TLG 0085 001 :: AESCHYLUS :: Supplices AESCHYLUS Trag. Scholia et vitae: Cf. SCHOLIA IN AESCHYLUM (5010) Supplices Citation: (Line) | ||
t | ΙΚΕΤΙΔΕΣ | |
---|---|---|
1 | ΧΟΡΟΣ ΔΑΝΑΙΔΩΝ | |
1 | Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως στόλον ἡμέτερον νάιον ἀρθέντ’ ἀπὸ προστομίων λεπτοψαμάθων Νείλου. Δίαν δὲ λιποῦσαι | |
5 | χθόνα σύγχορτον Συρίᾳ φεύγομεν, οὔτιν’ ἐφ’ αἵματι δημηλασίαν ψήφῳ πόλεως γνωσθεῖσαι, ἀλλ’ αὐτογενεῖ φυξανορίᾳ, γάμον Αἰγύπτου παίδων ἀσεβῆ τ’ | |
10 | ὀνοταζόμεναι 〈διάνοιαν〉. Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος καὶ στασίαρχος τάδε πεσσονομῶν κύδιστ’ ἀχέων ἐπέκρινεν φεύγειν ἀνέδην διὰ κῦμ’ ἅλιον, | |
15 | κέλσαι δ’ Ἄργους γαῖαν, ὅθεν δὴ γένος ἡμέτερον τῆς οἰστροδόνου βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας Διὸς εὐχόμενον τετέλεσται. τίν’ ἂν οὖν χώραν εὔφρονα μᾶλλον | |
20 | τῆσδ’ ἀφικοίμεθα σὺν τοῖσδ’ ἱκετῶν ἐγχειριδίοις, | |
ἐριοστέπτοισι κλάδοισιν; ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ, ὕπατοί τε θεοί, καὶ βαρύτιμοι | 3 | |
25 | χθόνιοι θήκας κατέχοντες, καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ ὁσίων ἀνδρῶν, δέξασθ’ ἱκέτην τὸν θηλυγενῆ στόλον αἰδοίῳ πνεύματι χώρας· ἀρσενοπληθῆ δ’ | |
30 | ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ, πρὶν πόδα χέρσῳ τῇδ’ ἐν ἀσώδει θεῖναι, ξὺν ὄχῳ ταχυήρει πέμψατε πόντονδ’· ἔνθα δὲ λαίλαπι χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ’ | |
35 | ὀμβροφόροισίν τ’ ἀνέμοις ἀγρίας ἁλὸς ἀντήσαντες ὄλοιντο, πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει, σφετεριξάμενοι πατραδέλφειαν τήνδ’ ἀκόντων ἐπιβῆναι. | |
39 | ||
40 | νῦν δ’ ἐπικεκλομένα[στρ. α. Δῖον πόρτιν ὑπερ‐ πόντιον τιμάορ’ ἶνίν τ’ ἀνθονόμον τᾶς προγόνου βοὸς ἐξ ἐπιπνοίας | |
45 | Ζηνός· ἔφαψιν ἐπωνυμίᾳ δ’ ἐπεκραίνετο μόρσιμος αἰὼν | |
47-48 | εὐλόγως, Ἔπαφόν τ’ ἐγέννασεν· | 4 |
49 | ὅντ’ ἐπιλεξαμένα,[ἀντ. α. | |
Supp.(50) | νῦν ἐν ποιονόμοις ματρὸς ἀρχαίας τόποις τῶν πρόσθε πόνων μνασαμένα τά τε νῦν ἐπιδείξω πιστὰ τεκμήρια γαιονόμοις, | |
55 | τὰ δ’ ἄελπτά περ ὄντα φανεῖται. γνώσεται δὲ λόγους τις ἐν μάκει. | |
56 | ||
57-58 | εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων[στρ. β. | |
59 | ἔγγαιος οἶκτον [οἰκτρὸν] ἀίων, | |
60 | δοξάσει τιν’ ἀκούειν ὄπα τᾶς Τηρεΐας † Μήτιδος οἰκτρᾶς ἀλόχου, κιρκηλάτου τ’ Ἀηδόνης, | |
62 | ἅτ’ ἀπὸ χώρων ποταμῶν τ’ ἐργομένα[ἀντ. β. πενθεῖ μὲν οἶκτον ἠθέων, | |
65 | ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως ὤλετο πρὸς χειρὸς ἕθεν δυσμάτορος κότου τυχών· | |
67 | ||
68-69 | τὼς καὶ ἐγὼ φιλόδυρτος Ἰαονίοισι νόμοισι[στρ. γ. | |
70 | δάπτω τὰν ἁπαλὰν εἱλοθερῆ παρειὰν | |
ἀπειρόδακρύν τε καρδίαν. γοεδνὰ δ’ ἀνθεμίζομαι δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς | 5 | |
75 | Ἀερίας ἀπὸ γᾶς εἴ τις ἐστὶ κηδεμών. | |
76 | ||
77-78 | ἀλλά, θεοὶ γενέται, κλύετ’ εὖ τὸ δίκαιον ἰδόντες·[ἀντ. γ. | |
79 | ἥβᾳ μὴ τέλεον | |
80 | δόντες ἔχειν παρ’ αἶσαν, ὕβριν δ’ ἐτύμως στυγοῦντες, πέλοιτ’ ἂν ἔνδικοι γάμοις. ἔστι δὲ κἀκ πολέμου τειρομένοις βωμὸς ἀρῆς φυγάσιν | |
85 | ῥῦμα, δαιμόνων σέβας. | |
85 | † εἴθ’ εἴη Διὸς εὖ παναληθῶς[στρ. δ. Διὸς ἵμερος· οὐκ εὐθήρατος ἐτύχθη. παντᾷ τοι φλεγέθει κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ | |
90 | μερόπεσσι λαοῖς. | |
90 | πίπτει δ’ ἀσφαλὲς οὐδ’ ἐπὶ νώτῳ[ἀντ. δ. κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον. δαυλοὶ γὰρ πραπίδων δάσκιοί τε τείνουσιν πόροι | |
95 | κατιδεῖν ἄφραστοι. ἰάπτει δ’ ἐλπίδων[στρ. ε. ἀφ’ ὑψιπύργων πανώλεις | 6 |
98-99 | βροτούς, βίαν δ’ οὔτιν’ ἐξοπλίζει· | |
Supp.(100) | πᾶν ἄπονον δαιμονίων· ἥμενος ὃν φρόνημά πως αὐτόθεν ἐξέπραξεν ἔμ‐ πας ἑδράνων ἀφ’ ἁγνῶν. | |
103 | ἰδέσθω δ’ εἰς ὕβριν[ἀντ. ε. | |
105 | βρότειον, οἵα νεάζει, | |
106-107 | πυθμὴν δι’ ἁμὸν γάμον τεθαλὼς | |
108 | δυσπαραβούλοισι φρεσίν, καὶ διάνοιαν μαινόλιν | |
110 | κέντρον ἔχων ἄφυκτον, ἄ‐ τᾳ δ’ ἀπάταν μεταγνούς. | |
111 | τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω[στρ. ζ. λιγέα βαρέα δακρυοπετῆ, ἰὴ ἰή, | |
115 | ἰηλέμοισιν ἐμπρεπῆ· ζῶσα γόοις με τιμῶ. | |
116 | ἱλεῶμαι μὲν Ἀπίαν βοῦνιν,[ἐφυμν. α. | |
118-119 | καρβᾶνα δ’ αὐδὰν εὖ, γᾶ, κοννεῖς. | 7 |
120-121 | πολλάκι δ’ ἐμπίτνω λακίδι σὺν λινοσινεῖ | |
122 | Σιδονίᾳ καλύπτρᾳ. | |
122 | θεοῖς δ’ ἐναγέα τέλεα πελομένων καλῶς[ἀντ. ζ. ἐπίδρομ’, ὁπόθι θάνατος ἀπῇ. | |
125 | ἰὼ ἰώ, ἰὼ δυσάγκριτοι πόνοι. ποῖ τόδε κῦμ’ ἀπάξει; | |
127 | ||
128-129 | ἱλεῶμαι μὲν Ἀπίαν βοῦνιν,[ἐφυμν. α. | |
130 | καρβᾶνα δ’ αὐδὰν εὖ, γᾶ, κοννεῖς. | |
131-132 | πολλάκι δ’ ἐμπίτνω λακίδι σὺν λινοσινεῖ | |
133 | Σιδονίᾳ καλύπτρᾳ. | |
133 | πλάτα μὲν οὖν[στρ. η. | |
135 | λινορραφής τε δόμος ἅλα στέγων δορὸς ἀχείματόν μ’ ἔπεμπε σὺν πνοαῖς· οὐδὲ μέμφομαι· τελευτὰς δ’ ἐν χρόνῳ πατὴρ ὁ παντόπτας | |
140 | πρευμενεῖς κτίσειεν. | |
140 | σπέρμα σεμνᾶς μέγα ματρός, εὐνὰς[ἐφυμν. β. ἀνδρῶν, ἒ ἔ, ἄγαμον ἀδάματον ἐκφυγεῖν. | |
143 | θέλουσα δ’ αὖ[ἀντ. η. | |
145 | θέλουσαν ἁγνά μ’ ἐπιδέτω Διὸς κόρα, ἔχουσα σέμν’ ἐνώπι’ ἀ‐ σφαλέα, παντὶ δὲ σθένει † διωγμοῖσι δ’ ἀσφαλέας ἀδμῆτος ἀδμήτα | 8 |
Supp.(150) | ῥύσιος γενέσθω. | |
Supp.(150) | σπέρμα σεμνᾶς μέγα ματρός, εὐνὰς[ἐφυμν. β. ἀνδρῶν, ἒ ἔ, ἄγαμον ἀδάματον ἐκφυγεῖν. | |
153 | εἰ δὲ μή, μελανθὲς[στρ. θ. | |
155 | ἡλιόκτυπον γένος τὸν γάιον, τὸν πολυξενώτατον, Ζῆνα τῶν κεκμηκότων ἱξόμεσθα σὺν κλάδοις | |
160 | ἀρτάναις θανοῦσαι, μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων. | |
161 | ἆ Ζήν, Ἰοῦς· ἰὼ μῆνις[ἐφυμν. γ. μάστειρ’ ἐκ θεῶν· κοννῶ δ’ ἄταν | |
165 | γαμετᾶν οὐρανονίκων. χαλεποῦ γὰρ ἐκ | |
