TLG 0083 003 :: DIONYSIUS :: Per Bosporum navigatio

DIONYSIUS Geogr.
(Byzantius: A.D. 2)

Scholia: Cf. SCHOLIA IN DIONYSIUM BYZANTIUM (5018)

Per Bosporum navigatio

Source: Güngerich, R. (ed.), Dionysii Byzantii anaplus Bospori una cum scholiis x saeculi, 2nd edn. Berlin: Weidmann, 1958: 1–23, 31–35.

Citation: Section — (line)

t

Διονυσίου Βυζαντίου Ἀνάπλους Βοσπόρου

1

Εἰ μόνην συνέβαινε τοῖς ἀναπλέουσιν εἰς τὸν Εὔξεινον Πόντον κατὰ τὸ καλούμενον αὐτοῦ Στόμα τερπνὴν ἅμα καὶ θαυμαστὴν εἶναι τὴν ὄψιν, δυσχερὴς ἦν ἄλλως ἐπὶ τοῖς ὁρωμένοις ὁ λόγος· ἀπείργαστο γὰρ δὴ τὸ σύμπαν ὑπὸ τῆς ὄψεως, ἀξιοθαύμαστον ἑαυτὴν παρεχο‐
5μένης κατά τ’ ἐγγύτητα καὶ στενοχωρίαν τοῦ πορθμοῦ καὶ τὴν δι’ ὀλίγου τῆς θαλάττης πρὸς ἀμφοτέραν τὴν ἤπειρον ἐπιμιξίαν 〈καὶ〉 ἐγγυβαθῆ κόλπων καὶ λιμένων ἀνάχυσιν, ὑφ’ ὧν οὐχ ἧττον εὔθηρός ἐστιν ἢ σκεπανή, καὶ τοῦ ῥεύματος τὸ μὲν πλέον κατιόντος, ἔστι δ’ ὅτε κατ’ ἐπικράτειαν ἀναστρέφοντος, εἰσιόντων τε τῶν ἀκρωτηρίων,
10τὴν περιαγωγὴν παραλλήλων ἀναπτυσσομένων καὶ ἐκ τῆς κατ’ εὐθὺ πορείας ἀναλυόντων τοῦ ῥεύματος τὴν βίαν. ἐπεὶ δ’ οὐκ ἐλάττω παρέχεται τῆς ὄψεως τὴν ἀκρόασιν, ἀναγκαῖον ἔδοξέ μοι συγγράψαι περὶ τούτων, ὡς τοῖς μὲν ἰδοῦσι μηδὲν ἐνδέοι τῆς ὁλοκλήρου καὶ τελειοτάτης ἱστορίας, οἱ δὲ μὴ θεασάμενοι τὸ γοῦν ἀκηκοέναι περὶ
15αὐτῶν ἔχοιεν.

2

Ἀρχὴ δὲ—αὑτὴ τοῦ τε λόγου καὶ τῆς τῶν χωρίων φύσεως—πέ‐ λαγός ἐστιν ὁ Πόντος ὁ Εὔξεινος, μεγέθει τῶν ἄλλων πλεῖστον, ὅσα μὴ πρὸς τὴν ἔξω θάλασσαν ἰσώσασθαι· μόνη δ’ ὑπὲρ αὐτὸν ἀνακέχυται λίμνη Μαιῶτις, ἣν μητέρα καὶ τροφὸν τοῦ Πόντου κατεφήμισε λόγος ἐκ
5παλαιᾶς μνήμης παραδεδομένος· ταύτης τὸ μὲν περίμετρόν ἐστιν 〈ὀκτακισχιλίων, ἡ δὲ διάμετροσ〉 δισχιλίων σταδίων· τὸ δὲ πέρας
ποταμὸς ὁ Τάναϊς, ὅρος τῶν δυεῖν ἠπείρων, ἀνατέλλων ἐκ τῆς διὰ κρυμὸν ἀοικήτου· στεναὶ δ’ ἐκβολαὶ κατὰ τὸν καλούμενον Κιμμέριον Βόσπορον· ὑποδέχεται δ’ αὐτὴν ἀθρόαν ὁ Πόντος καὶ πολὺς ἐπ’1
10ἀμφοτέραν τὴν ἤπειρον ἀναχωρεῖ. περιοικοῦσι δ’ αὐτὸν πρὸς θαλάττῃ μὲν πόλεις Ἑλληνίδες, ἃς μετὰ τὴν τοῦ Βυζαντίου γένεσιν ἔνιοι τῶν Ἑλλήνων ἀπῴκισαν, ὑπὲρ δὲ τὴν θάλασσαν ἔθνη βάρβαρα πολλὰ καὶ μεγάλα. μετέχει δὲ τῆς λίμνης θάλαττα τρεπομένη καὶ πλήθη τῶν ἀφ’ ἑκατέρας τῆς ἠπείρου κατερχομένων ποταμῶν ἐπι‐
15γλυκαίνει τὴν φυσικὴν δεινότητα· τελευτᾷ δ’ εἰς τὸν Θρᾴκιον Βόσπορον καὶ διὰ τοῦ Στόματος ἐκπίπτει.

3

Τοῦτο πορθμός ἐστι ῥοώδης, μῆκος μὲν ρκʹ σταδίων, εὖρος δέ, ᾗ στενότατος αὐτὸς ἑαυτοῦ, τεττάρων· οὔτι γε μὴν θηρίων γόνιμος, εἴθ’ Ἡρακλέους ἀνακαθηραμένου τὸν Πόντον, ὡς λόγος, εἴτε καὶ διὰ τὴν τῆς θαλάττης προτροπήν, οὐδ’ εὐθυτενής, ἀλλὰ συνεχέσι καὶ
5παραλλήλοις ὑπεροχαῖς ἀκρωτηρίων ἀγνύμενος, παρ’ ὃ καὶ δῖναι συνεχεῖς καὶ ἀνακοπαὶ τῆς θαλάττης· κυκώμενον γὰρ ἐν ὀλίγῳ τὸ ῥεῦμα καὶ τῇ στενοχωρίᾳ τῶν ἠπείρων θλιβόμενον σπασμῷ καὶ ταράχῳ κάτεισιν. ὑποτροχάζουσι δ’ ἀλλήλαις αἱ τῶν ἠπείρων ἄκραι καὶ τῷ παρὰ μικρὸν ἐξαπατῶσιν ὡς εἴργουσαι τοῦ πρόσω τοὺς
10πλέοντας· ἔνθεν μοι δοκοῦσι καὶ Συμπληγάδας ὀνομάσαι τὰς πέτρας, ἐπειδὴ προσπλεόντων τε διίστανται καὶ ἀναχωρούντων συνίασι, ψευδο‐ μένης τῆς προσόψεως τὴν δόξαν· ὅ τι γὰρ δοκεῖ πέρας εἶναι, τοῦτ’
ἔστιν αὖθις ἀρχή.2

4

Φέρεται δ’ ὁ ῥοῦς ἕλικα πορείαν καί, καθ’ ὃ πρῶτον ἐφίησι τῶν χωρίων ἡ φύσις, ἀθροῦς ἐλαυνόμενος σχίζεται περὶ τὴν Βοσπόριον ἄκραν· ἡ δ’ ἐστὶν ἐπὶ τῆς Εὐρώπης, προπίπτουσα μὲν τῆς πόλεως, διαστήματι δ’ ἑπτασταδίῳ πρὸς τὴν Ἀσίαν ἀπαντῶσα.

5

Κατὰ δ’ ὀξὺ ῥηγνυμένου περὶ αὐτὴν τοῦ ῥεύματος τὸ μὲν πολὺ καὶ βίαιον ὠθεῖ κατὰ τῆς Προποντίδος, ὅσον δὲ πραῢ καὶ θήρας ἰχθύων ἀγωγόν, ὑποδέχεται τῷ καλουμένῳ κέρατι· κόλπος οὗτος ὑπὸ τὴν Βοσπόριον ἄκραν, βαθὺς μὲν πλέον ἢ καθ’ ὅρμον—ἑξήκοντα
5γὰρ ἀνακέχυται σταδίους—, ἀσφαλὴς δ’ ὅσα λιμήν, ἐν κύκλῳ μὲν ὄρεσι καὶ λόφοις, ἃ πρὸ τῶν πνευμάτων, κατόπιν δὲ ποταμοῖς βαθεῖαν καὶ μαλθακὴν καταφέρουσιν ἰλύν, κατὰ στόμα δ’ ὑπὸ τῆς ἄκρας, ἐφ’ ἧς ἡ πόλις.

