺς συκοφάντας καὶ τοὺς τῷ δήμῳ πρὸς χάριν ὁμιλοῦντας παρὰ τὸ βέλτιστον καὶ κακοπρά‐ γμονας ὄντας καὶ πονηροὺς ἀνῄρουν, ἐφ’ οἷς ἔχαιρεν ἡ
5πόλις γιγνομένοις, ἡγούμενοι τοῦ βελτίστου χάριν ποιεῖν
Ath
.

35

.

4

αὐτούς. ἐπεὶ δὲ τὴν πόλιν ἐγκρατέστερον ἔσχον, οὐδενὸς ἀπείχοντο τῶν πολιτῶν, ἀλλ’ ἀπέκτειναν τοὺς καὶ ταῖς οὐσίαις καὶ τῷ γένει καὶ τοῖς ἀξιώμασιν προέχοντας, ὑπεξ‐ αιρούμενοί τε τὸν φόβον καὶ βουλόμενοι τὰς οὐσίας διαρ‐
5πάζειν. καὶ χρόνου διαπεσόντος βραχέος, οὐκ ἐλάττους ἀνῃρήκεσαν ἢ χιλίους πεντακοσίους.
Ath
.

36

.

1

Οὕτως δὲ τῆς πόλεως ὑποφερομένης, Θηραμένης ἀγανα‐ κτῶν ἐπὶ τοῖς γιγνομένοις, τῆς μὲν ἀσελγείας αὐτοῖς παρῄ‐ νει παύσασθαι, μεταδοῦναι δὲ τῶν πραγμάτων τοῖς βελτί‐ στοις. οἱ δὲ πρῶτον ἐναντιωθέντες, ἐπεὶ διεσπάρησαν οἱ
5λόγοι πρὸς τὸ πλῆθος καὶ πρὸς τὸν Θηραμένην οἰκείως εἶχον οἱ πολλοί, φοβηθέντες μὴ προστάτης γενόμενος τοῦ δήμου καταλύσῃ τὴν δυναστείαν, καταλέγουσιν τῶν πολι‐
Ath
.

36

.

2

τῶν τρισχιλίους, ὡς μεταδώσοντες τῆς πολιτείας. Θηρα‐ μένης δὲ πάλιν ἐπιτιμᾷ καὶ τούτοις, πρῶτον μὲν ὅτι βου‐
λόμενοι μεταδοῦναι τοῖς ἐπιεικέσι τρισχιλίοις μόνοις μετα‐ διδόασι, ὡς ἐν τούτῳ τῷ πλήθει τῆς ἀρετῆς ὡρισμένης,47
5ἔπειθ’ ὅτι δύο τὰ ἐναντιώτατα ποιοῦσιν, βίαιόν τε τὴν ἀρχὴν καὶ τῶν ἀρχομένων ἥττω κατασκευάζοντες. οἱ δὲ τούτων μὲν ὠλιγώρησαν, τὸν δὲ κατάλογον τῶν τρισχιλίων πολὺν μὲν χρόνον ὑπερεβάλλοντο καὶ παρ’ αὑτοῖς ἐφύ‐ λαττον τοὺς ἐγνωσμένους, ὅτε δὲ καὶ δόξειεν αὐτοῖς ἐκ‐
10φέρειν, τοὺς μὲν ἐξήλειφον τῶν 〈ἐγ〉γεγραμμένων, τοὺς δ’ ἀντενέγραφον τῶν ἔξωθεν.
Ath
.

37

.

1

Ἤδη δὲ τοῦ χειμῶνος ἐνεστῶτος, καταλαβόντος Θρασυ‐ βούλου μετὰ τῶν φυγάδων Φυλήν, καὶ κατὰ τὴν στρατιὰν ἣν ἐξήγαγον οἱ τριάκοντα κακῶς ἀποχωρήσαντες, ἔγνω‐ σαν τῶν μὲν ἄλλων τὰ ὅπλα παρελέσθαι, Θηραμένην δὲ
5διαφθεῖραι τόνδε 〈τὸν〉 τρόπον· νόμους εἰσήνεγκαν εἰς τὴν βουλὴν δύο κελεύοντες ‖ ἐπιχειροτονεῖν, ὧν ὁ μὲν εἷς αὐτοκράτορας ἐποίει τοὺς τριάκοντα, τῶν πολιτῶν ἀπο‐ κτεῖναι τοὺς μὴ τοῦ καταλόγου μετέχοντας τῶν τρισχι‐ λίων, ὁ δ’ ἕτερος ἐκώλυε κοινωνεῖν τῆς παρούσης πολιτείας,
10ὅσοι τυγχάνουσιν τὸ ἐν Ἠετιωνείᾳ τεῖχος κατασκάψαντες, ἢ τοῖς τετρακοσίοις ἐναντίον τι πράξαντες τοῖς κατα‐ σκευάσασι τὴν προτέραν ὀλιγαρχίαν· ὧν ἐτύγχανεν ἀμφοτέ‐ ρων κεκοινωνηκὼς ὁ Θηραμένης, ὥστε συνέβαινεν ἐπι‐ κυρωθέντων τῶν νόμων, ἔξω τε γίγνεσθαι τῆς πολιτείας
15αὐτόν, καὶ τοὺς τριάκοντα κυρίους εἶναι θανατοῦντας.
Ath
.

37

.

2

ἀναιρεθέντος δὲ Θηραμένους, τά τε ὅπλα παρείλοντο πάν‐
των πλὴν τῶν τρισχιλίων, καὶ ἐν τοῖς ἄλλοις πολὺ πρὸς ὠμότητα καὶ πονηρίαν ἐπέδοσαν. πρέσβεις 〈δὲ〉 πέμψαν‐ τες εἰς Λακεδαίμονα τοῦ τε Θηραμένους κατηγόρουν, καὶ48
5βοηθεῖν αὑτοῖς ἠξίουν. ὧν ἀκούσαντες οἱ Λακεδαιμόνιοι Καλλίβιον ἀπέστειλαν ἁρμοστὴν καὶ στρατιώτας ὡς ἑπτα‐ κοσίους, οἳ τὴν ἀκρόπολιν ἐλθόντες ἐφρούρουν.
Ath
.

38

.

1

Μετὰ δὲ ταῦτα καταλαβόντων τῶν ἀπὸ Φυλῆς τὴν Μου‐ νιχίαν, καὶ νικησάντων μάχῃ τοὺς μετὰ τῶν τριάκοντα βοηθήσαντας, ἐπαναχωρήσαντες μετὰ τὸν κίνδυνον οἱ ἐκ τοῦ ἄστεως, καὶ συναθροισθέντες εἰς τὴν ἀγορὰν τῇ ὑστε‐
5ραίᾳ τοὺς μὲν τριάκοντα κατέλυσαν, αἱροῦνται δὲ δέκα τῶν πολιτῶν αὐτοκράτορας ἐπὶ τὴν τοῦ πολέμου κατάλυσιν. οἱ δὲ παραλαβόντες τὴν ἀρχήν, ἐφ’ οἷς μὲν ᾑρέθησαν οὐκ ἔπρατ‐ τον, ἔπεμπον δ’ εἰς Λακεδαίμονα βοήθειαν μεταπεμπό‐
Ath
.

38

.

2

μενοι καὶ χρήματα δανειζόμενοι. χαλεπῶς δὲ φερόντων ἐπὶ τούτοις τῶν ἐν τῇ πολιτείᾳ, φοβούμενοι μὴ καταλυθῶ‐ σιν τῆς ἀρχῆς, καὶ βουλόμενοι καταπλῆξαι τοὺς ἄλλους (ὅπερ ἐγένετο), συλλαβόντες [Δ]ημάρετον οὐδενὸς ὄντα
5δεύτερον τῶν πολιτῶν ἀπέκτειναν, καὶ τὰ πράγματα βεβαί‐ ως εἶχον, συναγωνιζομένου Καλλιβίου τε καὶ τῶν Πελο‐ ποννησίων τῶν παρόντων, καὶ πρὸς τούτοις ἐνίων τῶν ἐν τοῖς ἱππεῦσι· τούτων γάρ τινες μάλιστα τῶν πολιτῶν
Ath
.

38

.

3

ἐσπούδαζον μὴ κατελθεῖν τοὺς ἀπὸ Φυλῆς. ὡς δ’ οἱ τὸν
Πειραιέα καὶ τὴν Μουνιχίαν ἔχοντες, ἀποστάντος ἅπαντος τοῦ δήμου πρὸς αὐτούς, ἐπεκράτουν τῷ πολέμῳ, τότε κατα‐ λύσαντες τοὺς δέκα τοὺς πρώτους αἱρεθέντας ἄλλους εἵ‐49
5λοντο δέκα τοὺς βελτίστους εἶναι δοκοῦντας, ἐφ’ ὧν συνέβη καὶ τὰς διαλύσεις ‖ γενέσθαι καὶ κατελθεῖν τὸν δῆμον, συναγωνιζομένων καὶ προθυμουμένων τούτων. προει‐ στήκεσαν δ’ αὐτῶν μάλιστα Ῥίνων τε ὁ Παιανιεὺς καὶ Φάυλλος ὁ Ἀχερδούσιος· οὗτοι γὰρ πρίν τε Παυσανίαν
10τ’ ἀφικέσθαι διεπέμποντο πρὸς τοὺς ἐν Πειραιεῖ, καὶ
Ath
.

38

.

4

ἀφικομένου συνεσπούδασαν τὴν κάθοδον. ἐπὶ πέρας γὰρ ἤγαγε τὴν εἰρήνην καὶ τὰς διαλύσεις Παυσανίας ὁ τῶν Λακεδαιμονίων βασιλεύς, μετὰ τῶν δέκα διαλλακτῶν τῶν ὕστερον ἀφικομένων ἐκ Λακεδαίμονος, οὓς αὐτὸς ἐσπού‐
5δασεν ἐλθεῖν· οἱ δὲ περὶ τὸν Ῥίνωνα διά τε τὴν εὔνοιαν τὴν εἰς τὸν δῆμον ἐπῃνέθησαν, καὶ λαβόντες τὴν ἐπιμέ‐ λειαν ἐν ὀλιγαρχίᾳ, τὰς εὐθύνας ἔδοσαν ἐν δημοκρατίᾳ, καὶ οὐδεὶς οὐδὲν ἐνεκάλεσεν αὐτοῖς, οὔτε τῶν ἐν ἄστει μεινάν‐ των, οὔτε τῶν ἐκ Πειραιέως κατελθόντων, ἀλλὰ διὰ ταῦτα
10καὶ στρατηγὸς εὐθὺς ᾑρέθη Ῥίνων.
Ath
.

39

.

1

Ἐγένοντο δ’ αἱ διαλύσεις ἐπ’ Εὐκλείδου ἄρχοντος κατὰ τὰς συνθήκας τάσδε. τοὺς βουλομένους Ἀθηναίων τῶν ἐν ἄστει μεινάντων ἐξοικεῖν ἔχειν Ἐλευσῖνα ἐπιτίμους ὄντας καὶ κυρίους καὶ αὐτοκράτορας ἑαυτῶν καὶ τὰ αὑτῶν
Ath
.

39

.

2

καρπουμένους. τὸ δ’ ἱερὸν εἶναι κοινὸν ἀμφοτέρων, ἐπι‐
μελεῖσθαι δὲ Κήρυκας καὶ Εὐμολπίδας κατὰ τὰ πάτρια. μὴ ἐξεῖναι δὲ μήτε τοῖς Ἐλευσινόθεν εἰς τὸ ἄστυ μήτε τοῖς ἐκ τοῦ ἄστεως Ἐλευσῖνάδε ἰέναι, πλὴν μυστηρίοις ἑκατέ‐50
5ρους. συντελεῖν δὲ ἀπὸ τῶν προσιόντων εἰς τὸ συμμαχι‐
Ath
.

39

.

3

κὸν καθάπερ τοὺς ἄλλους Ἀθηναίους. ἐὰν δέ τινες τῶν ἀπιόντων οἰκίαν λαμβάνωσιν Ἐλευσῖνι, συμπείθειν τὸν κεκτημένον. ἐὰν δὲ μὴ συμβαίνωσιν ἀλλήλοις, τιμητὰς ἑλέσθαι τρεῖς ἑκάτερον, καὶ ἥντιν’ ἂν οὗτοι τάξωσιν τιμὴν
5λαμβάνειν. Ἐλευσινίων δὲ συνοικεῖν οὓς ἂν οὗτοι βού‐
Ath
.

39

.

4

λωνται. τὴν δ’ ἀπογραφὴν εἶναι τοῖς βουλομένοις ἐξοι‐ κεῖν, τοῖς μὲν ἐπιδημοῦσιν ἀφ’ ἧς ἂν ὀμόσωσιν τοὺς ὅρ‐ κους δ[έκ]α ἡμερῶν, τὴν δ’ ἐξοίκησιν εἴκοσι, τοῖς δ’ ἀπο‐
Ath
.

39

.

5

δημοῦσιν ἐπειδὰν ἐπιδημήσωσιν κατὰ ταὐτά. μὴ ἐξεῖναι δὲ ἄρχειν μηδεμίαν ἀρχὴν τῶν ἐν τῷ ἄστει τὸν Ἐλευσῖνι κατοικοῦντα, πρὶν ἂν ἀπογράψηται πάλιν ἐν τῷ ἄστει κατοικεῖν. τὰς δὲ ‖ δίκας τοῦ φόνου εἶναι
5κατὰ τὰ πάτρια, εἴ τίς τινα αὐτοχειρίᾳ ἔκτεινεν ἢ ἔτρωσεν.
Ath
.

39

.

6

τῶν δὲ παρεληλυθότων μηδενὶ πρὸς μηδένα μνησικακεῖν ἐξεῖναι, πλὴν πρὸς τοὺς τριάκοντα καὶ τοὺς δέκα καὶ τοὺς ἕνδεκα καὶ τοὺς τοῦ Πειραιέως ἄρξαντας, μηδὲ πρὸς τού‐ τους, ἐὰν διδῶσιν εὐθύνας. εὐθύνας δὲ δοῦναι τοὺς μὲν
5ἐν Πειραιεῖ ἄρξαντας ἐν τοῖς ἐν Πειραιεῖ, τοὺς δ’ ἐν τῷ ἄστει ἐν τοῖς τὰ τιμήματα παρεχομένοις. εἶθ’ οὕτως ἐξοικεῖν τοὺς ἐθέλοντας. τὰ δὲ χρήματα ἃ ἐδανείσαντο εἰς τὸν πόλεμον ἑκατέρους ἀποδοῦναι χωρίς.51
Ath
.

40

.

1

Γενομένων δὲ τοιούτων τῶν διαλύσεων, καὶ φοβουμέ‐ νων, ὅσοι μετὰ τῶν τριάκοντα συνεπολέμησαν, καὶ πολ‐ λῶν μὲν ἐπινοούντων ἐξοικεῖν, ἀναβαλλομένων δὲ τὴν ἀπο‐ γραφὴν εἰς τὰς ἐσχάτας ἡμέρας, ὅπερ εἰώθασιν ποιεῖν
5ἅπαντες, Ἀρχῖνος συνιδὼν τὸ πλῆθος καὶ βουλόμενος κατασχεῖν αὐτούς, ὑφεῖλε τὰς ὑπολοίπους ἡμέρας τῆς ἀπο‐ γραφῆς, ὥστε συναναγκασθῆναι μένειν πολλοὺς ἄκοντας,
Ath
.

40

.

