TLG 0085 006 :: AESCHYLUS :: Choephoroe

AESCHYLUS Trag.
(Atheniensis: 6–5 B.C.)

Scholia et vitae: Cf. SCHOLIA IN AESCHYLUM (5010)

Choephoroe

Source: Murray, G. (ed.), Aeschyli tragoediae, 2nd edn. Oxford: Clarendon Press, 1955 (repr. 1960): 277–322.

Citation: (Line)

tΧΟΗΦΟΡΟΙ
1 ΟΡΕΣΤΗΣ
1Ἑρμῆ χθόνιε, πατρῷ’ ἐποπτεύων κράτη, σωτὴρ γενοῦ μοι ξύμμαχός τ’ αἰτουμένῳ· ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
3. . . . . . . τύμβου δ’ ἐπ’ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
5κλύειν, ἀκοῦσαι. . . . .
5. . . . . . . . . . πλόκαμον Ἰνάχῳ θρεπτήριον. τὸν δεύτερον δὲ τόνδε πενθητήριον
7. . . . . . . οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον οὐδ’ ἐξέτεινα χεῖρ’ ἐπ’ ἐκφορᾷ νεκροῦ.
9. . . . . . .
10τί χρῆμα λεύσσω; τίς ποθ’ ἥδ’ ὁμήγυρις στείχει γυναικῶν φάρεσιν μελαγχίμοις πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω; πότερα δόμοισι πῆμα προσκυρεῖ νέον; ἢ πατρὶ τὠμῷ τάσδ’ ἐπεικάσας τύχω
15χοὰς φερούσας νερτέροις μειλίγματα; οὐδέν ποτ’ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
20Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς
μάθω γυναικῶν ἥτις ἥδε προστροπή. ΧΟΡΟΣ
277
22 ἰαλτὸς ἐκ δόμων ἔβαν
[στρ. α. χοᾶν προπομπὸς ὀξύχειρι σὺν κόπῳ. πρέπει παρῂς φοίνισς’ ἀμυγμοῖς
25 ὄνυχος ἄλοκι νεοτόμῳ, δι’ αἰῶνος δ’ ἰυγμοῖσι βόσκεται κέαρ. λινοφθόροι δ’ ὑφασμάτων λακίδες ἔφλαδον ὑπ’ ἄλγεσιν,
30πρόστερνοι στολμοὶ πέπλων ἀγελάστοις ξυμφοραῖς πεπληγμένων.
31
τορὸς γὰρ [Φοῖβος] ὀρθόθριξ δόμων
[ἀντ. α. ὀνειρόμαντις, ἐξ ὕπνου κότον πνέων, ἀωρόνυκτον ἀμβόαμα
35 μυχόθεν ἔλακε περὶ φόβῳ, γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων, κριταί 〈τε〉 τῶνδ’ ὀνειράτων
39θεόθεν ἔλακον ὑπέγγυοι
40μέμφεσθαι τοὺς γᾶς νέρθεν περιθύμως τοῖς κτανοῦσί τ’ ἐγκοτεῖν.
41 τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,
[στρ. β.
ἰὼ γαῖα μαῖα,
45 μωμένα μ’ ἰάλλει δύσθεος γυνά. φοβοῦ‐
μαι δ’ ἔπος τόδ’ ἐκβαλεῖν. τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι; ἰὼ πάνοιζυς ἑστία,278
Ch
.

(50)

ἰὼ κατασκαφαὶ δόμων. ἀνήλιοι βροτοστυγεῖς δνόφοι καλύπτουσι δόμους
54δεσποτᾶν θανάτοισι.
54
55σέβας δ’ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν
[ἀντ. β. δι’ ὤτων φρενός τε δαμίας περαῖνον νῦν ἀφίσταται. φοβεῖ‐ ται δέ τις. τὸ δ’ εὐτυχεῖν,
60τόδ’ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον. ῥοπὴ δ’ ἐπισκοτεῖ δίκας ταχεῖα τοῖς μὲν ἐν φάει, τὰ δ’ ἐν μεταιχμίῳ σκότου † μένει χρονίζοντ’ ἄχη βρύει †
65τοὺς δ’ ἄκραντος ἔχει νύξ.
65
δι’ αἵματ’ ἐκποθένθ’ ὑπὸ χθονὸς τροφοῦ
[στρ. γ.
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς ἄτη διαφέρει
τὸν αἴτιον παναρκέτας νόσου βρύειν
70[τοὺς δ’ ἄκραντος ἔχει νύξ]. θιγόντι δ’ οὔτι νυμφικῶν ἑδωλίων
[ἀντ. γ. ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ † βαίνοντες τὸν χερομυσῆ φόνον καθαίροντες ἴθυσαν μάταν.
279
74
75ἐμοὶ δ’ (ἀνάγκαν γὰρ ἀμφίπτολιν
[ἐπῳδ. θεοὶ προσήνεγκαν· ἐκ γὰρ οἴκων πατρῴων δούλιόν 〈μ’〉 ἐσάγαγον αἶσαν) δίκαια καὶ μὴ δίκαια, † πρέποντ’ ἀρχὰς βίου,
80βίᾳ φερομένων, † αἰνέσαι, πικρὸν φρενῶν στύγος κρατούσῃ. δακρύω δ’ ὑφ’ εἱμάτων ματαί‐ οισι δεσποτᾶν τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.
83 ΗΛΕΚΤΡΑ
84δμῳαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
85ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι· τί φῶ χέουσα τάσδε κηδείους χοάς; πῶς εὔφρον’ εἴπω, πῶς κατεύξωμαι πατρί; πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
90γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα; τῶνδ’ οὐ πάρεστι θάρσος, οὐδ’ ἔχω τί φῶ χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς, ἴς’ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε280
95στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν; ἢ σῖγ’ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο πατήρ, τάδ’ ἐκχέασα, γάποτον χύσιν, στείχω, καθάρμαθ’ ὥς τις ἐκπέμψας, πάλιν δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
Ch
.

(100)

τῆσδ’ ἔστε βουλῆς, ὦ φίλαι, μεταίτιαι· κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν. μὴ κεύθετ’ ἔνδον καρδίας φόβῳ τινός. τὸ μόρσιμον γὰρ τόν τ’ ἐλεύθερον μένει καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
105
λέγοις ἄν, εἴ τι τῶνδ’ ἔχεις ὑπέρτερον. Χο.
αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον. Ηλ.
λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός. Χο.
φθέγγου χέουσα σεμνά· τοῖσιν εὔφροσιν—
110Ηλ.
τίνας δὲ τούτους τῶν φίλων προσεννέπω; Χο.
πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ. Ηλ.
ἐμοί τε καὶ σοί τἄρ’ ἐπεύξομαι τάδε. Χο.
αὐτὴ σὺ ταῦτα μανθάνους’ ἤδη φράσαι. Ηλ.
τίν’ οὖν ἔτ’ ἄλλον τῇδε προστιθῶ στάσει;
115Χο.
μέμνης’ Ὀρέστου, κεἰ θυραῖός ἐσθ’ ὅμως. Ηλ.
εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με. Χο.
τοῖς αἰτίοις νυν τοῦ φόνου μεμνημένη— Ηλ.
τί φῶ; δίδασκ’ ἄπειρον ἐξηγουμένη. Χο.
ἐλθεῖν τιν’ αὐτοῖς δαίμον’ ἢ βροτῶν τινα—
120 Ηλ.
πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
Χο.
ἁπλωστὶ φράζους’, ὅστις ἀνταποκτενεῖ. Ηλ.
καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα; Χο.
πῶς δ’ οὔ, τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
281
165 Ηλ.
κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,
124〈ἄρηξον,〉 Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ
125τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους, καὶ γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται θρέψασά τ’ αὖθις τῶνδε κῦμα λαμβάνει· κἀγὼ χέουσα τάσδε χέρνιβας νεκροῖς
130λέγω καλοῦσα πατέρ’· Ἐποίκτιρόν τ’ ἐμέ, φίλον τ’ Ὀρέστην φῶς ἄναψον ἐν δόμοις. πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα πρὸς τῆς τεκούσης, ἄνδρα δ’ ἀντηλλάξατο Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
135κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων φεύγων Ὀρέστης ἐστίν, οἱ δ’ ὑπερκόπως ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα. ἐλθεῖν δ’ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·
140αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ μητρὸς γενέσθαι χεῖρά τ’ εὐσεβεστέραν. ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ’ ἐναντίοις λέγω φανῆναί σου, πάτερ, τιμάορον, καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
145 ταῦτ’ ἐν μέσῳ τίθημι τῆς κακῆς ἀρᾶς, κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν· ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω, σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ. τοιαῖσδ’ ἐπ’ εὐχαῖς τάσδ’ ἐπισπένδω χοάς.282
Ch
.