6

Ἔστι δ’ αὕτη τῇ θαλάττῃ 〈περίρρουσ〉 πᾶσα πλὴν τοῦ συνάπτον‐ τος αὐτὴν πρὸς τὴν ἤπειρον ἰσθμοῦ. μέγεθος δὲ τοῦ μὲν παντὸς περιβόλου τριάκοντα πέντε σταδίων, τοῦ δ’ αὐχένος, ὑφ’ οὗ διείργεται τὸ μὴ νῆσος εἶναι, πέντε. νένευκε δ’ ἐπὶ τὴν θάλατταν ἅπαν τὸ
5περικλυζόμενον αὐτῆς, πλὴν οὐκ ἀθρόως ἀπὸ τοῦ Θρᾳκίου τείχους ἠρέμα πρὸς ἀμφότερον μέρος ἀποκλίνεται. διὰ μέσου δ’ ἐπιεικῶς ὁμαλής, ὅσα μὴ πρὸς τοῖς ἄκροις, καὶ τοὐντεῦθεν ἐπ’ ἀμφοτέραν πεδία γῆς τὴν θάλατταν. ἡ δὲ πᾶσαν περιρρεῖ τὴν πόλιν ἀγχιβαθὴς καὶ ῥοώδης, ἐλαυνομένη μὲν ὑπὸ τοῦ Ποντικοῦ πελάγους καὶ διὰ
10στενότητα τοῦ πόρου καὶ τὰς ἐκ τῶν ἠπείρων πληγὰς καὶ ἀντιτυπίας ἀθρόα προσπίπτουσα τῇ πόλει· σχιζομένη δὲ περὶ τὴν Βοσπόριον ἄκραν τὸ μὲν αὐτῆς εἰς κόλπον ὑποχωρεῖ πολὺν καὶ εὔθηρον, τελευτᾷ δ’ εἰς ἐλαφρὰς καὶ τεναγώδεις ἀποβάσεις· καλεῖται δὲ Κέρας κατὰ τὸ ἐμφερὲς τοῦ σχήματος· παρέχεται δὲ κόλπου μὲν μέγεθος, ὡς προ‐3
15είρηται, λιμένος δ’ εὐκαιρίαν. ὄρη τε γὰρ αὐτὸν μεγάλα περιέχει πρὸς τὴν βίαν τῶν πνευμάτων ἀμύνοντα, τὴν δὲ θάλατταν εἴργει κατὰ στόμα μὲν ἡ πόλις ἥ τ’ ἄντικρυς ἤπειρος, πολλὴ παραθέουσα καὶ νοσφιζομένη τοῦ ῥοῦ τὸ τάχος, ἐκ πλαγίου δ’ ἡ στενότης. καὶ τὰ μὲν καθόλου, βουλομένοις μὴ μακρὰν περιάγειν, ταῦτα, τὰ δ’ ἐπὶ μέρους ἤδη λεκτέον.

7

Περὶ μὲν οὖν τῆς ἄκρας, ἣν Βοσπόριον καλοῦμεν, διττὸς κατέχει λόγος· οἱ μὲν γάρ φασι βοῦν οἴστρῳ κατ’ αὐτὴν ἐνεχθεῖσαν δια‐ νήξασθαι τὸν μεταξὺ πόρον, οἱ δέ, μυθωδέστερον ἀπομνημονεύοντες, Ἰὼ τὴν Ἰνάχου κατὰ ζῆλον Ἥρας ἐλαυνομένην ἔνθεν εἰς τὴν Ἀσίαν
5διαπερᾶσαι· πεπιστεύσθω δὲ τῶν λόγων ὁ θειότερος· οὐ γὰρ ἄν μοι δοκεῖ τοσοῦτον ἐπικρατῆσαι τὸ ἐπιχώριον πάθος, ὥστ’ ἀπ’ αὐτοῦ τὸν μὲν Κιμμέριον, τὸν δὲ Θρᾴκιον καλεῖσθαι Βόσπορον, εἰ μή τι μεῖζον ἦν τῆς τοπικῆς ἱστορίας· κληρονομεῖ δ’ οὖν ἀπὸ τῆς τοῦ συμβεβηκότος μνήμης τοὔνομα.

8

Μικρὸν δ’ ὑπὲρ αὐτὴν Ἐκβασίου βωμὸς Ἀθηνᾶς, ἔνθεν
ἐκβάντες οἱ τὴν ἀποικίαν στολαγωγήσαντες εὐθὺς ὡς ὑπὲρ ἰδίας4

9

ἠγωνίζοντο τῆς γῆς, καὶ Ποσειδῶνος νεώς, ἀρχαῖος μέν, παρ’ ὃ καὶ λιτός, ἐπιβεβηκὼς δὲ τῇ θαλάττῃ· τοῦτον δὲ μετάρασθαι προελομένων τῶν αὖθις εἰς τόπον ὑπὲρ τοῦ σταδίου μάλα καλὸν καὶ μέγαν καὶ ἐν ὀλίγοις τῶν ὁμοίων θαυμάσιον, οὐκ ἐφίησι· χρω‐
5μένοις γὰρ ἀπεῖπεν, εἴτ’ ἀγαπῶν τὴν πρόσοικον θαλάττῃ φιλοχωρίαν,

10

εἴτ’ ἐνδεικνύμενος, ὡς ὀλίγον ἄρα πρὸς τὴν εὐσέβειαν πλοῦτος ὑπὸ δὲ τὸν νεὼν τοῦ Ποσειδῶνος, ἔνδοθεν μὲν τοῦ τείχους στάδια καὶ γυμνάσια καὶ δρόμοι νέων ἐν τοῖς ἐπιπέδοις, ἐκ θαλάττης δ’ ἠρέμα ῥοώδης καὶ εἰς τὸ Κέρας ἐπάντης ὁ πλοῦς.

11

Ὑποδέχονται δὲ τῆς ἄκρας τὴν πρώτην περιαγωγὴν τρεῖς λιμένες, ὧν ὁ διὰ μέσου βαθὺς ἐπιεικῶς καὶ τῶν μὲν ἄλλων ἀνέμων ἀνήκοος, λιβὸς δ’ ἐκνικήσαντος οὐκ εἰς ἅπαν ὀχυρός, κλειστὸς δ’ ἀμφοτέρωθεν· εἴργεται γὰρ ὑποδομήσεσι τειχίων ἡ τῆς θαλάττης

12

ἐπιδρομή. τὸ δ’ ἔνθεν, παραμειψαμένῳ κατὰ βάθος κείμενον πύρ‐ γον, περιφερῆ μὲν τὸ σχῆμα, πολὺν δ’ ἐπὶ πᾶν μέγεθος, συνάπτοντα δὲ πρὸς τὴν ἤπειρον τὸ τεῖχος, πρῶτον μὲν πεδίον τοῦ διείργοντος τὸ μὴ νῆσον εἶναι τὴν πόλιν αὐχένος, ἠρέμα κατιόντος ἐπὶ τὴν ἀκτήν,
5ἔπειτα Γῆς Ἀνησιδώρας τέμενος ὑπὲρ τῆς θαλάσσης, κατὰ κορυφῆς μὲν ἄστεγον, ἐπισημηναμένων, οἶμαι, τῶν ἀρχαίων τῆς Γῆς5

13

τὸ αὐτεξούσιον, λίθου δὲ ξεστοῦ περιβόλῳ συγκλειόμενον· μικρὸν δ’ ὑπὲρ αὐτοῦ Δήμητρος καὶ Κόρης παράλληλα· γραφαὶ δ’ ἐν αὐτοῖς ἱκαναί, τῆς πρόσθεν εὐδαιμονίας παράσημον ἔτι λείψανον, τά γε μὴν ξόανα τέχνης ἀκριβοῦς οὐδὲν χείρω τῶν ἄκρων.