2

ἕως ἐθάρρησαν. καὶ δοκεῖ τοῦτό τε πολιτεύσασθαι καλῶς Ἀρχῖνος, καὶ μετὰ ταῦτα γραψάμενος τὸ ψήφισμα τὸ Θρασυβούλου παρανόμων, ἐν ᾧ μετεδίδου τῆς πολιτείας πᾶσι τοῖς ἐκ Πειραιέως συγκατελθοῦσι, ὧν ἔνιοι φανερῶς
5ἦσαν δοῦλοι, καὶ τρίτον, ἐπεί τις ἤρξατο τῶν κατεληλυθό‐ των μνησικακεῖν, ἀπαγαγὼν τοῦτον ἐπὶ τὴν βουλὴν καὶ πείσας ἄκριτον ἀποκτεῖναι, λέγων ὅτι νῦν δείξουσιν, εἰ βούλονται τὴν δημοκρατίαν σῴζειν καὶ τοῖς ὅρκοις ἐμμέ‐ νειν· ἀφέντας μὲν γὰρ τοῦτον προτρέψειν καὶ τοὺς ἄλλους,
10ἐὰν δ’ ἀνέλωσιν, παράδειγμα ποιήσειν ἅπασιν. ὅπερ καὶ συνέπεσεν· ἀποθανόντος γὰρ οὐδεὶς πώποτε ὕστερον ἐμνησικάκησεν, ἀλλὰ δοκοῦσιν κάλλιστα δὴ καὶ πολιτι‐ κώτατα ἁπάντων καὶ ἰδίᾳ καὶ κοινῇ χρήσασθαι ταῖς προ‐
Ath
.

40

.

3

γεγενημέναις συμφοραῖς· οὐ γὰρ μόνον τὰς περὶ τῶν προ‐
τέρων αἰτίας ἐξήλειψαν, ἀλλὰ καὶ τὰ χρήματα Λακεδαι‐ μονίοις, ἃ οἱ τριάκοντα πρὸς τὸν πόλεμον ἔλαβον, ἀπέ‐ δοσαν κοινῇ, κελευουσῶν τῶν συνθηκῶν ἑκατέρους ἀποδι‐52
5δόναι χωρίς, τούς τ’ ἐκ τοῦ ἄστεως καὶ τοὺς ἐκ τοῦ Πει‐ ραιέως, ἡγούμενοι τοῦτο πρῶτον ἄρχειν δεῖν τῆς ὁμονοίας· ἐν δὲ ταῖς ἄλλαις πόλεσιν οὐχ οἷον ἔτι προστιθέασιν τῶν οἰκείων οἱ δῆμοι κρατήσαντες, ἀλλὰ καὶ τὴν ‖ χώραν ἀνά‐
Ath
.

40

.

4

δαστον ποιοῦσιν. διελύθησαν δὲ καὶ πρὸς τοὺς ἐν Ἐλευσῖνι [κατο]ικήσαντας, ἔτει τρίτῳ μετὰ τὴν ἐξοίκησιν, ἐπὶ Ξε[ναι]νέτου ἄρχοντος.
Ath
.

41

.

1

Ταῦτα μὲν οὖν ἐν τοῖς ὕστε[ρο]ν συνέβη γενέσθαι και‐ ροῖς, τότε δὲ κύριος ὁ δῆμος γενόμενος τῶν πραγμάτων, ἐνεστήσατο τὴν νῦν οὖσαν πολιτείαν, ἐπὶ Πυθοδώρου μὲν ἄρχοντος ** δοκοῦντος δὲ δικαίως τοῦ δήμου λαβεῖν τὴν
5π[ο]λιτείαν, διὰ τὸ ποιήσασθαι τὴν κάθοδον δι’ αὑτοῦ τὸν
Ath
.

41

.

2

δῆμον. ἦν δὲ τῶν μεταβολῶν ἑνδεκάτη τὸν ἀριθμὸν αὕτη. πρώτη μὲν γὰρ ἐγένετο μετάστασις τῶν ἐξ ἀρχῆς Ἴωνος καὶ τῶν μετ’ αὐτοῦ συνοικησάντων· τότε γὰρ πρῶτον εἰς τὰς τέτταρας συνενεμήθησαν φυλάς, καὶ τοὺς φυλοβασιλέας
5κατέστησαν. δευτέρα δὲ καὶ πρώτη μετὰ ταύτη[ν] ἔχουσά τι πολιτείας τάξις ἡ ἐπὶ Θησέως γενομένη, μικρὸν παρεγ‐ κλίνουσα τῆς βασιλικῆς. μετὰ δὲ ταύτην ἡ ἐπὶ Δράκοντος, ἐν ᾗ καὶ νόμους ἀνέγραψαν πρῶτον. τρίτη δ’ ἡ μετὰ τὴν στάσιν ἡ ἐπὶ Σόλωνος, ἀφ’ ἧς ἀρχὴ δημοκρατίας ἐγένετο.53
10τετάρτη δ’ ἡ ἐπὶ Πεισιστράτου τυραννίς. πέμπτη δ’ ἡ μετὰ 〈τὴν〉 τῶν τυράννων κατάλυσιν ἡ Κλεισθένους, δη‐ μοτικωτέρα τῆς Σόλωνος. ἕκτη δ’ ἡ μετὰ τὰ Μηδικά, τῆς ἐξ Ἀρείου πάγου βουλῆς ἐπιστατούσης. ἑβδόμη δὲ ἡ μετὰ ταύτην, ἣν Ἀριστείδης μὲν ὑπέδειξεν, Ἐφιάλτης δ’
15ἐπετέλεσεν, καταλύσας τὴν Ἀρεοπαγῖτιν βουλήν· ἐν ᾗ πλεῖστα συνέβη τὴν πόλιν διὰ τοὺς δημαγωγοὺς ἁμαρτά‐ νειν διὰ τὴν τῆς θαλάττης ἀρχήν. ὀγδόη δ’ ἡ τῶν τετρα‐ κοσίων κατάστασις, καὶ 〈ἡ〉 μετὰ ταύτην, ἐνάτη δέ, δη‐ μοκρατία πάλιν. δεκάτη δ’ ἡ τῶν τριάκοντα καὶ ἡ τῶν δέκα
20τυραννίς. ἑνδεκάτη δ’ ἡ μετὰ τὴν ἀπὸ Φυλῆς καὶ ἐκ Πει‐ ραιέως κάθοδον, ἀφ’ ἧς διαγεγένηται μέχρι τῆς νῦν, ἀεὶ προσεπιλαμβάνουσα τῷ πλήθει τὴν ἐξουσίαν. ἁπάντων γὰρ αὐτὸς αὑτὸν πεποίηκεν ὁ δῆμος κύριον, καὶ πάντα διοικεῖται ψηφίσμασιν καὶ δικαστηρίοις, ἐν οἷς ὁ δῆμός
25ἐστιν ὁ κρατῶν. καὶ γὰρ αἱ τῆς βουλῆς κρίσεις εἰς
τὸν δῆμον ἐληλύθασιν. καὶ τοῦτο δοκοῦσι ποιεῖν ὀρθῶς· εὐδιαφθορώτεροι γὰρ ὀλίγοι τῶν πολλῶν εἰσιν καὶ κέρδει54
Ath
.

41

.

3

καὶ χάρισιν. μισθοφόρον δ’ ἐκκλησίαν τὸ μὲν πρῶτον ἀπέ‐ γνωσαν ποιεῖν· οὐ συλλεγομένων δ’ εἰς τὴν ἐκκλησίαν, ἀλλὰ πολλὰ σοφιζομένων τῶν πρυτάνεων, ὅπως προσιστῆ‐ ται τὸ πλῆθος πρὸς τὴν ἐπι‖κύρωσιν τῆς χειροτονίας,
5πρῶτον μὲν Ἀγύρριος ὀβολὸν ἐπόρισεν, μετὰ δὲ τοῦτον Ἡρακλείδης ὁ Κλαζομένιος ὁ βασιλεὺς ἐπικαλούμενος διώ‐ βολον, πάλιν δ’ Ἀγύρριος τριώβολον.
Ath
.

42

.

1

Ἔχει δ’ ἡ νῦν κατάστασις τῆς πολιτείας τόνδε τὸν τρόπον. μετέχουσιν μὲν τῆς πολιτείας οἱ ἐξ ἀμφοτέρων γεγονότες ἀστῶν, ἐγγράφονται δ’ εἰς τοὺς δημότας ὀκτω‐ καίδεκα ἔτη γεγονότες. ὅταν δ’ ἐγγράφωνται, διαψηφί‐
5ζονται περὶ αὐτῶν ὀμόσαντες οἱ δημόται, πρῶτον μὲν εἰ δοκοῦσι γεγονέναι τὴν ἡλικίαν τὴν ἐκ τοῦ νόμου, κἂν μὴ δόξωσι, ἀπέρχονται πάλιν εἰς παῖδας, δεύτερον δ’ εἰ ἐλεύ‐ θερός ἐστι καὶ γέγονε κατὰ τοὺς νόμους. ἔπειτ’ ἂν μὲν ἀποψηφίσωνται μὴ εἶναι ἐλεύθερον, ὁ μὲν ἐφίησιν εἰς τὸ
10δικαστήριον, οἱ δὲ δημόται κατηγόρους αἱροῦνται πέντε [ἄν]δρας ἐξ αὑτῶν, κἂν μὲν μὴ δόξῃ δικαίως ἐγγράφεσθαι, πωλεῖ τοῦτον ἡ πόλις· ἐὰν δὲ νικήσῃ, τοῖς [δ]ημόταις ἐπά‐
Ath
.

42

.

2

ναγκες ἐγγράφειν. μετὰ δὲ ταῦτα δ[οκ]ιμάζει τοὺς ἐγ‐
γραφέντας ἡ βουλή, κἄν τις δόξ[ῃ] νεώτερος ὀκτωκαίδεκ’ ἐτῶν εἶναι, ζημιοῖ τ[ο]ὺς δημότας τοὺς ἐγγράψαντας. ἐπὰν δὲ δοκιμασθῶσιν οἱ ἔφηβοι, συλλεγέντες οἱ πατέρες55
5αὐτῶν [κ]ατὰ φυλάς, ὀμόσαντες αἱροῦνται τρεῖς ἐκ τῶν φυλετῶν τῶν ὑπὲρ τετταράκοντα ἔτη γεγονότων, οὓς ἂν ἡγῶνται βελτίστους εἶναι καὶ ἐπιτηδειοτάτους ἐπιμελεῖ‐ σθαι τῶν ἐφήβων, ἐκ δὲ τούτων ὁ δῆμος ἕνα τῆς φυλῆς ἑκάστης χειροτονεῖ σωφρονιστήν, καὶ κοσμητὴν ἐκ τῶν
10ἄλλων Ἀθηναίων ἐπὶ πάντας. συλλαβόντες δ’ οὗτοι τοὺς
Ath
.

42

.

3

ἐφήβους, πρῶτον μὲν τὰ ἱερὰ περιῆλθον, εἶτ’ εἰς Πειραιέα πορεύονται, καὶ φρουροῦσιν οἱ μὲν τὴν Μουνιχίαν, οἱ δὲ τὴν Ἀκτήν. χειροτ[ο]νεῖ δὲ καὶ παιδοτρίβας αὐτοῖς δύο καὶ διδασκάλους, οἵτινες ὁπλομαχεῖν καὶ τοξεύειν καὶ
5ἀκοντίζειν καὶ καταπάλτην ἀφιέναι διδάσκουσιν. δίδωσι δὲ καὶ εἰς τροφ[ὴν] τοῖς μὲν σωφρονισταῖς δραχμὴν αʹ ἑκά‐ στῳ, τοῖς δ’ ἐφήβοις τέτταρας ὀβολοὺς ἑκάστῳ· τὰ δὲ τῶν φυλετῶν τῶν αὑτοῦ λαμβάνων ὁ σωφρονιστὴς ἕκαστος ἀγοράζει τὰ ἐπιτήδεια πᾶσιν εἰς τὸ κοινόν (συσσιτοῦσι γὰρ
Ath
.

42

.

4

κατὰ φυλάς), καὶ τῶν ἄλλων ἐπιμελεῖται πάντων. καὶ τὸν μὲν πρῶτον ἐνιαυτὸν οὕτως διάγουσι· τὸν δ’ ὕστερον ἐκ‐ κλησίας ἐν τῷ θεάτρῳ γενομένης, ἀποδειξάμενοι τῷ δήμῳ ‖
τὰ περὶ τὰς τάξεις, καὶ λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ56
5τῆς πόλεως, περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν
Ath
.

42

.

5

τοῖς φυλακτηρίοις. φρουροῦσι δὲ τὰ δύο ἔτη χλαμύδας ἔχοντες, καὶ ἀτελεῖς εἰσι πάντων· καὶ δίκην οὔτε διδόασιν οὔτε λαμβάνουσιν, ἵνα μὴ πρό[φ]ασις ᾖ τ[ο]ῦ ἀπιέναι, πλὴν περὶ κλήρου καὶ ἐπικλή[ρου], κἄν τ[ι]νι κατὰ τὸ γένος
5ἱερωσύνη γένηται. διε[ξ]ελθόντων δὲ τῶν δυεῖν ἐτῶν, ἤδη μετὰ τῶν ἄλλων εἰσίν.
Ath
.

43

.

1

Τὰ μὲν οὖν περὶ τὴν τῶν πολιτῶν ἐγγραφὴν καὶ τοὺς ἐφήβους τοῦτον ἔχει τὸν τρόπον. τὰς δ’ ἀρχὰς τὰς περὶ τὴν ἐγκύκλιον διοίκησιν ἁπάσας ποιοῦσι κληρωτάς, πλὴν ταμίου στρατιωτικῶν καὶ τῶν ἐπὶ τὸ θεωρικὸν καὶ τοῦ τῶν
5κρηνῶν ἐπιμελητοῦ. ταύτας δὲ χειροτονοῦσιν, καὶ οἱ χειρο‐ τονηθέντες ἄρχουσιν ἐκ Παναθηναίων εἰς Παναθήναια. [χ]ειροτονοῦσι δὲ καὶ τὰς πρὸς τὸν πόλεμον ἁπάσας.
Ath
.

43

.

2

βουλὴ δὲ κληροῦται φʹ, νʹ ἀπὸ φυλῆς ἑκάστης. πρυτα‐ νεύει δ’ ἐν μέρει τῶν φυλῶν ἑκάστη καθ’ ὅ τι ἂν λάχωσιν, αἱ μὲν πρῶται τέτταρες ϛʹ καὶ λʹ ἡμέρας ἑκάστη, αἱ δὲ ϛʹ αἱ ὕστεραι πέντε καὶ λʹ ἡμέρας ἑκάστη· κατὰ σελήνην
Ath
.

43

.

3

γὰρ ἄγουσιν τὸ[ν] ἐνιαυτόν. οἱ δὲ πρυτανεύοντες αὐτῶν πρῶτον μὲν συσσιτοῦσιν ἐν τῇ θόλῳ, λαμβάνοντες ἀργύ‐ ριον παρὰ τῆς πόλεως, ἔπειτα συνάγουσιν καὶ τὴν βου‐
λὴν καὶ τὸν δῆμον· τὴν μὲν οὖν βουλὴν ὅσαι ἡμέραι, πλὴν57
5ἐάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης. καὶ ὅσα δεῖ χρηματίζειν τὴν βουλήν, καὶ ὅ τι ἐν ἑκάστῃ τῇ ἡμέρᾳ καὶ ὅπου καθίζειν, οὗτοι προγράφουσι.
Ath
.

43

.

4

προγράφουσι δὲ καὶ τὰς ἐκκλησίας οὗτοι· μίαν μὲν κυ‐ ρίαν, ἐν ᾗ δεῖ τὰς ἀρχὰς ἐπιχειροτονεῖν εἰ δοκοῦσι καλῶς ἄρχειν, καὶ περὶ σίτου καὶ περὶ φυλακῆς τῆς χώρας χρη‐ ματίζειν, καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βου‐
5λομένους ποιεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων ἀναγιγνώσκειν, καὶ τὰς λήξεις τῶν κλήρων καὶ τῶν ἐπικλή‐ ρων ἀναγινώσκειν, ὅπως μηδένα λάθῃ μηδὲν ἔρημον γενό‐
Ath
.

43

.

5

μενον. ἐπὶ δὲ τῆς ἕκτης πρυτανείας πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῆς ὀστρακοφορίας ἐπιχειροτονίαν διδόασιν, εἰ δοκεῖ ποιεῖν ἢ μή, καὶ συκοφαντῶν προβολὰς τῶν Ἀθη‐ ναίων καὶ τῶν μετοίκων μέχρι τριῶν ἑκατέρων, κἄν τ[ι]ς
Ath
.

43

.

