TLG 0081 015 :: DIONYSIUS HALICARNASSENSIS :: Epistula ad Pompeium Geminum

DIONYSIUS HALICARNASSENSIS Hist. Rhet.
(Halicarnassensis: 1 B.C.)

Epistula ad Pompeium Geminum

Source: Usener, H., Radermacher, L. (eds.), Dionysii Halicarnasei quae exstant, vol. 6. Leipzig: Teubner, 1929 (repr. Stuttgart: Teubner, 1965): 221–248.

Citation: Chapter — section — (line)

Pomp
.

t

1

ΔΙΟΝΥΣΙΟΣ ΓΝΑΙΩΙ ΠΟΜΠΗΙΩΙ
Pomp
.

1

.

1

ΧΑΙΡΕΙΝ Ἐπιστολήν τινα παρὰ σοῦ κομισθεῖσαν ἐδεξάμην εὐπαίδευτόν τε καὶ πάνυ μοι κεχαρισμένην, ἐν ᾗ γρά‐ φεις, ὅτι τὰς συντάξεις τὰς ἐμὰς ἐπιχορηγοῦντός σοι
5Ζήνωνος τοῦ κοινοῦ φίλου διαπορευόμενος καὶ πάνυ διατιθέμενος οἰκείως, ἐν αὐταῖς τὰ μὲν ἄλλα θαυμά‐ ζεις, ἑνὶ δὲ μέρει δυσχεραίνεις τῶν ἐν αὐταῖς κατα‐ κεχωρισμένων, τῇ Πλάτωνος κατηγορίᾳ. ὅτι μὲν οὖν σεβαστικῶς διάκεισαι πρὸς τὸν ἄνδρα, ὀρθῶς ποιεῖς·
10ὅτι δὲ περὶ ἡμῶν τἀναντία ὑπείληφας, οὐκ ὀρθῶς.
Pomp
.

1

.

2

εἰ γάρ τις ἄλλος ἐκπλήττεται ταῖς Πλατωνικαῖς ἑρμη‐ νείαις, εὖ ἴσθι νῦν, κἀγὼ τούτων εἷς εἰμι. ὃ δὲ πέ‐ πονθα πρὸς ἅπαντας, ὅσοι τὰς αὑτῶν ἐπινοίας εἰς τὴν κοινὴν φέρουσιν ὠφέλειαν ἐπανορθοῦντες ἡμῶν βίους
5τε καὶ λόγους, ἐρῶ σοι, καὶ πείσω γε νὴ Δία, πι‐ στεύων καινὸν οὐδὲν ἐρεῖν οὐδὲ παράδοξον οὐδ’ ὃ μὴ
πᾶσιν ὁμοίως δοκεῖ.221
Pomp
.

1

.

3

Ἐγὼ οὖν νομίζω δεῖν, ὅταν μὲν ἔπαινον προέληται γράφειν τις πράγματος εἴτε σώματος ὁποίου γέ τινος, τὰς ἀρετὰς αὐτοῦ καὶ οὐ τἀτυχήματα, εἴ τινα πρόσεστι, [τῷ πράγματι ἢ τῷ σώματι δεῖν] προφέρειν· ὅταν δὲ
5βουληθῇ διαγνῶναι, τί τὸ κράτιστον ἐν ὅτῳ δή ποτε βίῳ καὶ τί τὸ βέλτιστον τῶν ὑπὸ ταὐτὸ γένος ἔργων, τὴν ἀκριβεστάτην ἐξέτασιν προσφέρειν καὶ μηδὲν παρα‐ λείπειν τῶν προσόντων αὐτοῖς εἴτε κακῶν εἴτε ἀγα‐ θῶν· ἡ γὰρ ἀλήθεια οὕτως εὑρίσκεται μάλιστα, ἧς
Pomp
.

1

.

4

οὐδὲν χρῆμα τιμιώτερον. τοῦτο δὴ προθέμενος ἐκεῖνο λέγω· εἰ μὲν ἔστι μοι κατὰ Πλάτωνος λόγος τις κατα‐ δρομὴν περιέχων τοῦ ἀνδρὸς ὥςπερ Ζωΐλῳ τῷ ῥήτορι, ἀσεβεῖν ὁμολογῶ· καὶ εἴ γε βουληθεὶς ἐγκώμιον αὐτοῦ
5γράφειν ψόγους τινὰς συγκαταπλέκω τοῖς ἐπαίνοις, ἀδικεῖν φημι καὶ παρεκβαίνειν τοὺς καθεστῶτας ἡμῖν ἐπὶ τοῖς ἐπαίνοις νόμους· οὐ γὰρ ὅτι διαβολὰς οἴομαι
Pomp
.

1

.

5

δεῖν γράφειν ἐν αὐτοῖς, ἀλλ’ οὐδ’ ἀπολογίας. εἰ δὲ χαρακτῆρας λόγου προελόμενος σκοπεῖν καὶ τοὺς πρω‐ τεύοντας ἐν αὐτοῖς φιλοσόφους τε καὶ ῥήτορας ἐξετά‐ ζειν τρεῖς μὲν ἐξ ἁπάντων ἐξελεξάμην τοὺς δοκοῦντας
5εἶναι λαμπροτάτους, Ἰσοκράτην τε καὶ Πλάτωνα καὶ
Δημοσθένη, ἐκ δὲ τούτων αὐτῶν πάλιν προέκρινα Δημοσθένη, οὐδὲν ᾤμην οὔτε Πλάτωνα οὔτε Ἰσοκρά‐ την ἀδικεῖν.222
Pomp
.

1

.

6

Νὴ Δία, φῄς, ἀλλ’ οὐκ ἔδει σε τὰ Πλάτωνος ἁμαρτήματα ἐξελέγχειν, βουλόμενον ἐπαινεῖν Δημο‐ σθένη. ἔπειτα πῶς ἄν μοι τὴν ἀκριβεστάτην βάσανον ὁ λόγος ἔλαβεν, εἰ μὴ τοὺς ἀρίστους λόγους τῶν Ἰσο‐
5κράτους τε καὶ Πλάτωνος τοῖς κρατίστοις 〈τῶν〉 Δη‐ μοσθένους ἀντιπαρέθηκα καὶ καθ’ ὃ μέρος ἥττους οἱ τούτων λόγοι εἰσὶ τῶν ἐκείνου, μετὰ πάσης ἀληθείας ἐπέδειξα, οὐχ ἅπαντα τοῖς ἀνδράσιν ἐκείνοις ἡμαρτῆ‐ σθαι λέγων (μανίας γὰρ τοῦτό γε), ἀλλ’ οὐδ’ ἅπαντα
Pomp
.

1

.

7

ἐπίσης κατωρθῶσθαι. εἰ δὲ τοῦτ’ οὐκ ἐποίουν, ἐπῄ‐ νουν δὲ Δημοσθένη πάσας διεξιὼν αὐτοῦ τὰς ἀρετάς, ὡς μὲν ἀγαθὸς ὁ ῥήτωρ, ἔπεισα πάντως ἂν τοὺς ἀναγνωσομένους· ὡς δὲ καὶ κράτιστος πάντων τῶν
5πρωτευσάντων περὶ λόγους, οὐκ ἂν ἔπεισα μὴ παρατι‐ θεὶς αὐτῷ τοὺς ἀρίστους· πολλὰ γὰρ τῶν καθ’ αὑτὰ φαινομένων καλῶν καὶ θαυμαστῶν ἑτέροις ἀντιπαρατε‐ θέντα κρείττοσιν ἐλάττω τῆς δόξης ἐφάνη. οὕτω γέ τοι καὶ χρυσὸς ἑτέρῳ χρυσῷ παρατεθεὶς κρείττων εἴτε
10καὶ χείρων εὑρίσκεται καὶ πᾶν ἄλλο χειρούργημα, καὶ
Pomp
.

1

.

8

ὅσων ἐνέργεια τὸ τέλος. εἰ δὲ ἀχάριστον ὑπολήψεταί τις ἐν τοῖς πολιτικοῖς λόγοις τὴν ἐκ τῆς συγκρίσεως
ἐξέτασιν καὶ καθ’ ἑαυτὸν ἕκαστον ἀξιώσει σκοπεῖν, οὐδὲν κωλύσει τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων223
5ποιεῖν, καὶ μήτε ποίησιν ἀντεξετάζειν ἑτέρᾳ ποιήσει μήθ’ ἱστορικὴν σύνταξιν ἑτέρᾳ συντάξει μήτε πολιτείαν πολιτείᾳ μήτε νόμον νόμῳ, μὴ στρατηγὸν στρατηγῷ, μὴ βασιλεῖ βασιλέα, μὴ βίῳ βίον, μὴ δόγματι δόγμα· τοῦτο δ’ οὐκ ἄν τις συγχωρήσειε νοῦν ἔχων.
Pomp
.