πνεύματος εἶσι χειμών. καὶ τότ’ οὐ δικαίοις[ἀντ. θ. Ζεὺς ἐνέξεται ψόγοις, | 9 | |
170 | τὸν τᾶς βοὸς παῖδ’ ἀτιμάσας, τὸν αὐ‐ τός ποτ’ ἔκτισεν γόνῳ, νῦν ἔχων παλίντροπον ὄψιν ἐν λιταῖσιν; | |
175 | ὑψόθεν δ’ εὖ κλύοι καλούμενος. | |
175 | ||
175a | 〈ἆ Ζήν, Ἰοῦς· ἰὼ μῆνις[ἐφυμν. γ. | |
175b | μάστειρ’ ἐκ θεῶν· | |
175c | κοννῶ δ’ ἄταν | |
175d | γαμετᾶν οὐρανονίκων. | |
175e | χαλεποῦ γὰρ ἐκ | |
175f | πνεύματος εἶσι χειμών.〉 | |
175f | ||
176 | ΔΑΝΑΟΣ | |
176 | παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δ’ ἥκετε πιστῷ γέροντι τῷδε ναυκλήρῳ πατρί. καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβεῖν αἰνῶ φυλάξαι θ’ ἅμ’ ἔπη δελτουμένας. | |
180 | ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ· σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι· ὄχλον δ’ ὑπασπιστῆρα καὶ δορυσσόον λεύσσω, ξὺν ἵπποις καμπύλοις τ’ ὀχήμασιν· τάχ’ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται | |
185 | ὀπτῆρας εἷεν ἀγγέλων πεπυσμένοι. ἀλλ’ εἴτ’ ἀπήμων εἴτε καὶ τεθηγμένος | |
ὠμῇ ξὺν ὀργῇ τῶνδ’ ἐπόρνυται στόλος, ἄμεινόν ἐστι παντὸς εἵνεκ’, ὦ κόραι, πάγον προσίζειν τόνδ’ ἀγωνίων θεῶν. | 10 | |
190 | κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος. ἀλλ’ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς ἱκτηρίας, ἀγάλματ’ αἰδοίου Διός, σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων, αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ’ ἔπη | |
195 | ξένους ἀμείβεσθ’, ὡς ἐπήλυδας πρέπει, τορῶς λέγουσαι τάσδ’ ἀναιμάκτους φυγάς. φθογγῇ δ’ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ, τὸ μὴ μάταιον δ’ ἐκ † μετώ πω σωφρονῶν ἴτω προσώπων ὄμματος παρ’ ἡσύχου. | |
Supp.(200) | καὶ μὴ πρόλεσχος μηδ’ ἐφολκὸς ἐν λόγῳ γένῃ· τὸ τῇδε κάρτ’ ἐπίφθονον γένος. μέμνησο δ’ εἴκειν· χρεῖος εἶ ξένη φυγάς. θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας. Χο.πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις. | |
205 | φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν κεδνὰς ἐφετμάς· Ζεὺς δὲ γεννήτωρ ἴδοι. Δα.ἴδοιτο δῆτα πρευμενοῦς ἀπ’ ὄμματος. Χο.θέλοιμ’ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν. Δα.μή νυν σχόλαζε, μηχανῆς δ’ ἔστω κράτος. | |
210 | Χο.ὦ Ζεῦ, κόπων οἴκτιρε μἀπολωλότας. | |
Δα.κείνου θέλοντος εὖ τελευτήσει τάδε. καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε. Χο.καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους. Δα.ἁγνόν τ’ Ἀπόλλω, φυγάδ’ ἀπ’ οὐρανοῦ θεόν. | 11 | |
215 | Χο.εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς. Δα.συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων. Χο.τίν’ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι; Δα.ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ. Χο.ἀλλ’ εὖ τ’ ἔπεμψεν εὖ τε δεξάσθω χθονί. | |
220 | Δα.Ἑρμῆς ὅδ’ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις. Χο.ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω. Δα.πάντων δ’ ἀνάκτων τῶνδε κοινοβωμίαν σέβεσθ’· ἐν ἁγνῷ δ’ ἑσμὸς ὡς πελειάδων ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ, | |
225 | ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος. ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών; πῶς δ’ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα ἁγνὸς γένοιτ’ ἄν; οὐδὲ μὴ ’ν Ἅιδου θανὼν φύγῃ ματαίων αἰτίας, πράξας τάδε. | |
230 | κἀκεῖ δικάζει τἀμπλακήμαθ’, ὡς λόγος, Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας. σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον, ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε. | |
233 | ΒΑΣΙΛΕΥΣ | |
234 | ποδαπὸν ὅμιλον τόνδ’ ἀνελληνόστολον | |
235 | πέπλοισι βαρβάροισι κἀμπυκώμασι | |
χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς ἐσθὴς γυναικῶν οὐδ’ ἀφ’ Ἑλλάδος τόπων. ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο, ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν | 12 | |
240 | ἔτλητ’ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει. κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων κεῖνται παρ’ ὑμῶν πρὸς θεοῖς ἀγωνίοις· μόνον τόδ’ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ. † καὶ τἄλλα πόλλ’ ἐπεικάσαι δίκαιον ἦν, | |
245 | εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν. Χο.εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον. ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω, ἢ τηρὸν ἱεροῦ ῥάβδον, ἢ πόλεως ἀγόν; Βα.πρὸς ταῦτ’ ἀμείβου καὶ λέγ’ εὐθαρσὴς ἐμοί. | |
Supp.(250) | τοῦ γηγενοῦς γάρ εἰμ’ ἐγὼ Παλαίχθονος ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης. ἐμοῦ δ’ ἄνακτος εὐλόγως ἐπώνυμον γένος Πελασγῶν τήνδε καρποῦται χθόνα. καὶ πᾶσαν αἶαν, ἧς δί’ ἁγνὸς ἔρχεται | |
255 | Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ. ὁρίζομαι δὲ τήν τε Περραιβῶν χθόνα, Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας, ὄρη τε Δωδωναῖα· συντέμνει δ’ ὅρος ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ. | |
260 | αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν. | |
Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα τήνδ’ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων, | 13 | |
265 | τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασι χρανθεῖς’ ἀνῆκε γαῖα † μηνεῖται ἄκη δρακονθόμιλον δυσμενῆ ξυνοικίαν. τούτων ἄκη τομαῖα καὶ λυτήρια πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ | |
270 | μνήμην ποτ’ ἀντίμισθον ηὕρετ’ ἐν λιταῖς. ἔχουσα δ’ ἤδη τἀπ’ ἐμοῦ τεκμήρια γένος τ’ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω. μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις. Χο.βραχὺς τορός θ’ ὁ μῦθος· Ἀργεῖαι γένος | |
