TLG 0084 003 :: DIONYSIUS :: Ixeuticon sive De aucupio (paraphrasis) (olim sub auctore Eutecnio)

DIONYSIUS Perieg.
(fort. Alexandrinus: A.D. 2)

Cf. et DIONYSIUS Epic. (1326)
Vitae: Cf. VITAE DIONYSII PERIEGETAE (4173)
Vitae et scholia: Cf. SCHOLIA IN DIONYSIUM PERIEGETAM (5019)

Ixeuticon sive De aucupio (paraphrasis) (olim sub auctore Eutecnio)

Source: Garzya, A. (ed.), Dionysii ixeuticon seu de aucupio libri tres in epitomen metro solutam redacti. Leipzig: Teubner, 1963: 1–49.

Citation: Chapter — section — (line)

t

1

ΠΑΡΑΦΡΑΣΙΣ ΤΩΝ ΤΟΥ ΔΙΟΝΥΣΙΟΥ ΙΞΕΥΤΙΚΩΝ

1

t

ΛΟΓΟΣ Α

1

.

1

Ἐπειδή σοι τῆς γῆς ἁπάσης ἔχοντι καὶ τοῦ πελάγους τοὺς οἴακας σοφῷ τε εἶναι καὶ φιλομαθεῖ δέδωκεν εὖ ποιῶν ὁ Θεός, καὶ τοῖς πολλοῖς ἐθέλεις ἅπερ οἶσθα προσθεῖναι πάνθ’ ὅσα περὶ πτηνῶν τῷ ποιητῇ Διονυσίῳ συγγέγρα‐
5πται, φέρε δὴ καὶ ταύτην σοι τὴν ὑπουργίαν ἐκπληρώσω‐ μεν, ὡς ἂν τῶν ὀρνίθων εἰδείης τούς τε ὑγρᾶς τροφῆς ἔρω‐ τι ποταμοῖς ἢ λίμναις ἢ καὶ τῇ θαλάσσῃ χαίροντας καὶ τοὺς τοῖς ὄρεσιν ἢ τοῖς πεδίοις ἐφιπταμένους, ὀνομάζειν τε ἔχοις ἕκαστον, ἤθη καὶ τέχνας καὶ ἰσχὺν καὶ πόθους αὐτῶν
10καὶ τοὺς τῆς ἄγρας τρόπους ἐξεπιστάμενος. τερπνὴ δέ τις καὶ οὐκ ἄχαρις θέα ταχὺν ὄρνιν ἰδεῖν αἱρεθέντα βρόχου δεσμοῖς ἢ δένδρου μέν τινος ἐφιζήσαντα κλάδῳ, καλάμῳ δέ, ὃν ἰξῷ τις ἐπαλείψας θηρατὴς ἀνατείνει, συγκολλώμενόν τε καὶ καθελκόμενον, ἢ πρὸς θάμνους μέν τινας ὑπὲρ
15διαναπαύσεως ἀφικόμενον, τοῖς δὲ πολυτρήτοις κόλποις
ἐνσχεθέντα τῶν λίνων, ὥστε ὀλέθριον καὶ τελευταίαν αὐτῷ γενέσθαι τὴν διανάπαυσιν. καὶ μὴν κἀκεῖνο σοφὸν καὶ χαρίεν τὸ ἐπιτήδευμα· τῆς ὥρας ἤδη τῆς χειμερινῆς ἐπελθούσης, δένδρον τι κλάδοις τε καὶ φύλλοις ἀλλοτρίοις1
20ἐπικαλύψαντες καί τινας μεταξὺ τῶν κλάδων ῥάβδους ἐνθέντες ἐπιχρισθείσας ἰξῷ κατὰ τῶν πεδίων ἱστῶσι, κλωβοὺς ἀπαρτήσαντες· τοῖσδε ὄρνεις ἔνεισιν, οἳ πρὸς τὴν ἄγραν τοῖς θηραταῖς ἀναγκαῖοι· τοὺς γὰρ λοιποὺς ταῖς ᾠδαῖς ἀναπείθουσι πλησιάσαντας τοῖς κλάδοις ἐπι‐
25καθῆσθαι τοῖς νόθοις· τοῖσδε ἅμα τῷ ξυνιζῆσαι καὶ τὸ τε‐ θηρᾶσθαι συμβαίνει. καὶ μὴν καὶ πάγαις ἔστιν ἰδεῖν τῶν πτηνῶν πλεῖστα θηρώμενα, τιθέναι δ’ αὐτὰς τροφήν τινα ἐμβαλόντες ὑπὸ τὰς θάμνους εἰώθασι· καὶ καθ’ ἑτέρους ἁλίσκονται τρόπους· γνώσῃ δ’ ἕκαστον, εἴπερ ἵλεως
30ἀκούοις, ἐν τάξει. γένη μὲν δὴ πλεῖστα πτηνῶν τὸν ὑγρὸν ἀέρα διίπταται.

1

.

2

Πάντων δὲ χρὴ προκρίνειν τοὺς ἀετούς, ἐπεὶ μηδὲν ὑπὲρ γρυπῶν σαφὲς ἔστιν εἰπεῖν, οὕς φασιν ἐν τοῖς τῶν πλουσίων Ἀριμασπῶν ἕλεσι τρεφομένους χρυσὸν ἐκ τῆς γῆς ἀγείρειν ὀρύσσοντας· τοὺς Ἀριμάσπας δὲ τούτους
5οὐχὶ δύο τοὺς ὀφθαλμούς, ἀλλ’ ἕνα ἕκαστον ἔχειν φασίν.

1

.

3

Τῶν ἀετῶν δὲ τὸ γένος καὶ τὴν ἰσχὺν ἐπιστάμεθα,
καὶ ὅσον τῶν λοιπῶν ὑπερτεροῦσιν ὀρνέων, ὡς καὶ τοῖς τοῦ Διὸς σκήπτροις ἀγχοῦ τῶν κεραυνῶν ἐπικαθῆσθαι πιστεύεσθαι. ἵπτανταί γε μὴν ὑπὲρ τὸν ἀέρα καὶ πρὸς2
5αὐτὸν τὸν αἰθέρα εὐκόλως, καὶ ὀξὺ δεδόρκασι μέχρι τῆς γῆς, ἢ τάχα καὶ δι’ αὐτῆς, ὡς μηδὲ τὰ μικρὰ ζῳΰφια λανθάνειν αὐτοὺς τροφῆς χρῄζοντας, κἂν εἰ θάμνοις ἐπι‐ καλύπτοιντο. ἀρνῶν δὲ καὶ νεβρῶν καὶ τῶν ταχυτάτων λαγωῶν σαρξὶν ἥδονται, καὶ νεκρὸν οὐκ ἂν φάγοιεν, εἰ μὴ
10παρ’ αὐτῶν τι ζῷον ἀποκτανθείη ληφθέν. ἐς δὲ τὸ τῶν νόσων ἄκος τὰς χελώνας ἐσθίουσι, καὶ ὅσα γε εἰς ποτόν, ἀπόχρη τὸ τῶν θηρωμένων αἷμα ζῴων αὐτοῖς, ὥστε οὐκ ἂν ὕδωρ πίοιεν. καὶ τὰς ἄκρας οἰκοῦσι τὰς ἐν τοῖς ὄρεσι περιφανεῖς τε καὶ ὑψηλάς, εἴτε ἀναπαύλης δέοιντο μετὰ
15θήραν, εἴτε τοῖς τέκνοις οἰκοδομεῖν βούλοιντο καλιάς, ὥστε ὀλιγάκις ἐπὶ τὰ πεδία φέρεσθαι τῶν πετρῶν ἀφιπτά‐ μενοι, τὰ πολλὰ δὲ αὐτὸν ἐγγύθεν βλέπειν τὸν οὐρανόν. ἢν δὲ ἀποτεκεῖν δέῃ, κομίσαντές τινα λίθον ταῖς κοίλαις ἐντιθέασι καλιαῖς, ἵνα ἐν καιρῷ τίκτωσι, καὶ μὴ τὸ
20τικτόμενον πρὸ τῆς ὥρας ἀτέλεστον ὠθοῖτο ὑπ’ ἰσχύος.
οὐ μὴν ἔστι τι σαφὲς περὶ τοῦ λίθου τούτου γιγνώσκειν, ἀλλ’ οἱ μὲν αὐτὸν ἀπὸ τῶν Καυκασίων ὀρῶν, οἱ δὲ ἀπὸ τῆς τοῦ ὠκεανοῦ φασιν ὄχθης κομίζεσθαι, λευκὸν ὑπερφυῶς ὄντα καὶ μεστὸν ἔνδοθεν πνεύματος, ὡς καὶ3
25ἦχον ἀποτελεῖν, εἰ κινοῖτο. τικτούσῃ δ’ εἴ τις αὐτὸν γυ‐ ναικὶ περιάψειεν, ὀλισθαίνειν διακωλύσει τὸ βρέφος. κἂν ἐν λέβητι παφλάζοντος ὕδατος ἐπιψαύσῃ, τὴν τοῦ πυρὸς νικήσει πάντως ἰσχύν. καὶ γνησιότητος δὲ τῶν τέκνων μέλει σφόδρα αὐτοῖς, καὶ πρὸς ἀνίσχοντα τὸν ἥλιον ἐναν‐
30τίᾳ πτήσει κρίνουσι τὰ τεχθέντα, καὶ τὸ νικηθὲν ὑπὸ τῆς αὐγῆς ἢ καταμῦσαν οὐκ ἂν γνήσιον νομισθείη, νόθον δέ, καὶ τῆς καλιᾶς ἐξελαύνεται, καὶ τῶν ἄλλων ὀρνίθων οἶκτος αὐτῷ τροφὴν χορηγεῖ, ὡς τοὺς παῖδας τρέφειν τοὺς ὀρφανοὺς τοῖς αὑτῶν περιττοῖς οἱ γειτνιῶντες εἰώ‐
35θασι, τήν τε τῆς πενίας ἀνάγκην ἰώμενοι καὶ τὴν χρείαν· οὐ μὴν ἡ τοιάδε τροφὴ τοὺς νεοττούς ποτε ἤγαγεν εἰς τὴν τῶν πατέρων ἀλκήν.

1

.

4

Τὰς ἅρπας δὲ οὐδὲ ἰδεῖν συνεχῶς τοῖς ἀνθρώποις ἔστιν· τὰς τραχυτάτας γὰρ οἰκοῦσι πέτρας καὶ τοῖς νεοττοῖς ἐπὶ ταῖς ὑψηλαῖς φάραγξι ποιοῦσι τὰς καλιάς, τοῖς κρημνοῖς ἀντὶ πρέμνων ἢ κλάδων ἐπικαθήμεναι.
5φιλοῦσι δὲ τὰ τέκνα ὑπερφυῶς, καὶ εἰ λαθών τις
ἄγροικος ἅρπης νεοττὸν ὑποκλέψειεν, ὑπερόψεται μὲν θρηνοῦσα τροφῆς, οὐκ ἀποπτήσεται δέ που τῆς καλιᾶς, ὀδυρμῶν δὲ πάντα ἐμπλήσει, καὶ γυναῖκά τις ἂν εἴποι θρη‐ νεῖν, καὶ δακρύων ἐπιρροῇ τὰς παρειὰς αὑτῆς ἐπικλύσει.4
10πτερῶν δὲ αὐταῖς εἰσιν αἵ τε παρειαὶ καὶ ὁ ἀνθερεὼν μεστός, ὥστε τι γένειον μέχρι τῆς δηρῆς ἐπιδεικνύναι. καὶ τοῦτο ταῖς ἅρπαις ἴδιον σημεῖόν ἐστι· μόναι δὴ ὀρνίθων λίθοις τρέφονται καὶ τοῖς τῶν πάλαι τεθνηκότων θηρίων ὀστέοις, εἰ μὲν καταπιεῖν δύναιντο, ἡδέως ἅμα τὸ προστυ‐
15χὸν παραπέμπουσαι, τὰ μείζονα δὲ τοῖς ποσὶ συλλαμβά‐ νουσαί τε καὶ ἀνιπτάμεναι καὶ κατὰ τῶν πετρῶν ἀφιεῖσαι πολλάκις, ὥστε συντριβέντα ἐσθίειν. ἀρρωστεῖν δὲ αὐτὰς ὁ μέλας βρωθεὶς ἀποκωλύει κισσός.

1

.

5

Οἱ γῦπες δὲ μίγνυνται μὲν ἐπεμβάντες ἀλλήλοις, μάτην δέ, καὶ οὐκ ἄν ποτε συνουσιάζοντες οὕτω παιδο‐ ποιήσαιεν, ἀλλ’ ἡνίκα ἂν σχοῖεν πρὸς τὸν τῶν ᾠῶν τόκον ἐπιτηδείως, κατὰ τὰ θηρία τὰς τίγρεις τὴν αἰδῶ πρὸς
5τὸν ζέφυρον ἀποστρέψαντες ὑπὸ τῇ πνοῇ γαμοῦνται, καί φασιν ἐντεῦθεν αὐτοῖς ταχείας εἶναι τὰς κατὰ τὴν ὀσμὴν ἀντιλήψεις, εἰ καὶ πόρρω που τελευτήσειέ τι τῶν ζῴων. καὶ ἀκόρεστοι δὲ τροφῆς ὑπὲρ τοὺς λοιποὺς πάν‐
τας ὄρνεις εἰσίν, ὡς καὶ πολεμεῖν ὑπὲρ αὐτῆς πρὸς ἀλλή‐5
10λους, καὶ τὸν ἰσχύϊ κρείσσονα τοὺς ἄλλους ἀποδιώκειν, τὴν μὲν τῶν πτερύγων προβαλλόμενον ἅτε ἀσπίδα, τῇ δὲ τοὺς λοιποὺς ἀπελαύνοντα· οἱ δέ, ἢν κορεσθεὶς οὗτος ἀποχωρήσειε, κοινῇ ταῖς τροφαῖς ἐφορμῶσι, μέχρις ἄν τις αὐτῶν τοὺς ἀσθενεστέρους αὖθις ἀποδιώξῃ. ῥᾳδίως
15δὲ οὐδεὶς ἂν εὕροι γυπῶν καλιάς· γίνονται γὰρ ἐν τόποις, εἰς οὓς ἐλθεῖν ἐστιν ἀμηχανώτατον. τῇ δὲ τῶν τεθνηκό‐ των ὑπερχαίροντες δυσοδμίᾳ, τοσοῦτον ἀπεχθάνονται πρὸς τὰ μύρα, ὥστε οὐδ’ ἂν κτήνους ἅψαιντο τεθνεῶτος, εἴ τις αὐτοῦ τὰς σάρκας ἐπαλείψειε μύρῳ.

1

.

6

Ἱεράκων δὲ γένη πλείω καὶ ταχεῖς μὲν ἄλλοι πρὸς θήραν, περιστεραῖς μάλιστα καὶ φάσσαις ὀλέθριοι· οἱ δὲ τὰς ὄρνεις τὰς ἐλάσσους αἱροῦσιν, ἕτεροι δὲ ἀργότατοι καὶ πρὸς τὰς πτήσεις ὀκνώδεις, ὥστε τρέφεσθαι παρ’ ἑτέρων
5ἐθέλειν καὶ ὀψὲ τοῦ καιροῦ πρὸς ἄγραν ὁρμᾶν καὶ βατράχοις ἐπιτίθεσθαι μόνοις. καὶ τοῖς ἀνθρώποις δ’ ἄλλοι κοινωνοῦσι τῆς θήρας, δεσμοῖς τ’ ἐχόμενοι καὶ τὰ θηρώμενα τῶν
ὀρνέων φοβοῦντες· κορυδοῖς δ’ εἰσὶν οὗτοι καὶ χελιδόσι πολέμιοι, καὶ ταύτῃ γε αὐτοὺς συγγενεῖς ἄν τις εἴποι6
10Τηρέως. καὶ ἀμβλυώττουσιν ὑπὲρ πᾶν ἕτερον γένος ὀρνέων, ὡς καὶ θεραπείαν τοῦ πάθους ἐπίστασθαι· γάλα δ’ ἔστι θριδακίνης ἀγρίας, ἣν ἀποτέμνειν τοῖς ἱέραξιν ἔθος ὑπὲρ ἰάσεως.

