TLG 0081 013 :: DIONYSIUS HALICARNASSENSIS :: De compositione verborum (epitome)

DIONYSIUS HALICARNASSENSIS Hist. Rhet.
(Halicarnassensis: 1 B.C.)

De compositione verborum (epitome)

Source: Usener, H., Radermacher, L. (eds.), Dionysii Halicarnasei quae exstant, vol. 6. Leipzig: Teubner, 1929 (repr. Stuttgart: Teubner, 1965): 145–194.

Citation: Section — (line)

t

ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΤΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΟΝΟΜΑΤΩΝ ΕΠΙΤΟΜΗ

1

Δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε Ῥοῦφε Μελίτιε, τοῦτο δίδωμι, καθάπερ ἡ παρ’ Ὁμήρῳ φησὶν Ἑλένη ξενίζουσα τὸν Τηλέμαχον, πρώτην ἡμέραν ἄγοντι ταύ‐ την γενέθλιον, ἀφ’ οὗ παραγέγονας εἰς ἀνδρὸς ἡλικίαν.
5πέμπω δὲ κτῆμα τὸ αὐτὸ καὶ χρῆμα πρὸς πάσας τὰς ἐν τῷ βίῳ χρείας, ὁπόσαι γίνονται διὰ λόγων ὠφε‐ λίμων. Διττῆς γὰρ οὔσης ἀσκήσεως περὶ πάντας ὡς εἰπεῖν τοὺς λόγους, τῆς περὶ τὰ νοήματα καὶ τὴν λέξιν, ὧν
10ἣ μὲν τοῦ πραγματικοῦ τόπου μᾶλλον ἐφάπτεσθαι δό‐ ξειεν ἄν, ἣ δὲ τοῦ λεκτικοῦ, καὶ πάντων ὅσοι τοῦ λέγειν εὖ στοχάζονται περὶ ἀμφοτέρας τὰς θεωρίας τοῦ λόγου ταύτας σπουδαζόντων ἐξ ἴσου, ἡ μὲν ἐπὶ τὰ πράγματα καὶ τὴν ἐν τούτοις φρόνησιν ἄγουσα
15ἡμᾶς ἐπιστήμη βραδεῖα ἐστὶ καὶ χαλεπὴ νέοις, μᾶλλον δὲ ἀδύνατος εἰς ἀγενείων καὶ μειρακίων πεσεῖν ἡλι‐ κίαν· ἀκμαζούσης γὰρ ἤδη συνέσεως ἐστὶν ἡ τούτων κατάληψις πολλῇ μὲν ἱστορίᾳ λόγων τε καὶ ἔργων, πολλῇ δὲ πείρᾳ καὶ συμφορᾷ παθῶν οἰκείων τε καὶ145
20ἀλλοτρίων συναυξομένη. τὸ δὲ περὶ τὰς λέξεις φιλό‐ καλον καὶ ταῖς νεαραῖς συνανθεῖν εἴωθεν οὐχ ἧττον ἡλικίαις· ἐπτόηται γὰρ ἅπασα νέου ψυχὴ περὶ τὸν τῆς ἑρμηνείας ὡραϊσμόν, ἀλόγους τινὰς καὶ ὥςπερ ἐνθου‐ σιώδεις ἐπὶ τοῦτο λαμβάνουσα τὰς ὁρμάς· οἷς πολλῆς
25πάνυ καὶ ἔμφρονος δεῖ τῆς πρώτης ἐπιστάσεώς τε καὶ ἀγωγῆς, εἰ μέλλουσι μὴ πᾶν, ὅ τι κεν ἐπ’ ἀκαιρίμαν γλῶσσαν ἔπος ἔλθοι, λέγειν μηδ’ εἰκῇ συνθήσειν τὰ προστυχόντα ἀλλήλοις, ἀλλ’ ἐκλογῇ κεχρῆσθαι καθαρῶν ἅμα καὶ γενναίων ὀνομάτων, καὶ συνθέσει ταῦτα κοσμή‐
30σειν μεμιγμένον ἐχούσῃ τῷ σεμνῷ τὸ ἡδύ.

2

Ἡ δὲ σύνθεσις ἔστι μὲν ὥςπερ καὶ αὐτὸ δηλοῖ τοὔνομα, ποιά τις θέσις παράλληλος τῶν τοῦ λόγου μορίων· ἃ δὴ καὶ στοιχεῖα τινὲς τῆς λέξεως καλοῦσιν. ἡ δὲ τῶν τοιούτων μερῶν πλοκὴ καὶ παράθεσις τὰ
5λεγόμενα ποιεῖ κῶλα· ἔπειθ’ ἡ τούτων ἁρμονία τὰς καλουμένας συμπληροῖ περιόδους· αὗται δὲ τὸν σύμ‐ παντα τελειοῦσι λόγον. Ἔστι δὴ τῆς συνθέσεως ἔργα τά τε ὀνόματα οἰκείως θεῖναι παρ’ ἄλληλα καὶ τοῖς κώλοις ἀποδοῦναι τὴν
10προσήκουσαν ἁρμονίαν καὶ ταῖς περιόδοις διαλαβεῖν εὖ τὸν λόγον. δευτέρα δ’ οὖσα μοῖρα τῶν περὶ τὸν
λεκτικὸν τόπον θεωρημάτων κατανοοῦντι τὴν τάξιν (ἡγεῖται γὰρ ἡ τῶν ὀνομάτων ἐκλογὴ καὶ προὑφίστα‐ ται ταύτης κατὰ φύσιν) ἡδονὴν καὶ πειθὼ καὶ κράτος146
15ἐν τοῖς λόγοις οὐκ ὀλίγῳ κρεῖττον ἐκείνης ἔχει. καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, ὅσαι διαφόρους ὕλας λαμβάνουσαι συμφορητὸν ἐκ τούτων ποιοῦσι τὸ τέλος, ὡς οἰκοδομικὴ καὶ τεκτονικὴ καὶ πολιτική, τὸ αὐτὸ συμβαίνει· αἱ γὰρ συνθετικαὶ δυνάμεις τῇ μὲν τάξει
20δεύτεραι τῶν λεκτικῶν εἰσι, τῇ δὲ δυνάμει πρότεραι.

3

Ἔστι τοίνυν πᾶσα λέξις, ᾗ σημαίνομεν τὰς νοήσεις, ἣ μὲν ἄμετρος, ἣ δ’ ἔμμετρος· ὧν ἑκατέρα καλῆς μὲν ἁρμονίας τυχοῦσα καλὸν οἵα τε ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν λόγον· ἀνεπιστάτως δὲ καὶ ὡς ἔτυχε
5ῥιπτομένη προσαπόλλυσι καὶ τὸ ἐν τῇ διανοίᾳ χρήσι‐ μον. πολλοὶ γοῦν καὶ ποιηταὶ καὶ συγγραφεῖς, φιλό‐ σοφοί τε καὶ ῥήτορες λέξεις πάνυ καλὰς καὶ πρεπούσας τοῖς ὑποκειμένοις ἐκλέξαντες ἐπιμελῶς, ἁρμονίαν δὲ αὐταῖς ἀποδόντες εἰκαίαν τινὰ καὶ ἄμουσον, οὐδὲν
10χρηστὸν ἀπέλαυσαν ἐκείνου τοῦ πόνου· ἕτεροι δ’ εὐκα‐ ταφρόνητα καὶ ταπεινὰ λαβόντες ὀνόματα, συνθέντες δ’ αὐτὰ ἰδίως καὶ περιττῶς, πολλὴν τὴν ἀφροδίτην τῷ λόγῳ περιέθηκαν. καὶ σχεδὸν ἀνάλογόν τι πεπονθέναι δόξειεν ἂν ἡ σύνθεσις πρὸς τὴν ἐκλογήν, ὃ πάσχει τὰ
15ὀνόματα πρὸς τὰ νοήματα. ὥςπερ γὰρ οὐδὲν ὄφελός ἐστι διανοίας χρηστῆς, εἰ μή τις αὐτῇ κόσμον ἀποδώσει καλῆς ὀνομασίας, οὕτω καὶ ἐνταῦθα οὐδέν ἐστι προὔρ‐
γου λέξιν εὑρεῖν καθαρὰν καὶ καλλιρήμονα, εἰ μὴ καὶ κόσμον αὐτῇ τις ἁρμονίας τὸν προσήκοντα περι‐147
20θήσει. Ὅτι δὲ κρεῖττον ἄσκημα καὶ τελειότερον τῆς ἐκλογῆς ἡ σύνθεσις, Ὅμηρος καὶ Ἡρόδοτος μαρτυρήσει· Ὅμηρος μὲν ἐν οἷς φησί·
Τὼ δ’ αὖτ’ ἐν κλισίῃς’ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
25ἐντύνοντ’ ἄριστον ἅμ’ ἠοῖ κηαμένω πῦρ, ἐκπέμψαντε νομῆας ἅμ’ ἀγρομένοισι σύεσσι. Τηλέμαχον δὲ περίσαινον κύνες ὑλακόμωροι· οὐδ’ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς σαίνοντάς τε κύνας· ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν·
30αἶψα δ’ ἄρ’ Εὔμαιον προσεφώνεεν ἐγγὺς ἐόντα· Εὔμαι’, ἦ μάλα τίς σοι ἐλεύσεται ἐνθάδ’ ἑταῖρος, ἢ καὶ γνώριμος ἄλλος· ἐπεὶ κύνες οὐχ ὑλάουσιν, ἀλλὰ περισαίνουσι· ποδῶν δ’ ὑπὸ δοῦπον ἀκούω. Οὔπω πᾶν εἴρητο ἔπος, ὅτέ οἱ φίλος υἱὸς
35ἔστη ἐπὶ προθύροισι. ταφὼν δ’ ἀνόρουσε συβώτης· ἐκ δ’ ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον. ὃ δ’ ἀντίος ἔδραμ’ ἄνακτος· κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ χεῖράς τ’ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
40ταῦτα γὰρ οὐ διὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων τὴν τῆς ἑρμηνείας ἀρετὴν ἔχει· διὰ γὰρ τῶν εὐτελεστάτων καὶ ταπεινοτάτων πέπλεκται, καὶ οἷς ἂν καὶ γεωργὸς καὶ θαλαττουργὸς ἐξ ἑτοίμου ἐχρήσατο. ὅθεν καὶ λυθέν‐
τος τοῦ μέτρου φαῦλα φανήσεται καὶ ἄζηλα. οὔτε γὰρ148
45μεταφοραί τινές εἰσιν εὐγενεῖς ἐν αὐτοῖς οὔτε ὑπαλ‐ λαγαὶ οὔτε καταχρήσεις οὔτέ τινα τοιαῦτα. ὁ δὲ Ἡρόδοτος, ἔνθα τὰ περὶ τοῦ Κανδαύλου καὶ τῆς αὐτοῦ γυναικὸς διέξεισι· πρᾶγμα οὐχ ὅτι σεμνὸν ἢ καλλιλο‐ γεῖσθαι δυνάμενον, ἀλλὰ καὶ ταπεινὸν καὶ ἐπικίνδυ‐

3

(50)

νον καὶ τοῦ αἰσχροῦ μᾶλλον ἢ τοῦ καλοῦ ἐγγυτέρω· ἀλλ’ εἴρηται σφόδρα δεξιῶς, καὶ κρεῖττον γέγονεν ἀκουσθῆναι λεγόμενον ἢ ὀφθῆναι γινόμενον. καλὴν δὲ κἀνταῦθα πεποίηκε τὴν φράσιν ἡ συνθήκη, ἀλλ’ οὐχ ἡ σεμνότης τῶν ὀνομάτων· ἀνεπιτήδευτα γάρ ἐστι
55καὶ ἀνέκλεκτα, οἷα ἡ φύσις τέθεικε σύμβολα τοῖς

4

πράγμασι. τὸ δὲ αὐτὸ δύναται καὶ ἡ πεζὴ λέξις πα‐ θεῖν τῇ ἐμμέτρῳ· μενόντων γὰρ τῶν αὐτῶν ὀνομάτων, ἀλλαττομένης δὲ τῆς συνθέσεως, καταφανὲς τὸ ἐν αὐτῇ ἄμουσόν τε καὶ ἀκαλλώπιστον· οἷον ‘Κροῖσος ἦν Λυδὸς
5μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ‘· εἰ γὰρ ὑπαλλάξεις, ἔφθαρται ἡ σύνθεσις· οἷον ‘Κροῖσος ἦν Ἀλυάττου μὲν παῖς, γένος δὲ Λυδός, τύραννος δὲ τῶν ἐντὸς Ἅλυος ποταμοῦ ἐθνῶν‘. ὅτι τοίνυν μείζονα ἰσχὺν ἔχει τῆς ἐκλογῆς ἡ
10σύνθεσις, φανερόν. καί μοι οὐ δοκεῖ τις ἁμαρτεῖν εἰκάσας αὐτὴν τῇ Ὁμηρικῇ Ἀθηνᾷ· ἐκείνη τε γὰρ τὸν Ὀδυσσέα τὸν αὐτὸν ὄντα ἄλλοτε ἀλλοῖον ἐποίει φαί‐ νεσθαι· τοτὲ μὲν μικρὸν καὶ ῥυσὸν καὶ αἰσχρὸν
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
15τοτὲ δὲ τῇ αὐτῇ ῥάβδῳ πάλιν ἐφαψαμένη
μείζονά τ’ εἰσιδέειν καὶ πάσσονα θῆκεν ἰδέσθαι,
καδ δὲ κάρητος
οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. αὐτή τε τὰ αὐτὰ λαμβάνουσα ὀνόματα τοτὲ μὲν ἄμορφα
149
20καὶ ταπεινὰ καὶ πτωχὰ ποιεῖ φαίνεσθαι τὰ νοήματα, τοτὲ δ’ ὑψηλὰ καὶ πλούσια καὶ ἁδρὰ καὶ καλά. καὶ τοῦτ’ ἦν σχεδὸν ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιη‐ τοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνό‐

5

ματα. καὶ δὴ καὶ τοῖς ἀρχαίοις πολλὴ πρόνοια τῆς ἰδέας ἦν ταύτης· καὶ οὔτε τὰ ὀνόματα τοῖς ὀνόμασιν οὔτε τὰ κῶλα τοῖς κώλοις οὔτε τὰς περιόδους ἀλλή‐ λαις εἰκῇ συνάπτειν ᾤοντο δεῖν· τέχνη δέ τις ἦν παρ’
5αὐτοῖς καὶ θεωρήματα, οἷς χρώμενοι συνετίθεσαν εὖ.

