TLG 0081 014 :: DIONYSIUS HALICARNASSENSIS :: De imitatione (fragmenta)

DIONYSIUS HALICARNASSENSIS Hist. Rhet.
(Halicarnassensis: 1 B.C.)

De imitatione (fragmenta)

Source: Usener, H., Radermacher, L. (eds.), Dionysii Halicarnasei quae exstant, vol. 6. Leipzig: Teubner, 1929 (repr. Stuttgart: Teubner, 1965): 197, 200, 202–216.

  • frr. 1–3, 6–6a, 9–10
  • fr. 6 (De veterum censura): pp. 202.18–214.2

Citation: Fragment — (line)

1tΔΙΟΝΥΣΙΟΥ
2tΑΛΙΚΑΡΝΑΣΕΩΣ
3tΠΕΡΙ
4tΜΙΜΗΣΕΩΣ
1Ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν
πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ εὖ λέγειν.197

27

τρία ταῦτα τὴν ἀρίστην ἡμῖν ἔν τε τοῖς πολιτικοῖς λόγοις ἕξιν καὶ ἐν πάσῃ τέχνῃ τε καὶ ἐπιστήμῃ χορη‐ γήσει· φύσις δεξιά, μάθησις ἀκριβής, ἄσκησις ἐπίπο‐ νος· ἅ περ καὶ τὸν Παιανιέα τοιοῦτον ἀπειργάσατο.

28

μίμησίς ἐστιν ἐνέργεια διὰ τῶν θεωρημάτων ἐκματ‐ τομένη τὸ παράδειγμα. ζῆλος δέ ἐστιν ἐνέργεια ψυχῆς πρὸς θαῦμα τοῦ
δοκοῦντος εἶναι καλοῦ κινουμένη.200

30

τῆς μὲν δυνάμεως τὴν κυριωτάτην εἶναι μοῖραν ἐν τῇ φύσει, ἣν οὐκ ἐφ’ ἡμῖν ἔστιν οἵαν ἀξιοῦμεν ἔχειν· τῆς δὲ προαιρέσεως οὐδὲν μέρος ἐστὶν οὗ μὴ τὴν ἐξουσίαν ἡμεῖς ἔχομεν.

31,1,1

Ὅτι δεῖ τοῖς τῶν ἀρχαίων ἐντυγχάνειν συγγράμ‐ μασιν, ἵν’ ἐντεῦθεν μὴ μόνον τῆς ὑποθέσεως τὴν ὕλην ἀλλὰ καὶ τὸν τῶν ἰδιωμάτων ζῆλον χορηγηθῶμεν. ἡ γὰρ ψυχὴ τοῦ ἀναγινώσκοντος ὑπὸ τῆς συνεχοῦς παρα‐
5τηρήσεως τὴν ὁμοιότητα τοῦ χαρακτῆρος ἐφέλκεται.
ὁποῖόν τι καὶ γυναῖκα ἀγροίκου παθεῖν ὁ μῦθος λέγει· ἀνδρί, φασί, γεωργῷ τὴν ὄψιν αἰσχρῷ παρέστη δέος, μὴ τέκνων ὁμοίων γένηται πατήρ· ὁ φόβος δὲ αὐτὸν οὗτος εὐπαιδίας ἐδίδαξε τέχνην. καὶ εἰκόνας παρα‐202
10δείξας εὐπρεπεῖς εἰς αὐτὰς βλέπειν εἴθισε τὴν γυναῖκα· καὶ μετὰ ταῦτα συγγενόμενος αὐτῇ τὸ κάλλος εὐτύ‐ χησε τῶν εἰκόνων. οὕτω καὶ λόγων μιμήσεσιν ὁμοιό‐ της τίκτεται, ἐπὰν ζηλώσῃ τις τὸ παρ’ ἑκάστῳ τῶν παλαιῶν βέλτιον εἶναι δοκοῦν καὶ καθά περ ἐκ πολ‐
15λῶν ναμάτων ἕν τι συγκομίσας ῥεῦμα τοῦτ’ εἰς τὴν ψυχὴν μετοχετεύσῃ. καί μοι παρίσταται πιστώσασθαι τὸν λόγον τοῦτον ἔργῳ· Ζεῦξις ἦν ζωγράφος, καὶ παρὰ Κροτωνιατῶν ἐθαυμάζετο· καὶ αὐτῷ τὴν Ἑλένην γρά‐ φοντι γυμνὴν γυμνὰς ἰδεῖν τὰς παρ’ αὐτοῖς ἐπέτρεψαν
20παρθένους· οὐκ ἐπειδή περ ἦσαν ἅπασαι καλαί, ἀλλ’ οὐκ εἰκὸς ἦν ὡς παντάπασιν ἦσαν αἰσχραί· ὃ δ’ ἦν ἄξιον παρ’ ἑκάστῃ γραφῆς, ἐς μίαν ἠθροίσθη σώμα‐ τος εἰκόνα, κἀκ πολλῶν μερῶν συλλογῆς ἕν τι συν‐
έθηκεν ἡ τέχνη τέλειον [καλὸν] εἶδος. τοιγαροῦν203
25πάρεστι καὶ σοὶ καθά περ ἐν θεάτρῳ παλαιῶν σωμά‐ των ἰδέας ἐξιστορεῖν καὶ τῆς ἐκείνων ψυχῆς ἀπανθί‐ ζεσθαι τὸ κρεῖττον, καὶ τὸν τῆς πολυμαθείας ἔρανον συλλέγοντι οὐκ ἐξίτηλον χρόνῳ γενησομένην εἰκόνα τυποῦν ἀλλ’ ἀθάνατον τέχνης κάλλος.
30 ** ἐάν τ’ ἐκδήλους καὶ σαφεῖς τοῖς ἀκροωμένοις τὰς ἐκλογὰς ἔχῃ τὸ μίμημα.