6

ὑποσχόμενός τι μὴ ποιήσῃ τῷ δήμῳ. ἑτέραν δὲ ταῖς ἱκετη‐ ρίαις, ἐν ᾗ θεὶς ὁ βουλόμενος ἱκετηρίαν, ὑπὲρ ὧν ἂν βούλη‐ ται ‖ καὶ ἰδίων καὶ δημοσίων, διαλέξεται πρὸς τὸν δῆμον.
αἱ δὲ δύο περὶ τῶν ἄλλων εἰσίν, ἐν αἷς κελεύουσιν οἱ νόμοι58
5τρία μὲν ἱερῶν χρηματίζειν, τρία δὲ κήρυξιν καὶ πρεσβείαις, τρία δὲ ὁσίων. χρηματίζουσιν δ’ ἐνίοτε καὶ ἄνευ προ‐ χειροτονίας. προσέρχονται δὲ καὶ οἱ κήρυκες καὶ οἱ πρέ‐ σβεις τοῖς πρυτάνεσιν πρῶτον, καὶ οἱ τὰς ἐπιστολὰς φέ‐ ροντες τούτοις ἀποδιδόασι.
Ath
.

44

.

1

Ἔστι δ’ ἐπιστάτης τῶν πρυτάνεων εἷς ὁ λαχών. οὗτος δ’ ἐπιστατεῖ νύκτα καὶ ἡμέραν, καὶ οὐκ ἔστιν οὔτε πλείω χρόνον οὔτε δὶς τὸν αὐτὸν γενέσθαι. τηρεῖ δ’ οὗτος τάς τε κλεῖς τὰς τῶν ἱερῶν, ἐν οἷς τὰ χρήματ’ ἐστὶν καὶ
5〈τὰ〉 γράμματα τῇ πόλει, καὶ τὴν δημοσίαν σφραγῖδα, καὶ μένειν ἀναγκαῖον ἐν τῇ θόλῳ τοῦτόν ἐστιν καὶ τριττὺν
Ath
.

44

.

2

τῶν πρυτάνεων ἣν ἂν οὗτος κελεύῃ. καὶ ἐπειδὰν συναγά‐ γωσιν οἱ πρυτάνεις τὴν βουλὴν ἢ τὸν δῆμον, οὗτος κληροῖ προέδρους ἐννέα, ἕνα ἐκ τῆς φυλῆς ἑκάστης πλὴν τῆς πρυτανευούσης, καὶ πάλιν ἐκ τούτων ἐπιστάτην ἕνα, καὶ
Ath
.

44

.

3

παραδίδωσι τὸ πρόγραμμα αὐτοῖς· οἱ δὲ παραλαβόντες τῆς τ’ εὐκοσμίας ἐπιμελοῦνται, καὶ ὑπὲρ ὧν δεῖ χρηματί‐ ζειν προτιθέασιν, καὶ τὰς χειροτονίας κρίνουσιν, καὶ τὰ
ἄλλα πάντα διοικοῦσιν, καὶ τοῦ τ’ ἀφεῖναι κύριοί εἰσιν.59
5καὶ ἐπιστατῆσαι μὲν οὐκ ἔξεστιν πλέον ἢ ἅπαξ ἐν τῷ ἐνιαυτῷ, προεδρεύειν δ’ ἔξεστιν ἅπαξ ἐπὶ τῆς πρυτανείας ἑκάστης.
Ath
.

44

.

4

ποιοῦσι δὲ καὶ ἀρχαιρεσίας στρατηγῶν καὶ ἱππάρχων καὶ τῶν ἄλλων τῶν πρὸς τὸν πόλεμον ἀρχῶν ἐν τῇ ἐκ‐ κλησίᾳ, καθ’ ὅ τι ἂν τῷ δήμῳ δοκῇ· ποιοῦσι δ’ οἱ μετὰ τὴν ϛʹ πρυτανεύοντες, ἐφ’ ὧν ἂν εὐσημία γένηται. δεῖ δὲ
5προβούλευμα γενέσθαι καὶ περὶ τούτων.
Ath
.

45

.

1

Ἡ δὲ βουλὴ πρότερον μὲν ἦν κυρία καὶ χρήμασιν ζημιῶ‐ σαι καὶ δῆσαι καὶ ἀποκτεῖναι. καὶ Λυσίμαχον αὐτῆς ἀγα‐ γούσης ὡς τὸν δήμιον, καθήμενον ἤδη μέλλοντα ἀποθνῄ‐ σκειν, Εὐμηλίδης ὁ Ἀλωπεκῆθεν ἀφείλετο, οὐ φάσκων
5δεῖν ἄνευ δικαστηρίου γνώσεως οὐδένα τῶν πολιτῶν ἀποθνῄ‐ σκειν· καὶ κρίσεως ἐν δικαστηρίῳ γενομένης, ὁ μὲν Λυσί‐ μαχος ἀπέφυγεν, καὶ ἐπωνυμίαν ἔσχεν ὁ ἀπὸ τοῦ τυπάνου, ὁ δὲ δῆμος ἀφείλετο τῆς βουλῆς τὸ θανατοῦν καὶ δεῖν καὶ χρήμασι ζημιοῦν, καὶ νόμον ἔθετο, ἄν τινος ἀδικεῖν ἡ
10βουλὴ καταγνῷ ἢ ζημιώσῃ, τὰς καταγνώσεις καὶ τὰς ἐπι‐ ζημιώσεις εἰσάγειν τοὺς θεσμοθέτας εἰς τὸ δικαστήριον, καὶ ὅ τι ἂν οἱ δικασταὶ ψηφίσωνται, τοῦτο κύριον εἶναι.
Ath
.

45

.

2

κρίνει δὲ ‖ τὰς ἀρχὰς ἡ βουλὴ τὰς πλείστας, καὶ μά‐ λισθ’ ὅσαι χρήματα διαχειρίζουσιν· οὐ κυρία δ’ ἡ κρίσις, ἀλλ’ ἐφέσιμος εἰς τὸ δικαστήριον. ἔξεστι δὲ καὶ τοῖς ἰδιώ‐ ταις εἰσαγγέλλειν ἣν ἂν βούλωνται τῶν ἀρχῶν μὴ χρῆσθαι
5τοῖς νόμοις· ἔφεσις δὲ καὶ τούτοις ἐστὶν εἰς τὸ δικαστή‐
ριον, ἐὰν αὐτῶν ἡ βουλὴ καταγνῷ.60
Ath
.

45

.

3

δοκιμάζει δὲ καὶ τοὺς βουλευτὰς τοὺς τὸν ὕστερον ἐνιαυ‐ τὸν βουλεύσοντας καὶ τοὺς ἐννέα ἄρχοντας. καὶ πρότερον μὲν ἦν ἀποδοκιμάσαι κυρία, νῦν δὲ τούτοις ἔφεσίς ἐστιν εἰς τὸ δικαστήριον.
Ath
.

45

.

4

τούτων μὲν οὖν ἄκυρός ἐστιν ἡ βουλή· προβουλεύει δ’ εἰς τὸν δῆμον, καὶ οὐκ ἔξεστιν οὐδὲν ἀπροβούλευτον οὐδ’ ὅ τι ἂν μὴ προγράψωσιν οἱ πρυτάνεις ψηφίσασθαι τῷ δή‐ μῳ. κατ’ αὐτὰ γὰρ ταῦτα ἔνοχός ἐστιν ὁ νικήσας γραφῇ
5παρανόμων.
Ath
.

46

.

1

Ἐπιμελεῖται δὲ καὶ τῶν πεποιημένων τριήρων καὶ τῶν σκευῶν καὶ τῶν νεωσοίκων, καὶ ποιεῖται καινὰς δὲ τριή‐ ρεις ἢ τετρήρεις, ὁποτέρας ἂν ὁ δῆμος χειροτονήσῃ, καὶ σκεύη ταύταις καὶ νεωσοίκους· χειροτονεῖ δ’ ἀρχιτέκ‐
5τονας ὁ δῆμος ἐπὶ τὰς ναῦς. ἂν δὲ μὴ παραδῶσιν ἐξειργα‐ σμένα ταῦτα τῇ νέᾳ βουλῇ, τὴν δωρεὰν οὐκ ἔστιν αὐτοῖς λαβεῖν· ἐπὶ γὰρ τῆς ὕστερον βουλῆς λαμβάνουσιν. ‖ ποιεῖται δὲ τὰς τριήρεις, δέκα ἄνδρας ἐξ αὑ[τῆς] ἑλομένη
Ath
.

46

.

2

τριηροποιούς. ἐξετάζει δὲ καὶ τὰ οἰκοδομήματα τὰ δη‐ μόσια πάντα, κἄν τις ἀδικεῖν αὐτῇ δόξῃ, τῷ τε δήμῳ τοῦ‐ τον [ἀπ]οφαίνει, καὶ καταγνοῦσα παραδίδωσι δικαστηρίῳ.
Ath
.

47

.

1

Συνδιοικεῖ δὲ καὶ ταῖς ἄλλαις ἀρχαῖς τὰ πλεῖστα. πρῶ‐ τον μὲν γὰρ οἱ ταμίαι τῆς Ἀθηνᾶς εἰσὶ μὲν δέκα, κλη[ροῦτα]ι δ’ εἷς ἐκ τῆς φυλῆς, ἐκ πεντακοσιομεδίμνων
κατὰ τὸν Σόλωνος νόμ[ον (ἔτι γὰρ ὁ] νόμος κύριός ἐστιν),61
5ἄρχει δ’ ὁ λαχὼν κἂν πάνυ πένης ᾖ. παραλαμβάνου[σι] δὲ τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρ[ήμ]ατα ἐναντίον τῆς βουλῆς.
Ath
.

47

.

2

ἔπειθ’ οἱ πωληταὶ ιʹ μέν εἰσι, κληροῦται δ’ εἷς ἐκ τῆς φ[υ]λῆς. [μ]ισθοῦσι δὲ τὰ μισθώματα πάντα, καὶ τὰ μέ‐ ταλλα πωλοῦσι καὶ τὰ τέλη μετὰ τοῦ ταμίου τῶν στρατιω‐ τικῶν καὶ τῶν ἐπὶ τὸ θεωρικὸν ᾑρημένων ἐναντίον τῆς
5[βουλῆς], καὶ κυροῦσιν ὅτῳ ἂν ἡ βουλὴ χειροτονήσῃ, καὶ τὰ πραθέντα μέταλλα, τά τ’ ἐργάσιμα τὰ εἰς τρία ἔτη πεπραμένα, καὶ τὰ συγκεχωρημένα τὰ εἰς [.] ἔ[τη] πεπρα‐ μένα. καὶ τὰς οὐσίας τῶν ἐξ Ἀρείου πάγου φευγόντων καὶ τῶν ἄλλ[ων] ἐναντ[ίον τῆς β]ουλῆς πωλοῦσιν, κατακυ‐
10ροῦσι δ’ οἱ θʹ ἄρχοντες. καὶ τὰ τέλη τὰ εἰς ἐνιαυτ[ὸ]ν πεπραμένα, ἀναγράψαντες εἰς λελευκωμένα γραμματεῖα τόν τε πριάμενον καὶ [ὅσου] ἂν πρίηται, τῇ βουλῇ παραδι‐
Ath
.

47

.

3

δόασιν. ἀναγράφουσιν δὲ χωρὶς μὲν οὓς δεῖ κατὰ π[ρυ]‐ τανείαν ἑκάστην καταβάλλειν, εἰς δέκα γραμματεῖα, χωρὶς δὲ οὓς τρὶς τοῦ [ἐ]νιαυτοῦ, γραμματεῖον κατὰ τὴν κατα‐ βολὴν ἑκάστην ποιήσαντες, χωρὶς δ’ οὓς [ἐπ]ὶ τῆς ἐνάτης
5πρυτανείας. ἀναγράφουσι δὲ καὶ τὰ χωρία καὶ τὰς οἰκίας τἀ[πο]γρα[φ]έντα καὶ πραθέντα ἐν τῷ δικαστηρίῳ· καὶ
γὰρ ταῦθ’ οὗτοι πωλ[οῦσιν. ἔστι] δὲ τῶν μὲν οἰκιῶν ἐν εʹ ἔτεσιν ἀνάγκη τὴν τιμὴν ἀποδοῦναι, τῶν δὲ χωρίων ἐν δέκα· καταβάλλουσιν δὲ ταῦτα ἐπὶ τῆς ἐνάτης πρυτανείας.62
Ath
.

47

.

4

εἰσφέρει δὲ καὶ ὁ βασιλεὺς τὰς μισθώσεις τῶν 〈τε〉μενῶν, ἀναγράψας ἐν γραμματεί[οις λελ]ε[υ]κωμένοις. ἔστι δὲ καὶ τούτων ἡ μὲν μίσθωσις εἰς ἔτη δέκα, καταβάλλεται δ’ ἐπὶ τῆς [θʹ] πρυτανείας. διὸ καὶ πλεῖστα χρήματα ἐπὶ
Ath
.

47

.

5

ταύτης συλλέγεται τῆς πρυτανείας. εἰσφέρεται μὲν οὖν εἰς τὴν βουλὴν τὰ γραμματεῖα κατὰ τὰς καταβολὰς ἀνα‐ γεγραμμένα, τηρεῖ δ’ ὁ δημόσιος· ὅταν δ’ ᾖ χρημάτων [κατα]βολή, παραδίδωσι τοῖς ἀποδέκταις αὐτὰ ταῦτα
5καθελ[ὼν] ἀπ[ὸ τῶν] ἐπιστυλίων, ὧν ἐν ταύτῃ τῇ ἡμέρᾳ δεῖ τὰ χρήματα καταβληθ[ῆν]αι καὶ ἀπαλειφθῆναι· τὰ δ’ ἄλλα ἀπόκειται χωρίς, ἵνα μὴ προεξαλει[φθῇ].
Ath
.

48

.

1

[Εἰσὶ] δ’ ἀποδέκται δέκα κεκληρωμένοι κατὰ φυλάς· οὗτοι δὲ παραλαβόντες τὰ [γρα]μματεῖα, ἀπαλείφουσι τὰ καταβαλλόμενα χρήματα ἐναντίον τ[ῆς βουλῆς] ἐν τῷ βου‐ λευτηρίῳ, καὶ πάλιν ἀποδιδόασιν τὰ γραμματεῖα τ[ῷ δη‐]
5μοσίῳ. κἄν τις ἐλλίπῃ καταβολήν, ἐνταῦθ’ ἐγγέγραπται, καὶ διπλά[σιον ἀ]νάγκη τὸ [ἐλλ]ειφθὲν καταβάλλειν ἢ δε‐ δέσθαι, καὶ ταῦτα εἰσπράτ[τειν ἡ βο]υλὴ καὶ δῆσαι [κυ]ρία
Ath
.

48

.

2

κατὰ τοὺς νόμους ἐστίν. τῇ μὲν οὖν προτεραίᾳ δέχονται τὰς [πάσα]ς καὶ μερίζουσι ταῖς ἀρχαῖς, τῇ δ’ ὑστεραίᾳ τόν
τε μερισμὸν εἰσ[φέρου]σι γράψαντες ἐν σανίδι καὶ κατα‐ λέγουσιν ἐν τῷ βουλευτηρίῳ, καὶ προ[τιθ]έασιν ἐν τῇ βου‐63
5λῇ, εἴ τίς τινα οἶδεν ἀδικοῦντα περὶ τὸν μερισμ[ὸν ἢ ἄρ]‐ χοντα ἢ ἰδιώτην, καὶ γνώμας ἐπιψηφίζουσιν, ἐάν τίς τι δοκῇ ἀδικ[εῖν.]
Ath
.

48

.

3

[κ]ληροῦσι δὲ καὶ λογιστὰς ἐξ αὑτῶν οἱ βουλευταὶ δέκα, τοὺς λογιουμένους τ[αῖς ἀ]ρχαῖς κατὰ τὴν πρυτανείαν
Ath
.

48

.