6

Δοκεῖ δέ μοι τῆς συνθετικῆς ταύτης ἐπιστήμης τρία εἶναι τὰ ἔργα· ἓν μὲν ἰδεῖν, τί μετὰ τίνος ἁρμο‐ ζόμενον πέφυκε καλὴν καὶ ἡδεῖαν λήψεσθαι συζυγίαν· ἕτερον δὲ γνῶναι τῶν ἁρμόττεσθαι μελλόντων πρὸς
5ἄλληλα πῶς ἂν ἕκαστον σχηματισθὲν κρείττονα ποιή‐ σειε φαίνεσθαι τὴν ἁρμονίαν· τρίτον δέ, τί δεῖται μετασκευῆς τῶν λαμβανομένων· ἀφαιρέσεως λέγω καὶ προσθέσεως καὶ ἀλλοιώσεως· ὥςπέρ που καὶ οἰκοδόμος ὕλην παραλαβὼν τρία πραγματεύεται ταῦτα· ποίῳ δεῖ
10λίθῳ τε καὶ ξύλῳ καὶ πλίνθῳ ποῖον ἁρμόσαι λίθον ἢ ξύλον ἢ πλίνθον· ἔπειτα πῶς τῶν ἁρμοζομένων ἕκα‐ στον καὶ ἐπὶ ποίας πλευρᾶς ἑδράσαι· καὶ τρίτον, εἴ τι δύσεδρόν ἐστιν, ἀποκροῦσαι καὶ περικόψαι, καὶ τὸ αὐτὸ τοῦτο εὔεδρον ποιῆσαι. δεῖ τοίνυν πρῶτον μὲν σκο‐
15πεῖν, ποῖον ὄνομα ἢ ῥῆμα ἢ τῶν ἄλλων τι μορίων ποίῳ συνταχθὲν ἐπιτηδείως ἔσται κείμενον, καὶ πῶς οὐκ ἄμεινον· οὐ γὰρ δὴ πάντά γε μετὰ πάντων τιθέ‐ μενα πέφυκεν ὁμοίως διατιθέναι τὰς ἀκοάς· ἔπειτα διακρίνειν, πῶς σχηματισθὲν τοὔνομα ἢ τὸ ῥῆμα ἢ150
20τῶν ἄλλων ὁτιδήποτε χαριέστερον ἱδρυνθήσεται καὶ πρὸς τὰ ὑποκείμενα πρεπωδέστερον· λέγω δὲ ἐπὶ μὲν τῶν ὀνομάτων, πότερον ἑνικῶς ἢ πληθυντικῶς λαμβα‐ νόμενα κρείττονα λήψεται συζυγίαν· καὶ πότερα κατὰ τὴν ὀρθὴν ἐκφερόμενα πτῶσιν ἢ κατὰ τῶν πλαγίων
25τινά· καὶ εἴ τινα πέφυκεν ἐξ ἀρρένων γίνεσθαι θη‐ λυκὰ ἢ ἐκ θηλυκῶν ἀρρενικὰ ἢ οὐδέτερα ἐκ τούτων, πῶς ἂν ἄμεινον σχηματισθείη· καὶ πάντα τὰ τοιαῦτα. ἐπί τε τῶν ῥημάτων, πότερα κρείττω ἔσται λαμβανό‐ μενα, τὰ ὀρθὰ ἢ τὰ ὕπτια· καὶ κατὰ ποίας ἐγκλίσεις
30ἐκφερόμενα κρατίστην ἕδραν λήψεται· καὶ ποίας παρ‐ εμφαίνοντα διαφορὰς χρόνων, καὶ εἴ τινα τοῖς ῥήμασιν ἄλλα παρακολουθεῖ. τὰ δ’ αὐτὰ λέγω καὶ ἐπὶ τῶν ἄλλων τοῦ λόγου μερῶν. ἐπὶ δὲ τούτοις τὰ ληφθέντα διακρίνειν, εἴ τι δεῖται μετασκευῆς ὄνομα ἢ ῥῆμα, ὡς
35ἂν ἐναρμονιώτερόν τε καὶ εὐεδρότερον γένοιτο. τοῦτο τὸ στοιχεῖον ἐν μὲν ποιητικῇ δαψιλέστερόν ἐστιν, ἐν δὲ λόγοις πεζοῖς σπανιώτερον· πλὴν γίνεται καὶ ἐν τούτοις, ἐφ’ ὅσον ἂν ἐγχωρῇ. ὅ τε γὰρ λέγων ‘εἰς τουτονὶ τὸν ἀγῶνα‘ προστέθεικέ τι τῇ ἀντωνυμίᾳ
40γράμμα, τῆς συνθέσεως στοχαζόμενος· ἄρτιον γὰρ ἦν ‘εἰς τοῦτον τὸν ἀγῶνα‘ εἰπεῖν. καὶ πάλιν ὁ λέγων
‘κατιδὼν Νεοπτόλεμον τὸν ὑποκριτήν‘ τῇ προθέσει παρηύξηκε τοὔνομα· τὸ γὰρ Ἰδὼν ἀπέχρη. καὶ ὁ γρά‐ φων ‘μήτ’ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχ’ ἥκειν‘ ταῖς151
45συναλοιφαῖς ἠλάττωκε τὰ μόρια τοῦ λόγου καὶ περι‐ κέκρουκε τινὰ τῶν γραμμάτων· καὶ ὁ ἀντὶ τοῦ Ἐποί‐ ησεν Ἐποίησε λέγων χωρὶς τοῦ ν, καὶ Ἀφαιρήσομαι ἀντὶ τοῦ Ἀφαιρεθήσομαι, καὶ πάντα τὰ τοιαῦτα· ὅ τ’ Ἐχωροφίλησε λέγων τὸ Ἐφιλοχώρησε καὶ Λελύσεται

6

(50)

τὸ Λυθήσεται καὶ τὰ τοιουτότροπα μετασκευάζει τὰς λέξεις, ἵν’ αὐτῷ γένοιντο ἁρμοσθῆναι καλλίονες καὶ ἐπιτηδειότεραι.

7

Μία μὲν δὴ θεωρία τῆς συνθετικῆς ἐπιστήμης ἡ περὶ αὐτὰ τὰ πρῶτα μόρια καὶ τὰ στοιχεῖα τῆς λέξεως ἥδε· ἑτέρα δὲ ἡ περὶ τὰ κῶλα, ποικιλωτέρας δεομένη πραγματείας καὶ μείζονος· καὶ γὰρ ταῦτα ἁρμόσαι πρὸς
5ἄλληλα δεῖ, ὥςτε οἰκεῖα φαίνεσθαι καὶ φίλα· καὶ σχη‐ ματίσαι ὡς ἂν ἐνδέχηται κράτιστα, προκατασκευάσαι τε εἴ πού τι δέοι μειώσει καὶ πλεονασμῷ καὶ εἰ δή τινι ἄλλῃ κατασκευῇ. τούτων δ’ ἕκαστα ἡ πεῖρα αὐτὴ διδάσκει· πολλάκις γὰρ τουτὶ τὸ κῶλον τούτου μὲν
10προτεθὲν ἢ ἐπὶ τούτῳ τεθὲν εὐστομίαν τινὰ ἐμφαίνει καὶ σεμνότητα, ἑτέραν δέ τινα συζυγίαν λαβὸν ἄχαρι φαίνεται καὶ ἄσεμνον· οἷον τὸ τοῦ Θουκυδίδου ‘ἡμεῖς τε, ὦ Λακεδαιμόνιοι, ἡμῶν ἡ ἐλπίς, δεδίαμεν, μὴ οὐ
βέβαιοι ἦτε‘ εἴ τις μεθαρμόσας οὕτως ἐρεῖ ‘ἡμεῖς τε,152
15ὦ Λακεδαιμόνιοι, δεδίαμεν, μὴ οὐ βέβαιοι ἦτε, ἡμῶν ἡ ἐλπίσ‘, οὐ τὴν αὐτὴν χάριν ἢ τὸ αὐτὸ πάθος φυ‐ λάξει· καὶ τὸ τοῦ Δημοσθένους ‘τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ‘ εἴ τις μεταθεὶς ἐρεῖ
20‘ὁμολογῶν οὖν ἔννομον εἶναι τὸ λαβεῖν τὰ διδόμενα, παρανόμων γράφῃ τὸ τούτων χάριν ἀποδοῦναι‘, οὐχ ὁμοίως ἔσται δικανικὴ καὶ στρογγύλη ἡ περίοδος.

8

Ἡ μὲν δὴ περὶ τὴν ἁρμογὴν τῶν κώλων θεωρία τοιαύτη· ἡ δὲ περὶ τὸν σχηματισμὸν ποταπή; οὐκ ἔστιν εἷς τρόπος τῆς ἐκφορᾶς ἁπάντων τῶν νοημάτων, ἀλλὰ τὰ μὲν ὡς ἀποφαινόμενοι λέγομεν, τὰ δ’ ὡς πυνθανό‐
5μενοι, τὰ δ’ ὡς εὐχόμενοι, τὰ δ’ ὡς ἐπιτάττοντες, τὰ δ’ ὡς διαποροῦντες, τὰ δ’ ὡς ὑποτιθέμενοι, τὰ δὲ ἄλλως πως σχηματίζοντες· οἷς ἀκολούθως καὶ τὴν λέ‐ ξιν πειρώμεθα σχηματίζειν. πολλοὶ δὲ δή που σχημα‐ τισμοὶ καὶ τῆς λέξεως εἰσίν, ὥςπερ καὶ τῆς διανοίας·
10οὓς οὐχ οἷόν τε κεφαλαιωδῶς περιλαβεῖν. οὐ γὰρ δὴ τὸ αὐτὸ δύναται ποιεῖν τὸ αὐτὸ κῶλον οὕτω σχημα‐ τισθὲν ἢ οὕτως. ἐρῶ δὲ ἐπὶ παραδείγματος· εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον ὁ Δημοσθένης τὴν λέξιν ταύτην ‘ταῦτ’ εἴπας ἔγραψα· γράψας δὲ ἐπρέσβευσα· πρεσβεύ‐
15σας δὲ ἔπεισα Θηβαίουσ‘, ἆρ’ οὕτως ἂν συνέκειτο χαριέντως, ὡς νῦν σύγκειται ‘καὶ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ·
οὐδὲ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίουσ‘;153

9

Ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια, τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν ἕνεκα τοῦ τὴν ἁρμονίαν
5ἡδεῖαν καὶ καλὴν γενέσθαι, φανερόν. τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν ἐν τῷ τοῦ Δημοσθένους τῷ ‘ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζό‐ μενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ το‐ ξεύῃ‘ οὐχὶ τοῦ ἀναγκαίου χάριν προσκεῖσθαι τὸ ‘μηδὲ
10τοξεύῃ‘, ἀλλ’ ἵνα τὸ τελευταῖον κῶλον τὸ ‘κἂν μήπω βάλλῃ‘ τραχύτερον τοῦ δέοντος ὂν καὶ οὐχ ἡδὺ ἀκου‐ σθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον; καὶ ἔτι ἐν τῷ ἐπιταφίῳ τοῦ Πλάτωνος, ἔνθα φησίν· ‘ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ
15κόσμος γίνεται τοῖς πράξασι παρὰ τῶν ἀκουσάντων‘· ἐνταῦθα γὰρ τὸ ‘παρὰ τῶν ἀκουσάντων‘ παραπλήρωμα τῆς λέξεως πρὸς οὐδὲν ἀναγκαῖον λέγεται, ἀλλ’ ἵνα τὸ τελευταῖον κῶλον ‘τοῖς πράξασι‘ πάρισόν τε καὶ ἐφά‐ μιλλον τοῖς πρὸ αὐτοῦ γένηται. καὶ δὴ καὶ τὸ τοῦ
20Αἰσχίνου ‘ἐπὶ σεαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖσ‘, τρίκωλον πάνυ ἐπαινού‐ μενον, τῆς αὐτῆς ἰδέας ἔχεται· ὃ γὰρ οἷόν τε ἦν ἑνὶ κώλῳ περιληφθῆναι τόνδε τὸν τρόπον ‘ἐπὶ σεαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖσ‘, τοῦτο
25εἰς τρία διῄρηται. τῆς μὲν δὴ προσθέσεως ἐν τοῖς κώ‐ λοις οὗτος ὁ τρόπος· τῆς δὲ ἀφαιρέσεως, ὅταν τῶν
ἀναγκαίων τι λεχθῆναι λυπεῖν μέλλῃ καὶ διοχλεῖν τὴν ἀκρόασιν, ἀφαιρεθὲν χαριεστέραν ποιεῖ τὴν ἁρμονίαν· οἷα ἐστὶν ἐν μὲν τοῖς μέτροις τὰ Σοφόκλεια ταυτί·154
30
Μύω τε καὶ δέδορκα κἀξανίσταμαι,
πλέον φυλάσσων αὐτὸς ἢ φυλάσσομαι· ἐνταυθοῖ γὰρ ὁ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων· τελεία γὰρ ἡ λέξις ἦν οὕτως ἐξ‐ ενεχθεῖσα· ‘πλεῖον φυλάσσων αὐτὸς ἑτέρους ἢ φυλασ‐
35σόμενος ὑφ’ ἑτέρων‘· τὸ δὲ μέτρον ἠδικεῖτο, καὶ οὐκ ἂν ἔσχεν ἣν νυνὶ χάριν ἔχει. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα· ‘ἐγὼ δ’ ὅτι μέν τινων κατηγοροῦντα πάν‐ τας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω‘· μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων
40ἑκάτερον· αὐτοτελῆ δὲ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξ‐ ήνεγκεν· ‘ἐγὼ δ’ ὅτι μέν τινων κατηγοροῦντα ὡς οὐκ ἐπιτήδειοι ἔχειν τὴν ἀτέλειαν, πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω‘· ἀλλ’ οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρό‐
45νοιαν τῆς ἀκριβείας τῶν κώλων ἢ τῆς εὐρυθμίας. Τὰ δ’ αὐτὰ εἰρήσθω μοι καὶ περὶ τῶν καλουμένων περιόδων· καὶ γὰρ ταύτας χρὴ ταῖς τε προηγουμέναις καὶ ταῖς ἑπομέναις οἰκείως συναρμόττειν, ὅταν ἐν περι‐ όδοις προσήκῃ τὸν λόγον ἐκφέρειν. οὐ γὰρ δὴ παν‐

9

(50)

ταχῇ γε τὸ ἐμπερίοδον χρήσιμον.

10

Διωρισμένων δὴ τούτων, ἀκόλουθον ἂν εἴη λέγειν, τίνα ἐστὶν ὧν δεῖ στοχάζεσθαι τὸν βουλόμενον συντι‐
θέναι τὴν λέξιν εὖ, καὶ διὰ τίνων θεωρημάτων τυγχά‐ νοι τις ὧν ἂν βούληται. δοκεῖ δή μοι δύο ταῦτ’ εἶναι155
5γενικώτατα ὧν ἐφίεσθαι δεῖ τοὺς συντιθέντας μέτρα τε καὶ λόγους, ἥ τε ἡδονὴ καὶ τὸ καλόν· ἀμφότερα γὰρ ἐπιζητεῖ ταῦτα ἡ ἀκοή, ὅμοιόν τι πάσχουσα τῇ ὁράσει· καὶ γὰρ ἐκείνη πλάσματα καὶ γραφὰς καὶ γλυ‐ φὰς ὁρῶσα, ὅταν εὑρίσκῃ ταῦτα ἐν αὐτοῖς, ἀρκεῖται
10καὶ οὐδὲν ἔτι ποθεῖ. καὶ παράδοξον οὐδέν, εἰ δύο ποιῶ τέλη καὶ χωρίζω τὸ καλὸν ἀπὸ τῆς ἡδονῆς, καὶ ἡγοῦμαί τινα λέξιν ἡδέως μὲν συγκεῖσθαι, μὴ καλῶς δέ, ἢ καλῶς μέν, οὐ μὴν καὶ ἡδέως. ἡ γάρ τοι Θου‐ κυδίδου λέξις καὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου καλῶς
15μὲν σύγκειται νὴ Δία· οὐ μὴν ἡδέως γε πάνυ· ἡ δέ γε τοῦ Κνιδίου Κτησίου καὶ ἡ τοῦ Σωκρατικοῦ Ξενο‐ φῶντος ἡδέως μέν, οὐ μὴν καλῶς γε ἐφ’ ὅσον ἔδει· λέγω δὲ κοινότερον, ἀλλ’ οὐχὶ καθάπαξ· ἐπεὶ καὶ παρ’ ἐκείνοις ἥρμοσταί τινα ἡδέως, ὡς καὶ παρὰ τούτοις
20καλῶς. ἡ δὲ Ἡροδότου σύνθεσις ἀμφότερα ταῦτα ἔχει· καὶ γὰρ ἡδεῖα ἐστὶ καὶ καλή.