14

Κατὰ δ’ ἀπόβασιν τῆς θαλάττης δύο νεῴ, Ἥρας καὶ Πλούτω‐ νος· λείπεται δ’ αὐτῶν οὐδέν, ὅτι μὴ τοὔνομα· τὸν μὲν γὰρ οἱ σὺν Δαρείῳ Περσῶν κατὰ τὴν ἐπὶ Σκύθας ἔλασιν ἐνέπρησαν, τῷ βασιλεῖ τιμωροῦντες ἀνθ’ ὧν ᾐτιᾶτο τὴν πόλιν, τὸν δὲ τοῦ Πλούτωνος ὁ Μακε‐
5δὼν Φίλιππος, ἡνίκα προσεκαθέζετο τῇ πόλει, χρείᾳ τῆς ὕλης καθεῖλε·
προστίθησι δ’ ἡ μνήμη τοῖς χωρίοις τὴν ἐπωνυμίαν· τὸ μὲν γὰρ ἡ τοῦ Πλούτωνος ἄκρα, τὸ δ’ Ἡραία λέγεται· Πολυείδῳ μάντει καὶ τοῖς ἐκείνου παισὶν ἐνταῦθα καθ’ ἕκαστον ἔτος ἐντέμνεται σφάγια τοῦ μὲν λήγοντος ἔτους, τοῦ δ’ ἱσταμένου· τὸ δ’ ἔθος Μεγαρικόν.6

15

Ἔνθεν Σκιρωνίδες ὠνομάσθησαν πέτραι, τοὔνομα καθ’ ὁμοιότητα τῆς δυσχωρίας Κορινθίων θεμένων· ἐκοινώνησαν γὰρ Κορίν‐ θιοι τῆς ἀποικίας καὶ τὰ εἰκότα θαυμάζονται.

16

Μεθ’ ἃς προμήκης αἰγιαλός, χωρίον οὐδενὸς τῶν ἀρίστων εἰς θήραν ἰχθύων χεῖρον πρός τε τοῦ βυθοῦ τὸ μέγεθος—ἐν ὀλίγοις γὰρ ἀγχιβαθής—καὶ τῆς θαλάττης τὸ πραῢ καὶ εἰς τὴν ἀκτὴν ἐπί‐ δρομον· Κύκλαδ ὠνόμασται, κυκλωσαμένων, ὡς οἶμαι, τῶν Ἑλλήνων
5ἐνταῦθα τοὺς βαρβάρους, παρ’ ὃ καὶ βωμὸς Σκεδασίας Ἀθη‐
νᾶς, αἰνιττομένων τὸν ἐκ τῆς κυκλώσεως τοῦ πλήθους σκεδασμόν.7

17

Τὰ Κύκλα δ’ ἐκδέχεται Μελίας κόλπος, εὔθηρος μὲν ὡς οὐχ ἕτερος—ἐν ἅπασι γὰρ δὴ πάντων περίεστι—, ταῖς δ’ ἀνατεινούσαις ἄκραις καὶ τοῖς ἐπ’ ἀμφότερον ὑφάλοις ἕρμασι συγκλειόμενος· ὠνό‐ μασται δ’ ἀπό τινος ἥρωος ἐπιχωρίου καὶ ἔστι περὶ τὴν ἄγραν τῶν
5ἰχθύων ὡς ἐπὶ πλεῖστον ἀναμάρτητος.

18

Μεθ’ ὃν ὁ καλούμενος Κῆπος, τὸ μὲν ὄνομα λαβὼν ἀπὸ τῆς γῆς—κηπεύεσθαι γὰρ ἐν ὀλίγοις ἀγαθή—, τὴν δ’ ἀπὸ τῆς θαλάσ‐ σης ἐργασίαν ἐπίκτητον ἔχων· οὐ πάλαι γὰρ ἀνευρίσκεται, τέως ἀργὴ

19

καὶ ἀνερεύνητος οὖσα, παρέχει δὲ τῶν ἰχθύων τὴν καταγωγήν. ἐπὶ δ’ αὐτῷ τὸ καλούμενον Ἁψασιεῖον· ὠνόμασται δ’ οὕτως ὑπὸ τῶν ἀπ’ Ἀρκαδίας καὶ Ζεὺς Ἁψάσιος ἐν τούτῳ τετίμηται.

20

Ἔνθεν ἄκρα πλεῖστον ὑπερτείνουσα τὰς ἄλλας καὶ τοῦ τε ῥεύ‐ ματος καὶ τῶν πνευμάτων τὴν βίαν ἐκδεχομένη· ταύτης τὸ μὲν προέχον ἀπέρρωγεν ἐπὶ τὴν θάλασσαν καὶ ἀστήρικτον παραθεῖ τὸν βυθόν, τὸ δὲ κάτω, τὴν ἐντομὴν τῆς πέτρας εἰς πολλὴν διασφάγα
5κοπτόμενον, ὀλίγῃ συνῆπται τῇ πρὸς τὴν ἤπειρον κοινωνίᾳ, λυομένῳ καὶ 〈ἀποκόπτεσθαι〉 μέλλοντι προσεοικός· ἡ δ’ εἰκὼν τῆς ὄψεως αὐτῷ τοὔνομα προστίθησι, Μελλαποκόψας γὰρ κέκληται.8

21

Μετὰ τοῦτο δύο τόποι θήρας διετησίους ἰχθύων παρεχόμενοι κατά θ’ ὑποστολὰς τῶν ἀκρωτηρίων καὶ βάθη κόλπων, εὐδίου καὶ νηνέμου τῆς θαλάττης εἰς αὐτοὺς ἀναχεομένης· λέγεται δ’ ὁ μὲν Ἰνγενίδας (?), ἥρωος ἐπώνυμος ἐγχωρίου, Περαϊκὸς δ ἅτερος,
5ὡς μὲν ὁ πλείων κατέχει λόγος, ἀπὸ Πειραιῶς τοῦ πρὸς τῇ πόλει τῶν Ἀθηναίων, ὡς δ’ ἔνιοί φασι, Πέρωνος ἑνὸς τῶν ἀρχαίων οἰκητόρων ὀνομάσαντος ἀφ’ ἑαυτοῦ· μέσον δ’ ἀμφοῖν Κιττός, ἀπό τε πλήθους

22

καὶ εὐτροφίας τοῦ φυομένου κιττοῦ. Περαϊκῷ δὲ συνεχὴς Καμάρα, προσάντης καὶ πνεύμασιν ἐπίδρομος ἀκτή, παρ’ ὃ καὶ πολλὴν ἐπι‐
δέχεται τῆς θαλάσσης τὴν ἀνακοπήν.9