4

ἑκάστην. κληροῦσι δὲ καὶ εὐθύνους ἕνα τῆς φυλῆς ἑκά‐ στης, καὶ παρέδρους βʹ ἑκάστῳ τῶν εὐθύνων οἷς ἀναγ‐ καῖόν ἐστι ταῖς ἀ[γορ]αῖς κατὰ τὸν ἐπώνυμον τὸν τῆς φυ‐ λῆς ἑκάστης καθῆσθαι, κἄν τις βούλ[ηταί] τινι τῶν τὰς
5εὐθύνας ἐν τῷ δικαστηρίῳ δεδωκότων ἐντὸς γʹ ἡ[μερῶν ἀφ’] ἧς ἔδωκε τὰς εὐθύνας εὔθυναν ἄν τ’ ἰδίαν ἄν τε δ[η]μο[σί]α[ν] ἐμβαλέσθαι, γράψας εἰς πινάκιον λελευκω‐ μένον τοὔνομα τό [θ’ αὑ]τ[ο]ῦ καὶ τὸ τοῦ φεύγοντος, καὶ τὸ ἀδίκημ’ ὅ τι ἂν ἐγκαλῇ, καὶ τίμημα ἐ[πιγραψ]άμενος ὅ
Ath
.

48

.

5

τι ἂν αὐτῷ δοκῇ, δίδωσιν τῷ εὐθύνῳ· ὁ δὲ λαβὼν τοῦτο καὶ ἀν[ακρίνα]ς, ἐὰν μὲν καταγνῷ, παραδίδωσιν τὰ μὲν ἴδια τοῖς δικασταῖς τοῖς κατὰ δήμ[ους τοῖς] τὴν φυλὴν ταύ‐ την δικάζουσιν, τὰ δὲ δημόσια τοῖς θεσμοθέτα[ις συν‐
5α]ναγράφει. οἱ δὲ θεσμοθέται, ἐὰν παραλάβωσιν, πάλιν εἰσάγουσιν [ταύτην τὴν] εὔθυναν εἰς τὸ δικαστήριον, καὶ ὅ τι ἂν γνῶσιν οἱ δικαστα[ί, τοῦτο κύ]ριόν ἐστιν.64
Ath
.

49

.

1

Δοκιμάζει δὲ καὶ τοὺς ἵππους ἡ βουλή, κἂν μέν τις καλ[ὸν ἵππον ἔχ]ων κακῶς δοκῇ τρέφειν, ζημιοῖ τῷ σίτῳ· τοῖς δὲ μὴ δυναμ[ένοις ἀκολ]ουθεῖν, ἢ μὴ θέλουσι μένειν ἀλλ’ ἀνάγουσι, τροχὸν ἐπὶ τὴν γνάθ[ο]ν [ἐπιβ]άλλει, καὶ
5ὁ τοῦτο παθὼν ἀδόκιμός ἐστι. δοκιμάζει δὲ καὶ τοὺς προ‐ [δ]ρ[όμους, οἵ]τινες ἂν αὐτῇ δοκῶ‖σιν ἐπιτήδειοι προ‐ δρομεύειν εἶναι, κἄν τιν’ ἀποχειροτονήσῃ, καταβέβηκεν οὗτος. δοκιμάζει δὲ καὶ τοὺς ἁμίππους, κἄν τιν’ ἀποχει‐
Ath
.

49

.

2

ροτονήσῃ, πέπαυται μισθοφορῶν οὗτος. τοὺς δ’ ἱππέας καταλέγουσι μὲν οἱ καταλογεῖς, οὓς ἂν ὁ δῆμος χειρο‐ τονήσῃ δέκα ἄνδρας· οὓς δ’ ἂν καταλέξωσι, παραδιδόασι τοῖς ἱππάρχοις καὶ φυλάρχοις, οὗτοι δὲ παραλαβόντες
5εἰσφέρουσι τὸν κατάλογον εἰς τὴν βουλήν, καὶ τὸν πίνακ’ ἀνοίξαντες, ἐν ᾧ κατασεσημασμένα τὰ ὀνόματα τῶν ἱπ‐ πέων ἐστί, τοὺς μὲν ἐξομνυμένους τῶν πρότερον ἐγγε‐ γραμμένων μὴ δυνατοὺς εἶναι τοῖς σώμασιν ἱππεύειν ἐξαλείφουσι, τοὺς δὲ κατειλεγμένους καλοῦσι, κἂν μέν τις
10ἐξομόσηται μὴ δύνασθαι τῷ σώματι ἱππεύειν ἢ τῇ οὐσίᾳ, τοῦτον ἀφιᾶσιν, τὸν δὲ μὴ ἐξομνύμενον διαχειροτονοῦσιν οἱ βουλευταί, πότερον ἐπιτήδειός ἐστιν ἱππεύειν ἢ οὔ. κἂν μὲν χειροτονήσωσιν, ἐγγράφουσιν εἰς τὸν πίνακα, εἰ δὲ μή, καὶ τοῦτον ἀφιᾶσιν.65
Ath
.

49

.

3

ἔκρινεν δέ ποτε καὶ τὰ παραδείγματα καὶ τὸν πέπλον ἡ βουλή, νῦν δὲ τὸ δικαστήριον τὸ λαχόν· ἐδόκουν γὰρ οὗτοι καταχαρίζεσθαι τὴν κρίσιν. καὶ τῆς ποιήσεως τῶν Νικῶν καὶ τῶν ἄθλων τῶν εἰς τὰ Παναθήναια συνεπιμε‐
5λεῖται μετὰ τοῦ ταμίου τῶν στρατιωτικῶν.
Ath
.

49

.

4

δοκιμάζει δὲ καὶ τοὺς ἀδυνάτους ἡ βουλή· νόμος γάρ ἐστιν, ὃς κελεύει τοὺς ἐντὸς τριῶν μνῶν κεκτημένους καὶ τὸ σῶμα πεπηρωμένους, ὥστε μὴ δύνασθαι μηδὲν ἔργον ἐργάζεσθαι, δοκιμάζειν μὲν τὴν βουλήν, διδόναι δὲ δημο‐
5σίᾳ τροφὴν δύο ὀβολοὺς ἑκάστῳ τῆς ἡμέρας. καὶ ταμίας ἐστὶν αὐτοῖς κληρωτός. συνδιοικεῖ δὲ καὶ ταῖς ἄλλαις ἀρχαῖς τὰ πλεῖσθ’ ὡς ἔπος εἰπεῖν.
Ath
.

50

.

1

Τὰ μὲν οὖν ὑπὸ τῆς βουλῆς διοικούμενα ταῦτ’ ἐστίν. κλη‐ ροῦνται δὲ καὶ ἱερῶν ἐπισκευασταὶ δέκα ἄνδρες, οἳ λαμ‐ βάνοντες τριάκοντα μνᾶς παρὰ τῶν ἀποδεκτῶν ἐπισκευ‐
Ath
.

50

.

2

άζουσιν τὰ μάλιστα δεόμενα τῶν ἱερῶν· καὶ ἀστυνόμοι δέκα. τούτων δὲ εʹ μὲν ἄρχουσιν ἐν Πειραιεῖ, πέντε δ’ ἐν ἄστει, καὶ τάς τε αὐλητρίδας καὶ τὰς ψαλτρίας καὶ τὰς κιθαριστρίας οὗτοι σκοποῦσιν, ὅπως μὴ πλείονος ἢ
5δυεῖν δραχμαῖν μισθωθήσονται, κἂν πλείους τὴν αὐτὴν σπουδάζωσι λαβεῖν, οὗτοι διακληροῦσι καὶ τῷ λαχόντι μισθοῦσιν. καὶ ὅπως τῶν κοπρολόγων μηδεὶς ἐντὸς ιʹ στα‐ δίων τοῦ τείχους καταβαλεῖ κόπρον ἐπιμελοῦνται. καὶ τὰς ὁδοὺς κωλύουσι κατοικοδομεῖν, καὶ δρυφάκτους ὑπὲρ τῶν66
10ὁδῶν ὑπερτείνειν, καὶ ὀχετοὺς μετεώρους εἰς τὴν ὁδὸν ἔκρουν ἔχοντας ποιεῖν, καὶ τὰς θυρίδας εἰς τὴν ὁδὸν ἀνοί‐ γειν. καὶ τοὺς ἐν ταῖς ὁδοῖς ἀπογιγνομένους ἀναιροῦσιν, ἔχοντες δημοσίους ὑπηρέτας.
Ath
.

51

.

1

Κληροῦνται δὲ καὶ ἀγορανόμοι 〈ιʹ〉, πέντε μὲν εἰς Πειραιέα, εʹ δ’ εἰς ἄστυ. τούτοις δὲ ὑπὸ τῶν νόμων προσ‐ τέτακται τῶν ὠνίων ἐπιμελεῖσθαι πάντων, ὅπως καθαρὰ καὶ ἀκίβδηλα πωλήσεται.
Ath
.

51

.

2

κληροῦνται δὲ καὶ μετρονόμοι 〈ιʹ〉, πέντε μὲν εἰς ἄστυ, εʹ δὲ εἰς Πειραιέα. καὶ οὗτοι τῶν μέτρων καὶ τῶν σταθμῶν ἐπιμελοῦνται πάντων, ὅπως οἱ πωλοῦντες χρή‐ σονται δικαίοις.
Ath
.

51

.

3

ἦσαν δὲ καὶ σιτοφύλακες κληρωτοὶ 〈ιʹ〉, πέντε μὲν εἰς Πειραιέα, πέντε δ’ εἰς ἄστυ, νῦν δ’ εἴκοσι μὲν εἰς ἄστυ, πεντεκαίδεκα δ’ εἰς Πειραιέα. οὗτοι δ’ ἐπιμελοῦνται, πρῶ‐ τον μὲν ὅπως ὁ ἐν ἀγορᾷ σῖτος ἀργὸς ὤνιος ἔσται δικαίως,
5ἔπειθ’ ὅπως οἵ τε μυλωθροὶ πρὸς τὰς τιμὰς τῶν κριθῶν τὰ ἄλφιτα πωλήσουσιν, καὶ οἱ ἀρτοπῶλαι πρὸς τὰς τιμὰς τῶν πυρῶν τοὺς ἄρτους, καὶ τὸν σταθμὸν ἄγοντας ὅσον ἂν
οὗτοι τάξωσιν. ὁ γὰρ νόμος τούτους κελεύει τάττειν.67
Ath
.

51

.

4

ἐμπορίου δ’ ἐπιμελητὰς δέκα κληροῦσιν· τούτοις δὲ προστέτακται τῶν τ’ ἐμπορίων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ σιτικὸν ἐμπόριον τὰ δύο μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν.
Ath
.

52

.

1

Καθ[ισ]τᾶσι δὲ καὶ τοὺς ἕνδεκα κλήρῳ, τοὺς ἐπιμελη‐ σομένους τῶν ἐν τῷ δεσμωτηρ[ί]ῳ, καὶ τοὺς ἀπαγομένους κλέπτας καὶ τοὺς ἀνδραποδιστὰς καὶ τοὺς λωποδύτας, ἂν μὲν [ὁμολογῶ]σι, θανάτῳ ζημιώσοντας, ἂν δ’ ἀμφισβη‐
5τῶσιν, εἰσάξοντας εἰς τὸ δικαστήριον, κἂν μὲν ἀποφύγω‐ σιν, ἀφήσοντας, εἰ δὲ μή, τότε θανατώσοντας, καὶ τὰ ἀπο‐ γραφόμενα χωρία καὶ οἰκίας εἰσάξοντας εἰς τὸ δικαστή‐ ριον, καὶ τὰ δόξαντα δ[ημ]όσια εἶναι παραδώσοντας τοῖς πωληταῖς, καὶ τὰς ἐνδείξεις εἰσάξοντας· καὶ γὰρ ταύτας
10εἰσάγουσιν οἱ ἕνδεκα. εἰσάγουσι δὲ τῶν ἐνδείξεών τινας καὶ οἱ θεσμοθέται.
Ath
.

52

.

2

κληροῦσι δὲ καὶ εἰσαγωγέας εʹ ἄνδρας, οἳ τὰς ἐμμή‐ νους εἰσάγουσι δίκας, δυοῖν φυλαῖν ἕκαστος. εἰσὶ δ’ ἔμ‐ μηνοι προικός, ἐάν τις ὀφείλων μὴ ἀποδῷ, κἄν τις ἐπὶ
δραχμῇ δανεισάμενος ἀποστερῇ, κἄν τις ἐν ἀγορᾷ βουλό‐68
5μενος ἐγράζεσθαι δανείσηται παρά τινος ἀφορμήν· ἔτι δ’ αἰκείας καὶ ἐρανικὰς καὶ κοινωνικὰς καὶ ἀνδραπόδων καὶ
Ath
.

52

.

3

ὑποζυγίων καὶ τριηραρχικὰς καὶ τραπεζιτικάς. οὗτοι μὲν οὖν ταύτας δικάζουσιν ἐμμήνους εἰσάγ[ον]τες, οἱ δ’ ἀπο‐ δέκται τοῖς τελώναις καὶ κατὰ τῶν τελωνῶν, τὰ μὲν μέχρι δέκα δραχμῶν ὄντες κύρι[οι], τὰ δ’ ἄλλ’ εἰς τὸ δικαστή‐
5ριον εἰσάγοντες ἔμμηνα.
Ath
.

53

.

1

Κληροῦσι δὲ καὶ 〈τοὺσ〉 τετταράκοντα, τέτταρας ἐκ τῆς φυλῆς ἑκάστης, πρὸς οὓς τὰς ἄλλας δίκας λαγχά‐ νουσιν. οἳ πρότερον μὲν ἦσαν τριάκοντα καὶ κατὰ δήμους περιιόντες ἐδίκαζον, μετὰ δὲ τὴν ἐπὶ τῶν τριάκοντα ὀλιγαρ‐
5χίαν τετταράκοντα γεγόνασιν. καὶ τὰ μὲν ‖ μέχρι δέκα δραχμῶν αὐτοτελεῖς εἰσι δ[ικά]ζε[ι]ν, τὰ δ’ ὑπὲρ τοῦτο τὸ τίμημα τοῖς διαιτηταῖς παραδιδόασιν· οἱ δὲ παραλαβόντες,
Ath
.

53

.

2

[ἐ]ὰν μὴ δύνωνται διαλῦσαι, γιγνώσκουσι, κἂν μὲν ἀμφο‐ τέροις ἀρέσκῃ τὰ γνωσθέντα καὶ ἐμμένωσιν, ἔχει τέλος ἡ δίκη. ἂν δ’ ὁ ἕτερος ἐφῇ τῶν ἀντιδίκων εἰς τὸ δικαστήριον, ἐμβαλόντες τὰς μαρτυρίας καὶ τὰς προκλήσεις καὶ τοὺς
5νόμους εἰς ἐχίνους, χωρὶς μὲν τὰς τοῦ διώκοντος, χωρὶς
δὲ τὰς τοῦ φεύγοντος, καὶ τούτους κατασημηνάμενοι, καὶ τὴν γνῶσιν τοῦ διαιτητοῦ γεγραμμένην ἐν γραμματείῳ προσαρτήσαντες, παραδιδόασι το[ῖ]ς δʹ τοῖς τὴν φυλὴν69
Ath
.

53

.

3

τοῦ φεύγοντος δικάζουσιν. οἱ δὲ παραλαβόντες εἰσάγου‐ σιν εἰς τὸ δικαστήριον, τὰ μὲν ἐντὸς χιλίων εἰς ἕνα καὶ δια‐ κοσίους, τὰ δ’ ὑπὲρ χιλίας εἰς ἕνα καὶ τετρακοσίους. οὐκ ἔξεστι δ’ οὔτε νόμοις οὔτε προκλήσεσι οὔτε μαρτυρίαις ἀλλ’
5ἢ ταῖς παρὰ τοῦ διαιτητοῦ χρῆσθαι ταῖς εἰς τοὺς ἐχίνους
Ath
.

53

.

4

ἐμβεβλημέναις. διαιτηταὶ δ’ εἰσὶν οἷς ἂν ἑξηκοστὸν ἔτος ᾖ. τοῦτο δὲ δῆλον ἐκ τῶν ἀρχόντων καὶ τῶν ἐπωνύμων. εἰσὶ γὰρ ἐπώνυμοι δέκα μὲν οἱ τῶν φυλῶν, δύο δὲ καὶ τετταράκοντα οἱ τῶν ἡλικιῶν· οἱ δὲ ἔφηβοι ἐγγραφό‐
5μενοι πρότερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγρά‐ φοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τ’ ἄρχων ἐφ’ οὗ ἐνεγράφησαν, καὶ ὁ ἐπώνυμος ὁ τῷ προτέρῳ ἔ[τ]ει δεδιαι‐ τηκώς, νῦν δ’ εἰς στήλην χαλκῆν ἀναγράφονται, καὶ ἵστα‐ ται ἡ στήλη πρὸ τοῦ βουλευτηρίου παρὰ τοὺς ἐπωνύμους.
Ath
.