1

.

9

Εἰ δὲ δεῖ καὶ τὰς ἐκ τῶν μαρτυριῶν παρασχέσθαι σοι πίστεις, ἐξ ὧν μᾶλλόν σοι γενήσεται καταφανές, ὅτι κράτιστος ἐλέγχου τρόπος ὁ κατὰ σύγκρισιν γιγνό‐ μενος, ἀφεὶς τοὺς ἄλλους αὐτῷ χρήσομαι μάρτυρι Πλά‐
Pomp
.

1

.

10

τωνι. βουληθεὶς γὰρ ὁ ἀνὴρ ἐπιδείξασθαι τὴν αὑτοῦ δύναμιν ἣν εἶχεν ἐν τοῖς πολιτικοῖς λόγοις, οὐκ ἠρκέσθη ταῖς ἄλλαις γραφαῖς, ἀλλὰ καὶ *** κρατί‐ στου τῶν τότε ῥητόρων ἕτερον αὐτὸς ἐν τῷ Φαίδρῳ
5συνετάξατο λόγον ἐρωτικὸν εἰς τὴν 〈αὐτὴν〉 ὑπόθεσιν· καὶ οὐδὲ ἄχρι τούτου προελθὼν ἐπαύσατο καταλιπὼν ἐπὶ τοῖς ἀναγνωσομένοις τὴν διάγνωσιν, πότερός ἐστι κρείττων λόγος, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων ἥψατο τῶν Λυσιείων, τὰς μὲν λεκτικὰς μαρτυρῶν τῷ ἀνδρὶ
Pomp
.

1

.

11

ἀρετάς, τῶν δὲ πραγματικῶν ἐπιλαμβανόμενος. ὁπότε οὖν Πλάτων τὸ φορτικώτατον καὶ ἐπαχθέστατον τῶν ἔργων προελόμενος, αὑτὸν ἐπαινεῖν κατὰ τὴν δύναμιν τῶν λόγων, οὐδὲν ᾤετο ποιεῖν κατηγορίας ἄξιον, εἰ
5παρὰ τὸν ἄριστον τῶν τότε ῥητόρων τοὺς ἰδίους ἐξ‐ ετάζειν ἠξίου λόγους ἐπιδεικνύμενος Λυσίαν τε ἐν οἷς ἡμάρτηκεν καὶ ἑαυτὸν ἐν οἷς κατώρθωκε, τί θαυμα‐ στὸν ἐποίουν ἐγὼ τοῖς Δημοσθένους λόγοις συγκρίνων τοὺς Πλάτωνος καὶ εἴ τι μὴ καλῶς ἐν αὐτοῖς ἔχειν224
Pomp
.

1

.

12

ᾤμην, ἐπιλογιζόμενος; ἐῶ γὰρ τὰς ἄλλας αὐτοῦ γρα‐ φὰς παραφέρειν, ἐν αἷς κωμῳδεῖ τοὺς πρὸ ἑαυτοῦ, Παρμενίδην τε καὶ Ἱππίαν καὶ Πρωταγόραν καὶ Πρό‐ δικον καὶ Γοργίαν καὶ Πῶλον καὶ Θεόδωρον καὶ Θρα‐
5σύμαχον καὶ ἄλλους συχνούς, οὐκ ἀπὸ τοῦ βελτίστου πάντα περὶ αὐτῶν γράφων ἀλλ’ εἰ βούλει, καὶ ἀπὸ
Pomp
.

1

.

13

φιλοτιμίας· ἦν γάρ, ἦν ἐν τῇ Πλάτωνος φύσει πολλὰς ἀρετὰς ἐχούσῃ τὸ φιλότιμον. ἐδήλωσε δὲ τοῦτο μά‐ λιστα διὰ τῆς πρὸς Ὅμηρον ζηλοτυπίας, ὃν ἐκ τῆς κατασκευαζομένης ὑπ’ αὐτοῦ πολιτείας ἐκβάλλει στεφα‐
5νώσας καὶ μύρῳ χρίσας, ὡς δὴ τούτων αὐτῷ δέον ἐκβαλλομένῳ, δι’ ὃν ἥ τε ἄλλη παιδεία πᾶσα παρῆλθεν
Pomp
.

1

.

14

εἰς τὸν βίον καὶ τελευτῶσα φιλοσοφία. ἀλλὰ θῶμεν ἀπὸ τοῦ βελτίστου δι’ αὐτὴν τὴν ἀλήθειαν πάντα λέγειν [ἀληθῆ] Πλάτωνα· τί οὖν ἄτοπον ἐποιοῦμεν 〈αὐτοὶ〉 τοῖς ἐκείνου νόμοις χρώμενοι καὶ ἀντιπαρ‐
5εξετάζειν αὐτῷ τοὺς τῶν ἐπακμασάντων λόγους βουλό‐
μενοι;225
Pomp
.

1

.

15

Ἔπειτ’ οὐ μόνος οὐδὲ πρῶτος ἐγὼ φανήσομαι περὶ Πλάτωνος ἐπιχειρήσας τι λέγειν. οὐδ’ ἄν τις ἔχοι κατ’ αὐτὸ τοῦτο μέμψασθαί με τὸ μέρος, ὅτι τὸν ἐπιφανέστατον τῶν φιλοσόφων καὶ πλείοσιν ἢ δώδεκα
5γενεαῖς ἐμαυτοῦ πρεσβύτερον ἐξετάζειν *** ἐπεβαλό‐
Pomp
.

1

.

16

μην ὡς δὴ διὰ τοῦτο δόξης τινὸς τευξόμενος. πολλοὶ γὰρ εὑρεθήσονται πρὸ ἐμοῦ τοῦτο πεποιηκότες, οἳ μὲν κατὰ τὸν ἐκείνου γενόμενοι χρόνον, οἳ δὲ λίαν ὕστερον ἐπακμάσαντες. καὶ γὰρ τὰ δόγματα διέβαλον αὐτοῦ
5τινες καὶ τοὺς λόγους ἐμέμψαντο πρῶτον μὲν ὁ γνη‐ σιώτατος αὐτοῦ μαθητὴς Ἀριστοτέλης, ἔπειτα οἱ περὶ Κηφισόδωρόν τε καὶ Θεόπομπον καὶ Ζωΐλον καὶ Ἱπ‐ ποδάμαντα καὶ Δημήτριον καὶ ἄλλοι συχνοί, οὐ διὰ φθόνον ἢ διὰ φιλαπεχθημοσύνην κωμῳδοῦντες ἀλλὰ
Pomp
.

1

.

17

τὴν ἀλήθειαν ἐξετάζοντες. τοσούτοις δὴ καὶ τηλικού‐ τοις ἀνδράσι παραδείγμασι χρώμενος καὶ παρὰ πάντας τῷ μεγίστῳ Πλάτωνι οὐδὲν ἡγούμην τῆς φιλοσόφου ῥητορικῆς ποιεῖν ἀλλότριον ἀγαθοὺς ἀγαθοῖς ἀντεξετά‐
5ζων. περὶ μὲν οὖν τῆς προαιρέσεως, ἣν ἔσχον ἐν τῇ συγκρίσει τῶν χαρακτήρων, ἱκανῶς ἀπολελόγημαι καὶ σοί, Γεμῖνε φίλτατε.
Pomp
.

2

.

1

Λοιπὸν δ’ ἐστί μοι καὶ περὶ αὐτῶν ὧν εἴρηκα λό‐ γων περὶ τἀνδρὸς ἐν τῇ περὶ τῶν Ἀττικῶν πραγμα‐
τείᾳ ῥητόρων εἰπεῖν. θήσω δὲ αὐταῖς λέξεσιν, ὡς ἐκεῖ226
Pomp
.

2

.

2

γέγραφα· ‘Ἡ δὲ δὴ Πλατωνικὴ διάλεκτος βούλεται μὲν εἶναι καὶ αὐτὴ μῖγμα ἑκατέρου τῶν χαρακτήρων, τοῦ τε ὑψηλοῦ καὶ ἰσχνοῦ, καθάπερ εἴρηταί μοι πρό‐ τερον· πέφυκε δὲ οὐχ ὁμοίως πρὸς ἀμφοτέρους τοὺς
Pomp
.