23

Ἔνθεν ἡ καλουμένη Σαπρὰ Θάλασσα, πέρας μὲν τοῦ παν‐ τὸς κόλπου—κεῖται γὰρ ἐν τῷ πυθμένι τοῦ Κέρατος—, ἀρχὴ δὲ τῶν καταδιδόντων εἰς αὐτὸν ποταμῶν· ὠνόμασται δέ, οὐκ οἶδα, εἴτε κατὰ τὴν ἐκείνων γειτνίασιν—ἐπειγόμενοι γὰρ διαφθείρουσι τῆς θαλάσσης
5τὸ αὐθιγενές—, εἴτε καὶ πρὸς τὸ ἀκίνητον καὶ ἀπαθὲς ὑπὸ πνευμάτων, δύναιτο δ’ ἂν μᾶλλον ἀπὸ τῆς προχώσεως τῶν ποταμῶν, οἳ συνεχῆ καὶ μαλθακὴν καταφέροντες ἰλὺν ἐλαφρὰν καὶ τεναγώδη παρέχονται τὴν θάλασσαν· θήρα δὲ κἀνταῦθα τῶν ἰχθύων. καὶ τὸ μὲν πρῶτον τῶν χωρίων Πολυρρήτιον, ἀπ’ ἀνδρὸς Πολυρρήτου, τὸ δὲ μετὰ
10τοῦτο Βαθεῖα Σκοπιά, πρὸς τὸ βάθος τῆς θαλάσσης, τρίτον
Βλαχέρνας, ὄνομα βαρβαρικὸν ἀφ’ ἑνὸς τῶν ταύτῃ βασιλέων, καὶ τὸ τελευταῖον Παλῶδες, ἀπὸ τοῦ τελματώδη καὶ πηλῷ προσεοικυῖαν ὑφιζάνειν αὐτῷ τὴν τῶν ποταμῶν πρόχωσιν· οὐ γὰρ στέριφος οὐδ’ ὑπόψαμμος ὁ βυθός, ὅθεν οὐδὲ ναυσίν, ὅτι μὴ βραχείαις, περατὸς ὑπὸ10
15πλήθους τῆς καταδιδούσης ἰλύος. τὸ δ’ ἔνθεν μετέωρος καὶ τεναγώδης ἀνάχυσις ἄχρις ἐπὶ τὰς ἐκβολὰς τῶν ποταμῶν, οἳ δίχα μὲν ἀλλήλων φέρονται, συμβάλλουσι δ’ ἐπὶ ταῖς προχοαῖς ὡς δι’ ἑνὸς στόματος ἐπίπτοντες. διὰ μέσου δ’ ἕλη τ’ εὔβοτα καὶ λειμῶνες ἀφθόνους ἀναδιδόντες νομὰς βοσκημάτων· τούτους ὁ θεὸς σκύλακας ᾐνίξατο,
20τοὺς ὑπὲρ τῆς ἀποικίας χρωμένους προτρέπων· λέγει δ’ οὕτως· Ἔνθα δύο σκύλακες πολιὴν μάρπτουσι θάλασσαν, ἔνθ’ ἰχθὺς ἔλαφός τε νομὸν βόσκονται ἀν’ αὐτόν. εἴρηται δὲ ταῦτ’ ἀπὸ τοῦ συμβεβηκότος· οἵ τε γὰρ ἔλαφοι κατιόντες ἐκ τῆς ὕλης ὥρᾳ χειμερίῳ σιτοῦνται τὸν ἑλείτην κάλαμον, ἰχθύων
25θ’ ὅσον, ἐπίμικτον θαλάσσῃ καὶ ποταμοῖς, ὑποφωλεύει τῇ τοῦ Κέρατος ἡσυχίᾳ, νωθρὸν ἅμα καὶ ἀργὸν ὑπ’ εὐτροφίας, λιχνεύει τὴν
κατὰ βυθοῦ ῥίζαν.11

24

Ἄρχεται δὲ τῶν ποταμῶν Κύδαρος μὲν ἀπὸ θερινῆς δύσεως, Βαρβύσης δ ἐπὶ θάτερα κατὰ βορέαν ἄνεμον· τοῦτον οἱ μὲν τροφέα καλοῦσι Βύζαντος, οἱ δ’ Ἰάσονι καὶ τοῖς σὺν αὐτῷ Μινύαις ἡγεμόνα τοῦ πλοῦ, τινὲς δ’ ἐπιχώριον ἥρωα. καθ’ ὃ δὲ συμπεσόντες ἀλλή‐
5λοις ἐπὶ τὴν ἀπαντῶσαν παχεῖαν ἄκραν ὑπερενεχθέντες ἐκβαίνουσιν εἰς τὴν θάλασσαν, Σημύστρας βωμός, ἀφ’ ἧς καὶ τοὔνομα τῷ χωρίῳ. Σημύστρα δέ, νύμφη ναΐς, Κεροέσσης τροφός· Ἰὼ γάρ, ἐπεὶ μηχαναῖς μὲν Διός, ὀργῇ δ’ Ἥρας πτερωτὸν οἶστρον ἄφετος ἐν μορφῇ βοὸς ἐπὶ πολλὴν ἐπτοήθη γῆν, κατὰ τοῦτον μάλιστα τὸν τόπον ἐπειγο‐
10μένη ταῖς ὠδῖσι—θείας γὰρ γονῆς ἔμπλεως ἦν—ἀπερείδεται θῆλυ βρέφος. τὸ δ’ ἀραμένη Σημύστρα τιθηνεῖται παράσημον τῆς μητρῴας μεταβολῆς· τύποι γὰρ κεράτων καθ’ ἑκάτερον τοῦ μετώπου μέρος ὑποδύντες ἐξεῖχον· ἔνθεν καλεῖται Κερόεσσα. ταύτης καὶ Ποσειδῶνος Βύζας ἀνὴρ ἶσα θεῷ τετιμημένος, ἀφ’ οὗ τὸ Βυζάντιον. Σημύστρα
15γε μὴν ἐκινδύνευσε παρ’ ὀλίγον πόλις εἶναι· ἐν ταύτῃ γὰρ κατέ‐ θεντο τῆς πόλεως τὴν κτίσιν οἱ τῆς ἀποικίας ἡγεμόνες. λαμπομένων
δὲ τῶν ἱερῶν κόραξ ἁρπάσας ἐκ μέσης τῆς φλογὸς ἔνια τῶν μηρίων καὶ εἰς ὕψος ἀρθεὶς ἐπὶ τὴν Βοσπόριον ἄκραν ἐφέρετο· τοῦτο πρὸς Ἀπόλλωνος εἴκασαν τὸ τέρας οἱ λόγιοι τῶν Ἑλλήνων· φράζει δ’12
20αὐτοῖς βουκόλος ἀνήρ, ἀπὸ σκοπῆς θεασάμενος, ὅποι κατέθετο τῶν ἱερείων τὴν ἁρπαγήν· οἱ δ’ εἵποντο τῷ σημείῳ.

25

Κατόπιν δὲ τῆς Σημύστρας, μικρὸν ὑπὲρ τὰς τῶν ποταμῶν ἐκβολὰς ἀρχὴ τῆς ἐπὶ θάτερα τοῦ Κέρως περιαγωγῆς, Δρέπανον ἐπίκαμπτος ἄκρα. μεθ’ ἣν λόφος ὀξύς, ἀθρόως κατακλινὴς ἐπὶ τὴν θάλασσαν· ὠνόμασται δὲ Βουκόλος, εὐχαρίστου μνήμης τὸν μηνυτὴν

26

ἀξιωσάντων· ἔνθεν ἰδεῖν δοκεῖ τὸν κτίστην ὄρνιν. μετὰ δὲ Βουκόλον Μάνδραι καὶ Δρῦς· αἱ μὲν παρὰ τὸ ἡσύχιον τοῦ χωρίου καὶ σκε‐ πανόν—θαλάττῃ γὰρ ἀπηνέμῳ προσκλύζεται—, Δρῦς δ’ 〈ἀπ’〉 ἄλσους· τοῦτο δὲ τέμενος Ἀπόλλωνος.

27

Κάμψαντι δὲ τὴν ἄκραν ἐπιμήκης κόλπος, Αὐλεὼν ὄνομα· 〈μεθ’ ὃν γέφυρα, Φιλίππου τοῦ Μακεδόνος ἔργον ἀπ’ ἀμφο‐ τέρας τῆς ἠπείρου ζεῦγμα διατείναντος· καταβάλλει δ’ εἰς τὸν βυθὸν
ἕρματα λίθων καὶ χῶμα παμμέγεθες ἐκ πολυχειρίας, ὡς ἔχοι γεφυ‐13
5ρωθέντος αὐτῷ τοῦ Κέρατος κατὰ γῆν ἀφθόνοις χρῆσθαι ταῖς ἐπα‐ γωγαῖς· ἐν γὰρ δὴ ταῖς ναυσὶν οὐκ ἦν ἀξιόμαχος, περιπολλὰ θαλατ‐ τοκρατούντων τῶν Βυζαντίων.