53

.

5

τὸν δὲ τελευταῖον τῶν ἐπωνύμων λαβόντες οἱ τετταράκοντα διανέμουσιν αὐτοῖς τὰς διαίτας καὶ ἐπικληροῦσιν ἃς ἕκα‐ στος διαιτήσει· καὶ ἀναγκαῖον ἃς ἂν ἕκαστος λάχῃ διαίτας ἐκδιαιτᾶν. ὁ γὰρ νόμος, ἄν τις μὴ γένηται διαιτητὴς τῆς
5ἡλικίας αὐτῷ καθηκούσης, ἄτιμον εἶναι κελεύει, πλὴν ἐὰν τύχῃ ἀρχὴν ἄρχων τι[ν]ὰ ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ἢ ἀποδη‐
Ath
.

53

.

6

μῶν· οὗτοι δ’ ἀτελεῖς εἰσὶ μόνοι. ἔστιν δὲ καὶ εἰσαγγέλλειν εἰς τοὺς διαιτητάς, ἐάν τις ἀδικηθῇ ὑπὸ τοῦ διαιτητοῦ, κἄν τινος καταγνῶσιν, ἀτιμοῦσθαι κελεύουσιν οἱ νόμοι.70
Ath
.

53

.

7

ἔφεσις δ’ ἔστι καὶ τούτοις. χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προ‐ γράφουσιν, ἀπὸ τίνος ἄρχοντος καὶ ἐπωνύμ[ου] μέχρι τίνων δεῖ στρατεύεσθαι.
Ath
.

54

.

1

Κληροῦσι δὲ καὶ τάσδε τὰς ἀρχάς· ὁδοποιοὺς πέντε, οἷς προστέτακται δημοσίους ἐργάτας ἔχουσι τὰς ὁδοὺς
Ath
.

54

.

2

ἐπισκευάζειν· καὶ λογιστὰς δέκα καὶ συνηγόρους τού‐ τοις δέκα, πρὸς οὓς ἅπαντας ἀνάγκη τοὺς τὰς ἀρχὰς ἄρξ[αντ]ας λόγον ἀπενεγκεῖν. οὗτοι γάρ εἰσι μόνοι 〈οἱ〉 τοῖς ὑπευθύνοις λογιζόμενοι καὶ τὰς εὐθύνας εἰς τὸ δικα‐
5στήριον εἰσάγοντες. κἂν μέν τινα κλέπτοντ’ ἐξελέγξωσι, κλοπὴν οἱ δικασταὶ καταγιγνώσκουσι, καὶ τὸ γνωσθὲν ἀπο‐ τίνεται δεκαπλοῦν. ἐὰν δέ τινα δῶρα λαβόντα ἐπιδείξωσιν καὶ καταγνῶσιν οἱ δικασταί, δώρων τιμῶσιν, ἀποτίνεται δὲ καὶ τοῦτο δεκαπλοῦν. ἂν δ’ ἀδικεῖν καταγνῶσιν, ἀδι‐
10κίου τιμῶσιν, ἀποτίνεται δὲ τοῦθ’ ἁπλοῦν, ἐὰν πρὸ τῆς θʹ πρυτανείας ἐκτείσῃ τις, εἰ δὲ μή, διπλοῦται. τὸ 〈δὲ〉 δεκα‐ πλοῦν οὐ διπλοῦται.
Ath
.

54

.

3

κληροῦσι δὲ καὶ γραμματέα τὸν κατὰ πρυτανείαν κα‐
λούμενον, ὃς τῶν γραμμάτων ἐστὶ κύριος, καὶ τὰ ψηφί‐ σματα τὰ γιγνόμενα φυλάττει, καὶ τἆλλα πάντα ἀντιγράφε‐ ται καὶ παρακάθηται τῇ βουλῇ. πρότερον μὲν οὖν οὗτος71
5ἦν χειροτονητός, καὶ τοὺς ἐνδοξοτάτους καὶ πιστοτάτους ἐχειροτόνουν. καὶ γὰρ ἐν ταῖς στήλαις πρὸς ταῖς συμμα‐ χίαις καὶ προξενίαις καὶ πολιτείαις οὗτος ἀναγράφεται. νῦν
Ath
.

54

.

4

δὲ γέγονε κληρωτός. κληροῦσι δὲ καὶ ἐπὶ τοὺς νόμους ἕτερον, ὃς παρακάθηται τῇ βουλῇ, καὶ ἀντιγράφεται καὶ
Ath
.

54

.

5

οὗτος πάντας. χειροτονεῖ δὲ καὶ ὁ δῆμος γραμματέα, τὸν ἀναγνωσόμενον αὐτῷ καὶ τῇ βουλῇ, καὶ οὗτος οὐδενός ἐστι κύριος ἀλλ’ ἢ τοῦ ἀναγνῶναι.
Ath
.

54

.

6

κληροῖ δὲ καὶ ἱεροποιοὺς δέκα, τοὺς ἐπὶ τὰ ἐκθύματα καλουμένους, [οἳ] τά τε μ[αν]τευτὰ ἱερὰ θύουσιν, κἄν τι
Ath
.

54

.

7

καλλιερῆσαι δέῃ, καλλιεροῦσι μετὰ τῶν μάντε[ων]. κληροῖ δὲ καὶ ἑτέρους δέκα, τοὺς κατ’ ἐνιαυτὸν καλουμένους, οἳ θυσίας τέ τινας θύουσι, [καὶ τ]ὰς πεντετηρίδας ἁπάσας διοικοῦσιν πλὴν Παναθηναίων. ε[ἰσὶ] δὲ πεντετηρίδες μία
5μ[ὲν ἡ εἰ]ς Δῆλον (ἔστι δὲ καὶ ἑπ[τ]ετηρὶς ἐνταῦθα), δευ‐ τέρα δὲ Βραυρώνια, τρίτη [δ’ Ἡράκλε]ια, τετάρτη [δ’] Ἐλευσ[ίν]ια· εʹ δὲ Πα[ν]αθήναια, καὶ τούτων οὐδεμία ἐν τῷ αὐτῷ ἐγγίγνε[ται. νῦν] δὲ πρόσκειται [καὶ Ἡ]φαί‐
σ[τια], ἐπὶ Κηφισοφῶντος ἄρχοντος.72
Ath
.

54

.

8

κληροῦσι δὲ καὶ εἰς Σαλαμῖνα ἄρχοντα, καὶ εἰς Πει[ραι]έα δήμαρ]ον, οἳ τά τε Διονύσια ποιοῦσιν ἑκατέρωθι καὶ χορηγοὺς καθιστᾶσιν. ἐν Σαλαμ[ῖνι] δὲ καὶ τοὔ[ν]ομα τοῦ ἄρχοντος ἀναγράφεται.
Ath
.

55

.

1

Αὗται μὲν οὖν αἱ ἀρχαὶ κληρωταί τε καὶ κύριαι τῶν εἰ[ρη]μένων [πράξε]ων εἰσίν. οἱ δὲ καλούμενοι ἐννέα ἄρ‐ χοντες τὸ μὲν ἐξ ἀρχῆς ὃν τρόπον καθίσταντο, [εἴρ]ηται· [νῦν] δὲ κληροῦσιν θεσμοθέτας μὲν ἓξ καὶ γραμματέα
5τούτοις, ἔτι δ’ ἄρχοντα καὶ βασιλ[έ]α καὶ πολέμαρχον,
Ath
.

55

.

2

κατὰ μέρος ἐξ ἑκάστης φυλῆς. δοκιμάζονται δ’ οὗτοι πρῶτον μὲν ἐν τῇ β[ουλ]ῇ τοῖς φʹ, πλὴν τοῦ γραμματέως, οὗτος δ’ ἐν δικαστηρίῳ μόνον ὥσπερ οἱ ἄλλοι ἄρχοντ[ες] (πάντες γὰρ καὶ οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ δοκιμασθέντες
5ἄρχουσιν), οἱ δ’ ἐννέα ἄ[ρ]χοντες ἔν τε τῇ βουλῇ καὶ πάλιν ἐν δικαστηρίῳ. καὶ πρότερον μὲν οὐκ ἦρχεν ὅντ[ιν’] ἀπο‐ δοκιμάσειεν ἡ βουλή, νῦν δ’ ἔφεσίς ἐστιν εἰς τὸ δικαστή‐
Ath
.

55

.

3

ριον, καὶ τοῦτο κύριόν ἐστι τῆς δοκιμ[α]σίας. ἐπερωτῶ‐ σιν δ’, ὅταν δοκιμάζωσιν, πρῶτον μὲν ‘τίς ‖ σοι πατὴρ καὶ πόθεν τῶν δήμων, καὶ τίς πατρὸς πατήρ, καὶ τίς μήτηρ, καὶ τίς μητρὸς πατὴρ καὶ πόθεν τῶν δήμων‘; μετὰ δὲ
5ταῦτα εἰ ἔστιν αὐτῷ Ἀπόλλων Πατρῷος καὶ Ζεὺς Ἑρκεῖος,
καὶ ποῦ ταῦτα τὰ ἱερά ἐστιν, εἶτα ἠρία εἰ ἔστιν καὶ ποῦ ταῦτα, ἔπειτα γονέας εἰ εὖ ποιεῖ, [καὶ] τὰ τέλη 〈εἰ〉 τελεῖ, καὶ τὰς στρατείας εἰ ἐστράτευται. ταῦτα δ’ ἀνερωτήσας,73
Ath
.

55

.

4

‘κάλει‘ φησὶν ‘τούτων τοὺς μάρτυρασ‘. ἐπειδὰν δὲ παρά‐ σχηται τοὺς μάρτυρας, ἐπερωτᾷ ‘τούτου βούλεταί τις κατ‐ ηγορεῖν‘; κἂν μὲν ᾖ τις κατήγορος, δοὺς κατηγορίαν καὶ ἀπολογίαν, οὕτω δίδωσιν ἐν μὲν τῇ βουλῇ τὴν ἐπιχειροτο‐
5νίαν, ἐν δὲ τῷ δικαστηρίῳ τὴν ψῆφον· ἐὰν δὲ μηδεὶς βού‐ ληται κατηγορεῖν, εὐθὺς δίδωσι τὴν ψῆφον· καὶ πρότερον μὲν εἷς ἐνέβαλλε τὴν ψῆφον, νῦν δ’ ἀνάγκη πάντας ἐστὶ διαψηφίζεσθαι περὶ αὐτῶν, ἵνα ἄν τις πονηρὸς ὢν ἀπαλλάξῃ τοὺς κατηγόρους, ἐπὶ τοῖς δικασταῖς γένηται τοῦτον ἀπο‐
Ath
.

55

.

5

δοκιμάσαι. δοκιμασθέν〈τεσ〉 δὲ τοῦτον τὸν τρόπον, βαδί‐ ζουσι πρὸς τὸν λίθον ἐφ’ ο[ὗ] τὰ τόμι’ ἐστίν, ἐφ’ οὗ καὶ οἱ διαιτηταὶ ὀμόσαντες ἀποφαίνονται τὰς διαίτας, καὶ οἱ μάρτυρες ἐξόμνυνται τὰς μαρτυρίας· ἀναβάντες δ’ ἐπὶ
5τοῦτον ὀμνύουσιν δικαίως ἄρξειν καὶ κατὰ τοὺς νόμους, καὶ δῶρα μὴ λήψεσθαι τῆς ἀρχῆς ἕνεκα, κἄν τι λάβωσι ἀνδριάντα ἀναθήσειν χρυσοῦν. ἐντεῦθεν δ’ ὀμόσαντες εἰς ἀκρόπολιν βαδίζουσιν καὶ πάλιν ἐκεῖ ταὐτὰ ὀμνύουσι, καὶ μετὰ ταῦτ’ εἰς τὴν ἀρχὴν εἰσέρχονται.
Ath
.

56

.

1

Λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τ’ ἄρχων καὶ ὁ βασι‐
λεὺς καὶ ὁ πολέμαρχος δύο ἕκαστος, οὓς ἂν βούληται, καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν ἐπὰν παρεδρεύσωσιν.74
Ath
.

56

.

2

καὶ ὁ μὲν ἄρχων εὐθὺς εἰσελθὼν πρῶτον μὲν κηρύττει, ὅσα τις εἶχεν πρὶν αὐτὸν εἰσελθεῖν εἰς τὴν ἀρχήν, ταῦτ’ ἔχειν καὶ κρατεῖν μέχρι ἀρχῆς τέλους. ἔπειτα χορηγοὺς
Ath
.

56

.

3

τραγῳδοῖς καθίστησι τρεῖς, ἐξ ἁπάντων Ἀθηναίων τοὺς πλουσιωτάτους· πρότερον δὲ καὶ κωμῳδοῖς καθίστη πέντε, νῦν δὲ τούτους αἱ φυλαὶ φέρουσιν. ἔπειτα παραλα‐ βὼν τοὺς χορηγούς, τοὺς ἐνηνεγμένους ὑπὸ τῶν φυλῶν εἰς
5Διονύσια ἀνδράσιν καὶ παισὶν καὶ κωμῳδοῖς, καὶ εἰς Θαρ‐ γήλια ἀνδράσιν καὶ παισίν (εἰσὶ δ’ οἱ μὲν εἰς Διονύσια κατὰ φυλάς, εἰς Θαργήλια 〈δὲ〉 δυεῖν φυλαῖν εἷς· παρέχει δ’ ἐν μ[έρ]ει ἑκατέρα τῶν φυλῶν), τούτοις τὰς ἀντιδόσεις ποιεῖ καὶ τὰς σκήψεις εἰσ[άγει, ἐά]ν τις ἢ λελῃτουργη‐
10[κέ]ν[αι] φῇ πρότερον ταύτην τὴν λῃτουργ[ίαν, ἢ ἀ]τελὴς εἶναι λελῃτ[ου]ρ[γηκὼς ἑ]τέραν λῃτουργίαν καὶ τῶν χρό‐ νων αὐτῷ [τῆς ἀτε]λείας μὴ ἐξεληλυθό[των, ἢ τὰ] ἔτη μὴ γεγονέναι· δεῖ γὰρ τὸν τοῖς παι[σὶν χορη]γοῦντα ὑπὲρ τετταρά[κον]τα ἔτη γεγονέναι. καθίστησι δὲ καὶ εἰς Δῆ‐
15λον χορηγοὺς καὶ ἀρχ[ι]θέω[ρον τ]ῷ τριακοντορίῳ τῷ τοὺς
Ath
.

56

.

4

ᾐθέους ἄγοντι. πομπῶν δ’ ἐπιμελεῖτ[αι τῆς τ]ε τῷ Ἀσκληπιῷ γιγνομένης, ὅταν οἰκουρῶσι μύσται, καὶ τῆς
Διονυσίων τῶν μ[εγά]λων μετὰ τῶν ἐπιμελητῶν, οὓς πρό‐ τερον μὲν ὁ δῆμος ἐχειροτόνει δέκα ὄντας, κ[αὶ τὰ] εἰς75
5τὴν πομπὴν ἀναλώματα παρ’ αὑτῶ[ν] ἀνήλι[σ]κον, νῦν δ’ ἕνα τῆς φυλῆ[ς ἑκ]άστης κληροῖ, καὶ δίδωσιν εἰς τὴν κατα‐
Ath
.

56

.

5

σκευὴν ἑκατὸν μνᾶς. ἐπιμελ[εῖτα]ι δὲ καὶ τῆς εἰς Θαργήλια καὶ τῆς τῷ Διὶ τῷ Σωτῆρι. διοικεῖ δὲ καὶ τὸν ἀγῶνα τῶ[ν Διο]νυσίων οὗτος καὶ τῶν Θαργηλίων. ἑορτῶν μὲν οὖν
Ath
.

56

.