275 | ἐξευχόμεσθα, σπέρματ’ εὐτέκνου βοός· καὶ ταῦτ’ ἀληθῆ πάντα προσφύσω λόγῳ. Βα.ἄπιστα μυθεῖσθ’, ὦ ξέναι, κλύειν ἐμοί, ὅπως τόδ’ ὑμῖν ἐστιν Ἀργεῖον γένος. Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι | |
280 | γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις. καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν, Κύπριος χαρακτήρ τ’ ἐν γυναικείοις τύποις εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων· Ἰνδάς τ’ ἀκούω νομάδας ἱπποβάμοσιν | |
285 | εἶναι καμήλοις ἀστραβιζούσας χθόνα, παρ’ Αἰθίοψιν ἀστυγειτονουμένας. καὶ τὰς ἀνάνδρους κρεοβόρους [δ’] Ἀμαζόνας, εἰ τοξοτευχεῖς ἦτε, κάρτ’ ἂν ᾔκασα ὑμᾶς. διδαχθεὶς ἂν τόδ’ εἰδείην πλέον, | 14 |
290 | ὅπως γένεθλον σπέρμα τ’ Ἀργεῖον τὸ σόν. Χο.κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ Ἰὼ γενέσθαι τῇδ’ ἐν Ἀργείᾳ χθονί. Βα.ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ. | |
295 | Χο.μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ; Βα.κἄκρυπτά γ’ Ἥρας ταῦτα τἀμπαλάγματ’ ἦν. | |
298 | Χο.πῶς οὖν τελευτᾷ βασιλέῳν νείκη τάδε; Βα.βοῦν τὴν γυναῖκ’ ἔθηκεν Ἀργεία θεός. | |
Supp.(300) | Χο.οὔκουν πελάζει Ζεὺς ἔτ’ εὐκραίρῳ βοΐ; Βα.φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας. Χο.τί δῆτα πρὸς ταῦτ’ ἄλοχος ἰσχυρὰ Διός; Βα.τὸν πάνθ’ ὁρῶντα φύλακ’ ἐπέστησεν βοΐ. Χο.ποῖον πανόπτην οἰοβουκόλον λέγεις; | |
305 | Βα.Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν. Χο.τί οὖν ἔτευξ’ ἔτ’ ἄλλο δυσπότμῳ βοΐ; Βα.βοηλάτην μύωπα κινητήριον. Χο.οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας. | |
Βα.τῇ γάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ. | 15 | |
310 | Χο.καὶ ταῦτ’ ἔλεξας πάντα συγκόλλως ἐμοί. Βα.καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο. | |
313 | Χο.καὶ Ζεύς γ’ ἐφάπτωρ χειρὶ φιτύει γόνον. Βα.τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός; | |
315 | Χο.Ἔπαφος, ἀληθῶς ῥυσίων ἐπώνυμος. Βα.〈Ἐπάφου δὲ τίς ...〉 Χο.Λιβύη, μέγιστον γῆς ... καρπουμένη. Βα.τίν’ οὖν ἔτ’ ἄλλον τῆσδε βλαστημὸν λέγεις; Χο.Βῆλον δίπαιδα, πατέρα τοῦδ’ ἐμοῦ πατρός. | |
320 | Βα.τὸ πάνσοφον νῦν ὄνομα τούτου μοι φράσον. Χο.Δαναός, ἀδελφὸς δ’ ἐστὶ πεντηκοντάπαις. Βα.καὶ τοῦδ’ ἄνοιγε τοὔνομ’ ἀφθόνῳ λόγῳ. Χο.Αἴγυπτος. εἰδὼς δ’ ἁμὸν ἀρχαῖον γένος πράσσοις ἄν, ὡς Ἀργεῖον ἀντήσας στόλον. | |
325 | Βα.δοκεῖτε 〈δή〉 μοι τῆσδε κοινωνεῖν χθονὸς τἀρχαῖον· ἀλλὰ πῶς πατρῷα δώματα λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη; Χο.ἄναξ Πελασγῶν, αἰόλ’ ἀνθρώπων κακά, πόνου δ’ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν· | |
330 | ἐπεὶ τίς ηὔχει τήνδ’ ἀνέλπιστον φυγὴν κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν, ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων; Βα.τί φῂς ἱκνεῖσθαι τῶνδ’ ἀγωνίων θεῶν, λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους; | |
335 | Χο.ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει. Βα.πότερα κατ’ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις; Χο.τίς δ’ ἂν φιλοῦς’ ὄνοιτο τοὺς κεκτημένους; Βα.σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς. Χο.καὶ δυστυχούντων γ’ εὐμαρὴς ἀπαλλαγή. | 16 |
340 | Βα.πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω; Χο.αἰτοῦσι μὴ ’κδοὺς παισὶν Αἰγύπτου πάλιν. Βα.βαρέα σύ γ’ εἶπας, πόλεμον ἄρασθαι νέον. Χο.ἀλλ’ ἡ Δίκη γε ξυμμάχων ὑπερστατεῖ. Βα.εἴπερ γ’ ἀπ’ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν. | |
345 | Χο.αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ’ ἐστεμμένην. Βα.πέφρικα λεύσσων τάσδ’ ἕδρας κατασκίους. Χο.βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος. | |
347 | Χο.Παλαίχθονος τέκος, κλῦθί μου[στρ. α. πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ. | |
Supp.(350) | ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον, λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις ἠλιβάτοις, ἵν’ ἀλκᾷ πίσυνος μέμυ‐ κε φράζουσα βοτῆρι μόχθους. | |
353 | Βα.ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον | |
355 | νεύονθ’ ὅμιλον τόνδ’ ἀγωνίων θεῶν. εἴη δ’ ἄνατον πρᾶγμα τοῦτ’ ἀστοξένων. μηδ’ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει | |
νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις. Χο.ἴδοιτο δῆτ’ ἄνατον φυγὰν[ἀντ. α. | 17 | |
360 | ἱκεσία Θέμις Διὸς κλαρίου. σὺ δὲ παρ’ ὀψιγόνου μάθε γεραιόφρων· ποτιτρόπαιον αἰδόμενος † οὖνπερ ἱεροδόκα † ... θεῶν λήματ’ ἀπ’ ἀνδρὸς ἁγνοῦ. | |
364 | ||
365 | Βα.οὔτοι κάθησθε δωμάτων ἐφέστιοι ἐμῶν. τὸ κοινὸν δ’ εἰ μιαίνεται πόλις, ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη. ἐγὼ δ’ ἂν οὐ κραίνοιμ’ ὑπόσχεσιν πάρος, ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι. | |
369 | ||
370 | Χο.σύ τοι πόλις, σὺ δὲ τὸ δήμιον·[στρ. β. πρύτανις ἄκριτος ὤν, κρατύνεις βωμόν, ἑστίαν χθονός, μονοψήφοισι νεύμασιν σέθεν, μονοσκήπτροισι δ’ ἐν θρόνοις χρέος | |
375 | πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου. | |
375 | Βα.ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις, ὑμῖν δ’ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ· οὐδ’ αὖ τόδ’ εὖφρον, τάσδ’ ἀτιμάσαι λιτάς. ἀμηχανῶ δὲ καὶ φόβος μ’ ἔχει φρένας | |
380 | δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν. | |
380 | Χο.τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,[ἀντ. β. | |
φύλακα πολυπόνων βροτῶν, οἳ τοῖς πέλας προσήμενοι δίκας οὐ τυγχάνουσιν ἐννόμου. | 18 | |
385 | μένει τοι Ζηνὸς ἱκταίου κότος δυσπαραθέλκτους παθόντος οἴκτοις. | |
386 | Βα.εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους εἶναι, τίς ἂν τοῖσδ’ ἀντιωθῆναι θέλοι; | |