28

Ἐπὶ τούτῳ Νικαίου βωμὸς ἥρωος καὶ περιαγὲς ἠρέμα χωρίον, ἰχθύων θήρας ἐκδόχιον καὶ Νέος Βόλος, ὡς εὕρηται,

29

λεγόμενον. παρεξιοῦσι δ’ αὐτὸν Ἄκτινα (?), 〈τήν τε〉 φύσιν καὶ τοὔνο‐ μα· 〈μεθ’ ἃ κόλποσ〉 *** περὶ δ’ αὐτὸν Κάνωπος, Κύβοι, Κρη‐ νίδες· αἱ μὲν ἀπὸ τῶν ἀναδιδόντων πηγαίων ναμάτων—πάνυ γὰρ ἔνδροσος καὶ κατάρρυτος ὁ χῶρος—, Κύβοι δὲ Περσικῆς παρά‐
5σημον ἱστορίας—καταγωγὰς γάρ τινες ἐνταῦθα καὶ ἀπολαύσεις ἐποιοῦντο—, Κάνωπος δ ἀπ’ Αἰγύπτου φέρεται τοὔνομα καθ’ ὁμοιότητα τῆς ἐν αὐτῷ τρυφῆς. Μείζων (?) δὲ τέμνει τὸν βυθὸν ποταμός, ἀφ’ οὗ καὶ τῷ κόλπῳ τοὔνομα, διαρκὴς μὲν ἄλλως, οὐ μὴν ναυσίπορος.

30

Τοὐντεῦθεν ἰλὺς ἀκροβύθιος, ὑφάλοις ῥίζαις περιφερής, ἀπο‐ κλείουσα τὸν κόλπον· παρ’ ὃ καὶ θήρᾳ τῶν ἰχθύων ὑστερεῖ τῶν ἐν
θαλάττῃ σπιλάδων περὶ αὐτὰς τὰς εἰσόδους ἀπαντωσῶν, ὅσα μὴ14

31

νυκτὸς ἀσαφείᾳ καὶ πλάνῳ παρολισθάνει. μετὰ δὲ τὴν ἰλὺν τὰ λεγόμενα Χοιράγρια· κέκληται δ’ ἀπὸ τοῦ συμβεβηκότος, ἐπεί τινες τοὺς κατιόντας ἐκ τῶν ὀρῶν συάγρους ἀπάταις ᾕρουν· πᾶσα γὰρ ἡ πρὸς νότον ἄνεμον πλευρὰ τοῦ Κέρατος ἐπηρεφὴς ὕλαις.

32

Καθ’ ὃ δὲ λήγει μὲν τὸ Κέρας, ἄρχεται δ’ ὁ τοῦ Πόντου προ‐ κείμενος ἰσθμός, εἰς ἀναπεπταμένην ἤδη καὶ πολλὴν τὴν Προποντίδα βλέπον ἀκρωτήριον· ἐφ’ ᾧ τάφος Ἱπποσθένους ἥρωος Μεγαρέως,

33

ἀφ’ οὗ καὶ τοὔνομα τῷ χωρίῳ. μεθ’ Ἱπποσθένην δὲ Συκίδες ἀπὸ τοῦ πλήθους καὶ κάλλους τῶν φυτῶν· φασὶ γὰρ ἔνιοι τῶν περιερ‐

34

γοτέρων ἔνθεν αὐτὸ καὶ καθόλου τὴν ἀρχὴν λαβεῖν. Σχοινίκλου τέμενος ἐντεῦθεν, Μεγαρόθεν αὐτὸ Βυζαντίων καὶ μνήμην καὶ τιμὴν ἐνεγκαμένων· τοῦτον Ἀμφιάρεω τοῦ μάντεως ἡνίοχον γενέσθαι
φασίν.15

35

Ὁ δὲ συναφὴς τόπος Αὐλητὴς ἐπωνόμασται, Πύθωνος ἐποική‐

36

σαντος αὐλητοῦ· τῇ δ’ ἐπωνυμίᾳ τετίμηκεν ἡ μνήμη τὴν τέχνην. τὸ δ’ ἐφεξῆς Βόλος, εἰς τὴν κατὰ χειμῶνα τῶν ἰχθύων θήραν εὐφυής· ἐφ’ ᾧ τέμενος Ἀρτέμιδος Φωσφόρου καὶ Ἀφροδίτης Πραείας, ᾗ κατ’ ἔτος θύουσι Βυζάντιοι· δοκεῖ γὰρ δὴ ταμιεύειν
5τῶν ἀνέμων τὴν εὐκαιρίαν, πραΰνουσα 〈καὶ〉 καθισταμένη τὴν ἐπὶ πλέον αὐτῶν ταραχήν.

37

Τὸ δ’ ἐντεῦθεν Ὀστρεώδης ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασται· βύθιόν τε γὰρ ἔστρωται κατὰ τῆς θαλάσσης ἕρμα πλήθει τῶν ὀστρέων ἐπιλευκαινόμενον· διαφαίνεται δὲ τοῖς ὁρῶσιν ὁ βυθὸς καὶ μάλιστ’ ἐν ἡσυχίᾳ καὶ γαλήνῃ πνευμάτων· τρέφει δ’ ὁ τόπος τὸ ἀεὶ δαπα‐
5νώμενον καὶ ἔστιν, ὡς ἂν εἴποι τις, ἄσωτος ἡ χρῆσις διαμιλλωμένης τῇ θήρᾳ τῆς γενέσεως.

38

Ἐκδέχεται δὲ τὸν Ὀστρεώδη τὸ καλούμενον Μέτωπον· τοῦτο κεῖται μὲν κατὰ πρόσωπον τῆς πόλεως—βλέπει γὰρ αὐτὴν τὴν
Βοσπόριον ἄκραν—, ὠνόμασται δ’ ἀπὸ τοῦ σχήματος· καὶ γὰρ πρὸς τὴν ἤπειρον γεώδεσι λόφοις ἐστὶν ὁμαλὲς καὶ ἐκ θαλάττης ἀπότομον16
5καὶ ἀκλινές, οὐ μὴν θεοῦ μαρτυρίας ἄμοιρον· τετίμηται γὰρ Ἀπόλλων κατὰ τοῦτο.

39

Μετὰ δὲ τὸ Μέτωπον Αἰάντειον, ἐπώνυμον Αἴαντος τοῦ Τελα‐ μῶνος, ὃν κατά τινα μαντείαν σέβουσι Μεγαρεῖς· τὰ δ’ ἔθη τῶν

40

οἰκισιῶν νόμοι τοῖς ἀποίκοις. ἔνθεν, καθ’ ὃ προπίπτων κρημνὸς εἰς θάλατταν ἐπιστρέφει, Παλινόρμικον· ὠνόμασται 〈δ’〉 ἀπὸ τῆς δευτέρας καθορμίσεως, ἐπειδὴ κατ’ ἀρχὰς προσέσχον, εἶτ’ ἀν‐ αχθέντες αὖθις ἀνέστρεψαν· ἡ 〈δὲ〉 πεῖρα τοῦ συμβάντος ἔθετο τῷ
5τόπῳ τοὔνομα.

41

Μικρὸν δ’ ὑπὲρ αὐτοῦ νεὼς Πτολεμαίου τοῦ Φιλα‐ δέλφου· τοῦτον ἐτίμησαν ἶσα θεῷ Βυζάντιοι, μεγαλοφροσύνης τ’ αὐτοῦ καὶ τιμῆς τῆς περὶ τὴν πόλιν ἀπολαύσαντες· καὶ γὰρ χώραν ἐπὶ τῆς Ἀσίας δωρεῖται καὶ σίτου πολλὰς μυριάδας καὶ βέλη καὶ
5χρήματα.