31,2,1

Τῆς μὲν οὖν Ὁμηρικῆς ποιήσεως οὐ μίαν τινὰ τοῦ σώματος μοῖραν, ἀλλ’ ἐκτύπωσαι τὸ σύμπαν, καὶ λάβε ζῆλον ἠθῶν τε τῶν ἐκεῖ καὶ παθῶν καὶ μεγέ‐ θους, καὶ τῆς οἰκονομίας καὶ τῶν ἄλλων ἀρετῶν ἁπα‐
5σῶν εἰς ἀληθῆ τὴν παρὰ σοὶ μίμησιν ἠλλαγμένων. τοὺς δ’ ἄλλους, ἐν οἷς 〈ἂν〉 ἀλλήλων πλέον ἔχωσι,

31,2,2

χρὴ μιμεῖσθαι. Ἡσίοδος μὲν γὰρ ἐφρόντισεν ἡδονῆς

31,2,3

δι’ ὀνομάτων λειότητος καὶ συνθέσεως ἐμμελοῦς. Ἀντί‐ μαχος δὲ εὐτονίας καὶ ἀγωνιστικῆς τραχύτητος καὶ

31,2,4

τοῦ συνήθους τῆς ἐξαλλαγῆς. Πανύασις δὲ τάς τε ἀμφοῖν ἀρετὰς εἰσηνέγκατο, καὶ αὐτὸς πραγματείᾳ

31,2,5

καὶ τῇ κατ’ αὐτὸν οἰκονομίᾳ διήνεγκεν. Ζηλωτὸς δὲ καὶ Πίνδαρος ὀνομάτων καὶ νοημάτων εἵνεκα, καὶ μεγαλοπρεπείας καὶ τόνου καὶ περιουσίας κατασκευῆς καὶ δυνάμεως, καὶ πικρίας μετὰ ἡδονῆς· καὶ πυκνό‐204
5τητος καὶ σεμνότητος, καὶ γνωμολογίας καὶ ἐναργείας, καὶ σχηματισμῶν καὶ ἠθοποιίας καὶ αὐξήσεως καὶ δει‐ νώσεως· μάλιστα δὲ τῶν εἰς σωφροσύνην καὶ εὐσέ‐

31,2,6

βειαν καὶ μεγαλοπρέπειαν ἠθῶν. Σιμωνίδου δὲ παρα‐ τήρει τὴν ἐκλογὴν τῶν ὀνομάτων, τῆς συνθέσεως τὴν ἀκρίβειαν· πρὸς τούτοις, καθ’ ὃ βελτίων εὑρίσκεται καὶ Πινδάρου, τὸ οἰκτίζεσθαι μὴ μεγαλοπρεπῶς ἀλλὰ