2

.

3

χαρακτῆρας εὐτυχής. ὅταν μὲν οὖν τὴν ἰσχνὴν καὶ ἀφελῆ καὶ ἀποίητον ἐπιτηδεύῃ φράσιν, ἐκτόπως ἡδεῖά ἐστι καὶ φιλάνθρωπος. καθαρά τε γὰρ ἀποχρώντως γίνεται καὶ διαυγής, ὥςπερ τὰ διαφανέστατα τῶν να‐
5μάτων, ἀκριβής τε καὶ λεπτὴ παρ’ ἥντιν’ οὖν ἑτέραν
Pomp
.

2

.

4

τῶν τὴν αὐτὴν διάλεκτον εἰργασμένων, τήν τε κοινό‐ τητα διώκει τῶν ὀνομάτων καὶ τὴν σαφήνειαν ἀσκεῖ πάσης ὑπεριδοῦσα κατασκευῆς ἐπιθέτου· ὅ τε πίνος ὁ τῆς ἀρχαιότητος ἠρέμα αὐτῇ καὶ λεληθότως ἐπιτρέχει
5ἱλαρόν τέ τι καὶ τεθηλὸς καὶ μεστὸν ὥρας ἄνθος ἀναδίδωσι, καὶ ὥςπερ ἀπὸ τῶν εὐωδεστάτων λειμώνων αὖρά τις ἡδεῖα ἐξ αὐτῆς φέρεται, καὶ οὔτε τὸ λιγυρὸν ἔοικεν ἐμφαίνειν λάλον οὔτε τὸ κομψὸν θεατρικόν.
Pomp
.

2

.

5

ὅταν δ’ εἰς τὴν περιττολογίαν καὶ τὸ καλλιεπεῖν, ὃ
πολλάκις εἴωθε ποιεῖν, ἄμετρον ὁρμὴν λάβῃ, πολλῷ χείρων ἑαυτῆς γίγνεται· καὶ γὰρ ἀηδεστέρα καὶ κάκιον ἑλληνίζουσα καὶ παχυτέρα φαίνεται· μελαίνει τε τὸ227
5σαφὲς καὶ ζόφῳ ποιεῖ παραπλήσιον, ἕλκει τε μακρὸν ἀποτείνουσα τὸν νοῦν, συστρέψαι δὲ δέον ἐν ὀλίγοις ὀνόμασιν ἐκχεῖται εἰς ἀπειροκάλους περιφράσεις, πλοῦ‐ τον ὀνομάτων ἐπιδεικνυμένη, ὑπεριδοῦσα δὲ τῶν κυρίων ὀνομάτων κἀν τῇ κοινῇ χρήσει κειμένων τὰ πεποιημένα
Pomp
.

2

.

6

ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ. μάλιστα δὲ χειμάζε‐ ται περὶ τὴν τροπικὴν φράσιν· πολλὴ μὲν γὰρ ἐν τοῖς ἐπιθέτοις, ἄκαιρος δ’ ἐν ταῖς μετωνυμίαις, σκληρὰ δὲ καὶ οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖς μεταφοραῖς
5γίγνεται, ἀλληγορίας τε περιβάλλεται μακρὰς καὶ πολ‐ λὰς οὔτε μέτρον ἐχούσας οὔτε καιρόν, σχήμασί τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν, καὶ μάλιστα τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται· καὶ ‘πολὺς ὁ τελέτης ἐστὶν ἐν τοῖς τοιούτοις παρ’
10αὐτῷ‘, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που καὶ ἄλλοι συχνοί· ‘οὐ γὰρ ἐμὸς ὁ μῦθοσ‘.
Pomp
.

2

.

7

Μηδεὶς δέ με ταῦτα ἡγείσθω λέγειν ἁπάσης κατα‐ γινώσκοντα τῆς ἐγκατασκεύου καὶ ἐξηλλαγμένης λέξεως ᾗ κέχρηται Πλάτων (μὴ γὰρ οὕτω σκαιὸς γενοίμην ὥςτε ταύτην τὴν δόξαν περὶ ἀνδρὸς τηλικούτου λαβεῖν),228
5ἐπεὶ πολλὰ καὶ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυ‐ μαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπ’ αὐτοῦ· ἀλλ’ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον, ὅτι τὰ τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρ‐ τάνειν, καὶ χείρων 〈μὲν〉 αὐτὸς αὑτοῦ γίνεται, ὅταν
10τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ 〈καὶ〉 δο‐ κοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην δὲ ἀμω‐ μήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ· ἢ γὰρ οὐδὲν ἁμαρτάνει ἢ κομιδῇ βραχύ τι καὶ οὐκ ἄξιον
Pomp
.

2

.

8

κατηγορίας. ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυ‐ λάχθαι πᾶσαν ἐπιτίμησιν. ταὐτὰ γὰρ οἵ τε κατ’ αὐτὸν γενόμενοι πάντες ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐδὲν δεῖ με λέγειν, καὶ αὐτὸς ἑαυτῷ (τοῦτο γὰρ τὸ λαμ‐
5πρότατον)· ᾔσθετο γὰρ τῆς ἰδίας ἀπειροκαλίας καὶ
ὄνομα ἔθετ’ αὐτῇ τὸ διθύραμβον· ὃ νῦν ἂν ᾐδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς λόγοις ἰσχνοτάτοις οὖσι καὶ ἀκριβεστάτοις, οὐ μείνας δ’ ἐν229
10αὐτοῖς ἀλλὰ τῆς Γοργίου καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς· ὥςτ’ οὐδὲν ἔξω τοῦ εἰκότος ἔμελλεν πείσε‐ σθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγα‐ θοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες.
Pomp
.

2

.

9

Παραδείγματα δὲ τῆς ἰσχνῆς καὶ τῆς ὑψηλῆς λέ‐ ξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων παραθή‐ σομαι, ἐν ᾧ τοὺς ἐρωτικοὺς ὁ Σωκράτης διατέθειται λόγους πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφ’ οὗ τὴν
5ἐπιγραφὴν εἴληφε τὸ βυβλίον . . . . . . . . . . . . . .
Pomp
.

2

.

13

Ἐν γὰρ τούτοις τὸ μὲν πραγματικὸν οὐδαμῇ μέμφο‐ μαι τοῦ ἀνδρός, τοῦ δὲ λεκτικοῦ μορίου τὸ περὶ τὴν τροπικήν τε καὶ διθυραμβικὴν φράσιν ἐκπῖπτον, ἐν οἷς οὐ κρατεῖ τοῦ μετρίου, ἐπιτιμῶ τε οὐχ ὡς τῶν
5τυχόντων τῳ ἀλλ’ ὡς ἀνδρὶ μεγάλῳ καὶ ἐγγὺς τῆς θείας ἐληλυθότι φύσεως, ὅτι τὸν ὄγκον τῆς ποιητικῆς κατασκευῆς εἰς λόγους ἤγαγε φιλοσόφους ζηλώσας τοὺς περὶ Γοργίαν, ὥςτε καὶ διθυράμβοις τινὰ ποιεῖν ἐοι‐ κότα, καὶ μηδὲ ἀποκρύπτεσθαι τοῦτο τὸ ἁμάρτημα230
Pomp
.

2

.

14

ἀλλ’ ὁμολογεῖν. καὶ σύ γε αὐτός, ὦ βέλτιστε Γεμῖνε, ὁμοίαν ἐμοὶ γνώμην περὶ τἀνδρὸς ἔχων φαίνῃ δι’ αὐτῆς γέ τοι τῆς ἐπιστολῆς, ἐν οἷς κατὰ λέξιν οὕτω γράφεις· ‘ἐν μὲν γὰρ τοῖς ἑτέροις σχήμασι ῥᾴδιον
5πεσεῖν μέσον τι ἐπαίνου καὶ μέμψεως· ἐν δὲ τῇ κατασκευῇ τὸ μὴ ἐπιτευχθὲν πάντῃ ἀποτυγχάνεται. διό μοι δοκεῖ τούτους τοὺς ἄνδρας οὐκ ἐκ τῶν ἐπι‐ κινδυνοτέρων οὐδὲ ἐλασσόνων, ἀλλ’ ἐκ τῶν πλείστων
Pomp
.

2

.