42

Τὸ δ’ ἑξῆς χωρίον Δελφὶν λέγεται καὶ Καράνδας· αἰτία δὲ τῶν ὀνομάτων ἥδε· Χάλκις ἐπῴκησεν ἀνήρ, Βυζάντιος μὲν τὸ γένος,
τὴν δ’ ἐπιστήμην κιθαρῳδός, οὐδενὸς τῶν ἄκρων ἀποδεέστερος. ἐπὶ τοῦτον, ὁπότε τὴν σκευὴν ἀμπισχόμενος τὸν ὄρθιον ἀείδοι νόμον,17
5δελφὶν ἐκ τοῦ πελάγους κάτεισι, πρός τε τὸ ἐπίφορον τῆς ᾠδῆς ἐκκλίνων τὰς ἀκοὰς καὶ τῇ τῆς θαλάσσης ἀποβάσει προσιστάμενος, ἔξαλος καὶ τὴν ὄψιν μετέωρος, ὡς ἀθρόου τοῦ μέλους ἐμφοροῖτο, μηδὲν εἰς τὴν τῆς ἀκοῆς ἀκρίβειαν ὑπὸ τοῦ βυθοῦ τῆς κινήσεως βλαπτόμενος· ἦν δ’ αὐτῷ μέτρον ἡδονῆς τε καὶ εὐτυχίας, ὅ τι καὶ
10τῷ Χάλκιδι τῆς ᾠδῆς· παυσαμένου γὰρ ἐδύετο κατὰ τῆς θαλάττης, ἀναχωρῶν εἰς τὰ ἤθη τὰ ἑαυτοῦ. Καράνδας δὲ ποιμὴν πάροικος, εἴτε φθόνῳ καὶ μίσει Χάλκιδος, δύναιτο δ’ ἂν καὶ πλεονεξίας ἕνεκα, λοχήσας ἠρέμα διολισθαίνοντα τῆς θαλάττης καὶ κατὰ τὸ ἐπαγωγὸν τῆς τοῦ μέλους ἡδονῆς ὑπὲρ τῶν μετεώρων ὀκείλαντα διαφθείρει
15βαλών· οὐ μὴν ἐνοσφίσατο τὴν ἄγραν· θάπτει γὰρ δὴ Χάλκις μεγα‐ λοπρεπῶς τὸν ἀκροατήν· ἔθετο δὲ τοῖς χωρίοις ὀνόματα Δελφῖνα καὶ Καράνδαν, τὸν μὲν τιμῶν τῇ μνήμῃ, τὸν δ’ ἀμυνόμενος.

43

Ἄκρα τοὐντεῦθεν ἐπὶ βραχὺ κολπουμένη· βάσις δ’ αὐτῆς καὶ

44

ῥίζα, πέτρα κατὰ βυθοῦ, Θέρμαστις προσαγορεύεται. μεθ’ ἣν αἰγιαλὸς ἀναπεπταμένος εἰς νότον ἄνεμον· λέγεται δ’ ἀπὸ τῶν ἐν
ταῖς πεντηκοντόροις εἰς αὐτὸν κατασχόντων Πεντηκοντορικόν· ἅμα γὰρ ἥ τε πόλις ἤρξατο τῆς κτίσεως καὶ τῶν χωρίων ἕκαστα18

45

τῆς προσηγορίας. τούτῳ συνεχῆ Τὰ Σκύθου· Σκύθην γάρ φασι μετανάστην ἐκ τῆς αὑτοῦ προσορμίσασθαι Ταῦρον ὄνομα· τοῦτον δ’ ἐπὶ Κρήτης φασὶ πλεύσαντα διαφθεῖραι Πασιφάην τὴν Μίνωος· ὅθεν ὁ μῦθος τοῦ τ’ ἔρωτος καὶ τῆς ἐξ αὐτοῦ γενέσεως.

46

Ὑπολαμβάνει δ’ ἐφεξῆς Ἰασόνιον, ἐνταῦθα τῶν σὺν Ἰάσονι 〈προσ〉ορμισαμένων· δρυμὸς δ’ ἐν αὐτῷ βαθείας δάφνης εὔπορος καὶ βωμὸς Ἀπόλλωνος· ἡ δ’ ἀκτὴ προμήκης καὶ πᾶσα τοῖς ἀφ’

47

ἑσπέρας καὶ μεσημβρίας πνεύμασιν ἐπίδρομος. μετὰ τοῦθ’ οἱ Ῥοδίων Περίβολοι, καθ’ ὧν ἀναπτόμενοι τὰ πείσματα Ῥόδιοι τοῖς περὶ τῆς θαλάσσης σφίσι διαμφισβητοῦσιν ἐφώρμουν· τούτων οἱ μὲν εἰς ἡμᾶς ἔτι σώζονται λίθοι τρητοὶ νεῶν ἀπόδεσμοι, προὔπεσον δ’ οἱ πλείους
5ὑπὸ τοῦ χρόνου.

48

Τούτοις ἕπεται τὸ καλούμενον Ἀρχεῖον(?)· αὐτὸ μὲν πεδίον ἐπι‐ εικῶς εὔγειον καὶ φιλάμπελον ἑκατέρωθέν τε τοῖς ἐπανισταμένοις καὶ προπίπτουσιν ἐπὶ τὴν θάλατταν λόφοις συγκλειόμενον· διὰ μέσου
δ’ αὐτοῦ κάτεισι ποταμὸς εἰς μαλακὴν καὶ βαθεῖαν ᾐόνα· τοῦτ’ ᾤκισεν19
5Ἀρχίας Θάσιος Ἀριστωνύμου παῖς καὶ πόλιν ἐν αὐτῷ κτίζειν ἠξί‐ ωσεν· ἀλλὰ γὰρ ὑπὸ Χαλκηδονίων εἴργεται, δεδιότων ἐπ’ αὐτοῖς οἰκισθῆναι τὸ χωρίον· Ἀρχίας μὲν δὴ μεταναστὰς Αἶνον οἰκίζεται, τῷ τόπῳ δ’ ἀπολείπει τοὔνομα.

49

Μετὰ δὲ τὸ Ἀρχεῖον πολὺς καὶ εἰς βάθος διερρωγὼς ἐπανί‐ σταται κρημνός· προπίπτων δὲ τῇ τῆς ἄκρας ὑπεροχῇ, πρῶτος ἀθρόαν ἐκδέχεται τοῦ πελάγους τὴν ὕβριν ῥοώδει κοπτόμενος θαλάσσῃ. κατὰ κορυφὴν δ’ αὐτοῦ Γέρων Ἅλιος ἵδρυται· τοῦτον οἱ μὲν Νηρέα
5φασίν, οἱ δὲ Φόρκυν, ἄλλοι δὲ Πρωτέα, τινὲς δὲ πατέρα Σημύστρας, οἱ δ’ Ἰάσονι καὶ τοῖς σὺν αὐτῷ φραστῆρα τοῦ πλοῦ καὶ τῆς ἐκβολῆς τῶν στενῶν ἡγεμόνα γενέσθαι. Λακιάδης (?) δέ τις μάντις 〈Μεγα‐ ρεὺς (?)〉 τὸ γένος ὤν, δίδωσι τὸν χρησμὸν τοῖς ἐπεσσομένοις τῇ γενέσει τῆς ἀποικίας, ἐξ ἐνυπνίου φαντασίας προειπών, ὡς χρὴ θύειν Ἁλίῳ
10τῷ Γέροντι· καὶ δημοσίᾳ τετίμηται.

50

Γείτων δ’ αὐτῷ Παράβολος, ἀπὸ τῆς ἀνωμαλίᾳ τοῦ πελάγους κινδυνευομένης ἄγρας· εἰς γὰρ ἀκάλυπτον καὶ γυμνὴν κατιὼν τὴν
ῥαχίαν τῆς θαλάσσης, ὁ ῥοῦς παραβόλους ὡς ἀληθῶς καὶ τῷ παρὰ20

51

μικρὸν ἀποτυγχανομένας δίδωσι τὰς θήρας τῶν ἰχθύων. ἔνθεν Κάλαμος καὶ Βυθίας· ὁ μὲν ἀπὸ τοῦ πλήθους 〈τῶν καλάμων〉, ὁ δὲ Βυθίας, 〈κείμενος ἐν〉 σκέπῃ τῶν ἀκρωτηρίων, ἀπὸ τοῦ βυθοῦ κατὰ παρατροπὴν ὠνόμασται. δάφνη δ ἐν αὐτῷ, Μηδείας τῆς

52

Αἰήτου φυτόν, ὡς λόγος. τούτῳ παράλληλος λόφος ὕπτιος, ἠρέμα κατακλινὴς ἐπὶ θάλατταν καὶ Μητρὸς Θεῶν ἱερόν· ἀπὸ δὲ τῶν ἐποικησάντων αὐτῷ Βάκα (?) τοὔνομα.