1

.

7

Τῶν ἰκτίνων δ’ οὐδὲν ἄν τις ἀναιδέστερον εἴποι· ὁρμῶσι γὰρ καὶ ἐπ’ αὐτὰς πολλάκις τῶν ἀνθρώπων τὰς χεῖρας, καὶ διαφθείρουσι τῶν κατοικιδίων ὀρνίθων τοὺς νεοττοὺς καὶ λυποῦσι μάλιστα τὰς γυναῖκας. τίνουσι μέν‐
5τοι τὴν προσήκουσαν δίκην, τοὺς πόδας ἐν ῥητῷ τινι τοῦ ἔτους καιρῷ σφόδρα ἀθλίως ἀλγοῦντες. φασὶ δ’ αὐτοὺς μηδὲ τῇ ῥοιᾷ ποτε ἐπικαθῆσθαι τῶν δένδρων, μηδὲ ὁρᾶν ἐθέλειν αὐτό. καὶ ἄπιστος μέν, κρατεῖ δὲ λόγος περὶ αὐτῶν, ὅτι γαμετήν τις ἀποβαλὼν ἀνὴρ θυγατέρα τ’ ἐξ
10αὐτῆς ἔχων, ὄνομα Σίδην, εἶδεν εἰς τὴν κόρην αἰσχρῶς, ὥστε τοῦ πατρὸς τὴν μίξιν ἐκείνην ἐκκλίνουσαν τῷ τῆς
μητρὸς ἑαυτὴν ἐπισφάξαι τάφῳ· εἶτα τῶν θεῶν, φασί, τὸ πάθος ἐλεησάντων, ἀνῆκεν ἐκ τοῦ αἵματος 〈τῆς ῥοιᾶσ〉 τὸ δένδρον ἡ γῆ· τὸν δὲ πατέρα γεγονότα ἴκτινον φεύγειν7
15ἄποθεν τὰς τῆς συμφορᾶς ὑπομνήσεις, καὶ οὐκ ἐθέλειν ἐπικαθῆσθαι τῷ δένδρῳ.

1

.

8

Οἱ δὲ ὄρνεις οἱ μέμνονες γένος μὲν τῶν μελαντάτων Αἰθιόπων εἰσί, τὴν δὲ Αἰθιοπίαν ἀπολιπόντες, ὡς πρὸς γονὴν αὐτοῖς δι’ ὑπερβολὴν θέρμης ἀχρεῖον, καὶ οὐδὲ θέλοντες ἐν αὐτῇ ποιεῖν καλιάς· τὰ γὰρ ᾠὰ πάντως εὐθὺς
5ὁ ἥλιος καταφλέγει· πρὸς τὸν βορρᾶν καὶ τὴν Θρᾴκην ὁρμῶ‐ σιν· εἰς δὲ τὸν Ἑλλήσποντον ἀφικόμενοι καὶ τὴν Τροίαν, ἐπὶ τοῦ τάφου τοῦ Μέμνονος ἀγωνίζονται πρὸς ἀλλήλους, καὶ τὸν ἀπὸ τῶν πτερύγων ἦχον ἀσπίδων ἄν τις ἀπεικά‐ σειε κτύπῳ. εἶτα τῆς μάχης λήξαντες περὶ τὸν ῥόον τοῦ
10Αἰσήπου ἀπολούονται κονίζονταί τε ἐπὶ τῆς ψάμμου περι‐ στρεφόμενοι, καὶ τῷ τάφῳ τοῦ Μέμνονος ἐφιζήσαντες ταῖς ἡλιακαῖς ξηραίνουσιν ἀκτῖσι τὰς πτέρυγας, τήν τε ἐν αὐταῖς κόνιν ἐπὶ τῷ τοῦ Μέμνονος σπείρουσι τάφῳ, δεικνύντες, οἶμαι, κἀντεῦθεν, ὡς ἐξ ἀνδρῶν μεταβλη‐
15θέντες εἰς ὄρνεις οὔτε τῆς βασιλικῆς τιμῆς, οὔτε τῆς πολε‐
μικῆς ὀλιγωροῦσι μελέτης.8

1

.

9

Ὑπὲρ δὲ τῶν κοράκων ἡμῖν ταῦτα ἰστέον, ὡς ἐκ πάντων ὀρνέων μόνοι τοῖς παισὶ ποτὸν οὐ χορηγοῦσι, ῥηγνυμένου τοῦ ἀνθερεῶνος εὐθὺς μετὰ τὴν μίξιν αὐτοῖς. τιμωρίαν τοῦτο παλαιᾶς τινές φασιν ἁμαρτάδος· ὕδωρ γὰρ
5ἐνεγκεῖν κελευσθείς, ἡνίκα ἐν Τρίκκῃ τὸν Ἀσκληπιὸν ἔτικτε Κορωνίς, τοῦ κελευσθέντος ὑπεριδὼν ἐλαγνεύετο 〈ὁ Κόραξ〉, καὶ διὰ τοῦτο μῆνις Ἀπόλλωνος εἰς ὄρνιν τ’ αὐτὸν μέλανα τρέπει καὶ δίχα ποτοῦ ποιεῖ τὰς ῥῖνας αὐξάνεσθαι, κἀντεῦθεν εἶναι τοῖς νεοττοῖς λυπηρότατον. καινόν γε μὴν
10καὶ τοῦτο ἐπὶ τῶν κοράκων ἐστίν· οὐ μίγνυνται πρίν τινα ταῖς θηλείαις ᾠδὴν ὥσπερ γαμήλιον παρακρῶξαι· αἱ δὲ πεισθεῖσαι οὕτω συνουσιάζουσι.

1

.

10

Ταῖς κορώναις δὲ οὐ κατὰ τὰ λοιπὰ πάντα πτηνὰ τῶν ᾠῶν ῥαγέντων ἔμπροσθεν ἐπὶ τὸ στόμα, ἀλλ’ ἐξό‐ πισθεν, πρῶτον προβάλλοντες τὰ σκέλη προΐασιν οἱ νεοττοί.

1

.

11

Τῶν ἐλάφων οἱ πέρδικες ἐρῶσιν ὑπερφυῶς, συν‐
νέμεσθαί τ’ αὐτοῖς καὶ οὐδὲ ἀποφοιτᾶν που βούλονται, παρομαρτοῦσί τε καὶ συνθέουσι καὶ τοῖς νώτοις ἐπικα‐ θήμενοι διαξαίνουσι τὰς τρίχας αὐτῶν, ὡς καὶ ἁλίσκεσθαι9
5προσιόντες ἀσμένως, ἢν εἰκόνα ἐλάφου δείξειεν ἀγρευτής. ὑπὲρ ἀφροδισίων δὲ ἀγωνίζονται πρὸς ἀλλήλους, καὶ πρὸς μὲν τὰς μίξεις αὐτοὺς παροτρύνει τὸ ἔαρ· νεμόμενοι δ’ ἐν ταῖς ὕλαις ἀγεληδόν, εἰ φανείῃ θήλεια, διίστανται καὶ πολεμοῦσιν ἀλλήλοις, καὶ γίνεται τοῦ κεκρατηκότος ἡ
10θήλεια· ὁ δὲ ἀναβοᾷ καὶ γέγηθεν, ὥσπερ χρυσὸν ἢ κόρην ἤ τι γέρας ἕτερον ἐκ πολέμου λαβὼν ἀριστεύς. ἀλλ’ οὐδὲ θάλπειν τὰ ᾠὰ ταῖς θηλείαις ἐπιτρέπουσι καὶ ὑπο‐ κλέπτουσι δ’ αὐτὰ πρὸς τὴν μίξιν σπεύδοντες· καίτοι κἀκεῖναι πολλάκις, ὡς ἀσελγεῖς, ὀλιγωροῦσι παιδοτρο‐
15φίας. καὶ δολερὸν τὸ γένος ἐστίν, ὡς καὶ τοὺς νεοτ‐ τοὺς γινώσκειν, ὅπως ἄνδρα χρὴ προσιόντα ἐξαπατᾶν, φύλλοις ἢ βώλοις ἤ τινι τῶν προστυχόντων καλυψαμέ‐ νους· ὃ καὶ τοῖς ἁλιεῦσι ποιοῦσιν οἱ πολύποδες, αἷς ἂν προσερείσωνται πέτραις ἀφομοιούμενοι.

1

.

12

Πλέον δέ, ἤπερ φιλοῦσι τὰς ἐλάφους οἱ πέρδικες, μισοῦσι τοὺς ὄνους οἱ αἴγινθοι, κἂν ἐπὶ φυτοῦ καλιᾶς
οὔσης αἰγίνθου τρέφωνται νεοττοί, τῷ δένδρῳ πλησιάσας ὄνος ἀναιρεῖ πάντως αὐτούς, καὶ ὀγκησάμενος τὴν κύου‐10
5σαν αἴγινθον ἀμβλῶσαι ποιεῖ.

1

.

13

Ὁ κόκκυξ δέ, ὁ πρῶτος τῶν λοιπῶν πτηνῶν ἡμῖν τὸ ἔαρ ἀγγέλλων, αὐτὸς μὲν καλιὰν οὐ ποιεῖ, τὰ δὲ τῶν ἑτέρων ὀρνίθων ᾠὰ κατεσθίει καὶ ἐν ἀλλοτρίᾳ τεκὼν ἀφίσταται καλιᾷ, καὶ θάλπει μὲν ἕτερος δι’ ἄγνοιαν τὰ
5τεχθέντα, μέχρις ἂν τὰ τῶν ᾠῶν ἴδῃ προκύψαντα, τῆς δὲ ἀπάτης αἰσθόμενος ἀπολείπει τ’ αὐτὰ καὶ ἑτέραν ποιεῖται καλιάν· ὁ δὲ κόκκυξ ἐλθὼν τροφὴν τότε τοῖς ἑαυτοῦ δίδωσι νεοττοῖς.

1

.

14

Τοῖς δρυοκόλαψι δὲ καινόν τι παρὰ τῶν θεῶν δέδοται δῶρον· εἰ καλιάν τις αὐτῶν ἐπιφράξειε λίθοις ἢ ξύλοις, πόαν τινὰ πρὸς τοῦτο ἐγνωσμένην αὐτοῖς ἀνελό‐ μενοι καὶ τῷ τῆς καλιᾶς προσαγαγόντες στόματι ἀνοί‐
5γουσί τ’ αὐτὴν καὶ πάντας ἀποκινοῦσι τοὺς σφῆνας. καὶ τὰς κλεῖς δὲ τῶν θυρῶν εὐμαρῶς ὁ τὴν πόαν ἐκείνην ἐπιστάμενος διαλύ〈σ〉ει.

1

.

15

Τοὺς αἰγιθάλλους οἱ ποιμένες μισοῦσιν ὅτι τῶν αἰγῶν, ἃς ἂν τεκούσας ἴδοιεν, ταῖς θηλαῖς ὑπερχαίρουσι, τό τε γάλα αὐτῶν, ὡς ἔριφοι, προσιόντες ἐξέλκουσι, καὶ πρὸς τὸν τόκον αὐτὰς εἰς τὸν ἑξῆς βλάπτουσι χρόνον.11

1

.

16

Αἵ γε μὴν γλαῦκες ἐπὶ τῶν προβάτων δρῶσαι ταὐτὸν οὐδεμίαν φέρουσι βλάβην. ἀλλ’ ἐκεῖνο ἰστέον περὶ αὐτῶν, ὅτι τοὺς μύρμηκας ἀποκωλύειν τῶν ἰδίων βουλό‐ μεναι νεοττῶν ἐν τῇ καλιᾷ καρδίαν ἔχουσι νυκτερίδος,
5ὡς τῶν μυρμήκων ἀπολείπειν καὶ τοὺς ἑαυτῶν φωλεοὺς αἱρουμένων, εἰ νυκτερίδος τις ἐπ’ αὐτοῖς θείη καρδίαν.

1

.

17

Ἴκτερός τις ὄρνις ἀπὸ τῆς χροιᾶς ὀνομάζεται, ὃν εἰ τῷ πάθει τούτῳ τις ἀνὴρ ἐχόμενος ἴδοι, φεύξεται πᾶσαν αὐτίκα τὴν νόσον.

1

.

18

Τὰ δὲ τῆς κίσσης πρὸς τὰς τῶν φωνῶν μιμήσεις πῶς ἄν τις εἴποι πλεονεκτήματα καὶ πόσα ἂν εἶναι ζῷα δόξειε φθεγγομένη; μηκᾶσθαι ἔριφόν ποτε κίσσης ἀκούων ᾠήθην, καὶ ὡς τῆς μητρὸς χωρισθέντα περὶ τὸ δένδρον
5ἐζήτουν, ἐφ’ οὗ καθῆστο κίσσα βοῶσα· μυκηθμὸς εὐθύς, καὶ μόσχον ᾤμην· εἶτα ὡς πρόβατον ἐβληχᾶτο, καὶ τὸν τοῦ ποιμένος τέλος ἐμιμήσατο συριγμόν, ᾧ μετὰ τὴν νομὴν ἐπὶ ποτὸν ἄγει τὰ πρόβατα, ὥστε ὀψέ ποτε ἐπὶ τῶν κλάδων ἰδὼν μεθαλλομένην αὐτήν, ἀπεθαύμασα πηλίκα μέχρι καὶ12
10τῶν ὀρνέων ἐστὶ τὰ θεῖα δωρήματα.

1

.

19

Τοῖς ψιττακοῖς δέ, οὓς οὐκ ἐν ξυλίνοις κλωβοῖς, ἀλλ’ ἐν σιδηροῖς φρουρεῖν ἀναγκαῖον, μέχρι καὶ τῆς ἡμετέρας γλώσσης ὡδήγησε τὰς μιμήσεις ἡ φύσις.

1

.

20

Καὶ ταῖς ἀηδόσι θαυμαστήν τινα ᾠδῆς δέδωκεν ἁρμονίαν, αἳ καὶ τοὺς νεοττοὺς ᾠδαῖς μᾶλλον ἢ τροφαῖς ἄλλως ἐκτρέφουσι, γνησίους μὲν τοὺς εὐφθόγγους ἡγού‐ μεναι καὶ θεραπείας ἀξιοῦσαι παντοίας, ἀποκτιννῦσαι δὲ
5τοὺς ἀφθόγγους, ὡς οὐκ ἀξίαν γενεὰν τῶν Ἀττικῶν ἀηδό‐ νων· ὃ δὴ καὶ τῆς ἐλευθερίας αὐταῖς ἔρωτα τοσοῦτον ἐντίθησιν, ὡς, εἰ ληφθεῖεν, μήτε ᾄδειν ἐθέλειν καὶ τὴν γλῶσσαν ἀποτέμνειν εὐθύς.

1

.