(150)

ὑμᾶς δὲ κωκυτοῖς’ ἐπανθίζειν νόμος, παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
151 Χο.
ἵετε δάκρυ καναχὲς ὀλόμενον
ὀλομένῳ δεσπότᾳ,
πρὸς ἔρυμα τόδε κεδνῶν κακῶν τ’
155 ἀπότροπον, ἄγος ἀπεύχετον, κεχυμένων χοᾶν. κλύε δέ μοι, σέβας, κλύ’, ὦ δέσποτ’, ἐξ ἀμαυρᾶς φρενός. ὀτοτοτοτοτοτοῖ,
160ἰώ, τίς δορυσθενὴς 〈εἶσ’〉 ἀνήρ, ἀναλυτὴρ δόμων, Σκύθην τ’ ἐν χεροῖν [παλίντον’ ἐν ἔργῳ βέλη] πιπάλλων Ἄρη σχέδιά τ’ αὐτόκωπα νωμῶν βέλη;
163 Ηλ.
ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·
166
νέου δὲ μύθου τοῦδε κοινωνήσατε. Χο.
λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ· Ηλ.
ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ. Χο.
τίνος ποτ’ ἀνδρὸς ἢ βαθυζώνου κόρης;
170Ηλ.
εὐξύμβολον τόδ’ ἐστὶ παντὶ δοξάσαι. Χο.
πῶς οὖν παλαιὰ παρὰ νεωτέρας μάθω; Ηλ.
οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν. Χο.
ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί. Ηλ.
καὶ μὴν ὅδ’ ἐστὶ κάρτ’ ἰδεῖν ὁμόπτερος—
283
175Χο.
ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν. Ηλ.
αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν. Χο.
μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε; Ηλ.
μάλιστ’ ἐκείνου βοστρύχοις προσείδεται. Χο.
καὶ πῶς ἐκεῖνος δεῦρ’ ἐτόλμησεν μολεῖν;
180Ηλ.
ἔπεμψε χαίτην κουρίμην χάριν πατρός. Χο.
οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί. Ηλ.
κἀμοὶ προσέστη καρδίᾳ κλυδώνιον
χολῆς, ἐπαίθην δ’ ὡς διανταίῳ βέλει·
185ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι σταγόνες ἄφαρκτοι δυσχίμου πλημυρίδος, πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω ἀστῶν τιν’ ἄλλον τῆσδε δεσπόζειν φόβης; ἀλλ’ οὐδὲ μήν νιν ἡ κτανοῦς’ ἐκείρατο,
190ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον φρόνημα παισὶ δύσθεον πεπαμένη. ἐγὼ δ’ ὅπως μὲν ἄντικρυς τάδ’ αἰνέσω, εἶναι τόδ’ ἀγλάισμά μοι τοῦ φιλτάτου βροτῶν Ὀρέστου—σαίνομαι δ’ ὑπ’ ἐλπίδος.
195φεῦ.
195εἴθ’ εἶχε φωνὴν ἔμφρον’ ἀγγέλου δίκην, ὅπως δίφροντις οὖσα μὴ ’κινυσσόμην,
ἀλλ’ ἢ σάφ’ ᾔνει τόνδ’ ἀποπτύσαι πλόκον, εἴπερ γ’ ἀπ’ ἐχθροῦ κρατὸς ἦν τετμημένος, ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοί,284
Ch
.

(200)

ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός. ἀλλ’ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα, οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην στροβούμεθ’· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας, σμικροῦ γένοιτ’ ἂν σπέρματος μέγας πυθμήν.
205 καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον, ποδῶν ὅμοιοι τοῖς τ’ ἐμοῖσιν ἐμφερεῖς. καὶ γὰρ δύ’ ἐστὸν τώδε περιγραφὰ ποδοῖν, αὐτοῦ τ’ ἐκείνου καὶ συνεμπόρου τινός. πτέρναι τενόντων θ’ ὑπογραφαὶ μετρούμεναι
210εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις. πάρεστι δ’ ὠδὶς καὶ φρενῶν καταφθορά.
211 ΟΡΕΣΤΗΣ
212
εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς. Ηλ.
ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
215Ορ.
εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι. Ηλ.
καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν; Ορ.
σύνοιδ’ Ὀρέστην πολλά ς’ ἐκπαγλουμένην. Ηλ.
καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων; Ορ.
ὅδ’ εἰμί· μὴ μάτευ’ ἐμοῦ μᾶλλον φίλον.
220Ηλ.
ἀλλ’ ἦ δόλον τιν’, ὦ ξέν’, ἀμφί μοι πλέκεις; Ορ.
αὐτὸς κατ’ αὐτοῦ τἄρα μηχανορραφῶ. Ηλ.
ἀλλ’ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις;
Ορ.
κἀν τοῖς ἐμοῖς ἄρ’, εἴπερ ἔν γε τοῖσι σοῖς. Ηλ.
ὡς ὄντ’ Ὀρέστην τἄρ’ ἐγώ σε προὐννέπω;
285
225Ορ.
αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·
κουρὰν δ’ ἰδοῦσα τήνδε κηδείου τριχὸς
ἰχνοσκοποῦσά τ’ ἐν στίβοισι τοῖς ἐμοῖς
ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
σκέψαι, τομῇ προσθεῖσα βόστρυχον τριχός,
230σαυτῆς ἀδελφοῦ σύμμετρον τῷ σῷ κάρᾳ. ἰδοῦ δ’ ὕφασμα τοῦτο, σῆς ἔργον χερός, σπάθης τε πληγάς, ἒν δὲ θήρειον γραφήν— ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ’κπλαγῇς φρένας· τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
235Ηλ.
ὦ φίλτατον μέλημα δώμασιν πατρός,
δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
ἀλκῇ πεποιθὼς δῶμ’ ἀνακτήσῃ πατρός.
ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
ἐμοί, προσαυδᾶν δ’ ἔστ’ ἀναγκαίως ἔχον
240πατέρα σε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει στέργηθρον—ἡ δὲ πανδίκως ἐχθαίρεται— καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου· πιστὸς δ’ ἀδελφὸς ἦσθ’, ἐμοὶ σέβας φέρων
243μόνος· . . . . . . 〈μόνον〉 Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
245
πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό μοι. Ορ.
Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·
ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν δεινῆς ἐχίδνης. τοὺς δ’ ἀπωρφανισμένους286
Ch
.