53

Μεθ’ ὃν ἄκρα προτενής, πολὺν ἐγκολπιζομένη λιμένα καὶ παχεῖ τῷ προπίπτοντι κρημνῷ τὰς βορείους τῆς θαλάττης πληγὰς ἀμυνο‐ μένη· καθ’ ὃ μὲν γὰρ εἰς ἀμέτρητον ἐμβεβληκυῖα τὸν βυθὸν πρὸς τὴν δύσιν ὑποστρέφει, μεγέθει τε διαρκῆ καὶ πνευμάτων σκεπανὸν
5παρέχει τὸν ὅρμον· τῷ δὲ προέχοντι πολλὴν καὶ θρασεῖαν ἐκδέχεται τοῦ ῥεύματος τὴν βίαν ὁμοίαν δράκοντος. ποτὲ μὲν γὰρ οἷα παλιν‐ σπάστου κυκεὼν πελάγους εἱλεῖται κατ’ αὐτήν, ποτὲ δὲ ῥόθιον εἰς τὸ κάταντες ὠθεῖ τὴν θάλασσαν· καὶ πολλὰς εἶδον ναῦς μεστάς,
οὐριοδρομούσας τοῖς ἱστίοις, ὑποφερομένας εἰς τοὐπίσω μαχομένου21
10τῷ πνεύματι τοῦ ῥοῦ· πάλιν δ’ ἐν χρῷ τῆς πέτρας ἀναστρέφει καὶ ἐξ ἀνακοπῆς οἷον ἀντίσπαστος τοῦ πελάγους ἐναντίον αὐτὸς αὐτο‐ δρομῶν ἐπείγεται. καὶ φόβος καὶ ἀπορία 〈τοῖς πλέουσιν〉 ἔπεισιν, ὅσα μὴ δευτέρας πείρας· ὅθεν τὰ πολλὰ μὲν ὑπὸ τῶν ἀναδου‐ μένων τὰς ναῦς καὶ ἐκ τῆς γῆς ἐφελκόντων πρὸς ἀνάντη καὶ πολὺν
15ἐμπίπτοντα τὸν ῥοῦν βιάζεται, ἔστι δ’ ὅπου καὶ μικρὸν ἐνδόντος καὶ χαλάσαντος ἐν χρῷ τῆς ἀποβάσεως καὶ παρ’ αὐτὰς τὰς πέτρας ἁμιλλῶνται τῷ ῥεύματι, στηρίζοντες εἰς τὰς ῥαχίας τὴν εἰρεσίαν καὶ τὴν θαλαττίαν ἰσχὺν τῇ τῆς ἠπείρου συμμαχίᾳ βεβαιοῦντες· δείκνυνται δέ τινες τρίβοι καὶ τύποι τῶν ἐναλίων καρκίνων πεζῇ
20παρεξιόντων τὸ ῥοωδέστατον. Ἑστίαι δ ὁ τόπος ὠνόμασται· κατέ‐ σχον γὰρ ἐνταῦθα ταῖς ναυσὶν οἱ τῆς ἀποικίας ἡγεμόνες, ἐπειδὴ παρεξιόντες τὴν Βοσπόριον ἄκραν ὁρῶσι πολλῷ πλήθει βαρβαρικοῦ στρατοῦ κατεχομένας τὰς ἀποβάσεις. καὶ τὰς μὲν Ἑστίας ἱδρύσαντο κατὰ πόλιν ἑκάστην ἔνθα πρῶτον ἀπέβησαν· ἐπεὶ δ’ αἰσθάνονται
25τοὺς βαρβάρους κατὰ γῆν ἰόντας ἐπ’ αὐτούς, ἀναμείναντες, ἄχρι πλεῖστον ἀποσπάσαιεν ἐκείνων τῶν χωρίων, ἐφιᾶσι τῷ ῥεύματι τὸν στόλον καὶ εἰς ἀφύλακτον ἤδη καὶ κενὴν ἀνδρῶν κατίσχουσι τὴν ἄκραν, διαστρατηγήσαντες τοὺς βαρβάρους· ἦν γὰρ τοῖς μὲν κατ’
ἐπιτομὰς τῶν κόλπων οὐ πολὺς ὁ πλοῦς, τοῖς δ’ ἐν κύκλῳ τῆς γῆς22
30ἡ περίοδος. ἔνιοι δέ φασιν οὐ πόλεων, ἀλλ’ οἴκων Μεγαρικῶν ἑπτὰ τῶν ἀρίστων εἶναι τὰς Ἑστίας· πεπιστεύσθω δ’ ὅπως ἑκάστῳ φίλον.

54

Κάμψαντι δὲ τὰς Ἑστίας εἰρηναῖος ἤδη καὶ βέβαιος ὁ πλοῦς πρός τε τῆς ἄκρας τὴν ἐπιστροφὴν καὶ τοῦ ῥεύματος τὴν πελάγιον καὶ μετέωρον ὁρμήν· ἔνθεν φασὶ περᾶσαι πρὸ μὲν τῶν Τρωϊκῶν Μυσοὺς ἅμα Τεύκροις καὶ μέχρι Θετταλίας ἀνύσαι κρατοῦντας ἁπά‐
5σης ὅσης ἐπῄεσαν γῆς, ὑπὸ δὲ τὸ Ἰλιακὸν ἔργον Ἀστεροπαῖον βασιλέα

55

τῶν ἐπ’ Ἀξίῳ ποταμῷ Παιόνων. Χηλαὶ δὲ μετὰ τὰς Ἑστίας, κατὰ τὸ ἐμφερὲς τοῦ σχήματος· εἰκὼν γὰρ τῆς ὄψεως τοὔνομα· τούτων αἱ μὲν μείζονες, αἱ δὲ βραχύτεραι, λιμένες δ’ ἀμφότεραι.

56

Καὶ παρ’ αὐτὰς Δικτύννης ἱερὸν Ἀρτέμιδος· ἀνέθεσαν δ’ αὐτῇ τὰς κατὰ θάλατταν ἄγρας, ὡς ἕξει μόνη θεῶν ἐπ’ ἀμφό‐ τερον εὔθηρος. ταύτην Κυζικηνοῖς σέβειν προσέταξεν ὁ θεὸς ἀφορίᾳ τῆς θαλάσσης πιεζομένοις· οἱ δ’ ὑφείλοντο λαθόντες· ἀφανοῦς δὲ
5γενομένης—θεῷ γὰρ ἐπὶ πάντα [γὰρ] δύναμις—, οἱ μὲν οὐδὲν ἀμείνονος ἐπειρῶντο τῆς θαλάττης, τὸ δ’ ἕδος ἦν, ἔνθα καὶ πρότε‐ ρον. ἀλλὰ [τοῦ] Κυζικηνοὶ πλεύσαντες καὶ ἀπὸ τοῦ φανεροῦ μετενεγ‐ κάμενοι χρυσέαις ἁλύσεσιν ἐβεβαιώσαντο καὶ ἐκ τούτου μετέβαλε
μὲν αὐτοῖς τοῦ χόλου ἡ θεός ...23

96

〈Μεθ’ ἣν (i. e. post Laurum Insanam) Μουκάπορις κόλπος βαθύτατος· κέκληται δ’〉 ἀπό τινος τῶν τῆς Βιθυνίας βασιλέων· λιμὴν ἐν αὐτῷ πάνυ καλός. μεθ’ ὃν ἀκρωτήριον Αἰετοῦ Ῥύγχος, τοὔνομα μὲν ἀπὸ τοῦ σχήματος, πετρῶδες δ’ ἅπαν καὶ ἀγχιβαθές.

97

ἔνθεν κόλπος Ἄμυκος ἐπίκλησιν καὶ Γρωνυχία πεδίον ὕπτιον· θῆραι δ’ ἐν αὐτῷ κητώδεις ἰχθύων. ἑξῆς Παλῶδες ἀπὸ τῆς ὁμοίας προχώσεως τοῦ κατὰ Βυζάντιον.

98

Ἔπειτα Κατάγγειον κόλπος ἰχθύων ἐπαγωγὸς ὡς οὐχ ἕτερος, μᾶλλον δέ, εἰ χρὴ μηδὲν ὑποστειλάμενον τἀληθὲς εἰπεῖν, μόνος εὔ‐ θηρος ἐκ τῆς Χαλκηδονίων ἀκτῆς· τὰ ἄλλα μὲν γὰρ διαφέρει τοσού‐ τῳ τῶν Εὐρωπίων, ὅσῳ θάλαττα τῆς γῆς. ἐπ’ αὐτῷ δ’ Ὀξύρρους

99

ἄκρα. μεθ’ ἣν πολὺς καὶ ἐπίπεδος αἰγιαλὸς Φρίξου καλεῖται Λιμήν.