21

Συνήθεις μάλιστα καὶ ὁμωρόφιοι τοῖς ἀνθρώποις αἱ χελιδόνες εἰσίν, εἰς μὲν ὄρνιθας ἀμειφθεῖσαι, ἡνίκα ἦν ἀνὴρ ὁ Θρᾷξ ἔτι Τηρεύς· ὡς δὲ μεταβαλόντα κἀκεῖνον
εἶδον εἰς ὄρνιν, τὰ πτηνὰ φυγοῦσαι πρὸς τὰς τῶν ἀνθρω‐13
5πίνων ἦλθον οἰκήσεις. ἀλλ’ οὐδὲ τοῦ βορρᾶ, οὐδὲ ἄλλων τῶν ἐκ Θρᾴκης ἀνέμων στέργουσι τὴν πνοήν, καὶ τὰς κα‐ λιὰς ἐκ τῶν τοιούτων πνευμάτων οἰκοδομοῦσιν ἀπεστραμ‐ μένας. τοὺς νεοττοὺς δὲ τρέφουσιν οὕτως ἐν τάξει, ὥστε, εἰ δεξάμενός τις τροφὴν μεταβαίη τὸν τόπον, οὐκ ἂν δοῖεν
10αὖθις, πρὶν ἀναδράμοι. εἴ γε μήν τις αὐτῶν τὰ τέκνα ἀπο‐ τυφλώσειε, τὴν χελιδονίαν βοτάνην κατατεμοῦσαι τῷ στόματι καὶ τὸν ἐξ αὐτῆς χυλὸν ἐπιβαλοῦσαι τοῖς ὄμμασι τῆς πηρώσεως ἀπωθοῦνται τὴν βλάβην.

1

.

22

Πολυβορώτατον ὄρνεον ἡ σελευκὶς καὶ μετὰ πλεί‐ στης εὐχῆς ἀφικνούμενον τοῖς ἀγροίκοις, ἢν τοὺς καρ‐ ποὺς ἀκρίδων ἔδηται πλῆθος· ὅτι τὰς μὲν φαγοῦσαι, τὰς δὲ καὶ διὰ μόνης σκιᾶς ἀναιροῦσαι, ἐκκρίνουσι δὲ ἃς ἂν κατα‐
5φάγωσι ῥᾳδίως αὐτίκα, καὶ πορθουμένοις ἀνδράσι ξενι‐ κὴν ἄν τις εἴποι συμμαχίαν ἐληλυθέναι. ἀλλ’ εἰ τῆς χάρι‐ τός τις τὰς ὄρνεις ἀποστερήσειε, διαφθείρουσιν αὗται τὸν
σωθέντα καρπόν· κἂν ἀποκτείνῃ τις σελευκίδα φρενοβλα‐ βής, οὐκέτ’ ἄν, ὑπ’ ἀκρίδων τῶν καρπῶν κειρομένων, εἰς14
10τὴν χώραν ἐκείνην ἔλθοιεν βοηθοί.

1

.

23

Αἱ δὲ ταῖς φαρμακίσι γυναιξὶ προσφιλεῖς ἴυγγες τροφῆς ὧδε μεταλαμβάνουσι· τὰς μακρὰς γλώσσας, ὥσπερ οἱ ἁλιεῖς ὁρμιάν, ἐκτείνασαι καὶ εἰς ἀτραπόν τινα ἐμβαλοῦσαι μυρμήκων, ὡς ἐπὶ βρῶσιν σπεύδοντας ὑπο‐
5δέχονται ἀκριβῶς, εἶτα τὴν γλῶσσαν κατὰ μικρὸν ἕλκου‐ σαι τοὺς ἁλόντας ἐσθίουσι. συνεχῶς δὲ τοὺς τραχήλους κινοῦσιν, ὡς οἱ τῶν ἀνδρῶν διαδεχόμενοί τε καὶ θηλυ‐ δρίαι βακχεύειν ἐπὶ τῆς τελετῆς τῆς Ῥέας εἰώθασιν.

1

.

24

Σωφρονοῦσιν ὑπὲρ πᾶν ὄρνεον αἱ τρυγόνες, καὶ γάμον στέργουσιν ἕνα· καὶ τελευτησάσης τῆς ὁμόζυγος οὐκ ἄν ποτε ὁ περιὼν ἑτέρᾳ μιχθείη.

1

.

25

Ταῖς περιστεραῖς δὲ γάμος εἷς ἀπόχρη· μιχθεῖεν
δ’ ἂν ἄλλῃ τῆς προτέρας τελευτησάσης, καὶ συνουσίας δ’ ἀρχὴν ποιοῦνται τὸ φίλημα· καὶ πρεσβυτέρα μὲν οὐκ ἂν πρὸ τῆς τῶν χειλῶν ἐμβολῆς ἀνάσχοιτο μίξεως· αἱ δὲ15
5νέαι πολλάκις πρὸς τὴν συνουσίαν καὶ δίχα τῶν φιλη‐ μάτων ὁρμῶσιν. εἰ δὲ μὴ παρεῖεν θήλειαι, παρὰ τὸν κοι‐ νὸν τῶν ὀρνέων νόμον ἐπιβαίνουσιν ἀλλήλοις οἱ ἄρρενες καὶ ᾠὰ τίκτουσιν, οὐδὲν πρὸς νεοττῶν γονὴν ἐπιτήδεια.

1

.

26

Καὶ τὰς κατοικιδίους δὲ ὄρνεις ἴσμεν ἀλεκτρυόνων χωρὶς καὶ ἐν ταῖς τῶν γυναικῶν χερσὶ θερμαινομένας ἀπο‐ τίκτειν ᾠά· πρὸς εὐτοκίαν δὲ αὐταῖς, ἢν ὠδίνωνται, χρή‐ σιμον ἐκ τῆς γῆς τῷ στόματι κάρφος λαβεῖν καὶ ἐπιτι‐
5θέναι τοῖς νώτοις. ὑπὲρ πάντα δὲ τὰ πτηνὰ τοὺς ἀλεκ‐ τρυόνας ἴσμεν πολλαῖς χαίροντας μάχαις καὶ συνουσίαις. φωτὶ δὲ μάλιστα χαίρουσι καὶ προαγγέλλουσι τὴν ἡμέραν ὡς ἡλίῳ κεχαρισμένοι, καὶ τὰς τῶν γαμετῶν ὠδῖνας παρηγοροῦσι τῇ κοινωνίᾳ τῶν πόνων, ὥστε ἠρεμαῖόν τι
10καὶ λεπτὸν προσᾴδειν εἰς παραμυθίαν αὐταῖς.

1

.

27

Πρὸ δὲ τῶν λοιπῶν πάντων ὀρνίθων, ἔτι χειμῶνος ὄντος, ὁ κόσσυφος ἀποτίκτει, καὶ χαίρει μύρτοις καὶ
δάφναις καὶ κυπαρίσσων ἄλσεσι καὶ ταῖς εὐθαλέσι λεύ‐ καις, πεύκαις τε καὶ πλατάνοις καὶ ταῖς διπλόθριξι πίτυσι,16
5καὶ κισσοῖς. δύο δ’ ἔστι γένη κοσσύφων· καὶ οἱ μὲν πάντῃ μέλανες, οἱ δὲ κηρῷ τὰ χείλη προσεοικότες, καὶ τῶν ἑτέρων μᾶλλον πρὸς τὰς ᾠδὰς ἐπιτήδειοι.

1

.

28

Τὸ κάλλος δὲ ὁ ταὼς τὸ οἰκεῖον τεθαύμακε, καὶ εἰ καλόν τις αὐτὸν ὀνομάσειεν, εὐθὺς τῶν πτερῶν τὰ ἄνθη μεμιγμένα χρυσῷ ὥσπερ τινὰ λειμῶνα δείκνυσιν ἀναστή‐ σας, περιάγων εἰς κύκλον αὐτὰ διατεταγμένοις ὄμμασι·
5τὰ δὴ κατὰ τῆς οὐρᾶς λάμπουσιν ὥσπερ ἀστέρες αὐτῷ. καὶ εἰ προσιδών τις ἐπαινέσειεν ἐπὶ τῷ κάλλει, καὶ διὰ τῆς φωνῆς αὐτίκα φιλοτιμήσεται· σκώψαντος δέ τινος τὴν οὐ‐ ρὰν κατακρύψει μισῶν ὥσπερ τὸν φιλολοίδορον. φρουρὸς οὗτος ἦν τῆς Ἰοῦς, ἡνίκα Ἥρα κατ’ αὐτῆς ἐχαλέπαινεν·
10Ἑρμῆς δ’ ἀνεῖλεν αὐτόν, καὶ τελευτήσαντος ἀνῆκεν ὄρνιν ἡ γῆ τῶν ὀφθαλμῶν ἔχοντα τὰ σημεῖα τῶν πρόσθεν.

1

.

29

Ἔστι τι καὶ πορφυρίων ἀπὸ τῆς χροιᾶς καλού‐ μενον ὄρνεον· ἐρυθρὸν αὐτῷ τὸ ῥάμφος ἐστί, καὶ κατὰ τῆς κεφαλῆς ὥσπερ τινὰ πῖλον ἔχει, ὁποίους οἱ τοξόται Πέρσαι φοροῦσιν· τοῖς κατοικιδίοις ὀρνέοις ἴσος εἰς μέγεθος,
5πλὴν ὅτι χρῆται σκέλεσι μακροτέροις. οὗτος οὐκ ἄν ποτε
εἰς μίξιν ἔλθοι παρόντος ἢ ὁρῶντος ἀνδρός· φύσει δὲ σώφρων ἐστί, καὶ εἰ ζηλευτής 〈τισ〉 εἴη, ἀνιᾶται, ὡς μηδὲ ὁρᾶν ἄνδρα θέλει τῇ ἑαυτοῦ γαμετῇ συνιόντα· εἰ δὲ μοιχείας αἴσθοιτο, ἀθυμεῖ τοσοῦτον, ὡς διαφθείρεσθαι.17

1

.

30

Οἱ δὲ ὄρτυγες, ἢν τὰς νομὰς τὰς προτέρας ἀπο‐ λιμπάνωσι, συνίπτανταί τ’ ἀλλήλοις καὶ μιᾷ τὴν θάλασ‐ σαν ὁρμῇ παραμείβουσι πτηνῶν ὄντες ὀξύτατοι καὶ δειλοὶ τοσοῦτον, ὥστε φρίττειν τοῦ πελάγους τὴν ὄψιν καὶ τὰ
5βλέφαρα ἐπιμύειν καὶ τοῖς ἱστίοις πολλάκις τῶν νεῶν περιρρήγνυσθαι καὶ τοῦτον παρὰ τῶν ναυτῶν θηρᾶσθαι τὸν τρόπον. ὡς δ’ ἂν εἰδεῖεν, πότερον διεληλύθασιν ἢ οὔπω τὸ πέλαγος, πείρας αὐτοῖς τοιόσδε τρόπος ἐξηύρη‐ ται. τρεῖς ἕκαστος λίθους βραχεῖς ἐπὶ τοῦ στόματος φέρει
10καθ’ ἕνα τε ἀφίησιν ἀκροώμενος πότερον ἢ εἰς ὕδωρ ἐμπέπτωκε καὶ δεῖ πτήσεως μακροτέρας, ἢ κατὰ τῆς γῆς ἐνήνεκται καὶ καιρὸς ἥκει διαναπαύσεως.

1

.

31

Μεθίστανται δὲ ὀρνέων γένη πολλά, ὥστε αὐτῶν τά τε τῆς ἐκδημίας καὶ τὰ τῆς ὁδοιπορίας μέτρα γιγνώ‐ σκεσθαι πλὴν μόνων τῶν πελαργῶν, ὑπὲρ ὧν οὐκ ἄν τις
ἀκριβῶς εἰδὼς εἴποι, πόθεν ἥκουσιν, ἢ ποῦ πάλιν ἐπανία‐18
5σιν· οἱ μὲν γὰρ ἐκ Λυκίας αὐτούς, οἱ δὲ ἔρχεσθαι ἐξ Αἰθιοπίας φασίν, ὅθεν τὸ μυρίον ὕδωρ τοῦ Νείλου τοὺς ἐν Αἰγύπτῳ καρποὺς ποιεῖ πλατυνόμενον. θαυμαστοὶ δὲ καὶ ἀγχίνοοί εἰσιν, ἤν τε φυλάξασθαι βλάβην, ἤν τε ἐκτῖ‐ σαι δέῃ χάριν εὐεργεσίας. καίτοι περὶ αὐτῶν καὶ τοιόνδε
10ἀκήκοα· λίθῳ τις σκέλος ἔκλασε πελαργοῦ· ὁ δ’ ἀπὸ τῆς αὑτοῦ πλάγιος ἔπεσε καλιᾶς, εἶτα γυναῖκες ἀσθενοῦντά τ’ αὐτὸν καὶ σκάζοντα θεασάμεναι ἰάσαντο λαβοῦσαι· καὶ βαδίζων ἤδη νικηθέντος τοῦ πάθους σὺν τοῖς λοιποῖς ἀπέπτη, καὶ πάλιν ἐπιόντος ἔαρος εἰς τὴν αὐτὴν ὥρμησεν
15οἰκίαν, ὡς γνωσθῆναι μὲν ἀπὸ τῶν τῆς χωλείας σημείων, ἧσαι δὲ τὰς γυναῖκας, ὅτι παρ’ αὐτὰς ἧκεν ἀσμένως. τοῖς μακροῖς δὲ χείλεσιν ἐπικύψας ἐκεῖνος λίθον τῶν τιμίων περικαλλέστατον πρὸς τοῖς ποσὶν ἤμεσε τῶν γυναικῶν· αἱ δ’ ἔγνωσαν, ὡς εἰς χάριτος ἀμοιβὴν καὶ ἀνδρῶν πολ‐
20λάκις εἰσὶν οἱ πελαργοὶ προθυμότεροι. ἐν Ἰταλίᾳ δέ τι λέγεται συμβῆναι τοιοῦτον· νεοττούς τινων πελαργῶν ὄφις ἀπὸ τῆς γῆς κατήσθιεν ἀνερπύζων καὶ πάλιν εἰς τὸ δεύτερον ἔτος τὸν ἕτερον τοῖς αὐτοῖς διέφθειρε τόκον. οἱ δὲ στειλάμενοι πρὸς τὴν ξένην καὶ τὸ τρίτον ἥκοντες
25καινόν τινα ὄρνιν καὶ οὐκ ὀφθέντα πρότερον ἐπηγάγοντο, βραχύτερον μὲν αὐτῶν, ῥάμφος δὲ ἀπὸ τῆς κεφαλῆς ὀξὺ καὶ μέγιστον ὥς τι προβαλλόμενον ξίφος. πῶς ἄρα τῶν νεοττῶν αὑτῶν τὴν δυσποτμίαν ἀγγείλαντες, τίσι δὲ πρὸς
τὴν ἐπικουρίαν ἐλθεῖν πείσαντες ἐπαγγελίαις ἢ λόγοις;19
30εἰ μὴ ἄρα τις ἄγνωστα ἡμῖν πρὸς ἀλλήλους φθέγγεσθαι λέγοι τούς τε ὄρνεις καὶ τὰ θηρία. ὁ δέ, τέκνων μὲν οὐκ ὄντων ἔτι τοῖς πελαργοῖς, ἐπὶ τὰς αὐτὰς νομὰς ᾔει τοῖς κε‐ κληκόσιν· νεοττευσάντων δέ, τοὺς μὲν ἀφίπτασθαι πόρρω καὶ τροφὰς κομίζειν ἔδει τοῖς τε νεοττοῖς καὶ τῷ φύλακι,
35τὸν δ’ ἐπὶ τῆς καλιᾶς μένειν ἐπιόντα τὸν ὄφιν. καὶ μικρὸν ὕστερον ἐκ τοῦ φωλεοῦ προσελθὼν ἀνεσόβει τοὺς νεοτ‐ τούς, ὧν ὁ σύμμαχος προσειστήκει, καὶ παίει δὴ τῷ ῥάμφει τὸν ὄφιν· ὁ δ’ οὐχ ὑπείξας, ἀλλὰ καὶ τὸν ὁλκὸν ἀναστήσας πρός τε τὴν οὐρὰν ἐρεισάμενος ἀντετάττετο καί, πληγὴν
40πάλιν δεξάμενος, εἶτα ἀντιταχθεὶς ταῖς σπείραις περιβα‐ λεῖν τὸν ὄρνιν ἠπείγετο, μάτην πλείστοις χρώμενος ἑλιγ‐ μοῖς· ὁ γὰρ ὄρνις ὑπέφευγε ῥᾳδίως τοῖς πτεροῖς κουφιζό‐ μενος· καὶ τοὺς νεοττοὺς ὁ μὲν ἀνελεῖν ἔσπευδεν, ὁ δὲ σῶσαι, μέχρι πρὸς τὸ τῶν τραυμάτων πλῆθος ὁ ὄφις
45ἀπειπὼν διεφθάρη, δακών γε μὴν τὸν ὄρνιν ἐν τῇ συμ‐ πλοκῇ καὶ τὸν ἰὸν αὐτῷ τῶν ὀδόντων ἐγχέας, ὡς καὶ τὰ πτερὰ πάντα αὐτῷ διαρρεῦσαι. τοῦ καιροῦ δὲ τῆς ἀναστρο‐ φῆς ἥκοντος οἱ μὲν λοιποὶ πάντες ἀφίπταντο πελαργοί· οἷς δὲ τῆς πρὸς τὸν σεσωκότα τοὺς νεοττοὺς ἔμελεν

1

.