31,2,7

παθητικῶς. Ὅρα δὲ καὶ Στησίχορον ἔν τε τοῖς ἑκα‐ τέρων τῶν προειρημένων πλεονεκτήμασι κατορθοῦντα, οὐ μὴν ἀλλὰ καὶ ὧν ἐκεῖνοι λείπονται κρατοῦντα· λέγω δὲ τῇ μεγαλοπρεπείᾳ τῶν κατὰ τὰς ὑποθέσεις
5πραγμάτων, ἐν οἷς τὰ ἤθη καὶ τὰ ἀξιώματα τῶν

31,2,8

προσώπων τετήρηκεν. Ἀλκαίου δὲ σκόπει τὸ μεγαλο‐ φυὲς καὶ βραχὺ καὶ ἡδὺ μετὰ δεινότητος, ἔτι δὲ καὶ τοὺς σχηματισμοὺς καὶ τὴν σαφήνειαν, ὅσον αὐτῆς μὴ τῇ διαλέκτῳ τι κεκάκωται· καὶ πρὸ ἁπάντων τὸ τῶν
5πολιτικῶν ποιημάτων ἦθος· πολλαχοῦ γοῦν τὸ μέτρον τις εἰ περιέλοι, ῥητορείαν ἂν εὕροι πολιτικήν. —

31,2,9

Ἴωμεν ἐπὶ τοὺς τραγῳδούς, οὐκ ἐπειδὴ μὴ προσήκει
πᾶσιν τοῖς ποιηταῖς ἐντυγχάνειν, ἀλλ’ ἐπεὶ μὴ πάντων καιρὸς ἐν τῷ παρόντι μεμνῆσθαι· τὸ δὲ τῶν ἐξαιρέ‐205

31,2,10

των, ἱκανόν ἐστιν. Ὁ δ’ οὖν Αἰσχύλος πρῶτος ὑψη‐ λός τε καὶ τῆς μεγαλοπρεπείας ἐχόμενος, καὶ ἠθῶν καὶ παθῶν τὸ πρέπον εἰδώς, καὶ τῇ τροπικῇ καὶ τῇ κυρίᾳ λέξει διαφερόντως κεκοσμημένος, πολλαχοῦ δὲ
5καὶ αὐτὸς δημιουργὸς καὶ ποιητὴς ἰδίων ὀνομάτων καὶ πραγμάτων, Εὐριπίδου δὲ καὶ Σοφοκλέους καὶ ποικι‐

31,2,11

λώτερος ταῖς τῶν προσώπων ἐπεισαγωγαῖς. Σοφο‐ κλῆς δὲ ἔν τε τοῖς 〈ἤθεσι καὶ τοῖσ〉 πάθεσι διήνεγκεν τὸ τῶν προσώπων ἀξίωμα τηρῶν· Εὐριπίδῃ μέντοι τὸ ὅλον ἀληθὲς καὶ προσεχὲς τῷ βίῳ τῷ νῦν ἤρεσεν·
5ὅθεν τὸ πρέπον αὐτὸν καὶ κόσμιον πολλαχοῦ διέφυγεν, καὶ οὐχὶ τὰ γεννικὰ καὶ μεγαλοφυῆ τῶν προσώπων ἤθη καὶ πάθη καθά περ Σοφοκλῆς κατώρθωσεν· εἰ δέ τι ἄσεμνον καὶ ἄνανδρον καὶ ταπεινόν, σφόδρα ἰδεῖν ἔστιν αὐτὸν ἠκριβωκότα. καὶ Σοφοκλῆς μὲν οὐ περιτ‐
10τὸς ἐν τοῖς λόγοις, ἀλλ’ ἀναγκαῖος· ὁ δὲ Εὐριπίδης πολὺς ἐν ταῖς ῥητορικαῖς εἰσαγωγαῖς. καὶ ὃ μὲν ποιη‐ τικός ἐστιν ἐν τοῖς ὀνόμασι, καὶ πολλάκις ἐκ πολλοῦ τοῦ μεγέθους εἰς διάκενον κόμπον ἐκπίπτων οἷον εἰς ἰδιωτικὴν παντάπασι ταπεινότητα κατέρχεται· ὃ δὲ οὔτε
15ὑψηλός ἐστιν οὔτε μὴν λιτός, ἀλλὰ κεκραμένῃ μεσό‐
τητι τῆς λέξεως κέχρηται. Τῶν δὲ κωμῳδῶν μιμητέον τὰς λεκτικὰς ἀρετὰς ἁπάσας· εἰσὶ γὰρ καὶ τοῖς ὀνόμασι καθαροὶ καὶ σα‐ φεῖς, καὶ βραχεῖς καὶ μεγαλοπρεπεῖς καὶ δεινοὶ καὶ206
20ἠθικοί. Μενάνδρου δὲ καὶ τὸ πραγματικὸν θεωρητέον.