11

Ἐξ ὧν δ’ οἶμαι γενέσθαι λέξιν ἡδεῖαν καὶ καλήν, τέτταρά ἐστι τὰ κυριώτατα· μέλος καὶ ῥυθμὸς καὶ μεταβολὴ καὶ τὸ παρακολουθοῦν τοῖς τρισὶ τούτοις, τὸ πρέπον. τάττω δὲ ὑπὸ μὲν τὴν ἡδονὴν τήν τε ὥραν
5καὶ τὴν χάριν καὶ τὴν εὐστομίαν καὶ τὴν γλυκύτητα καὶ τὸ πιθανὸν καὶ πάντα τὰ τοιαῦτα· ὑπὸ δὲ τὸ καλὸν τήν τε μεγαλοπρέπειαν καὶ τὸ βάρος καὶ τὴν σεμνολογίαν καὶ τὸ ἀξίωμα καὶ τὸ πιθανὸν καὶ τὰ
τούτοις ὅμοια.156
10 Ἥδεται δὲ ἡ ἀκοὴ τοῖς τέτρασι τούτοις· τίς γάρ ἐστιν, ὃς οὐχ ὑπὸ μὲν ταύτης τῆς μελῳδίας ἄγεται καὶ γοητεύεται, ὑφ’ ἑτέρας δέ τινος οὐδὲν πάσχει τοιοῦτον; καὶ ὑπὸ μὲν τῶν ῥυθμῶν τούτων οἰκειοῦται, ὑπὸ τού‐ των δὲ διοχλεῖται; τὸ δ’ αὐτὸ συμβαίνει καὶ ἐν μετα‐
15βολαῖς καὶ τῷ πρέποντι· τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν ὅτι καὶ τῆς ὀργανικῆς μούσης καὶ τῆς ἐν ᾠδῇ καὶ τῆς ἐν ὀρχήσει χάριτος ἐν ἅπασι μὲν εὐστοχούσης, μετα‐ βολὰς δὲ μὴ ποιησαμένης εὐκαίρους ἢ τοῦ πρέποντος ἀποπλανηθείσης βαρὺς μὲν ὁ κόρος, ἀηδὲς δὲ τὸ μὴ
20τοῖς ὑποκειμένοις ἁρμόττον φαίνεται; καὶ οὐκ ἀλλο‐ τρίᾳ κέχρημαι τοῦ πράγματος εἰκόνι· μουσικὴ γάρ τις ἦν καὶ ἡ τῶν πολιτικῶν λόγων ἐπιστήμη, τῷ ποσῷ διαλλάττουσα τῆς ἐν ᾠδαῖς καὶ ὀργάνοις· καὶ γὰρ ἐν ταύτῃ καὶ μέλος ἔχουσιν αἱ λέξεις καὶ ῥυθμοὺς καὶ
25μεταβολὴν καὶ πρέπον· ὥςτε καὶ ἐπὶ ταύτης ἡ ἀκοὴ τέρπεται μὲν τοῖς μέλεσιν, ἄγεται δὲ τοῖς ῥυθμοῖς, ἀσπάζεται δὲ τὰς μεταβολάς, ποθεῖ δ’ ἐπὶ πάντων τὸ οἰκεῖον· ἡ δὲ διαλλαγὴ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον. Διαλέκτου μὲν οὖν μέλος ἑνὶ μετρεῖται διαστήματι
30τῷ λεγομένῳ διὰ πέντε ὡς ἔγγιστα· καὶ οὔτε ἐπιτείνε‐ ται πέρα τριῶν τόνων καὶ ἡμιτονίου ἐπὶ τὸ ὀξύ, οὔτε ἀνίεται τοῦ χωρίου τούτου πλέον ἐπὶ τὸ βαρύ. οὐ μὴν ἅπασα λέξις ἡ καθ’ ἓν μόριον λόγου ταττομένη ἐπὶ τῆς αὐτῆς λέγεται τάσεως, ἀλλὰ ἣ μὲν ἐπὶ τῆς ὀξείας,
35ἣ δ’ ἐπὶ τῆς βαρείας, αἳ δ’ ἐπ’ ἀμφοῖν. τῶν δὲ ἀμφο‐
τέρας τὰς τάσεις ἐχουσῶν αἳ μὲν κατὰ μίαν συλλαβὴν συνδιεφθαρμένον ἔχουσι τῷ ὀξεῖ τὸ βαρύ, ἃς δὴ περι‐ σπωμένας καλοῦμεν· αἳ δὲ ἐν ἑτέρᾳ καὶ ἑτέρᾳ χωρὶς ἑκάτερον ἐφ’ ἑαυτοῦ τὴν οἰκείαν φυλάττον φύσιν· καὶ157
40ταῖς μὲν δισυλλάβοις οὐδὲν τὸ διὰ μέσου χωρίον βαρύ‐ τητός τε καὶ ὀξύτητος· ταῖς δὲ πολυσυλλάβοις, ἡλίκαι ἂν ὦσιν, ἡ τὸν ὀξὺν τόνον ἔχουσα μία ἐν πολλαῖς ταῖς ἄλλαις βαρείαις ἔνεστιν. ἡ δὲ ὀργανική τε καὶ ᾠδικὴ μοῦσα διαστήμασί τε χρῆται πλείοσιν, οὐ τῷ
45διὰ πέντε μόνον, ἀλλ’ ἀπὸ τοῦ διὰ πασῶν ἀρξαμένη καὶ τὸ διὰ πέντε μελῳδεῖ καὶ τὸ διὰ τεττάρων καὶ τὸ διάτονον καὶ τὸ ἡμιτόνιον, ὡς δέ τινες οἴονται, καὶ τὴν δίεσιν αἰσθητῶς· τάς τε λέξεις τοῖς μέλεσιν ὑπο‐ τάττειν ἀξιοῖ, καὶ οὐ τὰ μέλη ταῖς λέξεσιν, ὡς ἐξ ἄλ‐

11

(50)

λων τε πολλῶν δῆλον καὶ μάλιστα ἐκ τῶν Εὐριπίδου μελῶν, ἃ πεποίηκε τὴν Ἠλέκτραν λέγουσαν ἐν Ὀρέστῃ πρὸς τὸν χορόν·
Σίγα, σίγα· λευκὸν ἴχνος ἀρβύλης
τιθεῖτε, μὴ κτυπεῖτε·
55
ἄπο πρόβατ’ ἐκεῖσε· ἄπο πρό μοι κοίτας· ἐν γὰρ δὴ τούτοις τὸ ‘σίγα, σίγα· λευκὸν‘ ἐφ’ ἑνὸς φθόγγου μελῳδεῖται, καίτοι τῶν τριῶν λέξεων ἑκάστη βαρείας τε τάσεις ἔχει καὶ ὀξείας· καὶ τὸ ‘ἀρβύλησ‘ τῇ μέσῃ συλλαβῇ τὴν τρίτην ὁμότονον ἔχει, ἀμηχάνου
60ὄντος ἓν ὄνομα δύο λαβεῖν ὀξείας· καὶ τοῦ ‘τιθεῖτε‘
βαρυτέρα μὲν ἡ πρώτη γίνεται, δύο δὲ μετὰ ταύτην ὀξύτονοί τε καὶ ὁμόφωνοι· τοῦ τε ‘κτυπεῖτε‘ ὁ περι‐ σπασμὸς ἠφάνισται· μιᾷ γὰρ αἱ δύο συλλαβαὶ λέγον‐ ται τάσει· καὶ τὸ ‘ἄπο πρόβατε‘ οὐ λαμβάνει τὴν τῆς158
65μέσης συλλαβῆς προσῳδίαν ὀξεῖαν, ἀλλ’ ἐπὶ τὴν τε‐ τάρτην συλλαβὴν μεταβέβηκεν ἡ τάσις ἡ τῆς τρίτης. τὸ δ’ αὐτὸ γίνεται καὶ περὶ τοὺς ῥυθμούς· ἡ μὲν γὰρ πεζὴ λέξις οὐδενὸς οὔτε ὀνόματος οὔτε ῥήματος βιά‐ ζεται τοὺς χρόνους οὔτε μετατίθησιν, ἀλλ’ οἵας παρεί‐
70ληφε τῇ φύσει τὰς συλλαβὰς τάς τε μακρὰς καὶ τὰς βραχείας, τοιαύτας φυλάττει· ἡ δὲ μουσική τε καὶ ῥυθμικὴ μεταβάλλουσιν αὐτὰς μειοῦσαι καὶ παραύξου‐ σαι, ὥςτε πολλάκις εἰς τἀναντία μεταχωρεῖν· οὐ γὰρ ταῖς συλλαβαῖς ἀπευθύνουσι τοὺς χρόνους, ἀλλὰ τοῖς
75χρόνοις τὰς συλλαβάς. καὶ ταῦτα μὲν οὕτως· πῶς δ’ ἂν γένοιτο λέξις πολιτικὴ παρ’ αὐτὴν τὴν σύνθεσιν ἡδύνουσα τὴν ἀκρόασιν κατὰ τὰ πορρηθέντα τέτταρα κεφάλαια, γνοίημεν ἂν οὕτως.

12

Οὐχ ἅπαντα πέφυκε τὰ μέρη τῆς λέξεως ὁμοίως διατιθέναι τὴν ἀκοήν, ὥςπερ οὐδὲ τὴν γευστικὴν τὰ γευστὰ οὐδὲ τὰς ἄλλας αἰσθήσεις τὰ κινοῦντα ἑκάστην· ἀλλὰ καὶ γλυκαίνουσιν αὐτὴν τινὲς ἦχοι καὶ πικραί‐
5νουσι, καὶ τραχύνουσι καὶ λεαίνουσι, καὶ πολλὰ ἄλλα πάθη ποιοῦσι περὶ αὐτήν· αἰτία δὲ ἡ τῶν γραμμάτων φύσις, ἐξ ὧν ἡ φωνὴ συνέστηκε, πολλὰς καὶ διαφόρους ἔχουσα δυνάμεις, καὶ ἡ τῶν συλλαβῶν πλοκὴ παντο‐ δαπῶς σχηματιζομένη. τοιαύτην δὲ ἤδη δύναμιν ἐχόν‐
10των τῶν τῆς λέξεως μορίων, ἐπειδὴ μεταθεῖναι τὴν ἑκάστου φύσιν οὐχ οἷόν τε, λείπεται τὸ τῇ μίξει καὶ κράσει καὶ παραθέσει συγκρύπτειν τὴν παρακολου‐ θοῦσαν αὐτῶν τισιν ἀτοπίαν, τραχέσι λεῖα μίσγοντα καὶ σκληροῖς μαλακὰ καὶ κακοφώνοις εὔφωνα καὶ δυσ‐159
15εκφόροις εὐπρόφορα καὶ βραχέσι μακρὰ καὶ τἆλλα τὸν αὐτὸν τρόπον εὐκαίρως συντιθέντα, καὶ μήτ’ ὀλι‐ γοσύλλαβα πολλὰ ἑξῆς λαμβάνοντα (κόπτεται γὰρ ἡ ἀκρόασις), μήτε πολυσύλλαβα πλείω τῶν ἱκανῶν, μηδὲ ὁμοιότονα παρ’ ὁμοιοτόνοις, μηδὲ ὁμοιόχρονα παρ’
20ὁμοιοχρόνοις. χρὴ δὲ καὶ τὰς πτώσεις τῶν ὀνοματι‐ κῶν ταχὺ μεταλαμβάνειν· καὶ τὴν ὁμοιότητα διαλύειν συνεχῶς, ὀνομάτων τε τινῶν ἑξῆς τιθεμένων πολλῶν καὶ ῥημάτων καὶ ἄλλων μερῶν τὸν κόρον φυλασσομέ‐ νους· σχήμασί τε μὴ ἐπὶ τοῖς αὐτοῖς ἀεὶ μένειν, μηδὲ
25τρόπους τοὺς αὐτοὺς ἐπιφέρειν, μηδὲ ἄρχεσθαι πολ‐ λάκις ἀπὸ τῶν αὐτῶν μηδὲ λήγειν ἐς τὰ αὐτά. Καὶ μηδεὶς οἰηθῇ με καθάπαξ ταῦτα παραγγέλλειν, ὡς ἡδονῆς αἴτια διαπαντὸς ἐσόμενα ἢ τἀναντία ὀχλή‐ σεως· οὐχ οὕτως ἀνόητός εἰμι. οἶδα γὰρ ἐξ ἀμφοῖν
30γινομένην πολλάκις ἡδονήν, τοτὲ μὲν ἐκ τῶν ὁμοιο‐ γενῶν, τοτὲ δὲ ἐκ τῶν ἀνομοιογενῶν. ἀλλ’ ἐπὶ πάν‐ των οἴομαι δεῖν τὸν καιρὸν ὁρᾶν· οὗτος γὰρ ἡδονῆς καὶ ἀηδίας κράτιστον μέτρον· ὃς οὐκ ἔστι θηρατὸς ἐπιστήμῃ, ἀλλὰ δόξῃ.
35 Φημὶ δὴ τὸν μέλλοντα διαθήσειν τὴν ἀκοὴν ἡδέως ἢ τὰ ἐμμελῆ καὶ εὔρυθμα καὶ εὔφωνα ὀνόματα, ὑφ’
ὧν γλυκαίνεται ἡ αἴσθησις, ἀλλήλοις συναρμόττειν, ἢ τὰ μὴ τοιαῦτα ἐγκαταπλέκειν αὐτοῖς· ὥςπερ καὶ στρα‐ τηγοὶ τὰ ἀσθενῆ τοῖς ἰσχυροῖς ἐπικρύπτουσι καὶ γίνε‐160
40ται αὐτοῖς οὐδὲν τῆς δυνάμεως ἄχρηστον. διαναπαύειν δὲ τὴν ταὐτότητα φημὶ δεῖν, μεταβολὰς εὐκαίρους εἰσφέροντα· μεταβολὴ γὰρ πάντων ἡδύ. τελευταῖον δὲ ὃ καὶ πάντων κράτιστον, οἰκείαν ἀποδιδόναι τοῖς ὑπο‐ κειμένοις καὶ πρέπουσαν ἁρμονίαν· δυσωπεῖσθαι δ’
45οὐδὲν οἴομαι δεῖν οὔτε ὄνομα οὔτε ῥῆμα ὅ τι καὶ τέ‐ τριπται, μὴ σὺν αἰσχύνῃ λέγεσθαι μέλλον· οὐδὲν γὰρ οὕτω ταπεινὸν ἢ ῥυπαρὸν ἢ ἄλλην τινὰ δυσχέρειαν ἔχον ἔσεσθαι φημὶ λόγου μόριον, ᾧ σημαίνεταί τι σῶμα ἢ πρᾶγμα, ὃ μηδεμίαν ἕξει χώραν ἐπιτηδείαν ἐν

12

(50)

λόγοις. παρακελεύομαι δὲ τῇ συνθέσει πιστεύοντας ἀν‐ δρείως πάνυ καὶ τεθαρρηκότως αὐτὰ ἐκφέρειν, Ὁμήρῳ τε παραδείγματι χρωμένους, παρ’ ᾧ καὶ τὰ εὐτελέστατα κεῖται τῶν ὀνομάτων, καὶ Δημοσθένει καὶ Ἡροδότῳ καὶ τοῖς ἄλλοις. καὶ περὶ μὲν ἡδείας συνθέσεως
55ταῦτα.

13

Καλὴ δ’ ἐκ τίνων γίνεται εἴ τις ἔροιτο, ἐκ τῶν αὐτῶν ἂν φαίην καὶ οὐχ ἑτέρων· τὰ γὰρ αὐτὰ ποιη‐ τικὰ ἀμφοῖν· μέλος εὐγενές, ῥυθμὸς ἀξιωματικός, μετα‐ βολὴ μεγαλοπρεπής, τὸ πᾶσι τούτοις παρακολουθοῦν
5πρέπον· αἰτία δὲ καὶ ἐνταῦθα ἥ τε τῶν γραμμάτων φύσις καὶ ἡ τῶν συλλαβῶν δύναμις, ἐξ ὧν πλέκεται τὰ ὀνόματα· ὑπὲρ ὧν καιρὸς ἂν εἴη λέγειν.