15

καὶ εὐτυχηθέντων ἐξετάζειν‘. καὶ μετ’ ὀλίγα πάλιν ἐπιλέγεις ταυτί· ‘ἐγὼ δὲ καίπερ ἔχων ἀπολογήσασθαι ὑπὲρ ἁπάντων ἢ τῶν γε πλείστων οὐ τολμῶ σοι ἐναντία λέγειν· ἓν δὲ τοῦτο διισχυρίζομαι, ὅτι οὐκ
5ἔστι μεγάλως ἐπιτυχεῖν ἐν οὐδενὶ τρόπῳ μὴ τοιαῦτα τολμῶντα καὶ παραβαλλόμενον, ἐν οἷς καὶ σφάλλεσθαι
Pomp
.

2

.

16

ἐστὶν ἀναγκαῖον‘. Οὐδὲν διαφερόμεθα πρὸς ἀλλήλους· σύ τε γὰρ ὁμολογεῖς ἀναγκαῖον εἶναι τὸν ἐπιβαλλό‐ μενον μεγάλοις καὶ σφάλλεσθαί ποτε, ἐγώ τέ φημι τῆς ὑψηλῆς καὶ μεγαλοπρεποῦς καὶ παρακεκινδυνευμένης
5φράσεως ἐφιέμενον Πλάτωνα μὴ περὶ πάντα τὰ μέρη κατορθοῦν, πολλοστὴν μέντοι μοῖραν ἔχειν τῶν κατορ‐
θουμένων τὰ διαμαρτανόμενα ὑπ’ αὐτοῦ. καὶ καθ’ ἓν τοῦτο Πλάτωνά φημι λείπεσθαι Δημοσθένους, ὅτι παρ’ ᾧ μὲν ἐκπίπτει ποτὲ τὸ ὕψος τῆς λέξεως [τῶν λόγων]231
10εἰς τὸ κενὸν καὶ ἀηδές, παρ’ ᾧ δὲ οὐδέποτε ἢ σπανίως γε κομιδῇ. καὶ περὶ μὲν Πλάτωνος τοσαῦτα.
Pomp
.

3

.

1

Περὶ δὲ Ἡροδότου καὶ Ξενοφῶντος ἐβουλήθης μαθεῖν, τίνα περὶ αὐτῶν ὑπόληψιν ἔχω, καὶ γράψαι με περὶ αὐτῶν ἐβουλήθης. πεποίηκα [καὶ] τοῦτο οἷς 〈πρὸσ〉 Δημήτριον ὑπεμνημάτισμαι περὶ μιμήσεως. τού‐
5των ὁ μὲν πρῶτος αὐτὴν περιείληφε τὴν περὶ τῆς μι‐ μήσεως ζήτησιν, ὁ δὲ δεύτερος περὶ τοῦ τίνας ἄνδρας μιμεῖσθαι δεῖ ποιητάς τε καὶ φιλοσόφους, ἱστοριογρά‐ φους 〈τε〉 καὶ ῥήτορας, ὁ δὲ τρίτος περὶ τοῦ πῶς δεῖ μιμεῖσθαι μέχρι τοῦδε ἀτελής. ἐν δὴ τῷ δευ‐
10τέρῳ περὶ Ἡροδότου τε καὶ Θουκυδίδου καὶ Ξενοφῶν‐ τος καὶ Φιλίστου καὶ Θεοπόμπου (τούτους γὰρ ἔκρι‐ νον τοὺς ἄνδρας εἰς μίμησιν ἐπιτηδειοτάτους) τάδε γράφω·
Pomp
.

3

.

2

Εἰ δὲ δεῖ καὶ περὶ αὐτῶν εἰπεῖν, περὶ μὲν Ἡρο‐ δότου καὶ Θουκυδίδου ταῦτα φρονῶ. πρῶτόν τε καὶ
σχεδὸν ἀναγκαιότατον ἔργον ἁπάντων ἐστὶ τοῖς γρά‐ φουσιν πᾶσιν ἱστορίας ὑπόθεσιν ἐκλέξασθαι καλὴν καὶ232
5κεχαρισμένην τοῖς ἀναγνωσομένοις. τοῦτο Ἡρόδοτος
Pomp
.

3

.

3

κρεῖττόν μοι δοκεῖ πεποιηκέναι Θουκυδίδου. ἐκεῖνος μὲν γὰρ κοινὴν Ἑλληνικῶν τε καὶ βαρβαρικῶν πρά‐ ξεων ἐξενήνοχεν ἱστορίαν, ‘ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων ἐξίτηλα γένηται, μήτε ἔργα‘ .... καὶ ἅπερ
5αὐτὸς εἴρηκε. τὸ γὰρ αὐτὸ προοίμιον καὶ ἀρχὴ καὶ
Pomp
.

3

.

4

τέλος ἐστὶ τῆς ἱστορίας. ὁ δὲ Θουκυδίδης πόλεμον ἕνα γράφει, καὶ τοῦτον οὔτε καλὸν οὔτε εὐτυχῆ· ὃς μάλιστα μὲν ὤφειλε μὴ γενέσθαι, εἰ δὲ μή, σιωπῇ καὶ λήθῃ παραδοθεὶς ὑπὸ τῶν ἐπιγιγνομένων ἠγνοῆσθαι.
5ὅτι δὲ πονηρὰν εἴληφεν ὑπόθεσιν, καὶ αὐτός γε τοῦτο
Pomp
.

3

.

5

ποιεῖ φανερὸν ἐν τῷ προοιμίῳ· πόλεις τε γὰρ δι’ αὐτὸν ἐξερημωθῆναί φησι πολλὰς Ἑλληνίδας, τὰς μὲν ὑπὸ βαρβάρων, τὰς δ’ ὑπὸ σφῶν αὐτῶν, καὶ φυγαδείας καὶ φθόρους ἀνθρώπων ὅσους οὔπω πρότερον γενέσθαι,
5σεισμούς τε καὶ αὐχμοὺς καὶ νόσους καὶ ἄλλας πολλὰς συμφοράς. ὥςτε τοὺς ἀναγνόντας τὸ προοίμιον ἠλλο‐ τριῶσθαι πρὸς τὴν ὑπόθεσιν, Ἑλληνικῶν μέλλοντας
Pomp
.

3

.

6

ἀκούειν. ὅσῳ δὲ κρείττων ἡ τὰ θαυμαστὰ ἔργα δη‐ λοῦσα Ἑλλήνων τε καὶ βαρβάρων γραφὴ τῆς τὰ οἰκτρὰ καὶ δεινὰ πάθη τῶν Ἑλλήνων διαγγελλούσης, τοσούτῳ φρονιμώτερος Ἡρόδοτος Θουκυδίδου κατὰ τὴν ἐκλογὴν233
5τῆς ὑποθέσεως. οὐδὲ γὰρ οὐδὲ τοῦτο ἔνεστιν εἰπεῖν, ὅτι δι’ ἀνάγκην ἦλθεν ἐπὶ ταύτην τὴν γραφήν, ἐπι‐ στάμενος 〈μὲν ὡσ〉 ἐκεῖνα καλλίω, βουλόμενος δὲ μὴ ταὐτὰ ἑτέροις γράφειν· πᾶν γὰρ τοὐναντίον ἐν τῷ προοιμίῳ διασύρων τὰ παλαιὰ ἔργα κάλλιστα καὶ θαυ‐
10μασιώτατα τὰ καθ’ αὑτὸν ἐπιτελεσθέντα φησὶν εἶναι,
Pomp
.

3

.

7

καὶ φανερός ἐστι ταῦτα ἑκὼν ἑλόμενος. οὐ μὴν Ἡρό‐ δοτός γε τοῦτο ἐποίησεν, ἀλλὰ τῶν πρὸ αὐτοῦ συγ‐ γραφέων γενομένων Ἑλλανίκου τε καὶ Χάρωνος τὴν αὐτὴν ὑπόθεσιν προεκδεδωκότων οὐκ ἀπετράπετο, ἀλλ’
5ἐπίστευσεν αὑτῷ κρεῖσσόν τι ἐξοίσειν· ὅπερ καὶ πε‐ ποίηκεν.
Pomp
.

3

.

8

Δεύτερόν ἐστι τῆς ἱστορικῆς πραγματείας ἔργον γνῶναι πόθεν τε ἄρξασθαι καὶ μέχρι τοῦ προελθεῖν δεῖ. φαίνεται δὴ κἀν τούτῳ Θουκυδίδου πολὺ Ἡρό‐ δοτος φρονιμώτερος· ἄρχεταί τε ἀφ’ ἧς αἰτίας ἤρξαντο
5πρῶτον κακῶς ποιεῖν τοὺς Ἕλληνας οἱ βάρβαροι, καὶ προελθὼν εἰς τὴν 〈τῶν〉 βαρβάρων κόλασιν καὶ τι‐
Pomp
.