31,3,1

Τῶν μέντοι συγγραφέων Ἡρόδοτος μὲν ἐξείρ‐ γασται βέλτιον τὸ πραγματικὸν εἶδος· τῷ δὲ λεκτικῷ ποτὲ μὲν πλεονεκτεῖ Θουκυδίδης, ποτὲ δὲ ἔμπαλιν· ἔστιν δ’ ἐν οἷς ἐξισοῦνται. τῇ μὲν γὰρ ἀκριβείᾳ τῶν
5ὀνομάτων, ἧς ἑκάτεροι προῄρηνται διαλέκτου ἀπο‐ σῴζουσι τὸ ἴδιον· τῆς σαφηνείας δὲ ἀναμφισβητήτως Ἡροδότῳ τὸ κατόρθωμα δέδοται. καὶ τὸ μὲν σύντο‐ μον ἔστι παρὰ Θουκυδίδῃ, τὸ δὲ ἐναργὲς παρὰ ἀμφο‐ τέροις. ἐν μέντοι τοῖς ἠθικοῖς κρατεῖ ὁ Ἡρόδοτος, ἐν
10δὲ τοῖς παθητικοῖς ὁ Θουκυδίδης. πάλιν καλλιλογίᾳ καὶ μεγαλοπρεπείᾳ διαφέρουσιν οὐδὲν ἀλλήλων, ἀλλ’ ἑκάτεροι τούτων τε καὶ τῶν τοιούτων ἀρετῶν κρατοῦσι. ῥώμῃ δὲ καὶ ἰσχύι καὶ τόνῳ καὶ τῷ περιττῷ καὶ πολυ‐ σχηματίστῳ παρηυδοκίμησε Θουκυδίδης· ἡδονῇ δὲ καὶ
15πειθοῖ καὶ χάριτι καὶ τῷ [ἀφελεῖ] αὐτοφυεῖ [ἀβασα‐ νίστῳ] μακρῷ διενεγκόντα τὸν Ἡρόδοτον εὑρίσκομεν· ὃς καὶ μετὰ τούτων τὸ πρέπον 〈περὶ〉 πραγματείαν
καὶ προσωποποιίαν μᾶλλον συντετήρηκεν.207