390 | δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, ὡς οὐκ ἔχουσι κῦρος οὐδὲν ἀμφὶ σοῦ. | |
391 | Χο.μή τί ποτ’ οὖν γενοίμαν ὑποχείριος[στρ. γ. κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι μῆχαρ ὁρίζομαι γάμου δύσφρονος | |
395 | φυγᾷ· ξύμμαχον δ’ ἑλόμενος Δίκαν κρῖνε σέβας τὸ πρὸς θεῶν. | |
396 | Βα.οὐκ εὔκριτον τὸ κρῖμα· μή μ’ αἱροῦ κριτήν. εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε πράξαιμ’ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε | |
Supp.(400) | εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι, ‘ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν‘. | |
401 | Χο.ἀμφοτέροις ὁμαίμων τάδ’ ἐπισκοπεῖ[ἀντ. γ. Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως ἄδικα μὲν κακοῖς, ὅσια δ’ ἐννόμοις. | |
405 | τί τῶνδ’ ἐξ ἴσου ῥεπομένων μεταλ‐ | |
γὲς τὸ δίκαιον ἔρξαι; Βα.δεῖ τοι βαθείας φροντίδος σωτηρίου, δίκην κολυμβητῆρος ἐς βυθὸν μολεῖν δεδορκὸς ὄμμα, μηδ’ ἄγαν ᾠνωμένον, | 19 | |
410 | ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει, αὐτοῖσί θ’ ἡμῖν ἐκτελευτήσει καλῶς, καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται, μήτ’ ἐν θεῶν ἕδραισιν ὧδ’ ἱδρυμένας ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν | |
415 | βαρὺν ξύνοικον θησόμεσθ’ ἀλάστορα, ὃς οὐδ’ ἐν Ἅιδου τὸν ἀλιτόντ’ ἐλευθεροῖ. μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου; | |
417 | Χο.φρόντισον καὶ γενοῦ[στρ. δ. πανδίκως εὐσεβὴς πρόξενος· | |
420 | τὰν φυγάδα μὴ προδῷς, τὰν ἕκαθεν ἐκβολαῖς δυσθέοις ὀρμέναν· | |
422 | μηδ’ ἴδῃς μ’ ἐξ ἑδρᾶν[ἀντ. δ. πολυθέων ῥυσιασθεῖσαν, ὦ | |
425 | πᾶν κράτος ἔχων χθονός. γνῶθι δ’ ὕβριν ἀνέρων καὶ φύλαξαι κότον. | |
427 | μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν[στρ. ε. ἀπὸ βρετέων βίᾳ | |
430 | δίκας ἀγομέναν ἱππαδὸν ἀμπύκων, | |
πολυμίτων πέπλων τ’ ἐπιλαβὰς ἐμῶν. ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις,[ἀντ. ε. ὁπότερ’ ἂν κτίσῃς, | 20 | |
435 | μένει δορὶ τίνειν ὁμοΐαν θέμιν. τάδε φράσαι· δίκαια Διόθεν κράτη. | |
437 | Βα.καὶ δὴ πέφρασμαι· δεῦρο δ’ ἐξοκέλλεται· ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν | |
440 | πᾶς’ ἔστ’ ἀνάγκη, καὶ γεγόμφωται σκάφος στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον. ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή. καὶ χρήμασιν μὲν ἐκ δόμων πορθουμένοις | |
445 | γένοιτ’ ἂν ἄλλα κτησίου Διὸς χάριν | |
444 | ἄτης γε μείζω, καὶ μετεμπλήσαι γόμον. | |
446 | καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια, | |
448 | [ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια,] | |
447 | γένοιτο μύθου μῦθος ἂν θελκτήριος· | |
449 | ὅπως δ’ ὅμαιμον αἷμα μὴ γενήσεται, | |
Supp.(450) | δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη. ἦ κάρτα νείκους τοῦδ’ ἐγὼ παροίχομαι· θέλω δ’ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν εἶναι· γένοιτο δ’ εὖ, παρὰ γνώμην ἐμήν. | |
455 | 〈Χο.〉πολλῶν ἄκουσον τέρματ’ αἰδοίων λόγων. Βα.ἤκουσα, καὶ λέγοις ἄν· οὔ με φεύξεται. | |
Χο.ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων. 〈Βα.〉τάχ’ ἂν γυναικῶν ταῦτα συμπρεπῆ πέλοι. 〈Χο.〉ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή— | 21 | |
460 | Βα.λέξον τίν’ αὐδὴν τήνδε γηρυθεῖς’ ἔσῃ. Χο.εἰ μή τι πιστὸν τῷδ’ ὑποστήσεις στόλῳ— 〈Βα.〉τί σοι περαίνει μηχανὴ συζωμάτων; Χο.νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε. Βα.αἰνιγματῶδες τοὔπος· ἀλλ’ ἁπλῶς φράσον. | |
465 | Χο.ἐκ τῶνδ’ ὅπως τάχιστ’ ἀπάγξασθαι θεῶν. Βα.ἤκουσα μαστικτῆρα καρδίας λόγον. Χο.ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον. 〈Βα.〉ναί· | |
468 | ἦ πολλαχῇ γε δυσπάλαιστα πράγματα, κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται· | |
470 | ἄτης δ’ ἄβυσσον πέλαγος οὐ μάλ’ εὔπορον τόδ’ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν. εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ’ ἐκπράξω χρέος, μίασμ’ ἔλεξας οὐχ ὑπερτοξεύσιμον· εἰ δ’ αὖθ’ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν | |
475 | σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους, πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν, ἄνδρας γυναικῶν οὕνεχ’ αἱμάξαι πέδον; ὅμως δ’ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος. | |
480 | σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, . . . . . . . | |
481 | κλάδους τε τούτους αἶψ’ ἐν ἀγκάλαις λαβὼν | |
βωμοὺς ἐπ’ ἄλλους δαιμόνων ἐγχωρίων θές, ὡς ἴδωσι τῆσδ’ ἀφίξεως τέκμαρ πάντες πολῖται, μηδ’ ἀπορριφθῇ ψόγος | 22 | |
485 | ἐμοῦ· κατ’ ἀρχῆς γὰρ φιλαίτιος λεώς. καὶ γὰρ τάχ’ ἄν τις οἰκτίσας ἰδὼν τάδε ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου, ὑμῖν δ’ ἂν εἴη δῆμος εὐμενέστερος· τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει. | |
490 | 〈Δα.〉πολλῶν τάδ’ ἡμῖν ἐστιν ἠξιωμένα, αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν. ὀπάονας δὲ φράστοράς τ’ ἐγχωρίων ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν βωμοὺς προνάους καὶ † πολισσούχων ἕδρας | |
495 | εὕρωμεν, ἀσφάλεια δ’ ᾖ δι’ ἄστεως στείχουσι· μορφῆς δ’ οὐχ ὁμόστολος φύσις. Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον· καὶ δὴ φίλον τις ἔκταν’ ἀγνοίας ὕπο. | |
Supp.(500) | Βα.στείχοιτ’ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει. ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας· καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν ναύτην ἄγοντας τόνδ’ ἐφέστιον θεῶν. Χο.τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι· | |
505 | ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί; Βα.κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου. Χο.καὶ δή σφε λείπω χειρία λόγοις σέθεν. | |