14

Ἀρχαὶ μὲν οὖν εἰσι τῆς ἀνθρωπίνης φωνῆς καὶ ἐνάρθρου μηκέτι δεχόμεναι διαίρεσιν, ἃς καλοῦμεν
στοιχεῖα καὶ γράμματα· τούτων δὲ οὐ μία πάντων φύσις· διαφορὰ δὲ αὐτῶν πρώτη μέν, ὡς Ἀριστόξενος161
5ὁ μουσικὸς ἀποφαίνεται, καθ’ ἣν τὰ μὲν φωνὰς ἀπο‐ τελεῖ ὡς τὰ φωνήεντα, τὰ δὲ ψόφους ὡς τὰ λοιπὰ πάντα· δευτέρα δέ, καθ’ ἣν τῶν μὴ φωνηέντων ἃ μὲν καθ’ ἑαυτὰ ψόφους ὁποίους δή τινας ἀποτελεῖν πέ‐ φυκεν, ῥοῖζον ἢ σιγμὸν ἢ μυγμὸν ἢ τοιούτων τινῶν
10ἄλλων ἤχων δηλωτικά· ἃ δ’ ἐστὶν ἁπάσης ἄμοιρα φω‐ νῆς καὶ ψόφου, καὶ οὐχ οἷά τε ἠχεῖσθαι καθ’ ἑαυτά· διὸ δὴ ταῦτα μὲν ἄφωνα τινὲς ἐκάλεσαν, θάτερα δὲ ἡμίφωνα. οἳ δὲ τριχῇ νείμαντες τὰ πάντα, φωνήεντα μὲν ἐκάλεσαν ὅσα καὶ καθ’ ἑαυτὰ φωνεῖται καὶ μεθ’
15ἑτέρων, καὶ ἔστιν αὐτοτελῆ· ἡμίφωνα δ’ ὅσα μετὰ μὲν φωνηέντων αὐτὰ ἑαυτῶν κρεῖττον ἐκφέρεται, καθ’ ἑαυτὰ δὲ χεῖρον καὶ οὐκ αὐτοτελῶς· ἄφωνα δ’ ὅσα οὔτε τὰς τελείας οὔτε τὰς ἡμιτελεῖς φωνὰς ἔχει καθ’ ἑαυτά, μεθ’ ἑτέρων δὲ ἐκφωνεῖται. ἀρκτέον τοίνυν
20ἀπὸ τῶν φωνηέντων. Ἔστι δὴ ταῦτα τὸν ἀριθμὸν ἑπτά· δύο μὲν βραχέα τό τε ε καὶ τὸ ο· δύο δὲ μακρὰ τό τε η καὶ τὸ ω· τρία δὲ δίχρονα τό τε α καὶ τὸ ι καὶ τὸ υ· καὶ γὰρ ἐκτείνεται ταῦτα καὶ συστέλλεται. ἐκφωνεῖται δὲ πάντα
25παρὰ τῆς ἀρτηρίας συνεχούσης τὸ πνεῦμα, καὶ τοῦ στό‐ ματος ἁπλῶς σχηματισθέντος, τῆς τε γλώττης οὐδὲν πραγματευομένης ἀλλ’ ἠρεμούσης. πλὴν καὶ τὰ μακρὰ
καὶ τῶν διχρόνων ἃ μακρῶς λέγεται, τεταμένον λαμ‐ βάνει καὶ διηνεκῆ τὸν αὐλὸν τοῦ πνεύματος· τὰ δὲ162
30βραχέα ἢ βραχέως λεγόμενα ἐξ ἀποκοπῆς τε καὶ μιᾷ πληγῇ πνεύματος καὶ τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινη‐ θείσης ἐκφέρεται. τούτων δὴ κράτιστα μέν ἐστι καὶ φωνὴν ἡδίστην ἀποτελεῖ τά τε μακρὰ καὶ τῶν διχρό‐ νων ὅσα μηκύνεται, ὅτι πολὺν ἠχεῖται χρόνον καὶ τὸν
35τοῦ πνεύματος οὐκ ἀποκόπτει χρόνον· χείρω δὲ τὰ βραχέα ἢ βραχέως λεγόμενα, ὅτι μικρόφωνά τε ἐστὶ καὶ σπανίζει τὸν ἦχον. αὐτῶν δὲ τῶν μακρῶν πάλιν εὐφωνότατον μὲν τὸ α, ὅταν ἐκτείνηται· λέγεται γὰρ ἀνοιγομένου τοῦ στόματος ἐπὶ πλεῖστον καὶ τοῦ πνεύ‐
40ματος ἀναφερομένου πρὸς τὸν οὐρανόν· δεύτερον δὲ τὸ η, διότι κάτω περὶ τὴν βάσιν τῆς γλώττης ἐρείδει τὸν ἦχον, ἀλλ’ οὐκ ἄνω, καὶ μετρίως ἀνοιγομένου τοῦ στόματος· τρίτον δὲ τὸ ω· στρογγυλίζεται γὰρ ἐν αὐτῷ τὸ στόμα καὶ περιστέλλεται τὰ χείλη, τήν τε πληγὴν τὸ
45πνεῦμα περὶ τὸ ἀκροστόμιον ποιεῖται. ἔστι δ’ ἧττον τού‐ του τὸ υ· περὶ γὰρ αὐτὰ τὰ χείλη συστολῆς γινομένης ἀξιολόγου πνίγεται καὶ στενὸς ἐκπίπτει ὁ ἦχος. ἔσχατον δὲ πάντων τὸ ι· περὶ τοὺς ὀδόντας γὰρ ἡ κρίσις τοῦ πνεύματος γίνεται μικρὸν ἀνοιγομένου τοῦ στόματος

14

(50)

καὶ οὐκ ἐπιλαμπρυνόντων τῶν χειλέων τὸν ἦχον. τῶν δὲ βραχέων οὐδέτερον μὲν εὔμορφον, ἧττον δὲ δυσει‐ δὲς τὸ ε· διίστησι γὰρ τὸ στόμα κρεῖττον θατέρου,
καὶ τὴν πληγὴν λαμβάνει περὶ τὴν ἀρτηρίαν μᾶλλον. Φωνηέντων μὲν οὖν γραμμάτων αὕτη φύσις· ἡμι‐163
55φώνων δὲ τοιάδε· ὀκτὼ γὰρ τὸν ἀριθμὸν ὄντων αὐτῶν, πέντε μὲν ἐστὶν ἁπλᾶ λ μ ν ρ ς, διπλᾶ δὲ τρία ζ ξ ψ. διπλᾶ δὲ λέγονται διὰ τὸ ἕκαστον αὐτῶν ἐκ δυοῖν ἁπλῶν συνεφθαρμένων ἀλλήλοις συγκεῖσθαι καὶ ἰδίαν φωνὴν λαμβάνειν, ἢ διὰ τὸ χώραν ἐπέχειν δυεῖν γραμ‐
60μάτων ἐν ταῖς συλλαβαῖς· τούτων δὴ κρείττω μέν ἐστι τὰ διπλᾶ τῶν ἁπλῶν, ἐπειδὴ μείζονά ἐστι τῶν ἑτέρων καὶ μᾶλλον ἐγγίζειν δοκεῖ τοῖς τελείοις· ἥττω δὲ τὰ ἁπλᾶ διὰ τὸ εἰς βραχυτέρους αὐτῶν τόνους συνάγε‐ σθαι τὸν ἦχον. φωνεῖται δὲ αὐτῶν ἕκαστον τοιόνδέ
65τινα τρόπον· τὸ μὲν λ τῆς γλώττης πρὸς τὸν οὐρανὸν ἱσταμένης καὶ τῆς ἀρτηρίας συνηχούσης· τὸ δὲ μ τοῦ μὲν στόματος τοῖς χείλεσι πιεσθέντος, τοῦ δὲ πνεύμα‐ τος διὰ τῶν ῥωθώνων μεριζομένου· τὸ δὲ ν τῆς γλώτ‐ της τὴν φορὰν τοῦ πνεύματος ἀποκλειούσης καὶ μετα‐
70φερούσης ἐπὶ τὸν ῥώθωνα τὸν ἦχον· τὸ δὲ ρ τῆς γλώττης ἄκρας ἀπορραπιζούσης τὸ πνεῦμα καὶ πρὸς τὸν οὐρανὸν ἐγγὺς τῶν ὀδόντων ἀνισταμένης· τὸ δὲ ς τῆς μὲν γλώττης προαγομένης ἄνω πρὸς τὸν οὐρανὸν ὅλης, τοῦ δὲ πνεύματος διὰ μέσου αὐτοῦ φερομένου
75καὶ περὶ τοὺς ὀδόντας λεπτὸν καὶ στενὸν ἐξωθοῦντος τὸ σύριγμα. τρία δὲ τὰ λοιπὰ ἡμίφωνα μικτὸν λαμ‐ βάνει τὸν ψόφον, ἐξ ἑνὸς μὲν τῶν ἡμιφώνων τοῦ ς, τριῶν δὲ ἀφώνων τοῦ τε δ καὶ τοῦ κ καὶ τοῦ π.
Δύναται δ’ οὐχ ὁμοίως κινεῖν τὴν ἀκοὴν ἅπαντα·164
80ἡδύνει μὲν γὰρ αὐτὴν τὸ λ, καὶ ἔστι τῶν ἡμιφώνων γλυκύτατον· τραχύνει δὲ τὸ ρ, καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον· μέσως δέ πως διατίθησι τὰ διὰ τῶν ῥωθώνων συνηχούμενα, τό τε μ καὶ τὸ ν, κερατοειδεῖς ἀποτελοῦντα τοὺς ἤχους· ἄχαρι δὲ καὶ ἀηδὲς τὸ ς,
85καὶ πλεονάσαν σφόδρα λυπεῖ· θηριώδους γὰρ καὶ ἀλά‐ λου μᾶλλον ἢ λογικῆς ἐφάπτεσθαι δοκεῖ φωνῆς ὁ συριγμός· τῶν γοῦν παλαιῶν τινὲς σπανίως ἐχρῶντο αὐτῷ καὶ πεφυλαγμένως· εἰσὶ δ’ οἳ καὶ ἀσίγμους ὅλας ᾠδὰς ἐποίουν· δηλοῖ δὲ τοῦτο καὶ Πίνδαρος ἐν οἷς
90φησι· ‘πρὶν μὲν ἤριπε σχοινοτενῆ φωνήεντα διθυράμ‐ βων· καὶ τὸ σᾶν κίβδηλον ἀνθρώποισ‘. τῶν δὲ διπλῶν μᾶλλον ἡδύνει τὴν ἀκοὴν τὸ ζ ἡσυχῇ τῷ πνεύματι δασυνόμενον· τὸ γάρ τοι ξ διὰ τοῦ κ καὶ τὸ ψ διὰ τοῦ π, ψιλῶν ὄντων ἀμφοτέρων, συριγμὸν ἀποδίδωσι.
95 Τῶν δὲ ἀφώνων ἐννέα ὄντων τρία μέν ἐστι ψιλὰ κ π τ, τρία δὲ δασέα θ φ χ, τρία δὲ μεταξὺ τούτων καὶ κοινὰ ἀμφοῖν β γ δ· φωνεῖται δὲ αὐτῶν τρία μὲν ἀπὸ τῶν χειλέων ἄκρων, τὸ π καὶ τὸ φ καὶ τὸ β, ὅταν τοῦ στόματος πιεσθέντος τὸ προβαλλόμενον ἐκ τῆς

14

(100)

ἀρτηρίας πνεῦμα λύσῃ τὸν δεσμὸν αὐτοῦ· ὁμοίῳ δὲ σχήματι ταῦτα λεγόμενα ψιλότητι καὶ δασύτητι διαφέ‐ ρουσιν, ὥςπερ καὶ τὰ ῥηθησόμενα. τρία δὲ λέγεται ἄλλα τῆς γλώττης ἄκρῳ τῷ στόματι προσερειδομένης κατὰ τοὺς μετεώρους ὀδόντας, ἔπειθ’ ὑπὸ τοῦ πνεύ‐
105ματος ἀπορραπιζομένης καὶ τὴν διέξοδον αὐτῶν κάτω περὶ τοὺς ὀδόντας ἀποδιδούσης, τὸ τ καὶ τὸ θ καὶ τὸ δ. τρία δὲ τὰ λοιπὰ λέγεται μὲν τῆς γλώττης ἀνισταμένης πρὸς τὸν οὐρανὸν ἐγγὺς τοῦ φάρυγγος, τῆς δὲ ἀρτηρίας ὑπηχούσης τῷ πνεύματι, τὸ κ καὶ τὸ165
110χ καὶ τὸ γ. τούτων κράτιστα μέν ἐστιν, ὅσα τῷ πνεύ‐ ματι πολλῷ λέγεται· δεύτερα δὲ ὅσα μέσῳ· κάκιστα δὲ ὅσα ψιλῷ· ταῦτα μὲν γὰρ τὴν ἑαυτῶν δύναμιν ἔχει μόνην, τὰ δὲ δασέα καὶ τὴν τοῦ πνεύματος προσθήκην, ὡς ἐγγὺς τοῦ τελειότερα εἶναι.

15

Ἐκ δὴ τῶν γραμμάτων τούτων αἱ καλούμεναι γί‐ νονται συλλαβαί. τούτων δὲ εἰσὶ μακραὶ μὲν ὅσαι συνεστήκασιν ἐκ φωνηέντων μακρῶν ἢ διχρόνων μα‐ κρῶς ἐκφερομένων, καὶ ὅσαι λήγουσιν εἰς μακρὸν ἢ
5μακρῶς λεγόμενον γράμμα ἤ τι τῶν ἡμιφώνων τε καὶ ἀφώνων· βραχεῖαι δὲ αἱ ἐκ βραχέος φωνήεντος ἢ βρα‐ χέως λαμβανομένου. μήκους δὲ καὶ βραχύτητος συλ‐ λαβῶν οὐ μία φύσις, ἀλλὰ καὶ μακρότεραί τινές εἰσι τῶν μακρῶν καὶ βραχύτεραι τῶν βραχειῶν. ἔσται δὲ
10τοῦτο φανερὸν ἐπὶ τῶν παραδειγμάτων. Ὁμολογεῖται δὴ βραχεῖα εἶναι συλλαβή, ἣν ποιεῖ φωνῆεν γράμμα βραχὺ τὸ ο, ὡς λέγεται Ὁδός. ταύτῃ προστεθήτω γράμμα ἓν τῶν ἡμιφώνων τὸ ρ, καὶ γε‐ νέσθω Ῥόδος· μένει μὲν ἔτι βραχεῖα ἡ συλλαβή, πλὴν
15οὐχ ὁμοίως, ἀλλ’ ἕξει τινὰ παραλλαγὴν παρὰ τὴν προ‐ τέραν· ἔτι προστεθήτω ταύτῃ τῶν ἀφώνων γραμμάτων ἓν τὸ τ, καὶ γενέσθω Τρόπος· μείζων αὕτη τῶν προ‐
τέρων ἔσται συλλαβῶν, καὶ ἔτι βραχεῖα μένει· τρίτον ἔτι γράμμα τῇ αὐτῇ συλλαβῇ προστεθήτω τὸ ς, καὶ166
20γενέσθω Στρόφος· τρισὶν αὕτη προσθήκαις ἀκουσταῖς μακροτέρα γενήσεται τῆς βραχυτάτης μένουσα ἔτι βρα‐ χεῖα. οὐκοῦν τέσσαρες αὗται βραχείας συλλαβῆς δια‐ φοραὶ τὴν ἄλογον αἴσθησιν ἔχουσαι τῆς παραλλαγῆς μέτρον. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῆς μακρᾶς· ἡ γὰρ
25ἐκ τοῦ η γινομένη συλλαβὴ μακρὰ τὴν φύσιν οὖσα, τεττάρων γραμμάτων προσθήκαις παραυξηθεῖσα, τριῶν μὲν προταττομένων, ἑνὸς δὲ ὑποταττομένου, καθ’ ἣν λέγεται Σπλήν, μείζων ἂν δήπου λέγοιτο εἶναι τῆς προτέρας ἐκείνης τῆς μονογραμμάτου μειουμένη τε αὖ
30πάλιν καθ’ ἕκαστον τῶν προστεθέντων γραμμάτων τὰς ἐπὶ τοὔλαττον παραλλαγὰς αἰσθητὰς ἂν ἔχοι. Πρῶτον μὲν δὴ θεώρημα τοῦτο τῶν ἐν ταῖς συλ‐ λαβαῖς παθῶν· ἕτερον δὲ τοιόνδε. τῶν γραμμάτων πολλὰς ἐχόντων διαφορὰς οὐ μόνον περὶ τὰ μήκη καὶ
35τὰς βραχύτητας, ἀλλὰ καὶ περὶ τοὺς ἤχους, ὑπὲρ ὧν ὀλίγῳ πρότερον εἴρηκα, ἀνάγκη καὶ τὰς ἐκ τούτων συνισταμένας συλλαβὰς ἅμα τήν τε ἰδίαν ἑκάστου σώ‐ ζειν δύναμιν καὶ τὴν κοινὴν ἁπάντων, ἣ γίνεται διὰ τῆς κράσεώς τε καὶ παραθέσεως αὐτῶν· ἐξ ὧν μαλα‐
40καί τε φωναὶ καὶ σκληραί, καὶ λεῖαι καὶ τραχεῖαι, γλυκαίνουσαί τε τὴν ἀκοὴν καὶ πικραίνουσαι, καὶ στύ‐ φουσαι καὶ διαχέουσαι, καὶ πᾶσαν ἄλλην κατασκευά‐ ζουσαι διάθεσιν φυσικήν· αὗται δέ εἰσι μυρίαι τὸ πλῆθος.
45 Ταῦτα ἤδη καταμαθόντες οἱ χαριέστατοι ποιητῶν τε καὶ συγγραφέων τὰ μὲν αὐτοὶ κατασκευάζουσιν ὀνόματα, συμπλέκοντες ἐπιτηδείως ἀλλήλοις τὰ γράμ‐ ματα, καὶ τὰς συλλαβὰς δὲ οἰκείας οἷς ἂν βούλωνται παραστῆσαι πάθεσι ποικίλως φιλοτεχνοῦσιν· ὡς Ὅμηρος167

15

(50)

ποιεῖ, ἐπὶ μὲν τῶν προσηνέμων αἰγιαλῶν τῇ παρεκτά‐ σει τῶν συλλαβῶν τὸν ἄπαυστον ἐκφαίνειν βουλό‐ μενος ἦχον·
Ἠιόνες βοόωσιν, ἐρευγομένης ἁλὸς ἔξω· ἐπὶ δὲ τοῦ τετυφλωμένου Κύκλωπος τό τε τῆς ἀλγη‐
55δόνος μέγεθος καὶ τὴν διὰ τῶν χειρῶν βραδεῖαν ἔρευ‐ ναν τῆς τοῦ σπηλαίου θύρας·
Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
χερσὶ ψηλαφόων· καὶ ἄλλοθί που δέησιν ἐνδείξασθαι βουλόμενος πολ‐
60λὴν καὶ κατεσπουδασμένην·
Οὐδ’ εἴ κεν μάλα πολλὰ πάθῃ ἑκάεργος Ἀπόλλων,
προπροκυλινδόμενος πατρὸς Διός· καὶ μυρία τοιαῦτα.