6

ἐπιμελεῖται τούτων. γραφαὶ δ[ὲ καὶ δ]ίκαι λαγχάνονται πρὸς αὐτόν, ἃς ἀνακρίνας εἰς τὸ δικαστήριον εἰσάγει, [γο]νέων κακώσεως (αὗται δ’ εἰσὶν ἀζήμιοι τῷ βουλο‐ μένῳ δ[ι]ώκειν), ὀρφανῶν κ[ακώ]σεως (αὗται δ’ εἰσὶ κατὰ
5τῶν ἐπιτρόπων), ἐπικλήρου κακώσε[ως (αὗτ]αι δ’ εἰσὶ κατὰ [τῶν] ἐπιτρόπων καὶ τῶν συνοικούντων), οἴκου ὀρ‐ φανικοῦ κακώσεως (εἰσὶ δὲ καὶ [αὗται κατὰ τῶν] ἐπιτρό‐ πων), παρανοίας, ἐάν τις αἰτιᾶταί τινα παρανοοῦντα τὰ [ὑπάρχοντα ἀ]πολλύν[αι], εἰς δατητῶν αἵρεσιν, ἐάν τις μὴ
10θέλῃ κοινὰ [τὰ ὄντα νέμεσθ]αι, εἰς ἐπι[τρ]οπῆς κατάστα‐ σιν, εἰς ἐπιτροπῆς διαδικασίαν, εἰς [ἐμφανῶν κατάστασ]ιν, ἐπίτρ[οπ]ον αὑτὸν ἐγγράψαι, κλήρων καὶ ἐπικλήρων ἐπι‐
Ath
.

56

.

7

[δικασίαι. ἐπιμελεῖτ]αι δὲ καὶ τῶν [ὀρφ]ανῶν καὶ τῶν
ἐπικλήρων, καὶ τῶν γυναικῶν ὅσαι ἂν τελευτή[σαντος τοῦ ἀνδρ]ὸς σκή[πτω]νται κύειν. καὶ κύριός ἐστι τοῖς ἀδικοῦ‐ σιν ἐπιβάλ[λειν ἢ εἰσάγειν εἰς] τὸ δικα[στή]ριον. μισθοῖ76
5δὲ καὶ τοὺς οἴκους τῶν ὀρφανῶν καὶ τῶν ἐπικλ[ήρων, ἕως ἄν τις τετταρ]ακαιδε[κέ]τις γένηται, καὶ τὰ ἀποτιμήματα λαμβάν[ει, καὶ τοὺς ἐπιτρόπους], ἐὰν μὴ [δι]δῶσι τοῖς παισὶ τὸν σῖτον, οὗτος εἰσπράττει.
Ath
.

57

.

1

Καὶ ὁ [μὲν ἄρχων ἐπιμελεῖτ]αι τούτ[ων. ὁ] δὲ βασι‐ λεὺς πρῶτον μὲν μυστηρίων ἐπιμελεῖ[ται μετὰ τῶν ἐπι‐ μελητῶν ὧ]ν ὁ δῆμ[ος χ]ειροτονεῖ, δύο μὲν ἐξ Ἀθηναίων ἁπάντων, ἕνα δ’ [ἐξ Εὐμολπιδῶν, ἕνα] δ’ ἐκ Κηρ[ύκω]ν.
5ἔπειτα Διονυσίων τῶν ἐπὶ Ληναίῳ· ταῦτα δέ ἐστι [πομπή τε καὶ ἀγών. τ]ὴν μὲν οὖν πομπὴν κοινῇ πέμ‖πουσιν ὅ τε βασιλεὺς καὶ οἱ ἐπιμεληταί, τὸν δὲ ἀγῶνα διατίθησιν ὁ βασιλεύς. τίθησι δὲ καὶ τοὺς τῶν λαμπάδων ἀγῶνας ἅπαν‐ τας· ὡς δ’ ἔπος εἰπεῖν καὶ τὰς πατρίους θυσίας διοικεῖ
Ath
.

57

.

2

οὗτος πάσας. γραφαὶ δὲ λαγχάνονται πρὸς αὐτὸν ἀσε‐ βείας, κἄν τις ἰερωσύνης ἀμφισβητῇ πρός τινα. διαδικά‐ ζει δὲ καὶ τοῖς γένεσι καὶ τοῖς ἱερεῦσι τὰς ἀμφισβητήσεις τὰς ὑπὲρ τῶν ἱερῶν ἁπάσας οὗτος. λαγχάνονται δὲ καὶ αἱ
5τοῦ φόνου δίκαι πᾶσαι πρὸς τοῦτον, καὶ ὁ προαγορεύων77
Ath
.

57

.

3

εἴργεσθαι τῶν νομίμων οὗτός ἐστιν. εἰσὶ δὲ φόν[ου] δίκαι καὶ τραύματος, ἂν μὲν ἐκ προνοίας ἀποκτείνῃ ἢ τρώσῃ, ἐν Ἀρείῳ πάγῳ, καὶ φαρμάκων, ἐὰν ἀποκτείνῃ δούς, καὶ πυρ‐ καϊᾶς· ταῦτα γὰρ ἡ βουλὴ μόνα δικάζει. τῶν δ’ ἀκου‐
5σίων καὶ βουλεύσεως, κἂν οἰκέτην ἀποκτείνῃ τις ἢ μέτοι‐ κον ἢ ξένον, οἱ ἐπὶ Παλλαδίῳ. ἐὰν δ’ ἀποκτεῖναι μέν τις ὁμολογῇ, φῇ δὲ κατὰ τοὺς νόμους, οἷον μοιχὸν λαβών, ἢ ἐν πολέμῳ ἀγνοήσας, ἢ ἐν ἄθλῳ ἀγωνιζόμενος, τούτ[ῳ] ἐπὶ Δελφινίῳ δικάζουσιν· ἐὰν δὲ φεύγων φυγὴν ὧν αἴδεσίς
10ἐστιν, αἰτίαν ἔχῃ ἀποκτεῖναι ἢ τρῶσαί τινα, τούτῳ δ’ ἐν
Ath
.

57

.

4

Φρεάτου δικάζουσιν, ὁ δ’ ἀπολογεῖται προσορμισάμενος ἐν πλοίῳ. δικάζουσι δ’ οἱ λαχόντες τα......., πλὴν τῶν ἐν Ἀρείῳ πάγῳ γιγνομένων, εἰσάγει δ’ ὁ βασιλεύς, καὶ δικάζο[υ]σιν ἐν ἱερ[ῷ] καὶ ὑπαίθριοι, καὶ ὁ βασιλεὺς ὅταν
5δικάζῃ περιαιρεῖται τὸν στέφανον. ὁ δὲ τὴν αἰτίαν ἔχων τὸν μὲν ἄλλον χρόνον εἴργεται τῶν ἱερῶν, καὶ οὐδ’ εἰς τὴν ἀγορὰν ν[όμος] ἐμβαλεῖν αὐτῷ. τότε δ’ εἰς τὸ ἱερὸν εἰσελθὼν ἀπο‐
λογεῖται. ὅταν δὲ μὴ εἰδῇ τὸν ποιήσαντα, τῷ δράσαντι λαγχάνει, δικάζει δ’ ὁ βασιλεὺς καὶ οἱ φυλοβασιλεῖς, καὶ78
10τὰς τῶν ἀψύχων καὶ τῶν ἄλλων ζῴων.
Ath
.

58

.

1

Ὁ δὲ πολέμαρχος θύει μὲν θυσίας τῇ τε Ἀρτέμιδι τῇ ἀγροτέρᾳ καὶ τῷ Ἐνυαλίῳ, διατίθησι δ’ ἀγῶνα τὸν ἐπιτάφιον, καὶ τοῖς τετελευτηκόσιν ἐν τῷ πολέμῳ καὶ
Ath
.

58

.

2

Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ἐναγίσματα ποιεῖ. δίκαι δὲ λαγχάνονται πρὸς αὐτὸν ἴδιαι μὲν αἵ τε τοῖς μετοίκοις καὶ τοῖς ἰσοτελέσι καὶ τοῖς προξένοις γιγνόμεναι· καὶ δεῖ τοῦ‐ τον λαβόντα καὶ διανείμαντα δέκα μέρη, τὸ λαχὸν ἑκάστῃ
5τῇ φυλῇ μέρος προσθεῖναι, τοὺς δὲ τὴν φυλὴν δικάζοντας
Ath
.

58

.

3

τοῖς διαιτηταῖς ἀποδοῦναι. αὐτὸς δ’ εἰσάγει δίκας τάς τε τοῦ ἀπο[σ]τασίου καὶ ἀπροστασ[ί]ου καὶ κλήρων καὶ ἐπι‐ κλήρων τοῖς μετοίκοις, καὶ τἆλλ’ ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος.
Ath
.

59

.

1

Οἱ δὲ θεσμοθέται πρῶτον μὲν τοῦ προγράψαι τὰ δικα‐ στήριά εἰσι κύριοι, τίσιν ἡμέραις δεῖ δικάζειν, ἔπειτα τοῦ δοῦναι ταῖς ἀρχαῖς· καθότι γὰρ ἂν οὗτοι δῶσιν, κατὰ
Ath
.

59

.

2

τοῦτο χρῶνται. ἔτι δὲ τὰς εἰσαγγελίας εἰσαγγέλλουσιν
εἰς τὸν δῆμον, καὶ τὰς καταχειροτονίας καὶ τὰς προβολὰς ἁπάσας εἰσάγουσιν οὗ[τ]οι, καὶ γραφὰς παρανόμων, καὶ νόμον μὴ ἐπιτήδειον θεῖναι, καὶ προεδρικὴν καὶ ἐπιστα‐79
Ath
.

59

.

3

τικὴν καὶ στρατηγοῖς εὐθύνας. εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτοὺς ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ συκοφαντίας καὶ δώρων καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητείας καὶ βουλεύ‐
Ath
.

59

.

4

σεως καὶ ἀγραφίου καὶ μοιχείας. εἰσάγουσιν δὲ καὶ τὰς δοκιμασίας ταῖς ἀρχαῖς ἁπάσαις, καὶ τοὺς ἀπεψηφισμέ‐ νους ὑπὸ τῶν δημοτῶν, καὶ τὰς καταγνώσεις τὰς ἐκ τῆς
Ath
.

59

.

5

βουλῆς. εἰσάγουσι δὲ καὶ δίκας ἰδίας, ἐμπορικὰς καὶ μεταλ‐ λικάς, καὶ δούλων, ἄν τις τὸν ἐλεύθερον κακῶς λέγῃ. καὶ ἐπικληροῦσι ταῖς ἀρχαῖς οὗτοι τὰ δικαστήρια τά 〈τ’〉 ἴδια
Ath
.

59

.

6

καὶ τὰ δημόσια. καὶ τὰ σύμβολα τὰ πρὸς τὰς πόλεις οὗτοι κυροῦσι, καὶ τὰς δίκας τὰς ἀπὸ τῶν συμβόλων εἰσά‐ γουσι, καὶ τὰ ψευδομαρτύρια ἐξ Ἀρείου πάγου.
Ath
.

59

.

7

τοὺς δὲ δικαστὰς κληροῦσι πάντες οἱ ἐννέα ἄρχοντες, δέκατος δ’ ὁ γραμματεὺς ὁ τῶν θεσμοθετῶν, τοὺς τῆς αὑτοῦ φυλῆς ἕκαστος.
Ath
.

60

.

1

Τὰ μὲν οὖν περὶ τοὺς θʹ ἄρχοντας τοῦτον ἔχει τὸν τρό‐
πον. κληροῦσι δὲ καὶ ἀθλοθέτας δέκα ἄνδρας, ἕνα τῆς φυλῆς ἑκάστης. οὗτοι δὲ δοκιμασθέντες ἄρχουσι τέτταρα ἔτη, καὶ διοικοῦσι τήν τε πομπὴν τῶν Παναθηναίων καὶ80
5τὸν ἀγῶνα τῆς μουσικῆς καὶ τὸν γυμνικὸν ἀγῶνα καὶ τὴν ἱπποδρομίαν, καὶ τὸν πέπλον ποιοῦνται, καὶ τοὺς ἀμφο‐ ρεῖς ποιοῦνται μετὰ τῆς βουλῆς, καὶ τὸ ἔλαιον τοῖς ἀθλη‐
Ath
.

60

.

2

ταῖς ἀποδιδόασι. συλλέγεται δὲ τὸ ἔλαιον ἀπὸ τῶν μοριῶν· εἰσπράττει δὲ τοὺς τὰ χωρία κεκτημένους ἐν οἷς αἱ μορίαι εἰσὶν ὁ ἄρχων, τρί’ ἡμικοτύλια ἀπὸ τοῦ στελέχους ἑκάστου. πρότερον δ’ ἐπώλει τὸν καρπὸν ἡ πόλις· καὶ εἴ τις ἐξορύ‐
5ξειεν ἐλαίαν μορίαν ἢ κατάξειεν, ἔκρινεν ἡ ἐξ Ἀρείου πά‐ γου βουλή, καὶ εἴ [τ]ου καταγνοίη, θανάτῳ τοῦτον ἐζη‐ μίουν. ἐξ οὗ δὲ τὸ ἔλαιον ὁ τὸ χωρίον κε‖κτημένος ἀπο‐ τίνει, ὁ μὲν νόμος ἔστιν, ἡ δὲ κρίσις καταλέλυται. τὸ δὲ ἔλα[ιον] ἐκ τοῦ κτήματος, οὐκ ἀπὸ τῶν στελεχῶν ἐστι τῇ
Ath
.

60

.

3

πόλει. συλλέξας οὖν ὁ ἄρχων τὸ ἐφ’ ἑαυ[τοῦ] γιγνόμενον, τοῖς ταμίαις παρ[αδί]δωσιν εἰς ἀκρόπολιν, καὶ οὐκ ἔστιν ἀναβῆναι πρότερον εἰς [Ἄρε]ιον πάγον, πρὶν ἂν ἅπαν παραδῷ τοῖς ταμίαις. οἱ δὲ ταμίαι τὸν μὲν ἄλλον χρόνον
5τηροῦσιν ἐν ἀκροπόλει, τοῖς δὲ Παναθηναίοις ἀπομετροῦσι τοῖς ἀθλοθέταις, οἱ δ’ ἀθλοθέται τοῖς νικῶσι τῶν ἀγω‐ νιστῶν. ἔστι γὰρ ἆθλα τοῖς μὲν τὴν μουσικὴν νικῶσιν ἀργύριον καὶ χρυσᾶ, τοῖς δὲ τὴν εὐανδρίαν ἀσπίδες, τοῖς
δὲ τὸν γυμνικὸν ἀγῶνα καὶ τὴν ἱπποδρομίαν ἔλαιον. **81
Ath
.

61

.

1

Χειροτονοῦσι δὲ καὶ τὰς πρὸς τὸν πόλεμον ἀρχὰς ἁπάσας, στρατηγοὺς δέκα, πρότερον μὲν ἀφ’ 〈ἑκάστησ〉 φυλῆς ἕνα, νῦν δ’ ἐξ ἁπάντων· καὶ τούτους διατάττουσι τῇ χει‐ ροτονίᾳ, ἕνα μὲν ἐπὶ τοὺς ὁπλίτας, ὃς ἡγεῖται τῶν ὁπλι‐
5τῶν, ἂν ἐξίωσι, ἕνα δ’ ἐπὶ τὴν χώραν, ὃς φυλάττει, κἂν πόλεμος ἐν τῇ χώρᾳ γίγνηται, πολεμεῖ οὗτος. δύο δ’ ἐπὶ τὸν Πειραιέα, τὸν μὲν εἰς τὴν Μουνιχίαν, τὸν δ’ εἰς τὴν Ἀκτήν, οἳ τῆς φυλ〈ακ〉ῆς ἐπιμελοῦνται καὶ τῶν ἐν Πειραιεῖ· ἕνα δ’ ἐπὶ τὰς συμμορίας, ὃς τούς τε τριηράρ‐
10χους καταλέγει, καὶ τὰς ἀντιδόσεις αὐτοῖς ποιεῖ, καὶ τὰς διαδικασίας αὐτοῖς εἰσάγει· τοὺς δ’ ἄλλους πρὸς τὰ παρ‐
Ath
.

61

.