3

.

9

μωρίαν λήγει. ὁ δὲ Θουκυδίδης ἀρχὴν μὲν ἐποιήσατο ἀφ’ ἧς ἤρξατο κακῶς πράττειν τὸ Ἑλληνικόν· ὅπερ
Ἕλληνα ὄντα καὶ Ἀθηναῖον οὐκ ἔδει ποιεῖν (καὶ ταῦτα οὐ τῶν ἀπερριμμένων ὄντα, ἀλλ’ ὧν ἐν πρώτοις ἦγον234
5Ἀθηναῖοι στρατηγιῶν τε καὶ [τῶν] ἄλλων τιμῶν ἀξι‐ οῦντες)· καὶ οὕτω γε φθονερῶς, ὥςτε καὶ τῇ πόλει τῇ ἑαυτοῦ τὰς φανερὰς αἰτίας τοῦ πολέμου περιάπτειν, ἑτέραις ἔχοντα πολλαῖς ἀφορμαῖς περιάψαι τὰς αἰτίας, καὶ ἄρξασθαί γε τῆς διηγήσεως μὴ ἀπὸ τῶν Κερκυραϊ‐
10κῶν, ἀλλ’ ἀπὸ τῶν κρατίστων τῆς πατρίδος ἔργων, ἃ μετὰ τὸν Περσικὸν πόλεμον εὐθὺς ἔπραξεν (ὧν ὕστε‐ ρον οὐκ ἐν ἐπιτηδείῳ τόπῳ μνήμην ἐποιήσατο φαύλως πως καὶ ἐξ ἐπιδρομῆς), διελθόντα δὲ ταῦτα μετὰ πολ‐ λῆς εὐνοίας ὡς ἄνδρα φιλόπολιν ἔπειτ’ ἐπενεγκεῖν,
15ὅτι τούτων φθόνῳ καὶ δέει προελθόντες Λακεδαιμό‐ νιοι προφάσεις ὑποθέντες ἑτεροίας ἦλθον ἐπὶ τὸν πόλεμον, καὶ τότε λέγειν τὰ Κερκυραϊκὰ καὶ τὸ κατὰ Μεγαρέων ψήφισμα καὶ εἴ τι ἄλλο τοιοῦτο λέγειν
Pomp
.

3

.

10

ἐβούλετο. τὰ δ’ ἐν τέλει πλείονος ἁμαρτίας πλήρη· καίπερ γὰρ λέγων ὅτι παντὶ τῷ πολέμῳ παρεγένετο, καὶ πάντα δηλώσειν ὑποσχόμενος, εἰς τὴν ναυμαχίαν τελευτᾷ τὴν περὶ Κυνὸς σῆμα γεγενημένην Ἀθηναίων
5καὶ Πελοποννησίων, ἣ συνέβη κατὰ ἔτος εἰκοστὸν καὶ δεύτερον. κρεῖττον δὲ ἦν διεξελθόντα πάντα τελευ‐ τὴν ποιήσασθαι τῆς ἱστορίας τὴν θαυμασιωτάτην καὶ μάλιστα τοῖς ἀκούουσι κεχαρισμένην, τὴν κάθοδον τῶν φυγάδων τῶν ἀπὸ Φυλῆς ἀφ’ ὧν ἡ πόλις ἀρξαμένη235
10τὴν ἐλευθερίαν ἀνεκομίσατο.
Pomp
.

3

.

11

Τρίτον ἐστὶν ἀνδρὸς ἱστορικοῦ 〈σκοπεῖν〉, τίνα τε δεῖ παραλαβεῖν ἐπὶ τὴν γραφὴν πράγματα καὶ τίνα παραλιπεῖν. δοκεῖ δή μοι κἀν τούτῳ λείπεσθαι Θου‐ κυδίδης. συνειδὼς γὰρ Ἡρόδοτος, ὅτι πᾶσα μῆκος
5ἔχουσα πολὺ διήγησις ἂν μὲν ἀναπαύσεις τινὰς λαμ‐ βάνῃ, τὰς ψυχὰς τῶν ἀκροωμένων ἡδέως διατίθησιν, ἐὰν δὲ ἐπὶ τῶν αὐτῶν μένῃ πραγμάτων, κἂν τὰ μά‐ λιστα ἐπιτυγχάνηται, λυπεῖ τὴν ἀκοὴν τῷ κόρῳ, ποι‐ κίλην ἐβουλήθη ποιῆσαι τὴν γραφὴν Ὁμήρου ζηλωτὴς
10γενόμενος· καὶ γὰρ τὸ βυβλίον ἢν αὐτοῦ λάβωμεν, μέχρι τῆς ἐσχάτης συλλαβῆς ἀγάμεθα καὶ ἀεὶ τὸ πλέον
Pomp
.

3

.

12

ἐπιζητοῦμεν. Θουκυδίδης δὲ πόλεμον ἕνα κατατείνας ἀπνευστὶ διεξέρχεται μάχας ἐπὶ μάχαις καὶ παρασκευὰς ἐπὶ παρασκευαῖς καὶ λόγους ἐπὶ λόγοις συντιθείς· ὥςτε μοχθεῖν μὲν τὴν διάνοιαν τῶν ἀκροωμένων ** ‘κόρον
5δ’ ἔχει‘ φησὶν ὁ Πίνδαρος ‘καὶ μέλι καὶ τὰ τέρπν’ ἄνθε’ ἀφροδίσια‘. ἤδη δ’ ὃ λέγω κἀκεῖνος ἐνεθυμήθη, ὡς ἡδὺ χρῆμα ἐν ἱστορίας γραφῇ μεταβολὴ καὶ ποικί‐ λον, καὶ τοῦτο ἐν δύο ἢ τρισὶ τόποις ἐποίησεν, ἐπί τε τῆς Ὀδρυσῶν ἀρχῆς, δι’ ἃς αἰτίας ἐγένετο μεγάλη, καὶ236
10ἐπὶ τῶν ἐν Σικελίᾳ πόλεων.
Pomp
.

3

.

13

Μετὰ τοῦτο ἔργον ἐστὶν ἱστορικοῦ διελέσθαι τε καὶ τάξαι τῶν δηλουμένων ἕκαστον ἐν ᾧ δεῖ τόπῳ. πῶς οὖν ἑκάτερος διαιρεῖται καὶ τάττει τὰ λεγόμενα; Θουκυδίδης μὲν τοῖς χρόνοις ἀκολουθῶν, Ἡρόδοτος
5δὲ ταῖς περιοχαῖς τῶν πραγμάτων. καὶ γίγνεται Θου‐ κυδίδης μὲν ἀσαφὴς καὶ δυσπαρακολούθητος· πολλῶν γὰρ κατὰ τὸ αὐτὸ θέρος ἢ τὸν αὐτὸν χειμῶνα γιγνο‐ μένων ἐν διαφόροις ὡς εἰκὸς τόποις, ἡμιτελεῖς τὰς πρώτας πράξεις καταλιπὼν ἑτέρων ἅπτεται [τῶν κατὰ
10θέρος ἢ τὸν αὐτὸν χειμῶνα γιγνομένων]· πλανώμεθα δὴ καθάπερ εἰκός, καὶ δυσκόλως τοῖς δηλουμένοις
Pomp
.

3

.

14

παρακολουθοῦμεν ταραττομένης τῆς διανοίας. Ἡρό‐ δοτος δὲ ἀπὸ τῆς Λυδῶν βασιλείας ἀρξάμενος καὶ μέχρι τῆς Κροίσου καταβὰς ἐπὶ Κῦρον εὐθέως τὸν
καταλύσαντα τὴν Κροίσου ἀρχὴν μεταβαίνει, Αἰγυπτίων237
5τε ἄρχεται διηγημάτων καὶ Σκυθικῶν καὶ Λιβυκῶν, τὰ μὲν ὡς ἀκόλουθα δηλῶν, τὰ δὲ ὡς ἐπιζητούμενα προσαναλαμβάνων, τὰ δ’ ὡς χαριεστέραν ποιήσοντα τὴν διήγησιν ἐπεισάγων· διεξελθών τε πράξεις Ἑλλή‐ νων 〈τε〉 καὶ βαρβάρων ἔτεσιν ὁμοῦ διακοσίοις καὶ
10εἴκοσι γενομένας ἐν ταῖς τρισὶν ἠπείροις καὶ παρα‐ γράψας ** τῆς Ξέρξου φυγῆς τὴν ἱστορίαν οὐ διέ‐ σπασε τὴν διήγησιν· ἀλλὰ συμβέβηκε τῷ μὲν μίαν ὑπόθεσιν λαβόντι πολλὰ ποιῆσαι μέρη τὸ ἓν σῶμα, τῷ δὲ τὰς πολλὰς καὶ οὐδὲν ἐοικυίας ὑποθέσεις προ‐
15ελομένῳ σύμφωνον ἓν σῶμα πεποιηκέναι.
Pomp
.