31

(50)

ἀμοιβῆς, σὺν αὐτοῖς ἔμενον τοῖς νεοττοῖς, μέχρις ἐκείνῳ νέα περιφυῆναι πτερὰ καὶ συναπελθεῖν ὑπῆρξεν αὐτοῖς.

1

.

32

Ἀκήκοα δέ, ὡς παρὰ τοῖς Ἰνδοῖς ὄρνις εἴη γονέων
ἄτερ καὶ μίξεως χωρὶς ὑφιστάμενος, φοῖνιξ ὄνομα, καὶ βιοῦν φασιν ἐπὶ πλεῖστον καὶ μετὰ πάσης ἀφοβίας αὐτόν, ὡς οὔτε τόξοις, οὔτε λίθοις, οὔτε καλάμοις ἢ πάγαις τῶν20
5ἀνδρῶν τι κατ’ αὐτοῦ ποιεῖν πειρωμένων. ὁ δὲ θάνατος αὐτῷ τὴν ἀρχὴν ποιεῖ τῆς ζωῆς· ἢν γάρ ποτε γηράσας πρὸς τὰς πτήσεις ἑαυτὸν ἴδοι νωθέστερον ἢ τὰς αὐγὰς τῶν ὀμμάτων ἐλασσουμένας, ἐφ’ ὑψηλῆς πέτρας κάρφη συλλέξας πυράν τινα τῆς τελευτῆς ἢ καλιὰν συντίθησι
10τῆς ζωῆς, ἥν, ἐν μέσῳ καθημένου τοῦ φοίνικος, ἡ τῶν ἡλιακῶν ἀκτίνων καταφλέγει θερμότης· οὕτω δὲ διαφθα‐ ρέντος αὐτοῦ νέος ἐκ τῆς τέφρας αὖθις ἕτερος γίγνεται φοῖνιξ καὶ τοῖς πατρῴοις ἔθεσι χρῆται, ὥστε ὑπὸ τῆς ἡλιακῆς μόνης αὐγῆς, πατρός τε καὶ μητρὸς χωρίς, τὸν
15ὄρνιν γίγνεσθαι τοῦτον.21

2

t

ΛΟΓΟΣ Β

2

.

1

Λεκτέον δὲ καὶ περὶ τῶν ἀμφιβίων ὀρνέων, ὅσα τῇ θαλάσσῃ χαίρουσι καὶ ταῖς ἀκταῖς ἐφιζάνουσι καὶ πρὸς τοῖς αἰγιαλοῖς ποιοῦνται τὰς καλιάς, ὧν ἐστι γένη πλείω τε καὶ ποικίλα· οὐ γὰρ ἐλάττους τρέφει τῆς γῆς ὄρνεις ἡ
5θάλασσα. οὐ μὴν μία φύσις τούτοις τε καὶ τοῖς χερσαίοις ἐστίν· ἀλλὰ τοῖς μὲν ἐπὶ ταῖς σαρξὶν ἀραιότερα κεῖται πτερὰ καὶ πρὸς τὴν ταχεῖαν χρήσιμα πτῆσιν· πυκνὰ δὲ καὶ οὐδαμῶς πεφυκότα βρέχεσθαι περισκέπει τοὺς ἀμφιβίους, ὥστε νήχεσθαι αὐτοῖς ἀδιαβρόχοις ἐξεῖναι. καὶ πόρους
10ἔχουσιν ἐπὶ τῶν στομάτων πλατεῖς, δι’ ὧν τὸν ληφθέντα ἰχθὺν παραπέμπουσιν εἰς τὴν γαστέρα εὐκόλως. ἀλλὰ καὶ στεγανοὶ τοῖς πλείστοις πόδες εἰσίν, οἷς ἐπὶ τῶν ὑδάτων οἷα κώπαις χρῶνται νηχόμενοι.

2

.

2

Καὶ φύσις μὲν αὐτοῖς ἥδε κοινή, δυνάμει δ’ ὑπερ‐ βάλλουσι τοὺς λοιποὺς πάντας οἱ ἁλιαίετοι, τὸ μὲν εἶδος τοῖς χερσαίοις ἀετοῖς ἐοικότες, βορᾷ δὲ χρώμενοι θα‐ λαττίᾳ, καὶ τοὺς ἰχθῦς μάλιστα θηρῶντες ἐκείνους, οἳ22
5πλεῖν δοκοῦσιν ἐπ’ ἄκρων τῶν ὑδάτων νηχόμενοι, ὥστε καὶ μέρος αὐτοῖς ἐκφανὲς εἶναι τοῦ σώματος. οὐ μὴν ἀεὶ χρηστὸν αὐτοῖς τὸ τῆς ἄγρας τέλος ἐστί. τοῖς γὰρ μείζοσι πολλάκις ἰχθύσι τὰς καμπύλας τῶν ὀνύχων ἐπιβάλλον‐ τες ἀκμάς, πρὸς μὲν τὸν ἀέρα αὐτοὺς οὐκ ἰσχύουσιν ὡς
10βαρεῖς ἀνασπάσαι, καθελκόμενοι δ’ αὐτοὶ διαφθείρονται θᾶττον ἢ διαφθείρουσι, πρὸς τὸν τῆς θαλάττης πυθμένα τῆς ὀδύνης τοὺς ἰχθῦς ἐπειγούσης τῶν δ’ οὐκ ἰσχυόντων διαπαρέντας ἅπαξ ὑπεκλῦσαι τοὺς ὄνυχας. τούτους φασὶ νόθους παῖδας ἀετῶν εἶναι χερσαίων καὶ τῶν πατρῴων
15καλιῶν διὰ τοῦτο ἐξεληλάσθαι, εἶτα ὑπό τισι τραφέντας ἄλλοις ὀρνέοις, τὰς ἐπὶ τῆς γῆς ἐκκλίνειν διατριβὰς καὶ τοῖς πελάγεσιν ὑπερχαίρειν. οἱ ἁλιεῖς δ’ αὐτοὺς ὡς εὐ‐ κτήν τινα καὶ αἴσιον ὄψιν ἀσπάζονται.

2

.

3

Ὄρνις δέ τις ἄλλος ἔστιν, βραχὺς μὲν ὡς οἱ τῶν λάρων ἐλάσσονες, ἰσχυρὸς δὲ καὶ τὴν χροιὰν λευκὸς καὶ τοῖς τὰς φάσσας ἀναιροῦσιν ἱέραξι προσόμοιος, ὃς ὀνο‐ μάζεται καταράκτης· τῶν νηχομένων γάρ τινας τηρήσας
5ἰχθύων—ὁρᾷ δὲ καὶ μέχρι τοῦ τῆς θαλάσσης βυθοῦ—
πρὸς ὕψος ἑαυτὸν αἴρει καὶ τὰ πτερὰ πάντα συστείλας εἰς τὸν πόντον, οἷα πίπτων ἵεται, διατεμὼν τὸν ἀέρα— παντὸς ἂν εἴποι τις βέλους ὀξύτερον—καὶ καταδύεται μέχρις ὀργυιᾶς ἢ καὶ πλέον· ἔσθ’ ὅτε συλλαβών τε τὸν23
10ἰχθὺν ἀνασπᾷ καὶ ἱπτάμενος ἔτι πάλλοντα κατεσθίει. τοῖς σκοπέλοις δὲ καὶ τοῖς αἰγιαλοῖς ἐφιζάνει καὶ ταῖς χοιράσι πέτραις, αἳ μικρὸν ὑπερκύπτουσι τῆς θαλάσσης, καὶ πρὸς ποτὸν οὐ κατὰ τοὺς λοιποὺς ὄρνεις χρῆται ποτα‐ μοῖς ἢ πηγαῖς, ἀλλ’ ὕδατι θαλασσίῳ· καὶ βρύα ἐπὶ τῶν
15πετρῶν τοῖς ᾠοῖς ὑποστρώννυσιν, οὔτε θάλπων καὶ τοῖς ἀνέμοις αὐτὰ διὰ παντὸς ἐπιτρέπων. καί τι καὶ ἐπὶ τοῖς ᾠοῖς τοιόνδε δρῶσιν οἱ καταράκται· οἱ μὲν ἄρσενες ἀνα‐ λαβόντες οἷς ἔνεστιν ἄρσενα, αἱ θήλειαι δ’ ὁμοίως τὰ θήλεα, καὶ τοῖς ποσὶν ἐπισφίγξαντες πρὸς τὸν ἀέρα
20ἀνίπτανται καὶ κατὰ τοῦ πελάγους φέρεσθαι ἀφιᾶσιν, εἶτα πρὸς τὸ ὕδωρ ἑπόμενοι θᾶττον ἐξαρπάζουσι τοῦ πελάγους αὐτά, συνεχῶς τοῦτο ἔν τισι ποιοῦντες ἡμέραις· οὕτω θ’ ἡ φορὰ θερμήνασα τῶν ᾠῶν προφέρει τοὺς νεοττούς. οἱ δὲ τὸ φῶς ἰδόντες εὐθὺς ἐπὶ τῶν καλιῶν οὐκ ἀνέχονται
25διατρίβειν, ἀλλὰ τῇ τῶν τεκόντων ἕπεσθαι πτήσει φιλο‐ νεικοῦσιν· εἶτα οἱ γονεῖς ὑπολαβόντες αὐτοὺς πάλιν εἰς τὸν βυθὸν ἀφιᾶσι, καὶ πάλιν ἁρπάζουσιν ἠπειγμένως
ἐλαφρίζοντες τὸν πόνον αὐτοῖς· οὕτω γὰρ ἂν θᾶττον τῆς πατρῴας θήρας τὸν τρόπον ἐκδιδαχθεῖεν, καί τις ἂν24
30αὐτοὺς εἰκάσειε παισὶν ἐπὶ γεωργίαν ἑπομένοις γεγηρα‐ κότι πατρί, ὧν ὁ μὲν ἐπιθεὶς βουσὶν ἄροτρον ἀνατέμνει τὴν γῆν, ὁ δ’ ἡγεῖται σῖτον ἐπὶ σπόρον ἐκχέων· ἐργαζο‐ μένοις δ’ ὁ πατὴρ ἐφέστηκε διδάσκων ἅμα καὶ γεγηθώς. οἱ καταράκται δὲ νέοι μὲν ὄντες ἔτι τοὺς βραχεῖς ἁρπά‐
35ζουσι τῶν ἰχθύων καὶ οὐδὲ τῶν ἀκτῶν ἵπτασθαι πόρρω θαρροῦσιν, αὐξηθέντες δὲ τοῖς μείζοσιν ἐφοπλίζονται. καὶ τῶν ἀμφιβίων πάντων κάκιον τελευτῶσιν ὀρνέων· ὑπὸ γήρως γὰρ αὐτοῖς τῆς ὄψεως ἀμβλυνθείσης ἡγοῦνται μὲν ἐπὶ τὸ πέλαγος φέρεσθαι τῆς ἄγρας ἐφιέμενοι τῆς συνή‐
40θους, πέτραις δὲ καὶ κρημνοῖς περιρρηγνύμενοι διαφθεί‐ ρονται.

2

.

4

Καὶ οἱ τροχίλοι δὲ τῶν ἀμφιβίων ὀρνέων εἰσί, καὶ πρὸς τοῖς αἰγιαλοῖς τρέχουσιν οὕτω πολλάκις, ὡς ὀξύ‐ τερον αὐτῶν τῆς πτήσεως εἶναι τὸν δρόμον· ἔχουσι γοῦν καὶ τὴν προσηγορίαν ἐντεῦθεν. τοῖς μεγάλοις δ’ οὐκ ἐπι‐
5χειροῦσιν ἰχθύσιν, ἀλλ’ ἀπόχρη θήρα καρκινάδος αὐτοῖς ἢ συλλαβεῖν ἄλλο τι τῶν ὁπόσα πρὸς τοὺς αἰγιαλοὺς ἐκ‐ φέρει τὰ κύματα. νέμονται δ’ οἱ ἄρσενες μετ’ ἀλλήλων καὶ χωρὶς πάλιν αἱ θήλειαι, καὶ τοῦ ἔαρος ἐπιστάντος ἐπει‐ γόμεναι πρὸς συνουσίαν αἱ θήλειαι πρότεραι τοῖς ἄρρεσιν
10ἐφορμῶσι καὶ μικρόν τι παρ’ αὐτοῖς οἷον ᾄδουσι τετρι‐ γυῖαι· οὕτω τε ἐκκαλοῦνται πρὸς μίξιν καὶ τῇ προτροπῇ
μόλις ἐνδόντες οἱ ἄρρενες μίγνυνται, μέχρις ἂν πέντε πεποιηκέναι ᾠὰ διὰ τῆς μίξεως οἰηθῶσι, καὶ πρὸς τὰς αὑτῶν πάλιν ἕκαστοι χωροῦσι νομάς, τῶν ἀρρένων μὲν25
15οὐδὲ μικρὸν ἔτι λόγον τῆς τῶν παίδων ἐκτροφῆς ποιου‐ μένων οὐδὲ τῆς μίξεως μνήμην, τῶν θηλειῶν δ’ ἐπὶ τοῖς νεοττοῖς καμνουσῶν καὶ πρὸς ἀλλήλας τὴν σπουδὴν νεμο‐ μένων· αἱ μὲν γὰρ τὰ ᾠὰ θάλπουσαι μένουσιν ἐν ταῖς καλιαῖς, αἱ δὲ τροφὴν συγκομίζουσι ταῖς θαλπούσαις, καὶ
20δρῶσι τοῦτο ἀμοιβαδὸν τὰ ᾠὰ τῇ τῶν πτερῶν θερμαί‐ νουσαι παραψαύσει· εἶτα ἐπὶ τὸν αἰγιαλὸν τοὺς νεοττοὺς ἄγουσιν αὐξηθέντας, ἐν ᾧ τοῖς ἄρρεσι νέμεσθαι φίλον, καὶ μερισθέντες οὕτως ἕπονται τοῖς τε ἄρρεσι καὶ ταῖς θηλείαις οἱ παῖδες, ὥστε ἐοικέναι προβάτοις ὑπὸ τῶν
25ποιμένων μετὰ τὰς ἐν ταῖς νομαῖς συμμίξεις χωριζο‐ μένοις.