Βα.λευρὸν κατ’ ἄλσος νῦν ἐπιστρέφου τόδε. Χο.καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με; | 23 | |
510 | Βα.οὔτοι πτερωτῶν ἁρπαγαῖς 〈σ’〉 ἐκδώσομεν. Χο.ἀλλ’ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν; Βα.εὔφημον εἴη τοὔπος εὐφημουμένῃ. Χο.οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρένα. Βα.ἀεὶ δ’ † ἀνάκτων ἐστι δεῖμ’ ἐξαίσιον. | |
515 | Χο.σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. Βα.ἀλλ’ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ. ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ· καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν. | |
520 | πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους λιταῖς παραιτοῦ τῶν ς’ ἔρως ἔχει τυχεῖν. ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι· πειθὼ δ’ ἕποιτο καὶ τύχη πρακτήριος. | |
523 | Χο.ἄναξ ἀνάκτων, μακάρων[στρ. α. | |
525 | μακάρτατε καὶ τελέων τελειότατον κράτος, ὄλβιε Ζεῦ, πιθοῦ τε καὶ γενέσθω. ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας· λίμνᾳ δ’ ἔμβαλε πορφυροειδεῖ | |
530 | τὰν μελανόζυγ’ ἄταν. | |
530 | τὸ πρὸς γυναικῶν 〈δ’〉 ἐπιδὼν[ἀντ. α. παλαίφατον ἁμέτερον γένος φιλίας προγόνου γυναικὸς | |
νέωσον εὔφρον’ αἶνον· | 24 | |
535 | γενοῦ πολυμνήστωρ, ἔφαπτορ Ἰοῦς. Δῖαί τοι γένος εὐχόμεθ’ εἶναι γᾶς ἀπὸ τᾶσδ’ ἔνοικοι. | |
537 | παλαιὸν δ’ εἰς ἴχνος μετέσταν,[στρ. β. ματέρος ἀνθονόμους ἐπωπάς, | |
540 | λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ οἴστρῳ ἐρεσσομένα φεύγει ἁμαρτίνοος, πολλὰ βροτῶν διαμειβομένα φῦλα, διχῇ δ’ ἀντίπορον | |
545 | γαῖαν ἐν αἴσᾳ διατέμνοντα πόρον κυματίαν ὁρίζει· | |
546 | ἰάπτει δ’ Ἀσίδος δι’ αἴας[ἀντ. β. μηλοβότου Φρυγίας διαμπάξ· περᾷ δὲ Τεύθραντος ἄστυ Μυσὸν | |
Supp.(550) | Λύδιά τ’ ἂγ γύαλα, καὶ δι’ ὀρῶν Κιλίκων Παμφύλων τε διορνυμένα † τὰν ποταμοὺς [δ’] ἀενάους καὶ βαθύπλουτον χθόνα καὶ τὰν Ἀφροδί‐ | |
555 | τας πολύπυρον αἶαν· | |
555 | † ἱκνεῖται δ’ εἰσικνουμένου βέλει[στρ. γ. | |
βουκόλου πτερόεντος Δῖον πάμβοτον ἄλσος, λειμῶνα χιονόβοσκον ὅντ’ ἐπέρχεται | 25 | |
560 | Τυφῶ μένος ὕδωρ τε Νείλου νόσοις ἄθικτον, μαινομένα πόνοις ἀτί‐ μοις ὀδύναις τε κεντροδα‐ λήτισι θυιὰς Ἥρας. | |
564 | ||
565 | βροτοὶ δ’, οἳ γᾶς τότ’ ἦσαν ἔννομοι,[ἀντ. γ. χλωρῷ δείματι θυμὸν πάλλοντ’ ὄψιν ἀήθη, βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον, τὰν μὲν βοός, | |
570 | τὰν δ’ αὖ γυναικός· τέρας δ’ ἐθάμβουν. καὶ τότε δὴ τίς ἦν ὁ θέλ‐ ξας πολύπλαγκτον ἀθλίαν οἰστροδόνητον Ἰώ; | |
573 | δι’ αἰῶνος κρέων ἀπαύστου[στρ. δ. | |
575 | Ζεὺς ... βία δ’ ἀπημάντῳ σθένει καὶ θείαις ἐπιπνοίαις παύεται, δακρύων δ’ ἀπο‐ στάζει πένθιμον αἰδῶ. | |
580 | λαβοῦσα δ’ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ | |
γείνατο παῖδ’ ἀμεμφῆ, δι’ αἰῶνος μακροῦ πάνολβον·[ἀντ. δ. ἔνθεν πᾶσα βοᾷ χθών, ‘φυσιζόου γένος τόδε | 26 | |
585 | Ζηνός ἐστιν ἀληθῶς· τίς γὰρ ἂν κατέπαυσεν Ἥ‐ ρας νόσους ἐπιβούλους;‘ Διὸς τόδ’ ἔργον· καὶ τόδ’ ἂν γένος λέγων ἐξ Ἐπάφου κυρήσαις. | |
589 | ||
590 | τίν’ ἂν θεῶν ἐνδικωτέροισιν[στρ. ε. κεκλοίμαν εὐλόγως ἐπ’ ἔργοις; 〈αὐτὸς ὁ〉 πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ, γένους παλαιόφρων μέγας τέκτων, τὸ πᾶν | |
594 | μῆχαρ οὔριος Ζεύς. | |
594 | ||
595 | ὑπ’ ἀρχᾶς δ’ οὔτινος θοάζων[ἀντ. ε. † τὸ μεῖον κρεῖσσον ὢν κρατύνει, οὔτινος ἄνωθεν ἡμένου σέβων κράτος. πάρεστι δ’ ἔργον ὡς ἔπος σπεῦσαί τι τῶν | |
599 | βούλιος φέρει φρήν. | |
599 | ||
Supp.(600) | Δα.θαρσεῖτε παῖδες· εὖ τὰ τῶν ἐγχωρίων· δήμου δέδοκται παντελῆ ψηφίσματα. Χο.ὦ χαῖρε πρέσβυ, φίλτατ’ ἀγγέλλων ἐμοί· ἔνισπε δ’ ἡμῖν, ποῖ κεκύρωται τέλος, | |
δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται; | 27 | |
605 | Δα.ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως, ἀλλ’ ὥστ’ ἀνηβῆσαί με γηραιᾷ φρενί· πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον· ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους | |
610 | κἀρρυσιάστους ξύν τ’ ἀσυλίᾳ βροτῶν· καὶ μήτ’ ἐνοίκων μήτ’ ἐπηλύδων τινὰ ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν, τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ. | |
615 | τοιάνδ’ ἔπειθε ῥῆσιν ἀμφ’ ἡμῶν λέγων ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον μέγαν προφωνῶν μή ποτ’ εἰσόπιν χρόνου πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ’ ἅμα λέγων διπλοῦν μίασμα πρὸς πόλεως φανὲν | |
620 | ἀμήχανον βόσκημα πημονῆς πέλειν. τοιαῦτ’ ἀκούων χερσὶν Ἀργεῖος λεὼς ἔκραν’ ἄνευ κλητῆρος ὣς εἶναι τάδε. δημηγόρους δ’ ἤκουσεν εὐπιθεῖς στροφὰς δῆμος Πελασγῶν· Ζεὺς δ’ ἐπέκρανεν τέλος. | |
624 | ||
625 | Χο.ἄγε δή, λέξωμεν ἐπ’ Ἀργείοις εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς. Ζεὺς δ’ ἐφορεύοι ξένιος ξενίου στόματος τιμὰς ἐπ’ ἀληθείᾳ, | |
τέρμον’ ἀμέμπτως πρὸς ἅπαντα· | 28 | |
630 | νῦν ὅτε καὶ θεοὶ[στρ. α. Διογενεῖς κλύοιτ’ εὐ‐ κταῖα γένει χεούσας· μήποτε πυρίφατον τάνδε Πελασγίαν [πόλιν] | |
635 | τὸν ἄχορον βοᾶν κτίσαι μάχλον Ἄρη, τὸν ἀρότοις θερί‐ ζοντα βροτοὺς ἐνάλλοις· | |
638 | οὕνεκ’ ᾤκτισαν ἡμᾶς, | |
640 | ψῆφον δ’ εὔφρον’ ἔθεντο, αἰδοῦνται δ’ ἱκέτας Διός, ποίμναν τάνδ’ ἀμέγαρτον· | |
642 | οὐδὲ μετ’ ἀρσένων[ἀντ. α. ψῆφον ἔθεντ’ ἀτιμώ‐ | |
645 | σαντες ἔριν γυναικῶν, Δῖον ἐπιδόμενοι πράκτορ’, ἅτε σκοπόν, δυσπολέμητον, ὃν τίς ἂν δόμος ἔχοι | |
Supp.(650) | ἐπ’ ὀρόφων ἰαί‐ νοντα; βαρὺς δ’ ἐφίζει. | |
651 | ἅζονται γὰρ ὁμαίμους | |
Ζηνὸς ἵκτορας ἁγνοῦ. τοιγάρτοι καθαροῖσι βω‐ | 29 | |
655 | μοῖς θεοὺς ἀρέσονται. | |
655 | τοιγὰρ ὑποσκίων[στρ. β. ἐκ στομάτων ποτά‐ σθω φιλότιμος εὐχά, μήποτε λοιμὸς ἀνδρῶν | |