2

όντα πράγματα ἐκπέμπουσιν. ἐπιχειροτονία δ’ αὐτῶν ἐστι κατὰ τὴν πρυτανείαν ἑκάστην, εἰ δοκοῦσιν καλῶς ἄρχειν· κἄν τινα ἀποχειροτονήσωσιν, κρίνουσιν ἐν τῷ δι‐ καστηρίῳ, κἂν μὲν ἁλῷ, τιμῶσιν ὅ τι χρὴ παθεῖν ἢ ἀπο‐
5τεῖσαι, ἂν δ’ ἀποφύγῃ, πάλι[ν] ἄρχει. κύριοι δέ εἰσιν ὅταν ἡγῶνται καὶ δῆσαι τὸν ἀτακτοῦντα καὶ 〈ἐκ〉κ[η]‐ ρῦξαι καὶ ἐπιβολὴν ἐπιβάλλειν· οὐκ εἰώθασι δὲ ἐπι‐ βάλλειν.
Ath
.

61

.

3

χειροτονοῦσι δὲ καὶ ταξ]άρχους δέκα, ἕνα τῆς φυ‐ λῆς ἑκάστης· οὗτος δ’ ἡγεῖται τῶν φυλετῶν καὶ λοχα‐
γοὺς καθίστησιν.82
Ath
.

61

.

4

χειροτονοῦσι δὲ καὶ ἱππάρχους δύο ἐξ ἁπάντων· οὗ‐ τοι δ’ ἡγοῦνται τῶν ἱππέων, διελόμ[ενοι] τὰς φυλὰς εʹ ἑκάτερος· κύριοι δὲ τῶν αὐτῶν εἰσιν ὧνπερ οἱ στρατηγοὶ κατὰ τῶν ὁπλιτῶν. ἐπιχειροτονία δὲ γίγνεται 〈καὶ〉 τού‐
5των.
Ath
.

61

.

5

χειροτονοῦσι δὲ καὶ φυλάρχους 〈ιʹ〉, ἕνα τῆς φυλῆς, τὸν ἡγησόμενον 〈τῶν ἱππέων〉 ὥσπερ οἱ ταξίαρχοι τῶν ὁπλιτῶν.
Ath
.

61

.

6

χειροτονοῦσι δὲ καὶ εἰς Λῆμνον ἵππαρχον, ὃς ἐπιμε‐ λεῖται τῶν ἱππέων τῶν ἐν Λήμνῳ.
Ath
.

61

.

7

χειροτονοῦσι δὲ καὶ ταμίαν τῆς Παράλου καὶ ν[ῦν] τῆς το[ῦ] Ἄμμωνος.
Ath
.

62

.

1

Αἱ δὲ κληρωταὶ ἀρχαὶ πρότερον μὲν ἦσαν αἱ μὲν μετ’ ἐννέα ἀρχόντων ἐ[κ] τῆς φυλῆς ὅλης κληρούμεναι, αἱ δ’ ἐν Θησείῳ κληρούμεναι διῃροῦντο εἰς τοὺς δήμ[ο]υς· ἐπειδὴ δ’ ἐπώλουν οἱ δῆμοι, καὶ ταύτας ἐκ τῆς φυλῆς ὅλης
5κληροῦσι, πλὴν βουλευτῶν καὶ φρουρῶν· τούτους δ’ εἰς τοὺς δήμους ἀποδιδόασι.
Ath
.

62

.

2

μισθοφοροῦσι δὲ πρῶτον ὁ δῆμος ταῖς μὲν ἄλλαις ἐκ‐ κλησίαις δραχμήν, τῇ δὲ κυρίᾳ ἐννέα 〈ὀβολούσ〉· ἔπειτα τὰ δικαστήρια τρεῖς ὀβολούς· εἶθ’ ἡ βουλὴ πέντε ὀβολούς·
τοῖς δὲ πρυτανεύουσιν εἰς σίτησιν ὀβολὸς προστίθεται83
5δέκα προστίθενται. ἔπειτ’ εἰς σίτησιν λαμβάνουσιν ἐννέ’ ἄρχοντες τέτταρας ὀβολοὺς ἕκαστος, καὶ παρατρέφουσι κήρυκα καὶ αὐλητήν· ἔπειτ’ ἄρχων εἰς Σαλαμῖνα δραχμὴν τῆς ἡμέρας. ἀθλοθέται δ’ ἐν πρυτανείῳ δειπνοῦσι τὸν Ἑκ[ατ]ομβαιῶνα μῆνα, ὅ[τ]αν ᾖ τὰ Παναθήναια, ἀρξά‐
10μενοι ἀπὸ τῆς τετράδος ἱσταμένου. ἀμφικτύονες εἰς Δῆλον δραχμὴν τῆς ἡμέρας ἑκάστης ἐκ Δήλου 〈λαμβάνουσι〉. λαμβάνουσι δὲ καὶ ὅσαι ἀποστέλλονται ἀρχαὶ εἰς Σάμον ἢ Σκῦρον ἢ Λῆμνον ἢ Ἴμβρον εἰς σίτησιν ἀργύριον.
Ath
.

62

.

3

ἄρχειν δὲ τὰς μὲν κατὰ πόλεμον ἀρχὰς ἔξεστι πλεονάκις, τῶν δ’ ἄλλων οὐδεμίαν, πλὴν βουλεῦσαι δίς.
Ath
.

63

.

1

Τὰ δὲ τὰ δικαστήρια [κ]ληρ[οῦ]σ[ιν] οἱ θʹ ἄρχοντες κατὰ φυλάς, ὁ δὲ γραμματεὺς τῶν θεσμο[θετῶν τῆς] δεκά‐
Ath
.

63

.

2

της φυλῆς. εἴσοδοι δέ εἰσιν εἰς [τὰ] δικαστ[ή]ρια δέκα, μία τῇ φυλῇ ἑκάστῃ, καὶ κλη[ρωτήρι]α εἴκοσι, δ[ύο τ]ῇ φυλῇ ἑκάστῃ, καὶ κιβώτια ἑκατόν, δέκα τῇ φυλῇ ἑκάστῃ, καὶ ἕτερα κιβώτι[α, εἰς ἃ] ἐμβάλλεται τῶν λαχόντων δικαστῶν
5τὰ πινάκια, καὶ ὑδρίαι δύο. καὶ βακτηρίαι παρατίθενται κατὰ τὴν ἔ[ξοδον] ἑκάστην, ὅσοιπερ οἱ δικασταί, καὶ βά‐ λανοι εἰς τὴν ὑδρίαν ἐμβάλλονται ἴσαι ταῖς βακτηρίαις, ἐγ[γ]έγραπται δ’ ἐν ταῖς βαλάνοις τῶν στοιχείων ἀπὸ τοῦ
ἑνδεκάτου τοῦ λ τριακοστοῦ, ὅσαπερ ἂν μέλλῃ [τ]ὰ δικα‐84
Ath
.

63

.

3

στήρια πληρωθήσεσθαι. δικάζειν δ’ ἔξεστιν τοῖς ὑπὲρ λʹ ἔτη γεγονόσιν, ὅσοι αὐτῶν [μ]ὴ ὀφείλουσιν τῷ δημοσίῳ ἢ ἄτιμοί εἰσιν. ἐὰν δέ τι[ς] δικάζῃ οἷς μὴ ἔξεστιν, ἐνδείκνυ‐ ται καὶ εἰς τὸ δικαστήριον εἰσάγετ[αι]· ἐὰν δ’ ἁλῷ, προστι‐
5μῶσιν αὐτῷ οἱ δικασταί, ὅ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι. ἐὰν δὲ ἀργυρίου τιμηθῇ, δεῖ αὐτὸν δεδέσ[θαι], ἕως ἂν ἐκτείσῃ τό τε πρότερον ὄφλημα ἐφ’ ᾧ ἐνεδείχθη,
Ath
.

63

.

4

καὶ ὅ τι ἂν αὐτῷ προστιμήσῃ τ[ὸ δικ]αστήριον. ἔχει δ’ ἕκαστος δικαστὴς τὸ πινάκιον πύξινον, ἐπιγεγραμμένον τὸ ὄνομα τὸ ἑαυτοῦ πατρόθεν καὶ τοῦ δήμου, καὶ γράμμα ἓν τῶν στοιχείων μέχρι τοῦ κ· νενέμηνται γὰρ κατὰ φυ‐
5λὰς δέκα μέρη οἱ δικασταί, παραπλησίως ἴσοι ἐν ἑκάστῳ τῷ γράμ[μα]τι.
Ath
.

63

.

5

ἐπειδὰν δὲ ὁ θεσμοθέτης ἐπικληρώσῃ τὰ γράμματα, ἃ δεῖ προσπαρατίθεσθαι τοῖς δικαστηρίοις, ἐπέθηκε φέ‐ ρων ὁ ὑπηρέτης ἐφ’ ἕκαστ[ον] τὸ δικ[α]στήριον τὸ γράμμα
τὸ λαχόν.85
Ath
.

64

.

1

τὰ δὲ [κιβώ]τια τὰ δέ[κ]α κ[εῖται ἐ]ν τ̣[ῷ ἔμ]‐ προσθεν [τ̣]ῆς εἰσόδου [κ]αθ’ ἑκάστην τὴν φυ‐ λήν. ἐπιγέ[γρ]απται δ’ ἐπ’ αὐτῶν τὰ στ̣ο̣[ι]‐ χεῖα μέχρι [τοῦ] κ. ἐ[π]ειδὰν δ’ ἐμβάλωσιν
5οἱ δικασταὶ τ[ὰ] πινάκια εἰς τὸ κιβώτι[ον], ἐφ’ οὗ ἂν ᾖ ἐπι[γεγρα]μμένον τὸ γράμ[μα] τὸ αὐτὸ ὅπ[ε]ρ ἐπ[ὶ τῷ π]ινακίῳ ἐστὶν α[ὐτ]ῷ τῶν στοιχείω[ν, δια]σείσαντος τοῦ ὑ[πη]‐ ρέτου ἕλκει ὁ [θεσμο]θέτης ἐξ ἑκάσ[τ]ου
Ath
.

64

.

2

τοῦ κιβωτίο[υ πιν]άκιον ἕν. οὗτος δὲ καλεῖ[τ]αι ἐμ[πήκτ]ης, καὶ ἐμπήγνυσι τὰ πι[ν]άκια [τὰ ἐκ το]ῦ κιβωτίου εἰς τὴν
κανονίδα, [ἐφ’ ἧς τὸ α]ὐτὸ γράμμα ἔπεστιν86
5ὅπερ ἐπὶ τοῦ [κιβωτίο]υ. κ̣[ληροῦται δ’] οὗτος, ἵνα μὴ ἀεὶ ὁ αὐτὸς ἐμπ[ηγνύων] κακουργῇ. εἰσὶ δὲ κανονίδες [πέντε ἐ]ν ἑκάστῳ τῶν κλη‐
Ath
.

64

.

3

ρωτηρίων. ὅ[ταν δὲ] ἐμβάλῃ τοὺς κύβους, ὁ ἄρχων τὴν φυλὴν κληρ[οῖ κατὰ κ]ληρωτήριον. εἰσὶ δὲ κύβοι χα̣[λκοῖ, μέ]λανες καὶ λευκοί. ὅσους δ’ ἂν δέ[ῃ λαχεῖν] δικαστάς, τοσοῦ‐
5τοι ἐμβάλλον[ται λε]υκοί, κατὰ πέντε πινάκια εἷς, οἱ δὲ [μέλ]ανες τὸν αὐτὸν τρό‐ πον. ἐπειδὰν δ’ ἐ[ξαιρῇ] τοὺς κύβους, καλεῖ τοὺς εἰληχότας ὁ κ[ήρυξ]. ὑπάρχει δὲ καὶ ὁ ἐμ‐
Ath
.

64

.

4

πήκτης εἰς τὸν ἀ[ριθμό]ν. ὁ δὲ κληθεὶς καὶ ὑπακ[ού]σας ἕλ[κ]ει [βάλανο]ν ἐκ τῆς ὑδρίας, καὶ ὀρέξας αὐτή[ν, ἀνέχ]ων τὸ γράμμα, δ[εί]‐ κνυσιν πρῶ[τον μὲν] τῷ ἄρχοντι τῷ ἐφεσ‐
5τηκότι. ὁ δὲ ἄρχω[ν ἐπειδ]ὰν ἴδῃ, ἐμβάλλει τὸ
πινάκιον α[ὐ]το[ῦ εἰς τὸ κ]ιβώτιον, ὅπου ἂν ᾖ ἐπιγεγραμ[μέν]ον τὸ αὐτὸ στοιχεῖ‐ ον ὅπερ ἐν τῇ βαλ[άνῳ, ἵ]ν’ εἰς οἷον ἂν λάχῃ εἰσίῃ καὶ μὴ εἰς [οἷο]ν ἂν βούληται, μηδὲ87
10ᾖ συναγαγεῖν [εἰς] δικαστήριον οὓς ἂν
Ath
.

64

.

5

βούληταί τις. πα[ράκει]ται δὲ τῷ ἄρχοντι κι‐ βώτια, ὅσαπερ [ἂν μ]έλλῃ τὰ δικαστήρι[α πληρωθήσεσθαι, [ἔχο]ντα στοιχεῖον ἕ‐ καστον, ὅπερ ἂν [ᾖ τὸ] τοῦ δικαστηρίου ἑκάσ‐
Ath
.

65

.

1

του] εἰληχός. αὐτ[ὸς δὲ δείξα]ς̣ π̣ά̣λ̣ι̣ν̣ τ̣[ῷ ὑ]πηρέτῃ εἶτ’ ἐ[ντὸς εἰσέρχετ]αι τῆς κ̣[ι]γκλ̣[ί‐
δ]ος. ὁ δὲ ὑπηρέτης [δίδωσιν αὐτ]ῷ βακτηρίαν ὁ]μόχρων τῷ δικαστ[ηρίῳ, οὗ τὸ] αὐτὸ [γρ]άμμα ἐ[στὶν88
5ὅ]περ ἐν τῇ βαλάνῳ, ἵν[α ἀναγ]καῖον ᾖ αὐτῷ ε]ἰσελθεῖν εἰς ὃ εἴληχε̣ [δικασ]τήριον· ἐὰν γὰρ ε]ἰς ἕτερον εἰσ[ίῃ], ἐξε[λέγχετα]ι ὑπὸ τοῦ χρώμα‐
Ath
.

65

.

2

τ]ος [τ]ῆς βακτηρίας. τοῖ[ς γὰρ δι]καστηρίοις χρῶ‐ μ]ατα ἐπιγέγραπται [ἑκάσ]τῳ ἐπὶ τῷ σφη‐ κ]ίσκῳ τῆς εἰσ[όδο]υ. ὁ δ[ὲ λαβὼ]ν τὴν βακτηρί‐ α]ν βαδίζει εἰ[ς τ]ὸ δικασ[τήριον] τὸ ὁμόχρων
5μὲν τῇ βακτ[ηρί]ᾳ, ἔχ[ον δὲ τ]ὸ αὐτὸ γράμμα ὅπερ ἐν [τ]ῇ βαλάν[ῳ]. ἐπε[ιδὰν δ’ εἰσ]έλθῃ, παραλαμ‐ βάνει σύμβολον δη[μοσίᾳ] παρὰ τοῦ εἰλη‐
Ath
.

65

.

3

χό]τος ταύτη[ν] τὴν ἀ[ρχήν. ε]ἶτα τήν τε [β]άλαν[ον καὶ τὴν βακτηρίαν 〈ἀποτιθέασιν〉 [ἐν τῷ δ]ικαστηρίῳ τοῦτο[ν] 〈τὸν〉 τρόπον ε[ἰ]σελ[ηλυθό]τες. τοῖς δ’ ἀπο‐ λαγχάνουσ[ιν] ἀποδιδ[όασιν] οἱ ἐμπῆκται
Ath
.

65

.