(250)

νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς θήραν πατρῴαν προσφέρειν σκηνήμασιν. οὕτω δὲ κἀμὲ τήνδε τ’, Ἠλέκτραν λέγω, ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον, ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
255καίτοι θυτῆρος καί σε τιμῶντος μέγα πατρὸς νεοσσοὺς τούσδ’ ἀποφθείρας πόθεν ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας; οὔτ’ αἰετοῦ γένεθλ’ ἀποφθείρας, πάλιν πέμπειν ἔχοις ἂν σήματ’ εὐπειθῆ βροτοῖς·
260
οὔτ’ ἀρχικός σοι πᾶς ὅδ’ αὐανθεὶς πυθμὴν
βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
κόμιζ’, ἀπὸ σμικροῦ δ’ ἂν ἄρειας μέγαν
δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι. Χο.
ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
265
σιγᾶθ’, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,
γλώσσης χάριν δὲ πάντ’ ἀπαγγελεῖ τάδε
πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμ’ ἐγώ ποτε
θανόντας ἐν κηκῖδι πισσήρει φλογός. Ορ.
οὔτοι προδώσει Λοξίου μεγασθενὴς
270χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν, κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους ἄτας ὑφ’ ἧπαρ θερμὸν ἐξαυδώμενος, εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους τρόπον τὸν αὐτόν, ἀνταποκτεῖναι λέγων,
275ἀποχρημάτοισι ζημίαις ταυρούμενον αὐτὸν δ’ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τείσειν μ’ ἔχοντα πολλὰ δυστερπῆ κακά. τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα βροτοῖς πιφαύσκων εἶπε τάσδε νῷν νόσους,287
280σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις, λιχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν· λευκὰς δὲ κόρσας τῇδ’ ἐπαντέλλειν νόσῳ· ἄλλας τ’ ἐφώνει προσβολὰς Ἐρινύων ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·
284. . . . . . .
285ὁρῶντα λαμπρόν, ἐν σκότῳ νωμῶντ’ ὀφρύν, τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος ἐκ προστροπαίων ἐν γένει πεπτωκότων, καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος κινεῖ ταράσσει καὶ διωκάθει πόλεως
290χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας. καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός, βωμῶν τ’ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς μῆνιν· δέχεσθαι 〈δ’〉 οὔτε συλλύειν τινά,
295πάντων δ’ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ. τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι; κεἰ μὴ πέποιθα, τοὔργον ἔστ’ ἐργαστέον. πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
Ch
.

(300)

θεοῦ τ’ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα, καὶ πρὸς πιέζει χρημάτων ἀχηνία, τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν, Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί, δυοῖν γυναικοῖν ὧδ’ ὑπηκόους πέλειν.288
305θήλεια γὰρ φρήν· † εἰ δὲ μή, τάχ’ εἴσεται.
305 Χο.
ἀλλ’ ὦ μεγάλαι Μοῖραι, Διόθεν
τῇδε τελευτᾶν,
ᾗ τὸ δίκαιον μεταβαίνει.
ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
310γλῶσσα τελείσθω· τοὐφειλόμενον πράσσουσα Δίκη μέγ’ ἀυτεῖ· ἀντὶ δὲ πληγῆς φονίας φονίαν πληγὴν τινέτω. δράσαντα παθεῖν, τριγέρων μῦθος τάδε φωνεῖ.
314
315Ορ.
ὦ πάτερ αἰνόπατερ, τί σοι
[στρ. α.
φάμενος ἢ τί ῥέξας
τύχοιμ’ ἂν ἕκαθεν οὐρίσας,
ἔνθα ς’ ἔχουσιν εὐναί,
σκότῳ φάος ἀντίμοιρον;
320 χάριτες δ’ ὁμοίως κέκληνται γόος εὐκλεὴς † προσθοδόμοις Ἀτρείδαις.
322
324 Χο.
τέκνον, φρόνημα τοῦ θανόντος οὐ δαμά‐
[στρ. β.
325ζει πυρὸς μαλερὰ γνάθος, φαίνει δ’ ὕστερον ὀργάς·
ὀτοτύζεται δ’ ὁ θνῄσκων, ἀναφαίνεται δ’ ὁ βλάπτων. πατέρων δὲ καὶ τεκόντων289
330 γόος ἔνδικος ματεύει, τὸ πᾶν ἀμφιλαφὴς ταραχθείς.
331 Ηλ.
κλῦθί νυν, ὦ πάτερ, ἐν μέρει
[ἀντ. α.
πολυδάκρυτα πένθη.
δίπαις τοί ς’ ἐπιτύμβιος
335 θρῆνος ἀναστενάζει. τάφος δ’ ἱκέτας δέδεκται φυγάδας θ’ ὁμοίως. τί τῶνδ’ εὖ, τί δ’ ἄτερ κακῶν; οὐκ ἀτρίακτος ἄτα;
339
340Χο.
ἀλλ’ ἔτ’ ἂν ἐκ τῶνδε θεὸς χρῄζων
θείη κελάδους εὐφθογγοτέρους·
ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
παιὼν μελάθροις ἐν βασιλείοις
νεοκρᾶτα φίλον κομίσειεν.
344
345Ορ.
εἰ γὰρ ὑπ’ Ἰλίῳ
[στρ. γ.
πρός τινος Λυκίων, πάτερ,
δορίτμητος κατηναρίσθης·
λιπὼν ἂν εὔκλειαν ἐν δόμοισιν
τέκνων τ’ ἐν κελεύθοις
Ch
.

(350)

ἐπιστρεπτὸν αἰῶ κτίσσας πολύχωστον ἂν εἶχες τάφον διαποντίου γᾶς, δώμασιν εὐφόρητον—290
353 Χο.
φίλος φίλοισι τοῖς ἐκεῖ καλῶς θανοῦ‐
[ἀντ. β.
355σιν, κατὰ χθονὸς ἐμπρέπων σεμνότιμος ἀνάκτωρ, πρόπολός τε τῶν μεγίστων χθονίων ἐκεῖ τυράννων·
360 βασιλεὺς γὰρ ἦσθ’, ὄφρ’ ἔζης, μόριμον λάχος πιπλάντων χεροῖν πεισιβρότῳ τε βάκτρῳ.
362 Ηλ.
μηδ’ ὑπὸ Τρωίας
[ἀντ. γ.
τείχεσι φθίμενος, πάτερ,
365μετ’ ἄλλῳ δουρικμῆτι λαῷ παρὰ Σκαμάνδρου πόρον τεθάφθαι· πάρος δ’ οἱ κτανόντες νιν οὕτως δαμῆναι, 〈ἵν’ ἦν〉 θανατηφόρον αἶσαν
370πρόσω τινὰ πυνθάνεσθαι τῶνδε πόνων ἄπειρον.
371 Χο.
ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
μείζονα φωνεῖς· δύνασαι γάρ.291
375ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων χέρες οὐχ ὅσιαι † στυγερῶν τούτων· παισὶ δὲ μᾶλλον γεγένηται.
379
380Ορ.
τοῦτο διαμπερὲς οὖς
[στρ. δ.
ἵκεθ’ ἅπερ τε βέλος.
Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
ὑστερόποινον ἄταν,
βροτῶν τλάμονι καὶ πανούργῳ
385χειρί, τοκεῦσι δ’ ὅμως τελεῖται.
385 Χο.
ἐφυμνῆσαι γένοιτό μοι πυκά‐
[στρ. ε.
386εντ’ ὀλολυγμὸν ἀνδρὸς θεινομένου, γυναικός τ’ ὀλλυμένας· τί γὰρ κεύ‐ θω † φρενὸς θεῖον ἔμπας †
390ποτᾶται, πάροιθεν δὲ πρῴρας δριμὺς ἄηται κραδίας θυμός, ἔγκοτον στύγος.
392
394 Ηλ.
καὶ πότ’ ἂν ἀμφιθαλὴς
[ἀντ. δ.
395 Ζεὺς ἐπὶ χεῖρα βάλοι, φεῦ φεῦ, κάρανα δαΐξας;
πιστὰ γένοιτο χώρᾳ. δίκαν [δ’] ἐξ ἀδίκων ἀπαιτῶ. κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.292
399
Ch
.