3

.

15

Μιᾶς δ’ ἰδέας ἐπιμνησθήσομαι πραγματικῆς, ἣν οὐδεμιᾶς τῶν εἰρημένων ἧττον ἐν ἁπάσαις ἱστορίαις ζητοῦμεν, τὴν αὐτοῦ τοῦ συγγραφέως διάθεσιν, ᾗ κέ‐ χρηται πρὸς τὰ πράγματα περὶ ὧν γράφει· ἡ μὲν Ἡρο‐
5δότου διάθεσις ἐν ἅπασιν ἐπιεικὴς καὶ τοῖς μὲν ἀγα‐ θοῖς συνηδομένη, τοῖς δὲ κακοῖς συναλγοῦσα· ἡ δὲ Θουκυδίδου [διάθεσις] αὐθέκαστός τις καὶ πικρὰ καὶ τῇ πατρίδι τῆς φυγῆς μνησικακοῦσα. τὰ μὲν γὰρ ἁμαρτήματα ἐπεξέρχεται καὶ μάλα ἀκριβῶς, τῶν δὲ
10κατὰ νοῦν κεχωρηκότων καθάπαξ οὐ μέμνηται, ἢ
ὥςπερ ἠναγκασμένος. Καὶ κατὰ μὲν τὸν πραγματικὸν τόπον ἥττων ἐστὶν Ἡροδότου διὰ ταῦτα Θουκυδίδης· κατὰ δὲ τὸν λεκτι‐ κὸν τὰ μὲν ἥττων, τὰ δὲ κρείττων, τὰ δ’ ἴσος. ἐρῶ238
15δὲ καὶ περὶ τούτων, ὡς ὑπείληφα.
Pomp
.

3

.

16

Πρώτη τῶν ἀρετῶν γένοιτ’ ἄν, ἧς χωρὶς οὐδὲ τῶν ἄλλων τῶν περὶ τοὺς λόγους ὄφελός τι, ἡ καθαρὰ τοῖς ὀνόμασι καὶ τὸν Ἑλληνικὸν χαρακτῆρα σῴζουσα διά‐ λεκτος. ταύτην ἀκριβοῦσιν ἀμφότεροι· Ἡρόδοτός τε
5γὰρ τῆς Ἰάδος ἄριστος κανὼν Θουκυδίδης τε τῆς Ἀτ‐
Pomp
.

3

.

17

θίδος. ** τρίτην ἔχει χώραν ἡ καλουμένη συντομία· ἐν ταύτῃ δοκεῖ προέχειν Ἡροδότου Θουκυδίδης. καί‐ τοι λέγοι τις ἄν, ὡς μετὰ τοῦ σαφοῦς ἐξεταζόμενον ἡδὺ φαίνεται τὸ βραχύ· εἰ δὲ ἀπολείποιτο τούτου,
5πικρόν· ἀλλὰ μηδὲν 〈ἥττων〉 ἔστω παρὰ τοῦτο. ἐνάρ‐ γεια μετὰ ταῦτα τέτακται πρώτη μὲν τῶν ἐπιθέτων ἀρετῶν· ἱκανῶς ἐν ταύτῃ κατορθοῦσιν ἀμφότεροι.
Pomp
.

3

.

18

μετὰ ταύτην συνίσταται τὴν ἀρετὴν [τῶν] ἠθῶν τε καὶ παθῶν μίμησις· διῄρηνται τὴν ἀρετὴν ταύτην οἱ συγγραφεῖς· Θουκυδίδης μὲν γὰρ τὰ πάθη δηλῶσαι
κρείττων, Ἡρόδοτος δὲ τά γε ἤθη παραστῆσαι δεινό‐239
5τερος. μετὰ ταῦτα αἱ τὸ μέγα καὶ θαυμαστὸν ἐκφαί‐ νουσαι τῆς κατασκευῆς ἀρεταί· ἴσοι κἀν ταύταις οἱ
Pomp
.

3

.

19

συγγραφεῖς. ἕπονται ταύταις αἱ τὴν ἰσχὺν καὶ τὸν τόνον καὶ τὰς ὁμοιοτρόπους δυνάμεις τῆς φράσεως ἀρεταὶ περιέχουσαι· κρείττων ἐν ταύταις Ἡροδότου Θουκυδίδης. ἡδονὴν δὲ καὶ πειθὼ καὶ τέρψιν καὶ τὰς
5ὁμοιογενεῖς ἀρετὰς εἰσφέρεται μακρῷ Θουκυδίδου κρείτ‐ τονας Ἡρόδοτος. τῆς 〈δὲ〉 φράσεως [τῶν ὀνομάτων] τὸ μὲν κατὰ φύσιν Ἡρόδοτος ἐζήλωκε, τὸ δὲ δεινὸν
Pomp
.

3

.

20

Θουκυδίδης. 〈λείπει〉 πασῶν ἐν λόγοις ἀρετῶν ἡ κυριωτάτη τὸ πρέπον· ταύτην ὁ Ἡρόδοτος ἀκριβοῖ μᾶλλον ἢ Θουκυδίδης· ὁμοειδὴς γὰρ οὗτος ἐν πᾶσι, κἀν ταῖς δημηγορίαις μᾶλλον ἢ ταῖς διηγήσεσιν·
5ἐμοὶ μέντοι καὶ τῷ φιλτάτῳ Καικιλίῳ δοκεῖ τὰ ἐνθυ‐ μήματα αὐτοῦ μάλιστα 〈μιμήσασθαί〉 τε καὶ ζηλῶσαι
Pomp
.

3

.

21

Δημοσθένης. Ἵνα δὲ συνελὼν εἴπω, καλαὶ μὲν αἱ ποιήσεις ἀμφότεραι (οὐ γὰρ ἂν αἰσχυνθείην ποιήσεις αὐτὰς λέγων), διαφέρουσι δὲ κατὰ τοῦτο μάλιστα ἀλ‐ λήλων, ὅτι τὸ μὲν Ἡροδότου κάλλος ἱλαρόν ἐστι, φο‐
5βερὸν δὲ τὸ Θουκυδίδου. ἀπόχρη ταῦτα εἰρῆσθαι περὶ τούτων τῶν συγγραφέων, πολλῶν καὶ ἄλλων ἐνόντων
λέγεσθαι, περὶ ὧν καὶ ἕτερος ἔσται καιρός.240
Pomp
.

4

.

1

Ξενοφῶν δὲ καὶ Φίλιστος οἱ τούτοις ἐπακμάσαντες οὔτε φύσεις ὁμοίας εἶχον οὔτε προαιρέσεις. Ξενοφῶν μὲν γὰρ Ἡροδότου ζηλωτὴς ἐγένετο κατ’ ἀμφοτέρους τοὺς χαρακτῆρας, τόν τε πραγματικὸν καὶ τὸν λεκτικόν.
5πρῶτον μὲν γὰρ τὰς ὑποθέσεις τῶν ἱστοριῶν ἐξελέξατο καλὰς καὶ μεγαλοπρεπεῖς καὶ ἀνδρὶ φιλοσόφῳ προση‐ κούσας· τήν τε Κύρου παιδείαν, εἰκόνα βασιλέως ἀγαθοῦ καὶ εὐδαίμονος· καὶ τὴν ἀνάβασιν τοῦ νεω‐ τέρου Κύρου, ᾧ καὶ αὐτὸς συνανέβη, μέγιστον ἐγκώ‐
10μιον ἔχουσαν τῶν συστρατευσαμένων Ἑλλήνων· καὶ τρίτην ἔτι τὴν Ἑλληνικὴν καὶ ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης, ἐν ᾗ καταλύονταί τε οἱ τριάκοντα καὶ τὰ τείχη τῶν Ἀθηναίων, ἃ Λακεδαιμόνιοι καθεῖλον, αὖθις
Pomp
.

4

.