4

τὰ πινάκια. οἱ δὲ ὑπη[ρέται] οἱ δημόσιοι ἀπ[ὸ τῆς φυλῆς ἑκάστης π[αραδι]δόασιν τὰ κ[ι‐
βώτια, ἓν ἐπὶ τὸ δικα[στήρ]ιον ἕκαστον, ἐ[ν] ᾧ ἔνεστιν τὰ ὀνόματ[α τῆς] φυλῆς τὰ ὄντα89
5ἐν ἑκάστῳ τῶν δικασ[τηρί]ων. παραδιδόασι δὲ τοῖς εἰληχό[σι] ταῦ[τ]α [ἀπο]διδόναι τοῖς δικασ‐ ταῖς ἐν ἑκάστῳ τῷ δικα[στηρί]ῳ ἀριθμῷ †τὰ πινάκια, [ὅπ]ως ἐκ τούτων [κ]αλοῦντες ἀπο[δι‐
Ath
.

66

.

1

δῶσι τὸν μισθόν. ἐπειδὰν δὲ πάντα πλή[ρ]η ᾖ τὰ δικαστήρια, τίθεται ἐν τῷ πρώτῳ [τ]ῶν δικαστηρ[ί]ω[ν] βʹ κληρωτήρια καὶ κύβοι χαλκοῖ, ἐν οἷς ἐπιγέγραπται τὰ χ[ρ]ώματα τῶν [δι]κ[ασ]τηρίων,
5καὶ ἕτεροι κύ[βο]ι, ἐν οἷς ἐσ[τι]ν τῶν ἀρ[χῶ]ν τὰ [ὀ]νό‐
5
[μ]α‐ τα ἐπιγε[γ]ραμμένα. λαχόντες [δὲ] τῶν θεσ[μ]ο‐ θετῶν δύο χωρὶς ἑκατέρων τοὺς κύ[β]ο[υς ἐμ‐ βάλλουσιν, ὁ μὲν τὰ χρώματα ε[ἰ]ς τ[ὸ] ἓν κλ[ηρ]ω‐ τήριον, ὁ δὲ τῶν ἀρχῶν τὰ ὀν[ό]ματα [εἰς τὸ] ἕτ[ερ]ον.
10ἣ δ’ ἂν π[ρ]ώτη λάχῃ τῶν ἀρχῶν, αὕ̣τ̣[η ἀ]ναγορεύ‐
εται ὑπὸ τοῦ κήρυκος [ὅ]τι χρήσε[τα]ι [τ]ῷ π[ρ]ώτῳ λ]α̣χόντι [δ]ικα[στηρίῳ, ἡ δὲ δευτέ]ρ[α τῷ δευτέρῳ, καὶ ὡ[σαύτως τοῖς ἄλλοις, ἵ]να [μη‐ δεμία προειδ[ῇ τίνι αὐτῶν χρήσεται], ἀλλ’ οἷ‐90
Ath
.

66

.

2

ον ἂν λά[χ]ῃ ἑκάσ[τη, τούτῳ χρήσηται. ἐπε]ι̣δὰ[ν δ’ ἔλ‐ θωσιν καὶ ν[ενεμημένοι ἐφ’ ἕκαστον ὦ]σιν [οἱ δικα‐ σταί, ἡ ἀρχὴ ἡ [ἐφεστηκυῖα ἐν τ]ῷ δ[ικασ‐ τηρίῳ ἑκάστῳ [ἕλκει ἐξ ἑκάστου τοῦ] κιβ[ω‐
5τίου πινάκιον [ἕν, ἵνα γένωνται δέκα], εἷς [ἐξ ἑ‐ κάστης τῆς φυ[λῆς, καὶ ταῦτα τὰ πινάκ]ι̣α εἰς ἕτερον κενὸν κ[ιβώτιον ἐμβάλλει· καὶ] τού[των εʹ τοὺς πρώτους δ[ιακληροῖ, ἕνα μὲν] ἐπ[ὶ τὸ ὕ‐ δωρ, τέτταρας δὲ [ἄλλους ἐπὶ τὰς ψή]φ̣ους, [ἵνα
10μηδεὶς παρασκε[υάζη]ι [μήτε] τὸν ἐπ[ὶ τὸ ὕδωρ μήτε τοὺ[ς ἐπὶ τ]ὰς ψή[φου]ς, μηδ[ὲ γί‐ γνηται περὶ ταῦτ[α κα]κούρ[γημ]α μηδ[έ]ν.
Ath
.

66

.

3

οἱ δὲ ἀπολαχόντ[ες π]έντε π[αρ]ὰ τούτ[ω]ν
ἀπολαμβάνουσ[ι τὸ π]ρόγ[ραμμ]α, καθ’ ὅτι τὸν μισθὸν λ[ήψο]ντ[αι] καὶ ὅπου ἕκ[α]σ‐ ται αἱ φυλαὶ ἐν α[ὐτῷ] τῷ δικ[α]στηρίῳ, ἐ[π]ει‐91
5δὰν δικάσωσι[ν, ὅπως], δ̣ιαστά̣ν̣τες ἕκα[στο]ι, κατ’ ὀλίγους [λάβ]ωσι κα[ὶ] μὴ πολλο[ὶ] εἰς ταὐτὸ συνκλε[ισθέντες ἀλ]λήλοις ἐνοχλῶσιν.
Ath
.

67

.

1

ταῦτα δὲ ποιήσ[αντες εἰ]σκαλοῦσι τοὺς ἀγῶνας, ὅταν μὲν τὰ ἴδια [δι]κάζωσι τοὺς ἰδίους, τῷ ἀριθμῷ δʹ, [ἕνα ἐ]ξ̣ [ἑκά]στων [τ̣]ῶν δικῶν τ[ῶ]ν ἐκ τοῦ νόμο[υ], κ[α]ὶ δ[ιο]μνύ[ουσι]ν οἱ ἀντίδικοι
5εἰς αὐτὸ τὸ πρᾶγμ[α] ἐρεῖν· [ὅταν] δὲ τὰ δ[η]μό‐ σια, τοὺς δημοσίο[υ]ς, καὶ ἕν[α μόνον ἐ]κδικάζου‐
Ath
.

67

.

2

σι. εἰσὶ δὲ κλεψύδ[ραι] αὐλ[ίσκους] ἔχουσα̣ι̣ ἔ̣‐ κρους, εἰς ἃς τὸ ὕδ̣[ω]ρ ἐ̣γχέ[ουσι, πρὸ]ς ὃ δεῖ [λ]έγειν [περ]ὶ τὰς δίκας. δίδ̣[οτ]α̣ι 〈δὲ〉 δ̣ε̣κ̣άχους [τ]αῖς ὑπὲρ πεντακισχιλίας καὶ τρίχ[ο]υς τῷ δ[ευτέρῳ] λό[γῳ], ἑ‐
4πτάχους δὲ
5ταῖς μέχρι πεν[τα]κ̣[ι]σχιλί]ων καὶ δίχους, πεν]τ̣άχους δὲ τα[ῖς] ἐν̣[τὸ]ς [β] καὶ δίχους, ἑξάχους δ̣ὲ̣ ταῖς διαδικ̣[ασ]ί̣[α]ι̣ς, 〈αἷσ〉 [ὕστ]ερον λόγος οὐκ ἔ̣σ‐92
Ath
.

67

.

3

[τιν οὐ]δεί[ς. ὁ] δ’ ἐ[φ’ ὕδ]ωρ [εἰ]λη[χ]ὼς ἐπιλαμβάνει τ̣ὸν α[ὐλίσκον, ἐπειδὰν μέλλῃ τινὰ ἢ] νόμον ἢ μαρ[τυρίαν ἢ τοιοῦτόν τι ὁ γραμμ]ατεὺς ἀναγι[γνώσκειν. ἐπειδὰν δὲ] ᾖ [πρὸς] διαμε‐
5μετρη[μένην τὴν ἡμέρα]ν̣ ὁ [ἀγὼν, τότ]ε δὲ οὐκ ἐ‐ πιλαμβ[άνει αὐτόν, ἀλλὰ δίδοτα]ι τὸ [ἴσο]ν ὕδωρ τῷ τε κα[τηγοροῦντι καὶ τῷ ἀπο]λογ[ουμ]ένῳ,
Ath
.

67

.

4

διαμετ[ρεῖται δὲ πρὸς τὰς ἡμέ]ρας [το]ῦ Ποσι‐ δεῶνος [................... α̣ρο̣...ντ̣α̣ι̣
χρῶντ[αι ...............]ια [...]τενταις τα κλι[.................]π̣οτ̣ι̣..α̣σιν οἱ93
5δι[κ]ασ̣[ταὶ ...............]ολ[.....]ισον ἕ‐ καστοι λ̣................τε[...] γὰρ ἔσ‐ πευδο[ν .................πετ[..]ρος ἐξω‐ θεῖν τοὺς [..................]λει..ν ὕδωρ λαμβα[ν..............] εἰ[σιν ὁ] μὲν ἕτ̣ε‐
10ρος τοῖς δ[ιώκουσιν, ὁ δ’ ἕτερος] το[ῖς] φεύγου[σ]ιν.
Ath
.

67

.

5

ἐν δὲ τοῖς [.................]α̣τ̣ο̣[...] ἐξεῖλε τῷ διαψη[φισμῷ ...........]ῳ, δ̣ι̣[αιρ]εῖται δ’ [ἡ
2
ἡμ]έ[ρ]α ἐπὶ τοῖς [.............. ἀγώ]νω[ν ὅ]σοις πρόσ‐ εστι δεσμ[ὸς ἢ θάνατος ἢ φυγὴ ἢ ἀτ]ιμ̣ία ἢ δήμευσις
5χρημάτ[ων, ἢ τιμῆσαι δ]ε[ῖ ὅ] τι χρὴ παθεῖν94
Ath
.

68

.

1

ἢ ἀποτεῖ[σαι. τὰ δὲ δημόσι]α τῶν [δικ]αστηρίων ἐστὶ φ[αʹ .............]σο..[..]ασιν· ὅταν δὲ δέ[ῃ τὰς ....... γραφ]ὰς ε[ἰς ᾶ εἰ]σαγαγεῖν, συν[έρχεται βʹ δικαστή]ρια εἰ[ς] τὴν ἡλιαίαν
5τα.[..............]κ̣ν̣α̣.. εἰς φʹ καὶ ᾶ
Ath
.

68

.

2

τρία [δ̣ικαστήρια. ψῆφοι δέ] εἰσιν [χ]αλκαῖ, αὐλίσ‐ κον [ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μ]ὲ[ν] ἡμίσειαι τε‐ τρυ[πημέναι, αἱ δὲ ἡμίσειαι πλ]ήρει[ς· οἱ] δὲ λα‐ χόντες [ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰ]ρ[η]μένοι
5ὦσιν [οἱ λόγοι, παραδιδόασιν ἑ]κάστῳ τῶν δικαστ[ῶν δύο ψήφους, τετρυπ]ημέν[η]ν καὶ πλήρη, [φανερὰς ὁρᾶν τοῖς ἀντιδί]κο[ις, ἵ]να μή‐ τε πλή[ρεις μήτε τετρυπημένας] ἀμφ[ο]τέρας λαμβάν[ωσιν. ὁ δὲ ταύτην τὴν ἀρχὴν] ε̣ἰ̣ληχὼς
10ἀπολα[μβάνει τὰ σύμβολα, ἀνθ’ [ὧ]ν εἷς ἕκαστος
ψηφιζ[όμενος λαμβάνει σύμβολο]ν [χ]αλκοῦν μετὰ] τοῦ γ (ἀποδιδοὺς [γ]ὰρ γʹ λαμβάνει), ἵ[να] ψηφί‐ ζωντ]αι πάντες· οὐ [γὰ]ρ ἔστι λαβεῖν σ[ύ]μβολον95
Ath
.

68

.

3

οὐδεν]ί, ἐὰν μὴ ψηφίζηται. εἰσὶ δὲ ἀμφ[ο]ρεῖς δύο κεί]μενοι ἐν τῷ δικαστηρίῳ, ὁ μὲν χ[α]λκοῦς, ὁ δὲ ξύ]λινος, διαιρετοὶ [ὅ]πως μὴ λ̣[άθ]ῃ ὑπο[β]άλλων τις ψή]φους, εἰς οὓς ψηφίζονται οἱ δικαστα[ί], ὁ μὲν
5χαλκοῦ]ς κύριος, ὁ δὲ ξύλινος ἄκυρ[ος], ἔχω[ν] ὁ χαλ‐ κοῦς ἐ]πίθημα διερρινημένο[ν], ὥστ’ αὐ[τ]ὴν μόνη]ν χωρεῖν τὴν ψῆφον, ἵνα μὴ δύο [ὁ] αὐτὸς
Ath
.

68

.

4

ἐμβάλλ]ῃ. ἐπειδὰν δὲ διαψηφίζεσ[θ]αι μέλ[λ]ωσιν οἱ δικα]σταί, ὁ κήρυξ ἀγορεύει πρῶτον, ἂν ἐ[π]ισκή‐ πτων]ται οἱ ἀντίδικοι ταῖς μαρτυρίαις· [ο]ὐ γὰρ ἔστιν] ἐπισκήψασθαι, ὅταν ἄρξωνται διαψη‐
5φίζεσ]θαι. ἔπειτα πάλιν ἀνακηρύττει ‘ἡ τε‐ τρυπη]μένη τοῦ πρότερον λ[έγο]ν[τ]ος, ἡ δ[ὲ] πλή‐ ρης το]ῦ ὕστερον λέγοντος.‘ ὁ δὲ δικαστὴς λα‐
βόμενος] ἐκ τοῦ λυχνείου τὰς ψήφους, πιέ[ζ]ων τὸν αὐλίσκον] τῆς ψήφου καὶ οὐ δεικνύων [τ]οῖς ἀ‐96
10γωνιζο]μένοις οὔτε τὸ τετρυπημέ[ν]ον οὔτε τ]ὸ πλῆρες, ἐμβάλλει τὴν μὲν κυ[ρία]ν εἰς τὸν χαλ]κοῦν ἀμφορέα, τὴν δὲ ἄκυρο[ν] εἰς
Ath
.

69

.

1

τὸν ξύλ]ινον. πάντες δ’ ἐπειδὰν ὦσι διε‐ ψηφισ]μένοι, λαβόντες οἱ ὑπηρέται τὸν ἀ]μφορέα τὸν κύριον, ἐ[ξ]ερῶσι ἐπὶ ἄβα‐ κα τρ]υπήματα ἔχοντα ὅ[σ]αιπερ εἰσὶν αἱ ψῆ‐
5φοι, ἵν’] αὗται [φανερ]αὶ προκείμεναι καὶ εὐαρίθμη‐ τοι ὦσι]ν, καὶ τὰ [τρ]υπητὰ καὶ τὰ πλήρη δῆλα τοῖς ἀν]τιδ[ί]κοις. οἱ δ[ὲ] ἐπὶ τὰς ψήφους [ε]ἰλη‐ χότες] δια[ριθμοῦσιν] αὐτὰς [ἐ]πὶ τοῦ ἄβακος, χωρὶ]ς μὲ[ν τὰς] πλήρεις, χω[ρ]ὶς δὲ τὰς τε‐
10τρυπ]ημένας. καὶ ἀναγορεύει ὁ κήρυξ τὸν ἀριθ]μὸν τῶν ψήφων, τοῦ μὲν διώ‐ κον]τος τὰς τετρυπημένας, τοῦ δὲ φ[εύ]γον‐ τος τ]ὰς πλήρεις· ὁποτέρῳ δ’ ἂν πλείω[ν γ]ένη‐
Ath
.

69

.

2

ται, οὗ]τος νικᾷ, ἂν δὲ ἴσαι, ὁ φ[εύ]γων. ἔ[π]ειτα πά‐ λιν τιμῶσι, ἂν δέῃ τιμῆσαι, τὸν αὐτὸν τρόπον ψηφιζόμενοι, τὸ μὲν σύμβολον ἀποδιδόντες, βακτηρίαν δὲ πάλιν παραλαμ‐97
5βάνοντες. ἡ δὲ τίμησίς ἐστιν πρὸς ἡμίχουν ὕδατος ἑκατέρῳ. ἐπειδὰν δὲ αὐτοῖς ᾖ δε‐ δικασμένα τὰ ἐκ τῶν νόμων, ἀπολαμ‐ βάνουσιν τὸν μισθὸν ἐν τῷ μέρει οὗ ἔ‐
λαχον ἕκαστοι.98