(400)

Χο.
ἀλλὰ νόμος μὲν φονίας σταγόνας
χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
αἷμα· βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
παρὰ τῶν πρότερον φθιμένων ἄτην
ἑτέραν ἐπάγουσαν ἐπ’ ἄτῃ.
404
405Ορ.
πόποι δᾶ νερτέρων τυραννίδες,
[στρ. ζ.
ἴδετε πολυκρατεῖς ἀραὶ φθινομένων,
ἴδεσθ’ Ἀτρειδᾶν τὰ λοίπ’ ἀμηχάνως
ἔχοντα καὶ δωμάτων ἄτιμα. πᾶ
τις τράποιτ’ ἄν, ὦ Ζεῦ;
409
410Χο.
πέπαλται δαὖτέ μοι φίλον κέαρ
[ἀντ. ε.
τόνδε † κλύουσαν οἶκτον.
καὶ τότε μὲν δύσελπις,
σπλάγχνα δέ μοι κελαινοῦ‐
ται πρὸς ἔπος κλυούσᾳ.
415ὅταν δ’ αὖτ’ ἐπαλκῆ ς’ ὁρῶ, ῥεῖ’ 〈ἐλπίσ〉 ἀπέστασεν ἄχος
† πρὸς τὸ φανεῖσθαι † μοι καλῶς. Ηλ.
τί δ’ ἂν φάντες τύχοιμεν; ἢ τάπερ
[ἀντ. ζ.
πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
293
420πάρεστι σαίνειν, τὰ δ’ οὔτι θέλγεται. λύκος γὰρ ὥστ’ ὠμόφρων ἄσαντος ἐκ
ματρός ἐστι θυμός.
422 Χο.
ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας
[στρ. η.
νόμοις ἰηλεμιστρίας,
425ἀπρικτόπληκτα πολυπάλακτα δ’ ἦν ἰδεῖν ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα, ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ’ ἐπιρροθεῖ κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
428 Ηλ.
ἰὼ ἰὼ δαΐα
[στρ. θ.
430πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς ἄνευ πολιτᾶν ἄνακτ’, ἄνευ δὲ πενθημάτων ἔτλης ἀνοίμωκτον ἄνδρα θάψαι.
433 Ορ.
τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι.
[στρ. ι.
435πατρὸς δ’ ἀτίμωσιν ἆρα τείσει, ἕκατι μὲν δαιμόνων, ἕκατι δ’ ἀμᾶν χερῶν.
ἔπειτ’ ἐγὼ νοσφίσας ὀλοίμαν. Χο.
ἐμασχαλίσθη δέ γ’, ὡς τόδ’ εἰδῇς,
[ἀντ. ι.
294
440ἔπρασσε δ’ ἅπερ νιν ὧδε θάπτει, μόρον κτίσαι μωμένα ἄφερτον αἰῶνι σῷ. κλύεις πατρῴους δύας ἀτίμους.
443 Ηλ.
λέγεις πατρῷον μόρον· ἐγὼ δ’ ἀπεστάτουν
[ἀντ. η.
445 ἄτιμος, οὐδὲν ἀξία. μυχῷ δ’ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
449χέουσα πολύδακρυν γόον κεκρυμμένα.
Ch
.

(450)

τοιαῦτ’ ἀκούων ἐν φρεσὶν γράφου, 〈πάτερ.
Ch
.

(450)

Χο.
γράφου·〉 δι’ ὤτων δὲ συν‐
[ἀντ. θ.
τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
τὰ μὲν γὰρ οὕτως ἔχει,
τὰ δ’ αὐτὸς ὀργᾷ μαθεῖν.
455πρέπει δ’ ἀκάμπτῳ μένει καθήκειν.
455 Ορ.
σέ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.
[στρ. κ. Ηλ.
ἐγὼ δ’ ἐπιφθέγγομαι κεκλαυμένα. Χο.
στάσις δὲ πάγκοινος ἅδ’ ἐπιρροθεῖ·
ἄκουσον ἐς φάος μολών,
460
ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς. Ορ.
Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.
[ἀντ. κ. Ηλ.
ἰὼ θεοί, κραίνετ’ ἐνδίκως 〈λιτάσ〉. Χο.
τρόμος μ’ ὑφέρπει κλύουσαν εὐγμάτων.
τὸ μόρσιμον μένει πάλαι,
295
465εὐχομένοις δ’ ἂν ἔλθοι.
465
ὦ πόνος ἐγγενὴς
[στρ. λ.
καὶ παράμουσος ἄτας
αἱματόεσσα πλαγά.
ἰὼ δύστον’ ἄφερτα κήδη·
470ἰὼ δυσκατάπαυστον ἄλγος.
470
δώμασιν ἔμμοτον
[ἀντ. λ.
τῶνδ’ ἄκος, οὐδ’ ἀπ’ ἄλλων
ἔκτοθεν, ἀλλ’ ἀπ’ αὐτῶν,
δι’ ὠμὰν ἔριν αἱματηράν.
475θεῶν 〈τῶν〉 κατὰ γᾶς ὅδ’ ὕμνος.
475
ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
τῆσδε κατευχῆς πέμπετ’ ἀρωγὴν
παισὶν προφρόνως ἐπὶ νίκῃ.
478 Ορ.
πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
480
αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων. Ηλ.
κἀγώ, πάτερ, τοιάδε· σοῦ χρεία μ’ ἔχει
† φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ † . . . Ορ.
οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
κτιζοίατ’· εἰ δὲ μή, παρ’ εὐδείπνοις ἔσῃ
296
485
ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός. Ηλ.
κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·
πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον. Ορ.
ὦ γαῖ’, ἄνες μοι πατέρ’ ἐποπτεῦσαι μάχην.
490Ηλ.
ὦ Περσέφασσα, δὸς δέ γ’ εὔμορφον κράτος. Ορ.
μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ. Ηλ.
μέμνησο δ’ ἀμφίβληστρον ὡς ἐκαίνισαν— Ορ.
πέδαις δ’ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ— Ηλ.
αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
495Ορ.
ἆρ’ ἐξεγείρῃ τοῖσδ’ ὀνείδεσιν, πάτερ; Ηλ.
ἆρ’ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα; Ορ.
ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
εἴπερ κρατηθείς γ’ ἀντινικῆσαι θέλεις.
Ch
.

(500)

Ηλ.
καὶ τῆσδ’ ἄκουσον λοισθίου βοῆς, πάτερ·
ἰδὼν νεοσσοὺς τούσδ’ ἐφημένους τάφῳ,
οἴκτιρε θῆλυν ἄρσενός θ’ ὁμοῦ γόον. Ορ.
καὶ μὴ ’ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε,
οὕτω γὰρ οὐ τέθνηκας οὐδέ περ θανών.
505[παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι θανόντι· φελλοὶ δ’ ὣς ἄγουσι δίκτυον, τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.]
Ηλ.
ἄκου’, ὑπὲρ σοῦ τοιάδ’ ἔστ’ ὀδύρματα,
αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
297
510Χο.
καὶ μὴν ἀμεμφῆ τόνδ’ ἐτείνατον λόγον,
τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δ’ ἄλλ’, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος. Ορ.
ἔσται· πυθέσθαι δ’ οὐδέν ἐστ’ ἔξω δρόμου,
515πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου μεθύστερον τιμῶς’ ἀνήκεστον πάθος; θανόντι δ’ οὐ φρονοῦντι δειλαία χάρις ἐπέμπετ’· οὐκ ἔχοιμ’ ἂν εἰκάσαι τάδε τὰ δῶρα, μείω δ’ ἐστὶ τῆς ἁμαρτίας.
520
τὰ πάντα γάρ τις ἐκχέας ἀνθ’ αἵματος
ἑνός—μάτην ὁ μόχθος· ὧδ’ ἔχει λόγος.
θέλοντι δ’, εἴπερ οἶσθ’, ἐμοὶ φράσον τάδε. Χο.
οἶδ’, ὦ τέκνον, παρῆ γάρ· ἔκ τ’ ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
525
χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή. Ορ.
ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ’ ὀρθῶς φράσαι; Χο.
τεκεῖν δράκοντ’ ἔδοξεν, ὡς αὐτὴ λέγει. Ορ.
καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος; Χο.
ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
530Ορ.
τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος; Χο.
αὐτὴ προσέσχε μαστὸν ἐν τὠνείρατι. Ορ.
καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους; Χο.
ὥστ’ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
Ορ.
οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.
298
535Χο.
ἡ δ’ ἐξ ὕπνου κέκλαγεν ἐπτοημένη.
πολλοὶ δ’ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·
πέμπει δ’ ἔπειτα τάσδε κηδείους χοάς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.
540Ορ.
ἀλλ’ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
τοὔνειρον εἶναι τοῦτ’ ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις ἐπ’ ἀμὰ σπάργαν’ † ἠπλείζετο,
545καὶ μαστὸν ἀμφέχασκ’ ἐμὸν θρεπτήριον, θρόμβῳ τ’ ἔμειξεν αἵματος φίλον γάλα, ἡ δ’ ἀμφὶ τάρβει τῷδ’ ἐπῴμωξεν πάθει, δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας, θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δ’ ἐγὼ
Ch
.