2

ἀνίσταται. οὐ μόνον δὲ τῶν ὑποθέσεων χάριν ἄξιος ἐπαινεῖσθαι [ζηλωτὴς Ἡροδότου γενόμενος], ἀλλὰ καὶ τῆς οἰκονομίας· ταῖς τε γὰρ ἀρχαῖς αὐτῶν ταῖς πρε‐ πωδεστάταις κέχρηται καὶ τελευτὰς ἑκάστῃ τὰς ἐπιτη‐
5δειοτάτας ἀποδέδωκε, μεμέρικέν τε καλῶς καὶ τέταχεν καὶ πεποίκιλκε τὴν γραφήν. ἦθός τε ἐπιδείκνυται θεο‐ σεβὲς καὶ δίκαιον καὶ καρτερικὸν καὶ εὐπρεπές, ἁπάσαις τε συλλήβδην κεκοσμημένον ἀρεταῖς· καὶ ὁ μὲν πραγμα‐ τικὸς τύπος αὐτῷ τοιοῦτος.
Pomp
.

4

.

3

ὁ δὲ λεκτικὸς πῇ μὲν ὅμοιος Ἡροδότου, πῇ δὲ ἐν‐ δεέστερος. καθαρὸς μὲν γὰρ τοῖς ὀνόμασιν ἱκανῶς καὶ σαφὴς 〈καὶ ἐναργὴσ〉 καθάπερ ἐκεῖνος· ἐκλέγει δὲ ὀνόματα συνήθη τε καὶ προσφυῆ τοῖς πράγμασι, καὶ241
5συντίθησιν αὐτὰ ἡδέως πάνυ καὶ κεχαρισμένως οὐχ ἧττον Ἡροδότου. ὕψος δὲ καὶ κάλλος καὶ μεγαλοπρέ‐ πειαν καὶ τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικὸν Ἡρό‐
Pomp
.

4

.

4

δοτος ἔχει· οὐ γὰρ μόνον οὐκ ἴσχυσε τοῦτο παρ’ αὐτοῦ λαβεῖν, ἀλλὰ κἄν ποτε διεγεῖραι βουληθῇ τὴν φράσιν, ὀλίγον ἐμπνεύσας ὥσπερ ἀπόγειος αὖρα ταχέως σβέν‐ νυται ** μακρότερος γὰρ γίνεται τοῦ δέοντος ἐν
5πολλοῖς, καὶ τοῦ πρέποντος οὐχ ὡς Ἡρόδοτος ἐφάπτε‐ ται τῶν προσώπων εὐτυχῶς, ἀλλ’ ἐν πολλοῖς ὀλίγωρός ἐστιν, ἄν τις ὀρθῶς σκοπῇ.
Pomp
.

5

.

1

Φίλιστος δὲ Θουκυδίδῃ μᾶλλον 〈ἂν〉 δόξειεν ἐοι‐ κέναι καὶ κατ’ ἐκεῖνον κοσμεῖσθαι τὸν χαρακτῆρα. οὔτε γὰρ ὑπόθεσιν εἴληφε πολυωφελῆ καὶ κοινήν, [ὥσπερ Θουκυδίδης] ἀλλὰ μίαν καὶ ταύτην τοπικήν·
5διῄρηκε δ’ αὐτὴν εἰς γραφὰς δύο, Περὶ Σικελίας μὲν τὴν προτέραν ἐπιγράφων, Περὶ Διονυσίου δὲ τὴν ὑστέραν. ἔστι δὲ μία· καὶ τοῦτο γνοίης ἂν ἀπὸ τοῦ
Pomp
.

5

.

2

τέλους τῆς Σικελικῆς. τάξιν δὲ οὐ τὴν κρατίστην
ἀποδέδωκε τοῖς δηλουμένοις ἀλλὰ δυσπαρακολούθητον, χεῖρον τῆς Θουκυδίδου. καὶ πρᾶγμα ἔξωθεν οὐ βού‐ λεται παραλαμβάνειν, ὥςπερ οὐδὲ Θουκυδίδης, ἀλλ’242
5ἔστιν ὁμοειδής. ἦθός τε κολακικὸν καὶ φιλοτύραννον
Pomp
.

5

.

3

ἐμφαίνει καὶ ταπεινὸν καὶ μικρολόγον. τῆς δὲ λέξεως ᾗ Θουκυδίδης κέχρηται τὸ μὲν σημειῶδες καὶ περίερ‐ γον πέφευγεν, τὸ δὲ στρογγύλον καὶ πυκνὸν καὶ ἐν‐ θυμηματικὸν ἐκμέμακται. τῆς μέντοι καλλιλογίας τῆς
5ἐκείνου καὶ 〈τῆς σεμνότητος καὶ〉 τοῦ πλούτου τῶν
Pomp
.

5

.

4

ἐνθυμημάτων καὶ πολὺ ὑστερεῖ. οὐ μόνον δ’ ἐν τού‐ τοις, ἀλλὰ καὶ κατὰ τοὺς σχηματισμούς· ἣ μὲν γὰρ πλήρης σχημάτων (καὶ οὐδὲν οἶμαι περὶ τῶν φανερῶν ἐπὶ πλέον δεῖν λέγειν), ἡ δὲ Φιλίστου φράσις ὁμοει‐
5δὴς πᾶσα δεινῶς καὶ ἀσχημάτιστός ἐστι· καὶ πολλὰς εὕροι τις ἂν περιόδους ὁμοίως ἐφεξῆς ὑπ’ αὐτοῦ σχη‐ ματιζομένας, οἷον ἐν ἀρχῇ τῆς δευτέρας τῶν περὶ Σι‐
Pomp
.

5

.

5

κελίας· ‘Συρακόσιοι δὲ παραλαβόντες Μεγαρεῖς καὶ Ἐνναίους, Καμαριναῖοι δὲ Σικελοὺς καὶ τοὺς ἄλλους συμμάχους πλὴν Γελῴων ἀθροίσαντες, Γελῷοι δὲ Συρακοσίοις οὐκ ἔφασαν πολεμήσειν· Συρακόσιοι δὲ
5πυνθανόμενοι Καμαριναίους τὸν Ὕρμινον διαβάντας—‘·243
Pomp
.

5

.

6

ταῦτα δὲ ἀηδῆ πάνυ ὄντα ἐμοὶ φαίνεται. μικρός τε παρὰ πᾶσαν ἰδέαν ἐστὶ καὶ εὐτελής, ἐάν τε πολιορκίας διηγῆται ἐάν τε οἰκισμούς, ἐάν τε ἐπαίνους ἐάν τε ψόγους διαπορεύηται. ἀλλ’ οὐδὲ τοῖς μεγέθεσι τῶν
5ἀνδρῶν συνεξισῶν τοὺς λόγους, ἀλλὰ ψοφοδεεῖς καὶ τοὺς 〈κρατίστουσ〉 δημηγοροῦντας καταλείπων τὰς δυ‐ νάμεις καὶ τὰς προαιρέσεις ὁμοίους ἅπαντας ποιεῖ. εὐστομίαν δέ τινα φυσικὴν εἰσφέρεται κατὰ τὴν ἑρμη‐ νείαν καὶ σύνεσιν ἐπιτευκτικὴν τοῦ μετρίου. πρὸς δὲ
10τοὺς ἀληθινοὺς ἀγῶνας ἐπιτηδειότερος Θουκυδίδου.
Pomp
.

6

.

1

Θεόπομπος δὲ Χῖος ἐπιφανέστατος πάντων 〈τῶν〉 Ἰσοκράτους μαθητῶν γενόμενος καὶ πολλοὺς μὲν πανη‐ γυρικούς, πολλοὺς δὲ συμβουλευτικοὺς συνταξάμενος λόγους ἐπιστολάς τε τὰς Χιακὰς ἐπιγραφομένας καὶ
5ὑποθήκας ἄλλας λόγου ἀξίας, ἱστορίαν πεπραγματευ‐
Pomp
.

6

.

2

μένος ἄξιος ἐπαινεῖσθαι πρῶτον μὲν τῆς ὑποθέσεως τῶν ἱστοριῶν (καλαὶ γὰρ ἀμφότεραι, ἣ μὲν τὰ λοιπὰ τοῦ Πελοποννησιακοῦ πολέμου περιέχουσα, ἣ δὲ τὰ Φιλίππῳ πεπραγμένα), ἔπειτα τῆς οἰκονομίας (ἀμφό‐
5τεραι γάρ εἰσιν εὐπαρακολούθητοι καὶ σαφεῖς), μάλιστα
δὲ τῆς ἐπιμελείας τε καὶ φιλοπονίας τῆς κατὰ τὴν συγγραφήν· δῆλος γάρ ἐστιν, εἰ καὶ μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος, μεγίστας δὲ δαπάνας εἰς τὴν συναγωγὴν αὐτῶν τετε‐244
Pomp
.