2

.

5

Οἱ λάροι τοῖς ἀνθρώποις εἰσὶ προσφιλέστατοι καὶ πλησίον αὐτῶν οἰκοῦσιν ὡς συνηθέστατοι· καὶ εἰ θεά‐ σαιντο σαγήνην ἁλιέας ἐξέλκοντας, ὡς κοινωνοὶ τῆς ἄγρας πλησιάζουσι ταῖς ἀκάτοις καὶ περὶ τὰ δίκτυα
5κεκραγότες μοῖραν ἀπαιτοῦσι τῆς θήρας, καὶ παρ‐ έχουσιν οἱ γριπεῖς κατὰ τῆς θαλάττης ῥιπτοῦντες τῶν ἰχθύων τινάς, οἱ δὲ τούς τε ῥιπτουμένους ἐπιδραμόντες ἐσθίουσι, καὶ εἴ τινες διεκφύγοιεν ἄλλοι τῶν λίνων, ἐκδέ‐ χονται, καὶ μάλα ἑτοίμως, αὐτούς, ὥστε εἶναι δόξαν, ὅτι
10ποτὲ γεγονότες ἄνδρες καὶ πρῶτοι θήραν τὴν θαλασσίαν εὑράμενοι, καὶ θεῶν βουλήσει μεταβληθέντες εἰς ὄρνεις τῆς παλαιᾶς ἔτι μέμνηνται ἐπιστήμης οὐ πόρρω τῶν
πόλεων καὶ τῶν λιμένων ἱπτάμενοι. πλείω δ’ ἔστι γένη τῶν λάρων· καὶ οἱ μὲν αὐτῶν λευκοί τ’ εἰσὶ καὶ ὡς αἱ26
15περιστεραὶ βραχεῖς· οἱ δὲ τούτων μέν εἰσι μείζους καὶ ἰσχυρότεροι, πυκνοτάτοις δὲ πτεροῖς περισκέπονται, καί τινες ἔτι καὶ τούτων εὐμεγεθέστεροι. λευκὰ δ’ ἐστὶ καὶ τούτοις πτερὰ πλὴν ὅσον ἐπὶ ταῖς ἀκροτάταις πτέρυξι καὶ τοῖς τραχήλοις μελαίνονται. καὶ τούτους ἅπαντες οἱ
20λοιποὶ λάροι νομῆς τε καὶ ἕδρας χαρίζονται καὶ ὡς βασι‐ λεῦσιν ὑπείκουσι, καὶ γηράσκουσι δ’ αὐτοῖς κυανὰ γίγνε‐ ται τὰ πτερά, καὶ κατὰ τῶν πετρῶν, ἐν αἷς μάλιστα ὕδωρ τῆς γῆς πότιμον ἀπορρεῖ, νεοττεύουσιν, ὥστε τοὺς παῖδας θαλασσίᾳ μὲν τροφῇ, γλυκεῖ δ’ ὕδατι χρῆσθαι,
25μέχρις ἂν αὐξηθέντες ἰσχύσωσιν ἀφίπτασθαι τῶν κα‐ λιῶν· τότε δὴ καὶ τροφῇ καὶ ποτῷ χρήσονται θαλασσίῳ. πρὸς δὲ νήξεως τάχος οὐκ ἂν ὄρνις ἕτερος ἐρίσειε λάρῳ.

2

.

6

Αἱ δ’ αἴθυιαι τροφῆς μὲν ἀεὶ πλείστης ὀρέγονται καὶ οὐκ ἄν ποτε λιμώττουσαι κορεσθεῖεν, τοὺς δ’ ἐσθιο‐ μένους ἰχθύας εὐθὺ διὰ τῆς ἕδρας ἐκκρίνουσιν, ὡς καὶ ζῶντας ἀποπέμπειν ἔσθ’ ὅτε. καὶ μόναι τῶν ἀμφιβίων
5ὀρνίθων κατὰ ταὐτὸν θηρῶσί τε καὶ ἵπτανται καὶ ἐσθίουσι, καὶ μάλιστα τοὺς γόγγρους καὶ τὰς ἐγχέλεις
καὶ τοὺς ἄλλους δ’ ἰχθύας, οἷς ὀλισθηρὸν σῶμά ἐστιν. ἀλλὰ καὶ μένουσιν ἐπὶ πλεῖστον ὑποβρύχιοι καταδύσασαι, καὶ τοὺς ἰχθύας διώκουσιν ὡς δελφῖνες ἢ κύνες. καὶ οὐκ27
10ἐν τοῖς πελάγεσι μόνον, ἀλλὰ καὶ ἐν ταῖς λίμναις εἰσί, μάλιστα εἰ ταραχή τις ὑπ’ ἀνέμων ἔχοι τὴν θάλασσαν· τότε γὰρ οὐκ ἐθέλουσιν ἐνδιατρίβειν αὐτῇ. καὶ μόνας ταύτας ἐκ πάντων φασὶ τῶν πτηνῶν μήτε ἀφιέναι φωνήν, μήτε ἀκούειν δύνασθαι.

2

.

7

Καὶ τοὺς πελεκίνους, οἷς εἰσιν οἱ τράχηλοι μήκιστοι, τροφῆς ἔχει πόθος οὐ μείων, ἀλλ’ οὐ παντὶ κατὰ τὰς αἰθυίας τῷ σώματι καταδύνουσιν, ὡς οἱ κυβιστῶντες δὲ τοὺς μὲν τραχήλους συνεχῶς καθιᾶσιν, οἷς ἐστι μῆκος
5ὀργυιᾶς, τὰ νῶτα δ’ ὑπὲρ τῆς θαλάσσης δεικνύουσι καὶ τοὺς ἀπαντῶντας κατεσθίουσι πάντας ἰχθύας, μεγίστῳ χάσματι προσδεξάμενοι. καί τις κόλπος αὐτοῖς ἐξήρ‐ τηται πρὸ τῶν στέρνων, εἰς ὃν ἅπασαν τὴν τροφὴν ἐπει‐ γόμενοι τέως ἐμβάλλουσιν οὔτε τῶν κτενῶν οὔτε τῶν
10σκληρῶν μυῶν ἀπεχόμενοι, σὺν δ’ αὐτοῖς τοῖς σκέπεσι τέως τὸ προστυχὸν παραπέμποντες, εἶτα ἀνεμούμενοι
πάλιν ἅπαντα τεθνεῶτα, καὶ οὕτω τὰς μὲν σάρκας ἐσθί‐ οντες, τὰ δ’ ὄστρακα πόρρω ῥιπτοῦντες· μεμυκότα γὰρ ἐν τῷ ζῆν, μετὰ τὴν τελευτὴν ἀνοίγνυται καὶ διίσταται.28

2

.

8

Τῶν ἀλκυόνων δ’ οὐκ ἂν εἴποι τις εἰς φωνὴν ὄρνεις ἡδίους, οὐδὲ τοῖς θεοῖς τοῖς θαλαττίοις προσφιλεστέρας, οἳ καὶ γαλήνην αὐταῖς τὰ κύματα παύοντες καὶ ἄπνοι‐ αν παντελῆ παρὰ τὸν καιρὸν χαρίζονται τῶν ὠδίνων,
5ἐν ἡμέραις ἐφεξῆς ἑπτὰ τικτούσαις τε καὶ ἐκτρεφούσαις τοὺς νεοττούς. Νηρεΐδων δὲ εἶναι τοῦτο δῶρον ἐπὶ φιλαν‐ δρίᾳ πιστεύεται, ὅτι τὸν αὑτῆς ἄνδρα Κήϋκα ἐν τῷ πε‐ λάγει διαφθαρέντα θρηνοῦσά ποτε ἀσχέτως ἡ Ἀλκυὼν μετεβλήθη μὲν εἰς ὄρνεον, τοῦ δὲ πάθους οὐκ ἐπιλέλησται.
10φιλοῦσι δ’ οὕτω τὴν θάλασσαν, ὡς παρ’ αὐτοῖς τοῖς κύ‐ μασι τιθέναι τὰς καλιὰς καὶ τὰ μὲν στέρνα βρέχειν, τὴν οὐρὰν δ’ ἐπιτιθέναι τῇ χέρσῳ. ἀλλ’ οὐδὲ κάρφη τῆς γῆς κατὰ τοὺς λοιποὺς ὄρνεις, βρύα δὲ καὶ ἀμπελίδας καὶ βόστρυχας καὶ ὠτακίδας καὶ βοτάνας ἑτέρας ἐκ τοῦ πελά‐
15γους συλλέξασαι ποιοῦνται τὰς καλιάς. καὶ εἰ τὸν ἄρρενα τελευτῆσαι συμβαίη, βορᾶς ἀπεχόμεναι καὶ πότου παντὸς ἐπὶ πολὺ θρηνοῦσι καὶ διαφθείρονται, καὶ τὰς ᾠδὰς δ’ εἰ
καταπαύειν μέλλοιεν, κῆϋξ συνεχῶς ἐπειποῦσαι σιγῶσι. κήϋκος δὲ φωνῆς μήτ’ ἐγὼ μήτ’ ἄλλος ἀκούσαι τις·29
20φροντίδας γὰρ καὶ τελευτὰς σημαίνει καὶ δυστυχήματα· διόπερ αὐτοὺς ἐν νυκτὶ νέμεσθαι καὶ περὶ τὰ μέρη τῶν λιμνῶν καὶ τῶν ποταμῶν διάγειν τὰ ἐρημότατα πεποίη‐ κεν ὁ Ζεύς, ὡς ἂν μὴ τοῖς ἀνδράσι διενοχλοῖεν.

2

.

9

Φίλτατοι δ’ εἰσὶν οἱ ἐρῳδιοὶ τοῖς ἀνθρώποις καὶ προσημαίνουσιν εὐδίαν τε καὶ χειμῶνα, μάλιστα πρὸς ἐκεῖνο τὸ μέρος, ὅθεν ἂν μέλλῃ σφοδρότατος ἄνεμος πνεῖν, ἐπὶ τοῖς στήθεσι τὰς κεφαλὰς κατακλίνοντες.
5ναύτης γοῦν οὐκ ἄν ποτε ἑκὼν ἐρῳδιὸν ἀποκτείνειεν, ἐπειδὴ πιστεύονται τοῖς ἁλιεῦσιν ἐν τῇ θαλάττῃ σημαίνειν, ὁπόσα τοῖς θηραταῖς ἐπὶ τῆς γῆς οἱ ἱέρακες. φασὶ δ’ αὐτούς, καὶ ἡνίκα μία τροφὴ πᾶσιν ἦν τοῖς ὀρνέοις, πρώ‐ τους βορὰν ἐκ τῶν ὑδάτων εὑρεῖν, καὶ παρ’ αὐτῶν τοὺς
10λοιποὺς πάντας ἐκδιδαχθῆναι· ἐπὶ δὲ τῇ τέχνῃ μεγα‐ λαυχήσαντας καὶ οὐδ’ αὐτὸν εἰπόντας ὑπὲρ νήξεως ἐρίζειν δύνασθαί σφισι τὸν Ποσειδῶνα τὴν ἐπιστήμην ἀπο‐ βαλεῖν τοῦ θεοῦ μηνίσαντος· ὃ καὶ τῷ Θαμύρᾳ φασὶ μέγα ἐπὶ ταῖς ᾠδαῖς φρονοῦντι πεποιηκέναι τὰς Μούσας.
15ἐντεῦθεν οὖν οἱ μὲν λοιποὶ πάντες ὄρνεις ἐς τὸ ὕδωρ δύναντες θηρεύουσι τοὺς ἰχθύας, οἱ δ’ ἐρῳδιοὶ τοῦ νήχε‐ σθαι στερηθέντες ἐπὶ τοῖς αἰγιαλοῖς ἑστῶτες ἀγρεύουσι,
σοφόν τι μηχανώμενοι καὶ χαρίεν πρὸς τὴν τῶν ἰχθύων ἀπάτην· ἵστανται γὰρ τῶν ἡλιακῶν ἀκτίνων ἀπεναντίον,30
20ὡς μὴ τὴν σκιὰν αὐτῶν τοὺς ἰχθύας ὁρῶντας ἐκκλίνειν. καὶ ἔστιν αὐτῶν γένη μυρία· οἱ μὲν γὰρ βραχεῖς τ’ εἰσὶ καὶ λευκοί, ἄλλοι δὲ ποικίλοι καὶ μείζονες, μέσοι δ’ ἕτεροι, καὶ τοῖς μὲν οὐκ ἔστιν ἐπὶ τῆς κεφαλῆς πλόκαμος, ἄλλοις δ’ ὥσπερ τις βόστρυχος ἀπῃώρηται. καὶ ζῶντες ἅπαντες
25ἐκ θαλάσσης ἐπὶ τῆς γῆς ποιοῦνται τὰς καλιάς.

2

.

10

Οἱ δ’ ἱμαντόποδες λεπτοῖς μὲν σκέλεσι χρῶνται καὶ ἔχουσι τὴν προσηγορίαν ἐκ τούτου. καινὸν δ’ ἐπ’ αὐτῶν ἐστιν, ὅτι τὴν κάτωθεν γένυν ἔχοντες πεπηγυῖαν μόνην κινοῦσι τὴν ἄνωθεν.

2

.

11

Κέπφον δ’ ἕτερον ὄρνεον ἐκ τῆς κουφότητος οἱ ἁλιεῖς ὀνομάζουσιν· τὸ γὰρ ὕδωρ ἄκρον τοῖς ποσὶν ἐπι‐ τρέχει καὶ σημαίνει τοῖς ἁλιεῦσιν ἐπιτυχίαν. διατρίβουσι δὲ ἔνθα ἀμείνους τῶν ἰχθύων ὦσιν ἀγέλαι, καὶ μάλιστα
5τοῖς θύννοις ἕπονται, ὅτι τοὺς βραχυτέρους οὗτοι κατα‐ τέμνοντες τοῖς ὀδοῦσιν ἰχθύας σάρκας τινάς, αἷς οἱ κέπφοι τρέφονται, καταλιμπάνουσιν ἐν τοῖς ὕδασι. καὶ μὴν καὶ δελφῖσιν ἀκολουθοῦσι τροφὴν τὸ αἷμα ποιούμενοι τῶν ἰχθύων, οὓς ἂν ἀποκτείνωσιν οἱ δελφῖνες. καὶ αὐτὴν δὲ
10τὴν τῆς θαλάσσης ἄχνην ἐσθίουσι, καὶ οὐκ ἄν τις τοὺς κέπφους ἀργοῦντας ἢ καθεύδοντας, οὔτ’ ἐπὶ τῆς γῆς ῥᾳδίως, οὔτ’ ἐπὶ τῆς θαλάσσης θεάσαιτο, ἀλλ’ ἢ θηρῶσιν ἢ πέτανται. καὶ τὰς βροντὰς δὲ οὕτω δεδίασιν, ὥστε, εἰ βροντῆς ἀκούσαιεν, ἐκ τοῦ ἀέρος πίπτειν εἰς θάλασσαν,31
15εἴτε παρ’ αὐτῆς εἴτε παρὰ τοῦ ἀέρος τίκτονται· καὶ γὰρ ἡ γῆ τινας καρποὺς ἐπὶ ταῖς βρονταῖς ἀνίησιν αὐτομάτους.