(550)

κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε. Χο.
τερασκόπον δὴ τῶνδέ ς’ αἱροῦμαι πέρι,
γένοιτο δ’ οὕτως. τἄλλα δ’ ἐξηγοῦ φίλοις,
τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων. Ορ.
ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,
555αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς, ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον δόλῳ γε καὶ ληφθῶσιν, ἐν ταὐτῷ βρόχῳ
θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν, ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.299
560ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων, ἥξω σὺν ἀνδρὶ τῷδ’ ἐφ’ ἑρκείους πύλας Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων. ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησίδα, γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
565καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ δέξαιτ’, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς· μενοῦμεν οὕτως ὥστ’ ἐπεικάζειν τινὰ δόμοις παραστείχοντα καὶ τάδ’ ἐννέπειν· ‘τί δὴ πύλῃσι τὸν ἱκέτην ἀπείργεται
570Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;‘ εἰ δ’ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός, ἢ καὶ μολὼν ἔπειτά μ’ οἱ κατὰ στόμα ἐρεῖ, σάφ’ ἴσθι, καὶ κατ’ ὀφθαλμοὺς καλεῖν,
575πρὶν αὐτὸν εἰπεῖν ‘ποδαπὸς ὁ ξένος;‘ νεκρὸν θήσω, ποδώκει περιβαλὼν χαλκεύματι. φόνου δ’ Ἐρινὺς οὐχ ὑπεσπανισμένη ἄκρατον αἷμα πίεται τρίτην πόσιν. νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
580ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε· ὑμῖν δ’ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν, σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια. τὰ δ’ ἄλλα τούτῳ δεῦρ’ ἐποπτεῦσαι λέγω,
ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.300
585Χο.
πολλὰ μὲν γᾶ τρέφει
[στρ. α.
δεινὰ δειμάτων ἄχη,
πόντιαί τ’ ἀγκάλαι κνωδάλων
ἀνταίων βρύουσι, [πλά‐
θουσι] βλαστοῦσι καὶ πεδαίχμιοι
590 λαμπάδες πεδάοροι, πτανά τε καὶ πεδοβάμονα κἀνεμόεντ’ ἂν αἰγίδων φράσαι κότον.
592
594ἀλλ’ ὑπέρτολμον ἀν‐
[ἀντ. α.
595 δρὸς φρόνημα τίς λέγοι καὶ γυναικῶν φρεσὶν τλημόνων παντόλμους ἔρωτας, ἄ‐ ταισι συννόμους βροτῶν; συζύγους δ’ ὁμαυλίας
Ch
.

(600)

θηλυκρατὴς ἀπέρωτος ἔρως παρανικᾷ κνωδάλων τε καὶ βροτῶν.
601 ἴστω δ’ ὅστις οὐχ ὑπόπτερος
[στρ. β.
602φροντίσιν † δαεὶς τὰν ἁ παιδολυ‐ μὰς τάλαινα Θεστιὰς
605 μήσατο, πυρδαῆ τινὰ πρόνοιαν,
καταίθουσα παιδὸς δαφοινὸν δαλὸν ἥλικ’, ἐπεὶ μολὼν ματρόθεν κελάδησε,301
610ξύμμετρόν τε διαὶ βίου μοιρόκραντον ἐς ἦμαρ.
611 ἄλλαν δ’ ἦν τιν’ ἐν λόγοις στυγεῖν
[ἀντ. β. φοινίαν Σκύλλαν, ἅτ’ ἐχθρῶν ὕπερ
615φῶτ’ ἀπώλεσεν φίλον, Κρητικοῖς χρυσεοδμήτοισιν ὅρμοις πιθήσασα, δώροισι Μίνω, Νῖσον ἀθανάτας τριχὸς
620 νοσφίσασα προβούλως πνέονθ’ ἁ κυνόφρων ὕπνῳ· κιγχάνει δέ νιν Ἑρμῆς.
622
ἐπεὶ δ’ ἐπεμνησάμην ἀμειλίχων
[στρ. γ.
πόνων—† ἀκαίρως δὲ δυσφιλὲς γαμή‐
625 λευμ’ ἀπεύχετον δόμοις γυναικοβούλους τε μήτιδας φρενῶν ἐπ’ ἀνδρὶ τευχεσφόρῳ ἐπ’ ἀνδρὶ δῄοις ἐπικότω σέβας † τίων [δ’] ἀθέρμαντον ἑστίαν δόμων,
630 γυναικείαν ἄτολμον αἰχμάν. κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον
[ἀντ. γ. λόγῳ· γοᾶται δὲ δημόθεν κατά‐ πτυστον· ᾔκασεν δέ τις τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
302
635 θεοστυγήτῳ δ’ ἄγει βροτῶν ἀτιμωθὲν οἴχεται γένος. σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς. τί τῶνδ’ οὐκ ἐνδίκως ἀγείρω;
638
τὸ δ’ ἄγχι πλευμόνων ξίφος
[στρ. δ.
640διανταίαν ὀξυπευκὲς οὐτᾷ, διαὶ Δίκας—τὸ μὴ θέμις—[γὰρ οὐ] λὰξ πέδοι πατουμένας,
644τὸ πᾶν Διὸς σέβας παρεκ‐
645βάντας οὐ θεμιστῶς.
645
Δίκας δ’ ἐρείδεται πυθμήν·
[ἀντ. δ. προχαλκεύει δ’ Αἶσα φασγανουργός·
τέκνον δ’ ἐπεισφέρει δόμοις
αἱμάτων παλαιτέρων
Ch
.

(650)

τίνειν μύσος χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.
651
653 Ορ.
παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
τίς ἔνδον; ὦ παῖ, παῖ, μάλ’ αὖ, τίς ἐν δόμοις;303
655τρίτον τόδ’ ἐκπέραμα δωμάτων καλῶ, εἴπερ φιλόξεν’ ἐστὶν Αἰγίσθου διαί.
656 ΟΙΚΕΤΗΣ
657
εἶἑν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν; Ορ.
ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
660τάχυνε δ’, ὡς καὶ νυκτὸς ἅρμ’ ἐπείγεται σκοτεινόν, ὥρα δ’ ἐμπόρους μεθιέναι ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων. ἐξελθέτω τις δωμάτων τελεσφόρος, γυνὴ † τόπαρχος—ἄνδρα δ’ εὐπρεπέστερον·
665αἰδὼς γὰρ ἐν λέσχῃσιν οὖς’ ἐπαργέμους λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
667 ΚΛΥΤΑΙΜΗΣΤΡΑ
668ξένοι, λέγοιτ’ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ ὁποῖάπερ δόμοισι τοῖσδ’ ἐπεικότα,
670
καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία
στρωμνή, δικαίων τ’ ὀμμάτων παρουσία.
εἰ δ’ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
ἀνδρῶν τόδ’ ἐστὶν ἔργον, οἷς κοινώσομεν. Ορ.
ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
675στείχοντα δ’ αὐτόφορτον οἰκείᾳ σαγῇ εἰς Ἄργος, ὥσπερ δεῦρ’ ἀπεζύγην πόδας,
ἀγνὼς πρὸς ἀγνῶτ’ εἶπε συμβαλὼν ἀνήρ, ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν, Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ·304
680‘ἐπείπερ ἄλλως, ὦ ξέν’, εἰς Ἄργος κίεις, πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος τεθνεῶτ’ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ. εἴτ’ οὖν κομίζειν δόξα νικήσει φίλων, εἴτ’ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
685θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν. νῦν γὰρ λέβητος χαλκέου πλευρώματα σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.‘ τοσαῦτ’ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
690
οὐκ οἶδα· τὸν τεκόντα δ’ εἰκὸς εἰδέναι. Κλ.
οἲ ’γώ, κατ’ ἄκρας εἶπας ὡς πορθούμεθα.
ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
ὡς πόλλ’ ἐπωπᾷς κἀκποδὼν εὖ κείμενα,
τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη.
695φίλων ἀποψιλοῖς με τὴν παναθλίαν. καὶ νῦν—Ὀρέστης ἦν γὰρ εὐβούλως ἔχων, ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα— νῦν δ’ ἥπερ ἐν δόμοισι † βακχίας καλῆς ἰατρὸς ἐλπὶς ἦν, παροῦσαν ἐγγράφει. †
Ch
.