6

.

3

λεκώς, καὶ πρὸς τούτοις πολλῶν μὲν αὐτόπτης γεγενη‐ μένος, πολλοῖς δ’ εἰς ὁμιλίαν ἐλθὼν ἀνδράσι τοῖς τότε πρωτεύουσι καὶ στρατηγοῖς δημαγωγοῖς τε καὶ φιλοσόφοις διὰ τὴν συγγραφήν· οὐ γὰρ ὥςπέρ τινες
5πάρεργον τοῦ βίου τὴν ἀναγραφὴν τῆς ἱστορίας ἐποιή‐ σατο, ἔργον δὲ τὸ πάντων ἀναγκαιότατον. γνοίη δ’ ἄν τις αὐτοῦ τὸν πόνον ἐνθυμηθεὶς τὸ πολύμορφον τῆς
Pomp
.

6

.

4

γραφῆς· καὶ γὰρ ἐθνῶν εἴρηκεν οἰκισμοὺς καὶ πόλεων κτίσεις ἐπελήλυθε, βασιλέων τε βίους καὶ τρόπων ἰδιώματα δεδήλωκε, καὶ εἴ τι θαυμαστὸν ἢ παράδοξον ἑκάστη γῆ καὶ θάλασσα φέρει, συμπεριείληφεν τῇ πραγ‐
5ματείᾳ. καὶ μηδεὶς ὑπολάβῃ ψυχαγωγίαν ταῦτ’ εἶναι μόνον· οὐ γὰρ οὕτως ἔχει, ἀλλὰ πᾶσαν ὡς ἔπος εἰπεῖν
Pomp
.

6

.

5

ὠφέλειαν περιέχει. ἵνα δὲ πάντ’ ἀφῶ τἆλλα, τίς οὐχ ὁμο‐ λογήσει τοῖς ἀσκοῦσι τὴν φιλόσοφον ῥητορικὴν ἀναγκαῖον εἶναι πολλὰ μὲν ἔθη καὶ βαρβάρων καὶ Ἑλλήνων ἐκμα‐ θεῖν, πολλοὺς δὲ νόμους ἀκοῦσαι πολιτειῶν τε σχήματα,
Pomp
.

6

.

6

καὶ βίους ἀνδρῶν καὶ πράξεις καὶ τέλη καὶ τύχας; τού‐ τοις τοίνυν ἅπασαν ἀφθονίαν δέδωκεν οὐκ ἀπεσπασμέ‐ νην τῶν πραγμάτων ἀλλὰ συμπαροῦσαν. πάντα 〈τε〉 δὴ ταῦτα ζηλωτὰ τοῦ συγγραφέως, καὶ ἔτι πρὸς τού‐245
5τοις ὅσα φιλοσοφεῖ παρ’ ὅλην τὴν 〈συγγραφὴν περὶ〉 δικαιοσύνης καὶ εὐσεβείας καὶ τῶν ἄλλων ἀρετῶν πολ‐
Pomp
.

6

.

7

λοὺς καὶ καλοὺς διεξερχόμενος λόγους. τελευταῖόν ἐστι τῶν ἔργων αὐτοῦ καὶ χαρακτηρικώτατον, ὃ παρ’ οὐδενὶ τῶν ἄλλων συγγραφέων οὕτως ἀκριβῶς ἐξείρ‐ γασται καὶ δυνατῶς οὔτε τῶν πρεσβυτέρων οὔτε τῶν
5νεωτέρων· τί δὲ τοῦτό ἐστι; τὸ καθ’ ἑκάστην πρᾶξιν μὴ μόνον τὰ φανερὰ τοῖς πολλοῖς ὁρᾶν καὶ λέγειν, ἀλλ’ ἐξετάζειν καὶ τὰς ἀφανεῖς αἰτίας τῶν πράξεων καὶ τῶν πραξάντων αὐτὰς καὶ τὰ πάθη τῆς ψυχῆς, ἃ μὴ ῥᾴδια τοῖς πολλοῖς εἰδέναι, καὶ πάντα ἐκκαλύπτειν τὰ
10μυστήρια τῆς τε δοκούσης ἀρετῆς καὶ τῆς ἀγνοουμέ‐
Pomp
.

6

.

8

νης κακίας. καί μοι δοκεῖ πως ὁ μυθευόμενος ἐν Ἅιδου τῶν ψυχῶν ἀπολυθεισῶν τοῦ σώματος ἐξετασμὸς ἐπὶ τῶν ἐκεῖ δικαστῶν οὕτως ἀκριβὴς εἶναι ὡς ὁ διὰ τῆς Θεοπόμπου γραφῆς γιγνόμενος. διὸ καὶ βάσκανος
5ἔδοξεν εἶναι, προσλαμβάνων τοῖς ἀναγκαίοις τινὰ ὀνει‐ δισμοῖς κατὰ τῶν ἐνδόξων προσώπων οὐκ ἀναγκαῖα
πράγματα, ὅμοιόν τι ποιῶν τοῖς ἰατροῖς, οἳ τέμνουσι καὶ καίουσι τὰ διεφθαρμένα τοῦ σώματος ἕως βάθους τὰ καυτήρια καὶ τὰς τομὰς φέροντες, οὐδὲν τῶν ὑγιαι‐246
10νόντων καὶ κατὰ φύσιν ἐχόντων στοχαζόμενοι. τοι‐ οῦτος μὲν δή τις ὁ πραγματικὸς Θεοπόμπου χαρακτήρ.
Pomp
.

6

.

9

ὁ δὲ λεκτικὸς Ἰσοκράτει μάλιστα ἔοικε· καθαρά τε γὰρ ἡ λέξις καὶ κοινὴ καὶ σαφής, ὑψηλή τε καὶ μεγα‐ λοπρεπὴς καὶ τὸ πομπικὸν ἔχουσα πολύ, συγκειμένη τε κατὰ τὴν μέσην ἁρμονίαν, ἡδέως καὶ μαλακῶς
5ῥέουσα. διαλλάττει δὲ τῆς Ἰσοκρατείου κατὰ τὴν πι‐ κρότητα καὶ τὸν τόνον ἐπ’ ἐνίων, ὅταν ἐπιτρέψῃ τοῖς πάθεσι, μάλιστα δ’ ὅταν ὀνειδίζῃ πόλεσιν ἢ στρατηγοῖς
Pomp
.

6

.

10

πονηρὰ βουλεύματα καὶ πράξεις ἀδίκους (πολὺς γὰρ ἐν τούτοις), καὶ τῆς Δημοσθένους δεινότητος οὐδὲ κατὰ μικρὸν διαφέρει, ὡς ἐξ ἄλλων πολλῶν ἄν τις ἴδοι κἀκ τῶν Χιακῶν ἐπιστολῶν, ἃς τῷ 〈συμφύτῳ〉
5πνεύματι ἐπιτρέψας γέγραφεν. εἰ δ’ ὑπερεῖδεν ἐν τού‐ τοις ἐφ’ οἷς μάλιστα δὴ ἐσπούδακε τῆς τε συμπλοκῆς τῶν φωνηέντων γραμμάτων καὶ τῆς κυκλικῆς εὐρυθ‐ μίας τῶν περιόδων καὶ τῆς ὁμοειδείας τῶν σχημα‐ τισμῶν, πολὺ ἀμείνων ἂν ἦν αὐτὸς ἑαυτοῦ κατὰ τὴν
10φράσιν.
Pomp
.

6

.

11

ἔστι δὲ ἃ καὶ κατὰ τὸν πραγματικὸν τόπον ἁμαρ‐
τάνει, καὶ μάλιστα κατὰ τὰς παρεμβολάς· οὔτε γὰρ ἀναγκαῖαί τινες αὐτῶν οὔτ’ ἐν καιρῷ γενόμεναι, πολὺ δὲ τὸ παιδιῶδες ἐμφαίνουσαι· ἐν αἷς ἐστι καὶ τὰ περὶ247
5Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίᾳ καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη καὶ ἄλλα τούτοις οὐκ ὀλίγα ὅμοια. Οὗτοι παραληφθέντες οἱ συγγραφεῖς ἀρκέσουσι τοῖς ἀσκοῦσι τὸν πολιτικὸν λόγον ἀφορμὰς ἐπιτηδείους παρα‐
10δειγμάτων παρασχεῖν εἰς ἅπασαν ἰδέαν.248