31,3,2

Φιλίστου δὲ καὶ Ξενοφῶντος ** ὁ μὲν Ξενοφῶν Ἡροδότου ζηλωτὴς ἐγένετο κατά τε τὰς πραγματικὰς ἀρετὰς 〈καὶ τὰς λεκτικάς· καὶ τῷ μὲν πραγματικῷ τύπῳ οὐχ ἥττων Ἡροδότου κατά τε τὰς ὑποθέσεισ〉
5καὶ τὰς οἰκονομίας καὶ τὰ ἠθικά, τῷ δὲ λεκτικῷ πῇ μὲν ὅμοιος, πῇ δὲ ἐλάττων· ἐκλεκτικὸς μὲν γὰρ καὶ καθαρὸς τοῖς ὀνόμασι, καὶ σαφὴς καὶ ἐναργής, καὶ κατὰ τὴν σύνθεσιν ἡδὺς καὶ εὔχαρις, ὡς καὶ πλεῖον 〈ἔχειν〉 ἐκείνου· ὕψους δὲ καὶ μεγαλοπρεπείας καὶ καθόλου τοῦ
10ἱστορικοῦ πλάσματος οὐκ ἐπέτυχεν· ἀλλ’ οὐδὲ τοῦ πρέ‐ ποντος τοῖς προσώποις πολλάκις ἐστοχάσατο, περιτι‐ θεὶς ἀνδράσιν ἰδιώταις καὶ βαρβάροις ἔσθ’ ὅτε λόγους φιλοσόφους, λέξει χρώμενος διαλόγοις πρεπούσῃ μᾶλ‐ λον ἢ στρατιωτικοῖς κατορθώμασι. Φίλιστος δὲ μιμη‐
15τής ἐστι Θουκυδίδου, ἔξω τοῦ ἤθους· ᾧ μὲν γὰρ ἐλεύθερον καὶ φρονήματος μεστόν· τούτῳ δὲ θεραπευ‐ τικὸν τῶν τυράννων καὶ δοῦλον πλεονεξίας. ἐζήλωκεν δὲ πρῶτον μὲν τὸ τὴν ὑπόθεσιν ἀτελῆ καταλιπεῖν τὸν αὐτὸν ἐκείνῳ τρόπον· οὐ μὴν ἀλλὰ καὶ τὴν ἀταξίαν
20αὐτοῦ τῆς οἰκονομίας· καὶ δυσπαρακολούθητον τὴν πραγματείαν τῇ συγχύσει τῶν εἰρημένων πεποίηκεν. τῆς 〈δὲ〉 λέξεως τὸ μὲν γλωσσηματικὸν καὶ περίεργον οὐκ ἐζήλωκεν Θουκυδίδου· τὸ δὲ στρογγύλον καὶ πυκνὸν καὶ εὔτονον καὶ ἐναγώνιον πάνυ ἀκριβῶς208
25ἀπεμάξατο, οὐ μὴν ὁμοίως τὴν καλλιλογίαν καὶ τὴν σεμνότητα καὶ τὴν ἀφθονίαν τῶν ἐνθυμημάτων, καὶ τὰ βάρη καὶ τὰ πάθη καὶ τοὺς σχηματισμούς. μικρὸς δὲ ἐστὶ καὶ ταπεινὸς κομιδῇ ταῖς ἐκφράσεσιν ἤτοι τό‐ πων ἢ ναυμαχιῶν ἢ πεζῶν παρατάξεων ἢ οἰκισμοῦ
30πόλεων. οὐδὲ ὁ λόγος τῷ μεγέθει τοῦ πράγματος ἐξισοῦται. συνετὸς μέντοι κατὰ τὴν ἑρμηνείαν. Θου‐ κυδίδου 〈δὲ〉 πρὸς τοὺς ἀληθεῖς ἀγῶνας ὠφελιμώτερος.

31,3,3

Θεόπομπος δὲ ὁ Χῖος πρῶτον μὲν ἐν τῷ προἑλέ‐ σθαι τοιαύτας ἱστορίας ὑποθέσεις ἄξιος ζήλου· μετὰ δέ, οἰκονομίας (ἔχει γοῦν τὸ εὐπαρακολούθητον καὶ σαφὲς ἡ γραφή)· ἔτι δὲ καὶ τῆς ποικιλίας τῆς ἐν τοῖς
5πράγμασιν· οὐ μὴν ἀλλὰ καὶ τῆς ἐφ’ ἑκάστοις παρρη‐ σίας καὶ τοῦ μηδὲ τὰς ἀπορρήτους τῶν γενομένων ἢ λεχθέντων αἰτίας ἀποκρύψασθαι, στοχάσασθαι δ’ ἀκρι‐ βῶς τῆς τῶν εἰπόντων ἢ πεποιηκότων γνώμης. τὸ 〈δὲ〉 λεκτικὸν αὐτοῦ τῷ Ἰσοκρατικῷ παραπλήσιον, πλὴν
10ὅσον πικρόν ἐστι καὶ σφόδρα ἔντονον, τὰ δ’ ἄλλα ὁμοία ἡ λέξις· καὶ γὰρ κοινὴ καὶ σαφὴς καὶ μεγαλο‐ πρεπὴς καὶ σεμνὴ καὶ πομπική, συνθέσεως τετυχηκυῖα τῆς πρὸς ἡδονήν. πονηρὰ δὲ ἡ πολλὴ τῆς τῶν φω‐ νηέντων φυλακὴ συγκρούσεως καὶ 〈αἱ〉 κατεπιτετηδευ‐209
15μέναι κυκλικαὶ περίοδοι καὶ 〈οἱ〉 ὁμοιειδεῖς τῶν σχη‐ ματισμῶν. διήμαρτεν δὲ καὶ ὁμαλότητος πραγματικῆς κατὰ τὰς τῶν παρεκβάσεων ἐπεισαγωγάς· καὶ γὰρ ψυχρῶς ἔνιαι καὶ ἀκαίρως λέγονται, καθάπερ τὰ περὶ τὸν ἐν Μακεδονίᾳ Σιληνὸν ἱστορηθέντα καὶ τὰ
20περὶ τὸν δράκοντα τὸν πρὸς τὴν τριήρη ναυμαχοῦντα.