(700)

Ορ.
ἐγὼ μὲν οὖν ξένοισιν ὧδ’ εὐδαίμοσι
κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
γνωτὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
ξένου ξένοισίν ἐστιν εὐμενέστερον; πρὸς δ’ εὐσεβείας ἦν ἐμοὶ τόδ’ ἐν φρεσίν,305
705
τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
καταινέσαντα καὶ κατεξενωμένον. Κλ.
οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
οὐδ’ ἧσσον ἂν γένοιο δώμασιν φίλος.
ἄλλος δ’ ὁμοίως ἦλθεν ἂν τάδ’ ἀγγελῶν.
710ἀλλ’ ἔσθ’ ὁ καιρὸς ἡμερεύοντας ξένους μακρᾶς κελεύθου τυγχάνειν † τὰ πρόσφορα. ἄγ’ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων, ὀπισθόπους τε τούσδε καὶ ξυνεμπόρους· κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.
715αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε. ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων κοινώσομέν τε κοὐ σπανίζοντες φίλων βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.
718 Χο.
εἶἑν, φίλιαι δμωίδες οἴκων,
720πότε δὴ στομάτων δείξομεν ἰσχὺν ἐπ’ Ὀρέστῃ; ὦ πότνια χθὼν καὶ πότνι’ ἀκτὴ χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ σώματι κεῖσαι τῷ βασιλείῳ,
725νῦν ἐπάκουσον, νῦν ἐπάρηξον· νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν ξυγκαταβῆναι, χθόνιον δ’ Ἑρμῆν καὶ τὸν νύχιον τοῖσδ’ ἐφοδεῦσαι
ξιφοδηλήτοισιν ἀγῶσιν.306
730
ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν·
τροφὸν δ’ Ὀρέστου τήνδ’ ὁρῶ κεκλαυμένην.
ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
λύπη δ’ ἄμισθός ἐστί σοι ξυνέμπορος.
733 ΤΡΟΦΟΣ
734Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
735ὅπως τάχιστ’ ἄνωγεν, ὡς σαφέστερον ἀνὴρ ἀπ’ ἀνδρὸς τὴν νεάγγελτον φάτιν ἐλθὼν πύθηται· τὴν δὲ πρὸς μὲν οἰκέτας θέτο σκυθρωπόν, ἐντὸς ὀμμάτων γέλων κεύθους’ ἐπ’ ἔργοις διαπεπραγμένοις καλῶς
740κείνῃ—δόμοις δὲ τοῖσδε παγκάκως ἔχει, φήμης ὕφ’, ἧς ἤγγειλαν οἱ ξένοι τορῶς. ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον, εὖτ’ ἂν πύθηται μῦθον. ὦ τάλαιν’ ἐγώ· ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
745ἄλγη δύσοιστα τοῖσδ’ ἐν Ἀτρέως δόμοις τυχόντ’ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα, ἀλλ’ οὔτι πω τοιόνδε πῆμ’ ἀνεσχόμην. τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά· φίλον δ’ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
Ch
.

(750)

ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη
Ch
.

(750)

. . . . . . . . καὶ νυκτιπλάγκτων ὀρθίων κελευμάτων καὶ πολλὰ καὶ μοχθήρ’ ἀνωφέλητ’ ἐμοὶ τλάσῃ—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·307
755οὐ γάρ τι φωνεῖ παῖς ἔτ’ ὢν ἐν σπαργάνοις, εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων. τούτων πρόμαντις οὖσα, πολλὰ δ’, οἴομαι, ψευσθεῖσα, παιδὸς σπαργάνων φαιδρύντρια—
760κναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος. ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας ἔχους’ Ὀρέστην ἐξεδεξάμην πατρί· τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι. στείχω δ’ ἐπ’ ἄνδρα τῶνδε λυμαντήριον
765
οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον. Χο.
πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον; Τρ.
ἦ πῶς; λέγ’ αὖθις, ὡς μάθω σαφέστερον. Χο.
εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ. Τρ.
ἄγειν κελεύει δορυφόρους ὀπάονας.
770Χο.
μή νυν σὺ ταῦτ’ ἄγγελλε δεσπότου στύγει·
ἀλλ’ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντων κλύῃ,
ἄνωχθ’ ὅσον τάχιστα, γαθούσῃ φρενί.
ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος. Τρ.
ἀλλ’ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
775Χο.
ἀλλ’ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ; Τρ.
καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων. Χο.
οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε. Τρ.
τί φῄς; ἔχεις τι τῶν λελεγμένων δίχα;
Χο.
ἄγγελλ’ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
308
780
μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι. Τρ.
ἀλλ’ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
γένοιτο δ’ ὡς ἄριστα σὺν θεῶν δόσει.
782 Χο.
νῦν παραιτουμένᾳ μοι, πάτερ
[στρ. α.
Ζεῦ θεῶν Ὀλυμπίων,
785δὸς τυχὰς τυχεῖν δόμου κυρίοις τὰ σώφρον’ αὖ
786
μαιομένοις ἰδεῖν. διὰ δίκας ἔπος ἅπαν ἔλακον, ὦ
Ζεῦ, σύ νιν φυλάσσοις.
788 αἰαῖ, πρὸ δὲ δὴ ’χθρῶν
[μεσῳδ. α.
790τῶν ἔσω μελάθρων, ὦ Ζεῦ, θές, ἐπεί νιν μέγαν ἄρας δίδυμα καὶ τριπλᾶ παλίμ‐ ποινα θέλων ἀμείψῃ.
793 ἴσθι δ’ ἀνδρὸς φίλου πῶλον εὖ‐
[ἀντ. α.
795νιν ζυγέντ’ ἐν ἅρμασιν πημάτων, 〈σὺ δ’〉 ἐν δρόμῳ προστιθεὶς μέτρον κτίσον
797
σῳζομένων ῥυθμόν, διὰ πέδον τοῦτ’ ἰδεῖν ἀνομένων
βημάτων ὄρεγμα.
309
799
Ch
.