16

Πολλὰ δὲ καὶ παρὰ τῶν ἔμπροσθεν λαμβάνουσιν ὡς ἐκεῖνοι κατεσκεύασαν, ὅσα μιμητικὰ τῶν πραγμά‐ των ἐστίν, ὡς ἔχει ταυτί·
Ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο.
5Αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
Σκέπτετ’ ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. μεγάλη δὲ τούτων ἀρχὴ καὶ διδάσκαλος ἡ φύσις, ἡ ποιοῦσα μιμητικοὺς καὶ θετικοὺς ἡμᾶς τῶν ὀνομάτων,
168
10οἷς δηλοῦται τὰ πράγματα κατά τινας εὐλόγους καὶ κινητικὰς τῆς διανοίας ὁμοιότητας· ὑφ’ ὧν ἐδιδάχθημεν ταύρων τε μυκήματα λέγειν καὶ χρεμετισμοὺς ἵππων καὶ φριμαγμοὺς τράγων, πυρός τε βρόμον καὶ πάτα‐ γον ἀνέμων καὶ συριγμὸν κάλων καὶ ἄλλα τούτοις
15ὅμοια, τὰ μὲν φωνῆς μιμήματα, τὰ δὲ μορφῆς, τὰ δὲ ἔργων, τὰ δὲ πάθους, τὰ δὲ κινήσεως, τὰ δ’ ἠρεμίας, τὰ δ’ ἄλλου τινός. Τί δὴ τὸ κεφάλαιον τοῦ λόγου; ὅτι παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται
20σύνθεσις ποικίλη, παρὰ δὲ τὴν τῶν συλλαβῶν σύν‐ θεσιν ἡ τῶν ὀνομάτων φύσις παντοδαπή, παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας πολύμορφος ὁ λόγος· ὥςτε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ἐν ᾗ καλά ἐστιν ὀνόματα· κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμ‐
25ματα καλὰ αἴτιον εἶναι· ὁμοίως δὲ καὶ ἡδεῖαν διά‐ λεκτον ἐκ τούτων ἡδυνόντων γίνεσθαι. Ὅμηρος γοῦν ὅταν μὲν ὥραν ὄψεως εὐμόρφου ἐπιδείξασθαι βούλη‐ ται, τῶν τε φωνηέντων τοῖς κρατίστοις χρήσεται καὶ τῶν ἡμιφώνων τοῖς μαλακωτάτοις· καὶ οὐ καταπυκνώσει
30τοῖς ἀφώνοις τὰς συλλαβὰς οὐδὲ συγκόψει τοὺς ἤχους
παρατιθεὶς ἀλλήλοις τὰ δυσέκφορα· πραεῖαν δέ τινα ποιήσει τὴν ἁρμονίαν τῶν γραμμάτων καὶ ῥέουσαν ἀλύπως διὰ τῆς ἀκοῆς, ὡς ἔχει ταυτί·
Ἡ δ’ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
169
35Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. Καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα.
40ὅταν δ’ οἰκτρὰν ἢ φοβερὰν ἢ ἀγέρωχον ὄψιν εἰσάγῃ, τῶν φωνηέντων οὐ τὰ κράτιστα θήσει, ἀλλὰ τῶν ψο‐ φοειδῶν ἢ ἀφώνων τὰ δυσεκφορώτατα· καὶ κατα‐ πυκνώσει τούτοις τὰς συλλαβάς·
Σμερδαλέος δ’ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ.
45
Τῇ δ’ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
δεινὸν δερκομένη· περὶ δὲ Δεῖμός τε Φόβος τε. ποταμῶν δέ γε σύρρυσιν εἰς χωρίον ἓν καὶ πάταγον ὑδάτων ἀναμισγομένων ἐκμιμήσασθαι τῇ λέξει βουλό‐ μενος οὐκέτι λείας συλλαβάς, ἀλλ’ ἰσχυρὰς καὶ ἀντι‐

16

(50)

τύπους θήσει·
Ὡς δ’ ὅτε χείμαρροι ποταμοὶ κατ’ ὄρεσφι ῥέοντες
ἐς μισγάγκειαν συμβάλλετον ὄμβριμον ὕδωρ· καὶ μυρία τοιαῦτα. εἰ μὲν οὖν ἐγχωροίη πάντ’ εἶναι τὰ μόρια τῆς λέξεως, ὑφ’ ὧν μέλλει δηλοῦσθαι τὸ
55πρᾶγμα, εὔφωνά τε καὶ καλλιρρήμονα, μανίας ἔργον ζητεῖν τὰ χείρω· εἰ δὲ ἀδύνατον εἴη τοῦτο, ὥςπερ ἐπὶ
πολλῶν ἔχει, τῇ πλοκῇ καὶ μίξει καὶ παραθέσει πειρα‐ τέον ἀφανίζειν τὴν τῶν χειρόνων φύσιν· καὶ γὰρ καὶ τὰ ἐν τῇ Βοιωτίᾳ ὀνόματα Ὑρία καὶ Μυκαλησσὸς καὶ170
60Γραία καὶ Ἐτεωνὸς καὶ τὰ τοιαῦτα οὐδεμίαν ἔχει καλλιλογίαν· ἀλλ’ οὕτως αὐτὰ καλῶς Ὅμηρος συν‐ ύφαγκε καὶ παραπληρώμασιν εὐφώνοις διείληφεν, ὥςτε μεγαλοπρεπέστερα φαίνεσθαι πάντων ὀνομάτων.

17

Ἵνα δὲ μηδεὶς εἰκῇ με δόξῃ λέγειν ῥυθμοὺς καὶ μέτρα μουσικῆς οἰκεῖα θεωρίας εἰς οὐ ῥυθμικὴν οὐδ’ ἔμμετρον εἰσάγοντα διάλεκτον (ἔφην γὰρ τοὺς ῥυθμοὺς οὐ μικρὰν μοῖραν ἔχειν τῆς ἀξιωματικῆς θέσεως), ἀπο‐
5δώσω καὶ τὸν ὑπὲρ τούτων λόγον. ἔχει δ’ οὕτως. πᾶν μέρος λόγου, ὃ μὴ μονοσύλλαβόν ἐστιν, ἐν ῥυθμῷ τινι λέγεται· τὸ δ’ αὐτὸ καλῶ πόδα καὶ ῥυθμόν. Δι‐ συλλάβου μὲν οὖν λέξεως διαφοραὶ τέσσαρες, σπον‐ δεῖος, πυρρίχιος, ἴαμβος, τροχαῖος. ὁ μὲν οὖν πυρρί‐
10χιος οὔτε μεγαλοπρεπής ἐστιν οὔτε σεμνός· σχῆμα δὲ αὐτοῦ τοιόνδε
Λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα. ὁ δὲ σπονδεῖος ἀξίωμα ἔχει καὶ σεμνότητα πολλήν· παράδειγμα δὲ αὐτοῦ τόδε
15
Ποίαν δῆθ’ ὁρμάσω· ταύταν, ἢ κείναν· ἢ ταύταν; ὁ δ’ ἴαμβος οὐκ ἀγεννής, οἷον
Ἐπεὶ σχολὴ πάρεστι, παῖ Μενοιτίου. ὁ δὲ τροχαῖος μαλακώτερος τούτου καὶ ἀγεννέστερος, οἷον
Θυμὲ θύμ’ ἀμηχάνοισι κήδεσιν κυκώμενε.
20 Δισυλλάβων μὲν δὴ ῥυθμοὶ καὶ σχήματα τοσαῦτα. τρισυλλάβων δὲ σχήματα ὀκτώ· ὁ μὲν γὰρ ἐξ ἁπασῶν βραχειῶν χορεῖος ταπεινός τε καὶ ἄσεμνος καὶ ἀγεν‐ νής, οἷον
Βρόμιε δορατοφόρ’ ἐνυάλιε πολέμοιο κέλαδε·
171
25ὁ δ’ ἐξ ἁπασῶν μακρῶν μολοττὸς ὑψηλὸς καὶ ἀξιωμα‐ τικός, οἷον
Ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες. ὁ δὲ ἀμφίμακρος καὶ οὗτος τῶν εὖ ἐχόντων, οἷον
Οἳ δ’ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις.
30ὁ δὲ ἀμφίβραχυς οὐ σφόδρα τῶν εὐσχήμων ἐστίν, ἀλλὰ κέκλασται πρὸς τὸ θῆλυ, οἷον
Ἴακχε διθύραμβε· σὺ τῶνδε χοραγέ. ὁ δὲ ἀνάπαιστος σεμνότητα ἔχει πολλήν, ἐπιτήδειος μεγέθει ἢ πάθει, οἷον
35
Βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχει· ὁ δὲ δάκτυλος πάνυ σεμνὸς καὶ εἰς τὸ κάλλος τῆς ἑρμηνείας ἀξιολογώτατος· καὶ τό γε ἡρωϊκὸν μέτρον τούτῳ κοσμεῖται, οἷον
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.
40ὁ δὲ βακχεῖος ἀνδρώδης πάνυ καὶ εἰς σεμνολογίαν ἐπιτήδειος, οἷον
Σοὶ Φοῖβε Μοῦσαί τε σύμβωμοι. ὁ δὲ παλιμβάκχειος καὶ οὗτος ὅμοιος τῷ βακχείῳ, οἷον
Τίν’ ἀκτάν, τίν’ ὕλαν δράμω; ποῖ πορευθῶ;
45οὗτοι δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες ἅπασαν ἔμμετρόν τε καὶ ἄμετρον λέξιν·
ἐξ ὧν γίνονται στίχοι τε καὶ κῶλα. οἱ γὰρ ἄλλοι πόδες καὶ ῥυθμοὶ πάντες ἐκ τούτων εἰσὶ σύνθετοι. ἁπλοῦς δὲ ῥυθμὸς ἢ ποὺς οὔτ’ ἐλάττων ἔσται δύο172

18

συλλαβῶν οὔτε μείζων τριῶν. ἔνθέν τοι καὶ Θουκυ‐ δίδης ἀξιωματικῶς συγκεῖσθαι τὴν ἐν τῷ ἐπιταφίῳ λέξιν βουλόμενος οὕτω φησίν· ‘Οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ
5νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πο‐ λέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν‘· διόλου γὰρ ταυτὶ τὰ κῶλα ἐκ σπονδείων καὶ ἀναπαίστων καὶ κρη‐ τικῶν εἴτ’ οὖν ἀμφιμάκρων καὶ δακτύλων καὶ τῶν τοιούτων ἃ τὴν σεμνότητα ποιεῖ σύγκειται. καὶ μυρία
10τοιαῦτα καὶ παρὰ Πλάτωνι ἔστιν εὑρεῖν. ὁ γὰρ ἀνὴρ ἐμμέλειάν τε καὶ εὐρυθμίαν συνιδεῖν δαιμονιώτατος· καὶ εἴ γε δεινὸς ἦν οὕτως ἐκλέξαι τὰ ὀνόματα, ὡς συνθεῖναι περιττός, καὶ νύ κεν ἢ παρήλασεν ἂν τὸν Δημοσθένην κάλλος ἑρμηνείας ἢ ἀμφήριστον ἔθηκε.
15νῦν δὲ περὶ μὲν τὴν ἐκλογὴν ἔστιν ὅτε διαμαρτάνει, καὶ μάλιστα ἐν οἷς ἂν τὴν ὑψηλὴν καὶ περιττὴν καὶ ἐγκατάσκευον διώκῃ φράσιν· συντίθησι δὲ τὰ ὀνόματα καὶ ἡδέως καὶ καλῶς νὴ Δία, καὶ οὐκ ἄν τις αὐτὸν ἔχοι κατὰ τοῦτο μέμψασθαι τὸ μέρος. ὁ δὲ Δημοσθέ‐
20νης ὅρος τίς ἐστιν ἐκλογῆς τε ὀνομάτων καὶ κάλλους συνθέσεως.

19

Εἰρηκὼς δὴ καὶ περὶ τῶν ῥυθμῶν, ἐπὶ τὸ τρίτον θεώρημα τὴν μεταβολὴν μεταβήσομαι. Λέγω δ’ οὐ τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω, ἀλλὰ τὴν ἐν τοῖς
ὁμοειδέσι ποικιλίαν. κόρον γὰρ ἔχει καὶ τὰ καλὰ πάντα173
5ὥςπερ καὶ τὰ ἡδέα ὄντα ἐν τῇ ταὐτότητι, ποικιλλόμενα δὲ ταῖς μεταβολαῖς ἀεὶ καινὰ μένει. τοῖς μὲν οὖν τὰ μέτρα καὶ τὰ μέλη γράφουσιν οὐχ ἅπαντα ἔξεστι μετα‐ βάλλειν οὐδ’ ἐφ’ ὅσον βούλονται. αὐτίκα τοῖς μὲν ἐποποιοῖς μέτρον οὐκ ἔξεστι μεταβάλλειν, ἀλλ’ ἀνάγκη
10πάντας εἶναι τοὺς στίχους ἑξαμέτρους· οὐδέ γε ῥυθ‐ μόν, ἀλλὰ τοῖς ἀπὸ μακρᾶς ἀρχομένοις συλλαβῆς χρή‐ σονται. τοῖς δὲ τὰ μέλη γράφουσι τὸ μὲν τῶν στρο‐ φῶν τε καὶ ἀντιστρόφων οὐχ οἷόν τε ἀλλάξαι μέλος· ἀλλ’ ἐάν τ’ ἐναρμονίους ἐάν τε χρωματικὰς ἐάν τε
15διατόνους ὑποθῶνται μελῳδίας, ἐν πάσαις δεῖ ταῖς στροφαῖς καὶ ἀντιστρόφοις τὰς αὐτὰς ἀγωγὰς φυλάτ‐ τειν· περὶ δὲ τὰς καλουμένας ἐπῳδοὺς ἀμφότερα κινεῖν ταῦτα ἔξεστι, τό τε μέλος καὶ τὸν ῥυθμὸν τά τε κῶλα ἐξ ὧν συνέστηκε περίοδος ἑκάστη, ἄλλοτε ἄλλα μεγέθη
20καὶ σχήματα αὐτοῖς περιτιθέντας. Οἱ μὲν οὖν ἀρχαῖοι μελοποιοί, λέγω Ἀλκαῖόν τε καὶ Σαπφώ, μικρὰς ἐποιοῦντο στροφάς, ὥςτ’ ἐν ὀλί‐ γοις τοῖς κώλοις οὐ πολλὰς εἰσῆγον μεταβολάς· οἱ δὲ περὶ Στησίχορόν τε καὶ Πίνδαρον μείζους ἐργασάμενοι
25τὰς περιόδους εἰς πολλὰ μέτρα καὶ κῶλα διένειμαν αὐτὰς μεταβολῆς ἔρωτι. οἱ δέ γε διθυραμβοποιοὶ καὶ τοὺς τρόπους μετέβαλλον, Δωρίους τε καὶ Φρυγίους
καὶ Λυδίους ἐν τῷ αὐτῷ ᾄσματι ποιοῦντες· καὶ τὰς μελῳδίας ἐξήλλαττον, τοτὲ μὲν ἐναρμονίους ποιοῦντες,174
30τοτὲ δὲ χρωματικάς, τοτὲ δὲ διατόνους. ἡ δὲ πεζὴ λέξις ἅπασαν ἐλευθερίαν ἔχει ποικίλλειν ταῖς μεταβο‐ λαῖς τὴν σύνθεσιν ὅπως βούλεται. Καὶ ἔστι λέξις κρατίστη πασῶν, ἥ τις ἂν ἔχοι πλείστας ἀναπαύλας τε καὶ μεταβολὰς ἐναρμονίους,
35ὅταν τουτὶ μὲν ἐν περιόδῳ λέγηται, τουτὶ δ’ ἔξω περιόδου, καὶ ἥδε μὲν ἡ περίοδος ἐκ πλειόνων πλέκη‐ ται κώλων, ἥδε δ’ ἐξ ἐλαττόνων, αὐτῶν δὲ τῶν κώλων τὸ μὲν βραχύτερον ᾖ, τὸ δὲ μακρότερον, καὶ τὸ μὲν γοργότερον, τὸ δὲ βραδύτερον, ῥυθμοί τε ἄλλοτε ἄλλοι,
40καὶ σχήματα παντοῖα, καὶ τάσεις φωνῆς αἱ καλούμεναι προσῳδίαι διάφοροι, κλέπτουσαι τῇ ποικιλίᾳ τὸν κόρον. ἔχει δὲ χάριν τὸ οὕτω συγκείμενον, ὥςτε μὴ συγκεῖ‐ σθαι δοκεῖν. παράδειγμα δὲ τῆς τοιαύτης μεταβολῆς ποιοῦμαι πᾶσαν μὲν τὴν Ἡροδότου λέξιν, πᾶσαν δὲ
45τὴν Πλάτωνος, πᾶσαν δὲ τὴν Δημοσθένους· ἀδύνατον γὰρ εὑρεῖν τούτων ἑτέρους ἐπεισοδίοις τε πλείοσι καὶ ποικιλίαις εὐκαιροτέροις καὶ σχήμασι πολυειδεστέροις χρησαμένους· λέγω δὲ τὸν μὲν ὡς ἐν ἱστορίας σχήματι, τὸν δ’ ὡς ἐν διαλόγων χάριτι, τὸν δ’ ὡς ἐν λόγων