660 | τάνδε πόλιν κενώσαι· μηδ’ ἐπιχωρίοις 〈στάσισ〉 πτώμασιν αἱματίσαι πέδον γᾶς. | |
662 | ἥβας δ’ ἄνθος ἄδρεπτον ἔστω, μηδ’ Ἀφροδίτας | |
665 | εὐνάτωρ βροτολοιγὸς Ἄ‐ ρης κέρσειεν ἄωτον. | |
666 | καὶ γεραροῖσι πρε‐[ἀντ. β. σβυτοδόκοι γέμου‐ σαι θυμέλαι φλεγόντων. | |
670 | τὼς πόλις εὖ νέμοιτο Ζῆνα μέγαν σεβόντων, τὸν ξένιον δ’ ὑπερτάτως, ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ. | |
673 | τίκτεσθαι δ’ ἐφόρους γᾶς | |
675 | ἄλλους εὐχόμεθ’ αἰεί, Ἄρτεμιν δ’ ἑκάταν γυναι‐ | |
κῶν λόχους ἐφορεύειν. μηδέ τις ἀνδροκμὴς[στρ. γ. λοιγὸς ἐπελθέτω | 30 | |
680 | τάνδε πόλιν δαΐζων, ἄχορον ἀκίθαριν δακρυογόνον Ἄρη βοάν τ’ ἔνδημον ἐξοπλίζων. | |
683 | νούσων δ’ ἑσμὸς ἀπ’ ἀστῶν | |
685 | ἵζοι κρατὸς ἀτερπής· εὐμενὴς δ’ ὁ Λύκειος ἔ‐ στω πάσᾳ νεολαίᾳ. | |
687 | καρποτελῆ δέ τοι[ἀντ. γ. Ζεὺς ἐπικραινέτω | |
690 | φέρματι γᾶν πανώρῳ· πρόνομα δὲ βότ’ ἀγροῖς πολύγονα τελέθοι· τὸ πᾶν τ’ ἐκ δαιμόνων λάχοιεν. | |
693 | εὔφημον δ’ ἐπὶ βωμοῖς | |
695 | μοῦσαν θείατ’ ἀοιδοί· ἁγνῶν τ’ ἐκ στομάτων φερέ‐ σθω φήμα φιλοφόρμιγξ. | |
697 | φυλάσσοι τ’ ἀτρεμαῖα τιμὰς[στρ. δ. | |
τὸ δάμιον, τὸ πτόλιν κρατύνει, | 31 | |
Supp.(700) | προμαθὶς εὐκοινόμητις ἀρχά· ξένοισί τ’ εὐξυμβόλους, πρὶν ἐξοπλίζειν Ἄρη, δίκας ἄτερ πημάτων διδοῖεν. | |
703 | θεοὺς δ’, οἳ γᾶν ἔχουσιν, αἰεὶ[ἀντ. δ. | |
705 | τίοιεν ἐγχωρίοις πατρῴαις δαφνηφόροις βουθύτοισι τιμαῖς. τὸ γὰρ τεκόντων σέβας τρίτον τόδ’ ἐν θεσμίοις Δίκας γέγραπται μεγιστοτίμου. | |
709 | ||
710 | Δα.εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι· ὑμεῖς δὲ μὴ τρέσητ’ ἀκούσασαι πατρὸς ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους. ἱκεταδόκου γὰρ τῆσδ’ ἀπὸ σκοπῆς ὁρῶ τὸ πλοῖον. εὔσημον γάρ· οὔ με λανθάνει | |
715 | στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς, καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπους’ ὁδόν, οἴακος εὐθυντῆρος ὑστάτου νεὼς ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη. πρέπουσι δ’ ἄνδρες νήιοι μελαγχίμοις | |
720 | γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν, καὶ τἄλλα πλοῖα πᾶσά θ’ ἡ ’πικουρία εὔπρεπτος· αὐτὴ δ’ ἡγεμὼν ὑπὸ χθόνα στείλασα λαῖφος παγκρότως ἐρέσσεται. ἀλλ’ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως | |
725 | πρὸς πρᾶγμ’ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν. ἐγὼ δ’ ἀρωγοὺς ξυνδίκους θ’ ἥξω λαβών. ἴσως γὰρ ἂν κῆρύξ τις ἢ πρέσβη μόλοι, ἄγειν θέλοντες, ῥυσίων ἐφάπτορες. ἀλλ’ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν. | 32 |
730 | ὅμως 〈δ’〉 ἄμεινον, εἰ βραδύνοιμεν βοῇ, ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε. θάρσει· χρόνῳ τοι κυρίῳ τ’ ἐν ἡμέρᾳ θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην. Χο.πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι | |
735 | ἥκουσι· μῆκος δ’ οὐδὲν ἐν μέσῳ χρόνου. | |
735 | —περίφοβόν μ’ ἔχει τάρβος ἐτητύμως[στρ. α. πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι. παροίχομαι, πάτερ, δείματι. | |
738 | Δα.ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα, | |
740 | θάρσει· μαχοῦνται περὶ σέθεν, σάφ’ οἶδ’ ἐγώ. 〈Χο.〉ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος μάχης τ’ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα. | |
742 | —δοριπαγεῖς δ’ ἔχοντες κυανώπιδας[ἀντ. α. νῆας ἔπλευσαν ὧδ’ ἐπιτυχεῖ κότῳ | |
745 | πολεῖ μελαγχίμῳ σὺν στρατῷ. | |
745 | Δα.πολλοὺς δέ γ’ εὑρήσουσιν ἐν μεσημβρίας θάλπει βραχίον’ εὖ κατερρινημένους. 〈Χο.〉μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ. | |
γυνὴ μονωθεῖς’ οὐδέν· οὐκ ἔνεστ’ Ἄρης. | 33 | |
Supp.(750) | —οὐλόφρονες δ’ ἐκεῖνοι, δολομήτιδες[στρ. β. δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω‐ μῶν ἀλέγοντες οὐδέν. | |
752 | Δα.καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ’, ὦ τέκνα, εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο. | |
755 | 〈Χο.〉οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη δείσαντες ἡμῶν χεῖρ’ ἀπόσχωνται, πάτερ. | |
756 | —περίφρονες δ’ ἄγαν ἀνιέρῳ μένει[ἀντ. β. μεμαργωμένοι κυνοθρασεῖς, θεῶν οὐδὲν ἐπαΐοντες. | |
759 | ||
760 | Δα.ἀλλ’ ἔστι φήμη κρείσσονας λύκους κυνῶν εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν. 〈Χο.〉† ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι κράτος. Δα.οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή, | |
765 | οὐδ’ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια ἐς γῆν ἐνεγκεῖν, οὐδ’ ἐν ἀγκυρουχίαις θαρσοῦσι ναῶν ποιμένες παραυτίκα, ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα ἐς νύκτ’ ἀποστείχοντος ἡλίου. φιλεῖ | |
770 | ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ. οὕτω γένοιτ’ ἂν οὐδ’ ἂν ἔκβασις στρατοῦ | |
καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν· | 34 | |
773 | . . . . . . . πράξας ἀρωγήν· ἄγγελον δ’ οὐ μέμψεται | |
775 | πόλις γέρονθ’, ἡβῶντα δ’ εὐγλώσσῳ φρενί. | |
775 | Χο.ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,[στρ. α. τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας χθονὸς κελαινὸν εἴ τι κεῦθός ἐστί που; μέλας γενοίμαν καπνὸς | |
780 | νέφεσσι γειτονῶν Διός, | |
781-782 | τὸ πᾶν δ’ ἄφαντος ἀμπετὴς ἀιδνὸς ὡς | |
783 | κόνις ἄτερθε πτερύγων ὀλοίμαν. | |
783 | ἄφρικτον δ’ οὐκέτ’ ἂν πέλοι κέαρ·[ἀντ. α. | |
785 | κελαινόχρως δὲ πάλλεταί μου καρδία. πατρὸς σκοπαὶ δέ μ’ εἷλον· οἴχομαι φόβῳ. θέλοιμι δ’ ἂν μορσίμου | |
788-789 | βρόχου τυχεῖν † ἐν σαργάναις †, | |
790 | πρὶν ἄνδρ’ ἀπευκτὸν τῷδε χριμφθῆναι χροΐ· πρόπαρ θανούσας [δ’] Ἀίδας ἀνάσσοι. | |
791 | πόθεν δέ μοι γένοιτ’ ἂν αἰθέρος θρόνος,[στρ. β. πρὸς ὃν κύφελλ’ ὑδρηλὰ γίγνεται χιών, ἢ λισσὰς αἰγίλιψ ἀπρόσ‐ | |