31,4,1

[Τῶν φιλοσόφων δ’ ἀναγνωστέον τούς τε Πυ‐ θαγορικοὺς τῆς σεμνότητος καὶ τῶν ἠθῶν καὶ τῶν δογμάτων ἕνεκεν· οὐ μὴν ἀλλὰ καὶ τῆς ἀπαγγελίας· μεγαλοπρεπεῖς γὰρ τῇ λέξει καὶ ποιητικοί· καὶ οὐδὲ
5παραλυποῦσι τὴν σαφήνειαν κεκραμένῃ τῇ διαλέκτῳ χρώμενοι.] μιμητέον δὲ ** μάλιστα Ξενοφῶντα καὶ
Πλάτωνα τῶν τε ἠθῶν χάριν καὶ τῆς ἡδονῆς καὶ τῆς μεγαλοπρεπείας. παραληπτέον δὲ καὶ Ἀριστοτέλην εἰς μίμησιν τῆς τε περὶ τὴν ἑρμηνείαν δεινότητος καὶ τῆς210
10σαφηνείας, καὶ τοῦ ἡδέος καὶ πολυμαθοῦς· τοῦτο γὰρ ἔστι μάλιστα παρὰ τοῦ ἀνδρὸς τούτου λαβεῖν. φιλο‐ τιμώμεθα δ’ αὐτοῦ καὶ τοῖς μαθηταῖς ἐντυγχάνειν, οὐδὲν ἐλάττονος οὖσι σπουδῆς ἀξίοις.

31,4,2

Ἐπειδὴ τοίνυν τὰ περὶ τῶν ἄλλων ἀναγνωσμάτων ἐστὶν ἡμῖν κεφαλαιωδῶς ἐξειργασμένα, ῥητέον λοιπὸν καὶ ὃ παρὰ τῶν ῥητόρων ἔστιν ἑκάστου λαβεῖν· ὃ δὴ καὶ μᾶλλον ἡμῖν ἀναγκαῖον.

31,5,1

Ὁ Λυσιακὸς λόγος πρὸς τὸ χρήσιμον καὶ ἀναγκαῖόν ἐστιν αὐτάρκης, καὶ τὸ μὲν αὐχμηρὸν ἐκπε‐ φευγώς, πάνυ δὲ λιτὸς καὶ ἰσχνὸς κατὰ τὴν ἀπαγγε‐ λίαν. ἔστι δὲ κομψὸς καὶ ἐναλήθης, καὶ τῷ ἀττικισμῷ
5εὔχαρις· οὐ μὴν ἀτεχνῶς αὐξητικός, πλὴν τοῦ σκοποῦ λεληθότως ἐπιτυγχάνων, μετ’ ἀκροτάτης τῆς κατὰ τὴν χάριν ἡδονῆς, ὡς ἀναγινωσκόμενον μὲν οὐ χαλεπὸν νομίζεσθαι, χαλεπὸν δὲ εὑρίσκεσθαι ζηλοῦν πειρωμέ‐ νοις. μάλιστα δὲ ἐπιτευκτικὸς ἐν ταῖς διηγήσεσιν·
10ἰσχνότητι γὰρ τῆς φράσεως σαφῆ καὶ ἀπηκριβωμένην