2

.

12

Ἐλαφὶς δ’ ὄρνις ἐστὶ τὰ πτερὰ πάντα ἐπὶ τοῖς νώτοις ἐλάφων ἔχων ἐοικότα θριξί, καὶ τρέφεται κατὰ τὰς χερσαίους ἴυγγας, τὴν γλῶσσαν μηκίστην οὖσαν ὥσπερ ὁρμιὰν εἰς τὸ ὕδωρ ἐπὶ πολὺ καθιεῖσα, οὕτω τε
5κατὰ μικρὸν ἐπὶ τὸν λαιμὸν ἀνέλκουσα τὸν ἰχθὺν τὸν ἀπατηθέντα καὶ ἐπιψαύσαντα. καὶ πρὸς ταύτην μοι δο‐ κοῦσιν ἰδόντες πρῶτον οἱ ἁλιεῖς τῶν μακρῶν καλάμων ἀπαρτῆσαι τρίχας ἱππείας.

2

.

13

Τοῖς κολύμβοις δ’ ἐστὶν ἀεὶ τὸ νήχεσθαι φίλον, καὶ οὐδ’ ἂν ὕπνου χάριν ἢ τροφῆς ἐπὶ τὴν γῆν ἔλθοιεν, οὐδὲ χειμὼν αὐτοὺς ἢ νὺξ τοῦτο συναναγκάζει, ἀλλ’ ἐπὶ τῶν κυμάτων εἰσί, τὸ κρύος μὴ δεδοικότες, καὶ νήχονται τῶν
5ἀνέμων ἀπεναντίον, ὡς ἂν μὴ τῇ σφοδρότητι βιασθέντες ἐπὶ τὴν γῆν ποτε καὶ παρὰ γνώμην ἐξενεχθεῖεν.

2

.

14

Ταὐτὸν δὲ καὶ οἱ θρᾷκες ὀνομαζόμενοι καὶ οἱ δυτῖνοι ποιοῦσιν ὄρνεις ἐπὶ τὴν γῆν μόνον ὡς πιστοτέραν, ἡνίκα ἂν τίκτωσιν, ἐξιόντες.32

2

.

15

Ἡ δὲ κιρρὶς ἀξίαν τῶν ἀσεβημάτων δίδωσι δίκην, ὅτι τοῦ Μίνωος ἐρασθεῖσα καὶ τὸν πορφυροῦν τοῦ πατρὸς πλόκαμον ἐκτεμοῦσα τὴν πατρίδα εἵλετο προδοῦναι τῷ Μίνωϊ· ὁ δὲ τὴν προδοσίαν καὶ μετὰ τὴν νίκην μεμψά‐
5μενος, ἀπέδησέ τ’ αὐτὴν νεὼς καὶ κατὰ τῆς θαλάττης εἴασε φέρεσθαι. καὶ μεταβέβληται μὲν οὕτως εἰς ὄρνεον αὕτη, μισεῖται δὲ παρὰ πάντων ὀρνέων, κἂν ἁλιαίετος αὐτὴν θεάσηται πλανωμένην εὐθὺς ἐπιθέμενος διαφθείρει.

2

.

16

Εἷς τῶν ἀμφιβίων ὀρνίθων ἐστὶ καὶ ὁ θεόκρονος, ὃς ἐξ ἀετῶν εἶναι νόθος καὶ ἱεράκων πιστεύεται. τὴν γονὴν δ’ αὐτοῦ τοιάνδε παλαιός τις εἶναι βούλεται λόγος· ἔστι τι γένος οὕτω μάχλον ἱέρακος, ὡς ἐν ταῖς ἐαριναῖς ὥραις
5πᾶσαν ἀποτίθεσθαι τὴν ἰσχὺν καὶ παρὰ τῶν βραχυτάτων
στρουθῶν καταδάκνεσθαι· τοῦ θέρους δ’ ἐπελθόντος καὶ τὸν ἀέρα τοῦ σειρίου φλέγοντος, ἀναλαμβάνει τὴν δύναμιν καὶ τοὺς μὲν στρουθοὺς κρίζων φοβεῖ καὶ συλλαμβάνων ἐσθίει καὶ δοκεῖ πως αὐτοῖς τὰς ὕβρεις ἐγκαλεῖν τὰς προ‐33
10τέρας. εἰ δ’ ἀετοῦ θηλείας ἀκούσειε, προσίπταται αὐτῇ καὶ μίγνυται πολλάκις ἐξαπατήσας· ἣ δ’ ὑπὸ τοῦ χείρονος ὄρνιθος εἰς τὸ κύειν ἐλθοῦσα οὔτε θάλπειν ἀξιοῖ τὰ τεχθέντα ᾠὰ καί, ὡς ἂν λάθοι, πόρρω που τῶν ἀετῶν ἵπταται τῶν ἀρρένων· εἰ γὰρ αἴσθοιντο, διαφθείρουσιν
15ἐξελαύνοντες ἐπὶ τῇ μοιχείᾳ πάντως αὐτήν. τῶν ᾠῶν δ’ ὑπὸ ταῖς ἡλιακαῖς θερμαινομένων ἀκτῖσι, οἱ νεοττοὶ προ‐ κύψαντες τοῖς ἀμφιβίοις εἰσὶν ἰχθύσιν ὀλέθριοι.

2

.

17

Καὶ γύγης ὄρνις ἐστίν, ἀναβοᾶν ἀεὶ 〈εἰωθὼσ〉 καὶ ᾄδειν τούτῳ δοκῶν καὶ τὴν προσηγορίαν ἔχων ἐντεῦθεν, ὃς τοὺς ὄρνεις ἐν νυκτὶ κατεσθίει τοὺς ἀμφιβίους. τὴν ἐκείνου γλῶσσαν εἴ τις ἀποτέμοι χαλκῷ καὶ φαγεῖν δοίη
5τῷ μήπω λαλοῦντι παιδίῳ πάντως αὐτοῦ ταχέως λύσει τὴν σιωπήν.

2

.

18

Σοφὰ δὲ πλεῖστά ἐστι τῶν μέγιστον κλαγγανόν‐ των γεράνων βουλεύματα, καὶ τοῦτο ἰστέον περὶ αὐτῶν· συλλεχθείσας ἁπάσας, ὅταν μέλλωσιν ἀπολιμπάνειν τὴν Θρᾴκην, ἁγνίζει μία καὶ ἀνακράζει, οὕτω τε ἀφίπτανται
5πᾶσαι, τῆς μιᾶς μενούσης, ἥπερ αὐτὰς ἥγνισεν ἀθροι‐ σθείσας· τὰς πρεσβυτέρας δ’ ἐν τῇ πτήσει τάττουσι πρώ‐ τας, ὡς ἂν μὴ κάμνοιεν ἀκολουθεῖν ταῖς νέαις ἀναγκαζό‐ μεναι. καὶ κραυγὴν ἀφιᾶσιν ὑπὲρ τοῦ μὴ ἀπ’ ἀλλήλων χωρίζεσθαι, καὶ εἴ τινος καμνούσης αἴσθοιντο, δύο τὴν34
10κεκμηκυῖαν ἑκατέρωθεν ταῖς πτέρυξι λαβοῦσαι ὑποκουφί‐ ζουσιν ἢ καὶ ἐπὶ τῶν νώτων φέρουσι τὸν τῆς ὁδοιπορίας παραμυθούμεναι πόνον· κατὰ τάξιν δ’ ὡς ἀνδρῶν ἐπὶ πόλεμον ὡρμημένων ἵπτανται στῖφος, καὶ ἄλλοτε ἀθροι‐ σθεῖσαι καὶ ἀποτείνασαι πάλιν εἰς μῆκος λίθους φέρουσι τοῖς
15ποσίν, οὓς ἐξεώσασαι γινώσκουσιν, εἴτ’ ἐπὶ τῆς γῆς εἴτ’ ἐπὶ τῆς θαλάσσης αὐταῖς ἡ πτῆσις ἀνύεται. καὶ χαίρουσι ταῖς εὐδίαις· κἂν χειμῶνος αἴσθοιντο, τῇ γῇ προσορμίζονται μέχρι σταθερᾶς πάλιν εὐδίας, καὶ νυκτὸς ἐπιλαβούσης ἐπὶ τοὺς ποταμοὺς σπεύδουσι καθέζονταί τ’ ἐν μέσοις τοῖς
20ἐκείνων γηλόφοις, οὓς ὥσπερ τινὰς νήσους παραρρεῖ τὸ ὕδωρ περισχιζόμενον. καὶ ποιοῦσι τοῦτο φόβῳ τῶν ἐπιβου‐ λευόντων θηρίων, ὡς ἢ διελθεῖν τὸ ὕδωρ οὐκ ἰσχυόντων ἤ τινα ποιούντων ἦχον, ὃς ἐξαναστήσει τε καὶ εἰς φυγὴν τρέψει πάντως αὐτάς. καθεύδουσί τ’ ἐφ’ ἑνὸς σκέλους
25ἑστῶσαι καὶ τὰς κεφαλὰς ταῖς πτέρυξι ἐπικαλύπτουσιν. φύλακες δ’ εἰσὶν αὐταῖς πάντως καὶ ἡγεμόνες οἱ περι‐ νοστοῦντες· καὶ εἴτ’ ἀνδρὸς αἴσθοιντο προσιόντος εἴτε θηρίου, προβοῶσι μέγα καὶ τὴν ἔφοδον σημαίνουσιν, ὡς ἂν φθάσαιεν ἀποδρᾶσαι.

2

.

19

Καὶ οἱ χῆνες δ’ ὁμοίως ἔχουσι τῆς τε πτήσεως ἡγεμόνας καὶ τοῦ ὕπνου φρουροὺς ἀναβοῶντας ἀεί· καὶ γὰρ ἀτερπεστάτῃ φωνῇ χρώμενοι σφόδρα ὀλιγάκις σιγῶσιν, ὡς καὶ λίθους ἐντιθέναι τοῖς στόμασιν, ὅταν δέῃ σιγῆς,35
5ὡς οὐχ ἑτέρως καρτεροῦντες αὐτήν· καὶ ποιοῦσι τοῦτο φόβῳ τῶν ἀετῶν, ἡνίκα ἂν τὸ ὄρος δέῃ διαπτῆναι τὸν Ταῦρον. καὶ ταῦτα μέν εἰσι συνετώτατοι, πρὸς δὲ τὰς νομὰς ἄφρονες· τῶν τόπων γάρ, εἰ καὶ καλλίστης ἐν αὐτοῖς νομῆς τύχοιεν, ῥᾷστα ἐπιλανθάνονται καὶ διὰ
10τοῦτό εἰσιν ἐν πλάναις ἀεί, καί τι κέρδος αὐτοῖς ἐκ τῆς τοιαύτης πλάνης ἐστίν· οὐ γὰρ ἁλίσκονται ῥᾳδίως παρὰ τῶν τηρεῖν τὰς τῶν ὀρνέων διατριβὰς καὶ ῥίπτειν ἐπὶ τούτῳ σπέρματα εἰωθότων, ὡς διὰ τὴν λήθην ἐπὶ τοὺς αὐτοὺς τόπους οὐκ ἀφικνούμενοι.

2

.

20

Οἱ κύκνοι δ’ ἐπὶ τοῖς λειμῶσι καὶ ταῖς ἀκταῖς τρέ‐ φονται καὶ ταῖς λίμναις, καὶ ἀντηχοῦσιν αὐτοῖς ᾄδουσιν οἵ τε σκόπελοι καὶ αἱ φάραγγες, καὶ μουσικωτάτους πάντων τούτους ἴσμεν ὀρνίθων καὶ ἱεροὺς καλοῦ‐
5μεν Ἀπόλλωνος. ᾄδουσι δ’ οὐχὶ θρηνῶδες ὥσπερ αἱ ἀλκυόνες, ἀλλ’ ἡδύ τε καὶ μελιχρὸν καὶ οἷον αὐλοῖς ἢ κιθάραις χρώμενοι. καὶ εὐσθενεῖς δ’ εἰσὶ καὶ πρὸς τὰ
ὕψη πολλάκις ἱπτάμενοι πρὸς τοὺς ἀετοὺς μάχονται, εἴτ’ αὐτοῖς ἐπιχειροῖεν, εἴτε τοῖς νεοσσοῖς· οὐ μὴν ἄρχονται36
10μάχης, ἀλλὰ τὴν εἰρήνην στέργουσι μέχρις ἂν ᾄδειν ἐξῇ· τοῦτο γὰρ καὶ τροφῆς ἡγοῦνται γλυκύτερον. ᾄδουσι δὲ καὶ πρὶν ἀνασχεῖν ἥλιον, ὡς ἐν ἐρημίᾳ τότε μᾶλλον ἐξά‐ κουστα βοησάμενοι, καὶ ἐπὶ ταῖς τοῦ πελάγους ἀκταῖς, εἰ μὴ χειμὼν εἴη καὶ ὁ τῶν κυμάτων κτύπος ᾄδειν αὐτοὺς
15ἀποτρέποι ὡς τῶν ᾀσμάτων τῶν ἰδίων οὐκ ἐπαΐσοντας. καὶ τῆς ᾠδῆς, κἂν ἐπὶ τελευτὴν αὐτοὺς τὸ γῆρας ἄγῃ, μεμνήσονται· ἣ δ’ ἥττων μέν ἐστιν ἤπερ νεάζουσιν, ὡς οὔτε ἀνατείνειν τὸν τράχηλον οὔτε πλατύνειν τὰ πτερὰ δυναμένων αὐτῶν, τῷ ζεφύρῳ δὲ πρὸς τὸ εὐμελὲς χρῶνται,
20νωθρῶν μὲν ἤδη τῶν σκελῶν, τῶν μελῶν δ’ αὐτοῖς ὄντων ἀσθενεστέρων. καὶ πρός τινα ὁ τελευτᾶν μέλλων τόπον ἀποχωρεῖ, ἔνθα αὐτοῦ μηδεὶς ἕτερος ὄρνις ᾄδοντος ἀκού‐ σεται, κύκνος δ’ ἄλλος οὐκ ἐνοχλεῖ τῷ ᾄδοντι, καί, εἰ πλησίον ὢν τύχοι, τὴν αὐτὴν εἰδὼς καὶ αὑτῷ συμβήσε‐
25σθαι τελευτήν.37

3

t

ΛΟΓΟΣ Γ

3

.