795 | δεικτος οἰόφρων κρεμὰς γυπιὰς πέτρα, βαθὺ πτῶμα μαρτυροῦσά μοι, πρὶν δαΐκτορος βίᾳ καρδίας γάμου κυρῆσαι; | 35 |
799 | ||
Supp.(800) | κυσὶν δ’ ἔπειθ’ ἕλωρα κἀπιχωρίοις[ἀντ. β. ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν· τὸ γὰρ θανεῖν ἐλευθεροῦ‐ ται φιλαιάκτων κακῶν. ἐλθέτω μόρος, πρὸ κοί‐ | |
805 | τας γαμηλίου τυχών. ἀμφυγᾶς τίν’ ἔτι πόρον τέτμω γάμου λυτῆρα; | |
807 | ἴυζε δ’ ὀμφάν, οὐράνια[στρ. γ. μέλη λιτανὰ θεοῖσι καὶ | |
810 | τέλεα δέ μοί πως πελόμενα [μοι], λύσιμα † μάχιμα δ’· ἔπιδε, πάτερ, | |
812-813 | βίαια μὴ φίλοις ὁρῶν | |
814 | ὄμμασιν ἐνδίκως. | |
815 | σεβίζου δ’ ἱκέτας σέθεν, γαιάοχε παγκρατὲς Ζεῦ. | |
816 | † γένος γὰρ Αἰγύπτιον ὕβριν[ἀντ. γ. δύσφορον ἀρσενογενὲς † | |
μετά με δρόμοισι διόμενοι | 36 | |
820 | φυγάδα μάταισι πολυθρόοις βίαια δίζηνται λαβεῖν. σὸν δ’ ἐπίπαν ζυγὸν ταλάντου. τί δ’ ἄνευ σέθεν θνατοῖσι τέλειόν ἐστιν; | |
824 | ||
825 | 〈ΧΟΡΟΙ ΔΑΝΑΙΔΩΝ καὶ ΑΙΓΥΠΤΙΩΝ〉 | |
825 | Δαδ.ό ό ό, ά ά ά· ὅδε μάρπτις νάιος γάιος· τῶν πρό, μάρπτι, κάμνοις· † ἰόφ.. ὀμ.. αὖθι κάββας νυ.. δυΐαν βοὰν ἀμφαίνω. † | |
830 | ὁρῶ τάδε φροίμια † πράξαν πόνων βιαίων ἐμῶν. ἠὲ ἠέ. βαῖνε φυγᾷ πρὸς ἀλκάν· † βλοσυρόφρονα χλιδᾷ ... δύσφορα ναῒ κἀν γᾷ ... | |
835 | γάι’ ἄναξ προτάσσου. † | |
835 | 〈Αιγ.〉σοῦσθε σοῦσθ’ ἐπὶ βᾶ‐ ριν ὅπως ποδῶν ... | |
οὐκοῦν; οὐκοῦν; τιλμοὶ τιλμοὶ καὶ στιγμοί, | 37 | |
840 | πολυαίμων φόνιος ἀποκοπὰ κρατός. σοῦσθε σοῦσθ’ † ὀλύμεναι ὀλόμεν’ ἐπ’ ἀμάδα. | |
842 | 〈Δαδ.〉εἴθ’ ἀνὰ πολύρυτον[στρ. α. ἁλμήεντα πόρον | |
845 | δεσποσίῳ ξὺν ὕβρει γομφοδέτῳ τε δόρει διώλου. | |
846 | 〈Αιγ.〉† αἵμον’ ἕσω ς’ ἐπ’ ἀμάδα· ἦ σὺ δουπια τάπιτα; † κελεύω βίᾳ μεθέσθαι | |
Supp.(850) | † ἴχαρ φρενί τ’ ἄταν. ἰὼ ἰόν †. λεῖφ’ ἕδρανα, κί’ ἐς δόρυ, ἀτίετον ἄπολιν οὐ σέβω. | |
853 | 〈Δαδ.〉μήποτε πάλιν ἴδοις[ἀντ. α. | |
855 | ἀλφεσίβοιον ὕδωρ, ἔνθεν ἀεξόμενον | |
857-858 | ζώφυτον αἷμα βροτοῖσι θάλλει. | 38 |
859 | 〈Αιγ.〉† ἄγειος ἐγὼ βαθυχαῖος | |
860 | βαθρείας βαθρείας γέρον. † σὺ δ’ ἐν ναῒ ναῒ βάσῃ τάχα θέλεος ἀθέλεος, βίᾳ βίᾳ τε πολλᾷ φροῦδα. † βάτεαι βαθυμιτροκακὰ παθῶν † | |
865 | [ὀλόμεναι παλάμαις]. | |
865 | 〈Δαδ.〉αἰαῖ αἰαῖ.[στρ. β. αἲ γὰρ δυσπαλάμως ὄλοιο δι’ ἁλίρρυτον ἄλσος, κατὰ Σαρπηδόνιον | |
870 | χῶμα πολύψαμμον ἀλαθεὶς Εὐρεΐαισιν αὔραις. | |
871 | ΚΗΡΥΞ | |
872 | ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς. Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ. [ἴυζε καὶ] | |
875 | † βόα, πικρότερ’ ἀχέων οἰζύος ὄνομ’ ἔχων. † | |
875 | 〈Δαδ.〉οἰοῖ οἰοῖ[ἀντ. β. λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων | |
† περιχαμπτὰ βρυάζεις· ὃς ἐπωπᾷ δ’, ὁ μέγας | 39 | |
880 | Νεῖλος, ὑβρίζοντά ς’ ἀποτρέ‐ ψειεν ἄιστον ὕβριν. | |
881 | Κη.βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον ὅσον τάχιστα· μηδέ τις σχολαζέτω. ὁλκὴ γὰρ αὕτη πλόκαμον οὐδάμ’ ἅζεται. | |
884 | ||
885 | Δαδ.οἰοῖ, πάτερ, βρέτεος ἄρος[στρ. γ. ἀτᾷ μ’· ἅλαδ’ ἄγει, ἄραχνος ὥς, βάδην. ὄναρ ὄναρ μέλαν, ὀτοτοτοτοῖ, | |
890 | μᾶ Γᾶ μᾶ Γᾶ, βοὰν φοβερὸν ἀπότρεπε· ὦ βᾶ Γᾶς παῖ Ζεῦ. | |
892 | Κη.οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε· οὐ γάρ μ’ ἔθρεψαν, οὐδ’ ἐγήρασαν τροφῇ. | |
894 | ||
895 | Δαδ.μαιμᾷ πέλας δίπους ὄφις·[ἀντ. γ. ἔχιδνα δ’ ὥς με 〈φόνιος ἢ〉 τί ποτέ ν〈ιν καλῶ〉 | |
δάκος; ἀχ... ὀτοτοτοτοῖ, | 40 | |
Supp.(900) | μᾶ Γᾶ μᾶ Γᾶ βοὰν φοβερὸν ἀπότρεπε, ὦ βᾶ Γᾶς παῖ Ζεῦ. | |
902 | Κη.εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε, λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ. | |
905 | Χο.ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι. 〈Κη.〉πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου, τάχα ὄψεσθε· θαρσεῖτ’, οὐκ ἐρεῖτ’ ἀναρχίαν. 〈Χο.〉διωλόμεσθ’· ἄεπτ’, ἄναξ, πάσχομεν. Κη.ἕλξειν ἔοιχ’ ὑμᾶς ἐπισπάσας κόμης, | |
910 | ἐπεὶ οὐκ ἀκούετ’ ὀξὺ τῶν ἐμῶν λόγων. Βα.οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος ἀνδρῶν Πελασγῶν τήνδ’ ἀτιμάζεις χθόνα; ἀλλ’ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν; κάρβανος ὢν Ἕλλησιν ἐγχλίεις ἄγαν· | |
915 | καὶ πόλλ’ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί. Κη.τί δ’ ἠμπλάκηται τῶνδ’ ἐμοὶ δίκης ἄτερ; Βα.ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι. Κη.πῶς δ’ οὐχί; τἄμ’ ὀλωλόθ’ εὑρίσκων ἄγω. Βα.ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις; | |
920 | Κη.Ἑρμῇ, μεγίστῳ προξένων, μαστηρίῳ. Βα.θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ. | |
Κη.τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι. Βα.οἱ δ’ ἐνθάδ’ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω; Κη.ἄγοιμ’ ἄν, εἴ τις τάσδε μὴ ’ξαιρήσεται. | 41 | |
925 | Βα.κλαίοις ἄν, εἰ ψαύσειας, οὐ μάλ’ ἐς μακράν. Κη.ἤκουσα, τοὖπος 〈δ’〉 οὐδαμῶς φιλόξενον. Βα.οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας. Κη.λέγοιμ’ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε. Βα.ἀβουκόλητον τοῦτ’ ἐμῷ φρονήματι. | |
930 | Κη.ἀλλ’ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον— καὶ γὰρ πρέπει κήρυκ’ ἀπαγγέλλειν τορῶς ἕκαστα—πῶς φῶ, πρὸς τίνος τ’ ἀφαιρεθεὶς ἥκειν γυναικῶν αὐτανέψιον στόλον; οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο | |
935 | Ἄρης, τὸ νεῖκος δ’ οὐκ ἐν ἀργύρου λαβῇ ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος πεσήματ’ ἀνδρῶν κἀπολακτισμοὶ βίου. 〈Βα.〉τί σοι λέγειν χρὴ τοὔνομ’; ἐν χρόνῳ μαθὼν εἴσῃ σύ τ’ αὐτὸς χοἰ ξυνέμποροι σέθεν. | |
940 | ταύτας δ’ ἑκούσας μὲν κατ’ εὔνοιαν φρενῶν ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος. τοιάδε δημόπρακτος ἐκ πόλεως μία ψῆφος κέκρανται, μήποτ’ ἐκδοῦναι βίᾳ στόλον γυναικῶν· τῶνδ’ ἐφήλωται τορῶς | |