19

(50)

ἐναγωνίων χρείᾳ. ἀλλ’ οὐχ ἡ Ἰσοκράτους καὶ τῶν ἐκείνου γνωρίμων αἵρεσις ὁμοία ταύταις ἦν· ἀλλὰ καίπερ ἡδέως καὶ μεγαλοπρεπῶς πολλὰ συνθέντες οἱ ἄνδρες οὗτοι περὶ τὰς μεταβολὰς καὶ τὴν ποικιλίαν οὐ πάνυ εὐτυχοῦσιν· ἀλλ’ ἔστι παρ’ αὐτοῖς κύκλος τις,
55ὁμοειδὴς σχημάτων τάξις, φυλακὴ συμπλοκῆς φωνηέν‐ των ἡ αὐτή, ἄλλα πολλὰ τοιαῦτα κόπτοντα τὴν ἀκρό‐ ασιν. καὶ αὐτῷ μὲν ἴσως τῷ Ἰσοκράτει πολλαὶ χάριτες ἐπήνθουν ἄλλαι ταύτην ἐπικρύπτουσαι τὴν ἀμορφίαν, παρὰ δὲ τοῖς μετ’ ἐκεῖνον ἀπ’ ἐλαττόνων τῶν ἄλλων175
60κατορθωμάτων περιφανέστερον γίνεται τοῦτο τὸ ἁμάρ‐ τημα.

20

Ἔτι καταλείπεται ἡμῖν ὁ περὶ τοῦ πρέποντος λόγος. πρέπον δέ ἐστι τὸ τοῖς ὑποκειμένοις ἁρμόττον προσώ‐ ποις καὶ πράγμασιν. ὥςπερ γὰρ ἔστι τις ἐκλογὴ νοη‐ μάτων ἣ μὲν πρέπουσα τοῖς ὑποκειμένοις, ἣ δὲ ἀπρε‐
5πής, οὕτω δή που καὶ σύνθεσις· οὐ γὰρ ὁμοίᾳ συνθέσει χρώμεθα ὀργιζόμενοι καὶ χαίροντες, οὐδὲ ὀλοφυρόμενοι καὶ φοβούμενοι, οὐδ’ ἐν ἄλλῳ τινὶ πάθει ὄντες· καὶ μὴν καὶ οἱ αὐτοὶ ἄνθρωποι ἐν τῇ αὐτῇ καταστάσει τῆς ψυχῆς ὄντες, ὅταν ἀπαγγέλλωσι πράγματα οἷς ἂν
10παραγενόμενοι τύχωσιν, οὐχ ὁμοίᾳ χρῶνται συνθέσει περὶ πάντων· ἀλλὰ καὶ μιμητικοὶ γίνονται τῶν ἀπαγ‐ γελλομένων, οὐδὲν ἐπιτηδεύοντες, ἀλλὰ φυσικῶς ἐπὶ τοῦτο ἀγόμενοι. ταῦτα δὲ δεῖ παρατηροῦντα τὸν ἀγα‐ θὸν ποιητὴν καὶ ῥήτορα μιμητικὸν εἶναι τῶν πραγμά‐
15των ὑπὲρ ὧν ἂν τοὺς λόγους ἐκφέροι, μὴ μόνον κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων, ἀλλὰ καὶ κατὰ τὴν σύν‐ θεσιν. ὃ ποιεῖν εἴωθεν Ὅμηρος, καίπερ μέτρον ἔχων καὶ ῥυθμοὺς ὀλίγους, ἀλλ’ ὅμως ἀεί τι καινουργῶν ἐν αὐτοῖς καὶ φιλοτεχνῶν, ὥςτε μηδὲν ἡμῖν διαφέρειν
20γινόμενα τὰ πράγματα ἢ λεγόμενα ὁρᾶν. οἷον
Καὶ μὴν καὶ Σίσυφον εἶδον κρατέρ’ ἄλγε’ ἔχοντα,
λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν·
ἤτοι ὃ μὲν σκηριπτόμενος χερσί τε ποσίν τε
λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον·
176
25ἐνταῦθα γὰρ ἡ σύνθεσίς ἐστιν ἡ δηλοῦσα τῶν γινο‐ μένων ἕκαστον· τὸ βάρος τοῦ πέτρου, τὴν ἐπίπονον ἐκ τῆς γῆς κίνησιν, τὸν διερειδόμενον τοῖς κώλοις, τὸν ἀναβαίνοντα πρὸς τὸν ὄχθον, τὴν μόλις ἀνωθουμένην πέτραν· γέγονε δὲ παρὰ τὸ ἐν τοῖς δυσὶ στίχοις οἷς
30ἀνακυλίει τὴν πέτραν, ἔξω δυεῖν ῥημάτων τὰ λοιπὰ τῆς λέξεως μόρια πάντ’ ἐστὶν ἤτοι δισύλλαβα ἢ μονο‐ σύλλαβα· ἔπειτα τῷ ἡμίσει πλείους εἰσὶν αἱ μακραὶ συλλαβαὶ τῶν βραχειῶν, καὶ διαβεβήκασι πᾶσαι αἱ τῶν ὀνομάτων ἁρμονίαι καὶ διεστήκασιν αἰσθητῶς, ἢ τῶν
35φωνηέντων συγκρουομένων ἢ τῶν ἡμιφώνων τε καὶ ἀφώνων· ῥυθμοῖς τε καὶ δακτύλοις καὶ σπονδείοις σύγκειται. αἱ μὲν οὖν μονοσύλλαβοι καὶ δισύλλαβοι λέξεις, πολλοὺς τοὺς μεταξὺ χρόνους ἀλλήλων ἀπολεί‐ πουσαι, τὸ χρόνιον ἐμιμήσαντο τοῦ ἔργου· αἱ δὲ μακραὶ
40συλλαβαὶ στηριγμούς τινας ἔχουσαι καὶ ἐγκαθίσματα τὴν ἀντιτυπίαν καὶ τὸ βαρὺ καὶ τὸ μόλις· τὸ δὲ με‐ ταξὺ τῶν ὀνομάτων ψύγμα καὶ ἡ τῶν τραχυνόντων γραμμάτων παράθεσις τὰ διαλείμματα τῆς ἐνεργείας καὶ τὰς ἐποχὰς καὶ τὸ τοῦ μόχθου μέγεθος· οἱ ῥυθμοὶ
45δ’ ἐν μήκει θεωρούμενοι τὴν διέκτασιν τῶν μελῶν καὶ
τὸν διελκυσμὸν τοῦ κυλίοντος καὶ τὴν τοῦ πέτρου ἔρεισιν. καὶ ὅτι ταῦτα οὐ φύσεώς ἐστιν αὐτοματιζού‐ σης ἔργα, ἀλλὰ τέχνης μιμήσασθαι πειρωμένης τὰ γι‐ νόμενα, τὰ ἑξῆς δηλοῖ· τὴν γὰρ ἀπὸ τῆς κορυφῆς177

20

(50)

ἐπιστρέφουσαν πάλιν καὶ κατακυλιομένην πέτραν οὐ τὸν αὐτὸν ἡρμήνευκε τρόπον, ἀλλ’ ἐπιταχύνας καὶ συστρέψας τὴν σύνθεσιν· προειπὼν γὰρ ἐν τῷ αὐτῷ σχήματι
ἀλλ’ ὅτε μέλλοι
55
ἄκρον ὑπερβαλέειν, ἐπιτίθησι τοῦτο
τότ’ ἐπιστρέψασκε κραταιὶς
αὖτις· ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής· οὐχὶ συγκυλίεται τῷ βάρει τῆς πέτρας ἡ τῶν ὀνομάτων
60σύνθεσις, μᾶλλον δὲ ἔφθακε τὴν τοῦ λίθου φορὰν τὸ τῆς ἀπαγγελίας τάχος; μονοσύλλαβον μὲν γὰρ οὐδε‐ μίαν, δισυλλάβους δὲ δύο μόνας ἔχει λέξεις· καὶ οὐ διίστησι τοὺς χρόνους ἀλλ’ ἐπιταχύνει· καὶ πλείους τῶν μακρῶν αἱ βραχεῖαι· καὶ οὔτε φωνήεντα διιστῶσιν
65ἀλλήλων τὰ ὀνόματα οὔτε ἡμιφώνῳ ἡμίφωνον ἢ ἄφωνον παράκειται, ἃ τραχύνει τὸν λόγον· ἀλλὰ συνολισθαί‐ νουσιν ἀλλήλαις καὶ συγκαταφέρονται, καὶ τρόπον τινὰ μία ἐξ ἁπασῶν γίνεται διὰ τὴν τῶν ἁρμονιῶν ἀκρί‐ βειαν· καὶ ῥυθμὸς οὐδεὶς σπονδεῖος ἐν αὐτοῖς.

21

Διαφοραὶ δὲ συνθέσεως εἰδικαὶ μὲν σφόδρα πολλαὶ καὶ εἰς σύνοψιν ἐλθεῖν οὐ δυνάμεναι· οὐ γὰρ ὁμοίως
τὰ αὐτὰ ὀνόματα συντίθεμεν ἅπαντες. τὰς μέντοι γενικὰς αὐτῆς διαφορὰς μόνας τρεῖς εἶναι πείθομαι,178
5ἃς οὐκ ἔχων ὀνομάζειν μεταφορικοῖς ὀνόμασι καλῶ, τὴν μὲν αὐστηράν, τὴν δὲ γλαφυρὰν ἢ ἀνθηράν, τὴν δὲ τρίτην εὔκρατον εἴ τε κατὰ στέρησιν τῶν ἄκρων εἴ τε κατὰ μῖξιν εἴ τε κατὰ ἄνεσιν καὶ ἐπίτασιν τῶν ἐσχάτων ὅρων.

22

Τῆς μὲν οὖν αὐστηρᾶς ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ἐρείδεσθαι βούλεται τὰ ὀνόματα ἀσφαλῶς καὶ στάσεις λαμβάνειν ἰσχυράς, ὥςτ’ ἐκ περιφανείας ἕκαστον ὄνομα ὁρᾶσθαι, ἀπέχειν τε ἀπ’ ἀλλήλων τὰ μόρια διαστάσεις
5ἀξιολόγους αἰσθητοῖς χρόνοις διειργόμενα· τραχείαις τε χρῆσθαι πολλαχῇ καὶ ἀντιτύποις ταῖς συμβολαῖς· ῥυθμοὺς δὲ ἐπιτηδεύει τοὺς ἀξιωματικοὺς καὶ μεγαλο‐ πρεπεῖς, καὶ οὔτε πάρισα βούλεται τὰ κῶλα ἀλλήλοις εἶναι οὔτε παρόμοια οὔτε ἀνάγκῃ δουλεύοντα, ἀκό‐
10λουθα δὲ καὶ εὐγενῆ καὶ λαμπρὰ καὶ ἐλεύθερα· φύσει τ’ ἐοικέναι μᾶλλον αὐτὰ βούλεται ἢ τέχνῃ, καὶ κατὰ πάθος λέγεται μᾶλλον ἢ κατὰ ἦθος· περιόδους δὲ συν‐ τιθέναι συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν τὰ πολλὰ μὲν οὐδὲ βούλεται· εἰ δέ ποτ’ αὐτομάτως ἐπὶ τοῦτο
15κατενεχθείη, τὸ ἀνεπιτήδευτον ἐμφαίνειν θέλει καὶ ἀφελές, οὔτε προσθήκαις τισὶν ὀνομάτων, ἵνα ὁ κύκλος
ἐκπληρωθῇ, μηδὲν ὠφελούσαις τὸν νοῦν χρωμένη, οὔτε ὅπως αἱ βάσεις αὐτῶν γένοιντο θεατρικαί τινες ἢ γλα‐ φυραί, οὐδ’ ἵνα τῷ πνεύματι τοῦ λέγοντος ὦσιν αὐτάρ‐179
20κεις· οὐδέ τι τοιοῦτον· ἀλλὰ περὶ τὰς πτώσεις ποικίλη, περὶ τοὺς σχηματισμοὺς ὀλιγοσύνδεσμος, ἄναρθρος, ἐν πολλοῖς ὑπεροπτικὴ τῆς ἀκολουθίας, ἥκιστα ἀνθηρά, μεγαλόφρων, αὐθέκαστος, ἀκόμψευτος, τὸν ἀρχαϊσμὸν καὶ τὸν πῖνον ἔχουσα κάλλος. Ταύτης τῆς ἁρμονίας
25πολλοὶ μὲν ἐγένοντο ζηλωταί, διαφέροντες δὲ τῶν ἄλ‐ λων ἐν μὲν ποιήσει ὅ τε Κολοφώνιος Ἀντίμαχος καὶ Ἐμπεδοκλῆς ὁ φυσικός, ἐν δὲ μελοποιίᾳ Πίνδαρος, ἐν τραγῳδίᾳ δὲ Αἰσχύλος, ἐν ἱστορίᾳ δὲ Θουκυδίδης, ἐν δὲ πολιτικοῖς λόγοις Ἀντιφῶν. προκείσθω δὴ καὶ
30παραδείγματα· Πινδάρου μὲν διθύραμβός τις οὗ ἐστιν ἡ ἀρχή·
‘Δεῦτ’ ἐν χορὸν Ὀλύμπιοι· ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί, πολύβατον οἵ τ’ ἄστεος ὀμφαλὸν θυό‐ εντα ἐν ταῖς ἱεραῖς Ἀθήναις οἰχνεῖτε πανδαίδαλόν
35τ’ εὐκλέ’ ἀγοράν. ἰαδέτων λάχετε στεφάνων τάν τε ἀριδρέπτων ἀοιδάν· Διόθεν τέ με σὺν ἀγλαΐᾳ ἴδετε πορευθέντες ἀοιδαῖς δεύτερον ἐπὶ τὸν κισσοδαῆ θεόν, ὃν Βρόμιον, ὃν Ἐριβόαν βροτοὶ καλέομεν· γόνον ὑπάτων τε πατέρων μέλπομεν γυναικῶν τε
40Καδμείαν Σεμέλαν. ἐναργέα νεμέω μάντιν οὐ λαν‐ θάνει, φοίνικος ἐανῶν ὁπότ’ οἰχθέντος Ὥραν θαλά‐
μου εὔοδμον ἐπαΐωσιν ἔαρ φυτὰ νεκτάρεα· τότε βάλλετε, τότ’ ἐπ’ ἄμβροτον χέρσον ἐραταὶ ἴων φόβαι, ῥόδα τε κόμαισι μίγνυνται· οἰχνεῖ τ’ ὀμφᾶ μελέων180
45 σὺν αὐλοῖς, οἰχνεῖτε Σεμέλαν ἑλικάμπυκα χοροί‘. Ταῦθ’ ὅτι μέν ἐστιν ἰσχυρὰ καὶ στιβαρὰ καὶ ἀξιω‐ ματικὰ καὶ πολὺ τὸ αὐστηρὸν ἔχει, τραχύνει τε ἀλύ‐ πως καὶ πικραίνει μετρίως τὰς ἀκοάς, πάντες ἂν εἴποιεν. γέγονε δὲ τοῦτο κατὰ τέχνην· τὸ γὰρ ‘ἐν