(800)

οἵ τ’ ἔσω δωμάτων πλουτογα‐
[στρ. β. θῆ μυχὸν νομίζετε, κλῦτε, σύμφρονες θεοί· ἄγετε . . . . τῶν πάλαι πεπραγμένων
805λύσασθ’ αἷμα προσφάτοις δίκαις· γέρων φόνος μηκέτ’ ἐν δόμοις τέκοι.
806 τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων
[μεσῳδ. β. στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
καί νιν ἐλευθερίας φῶς
810 λαμπρὸν ἰδεῖν φιλίοις ὄμμασιν 〈ἐκ〉 δνοφερᾶς καλύπτρας.
811 ξυλλάβοι δ’ ἐνδίκως παῖς ὁ Μαί‐
[ἀντ. β.
ας, ἐπεὶ φορώτατος
πρᾶξιν οὐρίσαι θέλων.
815ἀλαὰ πολλὰ δ’ ἀμφανεῖ χρῄζων [κρυπτά],
ἄσκοπον δ’ ἔπος λέγων νυκτὸς προὐμμάτων σκότον φέρει, καθ’ ἡμέραν δ’ οὐδὲν ἐμφανέστερος.310
818
καὶ τότ’ ἤδη † πλοῦτον
[στρ. γ.
820δωμάτων λυτήριον, θῆλυν οὐριοστάταν † ὁμοῦ κρεκτὸν γοήτων νόμον
824μεθήσομεν· πλεῖ τάδ’ ε·
825ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ’, ἄ‐ τα δ’ ἀποστατεῖ φίλων.
826
σὺ δὲ θαρσῶν ὅταν ἥκῃ μέρος ἔργων
[μεσῳδ. γ.
ἐπαΰσας θροεούσᾳ
πρὸς σὲ ‘Τέκνον‘, ‘Πατρὸσ‘ αὔδα,
830καὶ πέραιν’
830ἀνεπίμομφον ἄταν.
830
Περσέως τ’ ἐν φρεσὶν
[ἀντ. γ.
〈σαῖσι〉 καρδίαν σχεθών,
τοῖς θ’ ὑπὸ χθονὸς φίλος
τοῖς τ’ ἄνωθεν, προφράσσων φάρος
835 Γοργοῦς λυγρᾶς ἔνδοθεν φόνιον ἄταν τίθει, τὸν αἴτιον δ’ ἐξαπόλλυ’ εἰσορῶν.311
837 ΑΙΓΙΣΘΟΣ
838ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ’ ὑπάγγελος· νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840ξένους μολόντας οὐδαμῶς ἐφίμερον, μόρον γ’ Ὀρέστου. καὶ τόδ’ αὖ φέρειν δόμοις γένοιτ’ ἂν ἄχθος αἱματοσταγές, φόνῳ τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις. πῶς ταῦτ’ ἀληθῆ καὶ βλέποντα δοξάσω;
845
ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
τί τῶνδ’ ἂν εἴποις ὥστε δηλῶσαι φρενί; Χο.
ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
Ch
.

(850)

ὡς αὐτός’ αὐτὸν ἄνδρα πεύθεσθαι πέρι. Αι.
ἰδεῖν ἐλέγξαι τ’ εὖ θέλω τὸν ἄγγελον,
εἴτ’ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
εἴτ’ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρέν’ ἂν κλέψειεν ὠμματωμένην.
854
855 Χο.
Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
τάδ’ ἐπευχομένη κἀπιθεάζους’, ὑπὸ δ’ εὐνοίας πῶς ἴσον εἰποῦς’ ἀνύσωμαι; νῦν γὰρ μέλλουσι μιανθεῖσαι312
860πειραὶ κοπάνων ἀνδροδαΐκτων ἢ πάνυ θήσειν Ἀγαμεμνονίων οἴκων ὄλεθρον διὰ παντός, ἢ πῦρ καὶ φῶς ἐπ’ ἐλευθερίᾳ δαίων ἀρχαῖς τε πολισσονόμοις
865
ἕξει πατέρων μέγαν ὄλβον.
τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
δισσοῖς μέλλει θεῖος Ὀρέστης
ἅψειν. εἴη δ’ ἐπὶ νίκῃ. Αι.
ἒ ἔ, ὀτοτοτοῖ.
870Χο.
ἔα ἔα μάλα·
πῶς ἔχει; πῶς κέκρανται δόμοις;
ἀποσταθῶμεν πράγματος τελουμένου,
ὅπως δοκῶμεν τῶνδ’ ἀναίτιαι κακῶν
εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.
874
875 ΟΙΚΕΤΗΣ
875οἴμοι, πανοίμοι δεσπότου † τελουμένου· οἴμοι μάλ’ αὖθις ἐν τρίτοις προσφθέγμασιν. Αἴγισθος οὐκέτ’ ἔστιν. ἀλλ’ ἀνοίξατε ὅπως τάχιστα, καὶ γυναικείους πύλας μοχλοῖς χαλᾶτε· καὶ μάλ’ ἡβῶντος δὲ δεῖ—
880οὐχ ὥστ’ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ; ἰοὺ ἰού.
881κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην ἄκραντα βάζω. ποῦ Κλυταιμήστρα; τί δρᾷ; ἔοικε νῦν αὐτῆς † ἐπὶ ξυροῦ πέλας αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.313
885Κλ.
τί δ’ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις; Οι.
τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω. Κλ.
οἲ ’γώ, ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
δόλοις ὀλούμεθ’, ὥσπερ οὖν ἐκτείναμεν.
δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
890εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα. ἐνταῦθα γὰρ δὴ τοῦδ’ ἀφικόμην κακοῦ.
891 Ορ.
σὲ καὶ ματεύω· τῷδε δ’ ἀρκούντως ἔχει. Κλ.
οἲ ’γώ. τέθνηκας, φίλτατ’, Αἰγίσθου βία. Ορ.
φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
895
κείσῃ. θανόντα δ’ οὔτι μὴ προδῷς ποτε. Κλ.
ἐπίσχες, ὦ παῖ, τόνδε δ’ αἴδεσαι, τέκνον,
μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα. Ορ.
Πυλάδη, τί δράσω; μητέρ’ αἰδεσθῶ κτανεῖν;
899
Ch
.

(900)

ΠΥΛΑΔΗΣ
Ch
.

(900)

ποῦ δὴ τὸ λοιπὸν Λοξίου μαντεύματα
τὰ πυθόχρηστα, πιστά τ’ εὐορκώματα;
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον. Ορ.
κρίνω σε νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
ἕπου, πρὸς αὐτὸν τόνδε σε σφάξαι θέλω·314
905
καὶ ζῶντα γάρ νιν κρείσσον’ ἡγήσω πατρός.
τούτῳ θανοῦσα ξυγκάθευδ’, ἐπεὶ φιλεῖς
τὸν ἄνδρα τοῦτον, ὃν δὲ χρῆν φιλεῖν στυγεῖς. Κλ.
ἐγώ ς’ ἔθρεψα, σὺν δὲ γηράναι θέλω. Ορ.
πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
910Κλ.
ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία. Ορ.
καὶ τόνδε τοίνυν Μοῖρ’ ἐπόρσυνεν μόρον. Κλ.
οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον; Ορ.
τεκοῦσα γάρ μ’ ἔρριψας ἐς τὸ δυστυχές. Κλ.
οὔτοι ς’ ἀπέρριψ’ ἐς δόμους δορυξένους.
915Ορ.
αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός. Κλ.
ποῦ δῆθ’ ὁ τῖμος, ὅντιν’ ἀντεδεξάμην; Ορ.
αἰσχύνομαί σοι τοῦτ’ ὀνειδίσαι σαφῶς. Κλ.
[μὴ] ἀλλ’ εἴφ’ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας. Ορ.
μὴ ἔλεγχε τὸν πονοῦντ’ ἔσω καθημένη.
920Κλ.
ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον. Ορ.
τρέφει δέ γ’ ἀνδρὸς μόχθος ἡμένας ἔσω. Κλ.
κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα. Ορ.
σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς. Κλ.
ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
925Ορ.
τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε; Κλ.
ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην. Ορ.
πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον. Κλ.
οἲ ’γὼ τεκοῦσα τόνδ’ ὄφιν ἐθρεψάμην. Ορ.
ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
930
ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε. Χο.
στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
τλήμων Ὀρέστης, τοῦθ’ ὅμως αἱρούμεθα,
ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
315
934
935—ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,
[στρ. α. βαρύδικος ποινά· ἔμολε δ’ ἐς δόμον τὸν Ἀγαμέμνονος διπλοῦς λέων, διπλοῦς Ἄρης. ἔλαχε δ’ ἐς τὸ πᾶν
940 ὁ πυθόχρηστος φυγὰς θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
941 ἐπολολύξατ’ ὦ δεσποσύνων δόμων
[μεσῳδ. ἀναφυγᾷ κακῶν καὶ κτεάνων τριβᾶς ὑπὸ δυοῖν μιαστόροιν
945δυσοίμου τύχας.
945 ἔμολε δ’ ᾧ μέλει κρυπταδίου μάχας
[ἀντ. α.
δολιόφρων ποινά· ἔθιγε δ’ ἐν μάχᾳ χερὸς ἐτήτυμος
Διὸς κόρα—Δίκαν δέ νιν
Ch
.