31,5,2

ἔχουσι τὴν τῶν πραγμάτων ἔκθεσιν. Ὁ δὲ Ἰσοκρατι‐ κὸς κομψεύεται μέν, ἀλλὰ μετὰ σεμνότητος, καὶ πανη‐ γυρικώτερός ἐστι μᾶλλον ἢ δικανικώτερος. ἔχει δὲ τὸν κόσμον μετὰ ἐναργείας, καὶ πομπικός ἐστι πέρα211
5τοῦ ἀνυστικοῦ καὶ χρησίμου· οὐ μὴν ἀγωνιστικός, περιγράφων δὲ τὴν ἀπαγγελίαν ταῖς περιόδοις, καὶ ὅλως σεμνότητα σωφρονίζων λιτότητι, τὸ δὲ λιτὸν ἐξαίρων ** καὶ αὐτοῦ μάλιστα ζηλωτέον τήν τε τῶν ὀνομάτων ἐκλογὴν καὶ συνέχειαν καὶ τὸ τῆς ὅλης

31,5,3

ἰδέας ἐπιδεικτικόν. Ὁ δὲ Λυκούργειός ἐστι διὰ παν‐ τὸς αὐξητικὸς καὶ διηρμένος καὶ σεμνός, καὶ ὅλως κατηγορικὸς καὶ φιλαλήθης καὶ παρρησιαστικός· οὐ μὴν ἀστεῖος οὐδὲ ἡδύς, ἀλλὰ ἀναγκαῖος. τούτου χρὴ

31,5,4

ζηλοῦν μάλιστα τὰς δεινώσεις. Ὁ δὲ Δημοσθενικὸς εὔτονος τῇ φράσει 〈καὶ〉 κεκραμένος τοῖς ἤθεσι καὶ λέξεων ἐκλογῇ κεκοσμημένος καὶ χρώμενος τάξει τῇ κατὰ τὸ συμφέρον καὶ μετὰ τοῦ σεμνοῦ τὴν χάριν
5ἔχων καὶ συνεχής· οἷς μάλιστα δικασταὶ κατέχονται.

31,5,5

Ὁ δὲ Αἰσχίνειος ἀτονώτερος μὲν τοῦ Δημοσθενικοῦ, ἐν δὲ τῇ τῶν λέξεων ἐκλογῇ πομπικὸς ἅμα καὶ δεινός·
καὶ οὐ πάνυ μὲν ἔντεχνος, τῇ δὲ παρὰ τῆς φύσεως εὐχερείᾳ κεχορηγημένος· καὶ σφόδρα ἐνεργὴς καὶ βαρὺς212
5καὶ αὐξητικὸς καὶ πικρός, καὶ ἡδὺς μὲν αὐτόθεν ἐν‐

31,5,6

τυχόντι, σφοδρὸς δὲ ἐξετασθείς. Ὁ δὲ Ὑπερείδης εὔστοχος μέν, σπάνιον δ’ αὐξητικός· καὶ τῇ μὲν τῆς φράσεως κατασκευῇ Λυσίαν ὑπερηρκώς, τῇ δὲ τῆς εὑρέσεως πανουργίᾳ πάντας. ἔτι δὲ τοῦ κρινομένου
5διὰ παντὸς ἔχεται, καὶ τοῖς ἀναγκαίοις τοῦ πράγματος προσπέφυκεν, καὶ συνέσει πολλῇ κεχορήγηται, καὶ χάριτος μεστός ἐστι· καὶ δοκῶν ἁπλοῦς οὐκ ἀπήλ‐ λακται δεινότητος. τούτου ζηλωτέον μάλιστα τῶν δι‐ ηγήσεων τὸ λεπτὸν καὶ σύμμετρον, ἔτι δὲ καὶ τὰς
10ἐφόδους, 〈ὡσ〉 ἐπὶ τὰ πράγματα βαδίζει.