22

(50)

χορόν‘ καὶ ἀντίτυπον καὶ οὐκ εὐεπές, τοῦ μὲν συν‐ δέσμου λήγοντος εἰς τὸ ν, τοῦ δὲ προσηγορικοῦ ἀρχο‐ μένου ἐξ ἀφώνου τοῦ χ· ἀσύμμικτα δὲ κατὰ μίαν συλ‐ λαβὴν προηγουμένου τοῦ ν φύσει ταῦτα τὰ στοιχεῖα καὶ ἀκόλλητα· ὥςτε τὰ τῶν συλλαβῶν δύο μόρια οὐ
55συνάπτει τὸν ἦχον, ἀλλ’ ἀνάγκη σιωπήν τινα γενέσθαι μέσοιν ἀμφοῖν τὴν διορίζουσαν ἑκατέρων τῶν γραμμά‐ των τὰς δυνάμεις. ἔτι καὶ τὸ ‘κλυτάν‘ ἀντίτυπον πεποίηκε καὶ τραχεῖαν τὴν σύνθεσιν καὶ δυσεκφώνη‐ τον ἀναβολὴν καὶ ἐγκοπὴν τῆς ἁρμονίας. εἰ γοῦν τὸ
60κ τὶς ἀφέλοι τῆς συλλαβῆς καὶ ποιήσει ‘ἐπί τε λυτάν‘, λυθήσεται καὶ τὸ τραχὺ τῆς ἁρμονίας. τοιοῦτον δὲ καὶ τὸ ‘πέμπετε‘ τῷ ‘κλυτάν‘ ἐπικείμενον οὐκ εὐκέρα‐ στον ἦχον ἔχει, ἀλλ’ ἀνάγκη στηριχθῆναι τὸ ν, καὶ πιεσθέντος ἱκανῶς τοῦ στόματος τότε ἀκουστὸν γενέ‐
65σθαι τὸ π· οὐ γὰρ ὑποτακτικὸν τῷ ν τὸ π· τούτου δ’
αἴτιον ὁ τοῦ στόματος σχηματισμός, οὔτε κατὰ τὸν αὐτὸν τόπον οὔτε τῷ αὐτῷ τρόπῳ τῶν γραμμάτων τού‐ των ἐκφερομένων ὡς προδεδήλωταί μοι. καὶ πολλά τις ἂν εὕροι τοιαῦτα, ὅλην τὴν ᾠδὴν σκοπῶν.181
70 Πινδάρου μὲν οὖν ἅλις ἔστω· Θουκυδίδου δὲ λαμ‐ βανέσθω λέξις ἡ ἐκ τοῦ προοιμίου ἥδε·
‘Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου, καὶ
75 ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προ‐ γεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντες εἰς αὐτὸν ἦσαν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον· κίνησις γὰρ
80αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δ’ εἰπεῖν, καὶ ἐπὶ πλεῖστον ἀνθρώπων· τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιό‐ τερα σαφῶς εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν‘. Αὕτη ἡ λέξις ὅτι μὲν οὐκ ἔχει λείας οὐδὲ συν‐
85εζευγμένας ἀκριβῶς τὰς ἁρμονίας, οὐδὲ ἔστιν εὐεπὴς καὶ μαλακή, ἀλλὰ πολὺ τὸ ἀντίτυπον καὶ στρυφνὸν ἐμφαίνει, οὐδὲν δέομαι λέγειν, ἄλλως τε καὶ αὐτοῦ τοῦ συγγραφέως ὁμολογήσαντος, ὅτι εἰς μὲν ἀκρόασιν ἧττον ἐπιτερπὴς ἡ γραφή ἐστι, ‘κτῆμα δ’ εἰς ἀεὶ μᾶλλον ἢ
90ἀγώνισμα εἰς τὸ παραυτίκα ἀκούειν σύγκειται‘. τίνα δ’ ἐστὶ τὰ θεωρήματα, οἷς χρησάμενος ὁ ἀνὴρ οὕτως
αὐστηρὰν πεποίηκε τὴν ἁρμονίαν, δι’ ὀλίγων σημανῶ. Αὐτίκα ἐν ἀρχῇ τῷ Ἀθηναῖος τὸ ‘ξυνέγραψεν‘ ἐπαγόμενον διίστησιν ἀξιολόγως τὴν ἁρμονίαν· οὐ γὰρ182
95προτάττεται τὸ ς τοῦ ξ κατὰ συνεκφοράν, δεῖ δὲ τοῦ ς σιωπῇ καταληφθέντος τότε ἀκουστὸν γενέσθαι τὸ ξ· τοῦτο δὲ τραχύτητα ἐργάζεται καὶ ἀντιτυπίαν τὸ πά‐ θος. ἔπειθ’ αἱ μετὰ τοῦτο γινόμεναι συγκοπαὶ τῶν ἤχων, τοῦ τε ν καὶ τοῦ τ καὶ τοῦ π καὶ τοῦ κ, τε‐

22

(100)

τράκις ἑξῆς ἀλλήλαις παρακείμεναι, χαράττουσιν εὖ μάλα τὴν ἀκοὴν καὶ διασαλεύουσιν ἀξιολόγως τὰς ἁρμο‐ νίας, ὅταν φῇ ‘τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων‘· τούτων γὰρ τῶν μορίων τῆς λέξεως οὐθὲν ὅ τι οὐχὶ καταληφθῆναί τε δεῖ καὶ πιεσθῆναι πρό‐
105τερον ὑπὸ τοῦ στόματος περὶ τὸ τελευταῖον γράμμα, ἵνα τὸ συναπτόμενον αὐτῷ τρανὴν καὶ καθαρὰν τὴν ἑαυτοῦ λάβῃ δύναμιν· ἔτι πρὸς τούτοις ἡ τῶν φωνη‐ έντων παράθεσις ἐν τῷ ‘καὶ Ἀθηναίων‘ διακέκρουκε τὸ συνεχὲς τῆς ἁρμονίας καὶ διέστηκε πάνυ αἰσθητὸν
110τὸν μεταξὺ λαβοῦσα χρόνον· ἀκέραστοι γὰρ αἱ φωναὶ τοῦ τε ι καὶ τοῦ α καὶ ἀποκόπτουσαι τὸν ἦχον· τὸ δ’ εὐεπὲς οἱ συνεχεῖς τε καὶ οἱ συλλεαινόμενοι ποιοῦσιν ἦχοι. καὶ πολλὰ τοιαῦτα ἂν εὕροι τις.

23

Ἡ δὲ γλαφυρὰ καὶ ἀνθηρὰ σύνθεσις χαρακτῆρα τοιόνδε ἔχει· οὐ ζητεῖ καθ’ ἓν ἕκαστον ὄνομα ἐκ περι‐ φανείας ὁρᾶσθαι, οὐδ’ ἐν ἕδρᾳ πάντα βεβηκέναι πλα‐
τείᾳ καὶ ἀσφαλεῖ, οὐδὲ μακροὺς τοὺς μεταξὺ αὐτῶν183
5εἶναι χρόνους, οὐδὲ τὸ βραδὺ καὶ σταθερὸν φίλον αὐτῇ, ἀλλὰ κεκινῆσθαι βούλεται τὴν ὀνομασίαν καὶ φέρεσθαι θάτερα κατὰ θατέρων ὀνομάτων ὥςπερ τὰ ῥέοντα, καὶ συνυφάνθαι τὰ μόρια, ὡς μιᾶς λέξεως ὄρεξιν διατελεῖν εἰς δύναμιν· τοῦτο δὲ ποιοῦσιν αἱ
10τῶν ἁρμονιῶν ἀκρίβειαι· χρόνον οὐδένα αἰσθητὸν με‐ ταξὺ ὀνομάτων περιλαμβάνουσαι· ἔοικέ τε κατὰ μέρος εὐητρίοις ὑφαῖς ἢ γραφαῖς συνεφθαρμένα τὰ φωτεινὰ τοῖς σκιεροῖς ἐχούσαις· εὔφωνά τε εἶναι βούλεται πάντα τὰ ὀνόματα καὶ λεῖα καὶ μαλακὰ καὶ παρθε‐
15νωπά. τραχείαις δὲ συλλαβαῖς καὶ ἀντιτύποις ἀπέχθειαί που· τὸ δὲ θρασὺ πᾶν καὶ παρακεκινδυνευμένον δι’ εὐλαβείας ἔχει· καὶ τὰ κῶλα δὲ τοῖς κώλοις εὖ συν‐ υφάνθαι βούλεται καὶ πάντα εἰς περίοδον τελευτᾶν ὁρίζουσαν κώλου τε μῆκος ὃ μὴ βραχύτερον ἔσται
20μηδὲ μεῖζον τοῦ μετρίου, καὶ περιόδου μέτρον οὗ πνεῦμα τέλειον ἀνδρὸς κρατήσει. χρῆται δὲ καὶ ῥυθ‐ μοῖς οὐ τοῖς μεγίστοις, ἀλλὰ τοῖς μέσοις τε καὶ βρα‐ χυτέροις· καὶ τῶν περιόδων τὰς τελευτὰς εὐρύθμους εἶναι βούλεται καὶ βεβηκυίας ὡς ἂν ἀπὸ στάθμης,
25τἀναντία ποιοῦσα ἐν ταῖς τούτων ἁρμογαῖς ἢ ταῖς τῶν ὀνομάτων· ἐκεῖνα μὲν γὰρ συναλείφει, ταύτας δὲ διίστησι καὶ ὥςπερ ἐκ περιόπτου βούλεται φανερὰς εἶναι. σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστάτοις, ἀλλὰ
τοῖς τρυφεροῖς καὶ θεατρικοῖς χρῆται· καὶ ὅλως τοὐ‐184
30ναντίον ἔχει σχῆμα τῆς προτέρας. ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα ἐξεργά‐ σασθαι Ἡσίοδος· μελοποιῶν δὲ Σαπφὼ καὶ μετ’ αὐτὴν Ἀνακρέων καὶ Σιμωνίδης· τραγῳδοποιῶν δὲ μόνος Εὐριπίδης· συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλ‐
35λον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος· ῥητό‐ ρων δὲ Ἰσοκράτης. θήσω δὲ καὶ ταύτης παραδείγματα τῆς ἁρμονίας, ποιητῶν μὲν προχειρισάμενος Σαπφώ, ῥητόρων δὲ Ἰσοκράτην. ἄρξομαι δὲ ἀπὸ τῆς μελο‐ ποιοῦ.
40Ποικιλόθρον’ ἀθάνατ’ Ἀφροδίτα, παῖ Διὸς δολοπλόκε, λίσσομαί σε, μή μ’ ἄσαισι μηδ’ ἀνίαισι δάμνα πότνια θυμόν· ἀλλὰ τύ δελφὲ πόκα τ’ ἔρωτα
45τὰς ἐμὰς αὐδὰς ἀίοις· ἀπόλυ ἔκλυες· πατρὸς δὲ δόμον λιποῖσα, χρύσειον ἦλθες ἅρμ’ ὑποζεύξασα· καλοὶ δέ ς’ ἄγον ὠκέες στρουθοὶ περὶ γᾶς μελαίνας

23

(50)

πυκνὰ δινεῦντες πτέρ’ ἀπ’ ὠρανὤθε‐ ρος διὰ μέσω. αἶψα δ’ ἐξίκοντο· τὺ δ’ ὦ μάκαιρα
μειδιάσας’ ἀθανάτω προσώπω ἤρε’ ὅ τι δ’ ἦν τὸ πέπονθα, κὤτι185
55 δεῦρο κάλημι· κὤτι γ’ ἐμῶ μάλιστα θέλω γενέσθω μαινόλα θυμῶ· τίνα δηὖτε πειθὼ καὶ σαγήνεσσαν φιλότητα· τίς ὦ Σαπφὼ δίκη·
60καὶ γὰρ εἰ φεύγει ταχέως διώξει· αἰ δὲ δῶρα μὴ δὲ καί τ’ ἄλλα δώσει· αἰ δὲ μὴ φιλεῖ, ταχέως φιλήσει· κὤ εἰ καὶ θέλεις. ἐλθέ μοι καὶ νῦν· χαλεπᾶν δὲ λῦσον
65
ἐκ μεριμνᾶν· ὅσα δέ μοι τελέσαι
θυμὸς ἱμέρει τέλεσον, σὺ δ’ αὐτᾶ
σύμμαχος ἔσο. ταύτης τῆς λέξεως ἡ εὐέπεια καὶ ἡ χάρις ἐν τῇ συν‐ εχείᾳ καὶ λειότητι γέγονε τῶν ἁρμονιῶν· παράκειται
70γὰρ ἀλλήλοις τὰ ὀνόματα καὶ συνύφανται κατά τινας οἰκειότητας καὶ συζυγίας φυσικὰς τῶν γραμμάτων· τὰ γὰρ φωνήεντα τοῖς ἀφώνοις συνάπτεται μικροῦ διὰ πάσης τῆς ᾠδῆς, ὅσα προτάττεσθαι καὶ ὑποτάττεσθαι πέφυκεν ἀλλήλοις κατὰ μίαν συλλαβὴν συνεκφερόμενα·
75ἡμιφώνων τε πρὸς ἡμίφωνα καὶ ἀφώνων καὶ φωνηέν‐ των πρὸς ἄλληλα συμπτώσεις, αἳ διασαλεύουσι τοὺς
ἤχους, ὀλίγαι πάνυ ἔνεισιν. εἰκότως δὴ γέγονεν εὔρους τις ἡ λέξις καὶ μαλακή, τῆς ἁρμονίας τῶν ὀνομάτων μηδὲν ἀποκυματιζούσης τὸν ἦχον.186
80 Καὶ Σαπφοῦς μὲν ταῦτα· Ἰσοκράτους δὲ ἐκ τοῦ Ἀρεοπαγιτικοῦ τάδε·
‘Πολλοὺς ὑμῶν οἴομαι θαυμάζειν, ἥντινα ποτὲ γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησά‐ μην, ὥςπερ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφα‐
85λερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλ’ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης, εἰρή‐ νην δὲ τὰ περὶ τὴν χώραν ἀγούσης καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, ἔτι δὲ συμμάχους ἐχούσης πολ‐ λοὺς μὲν ἑτοίμους ἡμῖν ἤν τι δέοι βοηθήσοντας,
90πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ἐπιτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας· ὧν ὑπαρχόντων ὑμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δ’ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ
95σωτηρίας. ὑμεῖς μὲν οὖν οἶδ’ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα τῇ δυνάμει ταύτῃ κατασχήσειν· ἐγὼ δὲ δι’ αὐτὰ ταῦτα τυγχάνω δε‐ διώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν

23

(100)

οἰομένας κάκιστα βουλευομένας, καὶ τὰς μάλιστα θαρρούσας εἰς πλεῖστον κίνδυνον καθισταμένας. αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθ’ αὑτὸ παραγίνεται τοῖς ἀν‐
θρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ τοῖς187
105μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δὲ ἐνδείαις καὶ ταῖς ταπεινό‐ τησι σωφροσύνη καὶ πολλὴ μετριότης. ὥςτε χαλε‐ πὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τού‐ των τῶν μερίδων τοῖς παισὶ τοῖς αὑτοῦ· ἴδοι γὰρ
110ἄν τις ἐκ μὲν τῆς φαυλοτέρας ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν.‘ Ταῦθ’ ὅτι συνείληπταί τε καὶ συγκέχρωσται, καὶ
115οὐδὲν ἕκαστον ὄνομα ἐν ἕδρᾳ περιφανεῖ καὶ πλατείᾳ βέβηκεν οὐδὲ μακροῖς τοῖς μεταξὺ χρόνοις διείργεται καὶ διαβέβηκεν ἀπ’ ἀλλήλων, ἀλλ’ ἐν κινήσει φαίνεται καὶ ῥύσει συνεχεῖ, πραεῖαί τέ εἰσι καὶ συνάπτουσαι τὴν λέξιν ἁρμονίαι, τὸ ἄλογον ἐπιμαρτυρεῖ τῆς ἀκοῆς
120πάθος. ὅτι δ’ οὐκ ἄλλα τινὰ τούτων ἐστὶν αἴτια ἢ τὰ προειρημένα ὑπ’ ἐμοῦ περὶ τῆς ἀγωγῆς ταύτης τῶν λόγων, ῥᾴδιον ἐξ ἐκείνων ἰδεῖν.