(950)

προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς—
ὀλέθριον πνέους’ ἐν ἐχθροῖς κότον· τάπερ ὁ Λοξίας ὁ Παρνασίας
[στρ. β. μέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθία‐
316
955 ξεν ἀδόλως † δολίας † βλαπτομέναν ἐγχρονισθεῖσαν ἐποίχεται,
958κρατεῖ τ’ αἰεί πως τὸ θεῖον [παρὰ] τὸ μὴ ὑπουργεῖν κακοῖς,
960ἄξια δ’ οὐρανοῦχον ἀρχὰν σέβειν. 〈πάρα τὸ φῶς ἰδεῖν.〉
961
961πάρα τε φῶς ἰδεῖν, μέγα τ’ ἀφῃρέθη
[μεσῳδ.
ψάλιον οἴκων. ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον χαμαιπετεῖς ἔκεισθε.
964
965τάχα δὲ παντελὴς χρόνος ἀμείψεται
[ἀντ. β. πρόθυρα δωμάτων, ὅταν ἀφ’ ἑστίας μύσος ἅπαν ἐλάσῃ καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις. τύχᾳ δ’ εὐπροσώπῳ κεῖται τὸ πᾶν
970 ἰδεῖν, θρεομένοις “Μέτοικοι δόμων πεσοῦνται πάλιν. πάρα τὸ φῶς ἰδεῖν.317
972 Ορ.
ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα
πατροκτόνους τε δωμάτων πορθήτορας.
975σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ’ ἥμενοι, φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη πάρεστιν, ὅρκος τ’ ἐμμένει πιστώμασιν. ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ καὶ ξυνθανεῖσθαι· καὶ τάδ’ εὐόρκως ἔχει.
980ἴδεσθε δ’ αὖτε, τῶνδ’ ἐπήκοοι κακῶν, τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί, πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα. ἐκτείνατ’ αὐτὸ καὶ κύκλῳ παρασταδὸν στέγαστρον ἀνδρὸς δείξαθ’, ὡς ἴδῃ πατήρ—
985οὐχ οὑμός, ἀλλ’ ὁ πάντ’ ἐποπτεύων τάδε Ἥλιος—ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς, ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ, ὡς τόνδ’ ἐγὼ μετῆλθον ἐνδίκως φόνον τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·
990ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην. ἥτις δ’ ἐπ’ ἀνδρὶ τοῦτ’ ἐμήσατο στύγος, ἐξ οὗ τέκνων ἤνεγχ’ ὑπὸ ζώνην βάρος, φίλον τέως, νῦν δ’ ἐχθρόν, ὡς φαίνει, κακόν— τί σοι δοκεῖ; μύραινά γ’ εἴτ’ ἔχιδν’ ἔφυ
995σήπειν θιγοῦς’ ἂν μᾶλλον οὐ δεδηγμένον τόλμης ἕκατι κἀκδίκου φρονήματος; τί νιν προσείπω, κἂν τύχω μάλ’ εὐστομῶν; ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,318
Ch
.

(1000)

ἄρκυν τ’ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους. τοιοῦτον ἂν κτήσαιτο φιλήτης ἀνήρ, ξένων ἀπαιόλημα κἀργυροστερῆ βίον νομίζων, τῷδέ τ’ ἂν δολώματι πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
1005 τοιάδ’ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ γένοιτ’· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
1006 Χο.
αἰαῖ αἰαῖ μελέων ἔργων·
στυγερῷ θανάτῳ διεπράχθης.
αἰαῖ, αἰαῖ,
1009μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
1010Ορ.
ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
φᾶρος τόδ’, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
1015πατροκτόνον θ’ ὕφασμα προσφωνῶν τόδε ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
ἄζηλα νίκης τῆσδ’ ἔχων μιάσματα. Χο.
οὔτις μερόπων ἀσινῆ βίοτον
διὰ πάντ’ ἔντιμος ἀμείψει.
319
1019αἰαῖ, αἰαῖ,
1020
μόχθος δ’ ὁ μὲν αὐτίχ’, ὁ δ’ ἥξει. Ορ.
ἀλλ’ ὡς ἂν εἰδῆτ’, οὐ γὰρ οἶδ’ ὅπη τελεῖ,
ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
ἐξωτέρω· φέρουσι γὰρ νικώμενον
φρένες δύσαρκτοι, πρὸς δὲ καρδίᾳ φόβος
1025ᾄδειν ἑτοῖμος ἠδ’ ὑπορχεῖσθαι κότῳ. ἕως δ’ ἔτ’ ἔμφρων εἰμί, κηρύσσω φίλοις, κτανεῖν τέ φημι μητέρ’ οὐκ ἄνευ δίκης, πατροκτόνον μίασμα καὶ θεῶν στύγος. καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
1030τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ’ ἐμοὶ πράξαντα μὲν ταῦτ’ ἐκτὸς αἰτίας κακῆς εἶναι, παρέντα δ’—οὐκ ἐρῶ τὴν ζημίαν· τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται. καὶ νῦν ὁρᾶτέ μ’, ὡς παρεσκευασμένος
1035ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι μεσόμφαλόν θ’ ἵδρυμα, Λοξίου πέδον, πυρός τε φέγγος ἄφθιτον κεκλημένον, φεύγων τόδ’ αἷμα κοινόν· οὐδ’ ἐφ’ ἑστίαν ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
1040τάδ’ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω320
1041a〈μνήμῃ φυλάσσειν ὡσ〉 ἐπορσύνθη κακά,
1041bκαὶ μαρτυρεῖν μοι, Μενέλεως 〈ὅταν μόλῃ.〉
1042
ἐγὼ δ’ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών— Χο.
ἀλλ’ εὖ γ’ ἔπραξας, μηδ’ ἐπιζευχθῇς στόμα
1045
φήμῃ πονηρᾷ μηδ’ ἐπιγλωσσῶ κακά.
ἠλευθέρωσας πᾶσαν Ἀργείων πόλιν,
δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα. Ορ.
ἆ, ἆ,
1048δμωαὶ γυναῖκες· αἵδε, Γοργόνων δίκην, φαιοχίτωνες καὶ πεπλεκτανημέναι
Ch
.

(1050)

πυκνοῖς δράκουσιν· οὐκέτ’ ἂν μείναιμ’ ἐγώ. Χο.
τίνες σε δόξαι, φίλτατ’ ἀνθρώπων πατρί,
στροβοῦσιν; ἴσχε, μὴ φοβοῦ, νικῶν πολύ. Ορ.
οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
1055Χο.
ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει. Ορ.
ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
κἀξ ὀμμάτων στάζουσι νᾶμα δυσφιλές. Χο.
εἷς σοι καθαρμός· Λοξίας δὲ προσθιγὼν
1060ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
Ορ.
ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ’, ἐγὼ δ’ ὁρῶ·
ἐλαύνομαι δὲ κοὐκέτ’ ἂν μείναιμ’ ἐγώ. Χο.
ἀλλ’ εὐτυχοίης, καί ς’ ἐποπτεύων πρόφρων
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
321
1064
1065
ὅδε τοι μελάθροις τοῖς βασιλείοις
τρίτος αὖ χειμὼν
πνεύσας γονίας ἐτελέσθη.
παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
μόχθοι τάλανες [τε Θυέστου]·
1070δεύτερον ἀνδρὸς βασίλεια πάθη, λουτροδάικτος δ’ ὤλετ’ Ἀχαιῶν πολέμαρχος ἀνήρ· νῦν δ’ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ— ἢ μόρον εἴπω;
1075ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει
μετακοιμισθὲν μένος ἄτης;322