31,5,7

Καί μοι καὶ τῶν ῥητόρων οὗτοι κεχαρακτηρισμένοι καὶ δεδειγμένοι, τίνος ἀρετῆς ἐπειλημμένος εἰς ὠφέ‐ λειαν τῶν ἐντυγχανόντων ἕκαστος συνεισφέρει. τού‐ του δὲ ἕνεκα τὰς τῶν προειρημένων ἁπάντων ἰδέας
5διεξῆλθον, ὡς ὑποδεδεῖχθαι τὸν τρόπον τῆς ἐπιμελοῦς ἀναγνώσεως, ἐξ ἧς ὑπάρξει τὸ παρ’ ἑκάστοις κατορθού‐ μενον αἱρουμένοις μήτε παρέργως τοῖς παλαιοῖς ἐν‐ τυγχάνειν μήτε λεληθότως τὴν ὠφέλειαν προσγινο‐ μένην περιμένειν ἀλλ’ ἐπιστημόνως, ἄλλως τε καὶ
10κοσμήσειν μέλλουσι τὸν λόγον τοῖς παρὰ πάντων πλεο‐
νεκτήμασιν· ἃ καὶ αὐτὰ μὲν οἰκείᾳ φύσει τέρπει, εἰ δὲ καὶ κερασθείη διὰ τῆς τέχνης εἰς ἑνὸς τύπον λογι‐ κοῦ σώματος, βελτίων ἡ φράσις τῇ μίξει γίνεται.213

31A

Ὅτι ζωγράφος τις κάλλος ἄριστον γράψαι βουλό‐ μενος τὰς κατὰ τὴν χώραν καλὰς γυναῖκας συνήθροισε, καὶ ἀφ’ ἑκάστης τὸ τῶν μελῶν μιμούμενος κάλλιστον, τῆς μὲν ὀφθαλμούς, τῆς δὲ ῥῖνα, τῆς δὲ ὀφρύας καὶ
5ἀπ’ ἄλλης ἄλλο (οὐδὲ γὰρ ἦν ἁπάσας καλὰ φέρειν τὰ πάντα), κάλλιστον εἶδος ἀπηκριβώσατο. ἔοικε δὲ τοῦτο λαβεῖν ἐκ τοῦ Ὁμήρου. καὶ γὰρ ἐκεῖνος ὑπογράφων τὸν Ἀγαμέμνονα [B 478 s] ὄμματα (μὲν φησί) καὶ κεφαλὴν ἴκελος Διὶ 〈τερπι‐
10κεραύνῳ〉,
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.214

34

Γοργίας μὲν τὴν ποιητικὴν ἑρμηνείαν μετήνεγκεν εἰς λόγους πολιτικούς, οὐκ ἀξιῶν ὅμοιον τὸν ῥήτορα τοῖς ἰδιώταις εἶναι. Λυσίας δὲ τοὐναντίον ἐποίησε· τὴν γὰρ φανερὰν ἅπασι καὶ τετριμμένην λέξιν ἐζή‐
5λωσεν ἔγγιστα νομίζων εἶναι τοῦ πεῖσαι τὸν ἰδιώτην τὸ κοινὸν τῆς ὀνομασίας καὶ ἀφελές· ἥκιστα γὰρ ἄν τις εὕροι τὸν Λυσίαν τροπικῇ καὶ μεταφορικῇ λέξει
κεχρημένον· σεμνὰ δὲ καὶ περιττὰ καὶ μεγάλα φαίνε‐ σθαι τὰ πράγματα ποιεῖ τοῖς κοινοτάτοις ὀνόμασι χρώ‐215
10μενος καὶ ποιητικῆς οὐχ ἁπτόμενος κατασκευῆς.

35

δοκεῖ μὲν γὰρ ἀποίητός τις εἶναι καὶ ἀτεχνίτευτος ὁ τῆς ἑρμηνείας αὐτοῦ (τοῦ Λυσίου) χαρακτήρ, καὶ πολλοῖς ἂν καὶ τῶν φιλολόγων παράσχοι δόξαν, ὅτι ἀνεπιτηδεύτως καὶ οὐ κατὰ τέχνην, αὐτομάτως δέ πως
5καὶ ὡς ἔτυχε σύγκειται. ἔστι δὲ παντὸς ἔργου μᾶλλον τεχνικοῦ κατεσκευασμένος· πεποίηται γὰρ αὐτοῦ τὸ ἀποίητον καὶ δέδεται τὸ λελυμένον, καὶ ἐν αὐτῷ τῷ
μὴ δοκεῖν δεινῶς κατεσκευάσθαι τὸ δεινὸν ἔχει.216