24

Ἡ δὲ τρίτη καὶ μέση τῶν εἰρημένων ἁρμονιῶν σχῆμα μὲν ἴδιον οὐδὲν ἔχει, κεκέρασται δὲ ὡς ἐξ ἐκεί‐ νων μετρίως. καὶ ἔστιν ἐκλογή τις τῶν ἐν ἑκατέρᾳ κρατίστων. ὧν αὕτη δοκεῖ μοι τὰ πρωτεῖα ἐπιτηδεία
5εἶναι φέρεσθαι, ἐπειδὴ μεσότης μέν τις ἐστί· μεσότης δὲ ἡ ἀρετὴ καὶ βίων καὶ ἔργων. ὁρᾶται δὲ οὐ κατὰ
ἀπαρτισμόν, ἀλλὰ ἐν πλάτει, καὶ τὰς εἰδικὰς ἔχει δια‐ φορὰς πολλάς· οἵ τε χρησάμενοι αὐτῇ οὐ τὰ αὐτὰ πάντες οὐδ’ ὁμοίως ἐπετήδευσαν.188
10
Κορυφὴ μὲν οὖν ἁπάντων καὶ σκοπός,
ἐξ οὗ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
καὶ πᾶσαι κρῆναι, δικαίως ἂν Ὅμηρος λέγοιτο· πᾶς γὰρ αὐτῷ τόπος, ὅτου τις ἂν ἅψοιτο, ταῖς τε αὐστηραῖς καὶ ἀνθηραῖς
15ἁρμονίαις εἰς ἄκρον διαπεποίκιλται. τῶν δὲ ἄλλων ὅσοι τὴν αὐτὴν μεσότητα ἐπετήδευσαν, ὕστεροι μέντοι Ὁμήρου μακρῷ παρ’ ἐκεῖνον ἐξεταζόμενοι φαίνοιντ’ ἄν· καθ’ ἑαυτοὺς δὲ εἰ θεωροίη τις αὐτούς, ἀξιοθέα‐ τοι· μελοποιῶν μὲν Στησίχορός τε καὶ Ἀλκαῖος, τρα‐
20γῳδοποιῶν δὲ Σοφοκλῆς, συγγραφέων δὲ Ἡρόδοτος, ῥητόρων δὲ Δημοσθένης, φιλοσόφων δὲ κατ’ ἐμὴν δόξαν Δημόκριτός τε καὶ Πλάτων καὶ Ἀριστοτέλης. τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κερά‐ σαντας τοὺς λόγους.

25

Ἐπὶ τούτοις ῥητέον, πῶς γίνεται λέξις ἄμετρος ὁμοία καλῷ ποιήματι ἢ μέλει, καὶ πῶς ποίημα ἢ μέ‐ λος πεζῇ λέξει καλῇ παραπλήσιον. ἔστω δὲ παρά‐ δειγμα Δημοσθένης, ὃν ἐν τοῖς μάλιστα οἶμαι τὴν
5ποιητικὴν ἐκμεμάχθαι φράσιν· τίς γὰρ οὐκ ἂν ὁμολο‐ γήσειε, τοῖς κρατίστοις ἐοικέναι ποιήμασί τε καὶ μέ‐ λεσι τοὺς Δημοσθένους λόγους, καὶ μάλιστα τοὺς φιλιππικοὺς καὶ τοὺς δικανικοὺς τοὺς δημοσίους; ὧν ἑνὸς τὸ προοίμιον τουτί·
10 ‘Μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με μήτ’ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχ’ ἥκειν Ἀριστοκρά‐ τους κατηγορήσαντα τουτουί· μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ἑτοίμως οὕτω προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν· ἀλλ’ εἴπερ ἆρ’ ὀρθῶς ἐγὼ λογίζομαι189
15 καὶ σκοπῶ περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτων ἔστι μοι νῦν ἅπασα ἡ σπουδή‘. Πειρατέον δὲ καὶ περὶ τούτων λέγειν, ἃ φρονῶ. Πᾶσα λέξις ἡ δίχα μέτρου συγκειμένη ποιητικὴν ἢ
20μελικὴν οἶμαι χάριν οὐ δύναται προσλαβεῖν κατὰ γοῦν τὴν σύνθεσιν αὐτήν, ἐὰν μὴ περιέχῃ μέτρα καὶ ῥυθ‐ μούς τινας ἐγκατατεταγμένους ἀδήλους. οὐ μέντοι προσήκει γε ἔμμετρον οὐδ’ ἔρρυθμον αὐτὴν εἶναι δο‐ κεῖν· ποίημα γὰρ οὕτως ἔσται καὶ μέλος, ἀλλ’ εὔρυθμον
25αὐτὴν χρὴ καὶ ἔμμετρον φαίνεσθαι μόνον. οὕτω γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημά γε· καὶ ἐμμελὴς μέν, οὐ μέλος δέ. ἡ μὲν γὰρ ὅμοια παραλαμβάνουσα μέτρα καὶ τεταγμένους σώζουσα ῥυθμοὺς καὶ κατὰ στίχον ἢ περίοδον ἢ στροφὴν διὰ τῶν αὐτῶν σχημά‐
30των περαινομένη κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν ἑξῆς χρωμένη καὶ τοῦτο μέχρι πολλοῦ ποιοῦσα ἔρρυθμός ἐστι καὶ ἔμμετρος, καὶ ὀνό‐ ματα αὐτῇ μέτρον καὶ μέλος· ἡ δὲ πεπλανημένα μέτρα καὶ ἀτάκτους ῥυθμοὺς ἐμπεριλαμβάνουσα εὔρυθμος
35μέν ἐστιν, ἐπειδὴ διαπεποίκιλται τισὶ ῥυθμοῖς, οὐκ ἔρρυθμος δέ, ἐπειδὴ οὐ τοῖς αὐτοῖς οὐδὲ κατὰ τὸ αὐτό. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν ἄμετρον, ἥτις ἐμφαίνει τὸ ποιητικὸν καὶ μελικόν· ᾗ δὴ καὶ τὸν Δη‐ μοσθένην κεχρῆσθαι φημί. αὐτίκα ἐπὶ τοῦ προτεθέν‐190
40τος παραδείγματος ἄρχεται μὲν ἀπὸ ἀναπαιστικοῦ στίχου τετραμέτρου· λείπεται δὲ ποδὶ τοῦ τελείου, παρ’ ὃ καὶ λέληθε· ‘Μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με‘· τοῦτο γὰρ εἰ προσλάβοι πόδα, τέλειον ἀναπαιστικὸν ἔσται, ὃ καλοῦσι τινὲς Ἀριστοφάνειον·
45‘Μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με παρεῖναι‘. τοῦτο δὲ οὐκ ἐκ ταὐτομάτου γέγονεν, ἀλλ’ ἐξ ἐπιτη‐ δεύσεως· καὶ γὰρ καὶ τὸ συναπτόμενον τούτῳ κῶλον, εἰ διαλύσειέ τις αὐτοῦ τὴν δευτέραν συναλοιφήν, ἣ πεποίηκεν αὐτὸ ἄσημον ἐπισυνάπτουσα τῷ τρίτῳ κώλῳ,

25

(50)

πεντάμετρον ἐλεγειακὸν ἔσται συντετελεσμένον τουτί· ‘μήτ’ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεκα‘. καὶ ἑνὸς δὲ τοῦ μεταξὺ κώλου συγκειμένου λεκτικῶς τοῦ ‘ἥκειν Ἀρι‐ στοκράτους κατηγορήσαντα τουτουί‘, τὸ συμπλεκόμενον τούτῳ πάλιν κῶλον Ἀριστοφάνειον ἐστί· ‘μήτε μικρὸν
55ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ἑτοίμως οὕτωσ‘ τὸ δ’ ἀκόλουθον ἴσον ἐστὶν ἰαμβικῷ τριμέτρῳ τὸν ἔσχα‐ τον ἀφῃρημένῳ πόδα· ‘προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν‘. καὶ τὸ προσεχὲς πάλιν ἰαμβεῖόν ἐστι, καὶ τοῦτο τρί‐ μετρον ὀρθόν· ‘ἀλλ’ εἴπερ ἆρ’ ὀρθῶς ἐγὼ λογίζομαι‘,
60τοῦ ἄρα συνδέσμου μακρὰν λαμβάνοντος τὴν προτέραν συλλαβήν· καὶ ἔτι τὸ ‘καὶ σκοπῶ‘ παρεμπεσὸν ἐπισκο‐ τούμενον τὸ μέτρον ἠφάνισε. καὶ μηδεὶς ἄτοπον λο‐ γίσαιτο, εἰ τοσαύτης δόξης ἀνὴρ ἐπὶ δεινότητι λόγων, ἔργα συνταττόμενος αἰώνια καὶ διδοὺς ἑαυτὸν ὑπεύ‐191
65θυνον τῷ πάντα βασανίζοντι χρόνῳ ἠβουλήθη μηδὲν εἰκῇ μήτε πρᾶγμα παραλαμβάνειν μήτ’ ὄνομα, ἄλλως τε καὶ τῶν τότε ἀνθρώπων οὐ γραπτοῖς ἀλλὰ γλυπτοῖς καὶ τορευτοῖς ἐοικότας ἐκφερόντων λόγους, λέγω δὲ Ἰσοκράτους καὶ Πλάτωνος τῶν σοφιστῶν· ὃ μέν γε
70τὸν πανηγυρικὸν λόγον, ὡς οἱ τὸν ἐλάχιστον χρόνον γράφοντες, ἔτεσι δέκα συνετάξατο· ὁ δὲ Πλάτων τοὺς ἑαυτοῦ διαλόγους κτενίζων καὶ βοστρυχίζων καὶ πάντα τρόπον ἀναπλέκων οὐ διέλιπεν ὀγδοήκοντα γεγονὼς ἔτη· γνώρισμα δὲ τούτου τά τε ἄλλα, καὶ δὴ καὶ τὰ
75περὶ τὴν δέλτον, ἣν τελευτήσαντος αὐτοῦ λέγουσιν εὑρεθῆναι ποικίλως μετακειμένην τὴν ἀρχὴν τῆς Πο‐ λιτείας ἔχουσαν τήνδε· ‘Κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνοσ‘. πολὺ γὰρ μᾶλλον προσήκει τούτοις μηδενὸς τῶν ἐλαχίστων ὀλιγωρεῖν ἢ
80ζωγράφοις καὶ τορευταῖς περὶ τὰ φλεβία καὶ τὰ πτίλα καὶ τὸν χνοῦν καὶ τὰς τοιαύτας μικρολογίας κατατρί‐ βειν τὴν τῆς τέχνης ἀκρίβειαν. μειράκιον μὲν οὖν ὄντα αὐτὸν καὶ νεωστὶ τοῦ μαθήματος ἁπτόμενον οὐκ ἄλογον πάντα περισκοπεῖν, ὅσα δυνατὰ ἦν εἰς ἐπιτή‐
85δευσιν ἀνθρωπίνην πεσεῖν· ἐπειδὴ δὲ ἡ χρόνιος ἄσκη‐
σις ἰσχὺν πολλὴν λαβοῦσα τύπους τινὰς ἐν τῇ διανοίᾳ παντὸς τοῦ μελετωμένου καὶ σφραγῖδας ἐνεποίησεν, ἐκ τοῦ ῥᾴστου καὶ ἀπὸ τῆς ἕξεως αὐτὰ ᾔδει ποιεῖν. οἷόν τι γίνεται κἀν ταῖς ἄλλαις τέχναις, ὧν ἐνέργειά192
90τις ἡ ποίησις τὸ τέλος· καὶ ἡμεῖς δὲ τὰ γράμματα παιδευόμενοι πρῶτα μὲν τὰ ὀνόματα αὐτῶν ἐκμανθά‐ νομεν, ἔπειτα τοὺς τύπους καὶ τὰς δυνάμεις, εἶθ’ οὕτω τὰς συλλαβὰς καὶ τὰ ἐν ταύταις πάθη, καὶ μετὰ τοῦτο ἤδη τὰς λέξεις καὶ τὰ συμβεβηκότα αὐταῖς,
95ἐκτάσεις τε καὶ συστολὰς καὶ προσῳδίας καὶ τὰ παρα‐ πλήσια· ὅταν δὲ τούτων τὴν ἐπιστήμην λάβωμεν, τότε ἀρχόμεθα γράφειν τε καὶ ἀναγινώσκειν κατὰ συλλαβάς· καὶ βραδέως τὸ πρῶτον, ἐπειδὰν δὲ ὁ χρόνος ἀξιόλο‐ γος προσελθὼν τύπους ἰσχυροὺς αὐτῶν ἐν ταῖς ψυ‐

25

(100)

χαῖς ἡμῶν ποιήσῃ, τότε ἀπὸ τοῦ ῥᾴστου δρῶμεν αὐτά, καὶ πᾶν ὅ τι ἂν ἐπιδῷ τις βιβλίον, ἀπταίστως διερχό‐ μεθα ἕξει τε καὶ τάχει ἀπίστῳ. τοιοῦτο δὴ καὶ περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων γίνεται παρὰ τοῖς ἀθληταῖς τοῦ ἔργου· τοὺς δὲ τούτου ἀπείρους θαυμάζειν καὶ
105ἀπιστεῖν οὐκ ἄλογον.

26

Περὶ δὲ τῆς ἐμμελοῦς καὶ ἐμμέτρου συνθέσεως τῆς ἐχούσης πολλὴν ὁμοιότητα πρὸς τὴν πεζὴν λέξιν, πρώτη μέν ἐστιν αἰτία κἀνταῦθα ἡ τῶν ὀνομάτων ἁρμογή· δευτέρα δὲ ἡ τῶν κώλων σύνθεσις· τρίτη δὲ ἡ τῶν
5περιόδων ἐμμετρία. τὸν δὴ βουλόμενον ἐν τούτῳ τῷ μέρει κατορθοῦν δεῖ τὰ τῆς λέξεως μόρια *** συμμέτρως
μὴ συναπαρτίζοντα τοῖς στίχοις, ἀλλὰ διατέμνοντα τὸ μέτρον, ἄνισά τε ποιεῖν αὐτὰ καὶ ἀνόμοια· πολλάκις δὲ καὶ εἰς κόμματα συνάγειν βραχύτερα κώλων· τάς193
10τε περιόδους μήτε ἰσομεγέθεις μήτε ὁμοιοσχήμονας τὰς γοῦν παρακειμένας ἀλλήλαις ἐργάζεσθαι· ἔγγιστα γὰρ φαίνεται λόγοις τὸ περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μέτρα πεπλανημένον· παράδειγμα τούτων
Αὐτὰρ ὅ γ’ ἐγ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν·
15ἓν μὲν δὴ τοῦτο κῶλον. ἕτερον δέ
χῶρον ἀν’ ὑλήεντα ἔλαττόν τε τοῦ προτέρου, καὶ δίχα τέμνον τὸν στίχον· τρίτον δέ
δι’ ἄκριας
20κομμάτιον τέταρτον δέ
οἷ οἱ Ἀθήνη
πέφραδε δῖον ὑφορβόν ἐξ ἡμιστιχίων δύο· ἔπειτα τὸ τελευταῖον
ὅ οἱ βιότοιο μάλιστα
25
κήδετο οἰκήων· οὓς κτήσατο δῖος Ὀδυσσεύς ἀτελῆ μὲν τὸν τρίτον ποιοῦν στίχον, τοῦ δὲ τετάρτου τῇ προσθήκῃ τὴν ἀκρίβειαν ἀφῃρημένον. τὰ δ’ αὐτὰ νοητέον κἀν τοῖς ἰαμβικοῖς καὶ τοῖς ἄλλοις μέτροις· ὧν παρὰ τοῖς τραγικοῖς μυρία τὰ παραδείγματα.
30Τοιαῦτα δ’ ἐστὶ τὰ ὅμοια τοῖς καλοῖς λόγοις μέτρα
καὶ μέλη, διὰ ταύτας γινόμενα τὰς αἰτίας.194