TLG 0085 010 :: AESCHYLUS :: Epigrammata AESCHYLUS Trag. Scholia et vitae: Cf. SCHOLIA IN AESCHYLUM (5010) Epigrammata Citation: Book — epigram — (line) | ||
7.255(p1) | ΑΙΣΧΥΛΟΥ | |
1 | Κυανέη καὶ τούσδε μενεγχέας ὤλεσεν ἄνδρας Μοῖρα πολύρρηνον πατρίδα ῥυομένους. ζωὸν δὲ φθιμένων πέλεται κλέος, οἵ ποτε γυίοις τλήμονες Ὀσσαίαν ἀμφιέσαντο κόνιν. | |
---|---|---|
10.110(p1) | ΑΙΣΧΥΛΟΥ | |
1 | Οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν· μάλιστα μὲν λέοντα μὴ πόλει τρέφειν· | |
ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. |