1

Τῶν δ’ ἑξῆς ἀκούσας γνώσῃ, κράτιστε βασιλεῦ, ὡς οὐ μόνης τῆς γῆς καὶ τῆς θαλάσσης κατατολμῶσιν οἱ ἄνθρωποι, ἀλλὰ καὶ πρὸς αὐτὸν ἤδη τείνονται τὸν ἀέρα, τοῖς πολυπλανέσιν ἐπιχειροῦντες ὀρνέοις. θηραταῖς μὲν
5δὴ καὶ ἁλιεῦσι πλείων ἀπαντᾷ πολλάκις φόβος ἢ τέρψις, εἴτε τοὺς ἀνέμους σκοποίη τις ἐν τῷ πελάγει διαρρηγ‐ νύντας τὰ σκάφη, εἴτε τῶν κητῶν τὴν ἰσχύν, ἀφ’ ἧς τά‐ χιστα διαφθείρονται, εἴτε τοὺς ἐν τοῖς ὄρεσι φωλεοὺς τῶν θηρίων, ἀφ’ ὧν τοῖς κυνηγέταις ἐπιτίθενται πολλάκις
10οὐ προοφθέντες ὡς μήτ’ ἀντισχεῖν δύνασθαι, μήτ’ ἐκκλῖ‐ ναι, καίτοι πολεμοῦντες θηρίοις προσβάλλονται πολλάκις καὶ διαφθείρονται καὶ ἀπὸ τῶν κρημνῶν ἐν ταῖς δυσ‐ χωρίαις ἄσωστα ἀποπίπτουσιν. τοῖς ἰξευταῖς δ’ οὐδεὶς ἀπὸ τῶν ὀρνίθων ἢ τῆς τοιαύτης κίνδυνος θήρας ὡς οὔτε
15πρὸς τοὺς τῶν ὀρῶν λόφους ἀναγκαίως ἰοῦσιν, οὔτε πρὸς τὰς χαράδρας· ἐπὶ γὰρ τῶν πεδίων καὶ τῶν ἀλσῶν καὶ τῶν λειμώνων αὐτοῖς ἀπόχρη πλανᾶσθαι τερπομένοις καὶ φωνῆς ἀκούειν τῶν ᾀδόντων ἡδείας, οὐ ξίφεσι χρωμένοις, οὐ ῥοπάλοις ἢ δόρασιν, οὐ δίκτυα καὶ κύνας
20ἐπαγομένοις, ἀλλ’ ἰξὸν καὶ καλάμους, δι’ ὧν αὐτοῖς ἡ πρὸς τὸν ἀέρα τῆς θήρας ἐστὶν ὁδός, καὶ λεπτὰ λίνα καὶ κύρτους φέρειν ὑπὸ μάλης ἐλαφροτάτους, ἔστι δ’ ὅτε καὶ φυτόν, ἀλλοτρίους αὐτῷ περιθέντες κλάδους, ἐπικομί‐ ζονται καὶ χειροήθεις ὄρνιθας ἐπὶ τῇ κοινωνίᾳ τῆς ἄγρας.38
25εἶναι δ’ αὐτοὺς ταχεῖς προσήκει καὶ εὔχειρας καὶ ὁρᾶν ὀξὺ καὶ πρὸς τὰς ἐπινοίας 〈...〉 πεφυκέναι τε, ὡς καὶ ὀρνίθων, εἰ δέοι, μιμεῖσθαι φθογγήν, ἵνα καὶ μεθαλλο‐ μένους ἐν τοῖς πρέμνοις ὁρῶντες ἕπωνται. δεῖ γοῦν πρὸς τὴν χρείαν τὰ ἔργα διαιρεῖσθαι τῆς ἄγρας, ἰξῷ χρωμένοις
30ἢ θριξὶν ἱππείαις ἢ λίνοις ἢ πάγαις ἢ καὶ πηκτίσιν, ἢ τροφῇ δελεάζουσιν ἢ τὸν σύμφυλον ὄρνιν ἐπιδεικνύουσιν.

3

.

2

Καὶ ἰξῷ μὲν αἱροῦνται κορύδαλοι καὶ οἱ ταχεῖς ἀστραγαλῖνοι οἵ τε ἀμπελίωνες οἱ κουφότατοι καὶ οἱ ἀσθενεῖς βουδῦται οἵ τε βαρῖται καὶ αἱ σῶδες καὶ σπίνοι καὶ τρυγόνες καὶ ἀστέρες, οἷς ἐρυθρός τε κύκλος ἐστίν,
5ὥσπερ ἀστήρ, ἐπὶ τῇ κεφαλῇ. καὶ οὗτοι μὲν ἅμα τοῖς ἄλλοις στρουθοῖς τοῖς κατὰ τὸν βορρᾶν ἐπιδημοῦσι τοῦ
ἀέρος ἰξῷ θηρῶνται, τοῖς καλάμοις ἐπικαθίσαντες.39

3

.

3

Ἄλλοι δέ τινες στρουθοὶ καὶ ἐν τῇ θαλάμῃ δι’ ἐπι‐ νοίας τοιαύτης ἀγρεύονται· μυρρίνης συνδήσαντες δύο κλάδους ἀλλήλοις εἰς τὸ κάτω συγκάμπτουσιν, ἐκ δὲ τῆς ἑτέρου λεπτῆς μηρίνθου βρόχον ἐξάψαντες ἄγουσι διὰ
5τοῦ ἑτέρου κλάδου τὴν μήρινθον μικρῷ τε ἐπισφίγγουσι πασσάλῳ στερρῷ· ἕδρας δ’ οὗτος τοῖς στρουθοῖς παρέ‐ χεται χρείαν· καὶ εἰ χρῄζοντες ὕπνου καθίσαιεν, ὀλι‐ σθαίνει μὲν ἐκ τῆς ὀπῆς τοῦ κλάδου ῥᾳδίως ὁ πάσσαλος, περιστραφεὶς δ’ ὁ βρόχος τοῖς ποσὶ τοῦ στρουθίου συμ‐
10πλέκεται.

3

.

4

Οἱ δὲ σπίνοι καὶ αἱ τρυγόνες ὑπὸ δένδρῳ θηρῶν‐ ται, εἰ σύμφυλον ὄρνιν ἐπὶ τοῖς τοῦ δένδρου στελέχεσιν ἴδοιεν καθεζόμενον. οὐκ ἀεὶ δὲ χρηστέον ταύτῃ τῇ ἄγρᾳ, ἀλλ’ ἐν νιφετοῖς καὶ χειμῶνι, γυμνῶν ἤδη τῶν φυτῶν
5ὄντων καὶ ἐκβαλόντων τὰ φύλλα· τότε γὰρ ἕδρας τε καὶ σκέπης χρῄζοντες οἱ στρουθοὶ τοῖς νόθοις τε καὶ σεσοφισμένοις τούτοις κλάδοις ὡς ἀληθέσι προσίπτανται θεαμάτων δ’ ἥδιστον στρουθοὺς ὁρᾶν ἰξῷ πεπεδημένους καὶ καταπίπτοντας.

3

.

5

Καὶ μὴν κἀκεῖνό ἐστι χαριέστατον, ἐὰν ἐπάγηταί τις ἱέρακα, περὶ πρέμνον φυτοῦ κατατιθῇ τε καὶ οἱ στρουθοὶ δείσαντες πειρώμενοί τε λαθεῖν ὑπὸ τοῖς φύλ‐ λοις κρύπτωνται, λοξὰ πρὸς τὸν ἱέρακα βλέποντες καὶ
5ὑπὸ τοῦ φόβου πεπεδημένοι, ὡς οἱ λῃστήν τινα ἐξαπίνης
ὀφθέντα ἀγωνιῶντες ὁδῖται, καὶ μετὰ τὴν φρικτὴν θέαν οὔτε ἀναδραμεῖν οὔτε προβῆναι θαρροῦντες· τοσοῦτος ἔχει φόβος καὶ τοὺς στρουθοὺς εἰς τὸν ἱέρακα βλέπον‐ τας. ὁ δ’ ἀγρευτὴς πρὸς τὸν ἐπιδειχθέντα φόβον συν‐40
10τεταραγμένους αὐτοὺς ἀπὸ τοῦ δένδρου κατὰ σχολὴν καθελκύσει.

3

.

6

Ἀλλὰ καὶ τοῖς πλεκτοῖς τινες ἐπὶ τῶν δασειῶν ἀρου‐ ρῶν ὕπνου χρῄζοντες περιπίπτουσι λίνοις, ὅταν ἡλίου δυέντος ὁ νυκτερινὸς ἐπίῃ καιρός.

3

.

7

Οἱ πέρδικες θηρῶνται λίνοις τε καὶ πηκτίσιν ἢ φωνῇ πέρδικος ἢ παροξυνθέντες εἰς μάχην ἢ ἐλάφου δορᾷ· τὸ γὰρ ζῷον τοῦτο φιλοῦντες ὑπερφυῶς ἐξαπατῶν‐ ται, εἴ τις ἀνὴρ δέρμα περιθέμενος ἐλάφου καὶ ἐπιθεὶς
5τῷ μετώπῳ κέρατα προσίοι λανθάνων αὐτοῖς, καὶ ἀληθῶς εἶναι ἔλαφον οἰηθέντες περιέπουσί τ’ αὐτὸν καὶ πλησιά‐ ζοντι χαίρουσι καὶ οὐδ’ ἀφίστασθαι βούλονται ὥς τινα συνήθη καὶ ὁμήλικον νέον μετὰ μακρὰν ἀποδημίαν θεώ‐ μενοι. τοῦ δ’ ἔρωτος αὐτοῖς ὁ καρπὸς βρόχοις τε περιπε‐
10σεῖν ἢ τοῖς τὰς πυκνὰς μολυβδαίνας ἔχουσι λίνοις καὶ τότε ἀντ’ ἐλάφου τόν τ’ ἀγρευτὴν καὶ τὴν ἀπάτην ἰδεῖν.

3

.

8

Ὃν δ’ ἐπὶ τοῖς ἐλάφοις ἔχουσιν οἱ πέρδικες ἔρωτα, τοῦτον ἐπὶ τοῖς ἵπποις αἱ ὠτίδες, καί τις ἐκ τούτου κατ’ αὐτῶν ἐπινενόηται τρόπος· λίνα τις ποταμοῦ πλησίον ἢ λίμνης ἐπιτηδείῳ στήσας χωρίῳ καὶ μικράν τινα ἐν μέ‐
5σοις αὐτοῖς καταλιπὼν δίοδον, ὥσθ’ ἕνα δύνασθαι ἱππέα διεξελθεῖν, ταῖς ὠτίσιν ἐπιδεικνύει τὸν ἵππον· αἱ δ’ ἕπον‐ ται προθύμως αὐτῷ, τὰ πτερὰ πάντα ἁπλώσασαι, μέχρις ἂν ὁ μὲν δι’ ἐκείνου τοῦ στενοῦ διεκδράμῃ χωρίου, αἱ δ’ ὠτίδες πᾶσαι περιπλακῶσι τοῖς λίνοις.41

3

.

9

Οἱ δ’ ὄρτυγες ἐν νυκτὶ ταῖς νεφέλαις θηρῶνται πα‐ λαιοτέρων ἄλλων ἀνακραζόντων ὀρτύγων· τῇ φωνῇ γὰρ ἐπιδραμόντες περιπίπτουσι ταῖς σαγήναις. ἔνι δέ τις αὐτῶν ἄγρα τοιάδε καὶ μεθ’ ἡμέραν· ἐπὶ τῆς γῆς λίνον
5τις ἁπλώσας τό θ’ ἱμάτιον ὑπὲρ τὴν κεφαλὴν ἀνατείνας τὸ ἑαυτοῦ καὶ καλάμοις ἑκατέρωθεν ἀνέχων κινεῖ αὐτό, κατὰ μικρὸν προβαίνων· αὐτοῖς δ’ ἔπεισι δέος καὶ πρὸς τὴν σκιὰν τῆς ἐντεῦθεν τε κἀκεῖθεν ἐπινευούσης ἐσθῆτος, μέχρις ἂν ἐκείνην φεύγοντες περιπέσωσι ταῖς τῶν λίνων
10ἁψῖσιν.

3

.

10

Καὶ τοὺς ἀτταγῆνας κατὰ τοῦτόν τις αἱρήσει τὸν τρόπον· τῷ τάχει γὰρ τῶν ποδῶν πλέον ἢ τῇ πτήσει θαρ‐ ροῦντας αὐτοὺς ὡς λαγωοὺς 〈ὁ〉 θηρατὴς ἐπαγόμενος κύνας θηρεύσει.

3

.

11

Αἱ δὲ γέρανοι καθ’ ἑτέρους ἁλίσκονται τρόπους, καὶ εἰ κολοκύνθης ξηρᾶς τὸν τράχηλον ἐκτεμών τις καὶ κοίλην ποιήσας αὐτὴν ἰξῷ τε ἔνδοθεν καταχρίσας ἐμ‐ βάλλοι κάνθαρον· ὁ μὲν ἔνδοθεν διεξελθεῖν ἐθέλων ἠχή‐
5σει, τῷ κτύπῳ δ’ ἡ γέρανος προσδραμοῦσα τήν τε κεφα‐
λὴν καθεῖσα καὶ ἑλοῦσα τὸν κάνθαρον καὶ αὐτῆς τῆς κολοκύνθης τὸ κύτος συναρπάσει περὶ τῷ μετώπῳ καὶ τοῖς ὀφθαλμοῖς κείμενον καὶ ἐπὶ τοῖς πτεροῖς κολληθέν, ὡς μήθ’ ὁρᾶν, μήτε προβαίνειν δύνασθαι, ἀτρεμεῖν δὲ42
10καὶ ἑστάναι, μέχρις ἂν αὐτὴν ταῖς χερσὶ συλλάβηται πλησιάσας. καὶ κρομμύου δὲ φύλλον, εἰ μὴ παρείη κάνθα‐ ρος, ἐμβάλλειν ἀπόχρη τῷ τῆς κολοκύνθης κοιλώματι. καὶ παγίσι δ’ αἱρεῖται ῥᾳδίως εἰ ταμών τις κάλαμον καὶ ἐπὶ ταῖς δυσὶ τρήσας ἀρχαῖς ἐνθείη κάρφη λεπτά, διπλᾶς
15αὐτοῖς ποιήσας γλωχῖνας, δι’ ὧν κυκλώσει τὸν βρόχον, λίθον κάτωθεν τρητὸν ἀπαρτήσας καὶ κατὰ μέσον τοῦ καλάμου λεπτήν τινα περόνην σιδηρᾶν ἐμβαλὼν κύαμόν τε ἐπιπήξας αὐτῇ, πρὸς ὃν ἡ γέρανος βλέπουσα τῷ βρόχῳ τὴν κεφαλὴν ἐμβάλλει, καὶ τοῦ μὲν κυάμου δράξεται, ἀνα‐
20νεῦσαι δὲ βουληθεῖσα, περὶ τῷ τραχήλῳ ταθέντα ἀνασπά‐ σει τὸν βρόχον, εἶτα αἰσθομένη τοῦ δόλου ἀναπτῆναι μὲν πειράσεται πολλάκις, πρὸς δὲ τὸ ἄχθος τοῦ λίθου καθελ‐ κυσθήσεται, μέχρις ἂν αὐτῆς ὁ θηρατὴς ἐπιλάβηται.

3

.