100

μεθ’ ὃν ἄλλος ὅρμος Φιέλα † Χαλκηδονίων τῶν μέγα δυνηθέντων

101

ἀνδρῶν. ἐπὶ δ’ αὐτῷ βουνὸς ὕπτιος καὶ περιφερής, εἰς κύκλου σχῆμα περιγράφων τὴν βάσιν· θέατρον δέ τις εἰκάσειεν ὁρᾶν, ἀπρο‐
νόητον ἐπιτήδευμα τῆς φύσεως· τοῦτο δ’ ἄρα καὶ κέκληται.31

102

Πλησίον δ’ ἄκρα Λέμβος ὄνομα· κέκληται δ’ ἀπὸ τοῦ σχήματος· καὶ συνεχὴς αὐτῷ αἰγιαλός· κατὰ στόμα δ’ αὐτοῦ νῆσος πάνυ βραχεῖα, καθ’ ἣν λευκαινόμενος ὁ βυθὸς ὑφάλοις ῥαχίαις ἐπὶ τὴν Εὐρώπην ἀποτρέπει τῶν ἰχθύων τὸν δρόμον· πτοούμενοι γὰρ δὴ
5τὴν ὄψιν ἐπιφόρῳ τῷ ῥεύματι τέμνουσι τὸν πόρον· Βλάβην αὐτὸ Χαλκηδόνιοι καλοῦσιν, ἑτοῖμον ὄνομα θέμενοι καὶ τῇ πείρᾳ τοῦ συμ‐ βαίνοντος οἰκεῖον.

103

Ἔνθεν τὸ καλούμενον Ποταμώνιον καὶ μετ’ αὐτὸ Ναυσί‐ κλεια, καθ’ ἥν, φασί, Χαλκηδόνιοι ναυμαχίᾳ περιεγένοντο τῶν

104

ἐναντία σφίσι πλεόντων, Ἐχαία τε περίρρουν ἀκρωτήριον καὶ Λυκάδιον κόλπος ἐπιεικῶς βαθύς· ἡ μὲν ἀπ’ ἀνδρὸς Μεγαρέως,

105

Λυκάδιον δ’ ἀπό τινος τῶν ἐπιχωρίων. πλησίον δ’ αὐτοῦ Ναυσι‐

106

μάχιον, ἄλλης ναυμαχίας παράσημον χωρίον. ὅθεν Κικόνιον· ὠνομάσθη δὲ καθ’ ὑπερβολὰς χαλεπότητος καὶ μοχθηρίας τῶν ἐποικη‐ σάντων· στάσει γὰρ δὴ βιασθέντες ἐξέπεσον τῆς χώρας.

107

Κατόπιν δ’ αὐτοῦ τὸ μὲν ἄκραι Ῥοιζοῦσαι λεγόμεναι [τοῦ] περὶ
αὐτὰς ἀγνυμένου καὶ ῥοιζοῦντος 〈τοῦ〉 κύματος, τὸ δὲ Δίσκοι· μείζων μὲν ὁ πρῶτος, παρὰ πολὺ δ’ ὑποδεέστερος 〈ὁ δεύτεροσ〉, ἄμφω δὲ32

108

καθ’ ὁμοιότητα τοῦ σχήματος. τούτοις συνεχὲς Μέτωπον τῷ κατὰ τὴν Εὐρώπην παράλληλον· μεθ’ ὃ λιμὴν κάλλιστος ἔκ τε μεγέθους καὶ ἡσυχίας· περιγράφει δ’ αὐτοῦ τὸ μέγεθος ᾐὼν βαθεῖα καὶ μαλθακή.

109

Τὰ δ’ ὑπὲρ τῆς θαλάσσης πεδίον ἔπαντες εἰς τὴν ἀκτήν· κέ‐ κληται δὲ Χρυσόπολις, ὡς μὲν ἔνιοί φασιν, ἐπὶ τῆς Περσῶν ἡγε‐ μονίας ἐνταῦθα ποιουμένων τοῦ προσιόντος ἀπὸ τῶν πόλεων χρυσοῦ τὸν ἀθροισμόν, ὡς δ’ οἱ πλείους, Χρύσου, παιδὸς Χρυσηΐδος καὶ
5Ἀγαμέμνονος, τάφος· ἐνταῦθα γὰρ αὐτὸν φεύγοντα κατὰ δέος Αἰγίσθου καὶ Κλυταιμνήστρας ἀφικέσθαι, διανοούμενον ἐς Ταύρους εἰς Ἰφι‐ γένειαν περαιοῦσθαι τὴν ἀδελφήν· ἤδη γὰρ εἶναι τὴν Ἰφιγένειαν Ἀρτέμιδος ἱέρειαν· νόσῳ δὲ καμόντα καταλιπεῖν ἀφ’ ἑαυτοῦ τῷ χωρίῳ τοὔνομα· δύναιτο δ’ ἂν καὶ διὰ τὴν τοῦ λιμένος εὐκαιρίαν
10οὕτω κεκλῆσθαι, χρυσῷ παρομοιούντων τὸ θαυμαστόν.33

110

Ἔνθεν ἄκρα προπίπτει ταῖς τῆς θαλάττης πληγαῖς ἐπίδρομος· πολὺς γὰρ ἐπ’ αὐτὴν ὠθούμενος ὁ ῥοῦς πρὸς τὴν καλουμένην ἀνθ‐ αμιλλᾶται Βοῦν· ἔστι δ’ οἷον ἀφετήριον τοῦ πρὸς τὴν Εὐρώπην διάπλου, καὶ κίων λίθου λευκοῦ, καθ’ ἧς βοῦς, Χάρητος Ἀθηναίων
5στρατηγοῦ παλλακὴν Βοΐδιον ἐνταῦθα καμοῦσαν ἀποκηδεύσαντος· σημαίνει δ’ ἡ ἐπιγραφὴ τοῦ λόγου τἀληθές· οἱ μὲν γὰρ εἰκαίαν καὶ ἀταλαίπωρον ποιούμενοι τὴν ἱστορίαν οἴονται τῆς ἀρχαίας λήξεως εἶναι τὴν εἰκόνα, πλεῖστον ἀποπλανώμενοι τἀληθοῦς.

111

Μετὰ δὲ τὴν Βοῦν Ἡραγόρα κρήνη καὶ τέμενος ἥρωος Εὐρώστου. μεθ’ ὃν αἰγιαλὸς ὕπτιος, Ἱμέρῳ ποταμῷ καταρδό‐ μενος, καὶ ἐν αὐτῷ τέμενος Ἀφροδίτης· παρὰ δ’ αὐτὸν ὀλίγος ἰσθμὸς πολλὴν πάνυ περιγράφει χερρόνησον, ἐφ’ ἧς ἡ πόλις μικρὸν
5ὑπὲρ Χαλκηδόνος ποταμοῦ· καὶ λιμένες ἀμφοτέρωθεν κατὰ τὰς ἐπὶ τὸν ἰσθμὸν ἀναχωρήσεις· αὐτοφυὴς μὲν ὁ πρὸς ἑσπέραν ἀφορῶν,
χειροποίητος δ’ ὁ πρὸς τὴν ἕω καὶ Βυζάντιον· αὐτὴ δ’ ἀνέστηκε λόφου μὲν χθαμαλωτέρα, πεδίου δὲ τραχυτέρα· πολλὰ δ’ ἐν αὐτῇ θαυμάσια κατά τ’ ἀρχαιότητα τῆς κτίσεως καὶ πράξεις καὶ τύχας34
10καὶ τὰς ἐπ’ ἀμφότερα μεταβολάς, μάλιστά γε μὴν τέμενος καὶ χρηστήριον Ἀπόλλωνος, οὐδενὸς τῶν ἄκρων ἀποδεέστερον.

112

Ἔστω δὲ τέρμα τῷ λόγῳ—ταὐτὸν δὲ καὶ τοῖς ἐπιοῦσι τὸν
Βόσπορον—τῆς ἱστορίας.35