945 | γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως. ταῦτ’ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα οὐδ’ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα, σαφῆ δ’ ἀκούεις ἐξ ἐλευθεροστόμου | |
γλώσσης. κομίζου δ’ ὡς τάχιστ’ ἐξ ὀμμάτων. | 42 | |
Supp.(950) | 〈Κη.〉ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον· εἴη δὲ νίκη καὶ κράτος τοῖς ἄρσεσιν. 〈Βα.〉ἀλλ’ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας εὑρήσετ’, οὐ πίνοντας ἐκ κριθῶν μέθυ. ὑμεῖς δὲ πᾶσαι ξὺν φίλαις ὀπάοσιν | |
955 | θράσος λαβοῦσαι στείχετ’ εὐερκῆ πόλιν, πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην. καὶ δώματ’ ἐστὶ πολλὰ μὲν τὰ δήμια, δεδωμάτωμαι δ’ οὐδ’ ἐγὼ σμικρᾷ χερί. ἔνθ’ ἔστιν ὑμῖν εὐτύκους ναίειν δόμους | |
960 | πολλῶν μετ’ ἄλλων· εἰ δέ τις μείζων χάρις, πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους. τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα— πάρεστι—λωτίσασθε. προστάτης δ’ ἐγὼ ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται | |
965 | ψῆφος. τί τῶνδε κυριωτέρους μένεις; | |
965 | Χο.ἀλλ’ ἀντ’ ἀγαθῶν ἀγαθοῖσι βρύοις, δῖε Πελασγῶν. πέμψον δὲ πρόφρων δεῦρ’ ἡμέτερον πατέρ’ εὐθαρσῆ Δαναόν, πρόνοον | |
970 | καὶ βούλαρχον. τοῦ γὰρ προτέρα μῆτις, ὅπου χρὴ δώματα ναίειν καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν ψόγον ἀλλοθρόοις | |
εὔτυκος· εἴη δὲ τὰ λῷστα. | 43 | |
975 | ξύν τ’ εὐκλείᾳ καὶ ἀμηνίτῳ βάξει λαῶν ἐγχώρων τάσσεσθε, φίλαι δμωίδες, οὕτως ὡς ἐφ’ ἑκάστῃ διεκλήρωσεν Δαναὸς θεραποντίδα φερνήν. | |
979 | ||
980 | Δα.ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών, θύειν τε λείβειν θ’, ὡς θεοῖς Ὀλυμπίοις, σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως. καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις· | |
985 | ἐμοὶ δ’ ὀπαδοὺς τούσδε καὶ δορυσσόους ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας, καὶ μήτ’ ἀέλπτως, δορικανεῖ μόρῳ θανὼν λάθοιμι, χώρᾳ δ’ ἄχθος ἀείζων πέλοι, | |
988 | . . . . . . . τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς | |
990 | χάριν σέβεσθαι τιμιωτέραν † ἐμοῦ. καὶ ταῦθ’ ἅμ’ ἐγγράψασθε πρὸς γεγραμμένοις πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός, ἀγνῶθ’ ὅμιλον, ὡς ἐλέγχεται χρόνῳ, πᾶς δ’ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει | |
995 | κακήν, τό τ’ εἰπεῖν εὐπετὲς μύσαγμά πως. ὑμᾶς δ’ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ, | |
ὥραν ἐχούσας τήνδ’ ἐπίστρεπτον βροτοῖς. τέρειν’ ὀπώρα δ’ εὐφύλακτος οὐδαμῶς· θῆρες δὲ κηραίνουσι καὶ βροτοί—τί μήν; — | 44 | |
Supp.(1000) | καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ. † καρπώματα στάζοντα κηρύσσει Κύπρις κάλωρα κωλύουσαν θωσμένειν ἔρῳ, † καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι πᾶς τις παρελθὼν ὄμματος θελκτήριον | |
1005 | τόξευμ’ ἔπεμψεν, ἱμέρου νικώμενος. πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος πολὺς δὲ πόντος οὕνεκ’ ἠρόθη δορί, μηδ’ αἶσχος ἡμῖν, ἡδονὴν δ’ ἐχθροῖς ἐμοῖς πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα· | |
1010 | τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ, οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε. μόνον φύλαξαι τάσδ’ ἐπιστολὰς πατρός, τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον. Χο.τἄλλ’ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων· | |
1015 | ἐμῆς δ’ ὀπώρας οὕνεκ’ εὖ θάρσει, πάτερ. θεοῖς γὰρ εἴ τι μὴ βεβούλευται νέον, ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός. | |
1017 | ΧΟΡΟΙ ΔΑΝΑΙΔΩΝ καὶ ΘΕΡΑΠΑΙΝΩΝ | |
1018 | Δαδ.ἴτε μὰν ἀστυάνακτας[στρ. α. μάκαρας θεοὺς γανάοντες | |
1020 | πολιούχους τε καὶ οἳ χεῦμ’ Ἐρασίνου περιναίουσιν παλαιόν. ὑποδέξασθε 〈δ’〉 ὀπαδοὶ μέλος· αἶνος δὲ πόλιν τάνδε Πελασγῶν ἐχέτω, μηδ’ ἔτι Νείλου | 45 |
1025 | προχοὰς σέβωμεν ὕμνοις, | |
1025 | ποταμοὺς δ’ οἳ διὰ χώρας[ἀντ. α. θελεμὸν πῶμα χέουσιν πολύτεκνοι, λιπαροῖς χεύμασι γαίας τόδε μειλίσσοντες οὖδας. | |
1030 | ἐπίδοι δ’ Ἄρτεμις ἁγνὰ στόλον οἰκτιζομένα, μηδ’ ὑπ’ ἀνάγκας γάμος ἔλθοι Κυθερείας· Στύγιον πέλοι τόδ’ ἆθλον. | |
1033 | ΘΕΡΑΠΑΙΝΑΙ | |
1034 | —Κύπριδος 〈δ’〉 οὐκ ἀμελεῖ θεσμὸς ὅδ’ εὔφρων.[στρ. β. | |
1035 | δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ· τίεται δ’ αἰολόμητις θεὸς ἔργοις ἐπὶ σεμνοῖς. —μετάκοινοι δὲ φίλᾳ ματρὶ πάρεισιν Πόθος 〈ᾇ〉 τ’ οὐδὲν ἄπαρνον | |
1040 | τελέθει θέλκτορι Πειθοῖ. —δέδοται δ’ Ἁρμονίᾳ μοῖρ’ Ἀφροδίτας | |
ψεδυρὰ τρίβοι τ’ ἐρώτων. —φυγάδεσσιν δ’ ἐπιπλοίας κακά τ’ ἄλγη[ἀντ. β. πολέμους θ’ αἱματόεντας προφοβοῦμαι. | 46 | |
1045 | τί ποτ’ εὔπλοιαν ἔπραξαν ταχυπόμποισι διωγμοῖς; —ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ’ ἄν. Διὸς οὐ παρβατός ἐστιν μεγάλα φρὴν ἀπέρατος. | |
Supp.(1050) | —μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ προτερᾶν πέλοι γυναικῶν. | |
1051 | Δαδ.ὁ μέγας Ζεὺς ἀπαλέξαι[στρ. γ. γάμον Αἰγυπτογενῆ μοι. Θε.τὸ μὲν ἂν βέλτατον εἴη· | |
1055 | σὺ δὲ θέλγοις ἂν ἄθελκτον; Δαδ.σὺ δέ γ’ οὐκ οἶσθα τὸ μέλλον. | |
1056 | Θε.τί δὲ μέλλω φρένα Δίαν[ἀντ. γ. καθορᾶν, ὄψιν ἄβυσσον; Δαδ.μέτριον νῦν ἔπος εὔχου· | |
1060 | τίνα καιρόν με διδάσκεις; Θε.τὰ θεῶν μηδὲν ἀγάζειν. | |
1061 | ΧΟΡΟΣ | |
1062 | Ζεὺς ἄναξ ἀποστεροί‐[στρ. δ. η γάμον δυσάνορα δάιον, ὅσπερ Ἰὼ | |
1065 | πημονᾶς ἐλύσατ’ εὖ χειρὶ παιωνίᾳ κατασχεθών, | |
εὐμενῆ βίαν κτίσας, καὶ κράτος νέμοι γυναι‐[ἀντ. δ. ξίν· τὸ βέλτερον κακοῦ | 47 | |
1070 | καὶ τὸ δίμοιρον αἰνῶ, καὶ δίκᾳ δίκας ἕπε‐ σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις | |
μηχαναῖς θεοῦ πάρα. | 48 |