12

Φάσσας δ’ ἑλεῖν ἐστι δυσμηχανώτατον· τῶν θη‐ ρατῶν γὰρ αἰσθόμεναι τάχιστα ἀποφεύγουσιν, ἀλλὰ καὶ αὐταὶ νικῶνται δόλῳ· θεασάμενος γὰρ ὁ θηρατὴς ἐπὶ δένδρου καθημένας αὐτάς, ἁπλοῖ κατὰ τοῦ ἐδάφους τὸ
5δίκτυον λεπτὸν ἐπιβάλλων ἄχυρον, ὥστε κρύπτειν αὐτό, φάσσας θ’ ἑτέρας ἐφίστησι τῶν πάλαι ᾑρημένων, τυφλώ‐ σας καὶ τοὺς πόδας αὐτῶν λεπταῖς ἀποδήσας σπάρταις, δι’ ὧν αὐτὰς κινῶν συναναγκάσει τινάσσεσθαι. τοῦ κτύ‐ που δ’ ἀκούσασαι προστρέχουσιν αἱ λοιπαὶ τήν τε νομὴν
10καὶ τὰ δένδρα ἀπολιποῦσαι· εἶτα ἐκεῖνος ὑπό τινι καλύβῃ κρυπτόμενος σφόδρα πολλῇ ἰσχύϊ τὴν τῶν λίνων μήρινθον ἐπιτείνει καὶ πάντας ὁμοῦ τοὺς στάλικας ἀνα‐ στήσας αἱρεῖ τὰς φάσσας τοῖς τοῦ λίνου κόλποις ἐμπε‐ πτωκυίας. τοιούτοις δὲ καὶ τὰς περιστερὰς ἐπισπάστροις43
15αἱροῦσιν, ἀλλὰ καὶ εὐκολώτερον αὐτὰς θηράσει τις βρόχῳ.

3

.

13

Τοὺς κοσσύφους δὲ καὶ τὰς εὐφώνους ἔστιν ἀηδό‐ νας ἑλεῖν ἐν τοῖς συνεχέσι θάμνοις στήσαντα πάγην, ἧς δύο μὲν κυκλοτερεῖς εἰσιν ἄντυγες, ὑπὸ τοῖς στρεπτοῖς τοῦ λίνου κόλποις κρυπτόμεναι καὶ ταῖς ὑποχαῖς ἐοικυῖαι
5ταῖς θαλασσίαις· νεῦρα δὲ βοὸς ἐπιτείνονται, μηκίστης ἐν τῷ μέσῳ ῥάβδου κειμένης· ἀπαρτῶσι δ’ αὐτῆς μήριν‐ θόν τε καὶ ὕσπληγα, καί τι καὶ δέλεαρ ἐντιθέασιν, οἷον ψάμμης ἢ γῆς ἔντερον, ᾧ δελεασθὲν τὸ ὄρνεον ἐπιψαύει τῆς πάγης καὶ ἐνσχεθήσεται, περιστραφέντων
10ἐκείνων, ὁπόσα τ’ ὦσιν ἐπὶ τῇ θήρᾳ συντεταγμένα. κατὰ τοῦ κοσσύφου δὲ καὶ τοιοῦτόν τι τοῖς μειρακίοις ἐπινενόη‐ ται· παρὰ τὸν τοῦ χειμῶνος καιρόν, ὅτε τροφῆς μάλιστα τὸ ὄρνεον ἀπορεῖ, βόθρον ὀρύξαντες ἐλαίας ἐμβάλλουσι κόκκον ἢ δάφνης, καὶ παριστῶσί τι κεράμου κλάσμα
15μικρόν· εἶτ’ ἐπ’ ἐκείνῳ πάσσαλον τιθέασιν εἰς τὸν βόθρον ὁρῶντα καὶ τῷ πασσάλῳ κεράμου τρύφος ἕτερον ἀντερεί‐
δουσιν κάρφη τε ἐπὶ τοῦ βόθρου τείνουσιν δύο, οἷς καὶ ὕσπληξ καὶ ἄλλο ὄστρακον ἐπικείσεται. πλησιάσει δὲ πάντως ὁ κόσσυφος ὁ τροφῆς ὀρεγόμενος καὶ ἐν τῷ44
20βόθρῳ, πεσόντος ἐξαπίνης τοῦ ὀστράκου, κατακλει‐ σθήσεται. κατὰ τοῦτον δὲ αἱροῦνται τὸν τρόπον καὶ αἱ κίχλαι καὶ αἱ πυρρίαι.

3

.

14

Ὁ δ’ αἴγινθος θηρᾶται κλωβῷ, ἐν ᾧ πάλαι θηρα‐ θεὶς ἕτερος ἐπὶ τὸ βοᾶν κατακλείεται, θυρῶν οὐσῶν ἑκα‐ τέρωθεν δύο· καὶ δέλεάρ ἐστι κάρυον ἢ σκώληξ ἤ τι τοιοῦτον, ᾧ τὸ ὄρνεον ὑπὸ τῆς φωνῆς προστραπὲν ἐφορ‐
5μήσει. ἀλλ’ ὕσπληξ καὶ ταύτας περιστρέφει τὰς θύρας, ὥστ’ εἰσελθόντα τὸν αἴγινθον οὐκέτ’ ἔχειν ἐκπτῆναι.

3

.

15

Χαραδριὸν δ’ οὐκ ἄν τις ἕλοι ῥᾳδίως, εἰ μὴ πλη‐ σίον ὕδατος θείη τὸ λίνον· ὁ μὲν γὰρ τοῦ ποτοῦ χρῄζων προσίπταται, ὁ δ’ ἀγρευτὴς τέως ἐν καλύβῃ λανθάνων καὶ ἐπιτείνων νεύρῳ τὸ δίκτυον πίνοντα καλύψει τὸν
5χαραδριόν.45

3

.

16

Θηρῶνται δὲ καὶ αἱ τρυγόνες, δίψης αὐτὰς ἀγούσης ἐπὶ πηγήν, ἧς πλησίον ὁ θηρατὴς κάλαμον ἵστησι πτερὰ κατ’ ἄκρου προσδήσας, ὧν ἡ κίνησις φοβεῖ τε καὶ διώκει πλεῖστον αὐτάς· ἀλλ’ ἑτέραν τῶν πρότερον εἰλημμένων
5κατατίθεται πλησίον τρυγόνα, ἣν θεασάμεναι καὶ προσ‐ πτᾶσαι περικαθέζονται, οὕτω τ’ ἐφελκυσθέντος αἱροῦν‐ ται τοῦ λίνου.

3

.

17

Γλαυκὶ δ’ αἱ κορυδαλλίδες ἀγρεύονται, ἣν ὁ θηρα‐ τὴς κατά τινος χαλκῆς στήσας ἁψῖδος τινάσσει, σπάρτα συνεχῶς ἐπιτείνων καὶ περιθεὶς κύκλῳ ῥαβδία προχρι‐ σθέντα ἰξῷ. τὴν γλαῦκα γὰρ [τὸ νυκτερινὸν ὄρνεον] σπεύ‐
5δουσαι αἱ κορυδαλλίδες ἑλεῖν τῷ τ’ ἰξῷ καὶ ταῖς ῥάβδοις ἁλίσκονται.

3

.

18

Ἐπὶ δὲ τοὺς ὀξυβόας κολοιοὺς τοιαύτη τις ἄγρα παρασκευάζεται· ῥάβδον ἐπὶ τῇ γῇ δεῖ πῆξαι μακράν, ἐκ μηρίνθου τ’ αὐτῇ προσάψαι βρόχον, μέσον θ’ ὕσπληγα, τοὺς ἑκατέρωθεν λύγους τῇ περιστροφῇ καλύπτοντα· ἐπ’
5ἄκρου δ’ αὐτῆς κείσεται καρπὸς ἐλαίας κατευθὺ τετα‐ μένου τοῦ βρόχου, κἂν ἐπιψαύσωσιν οἱ κολοιοί, ἡ μὲν ὕσπληξ κατολισθαίνει, ἐνειλιχθεῖσα δ’ ἡ ῥάβδος ὀρθοῦται καὶ τὸν βρόχον οὕτως ἐφέλκεται, ὥστε τῶν κολοιῶν τοὺς
τραχήλους κατὰ τοὺς τῶν ἀπαγχομένων ἀποληφθῆναι.46
10καὶ τὰς κίσσας δὲ κατὰ τὸν αὐτὸν τρόπον αἱροῦσιν οἱ ἰξευταί.

3

.

19

Καὶ ἄλλος κολοιῶν θήρας τρόπος ἐστίν· ἐλαίου τις ἄγγος ἐμπλήσας τίθησιν, ὥστε τοὺς κολοιοὺς ὁρᾶν εἰς αὐτό· οἱ δὲ τὰς μορφὰς ὁρῶντες ἐν τῷ ἄγγει τὰς ἑαυτῶν, κολοιοὺς ἑτέρους νομίζουσι, καὶ εἰς τὸ ἔλαιον καταπτάντες
5ἐμπηδῶσιν εὐθύς, εἶθ’ οὕτω καὶ τὰ πτερὰ καὶ τὰ μέλη πάντα βαρύνονται, τῷ ἐλαίῳ βραχέντες ὥστε ἀποπτῆναι μὴ δύνασθαι, καὶ κατὰ τοῦτον εὐθὺς αἱρεῖσθαι τὸν τρόπον.

3

.

20

Αἰγίθαλλον δ’ εἴ τις ἀγρεῦσαι βούλοιτο, θηλὴν αἰγὸς πάντοθεν ἰξῷ καταχρίει· ὁ δὲ τὸ γάλα τῆς αἰγὸς πιεῖν ἐπειγόμενος ὑπερίπταται μὲν τὰ θριγκία, πρὸς δὲ τὴν μάνδραν ἐλθὼν τὸ ῥάμφος ἐπὶ τὸν τῆς αἰγὸς ἐρείδει μαζόν,
5καὶ τοῦ ἰξοῦ μέχρι τῶν ταρσῶν αὐτοῦ διαχυθέντος ἁλίσκεται.

3

.

21

Πρὸς δὲ τὴν τοῦ πορφυρίωνος ἄγραν οὔτε ἰξοῦ τις, οὔτε λίνων δεήσεται, ἀλλὰ μόνον που καθήμενον ἐπιτηρή‐ σας αὐτόν, ὀρχούμενος κατὰ μικρὸν πλησιάζοι· τῷ δ’ οὕτως ἐστὶν ἡ τῆς ὀρχήσεως ὄψις ἡδεῖα, ὥστ’ οὐκ ἀπο‐
5πτήσεται καίπερ ὁρῶν προσιόντα τὸν ἄνδρα, κινήσει δὲ καὶ αὐτὸς ὀρχούμενος τὰ μέλη τὰ ἑαυτοῦ, μέχρις ἂν
ἁλῷ γενόμενος ὑπὸ ταῖς χερσὶν τοῦ τὴν ὄρχησιν ἑλομένου διὰ τὴν ἄγραν. καὶ τοὺς 〈σ〉κῶπας δὲ ὀρχούμενοί τε καὶ σκώπτοντες αἱροῦσιν οἱ θηραταί.47

3

.

22

Τοὺς δ’ ἐναλίους ὄρνιθας ἀγκίστροις αἱροῦσιν ἰχθύδια περιθέντες αὐτοῖς, ἀλλὰ καὶ σανίσιν εἰκόνας ἐπιγράψαντες ἰχθύων θηρῶσι τοὺς καταράκτας· σὺν ὁρμῇ γὰρ ὡς ἐπί τινα καταπτάντες ἰχθὺν περιρρήγνυνται
5ταῖς σανίσι καὶ διαφθείρονται. καὶ βρόχοις δ’ ἄλλους καὶ οὐκ ὀλίγους λίνοις τε καὶ πάγαις αἱροῦσι νηχομένους ἢ καὶ πρός τινας ἐξιόντας ἄκρας, ἐν αἷς τὰ πτερὰ ψύχειν ἢ καθεύδειν ἢ μετὰ κόρον εἰώθασιν αἱ ὄρνεις διαναπαύεσθαι.

3

.

23

Καὶ παγίσι μὲν καὶ βρόχοις αἱ νῆσσαι θηρῶνται καὶ οἱ λινουργοὶ καὶ οἱ κεγχρῖται καὶ ἄλλα γένη χηνῶν καὶ οἱ ταχεῖς φελλίναι καὶ αἱ φαλαρίδες καὶ πλεῖστα ἕτερα τῶν ἀμφιβίων ὀρνίθων, ἀπατηθέντα τροφῇ· πρὸς γὰρ
5τοῖς τῶν λιμνῶν ἢ τῶν ποταμῶν χείλεσι κριθὰς κατασπεί‐ ρουσιν ἢ ὀλύρας ἢ κέγχρον.

3

.

24

Κατὰ δὲ τῶν χηνῶν καὶ ἄλλο τι μεμηχάνηται· ξύλινόν τις χῆνα ποιήσας σχοίνῳ τ’ ἐπιδήσας αὐτὸν κατὰ μόνον τῆς λίμνης ἀφίησι, καὶ περὶ τοῦτον συνίασιν οἱ
χῆνες τύπτουσί τ’ αὐτόν, ὡς ἀλλότριον τῆς αὑτῶν ἀγέλης48
5διώκοντες· ὁ θηρατὴς δ’ ἐν καλύβῃ κρυπτόμενος καὶ λε‐ πτήν τινα κατέχων μήρινθον, ἐπὶ τὴν γῆν ἕλκει τὸν ξύλινον χῆνα· οἱ δὲ φεύγειν αὐτὸν οἰηθέντες ἀκολουθοῦσι, κἂν εἴσω γένωνται τῶν λίνων διώκοντες· τότε τοὺς κάμακας ἐπισπασάμενος ὁ θηρῶν καὶ τὸ δίκτυον ἀναστήσας, κοινῇ
10πάντας περικαλύπτει τοὺς χῆνας περὶ τὸν ξύλινον νηχο‐ μένους.

3

.

25

Ἀλλ’ οὐδ’ οἱ καλούμενοι θρᾷκες ὄρνεις, οὐδ’ οἱ δυτῖνοι καὶ οἱ κολύμβοι τοὺς θηρατὰς διαφεύγουσι, κἂν πανημέριον νήχωνται, δόλῳ δὲ κἀκείνους ἀγρεύουσιν. ὅταν ἀκίνητον ᾖ διὰ γαλήνην τὸ πέλαγος, εἰς ἄκωπον
5σκάφος ἐμβάντες πρὸς μικρὸν πλέουσιν, ὡς ἂν μὴ τῆς εἰρεσίας τοὺς ὄρνεις ὁ κτύπος ἀποδιώξειεν, εἶθ’ εἷς μὲν ἐπὶ τῆς πρύμνης ἕστηκε λίνον ἐπιφερόμενος, ἕτερος δ’ ἐπὶ τῆς πρῴρας τῷ πηδαλίῳ κατὰ μικρὸν προάγων τὸ σκάφος καὶ λύχνον ἐν κεράμῳ φέρων οἷον ἐπιδείκνυσιν,
10ὅταν πλησιάσῃ τοῖς ὄρνισιν· οἱ δ’ οὐ λύχνον, ἀλλ’ ἀστέρα δοκοῦντες ὁρᾶν προσιοῦσαν δέχονται τὴν πορθμίδα, γενο‐ μένης δ’ ἐγγὺς κρύπτει μὲν ἐν τῷ κοίλῳ τῆς νεὼς τὴν λαμπάδα ὁ θηρευτής, ἵνα μὴ γνωσθῇ τοῖς ὀρνέοις ὁ δόλος· τὸ δὲ μακρὸν αὐτοῖς ἐπιρρίπτει λίνον ἁπλώσας καὶ πολ‐
15λοὺς καλύψας ἐξέλκει. Τοσαῦτά μοι, κράτιστε βασιλεῦ, περὶ τοῦ βίου καὶ τῆς ἄγρας τῶν ὀρνίθων ἔστιν εἰπεῖν· Διονύσιος δ’ αὐτὰ παρὰ
τοῦ τῆς Λητοῦς Ἀπόλλωνος διδαχθῆναί φησιν.49